---
title: Dithyrambs
title_greek: Διθύραμβοι
author: Bacchylides of Ceos
eul_wid: brw-aj
eul_aid: brw
canonical: "https://eulogikon.org/works/bacchylides-ceos-dithyrambs-brw-aj"
lang: grc
period: Classical
dialect: Doric
domain: "Poetry, Mythology"
genre: Lyric
content_hash: "sha256:b086a9154b71f595d90f25efd6c34a1e88e0e0229ca77d96de4c8a5137111456"
content_modified_at: "2026-09-24"
license: "https://creativecommons.org/publicdomain/mark/1.0/"
---

# Dithyrambs

*Διθύραμβοι*

**Author:** Bacchylides of Ceos

**eul_wid:** `brw-aj` · [HTML page](https://eulogikon.org/works/bacchylides-ceos-dithyrambs-brw-aj)

## Text

### 1

[Ἀντή]νορος ἀντιθέου

### 2

[––]ρακοιτις Ἀθάνας πρόσπολος

### 3

[–––] Παλλάδος ὀρσιμάχου

### 4

[––––χ]ρυσέας

### 5

[––––]ν Ἀργείων Ὀδυσσεῖ

### 6

[Λαρτιάδᾳ Μενελ]άῳ τ’ Ἀτρεΐδᾳ βασιλεῖ

### 7

[––––βαθύ]ζωνος Θεανὼ

### 8

[–––]ον

### 9

[––––]ν προσήνεπεν·

### 10

[–––––ἐ]ϋκτιμέναν

### 11

[––––––] [––––––]δων τυχόντες

### 12

[––––––]ς σὺν θεοῖς

### 13

[––––––––]δους

### 14

(deest epodus prima) [––––] [–––μεσονύ]κτιος κέαρ

### 15

(desunt cola quinque strophae) (deest antistropha) [–––––––] ἆγον, πατὴρ δ’ εὔβουλος ἥρως

### 16

πάντα σάμαινεν Πριάμῳ βασιλεῖ

### 17

παίδεσσί τε μῦθον Ἀχαιῶν.

### 18

Ἔνθα κάρυκες δι’ εὐ‐ [para]ρεῖαν πόλιν ὀρνύμενοι

### 19

Τρώων ἀόλλιζον φάλαγγας

### 20

δεξίστρατον εἰς ἀγοράν.

### 21

Πάντᾳ δὲ διέδραμεν αὐδάεις λόγος·

### 22

θεοῖσ〈ιν〉 δ’ ἀνίσχοντες χέρας ἀθανάτοις

### 23

εὔχοντο παύσασθαι δυᾶν.

### 24

Μοῦσα, τίς πρῶτος λόγων ἆρχεν δικαίων;

### 25

Πλεισθενίδας Μενέλαος γάρυϊ θελξιεπεῖ

### 26

φθέγξατ’, εὐπέπλοισι κοινώσας Χάρισσιν·

### 27

«Ὦ Τρῶες ἀρηΐφιλοι,

### 28

Ζεὺς ὑψιμέδων ὃς ἅπαντα δέρκεται

### 29

οὐκ αἴτιος θνατοῖς μεγάλων ἀχέων,

### 30

ἀλλ’ ἐν μέσῳ κεῖται κιχεῖν

### 31

πᾶσιν ἀνθρώποις Δίκαν ἰθεῖαν, ἁγνᾶς

### 32

Εὐνομίας ἀκόλουθον καὶ πινυτᾶς Θέμιτος·

### 33

ὀλβίων παῖδέσ νιν αἱρεῦνται σύνοικον.

### 34

Ἁ δ’ αἰόλοις κέρδεσσι καὶ ἀφροσύναις

### 35

ἐξαισίοις θάλλους’ ἀθαμβὴς

### 36

Ὕβρις, ἃ πλοῦτ[ο]ν δύναμίν τε θοῶς

### 37

ἀλλότριον ὤπασεν, αὖ‐ [para]τις δ’ ἐς βαθὺν πέμπει φθόρον,

### 38

[para][κε]ίνα καὶ ὑπερφιάλους

### 39

[Γᾶς] παῖδας ὤλεσσεν Γίγαντας.»

### 40

[...]ιου . ιο[...]ἐπεὶ

### 41

[ὁλκ]άδ’ ἔπεμψεν ἐμοὶ χρυσέαν

### 42

[Πιερ]ίαθεν ἐ[ΰθ]ρονος [Ο]ὐρανία, [πολυ‐ [para]φ]άτων γέμουσαν ὕμνων

### 43

[–]νειτις ἐπ’ ἀνθεμόεντι Ἕβρῳ

### 44

[– ἀ]γάλλεται ἢ δολιχαύχενι κύ[κνῳ]

### 45

[–]δεϊαν φρένα τερπόμενος [–] [para][– ]δ’

### 46

ἵκῃ παιηόνων

### 47

ἄνθεα πεδοιχνεῖν,

### 48

Πύθι’ Ἄπολλον,

### 49

τόσα χοροὶ Δελφῶν

### 50

σὸν κελάδησαν παρ’ ἀγακλέα ναόν,

### 51

πρίν γε κλέομεν λιπεῖν

### 52

Οἰχαλίαν πυρὶ δαπτομέναν

### 53

Ἀμφιτρυωνιάδαν θρασυμηδέα φῶθ’, ἵκε‐ [para]το δ’ ἀμφικύμον’ ἀκτάν·

### 54

ἔνθ’ ἀπὸ λαΐδος εὐρυνεφεῖ Κηναίῳ

### 55

Ζηνὶ θύεν βαρυαχέας ἐννέα ταύρους

### 56

δύο τ’ ὀρσιάλῳ δαμασίχθονι μέ[λ]λε κόρᾳ τ’

### 57

ὀβριμοδερκεῖ ἄζυγα

### 58

παρθένῳ Ἀθάνᾳ

### 59

ὑψικέραν βοῦν.

### 60

Τότ’ ἄμαχος δαίμων

### 61

Δαϊανείρᾳ πολύδακρυν ὕφα[νεν]

### 62

μῆτιν ἐπίφρον’ ἐπεὶ πύθετ’

### 63

[para]ἀγγελίαν ταλαπενθέα,

### 64

Ἰόλαν ὅτι λευκώλενον

### 65

Διὸς υἱὸς ἀταρβομάχας ἄλοχον λιπαρὸ[ν]

### 66

[para]ποτὶ δόμον πέμ[π]οι.

### 67

Ἆ δύσμορος, ἆ τάλ[αι]ν’, οἷον ἐμήσατ[ο·]

### 68

φθόνος εὐρυβίας νιν ἀπώλεσεν,

### 69

δνόφεόν τε κάλυμμα τῶν

### 70

[para]ὕστερον ἐχομένων, ὅτ’ ἐ‐ [para]πὶ {ποταμῷ} ῥοδόεντι Λυκόρμᾳ

### 71

δέξατο Νέσσου πάρα δαιμόνιον τέρ[ας.]

### 72

Κυανόπρῳρα μὲν ναῦς μενέ‐ [para]κτυ[πον] Θησέα δὶς ἑπτ[ά] τ’ ἀγλαοὺς

### 73

[para]ἄγουσα κούρους Ἰαόνω[ν]

### 74

Κρητικὸν τάμνε πέλαγος·

### 75

τηλαυγέϊ γὰρ [ἐν] φάρεϊ βο‐ [para]ρήϊαι πίτνο[ν] αὖραι κλυτᾶς

### 76

ἕκατι π[ε]λεμαίγιδος Ἀθάν[ας·]

### 77

κνίσεν τε Μίνῳ κέαρ

### 78

[para]ἱμεράμπυκος θεᾶς

### 79

Κύπριδος [ἁ]γνὰ δῶ‐ [para]ρα· χεῖρα δ’ οὐ[κέτι] παρθενικᾶς

### 80

[para]ἄτερθ’ ἐράτυεν,

### 81

θίγεν δὲ λευκᾶν παρη‐ [para]ΐδων· βόασέ τ’ Ἐρίβοια χαλκοθώρα[κα

### 82

Π]ανδίονος

### 83

ἔκγ[ο]νον· ἴδεν δὲ Θησεύς,

### 84

[para]μέλαν δ’ ὑπ’ ὀφρύων

### 85

δίνα[σ]εν ὄμμα, καρδίαν

### 86

[para]τέ οἱ σχέτλιον ἄμυξεν ἄλγος,

### 87

εἶρέν τε· «Διὸς υἱὲ φερτάτου,

### 88

ὅσιον οὐκέτι τεᾶν

### 89

[para]ἔσω κυβερνᾷς φρενῶν

### 90

θυμ[όν]· ἴσχε μεγάλαυχον ἥρως βίαν.

### 91

Ὅ τι μ[ὲ]ν ἐκ θεῶν Μοῖρα παγκρατὴς

### 92

ἄμμι κατένευσε καὶ Δίκας

### 93

[para]ῥέπει τάλαντον, πεπρωμέν[α]ν

### 94

αἶσαν [ἐ]κπλήσομεν, ὅτ[α]ν

### 95

ἔλθῃ· [σ]ὺ δὲ βαρεῖαν κάτεχε

### 96

[para]μῆτιν. Εἰ καί σε κεδνὰ τέκεν

### 97

λέχει Διὸς ὑπὸ κρόταφον Ἴδας

### 98

μιγεῖσα Φοίνικος ἐρα‐ [para]τώνυμος κόρα βροτῶν

### 99

Φέρτατον, ἀλλὰ κἀ‐ [para]μὲ Πιτθ[έ]ος θυγάτηρ ἀφνεοῦ

### 100

πλαθεῖσα ποντίῳ

### 101

τέκεν Ποσειδᾶνι, χρύ‐ [para]σεόν τέ οἱ δόσαν ἰόπλοκοι

### 102

[para]κάλυμμα Νηρηΐδες.

### 103

Τῶ σε, πολέμαρχε Κνωσίων,

### 104

κέλομαι πολύστονον

### 105

ἐρύκεν ὕβριν· οὐ γὰρ ἂν

### 106

[para]θέλοιμ’ ἀμβρότοι’ ἐραννὸν Ἀο[ῦς]

### 107

ἰδεῖν φάος, ἐπεί τιν’ ἠϊθέ[ων]

### 108

σὺ δαμάσειας ἀέκοντα·

### 109

πρόσθε χειρῶν βίαν

### 110

δε[ί]ξομεν· τὰ δ’ ἐπιόντα δα[ίμω]ν κρινεῖ.»

### 111

Τός’ εἶπεν ἀρέταιχμος ἥ‐ [para]ρως· [τ]άφον δὲ ναυβάται

### 112

[φ]ωτὸς ὑπεράφανον

### 113

[θ]άρσος· Ἁλίου τε γαμβρῷ χόλωσεν ἦτορ,

### 114

ὕφαινέ τε ποταινίαν

### 115

μῆτιν, εἶπέν τε· «Μεγαλοσθενὲς

### 116

Ζεῦ πάτερ, ἄκουσον· εἴ πέρ με νύμ[φα]

### 117

Φοίνισσα λευκώλενος σοὶ τέκεν,

### 118

νῦν πρόπεμπ’ ἀπ’ οὐρανοῦ θοὰν

### 119

πυριέθειραν ἀστραπὰν

### 120

σᾶμ’ ἀρίγνωτον· εἰ

### 121

[para]δὲ καὶ σὲ Τροιζηνία

### 122

σεισίχθονι φύτευσεν Αἴθρα Ποσειδᾶνι

### 123

τόνδε χρύσεον

### 124

χειρὸς ἀγλαὸν ἔνεγ‐ [para]κε κόσμον ἐκ βαθείας ἁλός,

### 125

δικὼν θράσει σῶμα πατρὸς ἐς δόμους.

### 126

Εἴσεαι δ’ αἴ κ’ ἐμᾶς

### 127

κλύῃ Κρόνιος εὐχᾶς

### 128

ἀναξιβρέντας ὁ πάντω[ν με]δ[έω]ν.»

### 129

Κλύε δ’ ἄμεμπτον εὐχὰν μεγα‐ [para]σθενὴ[ς] Ζεύς, ὑπέροχόν τε Μίνῳ

### 130

[para]φύτευσε τιμὰν φίλῳ θέλων

### 131

παιδὶ πανδερκέα θέμεν,

### 132

ἄστραψέ θ’· ὁ δὲ θυμάρμενον ἰ‐ [para]δὼν τέρας χέρας πέτασσε κλυτὰν

### 133

ἐς αἰθέρα μενεπτόλεμος ἥρως

### 134

εἶρέν τε· «Θησεῦ, τάδε

### 135

μὲν βλέπεις σαφῆ Διὸς

### 136

δῶρα· σὺ δ’ ὄρνυ’ ἐς

### 137

[para]βαρύβρομον πέλαγος· Κρονί[δας]

### 138

[para]δέ τοι πατὴρ ἄναξ

### 139

τελεῖ Ποσειδὰν ὑπέρτατον

### 140

κλέος χθόνα κατ’ εὔδενδρον.» Ὣς

### 141

[para]εἶπε· τῷ δ’ οὐ πάλιν

### 142

θυμὸς ἀνεκάμπτετ’, ἀλλ’ εὐ‐ [para]πάκτων ἐπ’ ἰκρίων

### 143

σταθεὶς ὄρουσε, πόντιόν

### 144

τέ νιν δέξατο θελημὸν ἄλσος.

### 145

Τάφεν δὲ Διὸς υἱὸς ἔνδοθεν

### 146

κέαρ, κέλευσέ τε κατ’ οὖ‐ [para]ρον ἴσχεν εὐδαίδαλον

### 147

νᾶα· Μοῖρα δ’ ἑτέραν ἐπόρσυν’ ὁδόν.

### 148

Ἵετο δ’ ὠκύπομπον δόρυ·

### 149

[para]σόει νιν βορεὰς ἐξόπιν πνέους’

### 150

ἀήτα· τρέσσαν δ’ Ἀθαναίων

### 151

ἠϊθέων γένος, ἐπεὶ

### 152

ἥρως θόρεν πόντονδε, κατὰ

### 153

λειρίων τ’ ὀμμάτων δάκρυ χέον,

### 154

βαρεῖαν ἐπιδέγμενοι ἀνάγκαν.

### 155

Φέρον δὲ δελφῖνες {ἐν} ἁλι‐ [para]ναιέται μέγαν θοῶς

### 156

Θησέα πατρὸς ἱππίου

### 157

δόμον· ἔμολέν τε θεῶν

### 158

[para]μέγαρον. Τόθι κλυτὰς

### 159

ἰδὼν ἔδεισε Νηρέος ὀλ‐ [para]βίου κόρας· ἀπὸ γὰρ ἀγλαῶν

### 160

[para]λάμπε γυίων σέλας

### 161

ὧτε πυρός, ἀμφὶ χαίταις

### 162

[para]δὲ χρυσεόπλοκοι

### 163

δίνηντο ταινίαι· χορῷ

### 164

[para]δ’ ἔτερπον κέαρ ὑγροῖσιν ἐν ποσίν.

### 165

Εἶδέν τε πατρὸς ἄλοχον φίλαν

### 166

σεμνὰν βοῶπιν ἐρατοῖ‐ [para]σιν Ἀμφιτρίταν δόμοις·

### 167

ἅ νιν ἀμφέβαλεν ἀϊόνα πορφυρέαν,

### 168

κόμαισί τ’ ἐπέθηκεν οὔ‐ [para]λαις ἀμεμφέα πλόκον,

### 169

τόν ποτέ οἱ ἐν γάμῳ

### 170

δῶκε δόλιος Ἀφροδίτα ῥόδοις ἐρεμνόν.

### 171

Ἄπιστον ὅ τι δαίμονες

### 172

θέλωσιν οὐδὲν φρενοάραις βροτοῖς·

### 173

νᾶα πάρα λεπτόπρυμνον φάνη· φεῦ,

### 174

οἵαισιν ἐν φροντίσι Κνώσιον

### 175

ἔσχασεν στραταγέταν, ἐπεὶ

### 176

μόλ’ ἀδίαντος ἐξ ἁλὸς

### 177

θαῦμα πάντεσσι, λάμ‐ [para]πε δ’ ἀμφὶ γυίοις θεῶν

### 178

δῶρ’, ἀγλαόθρονοί τε κοῦραι σὺν εὐ‐ [para]θυμίᾳ νεοκτίτῳ

### 179

ὠλόλυξαν, ἔκλαγεν

### 180

[para]δὲ πόντος· ἠίθεοι δ’ ἐγγύθεν

### 181

νέοι παιάνιξαν ἐρατᾷ ὀπί.

### 182

Δάλιε, χοροῖσι Κη‐ [para]ΐων φρένα ἰανθεὶς

### 183

ὄπαζε θεόπομπον ἐσθλῶν τύχαν.

### 184

Βασιλεῦ τᾶν ἱερᾶν Ἀθα‐ [para]νᾶν, τῶν ἁβροβιών ἄναξ Ἰώνων,

### 185

τί νέον ἔκλαγε χαλκοκώ‐ [para]δων σάλπιγξ πολεμηΐαν ἀοιδάν;

### 186

Ἦ τις ἁμετέρας χθονὸς

### 187

[para]δυσμενὴς ὅρι’ ἀμφιβάλ‐ [para]λει στραταγέτας ἀνήρ;

### 188

ἢ λῃσταὶ κακομάχανοι

### 189

ποιμένων ἀέκατι μήλων

### 190

σεύοντ’ ἀγέλας βίᾳ;

### 191

ἢ τί τοι κραδίαν ἀμύσ‐ [para]σει; Φθέγγευ· δοκέω γὰρ εἴ τινι βροτῶν

### 192

ἀλκίμων ἐπικουρίαν

### 193

[para]καὶ τὶν ἔμμεναι νέων,

### 194

ὦ Πανδίονος υἱὲ καὶ Κρεούσας.

### 195

Νέον ἦλθε〈ν〉 δολιχὰν ἀμεί‐ [para]ψας κᾶρυξ ποσὶν Ἰσθμίαν κέλευθον·

### 196

ἄφατα δ’ ἔργα λέγει κραται‐ [para]οῦ φωτός· τὸν ὑπέρβιόν τ’ ἔπεφνεν

### 197

Σίνιν, ὃς ἰσχύϊ φέρτατος

### 198

[para]θνατῶν ἦν, Κρονίδα Λυταί‐ [para]ου σεισίχθονος τέκος·

### 199

σῦν τ’ ἀνδροκτόνον ἐν νάπαις

### 200

Κρεμμυῶνος ἀτάσθαλόν

### 201

τε Σκίρωνα κατέκτανεν·

### 202

τάν τε Κερκυόνος παλαίσ‐ [para]τραν ἔσχεν, Πολυπήμονός τε καρτερὰν

### 203

σφῦραν ἐξέβαλεν Προκόπ‐ [para]τας, ἀρείονος τυχὼν

### 204

φωτός. Ταῦτα δέδοιχ’ ὅπᾳ τελεῖται.

### 205

Τίνα δ’ ἔμμεν πόθεν ἄνδρα τοῦ‐ [para]τον λέγει, τίνα τε στολὰν ἔχοντα;

### 206

πότερα σὺν πολεμηΐοις

### 207

[para]ὅπλοισι στρατιὰν ἄγοντα πολλάν;

### 208

ἢ μοῦνον σὺν ὀπάοσιν

### 209

[para]στείχειν ἔμπορον οἷ’ ἀλά‐ [para]ταν ἐπ’ ἀλλοδαμίαν,

### 210

ἰσχυρόν τε καὶ ἄλκιμον

### 211

ὧδε καὶ θρασύν, ὃς τ〈οσ〉ούτων

### 212

ἀνδρῶν κρατερὸν σθένος

### 213

ἔσχεν; ἦ θεὸς αὐτὸν ὁρ‐ [para]μᾷ δίκας ἀδίκοισιν ὄφρα μήσεται·

### 214

οὐ γὰρ ῥᾴδιον αἰὲν ἔρ‐ [para]δοντα μὴ ’ντυχεῖν κακῷ.

### 215

Πάντ’ ἐν τῷ δολιχῷ χρόνῳ τελεῖται.

### 216

Δύο οἱ φῶτε μόνους ἁμαρ‐ [para]τεῖν λέγει, περὶ φαιδίμοισι δ’ ὤμοις

### 217

ξίφος ἔχειν 〈ἐλεφανόκω‐ [para]πον〉, ξεστοὺς δὲ δύ’ ἐν χέρεσς’ ἄκοντας

### 218

κηὔτυκτον κυνέαν Λάκαι‐ [para]ναν κρατὸς πέρι πυρσοχαί‐ [para]του· χιτῶνα πορφύρεον

### 219

στέρνοις τ’ ἀμφί, καὶ οὔλιον

### 220

Θεσσαλὰν χλαμύδ’· ὀμμάτων

### 221

δὲ στίλβειν ἄπο Λαμνίαν

### 222

φοίνισσαν φλόγα· παῖδα δ’ ἔμ‐ [para]μεν πρώθηβον, ἀρηΐων δ’ ἀθυρμάτων

### 223

μεμνᾶσθαι πολέμου τε καὶ

### 224

[para]χαλκεοκτύπου μάχας·

### 225

δίζησθαι δὲ φιλαγλάους Ἀθάνας.

### 226

Πάρεστι μυρία κέλευθος

### 227

ἀμβροσίων μελέων,

### 228

ὃς ἂν παρὰ Πιερίδων

### 229

λάχησι δῶρα Μουσᾶν,

### 230

ἰοβλέφαροί τε κ〈όρ〉αι

### 231

[para]φερεστέφανοι Χάριτες

### 232

[para]βάλωσιν ἀμφὶ τιμὰν

### 233

ὕμνοισιν· ὕφαινέ νυν ἐν

### 234

[para]ταῖς πολυηράτοις τι καινὸν

### 235

ὀλβίαις Ἀθάναις,

### 236

εὐαίνετε Κηΐα μέριμνα.

### 237

Πρέπει σε φερτάταν ἴμεν

### 238

ὁδὸν παρὰ Καλλιόπας

### 239

[para]λαχοῖσαν ἔξοχον γέρας.

### 240

Τιην Ἄργος ὅθ’ ἵππιον λιποῦ‐ [para]σα φεῦγε χρυσέα βοῦς,

### 241

εὐρυσθενέος φραδαῖσι φερτάτου Διός,

### 242

Ἰνάχου ῥοδοδάκτυλος κόρα.

### 243

Ὅτ’ Ἄργον ὄμμασι βλέποντα

### 244

πάντοθεν ἀκαμάτοις

### 245

μεγιστοάνασσα κέλευ‐ [para]σε χρυσόπεπλος Ἥρα

### 246

ἄκοιτον ἄϋπνον ἐόν‐ [para]τα καλλικέραν δάμαλιν

### 247

φυλάσσεν, οὐδὲ Μαίας

### 248

υἱὸς δύνατ’ οὔτε κατ’ εὐ‐ [para]φεγγέας ἁμέρας λαθεῖν

### 249

[para]νιν οὔτε νύκτας ἁγν[άς.]

### 250

Εἴτ’ οὖν γένετ’ ε[–––]

### 251

ποδαρκέ’ ἄγγελο[ν Διὸς]

### 252

κτανεῖν τότε [Γᾶς –] [para][] ὀβριμοσπόρου

### 253

λ[–]

### 254

Ἄργον· ἦ ῥα καὶ [–––] [para][]ἄσπετοι

### 255

μέριμν[αι·]

### 256

ἢ Πιερίδες φύτευ[σαν –––] καδέων

### 257

ἀνάπαυσ[ιν –] Ἐμοὶ

### 258

μὲν οὖν

### 259

ἀσφαλέστατον ἁ προ[ ] ἐπεὶ

### 260

παρ’ ἀνθεμώ[δεα]

### 261

Νεῖλον ἀφίκετ’ ο[ἰστρο...]

### 262

Ἰὼ φέρουσα παῖδ[α...]

### 263

Ἔπαφον· ἔνθα νι[ν...]

### 264

λινοστόλων πρύτ[ανιν...]

### 265

ὑπερόχῳ βρύοντ[α...]

### 266

μεγίσταν τε θνα[τ...]

### 267

ὅθεν καὶ Ἀγανορί[δας]

### 268

ἐν ἑπταπύλοισ[ι Θήβαις]

### 269

Κάδμος Σεμέλ[αν φύτευσεν,]

### 270

ἃ τὸν ὀρσιβάκχα[ν]

### 271

τίκτεν Διόνυσον [....] καὶ

### 272

χορῶν στεφαν[αφόρων ἄνακτα.]

### 273

Σπάρτᾳ ποτ’ ἐν ε[ὐρυχόρῳ]

### 274

ξανθαὶ Λακεδα[ιμονι...]

### 275

τοιόνδε μέλος κ[...]

### 276

ὅτ’ ἄγετο καλλιπά[ρᾳον]

### 277

κόραν θρασυκάρ[διος Ἴδας]

### 278

Μάρπησσαν ἰοτ[...]

### 279

φυγὼν θανάτου τ[...]

### 280

ἀναξίαλος Ποσει[δὰν...]

### 281

ἵππους τέ οἱ ἰσαν[έμους]

### 282

Πλευρῶν’ ἐς ἐϋκτ[ιμέναν]

### 283

χρυσάσπιδος υἱὸ[ν Ἄρηος] (desunt reliqua)

## License and provenance

Eulogikon publishes public-domain Greek texts in cleaned, structured, readable form and makes no copyright claim over that preparation (Public Domain Mark 1.0, https://creativecommons.org/publicdomain/mark/1.0/). Cite as `eul_wid: brw-aj`.
