---
title: On Barbarism and Solecism
title_greek: Περὶ βαρβαρισμοῦ καὶ σολοικισμοῦ
author: Barbarism and Solecism Treatise
eul_wid: vsq-ab
eul_aid: vsq
canonical: "https://eulogikon.org/works/barbarism-solecism-text-vsq-ab"
period: Late Antique
dialect: Koine
domain: Grammar
format: Treatise
license: "https://creativecommons.org/publicdomain/mark/1.0/"
---

# On Barbarism and Solecism

*Περὶ βαρβαρισμοῦ καὶ σολοικισμοῦ*

**Author:** Barbarism and Solecism Treatise

**eul_wid:** `vsq-ab` · [HTML page](https://eulogikon.org/works/barbarism-solecism-text-vsq-ab)

## Text

### 290

Βαρβαρισμός ἐστιν ἁμάρτημα ἐν λέξει γινόμενον παρὰ τὴν τῶν ἑλληνιζόντων συνήθειαν. εἴρηται δὲ οὕτως, βαρυαυδατισμός τις ὤν. γίνεται δὲ τρόποις πέντε, προσθέσει, ἀφαιρέσει, ἐναλλαγῇ, μεταθέσει, καὶ περὶ προσῳδίαν· προσθέσει γράμματος, ὡς ἐάν τις λέγῃ Αἰσχινέου δέον Αἰσχίνου· ἀφαιρέσει, ἐάν τις λέγῃ Δημοσθένε δέον Δημοσθένεα· ἐναλλαγῇ γράμματος, οἷον ἐάν τις λέγῃ δρίφος ἀντὶ τοῦ δίφρος· μεταθέσει γράμματος, ὡς κίσηλις δέον κίσηρις. γίνονται δὲ βαρβαρισμοὶ καὶ περὶ προσῳδίαν.

### 290

σολοικισμός ἐστιν ἀκατάλληλος θέσις τῶν τοῦ λόγου μερῶν.

### 293

εἴρηται δὲ σολοικισμὸς ἤτοι ἀπὸ τῶν εἰς Σόλους μετοικησάντων, οἳ πειρώμενοι τῇ Σόλωνος χρῆσθαι διαλέκτῳ ἡμάρτανον, ἢ ἀπὸ τοῦ τὸν σῶον λόγον λυμαίνεσθαι ἢ ἀπὸ τοῦ θολισμὸν εἶναι τοῦ λόγου, τοῦτ’ ἔστι σκοτισμόν. γίνεται δὲ περὶ τὰ μέρη τοῦ λόγου καὶ περὶ τὰ παρεπόμενα. περὶ τὰ γένη, ὡς Εὐριπίδης· ὦ Κύπρις, ὡς ἡδεῖα καὶ μοχθηρός. περὶ τὰς πτώσεις, ὡς ὦ φίλο ς. περὶ τοὺς ἀριθμούς· τὸ μέν τι χαίρω, τὸ δέ τι καὶ λυπούμεθα. περὶ δὲ τὰ σχήματα σολοικίζουσιν οἱ λέγοντες ὄναγρον· τὰ γὰρ σύν θετα ἐκ διαιρέσεως προφέρονται Ἀττικοί. περὶ τὰ εἴδη ὃς Οἰδίπουν ἀπώλες’, Οἰδίπους δ’ ἐμέ. περὶ τοὺς χρόνους· ἐγὼ δέ κ ’ ἄγω Βρισηίδα καλλιπάρῃο ν. περὶ τὰς διαθέσεις, ὡς παρὰ Πινδάρῳ καλεῖτ’ ἐς χορὸν Ὀλύμπιοι, ἀντὶ τοῦ καλεῖσθε. περὶ τὰς ἐγκλίσεις, ὡς παρὰ Καλλιμάχῳ· ἴσχ ε , τέκο ς , μὴ πῖθ ι, προστακτικὴ ἀντὶ τῆς ὑποτακτικῆς τῆς μὴ πίῃς. περὶ πρόσωπα, ὡς ἐν ἀντωνυμίαις· σφέτερον πατέ ρ ’ ὑμνείουσαι, ἀντὶ τοῦ ὑμέτερον. περὶ τὰς μετοχάς· οὐκ ἂν ἐφ’ ὑμετέρων ὀχέων πληγέντε κεραυνῷ, ἀντὶ τοῦ πληγεῖσαι. περὶ τὰ ἄρθρα· μακροῖσι ξυστοῖσι, τά ῥά σφ’ ἐπὶ νηυσὶν ἔκειτο. περὶ τὰς προθέσεις, ὡς κάππεσον ἐν Λήμν ῳ, καὶ παρὰ Θουκυδίδῃ· εἰς τὸ Ἡραῖον ἐκαθέζοντο, καὶ παρὰ Μενάνδρῳ· καθιζάνει μὲν ἐνίοτ’ εἰς τὰ σήσαμα, καὶ ἐν Ψοφοδεεῖ· ἐπίσημον αὖ τὴν ἀσπίδ’ ἐς τὴν τοῦ Διὸς στοὰν ἀνέθηκαν. περὶ τὰ ἐπιρρήματα, ὡς παρ’ Εὐριπίδῃ· πολλὴ μὲν ἐν βροτοῖσι κοὐκ ἀνώνυμος θεὰ κέκλημαι Κύπρις οὐρανοῦ τ’ ἔσω, ἀντὶ τοῦ ἔνδον. περὶ τοὺς συνδέσμους, ἐάν τις τῷ μὲν τὸν δὲ μὴ ἐπενέγκῃ, οἷον Τρωσὶν μὲν προμάχιζεν Ἀλέξανδρος θεοειδής, παρδαλέην ὤμοισιν ἔχων καὶ καμπύλα τόξα.

## License and provenance

Eulogikon publishes public-domain Greek texts in cleaned, structured, readable form and makes no copyright claim over that preparation (Public Domain Mark 1.0, https://creativecommons.org/publicdomain/mark/1.0/). Cite as `eul_wid: vsq-ab`.
