title: "Commentaries on Aristotle in Greek: Book 7"
author: Aspasius the Peripatetic
eul_wid: pms-af
eul_aid: pms
canonical: "https://eulogikon.org/works/aspasius-peripatetic-commentaries-aristotle-book-7-pms-af"
lang: grc
period: Roman
dialect: Attic
content_hash: "sha256:6ccf5396db0af4efa0430318d82fb6f8b122aa4d6a915546712b935d7e187334"
content_modified_at: "2026-11-09"
license: "https://creativecommons.org/publicdomain/mark/1.0/"

# Commentaries on Aristotle in Greek: Book 7

**Author:** Aspasius the Peripatetic

**eul_wid:** `pms-af` · [HTML page](https://eulogikon.org/works/aspasius-peripatetic-commentaries-aristotle-book-7-pms-af)

## Text

Part of [Commentaries on Aristotle in Greek](/works/aspasius-peripatetic-commentaries-aristotle-pms-aa)

`127`

ΑΣΠΑΣΙΟΥ ΕΙΣ ΤΟ Η ΤΩΝ ΑΡΙΣΤΟΤΕΛΟΥΣ ΗΘΙΚΩΝ

`128`

… καὶ τὴν τῶν ἐπιθυμιῶν· καὶ δείκνυσιν ὅτι αἰσχίων ἡ τῶν ἐπιθυμιῶν ἀκρασία· διὸ καὶ εὐλόγως δόξειεν ἂν αὕτη ἁπλῶς ἀκρασία λέγεσθαι· ἡ δὲ τοῦ θυμοῦ μετὰ προσθέσεως. τὸν μὲν γὰρ θυμόν φησιν ἀκούειν πως τοῦ λόγου, παρακούειν δέ, ὡς τοὺς ταχεῖς τῶν διακόνων, οἳ διὰ τὸ τάχος παρακούουσι τῶν δεσποτῶν, καὶ τοὺς κύνας, οἳ ὑλακτοῦσιν, ἐπειδάν τις ψοφήσῃ. οὕτως γὰρ καὶ ὁ θυμός, ταχὺς ὢν φύσει καὶ θερμότατος ὡς εἰπεῖν διὰ τὸ θερμότατον εἶναι μέρος τοῦ σώματος, τῷ παρακοῦσαι τοῦ λόγου ἄλλο τι λέγοντος ὥσπερ προστάγματος ἀκούσας ὁρμᾷ. ὁ μὲν γὰρ λόγος ἢ ἡ φαντασία γίνεται, ὅτι ὕβρις ἐστίν, ἢ ὀλιγωρία γέγονεν ἐκ τοῦ δεῖνος· οὐδαμοῦ δὲ εἰπόντος τοῦ λόγου οὐδὲ τῆς φαντασίας γενομένης, ὅτι δεῖ τιμωρήσασθαι αὐτόν, ὁ θυμὸς ὥσπερ προσταχθεὶς τιμωρήσασθαι, ᾄττει ἐπὶ τοῦτο. συλλογίζεται μὲν οὐδέν — λογικῶν γὰρ τὸ συλλογίζεσθαι —, ὅμοιον δέ τι πάσχει τῷ συλλογισαμένῳ, ὅτι δεῖ τούτῳ πολεμεῖν. ὁ μὲν γὰρ λόγος, ὡς εἴρηται, μόνον φησίν, ὁ δεῖνα ὕβρισεν· ὁ δὲ θυμός, ὥσπερ καὶ τῆς καθόλου προτάσεως κειμένης, ὅτι δεῖ πολεμεῖν τοῖς ὑβρίσασι, καὶ τοῦ συμπεράσματος «τούτῳ ἄρα πολεμητέον», χαλεπαίνει εὐθέως καὶ ὁρμᾷ. ὁ μὲν οὖν θυμὸς τοιοῦτος· ἡ δὲ ἐπιθυμία, ἐὰν μόνον εἴπῃ ὁ λόγος, ὅτι ἡδύ, ἢ ἡ αἴσθησις, ὁρμᾷ πρὸς τὴν ἀπόλαυσιν. ταῦτα δὲ λέγων δόξει μηδὲν χείρονα ποιεῖν τὴν ἐπιθυμίαν τοῦ θυμοῦ· καὶ γὰρ αὕτη δόξει τῷ λόγῳ ποτὲ ἀκολουθεῖν παρακούουσα. ὁ μὲν γὰρ λόγος λέγει ὅτι ἡδύ, ἡ δὲ ὡς προστάττοντος ἀκολουθεῖν ἕπεται. ἢ οὐχ οὕτως ἔχει; ἀλλʼ ὁ μὲν θυμὸς τῷ ὄντι κινεῖται ὑπὸ τοῦ λόγου κελευόμενος, ἡ δὲ ἐπιθυμία τὰ πολλὰ ἁμαρτάνει, φανεροῦ ὄντος ὅτι κωλύει ὁ λόγος. διό φησι τὸν μὲν θυμὸν ἀκολουθεῖν πως τῷ λόγῳ, τὴν δὲ ἐπιθυμίαν οὔ. αἰσχίων οὖν ἡ διʼ ἐπιθυμίαν ἀκρασία τῆς διὰ θυμόν· ὁ μὲν γὰρ τοῦ θυμοῦ ἀκρατὴς τοῦ λόγου πως ἡττᾶται, ὁ δὲ τῆς ἐπιθυμίας οὐ τοῦ λόγου ἡττᾶται ἀλλὰ τῆς ἐπιθυμίας.

Ἄπορον δέ, πῶς ἀκρατὴς ἔσται θυμοῦ, εἰ τῷ λόγῳ πως ἀκολουθεῖ. δεῖ γὰρ τὸν ὁπωσοῦν ἀκρατῆ τῷ λόγῳ ἀπειθοῦντα τῷ πάθει ἐνδιδόναι. ἢ ἔνεστί τις λόγος ἐν τῷ ἀκρατεῖ τοῦ θυμοῦ, ὅτι οὐ χρὴ ἐπὶ πᾶσι θυμοῦσθαι οὐδὲ ἐφʼ οἷς μὴ δεῖ; οὗτος δὲ ὁ λόγος ἔνεστι μὲν ἐν αὐτῷ, οὐκ ἐνεργεῖ δὲ τότε διὰ τὸ πάθος. μανίᾳ γάρ τι ὅμοιον ἐμποιεῖ ὁ θυμὸς μάλιστα, ἐπειδὴ καὶ ἄλλους λόγους ἀκούων παρακούει τοῦ λέγοντος, ὕβρισεν ὁ δεῖνα, ὃς οὐκ ἔστι μὲν ἐναντίος τῷ ἑτέρῳ λόγῳ· οὐ γὰρ κελεύει τιμωρεῖσθαι· ὁ δὲ θυμὸς ὡς τοῦτο κελεύσαντος ὁρμᾷ.

Ἔτι δὲ εἰς ταὐτὸν ἐπιχειρῶν συγγνώμην φησὶν μᾶλλον ταῖς φυσικαῖς ὀρέξεσιν ἀκολουθεῖν ἢ ταῖς μὴ φυσικαῖς, καὶ ἐπὶ τοσοῦτον, ἐφʼ ὅσον φυσικαὶ καὶ κοιναί. ὁ δὲ θυμὸς καὶ ἡ χαλεπότης φυσικώτερον τῶν ὑπερβαλλουσῶν ἐπιθυμιῶν καὶ τῶν μὴ ἀναγκαίων· οὐκ ἀλόγως δὲ παρέλαβε τὴν χαλεπότητα, ὑπερβολήν τινα οὖσαν θυμοῦ, ἀλλʼ ἵνα δείξῃ ταύτην φυσικωτέραν τῆς ὑπερβολῆς τῶν μὴ ἀναγκαίων ἐπιθυμιῶν. ὅτι δὲ φυσικώτερον καὶ ὁ τοιοῦτος θυμὸς τῆς τοιαύτης ἐπιθυμίας, προβιβάζει ἐκ τοῦ συγκαταβάλλεσθαι τοῖς σπέρμασι τὰς τῶν θυμῶν ὁμοιότητας· ὡς ἐπὶ τὸ πολὺ γὰρ ἐκ θυμικῶν θυμικοί, ἐκ δʼ ἐπιθυμητικῶν οὐ πάντως ἐπιθυμητικοί. καὶ ὅμοιοι γίνονταί τινες ὥσπερ τὰ εἴδη οὕτως καὶ τοὺς θυμούς. παράδειγμα δὲ φέρει τὸν κρινόμενον ὑπὸ τοῦ πατρὸς ἐπὶ τῷ πλῆξαι αὐτόν· «καὶ οὗτος», ἔφη, «ὁ νῦν ἐμοῦ κατηγορῶν», δείξας τὸν πατέρα, «ἔπληξε τὸν ἑαυτοῦ πατέρα», καὶ πάλιν δείξας τὸν υἱόν «καὶ οὗτος» ἔφη, «ἐμὲ πλήξει, ὅταν ἀνὴρ γένηται». μέμνηται δέ, ὅτι καὶ ἑλκόμενός τις ὑπὸ τοῦ υἱοῦ, ἐπειδὴ πρὸς ταῖς θύραις ἐγένετο, παύεσθαι τὸν υἱὸν ἔλεγε· «καὶ γὰρ ἐγώ», ἔφη, «μέχρις ἐνταῦθα εἵλκυσα τὸν πατέρα».

`129`

Ἔτι ἀδικώτεροι, φησίν, οἱ ἐπιβουλότεροι· ὁ μὲν οὖν διὰ θυμὸν ποιῶν οὐκ ἐπίβουλος — ἁπλοῦν γὰρ ὁ θυμός —, ἡ δὲ ἐπιθυμία ἐπίβουλος. χρῆται δὲ ἐνδόξοις πίστεσι, παρατιθεὶς τὰ ὑπὸ τῶν ποιητῶν περὶ ἐπιθυμίας λεχθέντα. εἰ οὖν ἀδικωτέρα ἡ περὶ ἐπιθυμίαν ἀκρασία τῆς περὶ τὸν θυμόν, καὶ αἰσχίων ἂν εἴη, καὶ διὰ τοῦτο καὶ ἁπλῶς ἀκρασία καὶ κακία πως. οὐκ εἶπε δὲ αὐτὴν ἁπλῶς ἀλλὰ πὼς κακίαν διὰ τὸ μὴ ὅλης εἶναι τῆς ψυχῆς, ἀλλὰ μέρους τινός, ὡς εἴρηται πολλάκις. ἔτι οὐδεὶς λυπούμενος ὑβρίζει, ὁ δὲ ὀργῇ ποιῶν. ὁ δὲ ὑβρίζων πᾶς μεθʼ ἡδονῆς. τοῦτο δὲ προσέθηκεν ἐπιρρωνὺς τὴν πρώτην πρότασιν. πᾶς γὰρ ὁ ὑβρίζων μεθʼ ἡδονῆς ποιεῖ, μετὰ λύπης δὲ οὐδέποτε· ἅμα δὲ καὶ εἰς τὸ εἶναι χείρω τὴν διʼ ἐπιθυμίαν τῆς διὰ θυμὸν ἀκρασίας φέρει. εἰ γὰρ ὁ μὲν διὰ θυμὸν ἀκρατευόμενος λυπούμενος ἀκρατεύεται, καὶ διὰ τοῦτο οὐχ ὑβρίζει, ὁ δὲ διʼ ἐπιθυμίαν ἀκρατευόμενος διʼ ἐπιθυμίαν ἡδόμενος τοῦτο ποιεῖ καὶ διὰ τοῦτο ὑβρίζειν δοκεῖ, χείρων ἂν εἴη καὶ πλείονος ὀργῆς ἄξιος· εἰ οὖν οἷς ὀργίζεσθαι μάλιστα δίκαιον ταῦτα ἀδικώτερα, ἀδικωτέρα ἂν εἴη ἡ διʼ ἐπιθυμίαν ἀκρασία τῆς διὰ θυμόν.

Ὡς μὲν τοίνυν αἰσχίων ἕως παιδιώδης ἐστίν.

`130`

Ὅτι μὲν αἰσχίων ἡ περὶ ἐπιθυμίαν ἀκρασία τῆς περὶ θυμόν, εἴρηται καὶ ὅτι ἐστὶν ἡ ἐγκράτεια καὶ ἀκρασία περὶ ἐπιθυμίας καὶ ἡδονὰς σωματικάς. αὐτῶν δὲ τούτων τῶν σωματικῶν ἐπιθυμιῶν καὶ ἡδονῶν τὰς διαφορὰς ληπτέον. ὥσπερ γὰρ εἴρηται αἱ μέν εἰσιν ἀνθρώπιναι ἐπιθυμίαι καὶ ἡδοναὶ καὶ φυσικαὶ τῷ γένει· αὗται δέ εἰσιν αἱ ἀναγκαῖαι καὶ τῶν ἀναγκαίων εἰς τὸ ζῆν γενόμεναι. φησὶ δὲ αὐτὰς φυσικάς, κἂν τῷ μεγέθει ὦσι φυσικαί· αἱ γὰρ ὑπερβάλλουσαι τὸ δέον ὑπερβάλλουσι καὶ τοὺς τῆς φύσεως ὅρους· ἔνιαι δέ εἰσι τῶν ἐπιθυμιῶν καὶ ἡδονῶν θηριώδεις διαθέσεις ἔχουσαι, αἱ δὲ διὰ πηρώσεις καὶ νοσήματα, αἷς χαίρουσιν οἱ πεπηρωμένοι, ὡς ἐλέγετο ἔμπροσθεν, κατὰ τὴν ψυχὴν ἢ κατὰ τὸ σῶμα καὶ οἱ νοσηματωδῶς διακείμενοι. τούτων δὲ περὶ μόνον τὰς πρώτας τῶν εἰρημένων σωφροσύνη καὶ ἀκολασία ἐστίν· περὶ γὰρ τὰς ἀνθρωπίνας, μετὰ προαιρέσεως δὲ ἑκατέρα. διόπερ τὰ θηρία οὔτε σώφρονα οὔτε ἀκόλαστα λέγομεν, διὰ τὸ μὴ ἔχειν αὐτὰ προαίρεσιν μηδὲ λογισμόν· κατὰ μεταφορὰν δὲ ἐνίοτε σώφρονα λέγομεν ὅλα τινὰ γένη ζῴων καὶ ἀκόλαστα, τὴν διαφορὰν ὁρῶντες, ἣν ἔχει πρὸς ἄλληλα γένη, οἷον ἔνια μὲν ἀκόλαστα λέγομεν διὰ τὸ ὀχευτικὰ εἶναι, ἔνια δὲ διὰ σιναμωρίαν καὶ τὸ παμφάγα εἶναι. κυρίως δὲ οὐδὲν τῶν θηρίων ἀκόλαστον — οὐ γὰρ ἔχει λογισμόν —, ἀλλʼ ἐξέστηκε, φησί, τῆς φύσεως, τουτέστιν ἔοικε τοῖς ἐξεστηκόσι τῆς φύσεως καὶ μαινομένοις τῶν ἀνθρώπων. ἔλαττον δὲ θηριότης κακίας τῷ ψεκτὴ εἶναι. ἡ μὲν γὰρ θηριότης μανίᾳ τινὶ ἔοικε, διὸ οὐ ψέγεται ὡς οὐκ οὖσα ἑκούσιος, ἡ δὲ κακία ὡς ἑκούσιος ψέγεται, ἐπεὶ ἔλαττόν ἐστι κακὸν ἡ θηριότης τῆς κακίας τῷ ἧττον εἶναι κακοῦργος. ὥσπερ γὰρ τὸ θηρίον οὐκ ἔστι κακοῦργον ὡς κακὸς ἄνθρωπος, οὕτως καὶ ἡ θηριότης οὐκ ἔστι κακοῦργον, καθάπερ ἡ κακία. φοβερώτερον δέ· καὶ τὸ θηρίον φοβερώτερον κακοῦ ἀνθρώπου, ἧττον δὲ κακοῦργον. διότι φησὶν οὐ διέφθαρται τὸ βέλτιστον ὥσπερ ἐν τῷ ἀνθρώπῳ, ἀλλʼ ἔφθαρται καὶ οὐκ ἔχει. ἐν μὲν γὰρ τῷ κακῷ ἀνθρώπῳ διέφθαρται ὁ λογισμὸς ὁ ἐνὼν αὐτῷ, ἐν δὲ τῷ θηρίῳ ἢ τῇ θηριωδείᾳ οὐκ ἔνεστι. πανουργεῖν δὲ καὶ κακουργεῖν ὁ μὲν ἔχων τὸν λογισμὸν δύναται, ὁ δὲ μὴ ἔχων ἀδυνατεῖ. ὅμοιον οὖν τὸ συμβάλλειν θηρίον ἢ θηριωδείαν πρὸς ἄνθρωπον κακίαν ἔχοντα ὥσπερ τὸ συμβάλλειν ἄψυχον πρὸς ἔμψυχον πότερον κάκιον καὶ κακουργότερον. ἀβλαβεστέρα γὰρ ἂν εἴη ἡ φαυλότης τοῦ μὴ ἔχοντος τὴν ψυχικὴν ἀρχήν. ὡς δὲ ἔχει τὸ ἔμψυχον πρὸς τὰ ἄψυχα, οὕτως τὸ λογικὸν πρὸς τὸ ἄλογον ζῷον. ἔνεστι γὰρ ἡ ἀρχὴ ἰσχυρὰ ἐν τῷ λόγῳ ὁ νοῦς. ὅταν οὖν διεφθαρμένη ᾖ ἡ τοιαύτη ἀρχή, μεγάλων κακῶν αἰτία γίνεται. ἔτι φησὶν παραπλήσιον εἶναι τὸ συμβάλλειν ταῦτα, ὥσπερ εἴ τις συμβάλλοι ἀδικίαν καὶ ἄδικον ἄνθρωπον. παραβέβληκε δὲ καθʼ ὅσον οὐ συγκριτὰ συγκρίνει ὁ συμβάλλων ἀδικίαν καὶ ἄδικον ἄνθρωπον· δεῖ γὰρ τὰς μὲν ἕξεις πρὸς ἀλλήλας συγκρίνειν, οἷον ἀδικίαν πρὸς ἀκολασίαν, τοὺς δὲ ποιοὺς πρὸς ποιοὺς οἷον ἄδικον πρὸς ἀκόλαστον. οὕτω δὴ καὶ ὁ συγκρίνων θηρίον καὶ θηριώδη τρόπον ἔχοντα τὴν κακίαν οὐ συγκριτὰ συγκρίνει· ὁ μὲν γὰρ αὐτῶν ἔχει κακίαν, ὁ δὲ οὐκέτι ἔχει. ἔστι δὲ ὥσπερ  … κακουργότερον, κάκιον ὄντα μοχθηρὸν ἄνθρωπον, μυριοπλάσια γὰρ ἂν κακὰ ποιήσειεν ἄνθρωπος κακὸς θηρίου.

`131`

Ἐν δὲ τοῖς ἑξῆς βούλεται μὲν διορίσαι, ᾧ διαφέρει ὁ μὲν ἐγκρατὴς τοῦ καρτερικοῦ, ὁ δὲ ἀκρατὴς τοῦ μαλακοῦ· ἐν δὲ τούτῳ φανερὸν ποιεῖ καὶ τίνα διαφορὰν ἔχει ἡ τῶν πολλῶν ἕξις πρὸς τὴν τῶν ἐγκρατῶν καὶ ἀκρατῶν. περὶ γὰρ τὰς διʼ ἁφῆς καὶ γεύσεως ἡδονὰς καὶ λύπας καὶ ἐπιθυμίας καὶ φυγάς φησιν, ἔστι μὲν οὖν οὕτως ἔχειν ὥστε ἡττᾶσθαι καὶ ὧν οἱ πολλοὶ κρείττους, ἔστι δὲ κρατεῖν καὶ ὧν οἱ πολλοὶ ἥττους. ὁ μὲν οὖν τῶν ἡδονῶν ἐπὶ πλέον κρατῶν ἢ οἱ πολλοὶ ἐγκρατής, ὁ δὲ ἡττώμενος καὶ ὧν οἱ πολλοὶ κρατοῦσιν ἀκρατής, ὥστʼ ἐν μεθορίῳ πως τοὺς πολλοὺς περὶ τὰς ἡδονὰς τῶν τε ἀκρατῶν καὶ τῶν ἐγκρατῶν εἶναι, τῶν μὲν ἐγκρατῶν ἡττωμένους, τῶν δʼ ἀκρατῶν ἀμείνους ὄντας. ὁμοίως δὲ περὶ τὰς λύπας· ὁ μὲν γὰρ καρτερικὸς ὑπομένει πόνους καὶ ἀλγηδόνας, ἃς οἱ πολλοὶ οὐχ ὑπομένουσιν, ὁ δὲ ἀκρατὴς οὐδὲ ἃς οἱ πολλοὶ λύπας ὑπομένουσιν, ἀνέχεται, ὥστε πάλιν περὶ πόνους ἐν μεθορίῳ εἰσὶν αἱ τῶν πολλῶν ἕξεις τῆς τε τῶν καρτερικῶν καὶ τῆς τῶν μαλακῶν. ἅμα δὲ δήλη καὶ ἡ διαφορὰ τοῦ ἐγκρατοῦς πρὸς τὸν καρτερικὸν καὶ τοῦ ἀκρατοῦς πρὸς τὸν μαλακόν. ὁ μὲν γὰρ ἐγκρατὴς καὶ ἀκρατὴς περὶ τὰς ἡδονάς εἰσι τὰς σωματικάς, ὁ δὲ καρτερικὸς καὶ μαλακὸς περὶ τοὺς πόνους καὶ τὰς λύπας τὰς σωματικάς. τοιοῦτος γὰρ ὁ μαλακός, οἷος μηδὲ τὴν τυχοῦσαν ἐνεγκεῖν δίψαν ἢ μηδὲ πεῖναν μηδὲ ἄλλην ἀλγηδόνα μηδεμίαν, τοῦ λόγου κελεύοντος ὑπομένειν· ἴσως μὲν  … τὰς ἡδονάς. καὶ ὁ μαλακὸς κατὰ συμβεβηκὸς ἐπὶ τὰς ἡδονὰς ἔρχεται φεύγων τοὺς πόνους. ἀλλὰ τό γε εἶναι ἑκατέρῳ αὐτῶν ἐστιν, τῷ μὲν γὰρ ἀκρατεῖ ἡ τῶν ἡδονῶν δίωξις, τῷ δὲ μαλακῷ ἡ τῶν λυπῶν φυγή. ὁμοίως δὲ καὶ τὸ κρατεῖν τῶν ἡδονῶν τοῦ ἐγκρατοῦς, τοῦ δὲ καρτερικοῦ τὸ μὴ ἡττᾶσθαι τῶν πόνων.

`132`

Ἐν μὲν οὖν τοῖς εἰρημένοις τὸν ἐγκρατῆ καὶ ἀκρατῆ τοῦ καρτερικοῦ ἐχώρισε καὶ τοῦ μαλακοῦ· μετὰ δὲ ταῦτα βούλεται πάντας ἀλλήλων διαστῆναι, σώφρονα καὶ ἀκόλαστον καὶ ἐγκρατῆ καὶ ἀκρατῆ, ἔτι δὲ καρτερικὸν καὶ μαλακόν. δεδήλωνται μὲν οὖν καὶ διὰ τῶν ἔμπροσθεν αἱ διαφοραὶ αὐτῶν αἱ πρὸς ἀλλήλους. ὅμως δὲ πειρᾶται ἔτι σαφέστερον καὶ γνωριμώτερον διελεῖν περὶ αὐτῶν. ἐπεὶ γὰρ ἔνιαι, φησί, τῶν ἡδονῶν ἀναγκαῖαί εἰσιν, αἳ δʼ οὔ, ἀναγκαῖαι μὲν αἱ φυσικαὶ καὶ ἐκ τῶν εἰς τὸ ζῆν ἡμῖν ἀναγκαίων προσγινόμεναι, οὐκ ἀναγκαῖαι δὲ αἱ μὴ τοιαῦται, ὧν αἱ μὲν ἀπὸ τῶν διʼ αὑτὰ αἱρετῶν, οἷον τιμῆς νίκης, αἱ δὲ ἀπὸ τῶν παρὰ φύσιν καὶ αἰσχρῶν. εἰσὶ δὲ καὶ αἱ ἀναγκαῖαι μέχρι τινὸς ἀναγκαῖαι. ὡς δὲ καὶ αἱ ἐλλείψεις. τὸν αὐτὸν δὲ τρόπον ἔχει καὶ περὶ ἐπιθυμίας καὶ λύπας· καὶ γὰρ τούτων αἱ μὲν ἀναγκαῖαι αἱ δʼ οὔ. ἀκόλαστος μὲν οὖν ἐστιν ὁ τὰς ὑπερβολὰς τῶν ἡδονῶν διώκων ἢ καθʼ ὑπερβολήν· κἂν γὰρ μὴ ὑπερβάλλουσαν ἡδονὴν διώκῃ, σφοδρῶς δὲ καὶ καθʼ ὑπερβολήν, ἀκόλαστός ἐστι· τοῦ γὰρ σώφρονος τὸ μηδὲν ἄγαν διώκειν μηδὲ σφοδρῶς τῶν ἡδέων. ἔστι δὲ τοῦ ἀκολάστου καὶ διὰ προαίρεσιν τοῦτο ποιεῖν παρὰ τὴν  … ἡδονὰς διώκειν αὐτόν  … τὰς ἀκολάστους. ἔτι οὐκ ἀπόχρη διὰ προαίρεσιν διώκειν ἃς οὐ προσήκει τῶν ἡδονῶν, ἀλλὰ καὶ διʼ αὑτὰς αἱρεῖσθαι. ἂν γὰρ προαιρούμενος μὲν διώκῃ, οἷον μοιχεύῃ, μὴ μέντοι διὰ τὴν τῶν ἀφροδισίων ἀπόλαυσιν, ἀλλʼ ἵνα ἀργύριον λαμβάνῃ, οὐκ ἀκόλαστός ἐστιν ἀλλὰ μᾶλλον ἀνελεύθερος. ἀκόλαστος οὖν ὁ πάντα ἔχων τὰ εἰρημένα. ἀνάγκη δὲ τὸν τοιοῦτον μὴ εἶναι μεταμελητικὸν διὰ τὸ κατὰ προαίρεσιν ποιεῖν, ὥστε ἀνίατος· ὁ γὰρ ἀμεταμέλητος ἀνίατος· καὶ ταύτῃ χείρων τοῦ ἀκρατοῦς. μεταμελητικὸς γὰρ ὁ ἀκρατὴς καὶ διὰ τοῦτο ἰάσιμος. ὁ δὲ ἐλλείπων περὶ τὰς ἡδονὰς καὶ μὴ ταῖς ἀναγκαίαις χρώμενος ὁ ἀντικείμενος τῷ ἀκολάστῳ, ὃν ἐν τοῖς κατʼ ἀρχὰς λόγοις ἀναίσθητον ἔλεγε· μέσος δὲ αὐτῶν ὁ σώφρων.

Ταῦτα δὲ εἰπὼν ἐπάνεισι πάλιν ἐπὶ τὸν ἀκόλαστον. ὁμοίως γάρ, φησί, καὶ ὁ φεύγων τὰς σωματικὰς λύπας μὴ διʼ ἧτταν ἀλλὰ διὰ προαίρεσιν. καὶ γὰρ τοῦ ἀκολάστου φεύγειν τὰς σωματικὰς λύπας, οἷον τὰς ἀπὸ πείνης ἢ δίψης ἢ ἄλλου τινὸς τοιούτου, μὴ διʼ ἧτταν λυπῶν, τὰ ἐναντία κελεύοντος τοῦ λόγου, ἀλλὰ διὰ προαίρεσιν. ὁ μὲν γὰρ ἡττώμενος τῶν λυπῶν τῶν σωματικῶν, ὑπομένειν κελεύοντος τοῦ λόγου μαλακός, ὁ δὲ ἅμα μὲν ἡττώμενος τῶν λυπῶν ἅμα δὲ καὶ τὸν λόγον ἔχων διεφθαρμένον καὶ κελεύοντα μηδʼ ὅλως λυπηρῶν ἀνέχεσθαι σωματικῶν ἀκόλαστος. καὶ διὰ τοῦτο λέγεται ὁ ἀκόλαστος περὶ ἡδονὰς καὶ λύπας  … ὅτι ἡδονὰς αἰσχρὰς αἱρεῖται καὶ λύπας οὐ μόνον τὰς κατʼ ἐπιθυμίαν καὶ πόνους καλοὺς φεύγει καὶ ἀλγηδόνας προαιρέσει καὶ ἔοικε κατὰ μὲν τὸ διώκειν τὰς αἰσχρὰς ἡδονὰς προαιρούμενος χωρίζεσθαι τοῦ ἀκρατοῦς, κατὰ δὲ τὸ φεύγειν τὰς καλὰς λύπας προαιρέσει χωρίζεσθαι τοῦ μαλακοῦ· καὶ γὰρ ἐκεῖνος φεύγει τὰς τοιαύτας λύπας, ἀλλʼ οὐ προαιρέσει. ὁ μὲν οὖν ἀκόλαστος κατὰ προαίρεσιν, ὡς εἴρηται, πάντα ποιεῖ· τῶν δὲ παρὰ τὴν προαίρεσιν ποιούντων ὁ μὲν ἀκρατὴς ἄγεται διὰ τὴν ἡδονήν, ὁ δὲ μαλακὸς διὰ τὸ φεύγειν τὴν λύπην τὴν ἀπὸ τῆς ἐπιθυμίας, ὥστε, φησίν, διαφέρουσιν ἀλλήλων. τοῦτο δὲ ἤτοι περὶ τοῦ ἀκρατοῦς καὶ τοῦ μαλακοῦ εἴρηκεν ἢ μᾶλλον περὶ τοῦ ἀκρατοῦς καὶ τοῦ ἀκολάστου. καὶ γὰρ ἑξῆς περὶ τούτου λέγει· φησὶ γάρ· παντὶ χείρων ἂν δόξειεν εἶναι, εἴ τις μὴ ἐπιθυμῶν ἢ ἠρέμα πράττει τι αἰσχρὸν ἢ εἰ σφόδρα ἐπιθυμῶν, ὡς δὴ τοῦ μὲν ἀκολάστου ἐνίοτε καὶ χωρὶς ἐπιθυμίας ἁμαρτάνοντος ἢ καὶ μετὰ ὀλίγης ἐπιθυμίας, τοῦ δὲ ἀκρατοῦς ἡττωμένου ὑπὸ μεγάλου πάθους.

`133`

Ἀντικεῖσθαι δὲ λέγει τὸν ἐγκρατῆ τῷ ἀκρατεῖ, τῷ δὲ καρτερικῷ τὸν μαλακόν. μετὰ ταῦτα τὴν διαφορὰν ἔτι γνωριμωτέραν ποιῶν τῆς ἐγκρατείας καὶ τῆς καρτερίας τὸ μὲν καρτερεῖν εἶναί φησιν ἐν τῷ ἀντέχειν πρὸς τὰς ἀλγηδόνας, τὸ δʼ ἐγκρατεύεσθαι ἐν τῷ κρατεῖν τῶν ἡδονῶν. ἕτερον δὲ τὸ ἀντέχειν καὶ τὸ κρατεῖν· τὸ μὲν γὰρ ἔοικε τῷ μὴ ἡττᾶσθαι, τὸ δὲ κρατεῖν τῷ νικᾶν· διὸ καὶ αἱρετώτερον ἐγκράτεια καρτερίας, ὅσον τὸ νικᾶν τοῦ μὴ ἡττᾶσθαι. πάλιν δὲ τὸν μαλακὸν ἐνδιδόναι λέγει καὶ πρὸς ἃ οἱ πολλοὶ ἀντιτείνουσιν, μαλακὸν αὐτὸν καὶ τρυφητὴν ὄντα. ἡ γὰρ τρυφὴ μαλακία τίς ἐστιν, οἷον εἴ τις ἕλκει τὸ ἱμάτιον, ὑπὲρ τοῦ μὴ πονεῖν κατὰ τὸ ἐπαίρειν καὶ οὐκ οἴεται ἄθλιος εἶναι μιμούμενος τοὺς ἀθλίως ὑπὸ νόσου διακειμένους. ὁμοίως δὲ ἔχειν φησὶν καὶ περὶ ἐγκράτειαν καὶ ἀκρασίαν ὡς ἔχει καὶ περὶ καρτερίαν καὶ μαλακίαν· πῶς δὲ ὁμοίως ἔχει, αὐτὸς δηλοῖ ἐπὶ τῆς ἀκρασίας μάλιστα καὶ τῆς μαλακίας· οὐ γὰρ εἴ τις ὑπερβαλλουσῶν ἀλγηδόνων ἡττᾶται ἢ λυπῶν θαυμάσιον ἀλλὰ συγγνώμης ἄξιον, οἷον εἴ τις ὥσπερ ὁ παρὰ τῷ Θεοδέκτῃ Φιλοκτήτης ὑπὸ τῆς ἔχεως πεπαρμένος κρύπτειν βουλόμενος τοὺς περὶ τὸν Νεοπτόλεμον μέχρι μέν τινος ἀντέχει, ὕστερον δὲ οὐχ ὑπομένων τὸ μέγεθος τῶν ἀλγηδόνων φανερὸς γίνεται. τὸν αὐτὸν δὲ τρόπον εἰσήγαγεν αὐτὸν καὶ Σοφοκλῆς καὶ Αἰσχύλος. ἔοικε δὲ καὶ ὁ Καρκῖνος εἰσάγειν τὸν Κερκύονα ἡττώμενον ὑπὸ μεγάλων ἀλγηδόνων. οὗτοι μὲν οὖν οὐκ εἰσὶ μαλακοί, ἀλλʼ εἴ τις πρὸς ἃς οἱ πολλοὶ δύνανται λύπας, μὴ δύναται ἀντέχειν ἀλλʼ ἡττᾶται. ὁμοίως δὲ ἔχει καὶ ἐπὶ ἡδονῆς· οὐ γὰρ εἴ τις ὡς Θεόφραστος λέγει γευσάμενος τῆς ἀμβροσίας ἐπιθυμεῖ αὐτῆς μέμφεσθαι ἄξιος, ἀλλʼ εἴ τις σφοδρῶς ἡττᾶται τῶν ἡδονῶν ὡς οἱ πολλοί· ἔοικε δὲ ὁ Ἀριστοτέλης τὸ Ξενοφάντῳ συμβὰν παράδειγμα τίθεσθαι τῶν ὑπὸ ἡδονῆς σφοδρῶς ἡττηθέντων καὶ συγγνώμης ἀξίων· μέχρι γὰρ πολλοῦ κατασχὼν τὸν γέλωτα τελευτῶν ἐξεκάγχασεν, ὅπερ καὶ ἄλλοις συμβαίνει· καθόλου δη  … οἱ πολλοὶ δύνανται ὑπομένειν  … ἡδονῶν ἡττᾶται ὧν κρείττους οἱ πολλοί, ἁμαρτάνει, ἂν μὴ διὰ φύσιν τοῦ γένους ᾖ ἢ διὰ τὴν τοῦ τόπου, ὡς ἐν τοῖς Σκυθῶν βασιλεῦσιν ἡ μαλακία ἐστὶ διὰ τὸ πᾶν τὸ γένος οὕτω τρέφεσθαι καὶ δοκεῖ βασιλικὸν εἶναι τὸ τρυφᾶν καὶ μηδεμίαν ἀνέχεσθαι λύπην σωματικήν. οὐδεὶς ἂν οὖν εἴποι διὰ μαλακίαν τοῦτʼ αὐτοὺς ποιεῖν, ἀλλὰ διὰ τὸ ὡς οἰκεῖον τοῦτο τοῖς βασιλεῦσιν νενεμῆσθαι. τῆς δὲ ἰδίας φύσεως λαμβάνει παράδειγμα, ὡς ἔχει τὸ θῆλυ πρὸς τὸ ἄρρεν· κοινὸν μὲν γὰρ ἀμφοτέροις ἐστὶν τὸ ἀνθρώποις εἶναι ἀλλʼ ἴδιόν πως τοῦ θήλεος μὴ πάντας πόνους ὑπομένειν ὅσους τὸ ἄρρεν, καὶ οὐκ ἄν τις τοῦτο εἴποι μαλακίαν ἀλλʼ ἴδιον καὶ συγγενὲς τῷ θήλει.

`134`

Ὁ δὲ παιδιώδης ἐστὶν ὁ πάντα παίζων· δοκεῖ δέ τισιν ἀκόλαστος εἶναι. οὔ φησιν ὁ Ἀριστοτέλης ἀλλὰ μᾶλλον μαλακός· διὰ γὰρ τὸ μὴ ἀνέχεσθαι τὴν σπουδὴν ὡς ἐπίπονον οὖσαν ἀεὶ παίζει καὶ ἔστιν ἄνεσις ἡ παιδιά. εἰδέναι δὲ δεῖ ὅτι τῶν πρὸς ταύτην ὑπερβαλλόντων ὁ παιδιώδης ἐστίν· εἰ δὲ ὑπερβάλλει ἐν τῇ ἀνέσει, μαλακὸς ἂν μᾶλλον λέγοιτο ἢ ἀκόλαστος, εἰ γὰρ ἐπὶ πλεῖον ἄνεσις μαλακία.

Ἀκρασίας δὲ τὸ μὲν προπέτεια ἕως πρὸς ἀλλήλας εἴρηται.

Ἀκρασίας δὲ δύο εἴδη λέγει, τὸ μὲν προπέτειαν τὸ δὲ ἀσθένειαν. ὅσοι μὲν γὰρ βουλευσάμενοι οὐκ ἐμμένουσιν οἷς ἐβουλεύσαντο διὰ τὸ πάθος τὴν ἀσθενῆ ἀκρασίαν εἰσὶν ἀκρατεῖς. ὡς γὰρ τὰ ἀσθενῆ σώματα ῥᾳδίως ἁλίσκεται ὑπὸ τῶν παθῶν καὶ ἡττᾶται, οὕτω καὶ αἱ ἀσθενεῖς ψυχαὶ ῥᾳδίως ἐνδιδόασιν τοῖς πάθεσιν. ἔτι ὅσοι φύσει ὄντες ἰσχυροὶ ὑπὸ τῶν ἡττόνων ἡττῶνται διὰ τὴν ἀσθένειαν. δοκοῦσιν  … ἐπειδὴ ὁ λογισμὸς φύσει  … ὑπὸ τῆς ἐπιθυμίας ἡττᾶται αὐτῆς ἀσθενὴς φαίνεται. ὅσοι δὲ ἄγονται ὑπὸ τοῦ πάθους διὰ τὸ μὴ ὅλως βουλεύσασθαι τὴν προπετῆ ἔχουσιν ἀκρασίαν. ἔνιοι μὲν γὰρ ὥσπερ οἱ προγαργαλισθέντες ὕστερον οὐ γαργαλίζονται, οὕτως προβουλευσάμενοι καὶ διεγείραντες τὸν λογισμὸν οὐχ ἡττῶνται τοῦ πάθους. οἱ δὲ προπετεῖς κατὰ τὴν ἀκρασίαν διὰ τὸ μὴ ὅλως προβουλεύσασθαι ἄγονται ὑπὸ τοῦ πάθους. ὡς ἐπὶ τὸ πολὺ δὲ οἱ ὀξεῖς καὶ μελαγχολικοὶ τὴν προπετῆ ἀκρασίαν ἀκρατεῖς εἰσιν· ἀκολουθοῦσι γὰρ τῇ τοῦ ἡδέος φαντασίᾳ οὐκ ἀναμένοντες τὸν λόγον· ἅμα γὰρ ἐφαντάσθησαν ὅτι ἡδὺ καὶ διώκουσι. ἀκολουθοῦσι δὲ τῇ φαντασίᾳ τοῦ ἡδέος εὐθέως οἱ μὲν ὀξεῖς διὰ τὴν ὀξύτητα τῆς φύσεως, οἱ δὲ μελαγχολικοὶ διὰ τὴν σφοδρότητα. πῶς οὖν οἱ προπετεῖς ἔχουσιν ἐναντίον τὸν λόγον τῇ ἐπιθυμίᾳ, εἴ γε μὴ προβουλεύονται; εἰ ἔνεστιν καὶ ἐν τοῖς τοιούτοις λόγος ἀπαγορεύων ταῖς αἰσχραῖς ἐπιθυμίαις ἐνδιδόναι διὰ δὲ τὴν σφοδρότητα ἢ ταχυτῆτα, ὅταν προσπέσῃ τὸ πάθος, οἷον ὑπὸ ἀχλύος τινὸς ἐπισκοτηθέντες τότε οὐχ ὁρῶσι τὸν ἐν αὑτοῖς λόγον οὐδʼ ἀναμένουσι βουλὴν ἢ σκέψιν.

`135`

Πάλιν δὲ συγκρίνων τὸν ἀκρατῆ καὶ ἀκόλαστον, τὸν μὲν ἀκόλαστον οὔ φησιν εἶναι μεταμελητικόν — καὶ γὰρ προελόμενος ποιεῖ καὶ διὰ τοῦτο πράξας ἐμμένει τῇ προαιρέσει —, ὁ δὲ ἀκρατὴς πᾶς μεταμελητικός, ἐάν τε τὴν προπετῆ ἐάν τε τὴν ἀσθενῆ ἔχῃ ἀκρασίαν. ἡ μεταμέλεια δὲ διὰ τὸ παρὰ προαίρεσιν πράττειν· διό φησιν ὅτι οὐχ ὥσπερ ἠπορήκαμεν οὕτως καὶ ἔχει. ἐν μὲν γὰρ τῷ ἀπορεῖν ἐπιχειρῶν ἔλεγε χείρω τὸν ἀκρατῆ τοῦ ἀκολάστου, εἴ γε ὁ μὲν τοῦ λόγου ἐναντιουμένου ὅμως ἀπειθεῖ αὐτῷ, ὁ δὲ ἀκόλαστος οὐ κωλύοντος τοῦ λόγου. νῦν δὲ δείκνυσι πολλῷ χείρω τὸν ἀκόλαστον τῷ τὸν μὲν ἀκρατῆ καὶ ἰάσιμον εἶναι, τὸν δὲ ἀκόλαστον ἀνίατον. ἔοικε γὰρ ἡ μὲν μοχθηρία τῶν νοσημάτων τοῖς συνεχέσι ὑδέρῳ καὶ φθίσει καὶ πυρετῷ συνεχεῖ. ὁμολογοῦσι δὲ καὶ περὶ τὰ σώματα οἱ ἰατροί, χαλεπώτερα καὶ δυσίατα εἶναι τὰ συνεχῆ διὰ τὸ μὴ ἐνδιδόναι μηδὲ παρέχειν καιρὸν βοηθείας· τοιοῦτον δʼ ἡ μοχθηρία, εἰ γὰρ ἔνεστιν ἡ φαύλη προαίρεσις ὥσπερ νόσος τις οὖσα δυσίατος ἢ ἀνίατος· ἡ δὲ ἀκρασία τοῖς διαλείπουσι νοσήμασιν ὁμοία ἐστίν, οἷον ἐπιληψίᾳ ἢ εἴ τι ἄλλο καιρὸν παρέχει βοηθείας· καὶ γὰρ πρὸ τῆς ἐπιθυμίας εὖ ἔχει, ὥστε οὐκ ἀδύνατον ἀεὶ ἐγκελευομένου τοῦ λόγου καὶ εἰς μετάνοιαν ἄγοντος ἐπὶ τοῖς ἁμαρτήμασι μεταβάλλειν τὸν ἀκρατῆ. καὶ ὅλως δὲ ἄλλο τὸ γένος ἀκολασίας καὶ ἀκρασίας· ἡ μὲν γὰρ κακία λανθάνει, ἡ δὲ ἀκρασία οὐ λανθάνει· ἡ δὲ κακία τὸ μοχθηρόν, οὐχ ὅτι γε ἀδικεῖ, εἶπε — τοῦτο γὰρ οὐκ οἶδε πολλάκις —, ἀλλʼ ὅτι βλαβερὰ ἑαυτῷ πράττει ἃ οἴεται ὠφέλιμα εἶναι· εἰ δὲ ἀκρασία, κατὰ τοῦτο οὐ λανθάνει, ἀλλʼ οἶδεν ὅτι βλαβερὰ ποιεῖ ἑαυτῷ, ἡττᾶται δὲ ὑπὸ τῆς ἐπιθυμίας.

`136–137`

Αὐτῶν δὲ τῶν ἀκρατῶν βελτίους οἱ ἐκστατικοί. οὗτοι δέ εἰσιν οὓς πρόσθεν ἔλεγε προπετεῖς ἢ οἱ τὸν λόγον μὲν ἔχοντες, μὴ ἐμμένοντες δέ. τούτους δὲ λέγει προβεβουλευμένους μὲν καὶ προεσκεμμένους, μὴ ἐμμένοντας δὲ τοῖς δόξασι. χείρους δὲ αὐτοὺς λέγει, ἐπειδὴ ὑπὸ ἐλάττονος πάθους ἡττῶνται· τεκμήριον δὲ τοῦ μεῖζον εἶναι τὸ πάθος τῶν τὴν προπετῆ ἀκρασίαν ἀκρατευομένων τὸ μηδὲ τοῦ βουλεύσασθαι αὐτοὺς ἀκρασίαν παρέχειν. ἅμα δὲ καὶ διὰ τὸ ὀξεῖς οἱ μελαγχολικοὶ εἶναι σφοδρότερα ἔχουσι τὰ πάθη· τὸ δὲ ὑπὸ μείζονος ἡττηθῆναι συγγνώμης δοκεῖ μᾶλλον ἄξιον. ἔτι οὐκ ἀπροβούλευτοι ἔρχονται ἐπὶ τὰ ἁμαρτήματα οἱ τὴν ἀσθενῆ ἔχοντες ἀκρασίαν. διὰ τοῦτο οὖν χείρους τῶν ἑτέρων· συγγνώμης γὰρ ἄξιοι μᾶλλον οἱ μὴ προϊδόντες μήτε τὸ βλαβερὸν μήτε τὸ αἰσχρὸν τοῦ πρακτοῦ πράγματος καὶ διὰ τοῦτο ἁμαρτάνοντες· οἱ προϊδόντες μὲν καὶ βουλευσάμενοι οὐδὲν ἧττον ἁμαρτάνουσιν. ὅμοιος γάρ, φησίν, ὁ ἀκρατὴς τοῖς μεθυσκομένοις καὶ ὑπὸ ὀλίγου οἴνου καὶ ἐλάττονος ἢ οἱ πολλοί. τοῦτο δὲ πρότερον λέγεται περὶ τῶν τὴν προπετῆ ἀκρασίαν ἐχόντων, διότι ταχέως μεθυσκόμενοι ὑπὸ ὀλίγου οἴνου ἤπερ τῶν προβεβουλευμένων καὶ διότι ὑπὸ ὀλίγου πάθους ἁλίσκονται καὶ ἐλάττονος ἢ οἱ ἐξεταστικοί· ἢ καθόλου περὶ πάντων εἴρηται τῶν ἀκρατῶν· πάντες γὰρ ἐοίκασι τοῖς ταχὺ μεθυσκομένοις καὶ ὑπὸ ἐλάττονος οἴνου ἢ οἱ πολλοί. ὑπὸ γὰρ τῶν ἡδέων ἡττῶνται, ὑφʼ ὧν οἱ πολλοὶ μὴ ἁλίσκονται. κακία μὲν οὖν ἁπλῶς οὐκ ἔστιν ἡ ἀκρασία, ἀλλά πῃ ἴσως, διὰ τὸ μὴ ὅλην ἐφθάρθαι τὴν τοῦ ἀκρατοῦς ψυχήν, ἀλλά πῃ τὸν λόγον ἔχειν. διόπερ φησὶν Ἀριστοτέλης τὴν μὲν κακίαν κατὰ προαίρεσιν πάντα ποιεῖν, τὴν δὲ ἀκρασίαν παρὰ τὴν προαίρεσιν. οὐ μὴν ἀλλὰ καὶ κατὰ τὰς πράξεις ὅμοιόν ἐστιν. ταὐτὰ γὰρ ποιεῖ τῷ ἀκολάστῳ ὁ ἀκρατής. ἐπεὶ οὖν ὁ μὲν ἀκρατὴς τοιοῦτος, οἷος διώκειν τὰς καθʼ ὑπερβολὴν καὶ ἡμαρτημένας παρὰ τὸν λόγον σωματικὰς ἡδονὰς οὐ πεπεισμένος, ὁ δὲ ἀκόλαστος πέπεισται διωκτέον εἶναι αὐτάς, δῆλον ὡς ὁ μὲν ἀκρατὴς εὐμετάπειστος, οὐχ οὕτως δὲ ὥστε μεταβάλλειν τὸν αὑτοῦ λόγον — φαῦλος γὰρ ἂν λέγοιτο, εἰ μηδὲ ὁ λόγος ὀρθὸς ἦν —, ἀλλʼ ὥστε πεισθῆναι μηκέτι συνακολουθεῖν τῇ ἐπιθυμίᾳ· ὁ δὲ ἀκόλαστος ἀμετάπειστος. ἡ μὲν γὰρ ἀρετὴ τὴν ἀρχὴν σώζει, ἡ δὲ μοχθηρία φθείρει τὴν ἀρχήν. ἀρχὴ δὲ ἐν τοῖς πρακτοῖς τὸ οὗ ἕνεκα καὶ τέλος, καθʼ ὃ τὰς ἐνεργείας πειρώμεθα τὰς εἰς αὐτὸ φερούσας ἐνεργεῖν. ἂν μὲν οὖν χρηστὸν ὑποθώμεθα τὸ τέλος, ἀνάγκη καὶ τὰς ἐνεργείας εἶναι χρηστάς, ἂν δὲ φαῦλον, φαύλας. ἡ μὲν οὖν ἠθικὴ ἀρετὴ τὸ τέλος ὑποτίθεται τὴν εὐδαιμονίαν τὴν τῶν ἐνεργούντων τὰς καλὰς ἐνεργείας κατʼ ἀρετήν, ἡ δὲ κακία διαφθείρει τὴν ἀρχὴν ταύτην καὶ οὐκ ἐᾷ νομίζειν εὐδαιμονίαν τὴν τῶν καλῶν ἐνέργειαν· διό φησιν αὐτὴν φθαρτικὴν εἶναι τῆς ἀρχῆς. ὥσπερ δὲ ἐν τοῖς μαθηματικοῖς εἰσιν ἀρχαί τινες, οἷον ἐν γεωμετρίᾳ καὶ ἀριθμητικῇ ἃς ὁ μὴ παραδεξάμενος οὐκέτι πρόεισιν ἐν τοῖς μαθήμασιν, οὕτως ἐν τοῖς πρακτικοῖς ὁ μὴ παραδεξάμενος τὸ τέλος ἀλλὰ διαφθείρας τὴν τῶν πρακτῶν ἀρχὴν οὐδὲ τὰ λοιπὰ συγχωρήσει. ταύτῃ οὖν ἀμετάπειστον εἴποις ἂν πρὸς τὸ παραδέξασθαι τὰ μαθήματα τὸν διεφθαρκότα τὰς μαθηματικὰς ἀρχάς. οὔτε δὴ ἐν τοῖς μαθηματικοῖς λόγοις διδάσκει τὰς ἀρχάς, τουτέστιν ἀποδείκνυσιν, ἀλλʼ ἀναποδείκτοις αὐταῖς πιστεύουσιν οἱ μαθηματικοί, οὔτε ἐν τοῖς πρακτικοῖς τὴν ἀρχὴν ἀποδεικνύομεν, ἀλλʼ ὥσπερ καὶ πρότερον ἔλεγεν, ἠθικὴ ἀρετὴ τίθεται ἐνίοτε μὲν ἡ φυσική, ἔστι δὲ ὅτε ἡ ἐκ τοῦ ἔθους· αὗται γὰρ αἰτίαι τοῦ ὀρθοδοξεῖν περὶ τῆς ἀρχῆς τῆς οὗ ἕνεκεν. ἢ γὰρ ἐκ φύσεως ἀγαθὴ ἢ ἐξ ἐθῶν καλῶν ἐγγίνεται τοῦτο τὸ ὄνομα τῆς ψυχῆς ὥστε κατιδεῖν τὸ τέλος καὶ ὧδε σπεύδειν τὸν μέλλοντα εὐδαιμόνως βιώσεσθαι.

Εἶτα ἐπαναλαβὼν πάλιν τί λέγει; σώφρων μὲν οὖν ὁ τοιοῦτος· δῆλον ὁ καὶ τὸν λόγον ὀρθὸν καὶ τὸ πάθος ἔχων περὶ τὰς σωματικὰς ἡδονάς· ἀκόλαστος δὲ ὁ ἐναντίος. ὁ δὲ ἐκστατικὸς παρὰ τὸν ὀρθὸν λόγον ἀκρατής· εἰ γὰρ καὶ ὅτι μάλιστα ἰδίως λέγονται ἐκστατικοὶ οἱ τὴν προπετῆ ἀκρασίαν ἀκρατεῖς, ὅμως ἔστιν ὡς πάντες ἐκστατικοὶ λέγοιντο ἂν οἱ ἀκρατεῖς τῷ ὑπὸ τοῦ πάθους ἐξίστασθαι καὶ διὰ τοῦτο μὴ καθορᾶν τρόπον τινὰ τὸν ἐν αὐτοῖς λόγον. τοῦ δʼ ἀκρατοῦς τοσοῦτον κρατεῖ τὸ πάθος ὅσον μὴ πράττειν κατὰ τὸν ὀρθὸν λόγον, οὐ μὴν ὥστε πεπεῖσθαι διώκειν τὰς μὴ καλὰς ἡδονάς. οὐ γὰρ διαφθείρεται αὐτῷ ὁ λόγος ὑπὸ τῆς ἐπιθυμίας, ἀλλὰ μόνον κατισχύεται· βελτίων δʼ ἐστὶν τοῦ ἀκολάστου· σώζεται γὰρ τὸ βέλτιστον ἐν αὐτῷ, ἡ ἀρχή· λέγει δὲ ἀρχὴν τὸν λογισμόν. ἄλλως δʼ ἐστὶν ἐναντίος τῷ ἀκρατεῖ ὁ ἐγκρατής, ὃν λέγει ἐμμενετικὸν εἶναι τῷ λόγῳ διὰ τὸ πάθος, ἐπειδὴ προελθὼν λέγει τὸν ἰσχυρογνώμονα ἐμμενετικὸν εἶναι τῇ αὑτοῦ δόξῃ οὐ διὰ πάθος ἀλλὰ λόγον. ὡς εἰπεῖν δὲ σαφέστερον, ὁ μὲν ἐγκρατὴς ἐμμενετικὸς εἶναι λέγεται τῇ αὑτοῦ δόξῃ διὰ τὸ μὴ κρατεῖν αὐτοῦ τὸ πάθος, ὁ δὲ ἰσχυρογνώμων καὶ αὐτὸς ἐμμενετικὸς εἶναι λέγεται τῇ αὑτοῦ δόξῃ διὰ τὸ μὴ ἡττᾶσθαι τοῦ ἐναντιουμένου αὐτῷ λόγου. καὶ φανερὸν ὅτι ἡ μὲν ἀκρασία φαύλη ἕξις, ἡ δʼ ἐγκράτεια σπουδαία.

`138`

Ζητεῖ δὲ ἑξῆς, πότερον ἐγκρατής ἐστιν ὁ ὁποιῳοῦν λόγῳ ἐμμένων ἢ ὁ τῷ ἀληθεῖ καὶ ὁ προαιρέσει ὁποιᾳοῦν ἐμμένων ἢ ὁ τῇ ὀρθῇ προαιρέσει. προαίρεσιν δὲ ἤτοι ταὐτὸν νῦν τῷ λόγῳ εἴληφεν ἐκ παραλλήλου ἢ τὴν βούλησιν ὀνομάζει προαίρεσιν ἢ νὴ Δία προαίρεσιν ὅλως λέγει τὸ ἐκ τοῦ λόγου καὶ τῆς βουλήσεως, ἐπειδὴ ἡ προαίρεσις ἐξ ὀρέξεώς ἐστι καὶ λόγου. ἔστι δὲ ἡ βούλησις ὄρεξις, ἐμμένει δὲ ὁ ἐγκρατὴς καὶ τῷ λόγῳ καὶ τῇ βουλήσει καταγωνιζόμενος ἑτέραν τινὰ ὄρεξιν τὴν ἐπιθυμητικήν. καὶ περὶ τοῦ ἀκρατοῦς δὲ ἡ αὐτὴ ἀπορία, εἰ ἀκρατής ἐστιν ὁ ὁποιᾳοῦν προαιρέσει καὶ ὁ ὁποιῳοῦν λόγῳ μὴ ἐμμένων ἢ ὁ τῷ ψευδεῖ λόγῳ καὶ τῇ προαιρέσει τῇ μὴ ὀρθῇ. φησὶ δὲ κατὰ συμβεβηκὸς μὲν εἶναι ἐγκρατῆ τὸν ὁποιῳοῦν λόγῳ ἐμμένοντα καὶ ὁποιᾳοῦν προαιρέσει, καθʼ αὑτὸ δὲ τὸν τῷ ἀληθεῖ λόγῳ. τὰ δὲ αὐτὰ καὶ περὶ τοῦ ἀκρατοῦς· κατὰ συμβεβηκὸς μὲν γὰρ ἀκρατὴς καὶ ὁ μὴ ἐμμένων τῷ ψευδεῖ λόγῳ καὶ τῇ μοχθηρᾷ προαιρέσει, οἰόμενος ἀληθῆ εἶναι τὸν λόγον καὶ χρηστὴν τὴν προαίρεσιν διώκων δὲ παρὰ τὸν ἐν αὑτῷ λόγον τὰς ἐπιθυμίας εἰ ὄντα ἔτυχε καλά· καθʼ αὑτὸ δὲ ὁ τὸν μὲν ἀληθῆ λόγον παραβαίνων, διώκων δὲ μοχθηρὰν ἐπιθυμίαν. ὅτι δὲ κατὰ συμβεβηκὸς ὀρθῶς λέγονται καὶ ἐγκρατεῖς καὶ ἀκρατεῖς οἱ λεχθέντες προβιβάζει λέγων· εἰ γάρ τις τοδὶ διὰ τοδὶ αἱρεῖται· κατὰ συμβεβηκὸς δὲ τὸ πρότερον, ὃ λέγει, οὕτως ἂν γένοιτο γνώριμον. εἴ τις αἱρεῖται οἶνον καὶ ποιεῖται περὶ πολλοῦ, τουτέστιν περὶ πολλοῦ ποιεῖται ὃ καθʼ αὑτὸ αἱρεῖται, οὕτως οὖν ἔοικε καὶ ὁ τῷ ψευδεῖ λόγῳ ἐμμένων καὶ τῇ φαύλῃ προαιρέσει οἰόμενος ἀληθῆ εἶναι τὸν λόγον καὶ χρηστὴν τὴν προαίρεσιν καὶ καθʼ αὑτὸ μὲν τιμᾶν τὸ ἀληθὲς καὶ τὸ καλόν, κατὰ συμβεβηκὸς δὲ ἐμμενετικός ἐστιν. εἴη ἂν καὶ κατὰ συμβεβηκὸς ἀκρατὴς ὁ μὴ ἐμμένων ψευδεῖ λόγῳ, οἰόμενος δʼ αὐτὸν ἀληθῆ εἶναι καὶ διώκων χρηστὴν ἐπιθυμίαν ὡς φαύλην· ἁπλῶς δὲ καὶ καθʼ αὑτὸ ἐγκρατὴς μὲν ὁ τῷ ἀληθεῖ λόγῳ ἐμμένων καὶ νικῶν τὴν ἐπιθυμίαν, ἀκρατὴς δὲ ὁ ἐναντίος.

`139`

Τοὺς δʼ ἰσχυρογνώμονας ἔνιοι μὲν διὰ τὸ ἐμμενετικοὺς εἶναι τῇ αὑτῶν δόξῃ καὶ δυσπείστους ἐγκρατεῖς νομίζουσιν· ὁ δὲ Ἀριστοτέλης ὅμοιον μέν τι φησὶν αὐτὸν ἔχειν κατὰ τὴν φαντασίαν τῷ ἐγκρατεῖ, καθάπερ καὶ τὸν θρασὺν τῷ ἀνδρείῳ καὶ τὸν χαῦνον τῷ ἐλευθερίῳ· διαφέρει δὲ κατὰ πολλά. ἰδίως δὲ νῦν τὸν χαῦνον εἶπεν ἐοικέναι τῷ ἐλευθερίῳ, ἐν ἄλλοις εἰπὼν τὸν ἄσωτον αὐτῷ ὅμοιον εἶναι κατὰ τὴν φαντασίαν. πλὴν πῶς διαφέρουσιν ὁ ἐγκρατὴς καὶ ὁ ἰσχυρογνώμων δείκνυσιν· ὁ μὲν γὰρ ἐγκρατὴς διὰ πάθος καὶ ἐπιθυμίαν οὐ μεταβάλλει, τουτέστιν οὐ μεταβάλλει τὸν λόγον ἡττώμενος ὑπὸ τῆς ἐπιθυμίας, ἐπεὶ εὔπειστός ἐστιν, ἂν τύχῃ λόγος τις ὀρθός, ἐξιὼν μεταθέσθαι ἧς πρότερον ἔσχε δόξης περὶ ὁτουοῦν· καθόλου γὰρ τὸν ἀληθῆ λόγον περὶ πλείστου ποιεῖται καὶ οὐ πάντως προθέμενος μὴ χρήσασθαι ἡδονῇ ἐμμένει, ἀλλʼ ἂν καιρὸς ᾖ καὶ λόγος αἱρῇ χρήσασθαι, προσήσεται τὴν ἡδονήν· ὁ δὲ ἰσχυρογνώμων ἐμμενετικός ἐστιν τῇ αὑτοῦ δόξῃ οὐχ ὑπὸ λόγου φησί, τουτέστιν οὐχ ἡττώμενος ὑφʼ ἑτέρου λόγου ἀμείνονος, εἰ οὕτως ἔτυχεν, ἐπεὶ ἐνίοτε οἱ ἰσχυρογνώμονες ἄγονται ὑπὸ τῶν ἐπιθυμιῶν καὶ ἡδονῶν ἐν οὐδενὶ ποιησάμενοι τὸν λόγον. ὡς ἐπίπαν δὲ ἰσχυρογνώμονές εἰσι καὶ ἰδιογνώμονες διʼ ἡδονὴν καὶ λύπην· χαίρουσι γὰρ φυλάττοντες τὴν αὑτῶν δόξαν καὶ ὡς εἰπεῖν νικῶντες τοὺς ἐναντίους λόγους τῷ μὴ μεταπείθεσθαι καὶ λυποῦνται, ἂν μεταπείθωνται, ὥστε τῷ ἀκρατεῖ διʼ ἡδονὴν μᾶλλον ἐοίκασιν ἢ τῷ ἐγκρατεῖ. διʼ ἡδονὴν γὰρ ἁμαρτάνουσιν ἐνίοτε καὶ οὐ μεταπείθονται πρὸς τὸ βέλτιον. ἑπόμενον δʼ ἦν λέγειν «οἱ δὲ ἄγροικοι καὶ ἀμαθεῖς διὰ ἀπαιδευσίαν καὶ σκληρότητα ἤθους οὐ μεταπείθονται», ἀλλὰ παραιτεῖται τοῦτο ἐν τῷ λόγῳ.

`140`

Ἑξῆς δʼ ἐπισημειοῦται ὅτι εἰσί τινες φαντασίας ἀκρατεῖς ἔχοντες, οὐκ ὄντες δὲ ἀκρατεῖς οὐδὲ ψεκτοὶ ἀλλὰ τοὐναντίον καὶ ἐπαινετοί, οἷον οἱ τοῖς δόξασιν αὐτοῖς οὐκ ἐμμένοντες διʼ ἡδονὴν ἀλλὰ καλὴν καὶ ἐπαινετήν, οἷον ὡς ἐν τῷ Φιλοκτήτῃ τῷ Σοφοκλέους ὁ Νεοπτόλεμος· ἀνεπείσθη μὲν γὰρ ὑπὸ τοῦ Ὀδυσσέως τὰ ψευδῆ λέγειν πρὸς τὸν Φιλοκτήτην, οὐκ ἐμμένει δὲ χαίρων καὶ ἡδόμενος τῷ μὴ ψεύδεσθαι. ὥστε οὐ πᾶς ὁ διʼ ἡδονὴν μὴ ἐμμένων τοῖς δόξασιν ἀκρατής, ἀλλʼ ὁ διʼ αἰσχράν. βούλεται δὲ ὁ Ἀριστοτέλης καὶ τὴν ἐγκράτειαν μεσότητα εἶναι καθάπερ καὶ τὰς ἀρετάς. εἰ γὰρ μή ἐστιν ἀρετὴ ἀλλʼ ἐπαινετή γε ἕξις, καὶ αἱ παρακείμεναι αὐτῇ καθʼ ὑπερβολὴν καὶ ἔνδειαν διαθέσεις, εἰ καὶ μὴ παντελῶς κακαί, ψεκταί εἰσιν. καθάπερ οὖν τῇ σωφροσύνῃ μεσότητι οὔσῃ περὶ τὰς σωματικὰς ἡδονὰς καὶ τοῦ λόγου ὀρθοῦ ὄντος τοῦ ἐν τῷ σώφρονι καὶ τῆς ὀρέξεως παρέκειντο ὁ μὲν ἀκόλαστος ὑπερβάλλων ἐν ταῖς ἡδοναῖς, ὥστε καὶ τὸν λόγον ἐν αὐτῷ διεφθάρθαι καὶ τὴν ὄρεξιν, ὁ δὲ ἀναίσθητος ἐλλείπων καὶ μηδὲ ταῖς φυσικαῖς χρώμενος — φαῦλος δὲ καὶ ἐν αὐτῷ ὅ τε λόγος καὶ ἡ ὄρεξις —, οὕτως τῷ ἐγκρατεῖ μὴ ἡττωμένῳ τῶν παρὰ τὸν λόγον ἐπιθυμιῶν διὰ τὸ ἐμμένειν τῷ λόγῳ παράκεινται ὁ μὲν ἀκρατής, ἡττώμενος μὲν ὑπὸ τῶν ἐπιθυμιῶν καὶ τῶν αἰσχρῶν ἡδονῶν, παραβαίνων δὲ τὸν ἀπαγορεύοντα λόγον αὐταῖς χρῆσθαι. καὶ οὗτος μὲν τέτακται κατὰ τὴν ὑπερβολήν· ἄλλος δέ τις ἂν εἴη οἷος ἧττον ἢ δεῖ χαίρειν τοῖς σωματικοῖς καὶ οὐκ ἐμμένων τῷ λόγῳ κελεύοντι χρῆσθαι ταῖς ἡδοναῖς. πότερον δὲ ἐπιθυμῶν ὅμως οὐκ ἐνδίδωσι ταῖς ἐπιθυμίαις ἢ οὐδὲ ἐπιθυμεῖ; ὁ μὲν γὰρ Ἀριστοτέλης ἐμφαίνει μὴ ἐπιθυμεῖν αὐτόν, λέγων ἧττον ἢ δεῖ χαίρειν αὐτὸν ταῖς σωματικαῖς ἡδοναῖς. ἆρα δὲ ἐγχωρεῖ καὶ τὸν ἐπιθυμοῦντα καὶ τοῦ λόγου κελεύοντος νῦν χρῆσθαι ταῖς ἡδοναῖς ταῖσδε ὅμως λόγον τινὰ ἔχειν ἐναντιούμενον καθόλου, ὅτι οὐ δεῖ χρῆσθαι ἡδοναῖς ἢ εἰ μὴ λόγον, ἵνα μὴ ἅμα ἐναντίοι ὦσιν ἐν αὐτῷ λόγοι ἀλλὰ βούλησιν ἢ ἄλογόν τινα ὁρμὴν ὑπὸ ἀγριότητος ἤθους, ἐπιστήσειεν ἄν τις. οὗτος δʼ οὖν ἔοικε κατὰ τὴν ἔλλειψιν τετάχθαι, ἔστι δὲ ἀνώνυμος διὰ τὸ μὴ γίνεσθαι ῥᾳδίως· ἀγαπητὸν γὰρ εὑρεῖν τινας τοσαύταις χρωμένους ἡδοναῖς, ὅσαις προστάσσει ὁ λόγος ἢ μηδὲ τοῦ λόγου ἐνδιδόντος ὅμως φεύγοντας τὴν ἡδονήν· διὰ δὲ τὸ μὴ γίνεσθαι τοιούτους δοκεῖ ἡ ἐγκράτεια μόνη ἀντικεῖσθαι τῇ ἀκρασίᾳ, καθάπερ καὶ ἡ σωφροσύνη μόνη δοκεῖ ἀντικεῖσθαι τῇ ἀκολασίᾳ διὰ τὸ τὴν καλουμένην ἀναισθησίαν σπανίως ἢ ἐν μηδενὶ εὑρίσκεσθαι.

`141`

Ὅταν δὲ λέγῃ τὸν μὲν ἀκρατῆ μὴ ἐμμένειν τῷ λόγῳ διὰ τὸ μᾶλλον, τὸν δὲ διὰ τὸ ἧττον, τοῦτο δηλοῖ, ὅτι ὁ μὲν ἀκρατὴς οὐκ ἐμμένει διὰ τὸ μᾶλλον ἢ δεῖ εἴκειν ταῖς ἡδοναῖς, ὁ δὲ διὰ τὸ ἧττον ἢ δεῖ· τοῦτο δέ ἐστι διὰ τὸ μὴ δέχεσθαι μηδὲ ἃς δεῖ ἡδονάς. διὰ τί δὲ λέγομεν πολλάκις τὸν σώφρονα ἐγκρατῆ καὶ τὸν ἀκόλαστον ἀκρατῆ, διδάσκει· πολλὰ γάρ, φησί, καθʼ ὁμοιότητα λέγεται· ὅμοιος δὲ δοκεῖ ὁ ἐγκρατὴς τῷ σώφρονι — ἑκάτερος γὰρ αὐτῶν οἷος μηδὲν παρὰ τὸν λόγον διὰ τὰς σωματικὰς ἡδονὰς ποιεῖν —, πλὴν διαφέρουσιν, ὡς πολλάκις εἴρηται, τῷ τὸν μὲν σώφρονα μὴ ἔχειν φαύλας ἡδονάς, τὸν δὲ ἐγκρατῆ ἔχειν· καὶ ὁ μὲν σώφρων οἷος μήτε ἥδεσθαι μήτε χαίρειν ἄλλαις ἢ αἷς ὁ λόγος κελεύει ἡδοναῖς, ὁ δʼ ἐγκρατὴς τῷ μὲν νοσεῖν αὐτῷ τὸ ἐπιθυμητικὸν οἷος ἥδεσθαι ταῖς φαύλαις ἡδοναῖς, οὐ μέντοι ἄγεται ὑπʼ αὐτῶν, νικῶντος τοῦ ἐν αὐτῷ λόγου. δῆλον δὲ καὶ ὅτι ὁ ἀκόλαστος ἀκρατὴς καθʼ ὁμοιότητα λέγεται· ἀμφότεροι γὰρ τὰς σωματικὰς ἡδονὰς διώκουσι, διαφέρει δὲ ὅτι ὁ μὲν ἀκόλαστος καὶ πέπεισται διωκτέον αὐτὰς εἶναι, ὁ δὲ οὐ πέπεισται· λέγει δὲ ὅτι οὐχ οἷόντε ἅμα φρόνιμον εἶναι καὶ ἀκρατῆ. δέδεικται γὰρ ἐν τοῖς ἔμπροσθεν λόγοις ὁ τῷ ὄντι φρόνιμος ὅτι σπουδαῖος τὸ ἦθος καὶ πάσας ἔχων τὰς ἠθικὰς ἀρετάς, ὥστε καὶ τὴν σωφροσύνην· ἀδύνατον δὲ τὸν αὐτὸν σώφρονα καὶ ἀκρατῆ εἶναι· ἔτι φρόνιμον κυρίως καὶ κατʼ ἀλήθειαν οὐ τὸν εἰδότα μόνον τὰ δίκαια, ἀλλὰ καὶ τὸν πρακτικὸν ὧν δεῖ, καθάπερ δίκαιον οὐ τὸν εἰδότα μόνον. ὁ δʼ ἀκρατὴς οὐ πρακτικὸς τῶν δικαίων, ὥστε οὐ φρόνιμος. τὸν δὲ δεινὸν ἐνδέχεται ἀκρατῆ εἶναι· διὸ καὶ δοκεῖ φρόνιμος ἀκρατὴς εἶναι. τὸν γὰρ δεινὸν ἔνιοι φρόνιμον ὑπολαμβάνουσιν, ἔχουσι γάρ τινα ὁμοιότητα κατὰ τὸν λόγον· ἀμφότεροι γὰρ συνορατικοὶ τῶν εἰς τὸ προτεθὲν τέλος φερόντων· ἣν δὲ ἔχουσι διαφορὰν πρότερον εἴρηκεν· ἔτι δὲ οὐχ ὡς ὁ εἰδὼς τὰ πρακτὰ θεωρήματα παραβήσεται καὶ ἀκρατεύσεται, ἀλλὰ πάσχων παραπλήσιόν τι πάθος τῷ οἰνωμένῳ· ἐξίσταται γάρ πως καὶ σκοτοδινιᾷ ὑπὸ τοῦ πάθους ὁ ἀκρατής, μὴ ἀκριβῶς καθορῶν τὸν ἐν αὑτῷ λόγον καὶ ἑκὼν μὲν ποιεῖ ὁ ἀκρατὴς τρόπον τινὰ εἰδὼς ὅτι οὐ πρακτέον ποιεῖ· ἔχει γὰρ τὸν λόγον τὸν ἀπαγορεύοντα, ταραττόμενον δὲ ὑπὸ τοῦ πάθους. οὐκ ἔστι δὲ πονηρὸς παντελῶς ἀλλʼ ἡμιμόχθηρος· κακὸς μὲν γὰρ παντελῶς, ᾧ ὅλη διέφθαρται ἡ ψυχή· καὶ τὸ ἄλογον φαῦλόν ἐστιν· τοῦ δὲ ἀκρατοῦς ἡ προαίρεσις ἐπιεικής· προαίρεσιν δὲ πάλιν ἢ τὸν λόγον εἴρηκεν ἢ σὺν αὐτῷ καὶ τὴν βούλευσιν. οὔ φησι δὲ τὸν ἀκρατῆ ἄδικον εἶναι διὰ τὸ μὴ εἶναι ἐπίβουλον· ὁ μὲν γὰρ ἐπίβουλος, βουλευσάμενος δηλονότι κακά, ἐνεδρεύει καὶ κακουργεῖ· τῶν δὲ ἀκρατῶν ὁ μὲν βουλευόμενος καὶ μὴ ἐμμένων  … χρῆσθαι βούλεται, ὥστε οὐδέτερος ἐπίβουλος.

Δῆλα δὲ ἃ καὶ μετὰ ταῦτα προσέθηκεν, ὅτι ἡ ἀκρασία καὶ ἡ ἐγκράτεια περὶ ὑπερβολήν ἐστι τῆς τῶν πολλῶν ἕξεως· ὁ μὲν γὰρ ἐγκρατὴς ὑπερβάλλει αὐτοὺς ἐν τῷ ἐμμένειν μᾶλλον τῷ λόγῳ καὶ μὴ χρῆσθαι αἷς ἐκεῖνοι χρῶνται ἡδοναῖς, ὁ δὲ ἀκρατὴς ὑπερβάλλει τῷ χείρων αὐτῶν εἶναι καὶ μηδὲ ὧν ἀπέχονται, δυνατὸς εἶναι τούτων ἀφίστασθαι καὶ ταῦτα κελεύοντος τοῦ ἐν αὐτῷ λόγου. εὐιατοτέραν δὲ λέγει τὴν τῶν μελαγχολικῶν καὶ ὅλως τὴν προπετεστέραν λεγομένην ἀκρασίαν τῆς τῶν βουλευομένων μέν, μὴ ἐμμενόντων δέ — δῆλον γὰρ ὡς ἂν ἐθισθῶσι βουλεύεσθαι οἱ προπετεῖς, ταχὺ μεταβάλλονται· ἔτι τοὺς διʼ ἔθους ἀκρατεῖς εὐιατοτέρους τῶν διὰ φύσεως· δυσμετακίνητον γὰρ ἡ φύσις· καὶ τὸ ἔθος γὰρ διὰ τοῦτο δυσμετάθετον, ὅτι φύσει τι ὅμοιον ποιεῖ.

`142–144`

Περὶ δὲ ἡδονῆς καὶ λύπης οἰκείαν φησὶν εἶναι τὴν θεωρίαν τῷ πολιτικῷ φιλοσόφῳ. ἔστι γὰρ τοῦ τέλους ἀρχιτέκτων. διὰ τί δὲ λέγει αὐτὸν ἀρχιτέκτονα τοῦ τέλους; ἢ ὅτι πᾶς λέγεται ἀρχιτέκτων ἐκείνου, οὗ ὑφηγητής ἐστι τῆς κατασκευῆς; ὁ δὲ πολιτικὸς ὑφηγεῖται, ὅπως ἂν γένοιτο εὐδαιμονία. ἔτι φρόνησις ἀρχιτεκτονικὴ λέγεται, διότι τὸν λόγον παρέχει ταῖς ἠθικαῖς ἀρεταῖς. ἔστι δὲ ἡ πολιτικὴ φρόνησις περὶ πόλιν καὶ πόλεως εὐδαιμονίαν. εἰκότως οὖν καὶ αὐτὴ ἀρχιτεκτονικὴ λέγεται τοῦ τέλους καὶ ὁ ἔχων αὐτὴν ὁ πολιτικός. ἐπεὶ οὖν πρὸς τὸ τέλος βλέποντες τὸ μὲν ἀγαθὸν ἁπλῶς λέγομεν τὸ δὲ κακόν, ἀγαθὸν μὲν τὸ φέρον εἰς τὸ τέλος καὶ τὴν εὐδαιμονίαν, κακὸν δὲ τὸ ἐμποδιστικὸν ταύτης, δῆλον ὡς τοῦ ἀρχιτεκτονοῦντος τέλος καὶ ἡ περὶ ἡδονῆς ἢ λύπης θεωρία, εἴτε φέρει εἰς τὴν εὐδαιμονίαν εἴτε ἔμπαλιν ἐμποδίζει. ἔτι δέ, ἐπεί ἐστιν ἡ ἠθικὴ ἀρετὴ περὶ ἡδονὰς καὶ λύπας, ὡς δέδεικται, ἡ δὲ πολιτικὴ περὶ ἐπιμέλειαν τῆς ἠθικῆς ἀρετῆς ἐστιν, ἀναγκαῖον τῷ πολιτικῷ ἐπισκοπεῖν περὶ αὐτῶν. ἔτι τὴν εὐδαιμονίαν οἱ πλεῖστοι μεθʼ ἡδονῆς εἶναί φασι καὶ τὸν εὐδαίμονα μακάριον ὠνομάσθαι, οἷον ὡς ἂν εἴποις μάλα χαίροντα. καὶ διὰ τοῦτο οὖν οἰκεία τῷ πολιτικῷ ἡ περὶ ἡδονῆς καὶ λύπης θεωρία. ἐνίοις μὲν οὖν δοκεῖ μηδεμία ἡδονὴ εἶναι ἀγαθόν, ἧς δόξης φασὶ καὶ Ἀντισθένη γεγονέναι· λέγουσι γοῦν τὴν ἡδονὴν μήτε καθʼ αὑτὸ μήτε κατὰ συμβεβηκὸς εἶναι ἀγαθόν. ἔστι γὰρ τῶν ἀγαθῶν τὰ μὲν καθʼ αὐτά, οἷον αἱ ἀρεταὶ καὶ αἱ κατʼ αὐτὰς ἐνέργειαι, τὰ δὲ κατὰ συμβεβηκός, οἷον ἰατρεῖαι τομαὶ καύσεις καὶ οἱ πόνοι· οὐδὲν γὰρ τούτων αἱρούμεθα διʼ αὑτό, ἀλλὰ διʼ ἕτερον καὶ κατὰ συμβεβηκός· τὴν δὲ ἡδονὴν οὐδετέρως εἶναι ἀγαθὸν οὔτε ὡς καθʼ αὑτὸ οὔτε ὡς κατὰ συμβεβηκός. οὐ γὰρ εἶναι ταὐτὸν ἀγαθὸν καὶ τὴν ἡδονήν· οὕτως μὲν οὖν ἐχούσης τῆς γραφῆς, ῥᾳδία ἡ ἐξήγησις· οὐ γάρ φασιν οὔτε καθʼ αὑτὸ οὔτε κατὰ συμβεβηκὸς ἀγαθὸν εἶναι τὴν ἡδονήν, ἐπεὶ μὴ ἔστι τινὶ ταὐτὸν τινὶ ἀγαθῷ. ἐὰν δὲ ᾖ σὺν τῷ ἄρθρῳ γεγραμμένον, οὐ γὰρ εἶναι ταὐτὸν τῷ ἀγαθῷ καὶ τὴν ἡδονήν, ἀλόγως φανεῖται τοῦτʼ ἐπενηνέχθαι· εἴτε γὰρ τὸ ἀγαθὸν ὡς γένος λαμβάνεται τῶν ἀγαθῶν, εἴτε ὡς εὐδαιμονία πῶς τοῦτο ἐνδείκνυται, ὅτι οὔτε τῶν καθʼ αὑτό τι ἀγαθῶν ἐστιν ἡ ἡδονὴ οὔτε τῶν κατὰ συμβεβηκός; ὥσπερ γὰρ αἰτίαν ταῦτα ἐπιφέρει, οὐκ ἔστι δὲ αἰτία τοῦ μὴ εἶναι ἀγαθὸν τὴν ἡδονὴν τῷ μήτε γένη εἶναι τῶν ἀγαθῶν μήτε ταὐτὸν τῇ εὐδαιμονίᾳ. καὶ γὰρ ἄλλα ἀγαθὰ μέν ἐστιν, οὐ ταὐτὰ δὲ τῷ κοινῷ ἀγαθῷ ἢ τῇ εὐδαιμονίᾳ. ἀλλὰ μήποτε ἐπειδὴ ὁμωνύμως ἐδόκει λέγεσθαι τὸ ἀγαθόν, δοκεῖ λέγειν ὅτι οὐδενὶ τῶν δηλουμένων ὑπὸ τοῦ ἀγαθοῦ ταὐτόν ἐστιν. ἢ οὕτως εἴρηκεν, ἐπειδὴ προελθὼν μέλλει δείξειν τὴν ἡδονὴν μὴ οὖσαν ἀγαθὸν ἐκ τοῦ μὴ εἶναι τῇ εὐδαιμονίᾳ ταὐτὸν τῷ γένει· δῆλος δὲ ἔσται ὁ λόγος οὗτος ὀλίγον ὕστερον. ἀλλʼ οὖν τοῖς μὲν δοκεῖ μηδεμία ἡδονὴ εἶναι ἀγαθόν, τοῖς δὲ μία μὲν ἀγαθή, αἱ δὲ πολλαὶ φαῦλαι, τοῖς δὲ εἰ καὶ πᾶσαι ἀγαθὸν ὅμως μὴ εἶναι τὴν ἡδονὴν τὸ ἄριστον, τουτέστιν μὴ εἶναι εὐδαιμονίαν, οἷς ἐναντιοῦνται οἱ λέγοντες τὴν εὐδαιμονίαν ἡδονὴν εἶναι. ὅλως μὲν οὖν οὐκ ἀγαθόν, τοῦτό ἐστι καθόλου μὲν οὖν οὐδεμία ἡδονὴ ἀγαθόν, ὅτι πᾶσα ἡδονὴ γένεσις εἰς φύσιν αἰσθητή· γένεσις μὲν οὖν εἰς φύσιν λέγεται, διότι ἀναπλήρωσίς τις δοκεῖ τῆς ἐνδείας εἶναι καὶ ἄγειν εἰς τὸ ἀγαθὸν κατὰ φύσιν. ἡ μὲν γὰρ πεῖνα ἔνδεια τῆς φυσικῆς καταστάσεως, ἡ δὲ ἐν τῷ ἐσθίειν ἡδονὴ ἀναπλήρωσις τῆς ἐνδείας καὶ ἀγωγὴ εἰς τὸ κατὰ φύσιν, ἡ δὲ ἐν τῷ πίνειν ἡδονὴ ἀναπλήρωσις καὶ γένεσις ἄγουσα εἰς τὸ κατὰ φύσιν. διὰ μὲν ταῦτα γένεσις εἰς φύσιν· αἰσθητὴ δὲ ὅτι εἰσὶ καὶ ἄλλαι γενέσεις ἐν ἡμῖν, οἷον αἱ αἱματώσεις καὶ ἀναδόσεις τῆς τροφῆς, αἳ οὐκ εἰσὶν ἡδοναὶ διὰ τὸ λεληθέναι· ἀλλʼ ἐὰν ἡ γένεσις καὶ ἀναπλήρωσις αἰσθητὴ ᾖ, τότε γίνεται ἡδονή· ὁ δὴ λόγος τοιοῦτος· οὐδεμία γένεσις συγγενὴς τῷ τέλει· ἡ δὲ ἡδονὴ γένεσις· οὐκ ἄρα ἐστὶν ὁμογενὴς τῷ τέλει· τὸ δὲ τέλος καὶ ἡ εὐδαιμονία ἀγαθόν· οὐκ ἄρα ἀγαθὸν ἡ ἡδονή, εἴ γε μή ἐστιν ὑπὸ τὸ αὐτὸ γένος. διὰ τοῦτον μὲν τὸν λόγον ἔφαμεν ἐγχωρεῖν γεγράφθαι μετὰ τοῦ ἄρθρου τὸ ἀγαθόν. ὅτι δὲ οὐδεμία γένεσις ὁμογενὴς τῷ τέλει, ἐκ τῆς ἐπαγωγῆς πειρῶνται δεικνύναι. ἡ μὲν γὰρ οἰκοδόμησις γένεσις, ἡ δὲ οἰκία τέλος καὶ οὐκ εἰσὶν ὁμογενεῖς· ἡ μὲν γὰρ οἰκία οὐσία, ἡ δὲ οἰκοδόμησις καὶ τοῦ ποιεῖν καὶ τοῦ πρός τι· ἔτι ἡ ναυπήγησις γένεσις, ἡ δὲ ναῦς τέλος, καὶ οὐχ ὁμογενεῖς, καὶ ἐπὶ πολλῶν ἄν τις οὕτως λάβοι. ἔτι δὲ ψευδὴς οὗτος ὁ λόγος — καὶ γὰρ τὸ ἀγαθὸν γένος λαμβάνει οὐκ ὂν ἀλλὰ κατηγορούμενον ὁμωνύμως —, καὶ τὸ μηδεμίαν γένεσιν ὁμογενῆ εἶναι τῷ τέλει ψεῦδος· ἵνα γάρ τις δῷ γένος τὸ ἀγαθόν, ἡ ἀρετὴ καὶ ἑκάστη τῶν κατʼ ἀρετὴν ἐνεργειῶν ποιήσεις οὖσαι τοῦ τέλους, ταῦτα γένεσις ἂν λέγοιτο· ἀλλʼ ἔστιν αὐτῶν ἑκάστη ἀγαθόν· λεχθήσεται δὲ καὶ ὑπʼ αὐτοῦ πρὸς τὸν λόγον. ἔτι πρὸς τὸ μὴ εἶναι ἀγαθὸν τὴν ἡδονὴν ἐπιφέρουσι τὸ τόν τε σώφρονα φεύγειν τὰς ἡδονὰς καὶ τὸν φρόνιμον τὸ ἄλυπον διώκειν ἀλλὰ μὴ τὴν ἡδονήν. εὐσταθὴς γάρ ἐστι καὶ ἐν καταστήματι ὁ φρόνιμος, ἡ δὲ ἡδονὴ ταραχῶδες. διὸ τὴν ἀλυπίαν, εὐστάθειάν τινα οὖσαν, διώκει, οὐ τὴν ἡδονήν. ἔτι τὸ τοῦ ἀγαθοῦ ἐμποδιστικὸν οὐκ ἀγαθόν, τοιοῦτον δὲ ἡ ἡδονή· οὐκ ἄρα ἀγαθόν. ὅτι δὲ ἐμποδιστικὸν ἡ ἡδονὴ τοῦ φρονεῖν δῆλον νομίζουσιν· οὐδεὶς γὰρ ἂν οὔτε βουλεύσαιτο οὔτε εὕροι τι περὶ ἡδονὰς ὢν καὶ ἡδόμενος. μηνύει δὲ καὶ ὅσῳ ἄν τις ἐν μείζοσι μᾶλλον ἡδοναῖς ᾖ, μὴ δύνασθαι νοεῖν αὐτόν· ἐν γοῦν τῇ τῶν ἀφροδισίων ἡδονῇ ὄντα τι νοεῖν ἢ σκοπεῖν οὐ ῥᾴδιον. ἔτι παντὸς ἀγαθοῦ ἐστι τέχνη, ἡδονῆς δὲ οὐκ ἔστι τέχνη· οὐκ ἄρα ἀγαθόν. ἔτι ὅσα διώκεται ὑπὸ τῶν ἀφρονεστάτων, οὐκ ἀγαθά· αἱ ἡδοναὶ δὲ ὑπὸ τῶν παίδων καὶ θηρίων· οὐκ ἄρα ἀγαθά. διὰ μὲν οὖν τούτων πειρῶνται δεικνύειν ὅτι οὐδεμία ἡδονὴ ἀγαθόν. οἱ δὲ λέγοντες μὴ πάσας εἶναι σπουδαίας τὰς ἡδονάς, δεικνύουσιν ἐκ τοῦ πολλὰς αἰσχρὰς εἶναι, οἷον τὰς τῶν ἀκολάστων καὶ τῶν κιναίδων, καὶ ἐκ τοῦ πολλὰς βλαβεράς. διὰ γὰρ τὰς ὑπερβολὰς αὐτῶν καὶ τὰ σώματα νοσοῦσι καὶ εἰς οὐσίας βλάπτονται καὶ τὸ μέγιστον εἰς τὴν ψυχήν. οὐδενὸς γὰρ ἐπιμελούμενοι τῶν καλῶν διὰ τὴν περὶ τὰς ἡδονὰς σπουδὴν ἀφρονέστατοι καὶ ἀνοητότατοι διατελοῦσιν. ὅτι δὲ οὐκ ἄριστον, ὅτι οὐδὲ τέλος ἡ ἡδονή, πάλιν ἐκ τοῦ τέλους δείκνυσιν. οὐδὲν γὰρ τέλος ἐν γενέσει ἀλλὰ μετὰ τὴν γένεσιν.

Μετὰ ταῦτα ἐνίσταται πρὸς τοὺς εἰρημένους λόγους. ὅτι γὰρ οὐ συμβαίνει ἐπὶ τοῖς ῥηθεῖσι μὴ εἶναι ἀγαθὸν τὴν ἡδονὴν μηδὲ τὸ ἄριστον ἐκ τῶνδε δῆλον· τὸ γὰρ ἀγαθὸν διττῶς λέγεται· τὸ μὲν ἁπλῶς, τὸ δὲ τινί. ἁπλῶς μὲν γὰρ ἀγαθὸν τὸ πᾶσιν ἀγαθόν, οἷον αἱ ἀρεταὶ καὶ αἱ κατʼ αὐτὰς ἐνέργειαι, τινὶ δὲ τομαὶ καύσεις. ταῦτα γὰρ ἁπλῶς μὲν οὐκ ἀγαθά, τινὶ δέ, τῷ δεομένῳ ἰατρείας. λέγοιτο δʼ ἄν πως καὶ νόσος, καίπερ ἁπλῶς οὖσα κακόν, τινὶ ἀγαθόν, οἷον τῷ μοχθηρῷ· τούτῳ γὰρ λυσιτελεῖν καὶ νοσεῖν καὶ πένεσθαι· ἧττον γὰρ δυνήσεται κακουργεῖν. ἐπεὶ οὖν τὸ ἀγαθὸν διχῶς, καὶ αἱ φύσεις καὶ αἱ ἕξεις ἀκολουθήσουσιν, ὥστε εἶναι τὰς μὲν ἁπλῶς ἀγαθάς, τὰς δὲ τινί. αἱ γὰρ φυσικαὶ διαθέσεις καὶ ἕξεις αἱ μὲν ἁπλῶς ἀγαθαί, οἷον αἱ ἀρεταί, αἱ δὲ τισίν, οἷον αἱ φυσικαὶ καταστάσεις καὶ σωματικαὶ ἕξεις ὑγίεια εὐεξία εὐαισθησία. τινὶ γὰρ ταῦτα ἀγαθά, τῷ σπουδαίῳ, καὶ διὰ τοῦτο λέγεται καὶ ἁπλῶς ἀγαθά· καὶ ἡ νοσώδης ἕξις τινὶ ἀγαθόν, λέγω δὲ τῷ μοχθηρῷ. τῷ δὲ τὰς ἕξεις τὰς μὲν εἶναι ἁπλῶς ἀγαθόν, τὰς δὲ τινί, ἀκολουθεῖν καὶ τὰς κινήσεις καὶ τὰς γενέσεις τὰς ἐπʼ αὐτῶν γενομένας τὰς μὲν ἁπλῶς ἀγαθὰς εἶναι, τὰς δὲ τινί· καὶ αἱ δοκοῦσαι ἁπλῶς φαῦλαι τινὶ οὐκ ἔσονται φαῦλαι, ἀλλʼ αἱρεταὶ τῷδε, οἷον αἱ νοσεραὶ κινήσεις, ἁπλῶς οὖσαι φαῦλαι, τῷ ἀνιάτως ἔχοντι διὰ μοχθηρίαν ἀεὶ λυσιτελοῦσιν· ἰατρεῖαι γὰρ αὐτοῦ γίνονται ταῖς κατὰ τὴν μοχθηρίαν ἐνεργείαις· αἱ δὲ οὐδὲ αἱρεταὶ τῷδε, ἀλλὰ ποτέ, οἷον τῷ νοσοῦντι τομαὶ καὶ ἰατρεῖαι τότε ὅτε νοσεῖ· ἁπλῶς δὲ οὐκ εἰσὶν αἱρεταί· αἱ δὲ ἀεὶ, αἱ δὲ οὔ· οὕτως οὐδὲ ἡδοναί εἰσι, φησί, ἀλλὰ φαίνονται, οἷον ὅσαι μετὰ λύπης, ὥσπερ αἱ τῶν καμνόντων. αἱ γὰρ ἀληθεῖς ἡδοναὶ τοῖς κατὰ φύσιν διακειμένοις· εἰ δʼ αἱ τῶν νοσούντων ἡδοναὶ παρὰ φύσιν, πολλῷ μᾶλλον αἱ τῶν ἀκολάστων· μᾶλλον γὰρ παρὰ φύσιν οὗτοι διάκεινται. ταῦτα δὲ λέγεται πρὸς τοὺς φάσκοντας μὴ εἶναι ἀγαθὸν τὴν ἡδονήν, ἐπειδὴ ἡ γένεσίς ἐστι κίνησις. αἱ μὲν γὰρ τῶν ἀγαθῶν ἕξεων κινήσεις καὶ γενέσεις ἀγαθαί, αἱ δὲ τῶν φαύλων φαῦλαι, ὥστε εἰ καί τις δῴη κίνησιν ἢ γένεσιν εἶναι τὴν ἡδονήν, οὐ πᾶσα φαύλη ἀλλʼ ἡ ἀπὸ τῆς φαύλης ἕξεως γινομένη φαύλη, ἡ δʼ ἀπὸ τῆς ἐπιεικοῦς ἐπιεικής.

`145–146`

Μετὰ ταῦτα δείκνυσιν οὔτε γένεσιν οὖσαν τὴν ἡδονὴν οὔτε κίνησιν. ἐπεὶ δὲ τοῦ ἀγαθοῦ τὸ μὲν ἐνέργεια τὸ δὲ ἕξις, ὡς ἕξις μὲν ἀγαθὸν ἀρετή, ὡς ἐνέργεια δὲ ἡ κατʼ ἀρετὴν ἐνέργεια, καὶ αἴσθησις μὲν ἀγαθὸν ὡς ἕξις — λέγω δὲ αἴσθησιν τὴν δύναμιν, ἡ δὲ κατʼ ἐνέργειαν αἴσθησις ἀγαθὸν ὡς ἐνέργεια —, ἡ ἡδονὴ ἀγαθόν ἐστιν οὐχ ὡς ἕξις ἀλλʼ ὡς ἐνέργεια τῆς φύσεως. κατὰ συμβεβηκὸς δὲ αἱ ἀναπληρώσεις καὶ ἀποκαταστάσεις, αἵ εἰσιν εἰς τὴν φύσιν ἡδεῖαι. προηγουμένως μὲν γὰρ ἡδόμεθα διὰ τὸ ἐνεργεῖν τὴν φύσιν τρεφομένων ἡμῶν· λέγω δὲ φύσιν τὴν ψυχήν. ἐνεργεῖ γὰρ τότε ἡ θρεπτική, καὶ διὰ τοῦτο ἡδόμεθα. συμβαίνει δὲ τὸ τηνικαῦτα καὶ ἀναπλήρωσιν γενέσθαι. ἔστι δὲ ἡ ἡδονὴ ἐνέργεια τῆς ὑπολοίπου ἐν ἡμῖν φύσεως καὶ ἕξεως. κἂν γὰρ ἐνδεεῖς ὦμεν κατὰ τὸ σῶμα τήν γε φύσιν ὑπολελειμμένην καὶ δυναμένην ἐν αὐτῇ ἐνεργεῖν ἔχομεν αὐτὴν συμπαρόντων αὐτῇ τῶν σιτίων καὶ τῶν ποτῶν ἐνεργεῖν. καὶ ἡ μὲν ἡδονὴ κατʼ ἐνέργειαν, κατὰ συμβεβηκὸς δέ, ὥς φησιν, ἀναπλήρωσις γίνεται τοῦ ἐνδέοντος ἐν τῷ σώματι. τεκμήριον δὲ μέγιστον τοῦ μὴ εἶναι γένεσιν τὴν ἡδονήν, ὃ λέγει· πολλαὶ γὰρ ἡδοναὶ ἄνευ λύπης καὶ ἐπιθυμίας, οὐδεμιᾶς ἐνούσης ἐνδείας, οἷον αἱ θεωρητικαί, καὶ αὗται μὲν αὐτῆς τῆς ψυχῆς καθʼ αὑτὴν ἐνεργούσης, ἔνιαι δὲ καὶ διὰ τοῦ σώματος, οἷον αἱ διʼ ὁράσεως καὶ ὀσφρήσεως καὶ ἀκοῆς, ὧν οὐδεμία γίνεται προλυπηθεῖσιν. ἔδει δέ, εἴ γε ἀναπλήρωσις ἡδονὴ καὶ γένεσις ἡδονὴ καὶ γένεσις εἰς τὸ κατὰ φύσιν, πάσας εἶναι τὰς ἡδονὰς ἀναπληρώσεις. νῦν δὲ φαίνεται ἡ μὲν κατὰ θεωρίαν ἡδονὴ τῆς θεωρητικῆς ψυχῆς ἐνέργεια οὖσα, ἡ δὲ κατὰ τὸ ὁρᾶν ἢ ὀσφραίνεσθαι τῆς αἰσθητικῆς· εὔλογον δὲ καὶ τὴν ἐν τῷ τρέφεσθαι καὶ ἀναπληροῦσθαι τὸ σῶμα γινομένην ἡδονὴν ἐνέργειαν λέγειν τῆς θρεπτικῆς φύσεως, διότι ἀχώριστός ἐστι τῆς ἐνεργείας, ἐπεὶ καὶ ἡ ἐνέργεια τῆς ἀρετῆς ἡδονή ἐστιν ἀχώριστος. λεχθήσεται δὲ περὶ τούτου ἐν τῷ ἑξῆς σαφέστερον. ἔτι δὲ σημεῖον δεῖ φέρειν τοῦ ἐνέργειαν εἶναι τῆς φύσεως τὴν ἡδονὴν τὸ μὴ τῷ αὐτῷ ἡδεῖ χαίρειν ἀναπληρουμένης τε τῆς φύσεως καὶ καθεστηκυίας. λέγει δὲ νῦν ἀναπλήρωσιν τῆς φύσεως οὐχ ἁπλῶς τὴν διὰ τῆς τροφῆς γενομένην ἀλλὰ τὴν τοῖς κάμνουσιν, ἥτις ἀναπλήρωσις ὡς ἀληθῶς βούλεται εἶναι φύσεως διὰ τὸ παντάπασιν ἐξεστάναι τῆς φυσικῆς διαθέσεως· καθεστηκυῖαν δέ φησι τὴν τῶν ὑγιαινόντων ὀνομάζειν. οἱ μὲν οὖν κάμνοντες οὐ χαίρουσι τοῖς ἁπλῶς ἡδέσιν· ἁπλῶς δέ ἐστιν ἡδέα τὰ τοῖς κατὰ φύσιν διακειμένοις ἡδέα, ὡς καὶ λευκὰ τὰ τοῖς κατὰ φύσιν διακειμένοις τὴν ὄψιν φαίνεται λευκά. οἱ μὲν οὖν κάμνοντες πικροῖς καὶ ὀξέσι χαίρουσιν, ὧν οὐδὲν φύσει ἡδὺ οὐδὲ ἁπλῶς, οἱ δὲ ὑγιαίνοντες καὶ ἐν καταστάσει τῆς φύσεως ἥδονται τοῖς ἁπλῶς ἡδέσι. τίνος οὖν τοῦτο σημεῖον ἢ τοῦ ἐνέργειαν εἶναι φύσεως τὴν ἡδονήν; ὅσῳ γὰρ ἂν πλεῖον ἢ μᾶλλον κατὰ φύσιν ἔχωμεν καὶ ἀκωλύτως ἡ φύσις ἐνεργῇ, τοῖς ἀληθῶς ἡδέσιν ἀσμενίζομεν· ἐπειδὰν δὲ παρὰ φύσιν ἔχωμεν καὶ πολλῆς ἀναπληρώσεως δεώμεθα καὶ φαύλως καὶ ἐμποδιζομένως τι ἐνεργῇ ἡ φύσις, οὐ χαίρομεν τοῖς ἁπλῶς ἡδέσιν, ὥστε οὔτε ἡδοναὶ ἁπλῶς οὔτε κυρίως αἱ ἀπʼ αὐτῶν. ὡς γὰρ τὰ ἡδέα ἔχει πρὸς ἄλληλα, οὕτω καὶ αἱ ἀπʼ αὐτῶν ἡδοναί. τὰ δὲ τῶν καμνόντων ἡδέα, ὥσπερ καὶ πρὸς τάττω, ὅτι ἡδέα καὶ κατὰ φύσιν ἡδέα ἐναντία ἔχει, ὥστε καὶ αἱ ἡδοναὶ ἐναντίαι ἂν εἶεν τῶν καμνόντων ταῖς τῶν ὑγιαινόντων, καὶ διὰ τοῦτο οὐδὲ ἡδοναί, ἀλλὰ φαινόμεναι τοῖς παρὰ φύσιν ἔχουσιν, καθάπερ τὰ ἡδέα.

Ἔτι οὐκ ἀνάγκη ἕως ἐπεὶ εἰσὶν ἡδοναὶ καὶ σώφρονος.

`147–148`

Οἱ λέγοντες μὴ εἶναι τέλος τὴν ἡδονὴν μηδὲ ταὐτὸν τῇ εὐδαιμονίᾳ μάλιστα χρῶνται τῷ γένεσιν αὐτὴν εἶναι, πρὸς οὓς ἀποτεινόμενός φησιν εἶναι μὴ ἀναγκαῖον ἕτερόν τι τῆς ἡδονῆς τίθεσθαι βέλτιον. ὁμολογουμένως μὲν γὰρ ἄμεινον τὸ οὗ ἕνεκεν τοῦ ἕνεκά του καὶ διὰ τοῦτο πάσης γενέσεως τὸ τέλος ἄμεινον, οὗ ἕνεκεν ἡ γένεσις. ἀλλʼ οὐκ ἔστιν ἡδονὴ ἡ γένεσις, ὡς εἴρηται· οὐ μόνον δὲ οὐκ εἰσὶν ἐνέργειαι αἱ ἡδοναί, ἀλλʼ οὐδὲ μετὰ γενέσεως πᾶσαι. αἱ μὲν γὰρ μετὰ ἀναπληρώσεως, εἰ καὶ μὴ γενέσεις, ἀλλὰ μετὰ γενέσεως· τοιαῦται δέ εἰσιν αἱ διὰ τῆς τροφῆς ἡδοναὶ καὶ διὰ τοῦ θάλπεσθαι, ὁπότε ἐνδεήσει τοῦ θερμοῦ τὸ σῶμα, καὶ διὰ τοῦ ψύχεσθαι, ὁπότε ἐνδεήσει τοῦ ψυχροῦ. οὔτε δὲ αἱ διὰ τοῦ ὁρᾶν γινόμεναι ἡδοναὶ οὔτε αἱ διὰ τοῦ ἀκούειν μετὰ ἀναπληρώσεως· οὐ γὰρ προϋπαρχούσης ἐνδείας καὶ λύπης γίνονται. μάλιστα δὲ πασῶν αἱ διὰ τοῦ θεωρεῖν ἡδοναὶ πόρρω εἰσὶ τοῦ μετὰ ἀναπληρώσεως ἢ γενέσεώς τινος συμβαίνειν. ἐπεὶ οὖν γενέσεις μὲν οὐκ εἰσὶν αἱ ἡδοναί, ἐνέργειαι δὲ τῆς κατὰ φύσιν ἕξεως, οὐδὲν κωλύει αὐτὰς κατὰ τοῦτον τὸν λόγον τὸ ἄριστον εἶναι καὶ ταὐτὸν τῇ εὐδαιμονίᾳ. ἐπεὶ γὰρ διὰ τὸ γένεσιν εἶναι τὴν ἡδονὴν οὔ φησιν ἐγχωρεῖν εἶναι αὐτὴν τέλος, οὐ φαίνεται δὲ γένεσις οὖσα, τί κωλύει τέλος εἶναι ἡδονήν; ἀλλὰ τοὺς λόγους οἷς χρῶνται οἱ μὴ ἀγαθὸν αὐτὴν λέγοντες ἢ μὴ τέλος ἀνατρέπειν δεῖ· τάχα δʼ ἄν πως εἴη καὶ τέλος, διότι σὺν τῷ τέλει καὶ τῇ εὐδαιμονίᾳ πάντως ἐστίν· πᾶσα γὰρ εὐδαιμονία μεθʼ ἡδονῆς· οὐ γινομένων οὖν συμβαίνουσιν αἱ ἡδοναὶ ἀλλὰ χρωμένων. τῶν γὰρ φυσικῶν ἕξεων ἐνεργουσῶν καὶ χρωμένων τισὶ συμβαίνουσιν αἱ ἡδοναί· τῆς μὲν οὖν θρεπτικῆς ψυχῆς χρωμένης σιτίοις καὶ ποτοῖς αἱ διὰ τῆς τροφῆς ἡδοναὶ γίνονται, τῆς δὲ ὁρατικῆς δυνάμεως χρωμένης τοῖς ὁρατοῖς καὶ ἐνεργούσης περὶ αὐτὰ ἡ ἀπὸ τῶν ὁρατῶν ἡδονὴ γίνεται, ἄλλης δὲ φύσεως ἢ ἕξεως ἄλλῳ τῳ χρωμένης ἄλλη προσγίνεται ἡδονή. εἰ δὲ καὶ δῴη τις παρὰ τὰς ἡδονὰς ἕτερόν τι γίνεσθαι, οὐκ ἐπὶ πασῶν τοῦτο ἔστιν, ἀλλʼ ἐπὶ τῶν πρώτων κατὰ τελείωσιν τῆς φύσεως λεγομένων γίνεσθαι, αὗται δέ εἰσιν αἱ κατὰ τὴν ἀναπλήρωσιν. οὐ γὰρ διὰ τοῦτο τρεφόμεθα διὰ τὸ τρέφεσθαι οὐδὲ τὴν ἀπὸ τούτου ἡδονὴν αἱρούμεθα διʼ αὑτήν, ἀλλʼ ἵνα εἰς κατάστασιν τὴν φυσικὴν ἀγάγωμεν τὸ σῶμα. τέλος οὖν ἡ κατάστασις, ἕτερον οὖσα τῆς ἀναπληρώσεως καὶ τῆς κατὰ ταῦτα ἡδονῆς. ἐπεὶ οὖν οὐ πᾶσαι ἀποκαταστάσεις τινές εἰσιν εἰς τὸ κατὰ φύσιν — αἱ γοῦν κατὰ τὸ θεωρεῖν ἡδοναὶ οὐδὲν ἔχουσι τοιοῦτον οὐδὲ ἑτέρου ἕνεκεν γίνονται ἀλλʼ εἰσὶν αὐτὸ τὸ τέλος —, φανερόν, ὡς οὐδὲν ἂν κωλύοι εἶναί τινα ἡδονὴν τέλος. διόπερ οὐ καλῶς ἔχει αἰσθητὴν γένεσιν λέγειν τὴν ἡδονήν, ἀλλὰ μᾶλλον, φησί, λεκτέον ἐνέργειαν τῆς κατὰ φύσιν ἕξεως· τοῦτο γὰρ κοινὸν ἁπάσαις ταῖς ἡδοναῖς· ἀντὶ δὲ τοῦ αἰσθητὴν ἀνεμπόδιστον ῥητέον· οἱ μὲν γὰρ ἀποδιδόντες γένεσιν αὐτὴν οὕτως ἔλεγον γένεσιν εἰς φύσιν αἰσθητήν, αὐτὸς δὲ ἐνέργειαν τῆς κατὰ φύσιν ἕξεως ἀνεμπόδιστον εἶπεν. εἰ μὲν οὖν ἐν τῷ ἀνεμπόδιστον λέγειν ἐμφαίνεται καὶ τὸ αἰσθητόν, ἱκανῶς ἂν ἔχοι ὁ τῆς ἡδονῆς ὁρισμός· εἰ δὲ μὴ ἐμφαίνεται, δεῖ πάντως τὸ αἰσθητὸν προσκεῖσθαι. ἂν γὰρ ἐνέργεια μὲν ᾖ τῆς φύσεως καὶ ἀνεμπόδιστος, μὴ αἰσθητὴ δέ, οὐκ ἔσται ἡδονή, οἷον ἡ ἀνάδοσις τῆς τροφῆς ἐνέργεια μέν ἐστι τῆς φύσεως, οὐ μὴν αἰσθητή, διόπερ οὐδὲ ἡδονή. δοκεῖ δέ, φησί, γένεσις εἶναι ἡδονή, ὅτι κυρίως ἀγαθόν. τοῦτο δὲ λέγει, ἐπειδὴ τὸ κυρίως λεγόμενον ἀγαθὸν ἐνέργειαν νομίζει εἶναι· τὴν γοῦν εὐδαιμονίαν ἐνέργειαν τίθεται. ἐπεὶ οὖν καὶ ἡ ἡδονὴ ἐνέργειά τις, κυρίως ἂν εἴη ἀγαθόν. λέγει οὖν τοῦτο ὥσπερ μεμφόμενος τοῖς γένεσιν αὐτὴν λέγουσι καὶ διὰ τοῦτο ὅτι μὴ σπουδαῖον, ὡσανεὶ ἔλεγεν, ἐξ οὗ μάλιστα αὐτὴν ἔδει μὴ νομίζειν γένεσιν, ἐκ τούτου νομίζουσιν. ἔστι μὲν γὰρ ἐνέργεια καὶ διὰ τοῦτο κυρίως ἀγαθόν· οἱ δὲ διὰ τοῦτο γένεσιν λέγουσιν, ἀπατώμενοι τῷ νομίζειν ταὐτὸν τὴν ἐνέργειαν καὶ τὴν γένεσιν, ἔστι δὲ ἕτερον. καὶ ἀγαθὸν μὲν πάντες τὴν ἐνέργειαν οὐκ ἴσασιν οὖσαν, συνάγοντες δὲ εἰς ταὐτὸν τὴν ἐνέργειαν καὶ τὴν γένεσιν, ἡγοῦνται γένεσιν τὴν ἡδονήν. ἴσως μὲν οὖν ἔνιαι ἐνέργειαι γενέσεως αἰτίαι, οὐ μὴν οὐδὲ ἐκεῖναι γενέσεις· ἡ γὰρ οἰκοδομικὴ ἐνέργεια αἰτία μὲν γενέσεως, οὐ μὴν αὐτὴ γένεσις. ἔνιαι δὲ ἐνέργειαι καὶ ἁπλῶς τέλος, ὁπότε καὶ ἡ εὐδαιμονία ἐνέργειά τίς ἐστι κατʼ ἀρετήν. πρὸς δὲ τοὺς λέγοντας εἶναι φαύλας τὰς ἡδονάς, ἐπειδὴ ἔνια τῶν ἡδέων νοσώδη ἐστίν, ἀπαντῶν φησι, τοῦτο καὶ περὶ ὑγιεινῶν οὐδὲν κωλύει λέγειν. ἔνια γὰρ τῶν ὑγιεινῶν πρὸς χρηματισμὸν φαῦλα. γυμναζόμενος γάρ τις καὶ ἐπιμελούμενος ἀεὶ τοῦ σώματος, τάχʼ ἂν ἀμελήσειε χρηματισμοῦ, ἀλλʼ οὐ διὰ τοῦτο ταῦτα φαῦλα εἶναι, ὅτι ποτὲ καί τινι πρὸς χρηματισμὸν ἐναντία ἐγένετο, ἀλλʼ εἴπερ ἄρα κατὰ τοῦτο φαῦλα, κατὰ τὸ ἐμποδίζειν πρὸς χρηματισμὸν καὶ ποτὲ καὶ τινί, ἐπεὶ καὶ τὸ θεωρεῖν ποτε βλάπτει πρὸς ὑγίειαν, ὅταν ἐπὶ πλέον τις πρὸς θεωρίαν διατρίβων ὀλιγωρῇ τῆς αὑτοῦ ὑγιείας. ἆρʼ οὖν διὰ τοῦτο φαῦλον τὸ θεωρεῖν, ἢ τῷ ἐπὶ πλέον αὐτῷ χρωμένῳ καὶ ἐκείνῳ πρὸς ὑγίειαν φαῦλον, οὐχ ἁπλῶς; ταὐτὸν δὴ ῥητέον, ὅτι καὶ ἡδέα ἔνια νοσώδη, καὶ ποτὲ καὶ τινὶ τῶν ἐπὶ πλέον ἢ δεῖ χρωμένων καὶ μὴ κατὰ καιρόν, ὃν προσήκει. ἀλλʼ οὐ διὰ τοῦτο ἁπλῶς τὰ ἡδέα φαῦλα οὐδὲ αἱ ἡδοναί.

`149–150`

Ἐλέγετο δὲ καὶ διὰ τοῦτο φαῦλον ἡ ἡδονή, ὅτι ἐμποδίζει τῷ φρονεῖν καὶ τῷ νοεῖν· οὐδένα γὰρ δύνασθαι φρονεῖν οὐδὲ διανοεῖσθαι ἐν ἡδονῇ ὄντα. δηλοῖ δὲ τοῦτο μάλιστα ἡ τῶν ἀφροδισίων· ἐνίσταται οὖν καὶ πρὸς ταῦτα· οὔτε γὰρ φρονήσει, φησίν, ἐμποδίζει οὔθʼ ἕξει οὐδεμιᾷ ἡ οἰκεία ἡδονὴ ἀλλʼ ἡ ἀλλοτρία, ἐπεὶ αἵ γε οἰκεῖαι καὶ συναύξουσιν, οἷον εἴ τις διανοούμενος καλὰ ἢ ἀγαθὰ ἥδοιτο, ἐπίτασις ἐκ τῆς ἡδονῆς πρὸς τὸ διανοεῖσθαι γίνεται αὐτῷ· καὶ ἡ κατὰ τὸ θεωρεῖν ἡδονὴ αὔξει τὴν τοῦ θεωρεῖν δύναμιν καὶ ἡ ἀπὸ τοῦ μανθάνειν ἐπιδόσεις τῆς μαθήσεως ποιεῖ καὶ τέλος εἰς ἐπιστήμην καθίστησι καὶ καθόλου πᾶν ἔργον καὶ πᾶσα ἐνέργεια, γινομένη μεθʼ ἡδονῆς, ἀνύεται μᾶλλον καὶ τελειοῦται. ἔτι τε λέγει, παντὸς ἀγαθοῦ τέχνην εἶναι, ἡδονῆς δὲ μὴ εἶναι τέχνην, οὐκ ἄρα ἀγαθὸν ἡ ἡδονή. καὶ τοῦτον λύει τὸν λόγον· τὸ γὰρ μὴ εἶναι τέχνης ἔργον μηδεμίαν ἡδονὴν εὐλόγως, φησίν, συμβέβηκεν, οὐδὲ γὰρ ἄλλης ἐνεργείας οὐδεμιᾶς τέχνη ἐστίν, ἀλλὰ τῆς δυνάμεως, οἷον ἡ ἰατρικὴ ἀπεργαστική ἐστιν ὑγιείας, δυνάμεως οὔσης τινὸς καὶ ἕξεως, οὐ μὴν τῶν ὑγιεινῶν ἐνεργειῶν, ἀλλʼ ἡ μὲν ὑγίεια ἰατρικῆς ἔργον, αἱ δὲ ὑγιειναὶ ἐνέργειαι ἀπὸ τῆς ἕξεως ἐνεργοῦνται. ὡσαύτως δὲ καὶ ἡ εὐεξία· αὕτη μὲν γυμναστικῆς ἔργον, αἱ δὲ γυμναστικαὶ ἐνέργειαι οὐ γυμναστικῆς ἀλλὰ τοῦ ἔχοντος τὴν εὐεξίαν. ἐνσταίη δʼ ἄν τις ἴσως πρὸς αὐτὸν δεικνὺς τὰς ἀπὸ τῶν τεχνῶν ἐνεργείας· πᾶσαι γὰρ ὑπὸ τῶν τεχνῶν ἐνεργοῦνται, αἱ μὲν ἰατρικαὶ ὑπὸ ἰατρικῆς, αἱ δὲ τεκτονικαὶ ὑπὸ τεκτονικῆς. ἐννοητέον δὲ ὅτι ὁ λόγος ἐστὶν αὐτῷ περὶ τῶν ἀγαθῶν, ὅσα ἐκ τέχνης γίνεται. ἀγαθὰ δὲ τὰ μὲν περὶ σῶμα, τὰ δὲ περὶ ψυχήν, τὰ δὲ ἐκτός· αἱ μὲν οὖν κατὰ τὰς τέχνας ἐνέργειαι οὐ πάντως ἀγαθά· ὅσαι δὲ ποιητικαὶ λέγονται ἀγαθῶν τινῶν εἰσιν, ἰατρικὴ ὑγιείας καὶ γυμναστικὴ εὐεξίας, δυνάμεώς εἰσιν ποιητικαί, ἀλλʼ οὐκ ἐνεργειῶν. αἱ δὲ κατὰ τὴν σοφίαν ἐνέργειαί εἰσι μὲν ἀγαθαὶ καὶ κατὰ τὰς ἀρετάς γε οὖσαι ἐνέργειαι, οὐ χωρὶς ἐπιστήμης. ἀλλʼ οὐ περὶ τῶν τοιούτων ἀγαθῶν ὁ λόγος ἀλλὰ περὶ τῶν ὑπὸ τέχνης τινὸς γινομένων. καὶ ταῦτα γὰρ ἰδίως ἐκάλουν τέχνας. ἐπεὶ οὖν ἡ ἡδονὴ ἐνέργεια, εὐλόγως οὐκ ἔστιν αὐτῆς τέχνη. εἶτα ἐκ περιουσίας δείκνυσιν, ὅπως εἰσί τινες τέχναι ἡδονῶν, ἤγουν μυρεψικὴ τέχνη καὶ ἡ ὀψοποιητική, τέλος ἔχουσα τὸ ποιῆσαι ἡδονάς. ἀλλὰ πρὸς τὸν λόγον ἐνίσταται τὸν λέγοντα μηδεμιᾶς ἡδονῆς τέχνην. ἐλέγοντο δὲ καὶ ἄλλοι τινὲς τοιοῦτοι λόγοι κατὰ τῆς ἡδονῆς· ὃ γὰρ φεύγει ὁ σώφρων, οὐκ ἀγαθὸν ἔφασαν εἶναι, φεύγει δὲ ὁ σώφρων τὴν ἡδονήν, οὐκ ἄρα ἀγαθόν· καὶ ἐπεὶ ὁ φρόνιμος οὐ τὴν ἡδονὴν διώκει ἀλλὰ τὴν ἀλυπίαν, οὐχ ἡ ἡδονὴ ἀγαθόν, ἀλλʼ ἡ ἀλυπία. ἔτι ὃ διώκει τὰ ἀφρονέστατα οὐ σπουδαίων ἐστίν· διώκει δὲ τὰ ἀφρονέστατα τὴν ἡδονήν, τὰ θηρία καὶ τὰ παιδία, ὥστε οὐ σπουδαίων ἡ ἡδονή. τούτων δὴ τῶν λόγων πάντων μίαν κατὰ τὴν φύσιν λύσιν εἶναι· ἐπεὶ γὰρ εἴρηται πῶς ἀγαθαὶ ἁπλῶς πᾶσαι ἡδοναὶ καὶ πῶς οὐκ ἀγαθαί — ἁπλῶς μὲν γὰρ ἀγαθαί, ἐπεὶ τῆς κατὰ φύσιν ἕξεως ἐνέργειαί εἰσιν, οὐκ ἀγαθαὶ δὲ πᾶσαι, ἐπεὶ δοκοῦσι καὶ τῶν παρὰ φύσιν διακειμένων ἐνέργειαι ἡδοναὶ εἶναι· ἐκ ταύτης τῆς διαιρέσεως φανερὰν εἶναι τὴν λύσιν νενόμικε —, τὰ θηρία καὶ τὰ παιδία τὰς τοιαύτας διώκει ἡδονάς. ποίας δέ, ἄξιον ἐννοῆσαι· οὐ γὰρ πάντως τὰς παρὰ φύσιν οἵας οἱ κάμνοντες, ἀλλὰ τὰς ἐν τούτῳ τῷ γένει· καὶ γὰρ τὰ θηρία καὶ τὰ παιδία τὰς κατὰ τὴν ἀναπλήρωσιν ἡδονὰς διώκει· ἐν γὰρ τούτῳ τῷ γένει εἰσίν, ἃς καὶ οἱ κάμνοντες καὶ οἱ παρὰ φύσιν διακείμενοι διώκουσιν· ἀναπληρώσεις γάρ εἰσι πᾶσαι. συναπτέον δὲ οὕτως τὴν λέξιν· τὰς τοιαύτας τὰ θηρία καὶ τὰ παιδία διώκει τὰς μετὰ ἐπιθυμίας καὶ λύπης, καὶ τὴν τούτων ἀλυπίαν ὁ φρόνιμος διώκει δηλονότι. οὐ γὰρ ἥδεσθαι βούλεται πάντως ταῖς σωματικαῖς ἡδοναῖς, ἀλλʼ ἐξαρκεῖ αὐτῷ τὸ ἀλύπως ἔχειν ὑπὸ τῶν ἐναντίων. φεύγει δὴ οὐχ ἁπλῶς τὰς σωματικὰς ἡδονὰς ὁ φρόνιμος, ἀλλὰ τὰς ὑπερβολὰς αὐτῶν καθʼ ἃς ὁ ἀκόλαστος. διὸ καὶ ὁ σώφρων φεύγει τὰς τοιαύτας ὑπερβολάς, ἐπεὶ εἰσί γε ἡδοναὶ καὶ σώφρονος· μέχρι γάρ τινος χρῆται ταῖς σωματικαῖς ἡδοναῖς καὶ ὁ σώφρων καὶ ὁποίαις τισίν.

Ἀλλὰ μὴν καὶ ὅτι ἡ λύπη ἕως οὐ γὰρ ἁπλῆ οὐδʼ ἐπιεικής.

Σπεύσιππον δέ φασιν οὕτω δεικνύειν ὅτι ἡδονὴ ἀγαθόν ἐστιν· τὸ ἐναντίον ἀγαθῷ κακόν· ἐναντίον δὲ ἡ λύπη, κακὸν οὖσα, τῇ ἡδονῇ· ἀγαθὸν ἄρα. ὁ δὲ Ἀριστοτέλης οὐχ οὕτως τὸν λόγον ἠρώτηκεν, ἀλλʼ ἐπηνωρθώσατο εἰπών· τὸ ἐναντίον φευκτῷ ᾗ φευκτὸν ἀγαθόν· ἡ δὲ ἡδονὴ ἐναντίον τῇ λύπῃ φευκτῷ οὔσῃ καὶ οὐκ ἔστι κακόν — οὐδεὶς γὰρ ἂν εἴποι κακὸν τὴν ἡδονήν· ἀγαθὸν ἄρα. δύναται ὁ λόγος οὗτος πρὸς τοὺς κακὸν μὲν μὴ λέγοντας εἶναι τὴν ἡδονὴν μήτε δὲ ἀγαθὸν μήτε κακόν. ἡ μὲν οὖν ὅλη βούλησις τοῦ λόγου τοιαύτη, τὰ δὲ κατὰ τὴν λέξιν οὕτως ἔχει· τὴν λύπην πρῶτον τίθησι κακὸν μετὰ παραμυθίας. ἡ μὲν γὰρ ἀπλῶς ἐστι κακόν, ἡ τῶν μοχθηρῶν, οἷον ἡ τοῦ ἀδίκου ἣν λυπεῖται, ὅταν μὴ δύνηται ἀδικεῖν, καὶ ἡ τοῦ ἀκολάστου, ὅταν ἀνιᾶται κωλυόμενος τῇ ἀκολασίᾳ χρήσασθαι· ἡ δέ ἐστι λύπη οὐχ ἁπλῶς κακόν, ἣν ὁ ἐπιεικὴς λυπεῖται, διὰ τὸ μὴ ἀφʼ ἕξεως εἶναι μοχθηρᾶς, κακὸν δʼ ὅμως καὶ αὕτη διὰ τὸ ἐμποδιστικὴ εἶναι καλῶν ἐνεργειῶν· λυπούμενος γὰρ ὁ ἀγαθὸς ἐμποδίζεται πολλὰ πρὸς τὰς καλὰς ἐνεργείας. θεὶς δὲ διὰ τούτων κακὸν εἶναι τὴν λύπην, ἑξῆς λέγει τὸν ῥηθέντα πρόσθεν λόγον εἰς τὸ ἀγαθὸν εἶναι τὴν ἡδονήν.

Εἷται ἐπιφέρει· ὡς γὰρ Σπεύσιππος ἔλυεν, οὐ συμβαίνει ἡ λύσις. ἤτοι δὲ λύσιν λέγει τὴν δεῖξιν ἢ τῷ ὄντι ἔλυε τὸν λόγον τῶν φασκόντων μὴ εἶναι ἀγαθὸν τὴν ἡδονήν· οὐ μὴν αὐτάρκως ἔλυε λέγων· τὸ ἐναντίον κακῷ ἀγαθόν. ἐναντίον δὲ τῇ λύπῃ κακῷ ὄντι ἡδονή· ἀγαθὸν ἄρα· κακῷ γὰρ οὐ μόνον τὸ ἀγαθὸν ἐναντίον ἀλλὰ καὶ τὸ κακὸν ὡς τῇ θρασύτητι οὐ μόνον ἡ ἀνδρεία ἐναντίον, ἀγαθὸν οὖσα, ἀλλὰ καὶ κακόν, ἡ δειλία· διόπερ ὡς ἐναντία τοῦ λύσαντος αὐτὸν εἶναι, ὀρθῶς θεὶς μὴ μόνον ἀγαθὸν εἶναι τῷ κακῷ ἐναντίον ἀλλὰ καὶ κακόν. εἶτα προσέλαβε τὴν ἡδονὴν μὴ εἶναι κακόν, ἐξ ὧν εὐλόγως συλλογίζεται τὴν ἡδονὴν ἀγαθὸν εἶναι. ὃ δὲ ἐπὶ πᾶσιν εἴρηκεν· οὐ γὰρ ἂν φαίη ὅπερ κακόν τι εἶναι τὴν ἡδονήν, τῷ λόγῳ αὐτὴν συναπτέον ἐν ᾧ εἴληπται· «οὐκ ἔστι δὲ κακὸν ἡ ἡδονή»· τούτῳ γὰρ συνεχὲς ἂν φαίη τὸ μὴ κακὸν εἶναι τὴν ἡδονήν.

`151–152`

Ὁ δὲ μετὰ ταῦτα λόγος ἔοικε λέγεσθαι πρὸς τοὺς μὴ φάσκοντας τέλος εἶναι τὴν ἡδονὴν μηδὲ τὸ ἄριστον, διότι εἰσί τινες ἡδοναὶ φαῦλαι, οἷον αἱ τῶν ἀκολάστων. ὅσον γὰρ ἐπὶ τούτῳ τῷ λόγῳ ἔστι τινὰ ἡδονὴν  … ἡγεῖται τὸ ἄριστον καὶ ταὐτὸν τῇ εὐδαιμονίᾳ. ἀλλὰ πρὸς τοὺς οὕτω δεικνύντας ἐνίστανται· τί γὰρ κωλύει φαύλων ἡδονῶν οὐσῶν εἶναί τινα ἡδονὴν τὸ ἄριστον τῶν ἀνθρωπίνων ἀγαθῶν, ὥσπερ καὶ ἐπιστήμη τίς ἐστιν ἡ ἀρίστη τῶν ὄντων, οἷον ἡ σοφία, καίτοι πολλῶν τεχνῶν φαύλων οὐσῶν, οἷον τῶν βαναύσων· φαύλων δὲ οὐχ ὡς κακῶν ἀκουστέον, ἀλλʼ ὡς εὐτελῶν καὶ μηδεμιᾶς σπουδῆς ἀξίων. ἃ δʼ ἑξῆς ἐπιφέρει, τάχα ἄν τῳ δόξειεν ἀληθῆ ἀποφαινόμενα τὸ μέγιστον καὶ ἄριστον τὴν ἡδονήν. λέγει γὰρ ἴσως δὲ καὶ ἀναγκαῖον αἱρετώτατον εἶναι, δηλονότι τὴν ἡδονήν, τὸ δὲ αἱρετώτατόν τι εἶναι ἐπὶ τέλει ἐστὶ τοῦ λόγου καὶ συνηγορεῖται τῷ λόγῳ πάντων αἱρετώτατον εἶναι τὴν ἡδονὴν λέγοντι· εἰ γὰρ ἑκάστης ἕξεώς εἰσί τινες ἐνέργειαι ἀνεμπόδιστοι, οἷον αἱ τῶν ἀρίστων, ὅταν ἐν προηγουμένοις καὶ αἱρετοῖς γίνωνται μηδενὸς ἐμποδίζοντος, καὶ ἔστιν ἡ εὐδαιμονία ἡ πασῶν τῶν ἕξεων τουτέστι τῶν ἀρετῶν ἐνέργεια ἢ τινὸς αὐτῶν ἀνεμπόδιστος οἷον τῆς σοφίας — ταὐτὸν δὲ τούτῳ καὶ ἡδονή· ἐνέργεια γὰρ ἀποδέδοται τῆς κατὰ φύσιν ἕξεως ἀνεμπόδιστος —, φανερὸν ὡς ἂν εἴη τις ἡδονὴ τὸ ἄριστον καὶ τελειότατον τῶν ἀγαθῶν, εἰ οὕτως ἔτυχε φαύλων οὐσῶν ἡδονῶν. ἔστι δέ, ὥς φησι, τὰ ἑξῆς τῆς φράσεως· ἴσως δὲ ἀναγκαῖον αἱρετωτάτην εἶναι τὴν ἡδονήν, εἴπερ ἑκάστης ἕξεως καὶ τὰ ἑξῆς· διὰ μὲν οὖν τούτων δοκεῖ ταὐτὸν ἀποφαίνεσθαι τἀγαθὸν καὶ τὴν ἡδονήν· οὐ μὴν οὕτως ἔχει, ἀλλὰ πρὸς τοὺς λέγοντας γένεσιν εἶναι ἢ φαύλας τινὰς τῶν ἡδονῶν, οἷς καὶ διʼ αὐτὸ τὸ μὴ εἶναι αὐτὴν τὸ ἀγαθὸν ἐπιγίνεται, ἐπιχειρεῖ ἐνδόξως ὡς ἐνὸν αὐτὴν τὸ ἄριστον λέγειν, ἐπεὶ ἔν γε τοῖς Νικομαχείοις, ἔνθα διείληπται καὶ περὶ ἡδονῆς Ἀριστοτέλης σαφῶς εἴρηκεν αὐτὴν μὴ ταὐτὸν εἶναι τῇ εὐδαιμονίᾳ ἀλλὰ παρακολουθεῖν «ὥσπερ τοῖς ἀκμαίοις τὴν ὥραν». σημεῖον δὲ τοῦ μὴ εἶναι τοῦτʼ Ἀριστοτέλους ἀλλʼ Εὐδήμου τὸ ἐν τῷ  … λέγειν περὶ ἡδονῆς ὡς οὐδέπω περὶ αὐτῆς διειλεγμένου· πλὴν εἴτε Εὐδήμου ταῦτά ἐστιν εἴτε Ἀριστοτέλους, ἐνδόξως εἴρηται· διὰ τοῦτο λέγεται τὸ ἄριστον ἡδονή, ὅτι σὺν τῷ ἀρίστῳ καὶ ἀχώριστον αὐτοῦ. τούτῳ δʼ ὁμολογεῖ καὶ τὰ ἑξῆς· διὰ γὰρ τοῦτό φησι πάντας τὸν εὐδαίμονα βίον νομίζειν ἡδὺν καὶ ἐμπλέκειν αὐτῷ τὴν ἡδονήν. οὐδεμία γὰρ ἐνέργεια τέλειος ἐμποδιζομένη, ἡ δὲ εὐδαιμονία τέλειος ἐνέργεια. ἔοικε γὰρ διὰ τούτων φανερὸν ποιεῖν, ὅτι ἐμπέπλεκται τῇ ἡδονῇ ἡ εὐδαιμονία καὶ ἀχώριστός ἐστιν αὐτῆς καὶ διὰ τοῦτʼ ἀνεμπόδιστος ἡ εὐδαιμονία, διότι μεθʼ ἡδονῆς. καὶ ἀντιστρέψαντι δὲ ἀληθὲς εἰπεῖν· ἐπειδὴ ἀνεμπόδιστός ἐστι, διὰ τοῦτο μεθʼ ἡδονῆς· τάχα δὲ καὶ διὰ τοῦτο ἐνέργεια ἡ ἡδονή, ὅτι εἶδός ἐστι παρακολουθοῦν τῇ εὐδαιμονίᾳ· διὰ δὲ τοῦτό φησι προσδεῖσθαι τὸν εὐδαίμονα τῶν ἐκτὸς ἀγαθῶν καὶ τῶν ἐν σώματι, ὅπως μηδὲν πρὸς τὰς προηγουμένας ἐνεργείας ἐμποδίζηται. καὶ ἐνταῦθα ἐμμελῶς ἐπιμέμφεται τοῖς λέγουσιν εὐδαίμονα τὸν ἀγαθόν, κἂν ἐπὶ τοῦ τροχοῦ κατατείνηται. διὰ δὲ τὸ προσδεῖσθαι τῆς τύχης τὸν εὐδαίμονα ταὐτόν τινες ἡγοῦνται εὐδαιμονίᾳ τὴν εὐτυχίαν, οὐκ οὖσαν ταὐτὸν ἀλλὰ τὸν οὗ οὐκ ἄνευ λόγον ἐπέχουσαν· οὐ γὰρ ἔστιν εὐδαιμονεῖν ἄνευ τῆς εὐτυχίας. φησὶ δὲ καὶ ὑπερβάλλουσαν τὴν εὐτυχίαν ἐμπόδιον γίνεσθαι τῇ εὐδαιμονίᾳ καὶ ἴσως οὐδὲ εὐτυχίαν ἔτι εἶναι. ὅρος γὰρ εὐτυχίας τὸ εὐδαιμονίᾳ παρεῖναι καὶ ταῖς κατʼ ἀρετὴν ἐνεργείαις. ὅτι δὲ ἀληθῆ λέγει, δῆλον· αἱ γὰρ ὑπερβάλλουσαι εὐτυχίαι διαφθείρουσι πολλάκις τοὺς λογισμούς, ὑπερηφανίας καὶ μεγαλαυχίας ἐμπιπλῶσαι· καὶ εἰ μὴ διαφθαρείη γέ τις, ὑπερβάλλοι δὲ αὐτῷ ἡ τῶν χρημάτων κτῆσις, ἀνάγκη ἀσχολίαν αὐτῷ παρέχειν καὶ ἀπάγειν τῆς περὶ τὰ κάλλιστα διατριβῆς καὶ θεωρίας· τοῦτο δὲ οὐκ εὐτυχές. ὅτι δὲ πρὸς τοὺς κατὰ τῆς ἡδονῆς λόγους ἐνιστάμενος ἐπιχειρεῖ, καὶ ἐκ τῶν ἑξῆς φανερόν. ὃ γὰρ ἔλεγόν τινες εἰς ἀπόδειξιν τοῦ φαῦλον εἶναι τὴν ἡδονὴν τὸ τὰ θηρία καὶ τὰ παιδία διώκειν αὐτήν, τοῦτό φησιν ὑπὲρ τῆς ἡδονῆς μᾶλλον λέγεσθαι. σημεῖον γὰρ τίθεσθαι τὸ ὑπὸ πάντων αὐτὴν διώκεσθαι τοῦ εἶναι τὸ ἄριστον τὴν ἡδονήν. καὶ ἐντεῦθεν παρέλαβε τὸ ποιητικόν· φήμη δʼ οὔτις πάμπαν ἀπόλλυται· οὐ γὰρ ἂν μάτην, ὡς ἔοικε, διώκεται ὑπὸ πάντων, ἀλλʼ εὐλόγως, ἐπεὶ σύνεστι τῇ εὐδαιμονίᾳ.

`153`

Τὸ δὲ μετὰ ταῦτα λεγόμενον γένοιτο ἂν γνώριμον μικρὰ προβάλλουσι. παντὸς πράγματος κανὼν καὶ μέτρον ὁ κατὰ φύσιν διακείμενος, οἷον ὑγιεινὰ σιτία καὶ ποτὰ τὰ τῷ κατὰ φύσιν διακειμένῳ ἁρμόζοντα· καὶ ἀγαθὰ δὲ τῷ ὄντι τὰ τῷ σπουδαίῳ ἀγαθά, κἂν μὴ τῷ φαύλῳ τύχῃ ἀγαθὰ ὄντα· καὶ ἡδονὴ τοίνυν ἐστὶ τῷ ὄντι ἀλλʼ οὐ φαινομένη ἡ τῷ κατὰ φύσιν διακειμένῳ καὶ ἡδέα τὰ τούτῳ ἡδέα. τὰ δὲ τῷ νοσοῦντι καὶ παρὰ φύσιν ἔχοντι οὐχ ἁπλῶς ἡδέα ἀλλὰ τούτῳ καὶ τότε ὅτε νοσεῖ. ἐπεὶ οὖν αἱ φύσεις διαφέρουσι τῶν ζῴων, διαφέροι ἂν καὶ τὸ ἄριστα ἔχον καθʼ ἑκάστην φύσιν· ἔστι γὰρ καὶ ἐν τοῖς ἄλλοις ζῴοις τὸ μὲν νοσωδῶς ἔχον, τὸ δὲ παρὰ φύσιν· κριτήριον τῆς ἀληθοῦς ἑκάστου ζῴου ἡδονῆς ἡ τῷ κατὰ φύσιν διακειμένῳ ἁρμόττουσα. ἐπεὶ οὖν οὐχ ἡ αὐτὴ φύσις οὔτε ἕξις ἡ ἀρίστη, ἀλλʼ ὡς διαφέρουσιν αἱ νοσώδεις οὕτως καὶ αἱ ἄρισται, διὰ τοῦτο διάφοροι αἱ ἡδοναὶ καὶ οὐ τὴν αὐτὴν διώκουσιν, ἡδονὴν μέντοι πάντες διώκουσι. ταῦτα δὲ εἰπὼν ὥσπερ μεταθέμενος λέγει· ἴσως δὲ καὶ διώκουσιν οὐχ ἣν οἴονται οὐδʼ ἣν φαῖεν ἄν, ἀλλὰ τὴν αὐτήν. τοῦτο δὲ περὶ τῶν ἀνθρώπων εἴρηται· τὸ γὰρ «φαῖεν ἂν» καὶ τὸ «οἴονται» ἀνθρώποις οἰκεῖον, εἰ καὶ περὶ πάντων εἴρηται τῶν ζῴων, κοινότερον τὴν φαντασίαν οἴησιν τοῦ νοῦ λέγοντα καὶ φάσιν. πάντα γὰρ ἔοικε τὴν ἀνεμπόδιστον τῆς φύσεως ἐνέργειαν διώκειν καὶ πάντα ἔχειν ἀντίθεσιν· ἔστι δὲ θεῖόν τι ἐν τοῖς ζῴοις καὶ μάλιστα ἐν τοῖς λογικοῖς, εἴ τις ἐφίεται τῆς οἰκείας ἐνεργείας καὶ ἀνεμποδίστου καὶ διὰ τοῦτο καὶ ἡδονῆς. ἔστι μὲν οὖν ἡ ἀρίστη καὶ τελειοτάτη τῶν ἡδονῶν ἡ αὐτὴ καθʼ αὑτὴν τῆς ψυχῆς, ὅταν θεωροῦσα τὰ κάλλιστα καὶ θειότατα τῶν ὄντων χαίρῃ. ὅμως δὲ μόναι εἰλήφασι τὸ τῆς ἡδονῆς ὄνομα αἱ σωματικαὶ ἡδοναί· μόναι γὰρ καὶ δοκοῦσιν ἡδοναὶ καὶ λέγονται. αἴτιον δὴ διὰ τὸ πλειστάκις αὐταῖς ἐντυγχάνειν τρεφομένους καθʼ ἑκάστην ἡμέραν θαλπομένους ψυχομένους, ἔστι δὲ ὅτε καὶ τῇ σφοδροτάτῃ χρωμένους ἡδονῇ, τῇ τῶν ἀφροδισίων· ἔτι δὲ τῷ τούτων μὲν πάντας μετέχειν ἀνθρώπους, τῶν δὲ θεωρητικῶν ὀλίγους· ἐπεὶ οὖν μόναι γνώριμοί εἰσι πᾶσιν, μόνας οἱ πλεῖστοι τῶν ἀνθρώπων ἡδονὰς ταύτας νομίζουσιν.

Ὁ δὲ ἑξῆς λόγος λέγεται πάλιν πρὸς τοὺς ἡγουμένους τὴν ἡδονὴν μήτε ἀγαθὸν εἶναι μήτε κακόν. εἰ γὰρ μὴ ἔστιν ἀγαθὸν ἡ ἡδονὴ καὶ ἡ τοιαύτη ἐνέργεια, οὐκ ἔστιν ἀναγκαῖον ζῆν ἡδέως τὸν εὐδαίμονα, ἀλλʼ ἐγχωρεῖ καὶ λυπηρῶς ζῶντα εὐδαιμονεῖν. ἡ γὰρ ἡδονὴ οὔτε κακὸν οὔτε ἀγαθὸν καὶ ἡ λύπη οὐδέτερον τούτων ἐστίν· οὐδέτερον γὰρ ἐναντιοῦν φεύγει τὴν λύπην, ὁ δὲ εὐδαίμων, ἀλλʼ οὐχ ὁμοίως, ἐπʼ αὐτὴν ἔρχεται ὥσπερ ἐπὶ τὴν ἡδονήν. ὁ δὲ λόγος ἐν βραχέσιν εἰπεῖν τοιοῦτος· εἰ μὴ ἔστιν ἀγαθὸν ἡ ἡδονή, οὐδὲν μᾶλλον δεῖ ζῆν τὸν εὐδαίμονα ἡδέως ἢ λυπηρῶς· δεῖ δὲ μᾶλλον αὐτὸν ἡδέως ζῆν ἢ λυπηρῶς· ἀγαθὸν ἄρα ἡ ἡδονή· ἔτι δὲ εἰ μὴ ἡδὺς ὁ τοῦ σπουδαίου βίος οὐδὲ αἱ ἐνέργειαι αὐτοῦ ἡδεῖαι, ἀλλὰ μὴν καὶ αἱ ἐνέργειαι αὐτοῦ ἡδεῖαι καὶ ὁ βίος ἄρα. δεῖ δὲ λαβεῖν τὰς ἐνεργείας εἶναι ἡδείας ὅταν ἐν προηγουμένοις ὦσιν.

`154–155`

Ἐγένετο δέ τις δόξα τῶν λεγόντων τὰς μὲν σωματικὰς ἡδονὰς μὴ εἶναι ἀγαθὸν ἀλλʼ οὔτε ἀγαθὸν οὔτε κακόν, ἐνίας δὲ εἶναι ἡδονὰς σφόδρα αἱρετάς, οἷον τὰς καλάς. αὗται δέ εἰσιν αἱ γινόμεναι, ὅταν ἡ ψυχὴ ἐνεργῇ περὶ τὴν τῶν καλλίστων θεωρίαν ἢ πρᾶξιν. πρὸς δὲ τούτοις ἐνιστάμενός φησι τοῖς λέγουσιν ὅτι ἔνιαι ἡδοναὶ αἱρεταὶ σφόδρα, οἷον αἱ καλαί, ἀλλʼ οὐχ αἱ σωματικαὶ καὶ περὶ ἃς ὁ ἀκόλαστος· οὐ γὰρ καλῶς, ὡς ἔοικεν, ὑπολαμβάνουσιν αὐτὰς εἶναι διὰ τὸ καὶ ἀκολασίαν ἐπιδέχεσθαι. τοῖς δὴ ταῦτα λέγουσιν ἐπισκεπτέον, διὰ τί αἱ ἐναντίαι λύπαι μοχθηραί; κακῷ γὰρ ἀγαθὸν ἐναντίον. φαίνεται δὲ χρῆσθαι πρὸς αὐτοὺς τῷ λόγῳ, οὗ καὶ πρότερον ἐμνήσθη. ἐπεὶ γὰρ τῇ λύπῃ κακῷ οὔσῃ ἐναντίον ἐστὶν ἡ ἡδονὴ καὶ οὐ κακόν, ὁμολογεῖσθαι ἀνάγκη αὐτὴν ἀγαθὸν εἶναι. ἢ εἴποιεν ἂν οὕτως ἀγαθὰς αὐτὰς εἶναι, ἐπειδὴ καὶ τὸ οὐ κακὸν ἀγαθὸν δοκεῖ; καὶ ταῦτα εἰπὼν ἐπιφέρει τὸ αὑτῷ δοκοῦν. τὰς γὰρ σωματικὰς ἡδονὰς μέχρι του ἀγαθὰς εἶναι, ὅταν ἔχωσι μέτρον καὶ ὅρον, ὅταν δὲ ὑπερβάλλωσι τοῦ δέοντος, φαῦλαι. ὅσων μὲν γὰρ ἕξεων οὐκ ἔστιν ὑπερβολὴ τοῦ βελτίονος, οὐδὲ τῆς ἐξ αὐτῶν ἡδονῆς ἐστιν ὑπερβολή· βελτίονος δὲ ὑπερβολή ἐστιν ἡ φθαρτικὴ τοῦ βελτίονος, οἷαί εἰσιν αἱ ταῖς ἀρεταῖς παρακείμεναι ὑπερβολαί· αἷς οὖν ἕξεσι μὴ ὑπάρχει τοῦτο, ὥστʼ εἶναί τινας αὐταῖς· παρακειμένας ὑπερβολάς, οὐδὲ τῆς ἀπʼ αὐτῶν ἡδονῆς ἐστιν ὑπερβολή, οἷον τῆς θεωρητικῆς ἕξεως οὐκ ἔστιν ὑπερβολή, οὐδὲ ὅλως τῆς σοφίας· οὐδὲ γὰρ λέγεται περὶ πράξεις εἶναι ἀλλὰ περὶ θεωρίαν καὶ γνῶσιν· οὐδʼ ἡ ἀπὸ τοῦ θεωρεῖν οὖν ἡδονὴ ὑπερβολήν τινα ἔχει ἀλλʼ ἐφʼ ὁσονοῦν γινομένη οὐκ ἀπολείπεται τοῦ καλοῦ καὶ ἀγαθοῦ εἶναι· ὅσων δέ ἐστιν ἕξεων καὶ κινήσεων ὑπερβολή, καὶ τῆς ἡδονῆς ἐστιν, οἷον τῇ σωφροσύνῃ παράκειταί τις ὑπερβολὴ ἡ ἀκολασία, καὶ ἡ ἡδονὴ τοίνυν ὑπερβάλλουσα περὶ τὰ ἡδέα τὰ σωματικὰ φαύλη ἐστὶ καὶ ψεκτή· καθόλου δέ φησιν ὁ Ἀριστοτέλης σωματικῶν ἀγαθῶν πάντων εἶναι ὑπερβολήν· καὶ γὰρ τῆς ὑγιείας ὑπερβολή τίς ἐστιν ἡ ἀσυμμετρία τῶν ψυχρῶν ἢ τῶν θερμῶν ἢ τῶν ἄλλων, ἐξ ὧν κέκραται τὸ σῶμα, ὅταν ὑπερβολὴν ἔχῃ, καὶ ὁ φαῦλος λέγεται τῷ διώκειν τὴν ὑπερβολήν, ἀλλʼ οὐχὶ τῷ τὰς ἀναγκαίας ἡδονὰς μεταθεῖν, ἐπεὶ πάντες χαίρουσί πως καὶ ὄψοις καὶ οἴνοις καὶ ἀφροδισίοις, ἀλλʼ ὁ ἀκόλαστος οὐχ ὡς δεῖ. ἐναντίως δὲ ἔχει ἐπὶ τῆς λύπης· οὐ γὰρ τὴν ὑπερβολὴν φεύγει, ἀλλʼ ὅλως πᾶσαν λύπην οὐδὲ τὸ μικρότατον ἀνεχόμενος πονεῖν, εἰ καὶ μέλλει τι ἀγαθὸν ἐργάσασθαι· οὐ γάρ ἐστι, φησί, τῇ ὑπερβολῇ τῆς ἡδονῆς ἡ λύπη ἐναντία, ἀλλʼ ἡ ἐναντία ὑπερβολὴ οὖσα καὶ αὐτή, ἣν φεύγει ὁ διώκων τὴν τῆς ὑπερβολῆς ἡδονήν· ἀλλὰ πᾶσαν φεύγει λύπην· ταῦτα δὲ εἴρηκεν ἐνδεικνύμενος ὅτι εἰσί τινες ἡδοναὶ σωματικαὶ αἱρεταί, καὶ μέχρι του· αἱ δὲ ὑπερβολαὶ αὐτῇ ἡμάρτηνται, αἱρετώταται δὲ ὡς ἀληθῶς εἰσιν αἱ ἀπὸ τῶν καλλίστων ἐνεργειῶν γινόμεναι, περὶ τὰ κάλλιστα καὶ ἄριστα ἐνεργούσης τῆς ψυχῆς.

Ἐπεὶ δὲ δοκοῦσι τοῖς πολλοῖς αἱ σωματικαὶ ἡδοναὶ αἱρετώταται εἶναι, τὸ αἴτιον τοῦ ψεύδους τούτου ῥητέον εἶναί φησι. συμβάλλεται δὲ πρὸς τὴν τοῦ ἀληθοῦς πίστιν ἡ αἰτία τῆς ἀπάτης φανερὰ γινομένη. τοῦ δὴ φαίνεσθαι τὰς σωματικὰς ἡδονὰς αἱρετωτέρας τῶν ἄλλων πρῶτον μὲν αἴτιον, ὅτι ἐκκρούουσι τὴν λύπην καὶ ἀπωθοῦσιν. οἱ δὲ ἄνθρωποι χαίρουσι διαφερόντως ἅμα μὲν ἡδόμενοι, ἅμα δὲ ἀπατώμενοι τοῦ λυπηροῦ. αἱ δὲ θεωρητικαὶ καὶ εἴ τινές εἰσιν αὐτῆς τῆς ψυχῆς ἄλλαι καθαραὶ εἰλικρινεῖς πάσης λύπης εἰσίν. ἔοικεν οὖν ἡ σωματικὴ ἡδονὴ οἷον ἰατρεία τις εἶναι τοῦ λυπηροῦ καὶ ὅσῳ ἂν ὑπερβάλλωσι τοσούτῳ μᾶλλον δοκοῦσιν ἰατρεῖαί τινες εἶναι· εἰσὶ δὲ καὶ σφοδραὶ σχεδὸν ἅπασαι αἱ σωματικαί, διὸ καὶ διώκονται. ἔτι δὲ πᾶν τὸ παρὰ τὸ ἐναντίον φαινόμενον μᾶλλον τοιοῦτον φαίνεται, ὥσπερ τὸ λευκὸν μᾶλλον διαφαίνεται παρακείμενον τῷ μέλανι. διὰ τοῦτο οὖν καὶ ἡ σωματικὴ ἡδονὴ μᾶλλον δοκεῖ ἡδονὴ παρακειμένη τῇ σωματικῇ λύπῃ. ταῦτα μὲν οὖν εἴρηκε πρὸς τοὺς ἡγουμένους τὴν σωματικὴν ἡδονὴν αἱρετωτάτην εἶναι καὶ προέχειν τῶν ἡδονῶν πασῶν· εἰσὶ δέ τινες, οἳ τὴν ἐναντίαν δόξαν ἔχουσι περὶ αὐτῆς καὶ διʼ αὐτὴν καθόλου περὶ πάσης ἡδονῆς· οὐ σπουδαῖον γὰρ νομίζουσι πᾶσαν ἡδονήν. ἀπʼ αὐτῆς ἑξῆς λέγει· διὰ γὰρ δύο ταῦτά φησι δοκεῖ τὴν ἡδονὴν μὴ εἶναι σπουδαῖον· διʼ ἓν μέν, ὅτι εἰσί τινες φαύλης φύσεως πράξεις, τουτέστιν ἐνέργειαι ἢ ἐκ γενετῆς, ὥσπερ θηρίου — αἱ γὰρ τῶν ἀγριωτάτων ἡδοναὶ φαυλόταται· τοιαῦται δὲ καὶ αἱ τῶν θηριωδῶν ἀνθρώπων —, ἢ ἐξ ἔθους, οἷον αἱ τῶν φαύλων ἀνθρώπων. μία μὲν οὖν αὕτη αἰτία, διʼ ἣν διαβέβληται καὶ ἡ ἡδονή· ἑτέρα δὲ ὅτι εἰσί τινες ἡδοναὶ ἰατρεῖαι, οἷον αἱ τῶν καμνόντων, καὶ καθόλου αἱ μετὰ ἀναπληρώσεως· ὡς σπουδαῖαι δὴ δοκοῦσαι, ὅτι τοῦ ἐνδεοῦς ἰατρεῖαι καὶ ἀναπληρώσεις, καὶ βέλτιόν ἐστι τὸ ἔχειν ὁτιοῦν ἢ γίνεσθαι. αἱ δὲ ἡδοναὶ γενέσεις φαίνονται αἱ τοιαῦται διὰ τὸ μὴ ἀναπληρώσεως γίνεσθαι. διό φησι συμβαίνειν τὰς ἡδονὰς ταύτας τελειουμένων· οὐ γὰρ αὗται τελειώσεις εἰσὶν οὐδὲ γενέσεις ἀλλὰ τῷ ἐνεργεῖν τὴν φύσιν, ὅταν γένεσις καὶ ἀναπλήρωσις ᾖ. κατὰ συμβεβηκὸς οὖν σπουδαῖαι αἱ σωματικαὶ ἡδοναί, ἐπειδὴ τότε γίνονται αἱ ἐνέργειαι τῆς φύσεως, ἡνίκα ἡ ἐνέργεια δοκεῖ οὐ σπουδαῖα εἶναι, διότι ἀτελής· φαίνονται οὖν ἐκ τούτων αἱ αἰτίαι, καθʼ ἃς διαβέβληνται καθόλου αἱ ἡδοναί.

`156`

Ταῦτα δὲ εἰπὼν ἐπάνεισι πάλιν ἐπὶ τὰς αἰτίας, διʼ ἃς σφόδρα σπουδάζονται αἱ σωματικαὶ ἡδοναί· διώκονται γὰρ ὑπὸ τῶν ἄλλαις μὴ δυναμένων χαίρειν· ἄπειροι γὰρ καὶ ἄγευστοι ὄντες τῶν ἐλευθερίων ἡδονῶν πειρῶνται πορίζειν αὑτοῖς τὰς διὰ τοῦ σώματος· διὸ δίψας τινὰς αὑτοῖς παρασκευάζουσιν, ἵνα πίνοντες ἥδωνται. αἱ μὲν οὖν ἀβλαβεῖς ἀνεπιτίμητοι· καὶ γὰρ ὁ ἐπιεικὴς διὰ γυμνασίων καὶ πόνων πειράσεται παρασκευάζειν αὑτῷ ἡδέα καὶ τὰ βρώματα καὶ τὰ ποτά· ἐὰν δὲ ἐπὶ βλάβην μηχανῶνται τὰς παρασκευάς, φαῦλοι καὶ ἐπίψογοι, οἷον ὡς οἱ πεπληρωμένοι καὶ ὅμως ἡδονῆς ἕνεκα μηχανώμενοι, ὅπως πάλιν πίωσιν ἢ φάγωσιν ἢ τὴν διʼ ἀφροδισίων ἡδονὴν καρπώσωνται. διὰ γὰρ τὸ μὴ ἔχειν ἄλλα ἐφʼ οἷς χαίρουσι ταῦτα ποιοῦσι. τὸ δὲ μηδέτερον τὸ μήτε ἥδεσθαι μήτε λυπεῖσθαι πολλοῖς λυπηρὸν καὶ τὸ δοκεῖν ἡ κρατίστη αὐτῷ εἶναι κατάστασις· ὃ δέ φησι πολλοῖς ἀλγεινὸν εἶναι, τοῦτο διὰ τὴν φύσιν. ἀεὶ γὰρ πονεῖ τὸ ζῷον, ὥσπερ καὶ οἱ φυσιολόγοι λέγουσιν. ὁ γὰρ Ἀναξαγόρας ἔλεγεν ἀεὶ πονεῖν τὸ ζῷον διὰ τῶν αἰσθήσεων. ταῦτα δὲ οὐχ ὡς συγκατατιθέμενος λέγει ἀλλʼ ἱστορῶν· ἐπεὶ οὐκ ἐδόκει γε αὐτοῖς ἀεὶ ἐν πόνῳ εἶναι τὸ ζῷον. καὶ τὸν Ἀναξαγόραν αἰτιᾶται Θεόφραστος ἐν Ἠθικοῖς λέγων ὅτι ἐξελαύνει ἡδονὴ λύπην ἥ γε ἐναντία, οἷον ἡ ἀπὸ τοῦ πίνειν τὴν ἀπὸ τοῦ διψῆν, καὶ ἡ τυχοῦσα, τουτέστιν ἥτις οὖν ἂν εἴη ἰσχυρά, ὥστε ἐνίοτε πεῖναν ἐξελαύνει καὶ ἀκοῆς ἡδονή, ὅταν ᾄσμασιν ἢ ἄλλοις τισὶν ἀκούσμασι διαφερόντως χαίρωμεν. καὶ διὰ ταῦτα ἀκόλαστοι γίνονται ἄνθρωποι· ἵνʼ ὅλως γὰρ μὴ λυπῶνται μηδὲ ἀλγῶσι, μεγάλας καὶ σφοδρὰς ἡδονὰς ἑαυτοῖς πορίζουσι.

`157`

Λέγει δὲ ἑξῆς, ὃ καὶ πρόσθεν εἶπεν, ὅτι ἄνευ λυπῶν ἡδοναὶ οὐκ ἔχουσιν ὑπερβολήν· αὗται δέ εἰσιν αἱ τῶν φύσει ἡδέων καὶ μὴ κατὰ συμβεβηκός· λέγει δὲ καθʼ αὑτὰ ἡδέα ὅσα μὴ ἰατρείας ἕνεκα καὶ ἀναπληρώσεως λαμβάνομεν· τοιαῦτα δέ ἐστι τὰ θεωρήματα· καθʼ αὑτὰ γάρ ἐστιν ἡδέα καὶ διὰ τὴν αὑτῶν φύσιν· κατὰ συμβεβηκὸς δὲ εἰς τὴν ἀναπλήρωσιν. ἐπεὶ γὰρ τότε συμβαίνει ἰατρεύεσθαι καὶ ἀναπληροῦσθαι, ὅταν τὸ ἐν ἡμῖν ὑγιεινὸν ἐνεργῆται, τουτέστιν ἡ φύσις ὑγιεινῶς ἔχουσα· διὰ τοῦτο καὶ αὐτὰ ἡδέα γίνεται· φύσει δὲ ἡδέα φησὶν ἃ ποιεῖ πρᾶξιν τῆς τοιᾶσδε φύσεως. πρᾶξιν μὲν οὖν εἴρηκεν ἀντὶ τοῦ ἐνέργειαν· τῆς δὲ τοιᾶσδε φύσεως τῆς ἀρίστης ἔοικε λέγειν οἷά ἐστιν ἡ θεωρητική. ἔοικε δὲ σημαινόμενον ἴδιον λέγειν τῇ φύσει· εἴωθε μὲν γὰρ καὶ εἰς τὴν ἀναπλήρωσιν, ἂν τὸ μέσον ἔχῃ φύσει ἡδέα λέγειν, διότι τῶν κατὰ φύσιν διακειμένων ἡδέα ἐστί, νῦν δὲ φαίνεται φύσει ἡδέα λέγειν τὰ τῇ ἀρίστῃ φύσει ἡδέα μόνα· τοῦ δὲ μηδὲν εἶναι ἡδὺ ἀεὶ τὸ αὐτὸ ἡμῖν αἴτιον λέγει τὸ μὴ ἁπλῆν ἡμῶν εἶναι τὴν φύσιν ἀλλʼ ἐνεῖναί τι καὶ ἕτερον, διὸ φθαρτοί ἐσμεν· σημαίνει δὲ διὰ τούτων, ὅτι οὐκ ἔστιν ἡμῶν τὸ σῶμα ἐξ ἑνὸς σώματος ἀλλʼ ἐκ πλειόνων συγκείμενον, ὥστε ἐὰν θάτερον τῶν ἐν ἡμῖν ἐνεργειῶν πράττῃ τῇ ἑτέρᾳ φύσει παρὰ φύσιν εἶναι, οἷον τὸ θερμὸν σφόδρα ἐνεργοῦν τῷ ψυχρῷ, τοῦτο ἐναντίον εἶναι· ὅταν δὲ ἰσάζῃ πάντα, οὔτε ἡδὺ δοκεῖ οὔτε λυπηρὸν εἶναί τι γινόμενον, ἐπεὶ εἰ ἡ φύσις ἁπλῆ, καθάπερ δοκεῖ δαιμονίων τινῶν καὶ τῶν ἄστρων, ἡ αὐτὴ πρᾶξις καὶ ἐνέργεια αὐτοῖς. διὸ καὶ ὁ πρῶτος θεὸς ἀεὶ μίαν καὶ ἁπλῆν χαίρει ἡδονὴν, ἁπλουστάτης ὢν φύσεως καὶ οὐσίας· ἐπεὶ δὲ εἴρηται ἡδονὴ ἐνέργεια, ὑπολαμβάνουσι δέ τινες τὴν ἐνέργειαν κίνησιν ἢ κινήσεώς τι ἔργον, ὁ δὲ πρῶτος θεὸς ἀκίνητος, φησὶν οὐ μόνον κινήσεως εἶναι ἐνέργειαν ἀλλὰ καὶ ἀκινησίας· εἶδος γάρ τι ἡ ἐνέργεια καὶ τελειότης. διὸ καὶ ἡ ἡδονὴ μᾶλλον ἐν ἠρεμίᾳ ἐστὶν ἢ ἐν κινήσει· ἡ γὰρ ἡδίστη καὶ ἀληθεστάτη ἡδονὴ τῷ ὡσαύτως ἔχοντι καὶ ἀεὶ περὶ τὴν τῶν καλλίστων θεωρίαν ἐνεργοῦντι· ὃ δὲ λέγουσί τινες «μεταβολὴ πάντων γλυκύ» περὶ τῆς πονηρίας καὶ εὐμεταβόλου φύσεως λέγουσι· τοιαύτη δὲ ἡ φθαρτή.

## License and provenance

Eulogikon publishes public-domain Greek texts in cleaned, structured, readable form and makes no copyright claim over that preparation (Public Domain Mark 1.0, https://creativecommons.org/publicdomain/mark/1.0/). Cite as `eul_wid: pms-af`.