---
title: Fragments on Hedonism and Philosophy
title_greek: Ἀποσπάσματα περὶ Ἡδονῆς καὶ Φιλοσοφίας
author: Bato the Comic Poet
eul_wid: ivg-aa
eul_aid: ivg
canonical: "https://eulogikon.org/works/bato-hedonism-philosophy-ivg-aa"
lang: grc
period: Hellenistic
dialect: Attic
domain: "Poetry, Philosophy"
genre: "Comedy, Drama"
content_hash: "sha256:0d77b86d9a2feea13f3c75b325f24ade23de1647d6dace20681a4246cdf9103b"
content_modified_at: "2026-10-23"
license: "https://creativecommons.org/publicdomain/mark/1.0/"
---

# Fragments on Hedonism and Philosophy

*Ἀποσπάσματα περὶ Ἡδονῆς καὶ Φιλοσοφίας*

**Author:** Bato the Comic Poet

**eul_wid:** `ivg-aa` · [HTML page](https://eulogikon.org/works/bato-hedonism-philosophy-ivg-aa)

## Text

ΑΙΤΩΛΟΣ

  

`1`

ἄνθρωπος ὢν ἔπταικας· ἐν δὲ τῷ βίῳ  

τέρας ἐστὶν εἴ τις ηὐτύχηκε διὰ βίου.  

`2-3`

ΑΝΔΡΟΦΟΝΟΣ

  

`2`

τῶν φιλοσόφων τοὺς σώφρονας ἐνταυθοῖ καλῶ,  

τοὺς ἀγαθὸν αὑτοῖς οὐ διδόντας οὐδὲ ἕν,  

τοὺς τὸν φρόνιμον ζητοῦντας ἐν τοῖς περιπάτοις  

καὶ ταῖς διατριβαῖς ὥσπερ ἀποδεδρακότα.  

ἄνθρωπʼ ἀλάστωρ, διὰ τί συμβολὰς ἔχων  

νήφεις; τί τηλικοῦτον ἀδικεῖς τοὺς θεούς;  

τί τἀργύριον, ἄνθρωπε, τιμιώτερον  

σαυτοῦ τέθεικας ἢ πέφυκε τῇ φύσει;  

ἀλυσιτελὴς εἶ τῇ πόλει πίνων ὕδωρ·  

τὸν γὰρ γεωργὸν καὶ τὸν ἔμπορον κακοῖς.  

ἐγὼ δὲ τὰς προσόδους μεθύων καλὰς ποιῶ.  

ἔπειθʼ ἕωθεν περιάγεις τὴν λήκυθον,  

καταμανθάνων τοὔλαιον, ὥστε περιφέρειν  

ὡρολόγιον δόξεις τι, οὐχὶ λήκυθον.  

`3`

ἐξὸν γυναῖκʼ ἔχοντα κατακεῖσθαι καλὴν  

καὶ Λεσβίου χυτρῖδε λαμβάνειν δύο·  

ὁ φρόνιμός ἐστι τοῦτο, τοῦτο τἀγαθόν.  

Ἐπίκουρος ἔλεγε ταῦθʼ ἃ νῦν ἐγὼ λέγω.  

εἰ τοῦτον ἔζων πάντες ὃν ἐγὼ ζῶ βίον,  

οὔτʼ ἄτοπος ἦν ἂν οὔτε μοιχὸς οὐδὲ εἷς.  

ΕΥΕΡΓΕΤΑΙ

  

`4`

εὖ γʼ, ὦ Σιβύνη, τὰς νύκτας οὐ καθεύδομεν,  

οὐδʼ ἀνατετράμμεθʼ, ἀλλὰ κάεται λύχνος,  

καὶ βυβλίον ἐν ταῖς χερσί, καὶ φροντίζομεν  

τί Σόφων καταλέλοιπʼ ἢ τί Σημωνακτίδης  

ὁ Χῖος, ἢ Τυνδάριχος ὁ Σικυώνιος,  

ἢ Ζωπυρῖνος. **Β.**

αὐτὸς εὕρηκας δὲ τί;  

**Α.**

τὰ μέγιστα. **Β.**

ποῖα ταῦτα; **Α.**

τοὺς τεθνηκότας—  

`5-6`

ΣΥΝΕΞΑΠΑΤΩΝ

  

`5`

ἀπολώλεκας τὸ μειράκιόν μου παραλαβών,  

ἀκάθαρτε, καὶ πέπεικας ἐλθεῖν εἰς βίον  

ἀλλότριον αὐτοῦ, καὶ πότους ἑωθινοὺς  

πίνει διὰ σὲ νῦν, πρότερον οὐκ εἰθισμένος.  

**Β.**

εἶτʼ εἰ μεμάθηκε, δέσποτα, ζῆν, ἐγκαλεῖς;  

**Α.**

ζῆν δʼ ἐστὶ τὸ τοιοῦθʼ; **Β.**

ὡς λέγουσί γʼ οἱ σοφοί.  

ὁ γοῦν Ἐπίκουρός φησιν εἶναι τἀγαθὸν  

τὴν ἡδονὴν δήπουθεν· οὐκ ἔστιν δʼ ἔχειν  

ταύτην ἑτέρωθεν, ἐκ δὲ τοῦ ζῆν παγκάλως  

ἴσως ἅπαντας εὐτυχεῖν δώσεις ἐμοί.  

**Α.**

ἑόρακας οὖν φιλόσοφον, εἰπέ μοι, τινὰ  

μεθύοντʼ ἐπὶ τούτοις θʼ οἷς λέγεις ζηλούμενον;  

**Β.**

ἅπαντας· οἱ γοῦν τὰς ὀφρῦς ἐπηρκότες  

καὶ τὸν φρόνιμον ζητοῦντες ἐν τοῖς περιπάτοις  

καὶ ταῖς διατριβαῖς ὥσπερ ἀποδεδρακότα,  

οὕτως, ἐπὰν γλαυκίσκος αὐτοῖς παρατεθῇ,  

ἴσασιν οὗ δεῖ πρῶτον ἅψασθαι τόπου  

καὶ τὴν κεφαλὴν ζητοῦσιν ὥσπερ πράγματος,  

ὥστʼ ἐκπεπλῆχθαι πάντας.  

`7-8`

ΑΔΗΛΩΝ ΔΡΑΜΑΤΩΝ

  

`7`

πολλῶν σφόδρʼ ὄντων χἀτέρων ἐν τῷ βίῳ  

ἐφʼ οἷς ἅπαντες εἰκότως θορυβούμεθα,  

μάλιστʼ ἐμοὶ δήπουθε κινοῦσιν χολὴν  

οἱ τῶν τρόπων φάσκοντες ἐπιεικῶς ἐρᾶν  

καὶ λανθάνειν δοκοῦντες, ὅτι πεπλασμένως  

τὸ πρᾶγμα περιπέττουσι κοὐκ ἀληθινῶς.  

τίνα γὰρ ἔχει, πρὸς τῆς Ἀθηνᾶς, διαφορὰν  

ὁ τῶν νεωτέρων τε καὶ λείων τρόπος  

παρʼ ὃν οἱ δασεῖς ἔχουσι καὶ προβεβηκότες;

## License and provenance

Eulogikon publishes public-domain Greek texts in cleaned, structured, readable form and makes no copyright claim over that preparation (Public Domain Mark 1.0, https://creativecommons.org/publicdomain/mark/1.0/). Cite as `eul_wid: ivg-aa`.
