---
title: "Commentaries on Aristotle in Greek: Book 2"
author: Aspasius the Peripatetic
eul_wid: pms-ac
eul_aid: pms
canonical: "https://eulogikon.org/works/aspasius-peripatetic-commentaries-aristotle-book-2-pms-ac"
lang: grc
period: Roman
dialect: Attic
content_hash: "sha256:6bd965923dd85d97163e06c7b9a6411cb4c6588e25d859a915e9fcaf8459daaa"
content_modified_at: "2026-11-09"
license: "https://creativecommons.org/publicdomain/mark/1.0/"
---

# Commentaries on Aristotle in Greek: Book 2

**Author:** Aspasius the Peripatetic

**eul_wid:** `pms-ac` · [HTML page](https://eulogikon.org/works/aspasius-peripatetic-commentaries-aristotle-book-2-pms-ac)

## Text

Part of [Commentaries on Aristotle in Greek](/works/aspasius-peripatetic-commentaries-aristotle-pms-aa)

`37`

ΕΙΣ ΤΟ Β ΤΩΝ ΗΘΙΚΩΝ ΑΡΙΣΤΟΤΕΛΟΥΣ

Διττῆς δὲ τῆς ἀρετῆς οὔσης ἕως καθάπερ εἰρήκαμεν.

`38`

Ἐπειδὴ τῆς ψυχῆς δύο μέρη εἰσί, τὸ μὲν λόγον ἔχον, τὸ δʼ οὔ, διττὴ καὶ ἡ ἀρετή, ἡ μὲν τοῦ λόγου ἔχοντος, ἡ δὲ τοῦ ἀλόγου. καλεῖται δὲ ἡ μὲν τοῦ λόγον ἔχοντος διανοητική· διάνοια γὰρ καὶ νοῦς καλεῖται τὸ λόγον ἔχον τῆς ψυχῆς· ἡ δὲ τοῦ ἀλόγου ἠθική, ἐπειδὴ τὸ ἦθος ἐν ἐκείνῳ γίγνεται τῷ μορίῳ, ὥσπερ εἴρηται πρότερον. δῆλον δὲ καὶ ἐξ ὧν ὀλίγον ὕστερον ἐρεῖ· τὸ γὰρ ἔθος μικρὸν παρατρέψαντες ἦθος λέγομεν. σχεδὸν δὲ πᾶσαι αἱ ἐν τούτῳ τῷ μορίῳ λεγόμεναι ἀρεταὶ διʼ ἔθους παραγίνονται. ἡ μὲν οὖν διανοητικὴ τὸ πλεῖον ἐκ διδασκαλίας ἔχει τὴν γένεσιν καὶ τὴν αὔξησιν, ἡ δὲ ἠθικὴ ἐξ ἔθους παραγίνεται. δῆλον δὲ τοῦτο τοῖς ἑκάστην σκοποῦσι τῶν ἀρετῶν τῶν τε διανοητικῶν καὶ τῶν ἠθικῶν. διανοητικαὶ δέ εἰσι σοφία καὶ φρόνησις· ἡ μὲν οὖν σοφία ἐπιστήμη ἐστίν, πᾶσα δὲ ἐπιστήμη ἐκ διδασκαλίας. καὶ μὴν οὐδὲ τὰ φύσει συνεστῶτα, περὶ ὧν ἡ σοφία ἐπισκοπεῖ, ἐξ ἔθους ἄν τις γνοίη, ἀλλὰ δεῖ πάντως διδασκαλίας ἢ εὑρέσεως, ὁμοίως δὲ καὶ τὰ κατὰ τὴν πρώτην φιλοσοφίαν. εἰ δʼ ἄρα μελέτης τινὸς δεῖ ἐν τῷ μανθάνειν, τοῦτο δʼ εἰ βούλεταί τις καλεῖν ἔθος, καλείτω. ἀλλὰ τό γε κυρίως ἔθος ἐστὶ τὸ ἐθίζεσθαι καλοῖς ἐπιτηδεύμασι. καὶ μὴν ἡ φρόνησις διὰ πολλῆς ἐμπειρίας παραγίνεται καὶ διδασκαλίας· λόγος γάρ ἐστιν ὀρθὸς καὶ ἤτοι ἀπόδειξίς τις ἢ ἀποδείξει ὅμοιον. ἡ μὲν οὖν πρώτη φιλοσοφία πάντως ἀποδείξει χρῆται, ἡ δὲ φρόνησις συλλογισμῷ ὁμοίως τῇ ἀποδείξει. πᾶσα δὲ ἀπόδειξις καὶ πᾶς συλλογισμὸς ἀποδεικτικὸς ἢ ἐγγὺς ἀποδείξει διδασκαλία πώς ἐστιν. ὅτι μὲν οὖν αἱ διανοητικαὶ διὰ μαθήσεως γίνονται δῆλον· αἱ δὲ ἠθικαὶ τὸ πλεῖστον ἀπὸ τοῦ ἔθους ἔχουσι τὴν γένεσιν καὶ τὴν αὔξησιν· ἐθιζόμενοι γὰρ ἄνθρωποι τοῖς ἀκολάστοις ἀκόλαστοι γίνονται, ἐθιζόμενοι δὲ τοῖς δικαίοις δίκαιοι καὶ τοῖς ἀνδρείοις ἀνδρεῖοι. ταύτας δὲ ὁμολογουμένως τελειοῖ τὰς ἀρετὰς ἡ φρόνησις καὶ ὁ κατʼ αὐτὴν λόγος. ὅτι δὲ ἐξ ἔθους τὸ πλεῖστον αὐτῶν ἐστι, μαρτύριον τὸ πολλοὺς εἰδότας τὸν ὀρθὸν λόγον μὴ δύνασθαι πράττειν τὰ καλά, ἡττωμένους ὑπὸ τῶν ἡδονῶν καὶ λυπῶν. τοῦτο δʼ αὐτοῖς συμβαίνει διὰ τὸ μὴ εἰθίσθαι καλῶς.

`39`

Ἐπεὶ δὲ ὡμολόγηται ἐξ ἔθους παραγίνεσθαι τὴν ἀρετήν, ἐκ τούτων φησὶν δῆλον εἶναι, ὅτι οὐδεμία τῶν ἠθικῶν ἀρετῶν φύσει ἡμῖν ἐγγίνεται. ἵνα δὲ δῆλον γένηται, πῶς λέγει μὴ παραγίνεσθαι φύσει, διαιρετέον ποσαχῶς τὸ φύσει. φύσει γὰρ λέγεται ὑπάρχειν ὅσα ἀεὶ συνυπάρχει, οἷον φύσει πᾶν τὸ βαρὺ κάτω πέφυκε φέρεσθαι καὶ τὸ κοῦφον ἄνω· καθʼ ἕτερον δὲ τρόπον λέγεται φύσει καὶ ὃ μὴ ἐξ ἀρχῆς μὲν συνυπάρχει, ἀπὸ δέ τινος χρόνου παραγίνεται ὡς ἐπὶ τὸ πλεῖστον, μηδὲν ἡμῶν πολυπραγμονούντων μήτε διʼ ἔθους μήτε διὰ διδασκαλίας, οἷον ὀδόντων φύσις καὶ γενείων. ἄλλως δὲ λέγεται φύσει, οὗ ἐπιδεκτικοί ἐσμεν· οὕτως καὶ τὰ ἐναντία τῷ αὐτῷ γίνεται φύσει, οἷον νόσος καὶ ὑγίεια τῷ δεκτικῷ σώματι. ἔτι δὲ λέγεται φύσει, πρὸς ὃ μᾶλλον τὸ δεκτικὸν πέφυκε καὶ πρὸς ὃ ἔχει ἀπὸ τῆς φύσεως ἀφορμὰς μᾶλλον. οὕτως δὲ καὶ ἡ ὑγίεια μὲν φύσει, ἡ δὲ νόσος παρὰ φύσιν γίνεται, στέρησίς τις οὖσα τῆς ὑγιείας καὶ διὰ τὸ τὴν φύσιν συστῆσαι τὸ σῶμα μᾶλλον πρὸς ὑγίειαν ἢ πρὸς νόσον. τὸν αὐτὸν δὲ τρόπον καὶ ἀρετὴ μᾶλλον κατὰ φύσιν ἐστίν, παρὰ φύσιν δὲ ἡ κακία, καὶ ὅλως τὸ μὲν εὖ κατὰ φύσιν μᾶλλον, τὸ δὲ κακὸν παρὰ φύσιν. τοσαυταχῶς δὴ λεγομένου τοῦ φύσει, ἔοικεν εἰληφέναι τὸ φύσει ὡς μὲν ἐκ τοῦ παραδείγματος κατὰ τὸ πρῶτον σημαινόμενον. φησὶ γὰρ καὶ τὸν λίθον κάτω φύσει φέρεσθαι καὶ διὰ τοῦτο μὴ ἐθίζεσθαι ἄλλως. ἔστι δέ πως καὶ κατὰ τὸ δεύτερον· οὐδὲ γὰρ οὕτως ἡ ἀρετὴ ἡμῖν παραγίνεται ὡς γένειον καὶ ὀδόντες, μηδὲν ἡμῶν πολυπραγμονούντων, ἀλλʼ ἐξ ἔθους καὶ διδασκαλίας. οὕτως μὲν οὖν οὐκ ἔστι φύσει ἡ ἀρετή, εἴη δʼ ἂν φύσει κατὰ τὸ τρίτον καὶ μάλιστα κατὰ τὸ τέταρτον τῶν ῥηθέντων. καὶ γάρτοι ἐπιδεκτικοί ἐσμεν τῆς ἀρετῆς καὶ τῆς κακίας καὶ μᾶλλον ἀφορμὰς ἔχομεν πρὸς τὴν ἀρετήν· διό φησι πέφυκε μὲν ἡμῖν παραγίνεσθαι ἡ ἀρετή· οὔτε δὲ φύσει οὔτε παρὰ φύσιν, τὸ πεφυκὸς ἐκλαβὼν ἀντὶ τοῦ τετάρτου σημαινομένου τοῦ φύσει, ἵνα καὶ τῷ ὀνόματι αὐτὸ διαστήσῃ. ὅτι δὲ οὐ παραγίνεται ἡμῖν φύσει ἡ ἀρετὴ οὕτως ἐκ γενετῆς συνυπάρχουσα καὶ ἀμετάστατος, δῆλον. οὐδὲν γὰρ τῶν οὕτω φύσει ὑπαρχόντων ἄλλως ἂν ἐθισθείη, οἷον ὁ λίθος κατάρροπος ὢν οὐκ ἂν ἐθισθείη ἄνω φέρεσθαι, οὐδὲ τὸ πῦρ κάτω· οἱ δʼ ἄνθρωποι μοχθηροῖς ἔθεσι χρώμενοι φαῦλοι γίνονται καὶ τὴν ἀρετὴν οὐ κτῶνται. ἔτι ὅσα φύσει παραγίνεται, τούτων φησὶ κομιζόμεθα τὰς δυνάμεις πρότερον, ὕστερον δὲ τὰς ἐνεργείας· δῆλον δὲ τοῦτο ἐπὶ τῶν αἰσθήσεων. τὰς δὲ ἀρετὰς λαμβάνομεν ἐνεργήσαντες πρότερον ὥσπερ καὶ ἐπὶ τῶν ἄλλων τεχνῶν, αἳ μὴ φύσει· οὐκ ἄρα τῶν φύσει παραγινομένων αἱ ἀρεταί.

Χρῆται δὲ καὶ ἄλλῃ τινὶ πίστει ἐνδόξῳ πρὸς τὸ προκείμενον, χρώμενος μάρτυσι τοῖς ἀρίστοις νομοθέταις· ἔργον γὰρ αὐτῶν ἵνα ἀγαθοὶ γένωνται οἱ πολῖται· οὐδὲν δὲ ἔδει ἐθίζειν, εἰ τῶν φύσει παραγινομένων ἦν ἡ ἀρετή.

`40`

Τὸ δὲ ἑξῆς ἐπιχείρημα τὴν μὲν ἀρχὴν ἔχει εἰς τὸ προκείμενον, ὅτι οὐ φύσει αἱ ἠθικαὶ ἀρεταί· κατὰ βραχὺ δὲ ἄγει εἰς ἕτερον πρόβλημα· ζητεῖ γὰρ ἑξῆς, τίνες αἱ ἀρεταί εἰσι καὶ αἱ καλαὶ πράξεις. ὅτι δὲ οὕτως ἔχει, ἐξ αὐτῶν εἰσόμεθα τῶν λεγομένων. πρῶτον δὲ τὸ ἐκ τῶν αὐτῶν καὶ διὰ τῶν αὐτῶν τίνα ἔχει διαφορὰν θεασώμεθα· ἤτοι γὰρ ὡς ταὐτόν τι δυναμένοις χρῆται, ἢ ἴσως τὸ μὲν ἐκ τῶν αὐτῶν οὐ μόνον σημαίνει τὸ διὰ τῶν αὐτῶν ἐνεργειῶν ἐγγίνεσθαι τὴν ἀρετὴν καὶ φθείρεσθαι, ἀλλὰ τὰς αὐτὰς μὲν ἀρχὰς ἔχειν, μὴ μέντοι διὰ τῶν αὐτῶν γίνεσθαι. ἵνα δὲ σαφέστερον γένηται, πῶς χρῆται τῷ ἐκ τῶν αὐτῶν, προσέθηκε καὶ διὰ τῶν αὐτῶν. λέγει δέ, ὅτι καὶ διὰ τῶν αὐτῶν ἐνεργειῶν γίνεται πᾶσα ἀρετὴ καὶ φθείρεται· τῶν αὐτῶν δὲ ἐνεργειῶν τῷ γένει· αἱ γὰρ περὶ ἡδονὰς ἐνέργειαι αἵ τε καλαὶ καὶ αἱ μοχθηραὶ τῷ μὲν γένει εἰσὶν αἱ αὐταί, τῷ δὲ εἴδει διαφέρουσι. γίνεται δὲ ἐκ μὲν τῶν καλῶν ἐνεργειῶν τῶν περὶ ἡδονὰς ἡ σωφροσύνη, ἐκ δὲ τῶν φαύλων ἡ ἀκολασία· ὁμοίως καὶ ἐπὶ τῶν ἄλλων ἀρετῶν. προβιβάζει δὲ καὶ ἐκ τῶν τεχνῶν· ἐκ γὰρ τοῦ αὐτοῦ ἐνεργήματος ὄντος τῷ γένει, οἵ τε ἀγαθοὶ γίνονται κιθαρισταὶ καὶ οἱ φαῦλοι, καλῶς μὲν ἐθιζόμενοι ἐνεργεῖν ἀγαθοὶ κιθαρισταί, κακῶς δὲ κακοί· ὁμοίως δὲ καὶ ἐπὶ τῶν ἄλλων τεχνῶν τὸ αὐτὸ συμβαίνει. ταῦτα δέ, ὥσπερ εἶπον, φέρει μὲν καὶ εἰς τὸ προκείμενον· εἰ γὰρ ἐκ τῶν ἐνεργειῶν καὶ τῶν ἐθῶν οἱ μὲν ἐνάρετοι γίνονται, οἱ δὲ φαῦλοι, φανερὸν ὡς οὐκ ἔστι φύσει οὔτε ἡ ἀρετὴ οὔτε ἡ κακία. ὁ δὲ τοῦτο μὲν οὐκέτι ἐπιφέρει· λαβὼν δὲ καθόλου τὰς ἐνεργείας ποιὰς ἀποδιδόναι καὶ ποιεῖσθαι δεῖ, τουτέστι καλὰς ἀλλὰ μὴ φαύλας διὰ τὸ ἀκολουθεῖν ταῖς ἐνεργείαις τὰς ἕξεις, ἐπήνεγκε τὸ ἐπεὶ οὖν ἡ παροῦσα πραγματεία οὐ θεωρίας ἕνεκά ἐστιν ὥσπερ αἱ ἄλλαι — σχεδὸν γὰρ πᾶσαι αἱ κατὰ φιλοσοφίαν πλὴν τῆς ἠθικῆς καὶ πολιτικῆς θεωρίας ἔχονται· τὴν δὲ ἠθικὴν μανθάνομεν, οὐχ ἵνα εἰδῶμεν τοὺς λόγους, ἀλλʼ ἵνα ἀγαθοὶ γενώμεθα —, ἀναγκαῖον εἶναί φησι σκέψασθαι τὰς ἕξεις. ἕξεις δὲ λέγει τὰς ἀρετὰς καὶ τὰς κακίας. καὶ οὕτω προάγων τὸν λόγον εἰσβάλλει εἰς τὸ ἕτερον πρόβλημα· ζητεῖ δὲ ποίας πράξεις δεῖ προαιρεῖσθαι· λέγει δὲ οὕτως.

Τὸ μὲν οὖν κατὰ τὸν ὀρθὸν λόγον ἕως μάλιστα δυνησόμεθα ὑπομένειν τὰ φοβερά.

`41`

Καθόλου δὴ λαμβάνει ἐκείνας τὰς πράξεις προαιρεῖσθαι δεῖν, ἃς κατὰ τὸν ὀρθὸν λόγον πράττομεν. τίς δέ ἐστιν ὁ ὀρθὸς λόγος, ὕστερον ῥηθήσεται καὶ πῶς ἔχει πρὸς τὰς ἄλλας ἀρετάς· δείξει δὲ ὅτι ὁ ὀρθὸς λόγος ἐστὶν ἡ φρόνησις, ἔχει δὲ πρὸς τὰς ἄλλας ἀρετὰς ἡ φρόνησις ὡς ἡγεμονική τις. δηλωθήσεται δὲ περὶ τούτου, ὅταν καὶ αὐτὸς λέγῃ. ἐκεῖνο δὲ ὑπομνηστέον, ὅτι τὸ κατὰ τὸν ὀρθὸν λόγον πράττειν οὐ μόνον τοῖς ἔχουσι τὰς τελείας ἀρετὰς προσνέμει, ἀλλὰ καὶ τοῖς μὴ ἔχουσι τὰς τελείας. πράττουσι γὰρ οὗτοι, ὡς ἂν ὁ ὀρθὸς λόγος ὑπαγορεύσειεν, οὐ μὴν ἔχοντες τὸν λόγον ἀποδεικτικὸν ἀλλὰ τὸν δοξαστικόν, ὅτι τοῦτο μὲν πρακτέον, τοῦτο δὲ οὐ πρακτέον, καὶ ὡς εἰπεῖν τὸ μὲν ὅτι παρειληφότες, τὸ δὲ διότι ἀγνοοῦντες. ῥηθήσεται δὲ περὶ τούτων ὕστερον· εἰπὼν δέ, ὅτι δεῖ πράττειν πάντα κατὰ τὸν ὀρθὸν λόγον, ἐνενόησεν ὅτι καθόλου μὲν τοῦτο εἴρηται, οὐκ ἀκριβῶς δέ· οὐ γὰρ οὕτω γνώριμον τίς ἐστιν ὁ ὀρθὸς λόγος ὡς ὅτι τὰ δὶς δύο τέσσαρα, ἀλλὰ τύπῳ μὲν λέγεται τὸ δεῖν κατὰ τὸν ὀρθὸν λόγον πράττειν, τίς δέ ἐστιν ὁ ὀρθὸς λόγος οὐχ οἷόν τε ἀκριβῶς διορίσαι· διὸ πάλιν ἀναμιμνήσκει, ὧν καὶ πρότερον εἶπεν, ὅτι δεῖ κατὰ τὴν ὕλην ἀποδέχεσθαι τοὺς λόγους. τὰ δὲ ἐν ταῖς πράξεσι καὶ τὰ συμφέροντα οὐδὲν ἑστηκὸς ἔχει, ἀλλὰ ταὐτὰ μὲν ποτὲ συμφέροντα ποτὲ δʼ οὔ, οἷον τοῖσδε πολεμεῖν νῦν συμφέρει, ἄλλοτε δʼ οὔ, καὶ ποτὲ μὲν εἰρήνην ἄγειν ἄλλοτε δʼ οὔ· καὶ κατὰ τὰ καλὰ ὁ αὐτὸς λόγος· ὁτὲ μὲν ἀποδιδόναι τὴν παρακαταθήκην καλόν, ὁτὲ δʼ οὔ. ἐξαλλάσσουσι δὲ ταῦτα οἱ καιροὶ καὶ τὰ πρόσωπα, πρὸς ἃ αἵ τε ἐνέργειαι καὶ οἱ τόποι καὶ αἱ χρεῖαι καὶ ὅσα τοιαῦτά ἐστιν. ὥσπερ οὖν οὐ τὰ ὑγιεινὰ οἷόν τε ὁρίσαι ἀκριβῶς διὰ τὸ ταὐτὰ ποτὲ μὲν ὑγίειαν ποιεῖν, ποτὲ δʼ οὔ, οὕτω δὴ οὐδὲ περὶ τῶν κατὰ τὰς πράξεις, ἀλλʼ ὄντος καὶ τοῦ καθόλου λόγου τοιούτου καὶ οἵου μὴ ἔχειν τὸ ἀκριβές, ἔτι μᾶλλον ὁ περὶ τῶν καθʼ ἕκαστα λόγος οὐκ ἔχει τὸ ἀκριβές. οὔτε γὰρ τέχνῃ τινὶ οὔτε παραγγελίᾳ δυνατὸν εἰπεῖν περὶ τῶν καθʼ ἕκαστα, ἀλλὰ δεῖ τοὺς πράττοντας παρακολουθοῦντας τοῖς καιροῖς καὶ τοῖς συμβαίνουσιν ὡς ἂν ἀπαιτῇ τὰ πράγματα οὕτως πράττειν, καθάπερ ἐπὶ ἰατρικῆς ἔχει καὶ κυβερνητικῆς. καὶ γὰρ αὗται οὔτε τοὺς καθόλου λόγους ἔχουσιν ἀκριβεῖς οὔτε τοὺς καθʼ ἕκαστα, ἀλλὰ δεῖ καὶ τὸν ἰατρὸν καὶ τὸν κυβερνήτην τοῖς καιροῖς παρακολουθοῦντα τὸν μὲν ἰᾶσθαι, τὸν δὲ κυβερνᾶν.

Ταῦτα δὲ εἰπὼν τὰ ἑξῆς ἅμα μὲν περὶ τῶν πράξεων λέγει τύπῳ, οἵας δεῖ προαιρεῖσθαι, ἅμα δὲ λανθάνων εἰσβάλλει εἰς τὸν περὶ ἀρετῶν καὶ κακιῶν λόγον. πρῶτον οὖν, φησί, θεωρητέον, ὅτι τὰ τοιαῦτα πέφυκεν ὑπὸ ἐνδείας καὶ ὑπερβολῆς φθείρεσθαι. τίνα δέ ἐστι τὰ τοιαῦτα, ὕστερον δηλοῖ λέγων ὥσπερ ἐπὶ τῆς ἰσχύος καὶ τῆς ὑγιείας· διὰ μέσου δὲ εἴρηκε δεῖ γὰρ ὑπὲρ τῶν ἀφανῶν τοῖς φανεροῖς μαρτυρίοις χρῆσθαι. εἰσὶ δὲ φανερώτεραι τῶν ψυχικῶν ἀρετῶν αἱ σωματικαί, οἷον ἰσχὺς καὶ ὑγίεια, ἐφʼ ὧν ποιεῖται τὸν λόγον, τὰ ὑπερβάλλοντα γυμνάσια καὶ τὰ ἐλλείποντα λέγων φθείρειν τὴν ἰσχύν· ὁμοίως δὲ καὶ τὴν ὑγίειαν τὰ ἐλάττω καὶ πλείω τῶν ἱκανῶν σιτία φθείρει, τὰ δὲ σύμμετρα σώζει καὶ ποιεῖ καὶ αὔξει. τὸν αὐτὸν οὖν τρόπον καὶ ἐπὶ σωφροσύνης καὶ ἀνδρείας ἔχειν φησὶ καὶ τῶν ἄλλων ἀρετῶν. ὁ μὲν γὰρ ἀεὶ ἐνεργῶν οὕτως ὥστε ἀεὶ φοβεῖσθαι καὶ μηδὲν ὑπομένειν δειλὸς γίνεται, ὁ δὲ ἐθιζόμενος μηδὲν φοβεῖσθαι ἀλλὰ πρὸς πάντα βαδίζειν ἰταμῶς θρασύς, καὶ ἐπὶ τῶν ἄλλων ἀρετῶν ὅμοια παρέθηκε. φθείρεται γὰρ ἡ ἀνδρεία καὶ ἡ σωφροσύνη, φησίν, ὑπὸ τῆς ὑπερβολῆς καὶ τῆς ἐλλείψεως. φθείρεσθαι δὲ λέγει, οὐχ ὅτι ἤδη οὖσα φθείρεται, ἀλλὰ κατὰ τὸ κωλύεσθαι τὴν σύστασιν αὐτῶν καὶ ὑπὸ τῆς ὑπερβολῆς καὶ τῆς ἐλλείψεως φθορὰν ὠνόμασεν. οὐ μόνον δέ φησιν ὑπὸ τῶν αὐτῶν αἱ γενέσεις καὶ αὐξήσεις τῶν ἀρετῶν καὶ αἱ φθοραὶ ἀλλὰ καὶ αἱ ἐνέργειαι ἐν τοῖς αὐτοῖς γίνονται. δῆλον δὲ τοῦτο πρότερον ἐπὶ τῶν σωματικῶν ἀρετῶν· ἐξ ὧν γὰρ γίνεται ἡ ἰσχύς, περὶ ταῦτα καὶ ἐνεργεῖ μάλιστα· καὶ γὰρ γίνεται ἐκ τοῦ πολλὴν τροφὴν λαμβάνειν καὶ πολλοὺς κόπους ὑπομένειν. ὁμοίως δὲ καὶ ἐπὶ τῶν ψυχικῶν ἀρετῶν· ἐξ ὧν γὰρ γίνεται ἡ ἐνέργεια καὶ ἡ ἕξις, περὶ ταῦτα καὶ ἐνεργεῖν δύναται μάλιστα. ὡς δὲ τοῦτο ἔχει φανερῶς, αὐτὸς ἐπέξεισιν.

`42`

Ἐπὶ δὲ τούτοις λέγει σημεῖον δεῖν ποιεῖσθαι τῶν ἀρετῶν καὶ τῶν κακιῶν τὴν ἐπιγινομένην ταῖς ἐνεργείαις ἡδονὴν ἢ λύπην· ὁ μὲν γὰρ ἀπεχόμενος τῶν σωματικῶν ἡδονῶν καὶ χαίρων σώφρων, ὁ δὲ ἀπεχόμενος μὲν λυπούμενος δὲ ἀκόλαστός ἐστι, κἂν ὅτι μάλιστα ἀπέχηται. δῆλος γάρ ἐστιν διʼ ἀνάγκην ἀπεχόμενος, οὐ διὰ προαίρεσιν. τὸ αὐτὸ καὶ ἐπʼ ἐλευθεριότητί ἐστιν· ὁ μὲν γὰρ ἐλευθέριος πολὺ καὶ μᾶλλον χαίρει διδοὺς τοῦ λαμβάνοντος. ὁ δὲ διδοὺς μέν, ἀνιώμενος δὲ ἐπὶ τῇ δόσει οὐκ ἐλευθέριος ἀλλʼ ἀνελεύθερος· ἐπὶ δὲ τοῦ ἀνδρείου εἶπεν, ὅτι ὑπομένων τὰ δεινὰ χαίρων ἢ μὴ λυπούμενός γε ἀνδρεῖος, εἰκότως προσθεὶς ἢ μὴ λυπούμενος· ἀγαπητὸν γὰρ ὑπομένοντας τὰ δεινὰ μὴ λυπεῖσθαι· καθόλου δέ, ὡς εἶπε, συνέζευκται ταῖς τῶν ἀρετῶν ἐνεργείαις ἡ ἐπʼ αὐταῖς ἡδονή. εἶτά φησι περὶ ἡδονὰς γὰρ καὶ λύπας ἐστὶν ἡ ἠθικὴ ἀρετή, οὐ τοῦτο λέγων, ὅτι διὰ τοῦτό ἐστι περὶ ἡδονὰς καὶ λύπας, ἐπειδὴ ἀκολουθοῦσι ταῖς καλαῖς ἐνεργείαις αἱ ἐπʼ αὐταῖς ἡδοναί· ἀλλὰ τοῦτο μὲν σημεῖον ἔθετο τῶν ἀρετῶν. εἰκότως δὲ ἀκολουθεῖν λέγεται ταῖς καλαῖς ἐνεργείαις τὰς ἐπʼ αὐταῖς ἡδονάς, ἐπειδὴ περὶ ἡδονὰς καὶ λύπας ἐστὶν ἡ ἠθικὴ ἀρετή· τῆς γὰρ αὐτῆς ἐστι καὶ περὶ ἡδονὰς καὶ λύπας εἶναι τὸ προσῆκον μέτρον αἱρουμένων τῶν ἡδονῶν καὶ τῶν πόνων, καὶ ἀκολουθεῖν ταῖς ἐνεργείαις αὐταῖς τὴν ἡδονήν.

Ἀπορήσειε δʼ ἄν τις πῶς ἐστι περὶ ἡδονὰς καὶ λύπας ἡ ἠθικὴ ἀρετή· οὐ γὰρ δὴ ἡ διανοητική· αὕτη γὰρ φανερὸν ὡς οὐκ ἔστι περὶ ἡδονὰς καὶ λύπας· ἡ δὲ ἠθικὴ πῶς ἂν εἴη περὶ ἡδονὰς καὶ λύπας; ἆρά γε ὥσπερ ὄργανα, καθάπερ ἂν εἴποι τις τὴν αὐλητικὴν εἶναι περὶ αὐλούς, τὴν δὲ τεκτονικὴν περὶ πέλεκυν ἢ πρίονα καὶ τὰ ἄλλα ὄργανα, ἢ μᾶλλον ὥσπερ ὑποκείμενον καὶ ὕλην, ὃν τρόπον ἡ μὲν μουσικὴ περὶ μέλος ἐστίν, ἡ δὲ γεωμετρία περὶ μέγεθος; ὄργανον μὲν οὖν τῆς ἀρετῆς φάναι τὴν ἡδονὴν καὶ τὴν λύπην οὐκ εὔλογον· ἐπʼ οὐδὲν γὰρ χρῆται αὐτοῖς ὡς ὀργάνοις· μᾶλλον δὲ ἔοικεν εἶναι τῆς ἀρετῆς ὑποκείμενα οὕτως ὡς τῇ μουσικῇ τὰ μέλη· τὴν γὰρ ἐνέργειαν ποιεῖται περί τε πάθη καὶ πράξεις καὶ τὴν τούτων συμμετρίαν, καθάπερ μουσικὴ περὶ τὰ μέλη. τῶν οὖν ὑποκειμένων ἐστὶ καὶ ὕλης λόγον ἐχόντων τὰ πάθη. οὐ μόνον δὲ τὰ πάθη, ὥσπερ ἔφαμεν, ἀλλὰ καὶ αἱ πράξεις· ἐπεὶ γὰρ παντὶ πάθει ἕπεται ἡδονὴ καὶ λύπη, ὥσπερ προελθὼν ἐρεῖ, εἰκότως περὶ ἡδονὰς καὶ λύπας ἐστὶν ἡ ἠθικὴ ἀρετὴ ὥσπερ ὑποκείμενα.

`43`

Ἄξιον δὲ καὶ τοῦτο ζητῆσαι, πῶς λέγεται παντὶ πάθει ἕπεσθαι ἡδονὴν ἢ λύπην. ἔνιοι μὲν γὰρ ἡγήσαντο γενικώτατα εἶναι δύο ταῦτα πάθη κατὰ τὸν Ἀριστοτέλην, οὕτως δὲ γενικὰ ὥστε διαιρεῖσθαι τὸ μὲν πάθος εἰς δύο πάθη, ἡδονὴν καὶ λύπην, τὰ δʼ ἄλλα πάντα πάθη εἰς ἡδονὴν ἀνάγεσθαι καὶ λύπην, οἷον ὀργὴν μὲν καὶ φόβον εἰς λύπην, θάρσος δὲ εἰς ἡδονήν, τὴν δὲ ἐπιθυμίαν κοινόν τι εἶναι ἐκ λύπης καὶ ἡδονῆς. κατὰ μὲν γὰρ τὴν ἔνδειαν λύπη πάρεστι τῷ ἐπιθυμοῦντι, κατὰ δὲ τὴν ἐλπίδα ἡδονή. ἂν δʼ ᾖ παντελῶς ἀπηλπικὼς τεύξεσθαι οὗ ἐπιθυμεῖ ὁ ἄνθρωπος, λύπη τῇ ἐπιθυμίᾳ ἕπεται ὡς γένος. οὗτος δὲ ὁ λόγος ἔχει μέν τινα πιθανότητα, ἔστι δὲ ἀμφισβητήσιμος· ἐπεὶ γὰρ ὁμολογεῖταί τις ἡδονὴ ἐν εἴδει τοῦ πάθους καὶ λύπη, οἷον ἐπειδὰν χαίρωμεν ἢ ἐπʼ αὐτοῖς εὖ πράττουσιν ἢ ἐπὶ τοῖς φίλοις, ἡδονὴ λέγεται τὸ τοιοῦτον, καὶ λύπη δὲ ἡ ἐπὶ τοῖς ἰδίοις ἢ τοῖς τῶν φίλων κακοῖς, τίνι διαιρήσομεν τὴν γενικὴν ἡδονὴν καὶ λύπην τῶν εἰρημένων; εἰ γὰρ ὁ αὐτὸς λόγος ἐστὶ πάσης ἡδονῆς, ὅτι ἐστὶν ἡδονὴ ἐνέργεια τοῦ κατὰ φύσιν ἀνεμπόδιστος, οὐχ οἷόν τε εἰπεῖν δύο εἶναι ἡδονάς, τὴν μὲν γένος τὴν δὲ εἶδος, εἴπερ ταὐτὸν ὄνομα αὐτῶν καὶ ὁ αὐτὸς λόγος καὶ οὐκ ἔστιν ἴδιός τις ὁρισμὸς παρὰ τὸν εἰρημένον τῆς ἐν μέρει ἡδονῆς, εἰ μή τις ἐρεῖ κοινῶς μὲν πάσης ἡδονῆς εἶναι τὸν λόγον τὸν εἰρημένον, ὁμοίως δὲ καὶ λύπης τὸν ἐναντίον, τὴν δὲ ἐν εἴδει ἐνέργειαν τοῦ κατὰ φύσιν ἐπὶ ταῖς ἡμετέραις καὶ ταῖς τῶν φίλων εὐπραγίαις παρούσαις καὶ τὴν διαίρεσίν γε ποιήσεται, ἐκτιθέμενος τὴν ἡδονὴν καὶ τὴν λύπην γενικώτατα πάθη. τοῦ πάθους δύο εἴδη· τὸ μὲν ἡδονή, τὸ δὲ λύπη. τῶν δὲ ἡδονῶν αἱ μὲν ψυχικαί, αἱ δὲ σωματικαί, καὶ ὁμοίως τῶν λυπῶν· αἱ μὲν οὖν ψυχικαὶ τῇ ψυχῇ ἔχουσαι ἐνέργειαν τοῦ κατὰ φύσιν, αἱ δὲ σωματικαὶ διὰ τοῦ σώματος γινόμεναι τῆς ψυχῆς ἡδοναί· τῶν δὲ ψυχικῶν τὴν μὲν εἶναι ἐρεῖ ὁμωνύμως τῷ γένει καλουμένην ἡδονήν, διάχυσίν τινα οὖσαν ἐπὶ ταῖς ἡμετέραις καὶ ταῖς τῶν φίλων εὐπραγίαις ὡς παρόντων ἡμῖν ἢ τοῖς φίλοις τῶν ἀγαθῶν· αὕτη δὲ συνωνυμεῖ μὲν καὶ δέχεται τὸν λόγον τοῦ γένους· ἐνέργεια γάρ ἐστι καὶ αὕτη τοῦ κατὰ φύσιν ἀνεμπόδιστος· ὁμωνυμεῖ δέ, ᾗ ταὐτὸν ὄνομα ἔχει τῷ γένει. ἄλλο δὲ εἶδος τῆς ψυχικῆς ἡδονῆς θάρσος, ἡδονή τις οὖσα καὶ διάχυσις διʼ ἐλπίδα τοῦ ἐν μηδενὶ δεινῷ ἔσεσθαι, ἢ κἂν γένηται κρατήσειν· καὶ τὰ ἄλλα δὲ ὅσα καθʼ ἡδονὴν ψυχικὴν λέγεται πάθη ἡδοναὶ ψυχικαὶ ἂν εἶεν, ὧν τὰ μὲν ἄντικρυς ἡμαρτημένα ἐστί, τὰ δέ, ἂν μὲν ᾖ μεμετρημένα, οἰκεῖά ἐστι τῇ ἀρετῇ, ὑπερβάλλοντα δὲ οἰκεῖα τῇ κακίᾳ. ὁμοίως δʼ ἔχει καὶ ἐπὶ ψυχικῆς λύπης. τὸ μὲν οὖν ὅλον ἐνέργεια τοῦ κατὰ φύσιν· ταύτης δὲ εἴδη ἥ τε ἔνδεια λεγομένη, λύπη οὖσα ἐπὶ ταῖς ἡμετέραις ἢ ταῖς τῶν φίλων δυσπραγίαις ὡς παρόντων ἤδη τῶν κακῶν· ἔτι δὲ καὶ ἡ ὀργὴ λύπη οὖσα ἐπὶ τῷ νομίζειν τι παρʼ ἀξίαν πεπονθέναι μετʼ ὀρέξεως τοῦ ἀντιλυπῆσαι τὸν λελυπηκότα· καὶ ὁ φόβος δὲ εἶδος λύπης διὰ προσδοκώμενον κακὸν γενομένης.

`44–45`

Ταῦτα μὲν ἱκανῶς λέγοιτο πρὸς τὸ εἶναι τὴν πρώτην διαίρεσιν τοῦ πάθους εἰς ἡδονὴν καὶ λύπην· ἀλλʼ ἐπειδὴ δοκεῖ ἡ ἐπιθυμία μικτὸν ἐξ ἡδονῆς εἶναι καὶ λύπης, δόξει μὴ οἷόν τε γενικωτάτην εἶναι ἡδονὴν καὶ λύπην. δεῖ γὰρ θάτερον πᾶν εἶδος πάθους ὑπὸ θάτερον αὐτοῦ τάττεσθαι, ἀλλʼ οὐχὶ μικτὸν ἐξ αὐτῶν εἶναι. ὥσπερ γὰρ τὸ ζῷον διαιρεῖται εἰς λογικὸν καὶ ἄλογον καὶ τὰ λοιπὰ ἢ λογικά ἐστιν ἢ ἄλογα, ἐκ λογικῶν δὲ καὶ ἀλόγων οὐδέν, οὕτως εὔλογον ἔχειν ἐπὶ ἡδονῆς καὶ λύπης ἂν ᾖ πάθη γενικά. διὸ πειρῶνταί τινες λέγειν μὴ εἶναι αὐτὰ γένη, μηδὲ τὴν πρώτην διαίρεσιν τῶν παθῶν εἰς ταῦτα εἶναι, ἀλλὰ τὸν Ἀριστοτέλην λέγειν παρέπεσθαι αὐτὰ τοῖς πάθεσιν οὕτως ὡς τῇ μὲν ὑγιείᾳ παρέπεται ἡ εὔχροια, τῇ δὲ νόσῳ ἡ δύσχροια· ἐπισκεπτέον δὲ περὶ τούτων. ἔχει δὲ ἡ ἐπιθυμία, ὥσπερ εἴρηται, μῖξίν τινα ἡδονῆς καὶ λύπης καὶ ὁ θυμός. καὶ γὰρ αὐτὸς δοκεῖ μεθʼ ἡδονῆς γίνεσθαι καὶ λύπης· δηλοῖ δὲ καὶ Ὅμηρος λέγων «ὥστε πολὺ γλυκίων μέλιτος καταλειβομένοιο ἀνδρῶν ἐν στήθεσσι» καὶ τὰ ἑξῆς. ὅρα δὲ μὴ οὕτω βέλτιον ἄνωθεν λαβεῖν τί ποτέ ἐστι τὸ πάθος καὶ τίνα ἂν αὐτοῦ γένοιτο εἴδη· ἴσως γὰρ ἀληθῶς φανεῖται τῶν ἄλλων γενικώτατα ἡδονὴ καὶ λύπη· οἱ μὲν οὖν ἐκ τῆς Στοᾶς ᾠήθησαν πάθος εἶναι ὁρμὴν σφοδρὰν ἢ ὁρμὴν ἄλογον, λαμβάνοντες τὸ ὑπεναντίον τῷ ὀρθῷ λόγῳ οὐκ εὖ· οὔτε γὰρ πᾶν πάθος σφοδρὸν οὔτε πᾶν ὑπεναντίον τῷ λόγῳ, ἀλλά τινα οἰκεῖά ἐστιν ἀγαθῷ. τοὺς γοῦν ἀπειθεῖς καὶ σκληροὺς τὰ ἤθη ψέγομεν· καὶ ἅμα τὸ ὀρεκτικὸν μόριον τῆς ψυχῆς ἐξελεῖν μὲν παντελῶς ἀμήχανον, κοσμῆσαι δὲ ὥσπερ καὶ τὸ λόγον ἔχον δυνατόν· εἴη δʼ ἂν κεκοσμημένον ἐν τῇ τῶν παθῶν συμμετρίᾳ. ὅτι δὲ ἔστι τι ὀρεκτικὸν καὶ παθητικὸν τῆς ψυχῆς, σκεπτέον ἐν ἄλλοις· τῶν δὲ ἐκ τοῦ Περιπάτου τῶν μὲν παλαιῶν παρʼ οὐδενὶ εὑρίσκομεν ὁρισμὸν τοῦ πάθους· τῶν δὲ ὕστερον Ἀνδρόνικος μὲν εἴρηκε πάθος εἶναι τῆς ψυχῆς κίνησιν ἄλογον διʼ ὑπόληψιν κακοῦ ἢ ἀγαθοῦ, ἄλογον λαμβάνων οὐ τὸ ὑπεναντίον τῷ ὀρθῷ λόγῳ ὥσπερ οἱ ἐκ τῆς Στοᾶς, ἀλλὰ τὸ τοῦ ἀλόγου τῆς ψυχῆς μορίου κίνημα· Βόηθος δὲ τὸ πάθος τῆς ψυχῆς κίνησιν ἄλογον ἔχουσάν τι μέγεθος, ἄλογον μὲν λαμβάνων καὶ αὐτὸς τὴν τοῦ ἀλόγου τῆς ψυχῆς μορίου κίνησιν, τὸ δὲ μέγεθος προστιθείς, ἐπειδὴ γίνονταί τινες καὶ ἄλλαι κινήσεις τοῦ ἀλόγου τῆς ψυχῆς μετʼ οἰκειώσεως τῆς πρός τινας καὶ ἀλλοτριώσεως βραχείας· τὰς οὖν μετὰ βραχείας οὐκ ἄξιον ἡγεῖτο ὀνομάζειν πάθη. οὐκ οἶδα δὲ ὅπως τοῦτο εἶπε· πᾶσα γὰρ κίνησις τοῦ παθητικοῦ μορίου τῆς ψυχῆς, ἂν μὴ λανθάνῃ, πάθος ἂν εἴη τοῦ σώματος, οὐ μόνον δὲ ἡ σὺν μεγέθει· τὸ δὲ κατʼ ἀλλοίωσίν του ὥσπερ καὶ πᾶσα κίνησις σώματος οὐ κατʼ ἀλλοίωσιν, ἂν μὴ λανθάνῃ, πάθος ὂν τοῦ σώματος πρόσκειται, ὅτι ταῦτα ἔοικεν ἡ κατὰ τὰ πάθη μεταβολὴ τῆς ψυχῆς. ὁ δὲ Ἀνδρόνικος εἰπών, διʼ ὑπόληψιν ἀγαθῶν ἢ κακῶν γίνεσθαι τὸ πάθος, πρῶτον μὲν ἴσως ἠγνόησεν, ὅτι γίνεταί τινα πάθη ἐξ αὐτῆς τῆς φαντασίας χωρὶς συγκαταθέσεως καὶ ὑπολήψεως· καὶ γὰρ κατὰ τὴν αἴσθησιν αὐτήν, ὅτε ἡδὺ ἢ λυπηρὸν φανῇ, ἐνίοτε γίνεται πάθος τῆς ψυχῆς· ὥστε οὐ μόνον μετὰ τὰς ὑπολήψεις ἀλλὰ καὶ πρὸ τῶν ὑπολήψεων τὰ πάθη γίνονται. μηνύουσι δὲ τοῦτο μάλιστα αἱ ἐπιθυμίαι. ἰδὼν γάρ τις πολλάκις ἐν ἐπιθυμίᾳ ἐγένετο καλοῦ ᾗ καλοῦ, οὐδέποτε ὑπολήψεως πρότερον γενομένης. ἔτι πολλάκις γίνονται οὐ πάντως ὑπολήψεως γινομένης ὅτι ἀγαθὸν πάρεστιν, οἷον ἐπειδὰν ὑπὸ εὐτραπέλου λόγου κινῆται τῆς ψυχῆς τὸ ἄλογον· οὐ γὰρ ὑπολαμβάνομεν τότε ἀγαθόν τι ἡμῖν παρεῖναι, ἀλλʼ ὅλως ὑφʼ ἡδέος κινούμεθα. ἔστι δʼ ὅτε καὶ τῇ ὑπολήψει τοῦ ἀγαθοῦ ἀκολουθεῖ τὸ ἥδεσθαι, τῇ δὲ ὑπολήψει τοῦ κακοῦ ἀκολουθεῖ τὸ λυπεῖσθαι, κινουμένης δηλονότι τῆς ψυχῆς, ὡς τοῦ μὲν ἀγαθοῦ ἡδέος ὄντος, τοῦ δὲ κακοῦ λυπηροῦ. μήποτε οὖν ᾖ τὸ πάθος κίνησις τοῦ ἀλόγου τῆς ψυχῆς ὑφʼ ἡδέος ἢ λυπηροῦ· ἐάν τε γὰρ μετὰ φαντασίαν ἀκολουθήσῃ τὸ πάθος, ἐάν τε μετὰ ὑπόληψιν, πάντως ὡς ἐπὶ ἡδεῖ ἢ λυπηρῷ γίνεται, ὃ καὶ μηνύει γενικώτατα πάθη ὄντα τήν τε ἡδονὴν καὶ τὴν λύπην. γενικὰ δὲ πάθη οἱ μὲν ἐκ τῆς Στοᾶς ἔφασαν εἶναι ἡδονὴν καὶ λύπην φόβον καὶ ἐπιθυμίαν· γίνεσθαι μὲν γὰρ τὰ πάθη ἔφασαν διʼ ὑπόληψιν ἀγαθοῦ καὶ κακοῦ, ἀλλʼ ὅταν μὲν ὡς ἐπὶ παροῦσι τοῖς ἀγαθοῖς κινῆται ἡ ψυχή, ἡδονὴν εἶναι, ὅταν δὲ ὡς ἐπὶ παροῦσι τοῖς κακοῖς, λύπην· πάλιν δὲ ἐπὶ τοῖς προσδοκωμένοις ἀγαθοῖς ἐπιθυμία συμβαίνει, ὄρεξις οὖσα ὡς φαινομένου ἀγαθοῦ, κακῶν δὲ προσδοκωμένων τὸ συμβαῖνον πάθος φόβον ἔλεγον εἶναι.

`46–47`

Ἄξιον δὲ ἀπορῆσαι, τί δήποτε τὸν μὲν φόβον παρειλήφασιν ὡς πάθος γενικόν, καίπερ εἶδος λύπης ὄντα. ἔστι γὰρ ὁ φόβος λύπη ἐπὶ προσδοκωμένῳ κακῷ, καὶ οὐχ οἱῳδήποτε· οὐ γάρ φαμεν φοβεῖσθαι τὸν προσδοκῶντα πενίαν, ἀλλὰ μάλιστα δοκεῖ φόβος εἶναι καὶ κυρίως, ὅταν τῶν πρὸς κίνδυνον τὸν περὶ σωτηρίαν φερόντων κακῶν ἡ προσδοκία ᾖ. τὸ δʼ ἀντικείμενον αὐτῷ πάθος παρῆκαν, λέγω δὲ τὸ θάρσος κατὰ προσδοκίαν γενόμενον τοῦ μηδὲν ἔσεσθαι κακόν, ἢ κἂν γένηται κρατήσειν αὐτοῦ. ὑπὸ γὰρ τοιαύτης τινὸς ὑπολήψεως γίνεται τὸ θάρσος, οὐκ αὐτῆς τῆς προσδοκίας ὄντος πάθους, ἀλλὰ τοῦ ἐπακολουθοῦντος κινήματος ἐν τῷ λόγῳ. τὴν δὲ ἐπιθυμίαν τιθέντες τὴν ὀργὴν παρῆκαν· λέγουσι μὲν γὰρ αὐτὴν ἐπιθυμίαν εἶναι, ἔστι δὲ οὐκ ἐπιθυμία. ἀλλʼ ὑπὸ τὸ αὐτὸ γένος· ὀρέξεις γὰρ ἄμφω, ἀλλʼ ἡ μὲν ἐπιθυμία τοῦ ἡδέος ψιλῶς, ἡ δὲ τοῦ ἀντιλυπῆσαι· ἴσως δὲ οὐδὲ ἀεὶ τοῦ ἀντιλυπῆσαι· οἱ γοῦν πατέρες ὀργιζόμενοι τοῖς υἱεῦσιν οὐκ ὀρέγονται τοῦ ἀντιλυπεῖν. μήποτʼ οὖν κοινῶς ἐστι καὶ ὀργὴ κίνησις τῆς ψυχῆς ὑπὸ τοῦ ἠδικηκέναι δοκοῦντος. καὶ ἄλλα δὲ πλείω ἄν τις ἔχοι περὶ τούτων λέγειν. ὁ δὲ Πλάτων τὰ μὲν πολλὰ φαίνεται δηλῶν τὰ ἀνωτάτω πάθη ἡδονὴν καὶ λύπην ἔν τε ἄλλοις καὶ ἐπειδὰν λέγῃ «δύο γὰρ αὗται πηγαὶ μεθεῖνται ῥεῖν», περὶ ἡδονῆς λέγων καὶ λύπης ὡς ἐν τούτοις τοῖς πάθεσι γενικοῖς οὖσι τῶν ἄλλων παθῶν ἁπάντων  <span class="gap">…</span> · ἔστι δʼ ὅτε καταριθμεῖται πάθη ἕξ, ἡδονὴν λύπην φόβον θάρσος ἐπιθυμίαν θυμόν, τὰ γνωριμώτατα ὡς ἐμοί γε δοκεῖ καταριθμούμενος. τάχα δὲ οὐκ ἄλογον γενικώτατα μὲν φάναι ἡδονὴν καὶ λύπην, ἡδονὴν μὲν ἐνέργειαν τοῦ κατὰ φύσιν ἀνεμπόδιστον, λύπην δὲ ὅταν ἐμποδίζηται τὸ κατὰ φύσιν ἐνεργεῖν, εἰς δὲ ταῦτα τὴν τῶν παθῶν ἀναγωγὴν ποιεῖσθαι. εἶναι δὲ τούτων εἴδη τήν τε ἐν μέρει λεγομένην ἡδονὴν καὶ τὴν ἐν μέρει λύπην ὁμώνυμον τοῖς γένεσι, τὴν μὲν οὖν διάχυσιν ἐπὶ τοῖς παροῦσιν ἡδέσι, τὴν λύπην δὲ σύγχυσιν ἐπὶ τοῖς παροῦσι λυπηροῖς· πάλιν δὲ θάρσος μὲν ἡδονήν τινα διὰ προσδοκίαν τοῦ μηδὲν ἔσεσθαι δεινὸν ἤ, κἂν γένηται, κρατήσειν τοῦ δεινοῦ· φόβον δὲ λύπην διὰ προσδοκίαν δεινῶν. πρὸς δὲ τούτοις ἀριθμεῖν εἰώθασι τὰ πάθη τὴν φιλίαν καὶ τὸ μῖσος, φιλίαν λαμβάνοντες οὐ τὴν τῶν ἀντιπεπονθότων εὔνοιαν — αὕτη γὰρ ἤδη διάθεσίς τις —, ἀλλὰ τὴν κατὰ τὸ φιλεῖν γινομένην κίνησιν τῆς ψυχῆς, ᾗ ἀντίκειται ἡ κατὰ τὸ μισεῖν κίνησις. ἀνάγεται δὲ τὸ μὲν φιλεῖν εἰς τὴν ἡδονήν· οἰκείωσις γάρ τις ἰδία γίνεται πρὸς τὸ φιλούμενον· τοὐναντίον δὲ ἐν τῷ μισεῖν ἀλλοτρίωσις καὶ λύπη ἐν τῷ ὁρᾶν καὶ ἀκούειν τοῦ μισουμένου ἢ ὅλως ὁπωσοῦν ἐντυγχάνειν τῷ μισουμένῳ. συναριθμοῦνται δʼ ἐν τοῖς πάθεσι καὶ χάρις καὶ ὀργή, ὧν ἡ μὲν χάρις εἰς ἡδονὴν ἀνάγεται, κίνησις οὖσα τῆς ψυχῆς ὀρεκτικὴ τοῦ ἀμείψασθαι τὸν εὐεργετήσαντα· ἀνάγκη δὲ ἅμα τῷ ὀρέγεσθαι τῆς τοιαύτης ἡδονήν τινα εἶναι· ἡ δὲ ὀργὴ λύπης εἶδος, ἥπερ ἐστὶ λύπη διʼ ὑπόληψιν τοῦ ἠδικῆσθαι νομίζειν. εὕροι δʼ ἄν τις καὶ τὰ ἄλλα πάθη εἰς ταῦτα ἀναγόμενα, οἷον νέμεσιν μὲν καὶ φθόνον καὶ ἔλεον εἰς λύπην· ἔτι δὲ πρὸς τούτοις ζῆλον τὸν κατὰ ζηλοτυπίαν τιθέμενον· ζηλοτυπία γάρ τις καὶ κατὰ τὸ ζηλοῦν καὶ μιμεῖσθαι.  <span class="gap">…</span>

`48`

Δείκνυσι δὲ αὐτὸ ἐπὶ παραδείγματος· οὐ γὰρ εἴ τῳ δέκα μναῖ πολὺ ἢ δύο ὀλίγον, τούτῳ προστάξει ὁ ἀλείπτης ἓξ μνᾶς κατὰ τὴν ἀριθμητικὴν ἀναλογίαν, ἀλλʼ ἐπεὶ τὸ μὲν πολὺ τὸ δὲ ὀλίγον καὶ ἐν πάσῃ δὲ ἐπιστήμῃ τὸ μέσον οὐχ ἕν ἐστιν ἀλλὰ τὸ πρὸς ἕκαστον οἰκεῖον, οἷον ὁ σκυτοτόμος οὐχ ἕν τι ἡγεῖται μέσον ὑπόδημα ἀλλὰ πρὸς μὲν ἐμὲ μέσον ἐστὶ τὸ ἁρμόζον τῷ ποδὶ τῷ ἐμῷ, ὑπερβάλλον δὲ τὸ μεῖζον, ἐλλεῖπον δὲ τὸ ἐνδέον τοῦ ἐμοῦ ποδός, σοὶ δὲ μέσον τὸ σοὶ ἁρμόζον καὶ ἑκάστῳ ὁμοίως· καὶ ἐπὶ τῶν ἄλλων τεχνῶν ὁ αὐτὸς λόγος. εἰ δὴ πᾶσα τέχνη τὸ αὑτῆς ἔργον πρὸς τὸ ἑκάστῳ οἰκεῖον μέσον ἀποβλέπουσα ποιεῖ, ἡ δὲ ἀρετὴ πάσης τέχνης ἀκριβεστέρα καὶ ἀμείνων ἐστίν, ὥσπερ καὶ ἡ φύσις — καὶ γὰρ ἡ φύσις ἀμείνων τῆς τέχνης, μιμεῖται γὰρ ἡ τέχνη τὴν φύσιν, ἡ δὲ ἀρετὴ ἔτι ἀμείνων, ἔστι γὰρ ἡ ἀρετὴ τελειότης φύσεως καὶ κατωρθωμένη φύσις —, εἰ ταῦθʼ οὕτως ἔχει, ἡ ἀρετὴ τοῦ μέσου ἂν εἴη στοχαστικὴ τοῦ πρὸς ἡμᾶς· λέγω δέ, φησί, τὴν ἠθικὴν ἀρετήν· αὕτη γάρ ἐστι περὶ πάθη καὶ πράξεις, ἐν οἷς ἐστιν ὑπερβολὴ καὶ ἔλλειψις καὶ τὸ μέσον. φανερὸν δὲ ποιεῖ διὰ τούτων, ὅτι ἡ διανοητικὴ ἀρετὴ οὐκ ἔστι μεσότης· οὐ γὰρ δεῖ μέσως μὲν εἰδέναι, ὑπερβαλλόντως δὲ μή, ἀλλʼ ἐφʼ ὅσον οἷόν τε εἰδέναι ἄριστα ἂν ἔχοι· ἡ δὲ μεσότης περὶ τὰ πάθη καὶ τὰς πράξεις ἐστίν, ἐκλεκτικὴ οὖσα τοῦ ἐν αὐτοῖς πρὸς ἡμᾶς μέσου, οἷον ἐν πάθεσιν ἔσται φοβηθῆναι καὶ μᾶλλον καὶ ἧττον, ὧν ἑκάτερον οὐκ εὖ, καὶ μέσον, ὅπερ ἐστὶ τῆς ἀρετῆς· τὸ δὲ μέσον ἀφορίζεται τῷ ὅτε δεῖ ἡσθῆναι καὶ ἐφʼ οἷς ἢ κατὰ τοὺς ἄλλους τοὺς εἰρημένους διορισμούς. ὁμοίως δὲ καὶ περὶ τὰς πράξεις ἐστὶν ὑπερβολὴ καὶ ἔλλειψις καὶ μέσον, οἷον ἀναλῶναι χρήματα καὶ καθʼ ὑπερβολὴν ἔστιν, ὅταν πλέον τις τοῦ δεόντος δαπανᾷ καὶ κατʼ ἔλλειψιν, ὅταν ἐνδεέστερον τοῦ δέοντος ἀναλώσῃ, καὶ τὸ μέσον, ὅταν καὶ ὅσον δεῖ καὶ ὁποῖον δεῖ καὶ κατὰ τοὺς ἄλλους διορισμοὺς ἀναλώσῃ, ὅπερ ἤδη ἀρετῆς. μεσότης τις ἄρα ἤδη ἐστὶ καὶ ἡ ἀρετὴ διὰ τοῦτο, ἐπειδὴ στοχαστική ἐστι τοῦ μέσου. ἔτι τὸ μὲν ἁμαρτάνειν πολλαχῶς ἔστιν. ὅτι ἡ κακία ἐν ὑπερβολῇ ἐστι καὶ ἐλλείψει, ἡ δὲ ἀρετὴ ἐν μεσότητι τῇ πρὸς ἡμᾶς πειρᾶται καὶ διʼ ἄλλων διδάσκειν· τὸ μὲν γὰρ ἁμαρτάνειν, φησί, πολλαχῶς ἐστι, τὸ δὲ κατορθοῦν μοναχῶς. ὅτι δὲ τὸ ἁμαρτάνειν πολλαχῶς, μαρτυροῦσι καὶ οἱ Πυθαγόρειοι, τοῦ μὲν ἀπείρου εἰπόντες τὸ κακόν, τὸ δʼ ἀγαθὸν τοῦ πεπερασμένου. διὸ τὸ μὲν ἁμαρτάνειν ῥᾴδιον· πολλαχῶς γὰρ ἔστιν ἀποτυγχάνειν καὶ ἐπὶ τὰ δεξιὰ βάλλοντι τοῦ σκοποῦ καὶ ἐπὶ τὰ ἀριστερὰ καὶ ὑπὲρ αὐτὸν καὶ ἐνδοτέρως· τὸ δὲ κατορθοῦν τῷ ἐπιτυγχάνειν τοῦ σκοποῦ· μοναχῶς δὲ ἔστιν ἐπιτυγχάνειν τοῦ σκοποῦ. καὶ ἐκ τούτου οὖν φανερόν, ὅτι τῆς μὲν κακίας ἡ ὑπερβολὴ καὶ ἡ ἔλλειψις, τῆς δʼ ἀρετῆς ἡ μεσότης. ἡ μὲν γὰρ μεσότης μία, ἡ δὲ ὑπερβολὴ καὶ ἡ ἔλλειψις δύο τρόποι κακιῶν· ἔτι δὲ ἐν ἑκάστῃ ὑπερβολῇ πολλαχῶς ἔστιν ὑπερβάλλειν, ἐπιτεινομένης τῆς ὑπερβολῆς καὶ ἀνειμένης· ὁμοίως καὶ ἐν ἑκάστῃ ἐλλείψει, εἴτε ἔλαττον ἢ μᾶλλον τῆς ἐλλείψεως γινομένης· κατὰ δὲ τὴν μεσότητα μοναχῶς ἔστι κατορθοῦν. ἓν γὰρ ὥσπερ εἴρηται τὸ μέσον.

Ἔστιν ἄρα ἡ ἀρετὴ ἕξις προαιρετική, ἐν μεσότητι οὖσα, τῇ πρὸς ἡμᾶς, ὡρισμένῃ λόγῳ. ὅτι δὲ ὁ ὁρισμὸς ὀρθῶς ἀποδέδοται, δῆλον. καὶ γὰρ ἕξις οὖσα δέδεικται καὶ προαιρετική, εἴτε προαίρεσίς ἐστιν εἴτε μή· δέδεικται δὲ καὶ ἐν μεσότητι οὖσα οὐ κατὰ τὸ πρᾶγμα ἀλλὰ τῇ πρὸς ἡμᾶς· τὸν δὲ ὅρον τῆς μεσότητος ἔχομεν παρὰ τοῦ λόγου, ᾧ ὁρίζεται μήτε πλεῖον εἶναι μητʼ ἔλαττον· ὁ γὰρ λόγος εὖ ὑπαγορεύει τὰ ἐν ταῖς πράξεσι. ταῦτα μὲν οὖν ἀποχρώντως ἔχει εἰς τὸν τῆς ἀρετῆς λόγον, τὰ δʼ ἄλλα ὥσπερ ἐξηγητικά ἐστι τῶν ἐν τῷ ὁρισμῷ. εἶπε γὰρ αὐτὴν ἐν μεσότητι εἶναι τῇ ὡρισμένῃ λόγῳ. καὶ ἐπεξηγεῖται ποίῳ λόγῳ· τῷ τοῦ φρονίμου καὶ ᾧ ἂν ὁ φρόνιμος ὁρίσειεν. πάλιν δὲ ἐπεὶ μεσότητι εἴρηκεν, ὑπομιμνήσκει ὥς ἐστι μεσότης διὰ τὸ μεταξὺ εἶναι δύο κακιῶν τῆς τε καθʼ ὑπερβολὴν καὶ τῆς κατʼ ἔλλειψιν· πῶς δʼ ἐστὶν ἡ μὲν καθʼ ὑπερβολήν, ἡ δὲ κατʼ ἔλλειψιν, καὶ τοῦτο ὑπομιμνήσκει. ὑπερβολαὶ γὰρ καὶ ἐλλείψεις αἱ κακίαι τῷ τὰς μὲν ἐλλείπειν, τὰς δὲ ὑπερβάλλειν ἔν τε τοῖς πάθεσι καὶ ταῖς πράξεσιν, ἡ δὲ ἀρετὴ τὸ μέσον καὶ αἱρεῖται καὶ εὑρίσκει.

`49`

Ὃ δὲ ἑξῆς ἐπιφέρει ἔχει τινὰ ἀπορίαν· φησὶ γὰρ κατὰ μὲν τὴν οὐσίαν καὶ τὸν λόγον τὸν τὸ τί ἦν εἶναι λέγοντα μεσότητα εἶναι τὴν ἀρετήν· κατὰ δὲ τὸ ἄριστον καὶ τὸ εὖ ἀκρότητα. ἢ μήποτε τοῦτο μὲν αὐτῇ ὑπάρχει, τὸ δὲ εἶναι καὶ ἡ οὐσία αὐτῆς κατὰ τὴν μεσότητα εὑρίσκεται. ὥσπερ γὰρ καὶ ἐν ταῖς ἀποδείξεσι τὸ κυριώτατον ἡ αἰτία, ὃς καὶ μέσος ὅρος ἐστίν, οὕτως καὶ ἐν τοῖς ὁρισμοῖς, εἴ τις παραλαμβάνειν δύναιτο, διʼ ἣν τοιοῦτόν ἐστι τὸ ὁριστόν, τὸ εἶναι αὐτῷ τί ποτέ ἐστιν ἀποδώσει. εἴρηται δὲ περὶ τούτων ὑπʼ αὐτοῦ ἐν τοῖς Ὑστέροις ἀναλυτικοῖς. ἔστι δὲ αἰτία τοῦ εἶναι ἀρετὴν ἑκάστην ἡ ἐν τοῖς πάθεσι καὶ ταῖς πράξεσι μεσότης. τὸ δὲ εἶναι ἀκρότητα τὴν κατὰ τὸ εὖ ἔοικε τοῖς ὑπʼ αὐτοῦ λεγομένοις συμπερασματικοῖς ὅροις, οἷον τί ἐστι τετραγωνισμός· ὁ μὲν τοιοῦτος ὁρισμὸς «μέσης εὕρεσις» ἀποδίδωσι τὴν αἰτίαν, καθʼ ἣν τετραγωνίζεται, ὁ δὲ εἰπὼν τετραγωνισμὸν εἶναι τὸ ἴσον εὑρεῖν ἑτερομήκει τετράγωνον συμπέρασμα εἴρηκε. δείξας γὰρ ὁ γεωμέτρης τῷ ἀπὸ τῆς μέσης τῶν περιεχουσῶν τὸ ἑτερόμηκες πλευρῶν ἴσον τὸ ὑπὸ τῶν πλευρῶν περιεχόμενον ἐποίσει συμπέρασμα· ἴσον ἄρα εὕρηται τετράγωνον τῷ δοθέντι ἑτερομήκει. τοιοῦτον δὲ καὶ ἐπὶ τῶν τῆς ἀρετῆς ὁρισμῶν ἐστιν· ὁ μὲν γὰρ εἰπὼν μεσότητα εἶναι καὶ ἐν πάθεσι καὶ πράξεσι τὴν οὐσίαν αὐτῆς εἴρηκε καὶ διʼ ὅ ἐστιν ἀρετή, ὁ δὲ εἰπὼν ἀκρότητα κατὰ τὸ εὖ ὥσπερ συμπέρασμα λέγει. ἐπεὶ γάρ ἐστι μεσότης ἐν πάθεσι καὶ πράξεσιν, εἴη ἂν ἀκρότης κατὰ τὸ εὖ.

`50`

Οὐ πᾶν δέ φησι πάθος οὐδὲ πᾶσαν πρᾶξιν ἐπιδέχεσθαι τὴν μεσότητα. ἔνια μὲν γὰρ τῶν παθῶν ἐπιδέχεται μεσότητα, ὅταν ᾧ δεῖ καὶ ἐφʼ ὅσον δεῖ καὶ πρὸς οὓς δεῖ καὶ κατὰ τοὺς ἄλλους γίνηται διορισμούς· ἢ γάρ ἐστι καθʼ ὑπερβολήν, ὅταν ἐπὶ πλεῖον ἤδη γίνηται ἢ πρὸς οὓς οὐ δεῖ ἢ ὅλως κατὰ παράβασίν τινα τῶν διωρισμένων περὶ τῆς μεσότητος· τὸν αὐτὸν δὲ τρόπον καὶ ἡ κατʼ ἔλλειψιν ὀργὴ ἡμαρτημένον ἐστὶ τῷ ἐνδεῖν τοῦ προσήκοντος μέτρου. καὶ μὴν ἐπὶ τῶν πράξεών εἰσί τινες ἐπιδεχόμεναι μεσότητα καὶ ὑπερβολὴν καὶ ἔνδειαν, οἷον ἐπὶ δόσει χρημάτων· καὶ γὰρ ἐπὶ πλέον δοῦναι ἔστιν, ὅπερ τῆς καθʼ ὑπερβολὴν κακίας ἔργον, καὶ ἐπʼ ἔλαττον, ὅπερ τῆς κατʼ ἔλλειψιν, καὶ μέσως, ὅπερ μόνης τῆς ἀρετῆς ἔργον ἐστίν. ἐν μὲν οὖν τοῖς τοιούτοις πάθεσι καὶ ταῖς τοιαύταις πράξεσίν ἐστι καὶ ἡ ὑπερβολὴ καὶ ἡ μεσότης καὶ ἡ ἔνδεια ἔνια δὲ πάθη καὶ ἔνιαι πράξεις οὐκ ἐπιδέχονται τὸ μέσον, ἀλλʼ εὐθύς, ὥς φησιν, ὠνόμασται τὸ πάθος ἢ ἡ πρᾶξις μετὰ τῆς φαυλότητος συνειλημμένα· οἷον ἐν μὲν πάθεσιν ἐπιχαιρεκακία φθόνος ἀναισχυντία, ἐν δὲ πράξεσι μοιχεία κλοπὴ ἀνδροφονία. οὐ γὰρ ἔστιν εἰπεῖν τὸν μέν τινα εἶναι μέσον φθόνον καὶ ἐπαινετόν, τὸν δέ τινα ὑπερβάλλοντα καὶ τοῦτον ψεκτόν, ἀλλʼ ἁπλῶς ὁ φθόνος κακόν, ὁμοίως καὶ ἐπιχαιρεκακία καὶ ἀναισχυντία. τὸν αὐτὸν δὲ τρόπον καὶ ἐπὶ τῶν εἰρημένων πράξεων ἔχει· οὔτε γὰρ ἐν τῇ μοιχείᾳ οὔτε ἐν τῇ ἀνδροφονίᾳ οὔτε ἐν τῇ κλοπῇ κατορθοῦν οὐδέποτε ἔστιν οὔτε δὲ εὖ ἢ τὸ μέσον ἐπαινετὸν ἐν αὐτοῖς ἐν τῷ ἣν δεῖ καὶ ὅτε δεῖ καὶ ὡς δεῖ μοιχεύειν, ἀλλʼ ἁπλῶς τὸ ποιεῖν ὁτιοῦν κακὸν καὶ ἀδίκημά ἐστιν. οὐ δεῖ δὲ ταράττεσθαι ὑπὸ τῶν λεγόντων τινὰς μοιχείας ἐπαινετάς, οἷον εἴ τις τυράννου γυναῖκα διαφθείρας τούτῳ τῷ τρόπῳ προσελθὼν καὶ ἀποκτείνας τὸν τύραννον ἐλευθερώσειε τὴν πατρίδα· οὐ γάρ ἐστι μοιχεία τοῦτο, ἀλλὰ νῦν ἐμφαίνει κατὰ τοὔνομα ἡ μοιχεία τὴν ἀκολασίαν καὶ τὴν ἧτταν τῶν ἡδονῶν καὶ τὴν παρανομίαν, καθάπερ καὶ ἡ ἀνδροφονία οὐ λέγεται τὸ ὅπως ἀποκτεῖναί τινα· ἀποκτείναι γὰρ ἄν τις δικαίως καὶ ἐπαινετῶς, οἷον πολέμιον λῃστήν· ἀλλʼ ἐν τῷ ὀνόματι τῆς ἀνδροφονίας παρείληπται τὸ ἀδίκως καὶ παρανόμως ἀποκτεῖναι.

`51`

Χεῖρον δὲ εἰς τὸ μὴ εἶναι μεσότητα μηδεμίαν ἐν ταῖς εἰρημέναις πράξεσι, μεταβαίνει ἐπὶ τὰς μοχθηρὰς ἕξεις, ἐκ τούτων ἐνδεικνύμενος τὸ προκείμενον αὐτῷ. ὥσπερ γὰρ περὶ τὸ ἀδικεῖν καὶ ἀκολασταίνειν καὶ δειλαίνειν οὐκ ἔστιν ὑπερβολὴ καὶ ἔλλειψις καὶ μεσότης, ἀλλʼ ὅλη ἡ τοιαύτη ἕξις ἡμαρτημένη ἐστίν, οὕτως οὐδʼ ἐν ταῖς εἰρημέναις πράξεσιν ἔνεστιν ὑπερβολὴ καὶ μεσότης καὶ ἔνδεια. ζητεῖται δὲ πῶς εἶπε περὶ τὸ ἀδικεῖν καὶ δειλαίνειν μὴ εἶναι μεσότητα καὶ ὑπερβολὴν καὶ ἔλλειψιν. εἰ γάρ εἰσιν ἀνέσεις καὶ ἐπιτάσεις ταῖς κακίαις, εἴη ἂν καὶ ἐπίτασις καὶ ἄνεσις ἐν τῇ δειλίᾳ, ὁμοίως καὶ ἐν τῇ ἀκολασίᾳ, ὥστε οὐδὲν κωλύει ὑπερβολῆς ὑπερβολὴν εἶναι ἄλλην ἄλλης μᾶλλον καὶ ἐλλείψεως ἔλλειψιν. ἢ διχῶς λέγεται ἡ ὑπερβολὴ καὶ ἡ ἔλλειψις ἡ ἐν ταῖς κακίαις, ἡ μὲν ἐν αὐτῇ τῇ κακίᾳ ὥστε ἄλλην ἄλλης ὑπερβάλλειν μᾶλλον καὶ ἄλλην ἄλλης μᾶλλον ἐνδεῖν, ἄλλως δὲ λέγεται ἡ ὑπερβολὴ καὶ ἡ ἔλλειψις ὡς πρὸς τὴν μεσότητα καὶ ἀρετήν. κατὰ μὲν οὖν τὸ πρότερον τῶν ῥηθέντων ἐνδέχεται ὑπερβάλλεσθαι ἄλλην ὑπʼ ἄλλης κακίας καὶ ἐπιτείνεσθαι μᾶλλον καὶ ἀνίεσθαι, ὡς δὲ πρὸς τὴν μεσότητα σκοποῦντι οὐκ ἔστι τῆς ὑπερβολῆς τὸ μὲν ὑπερβολὴ τὸ δὲ ἔλλειψις. ἔσται γὰρ οὕτως τις, φησί, μεσότης καὶ ἀρετὴ ἐν αὐτῇ τῇ κακίᾳ· τοῦτο δὲ ἀδύνατον. κατὰ δὴ τοῦτον τὸν λόγον οὔτε ὑπερβολὴ ὑπερβολῆς ἔσται οὔτε ἔλλειψις ἐλλείψεως, ἵνα μὴ μεσότητες ὦσιν ἐν ταῖς κακίαις. ἔτι δὲ καὶ ἐκ τῶν ἀρετῶν δῆλον· ὥσπερ γὰρ τῆς σωφροσύνης καὶ τῆς ἀνδρείας καὶ ὅλως τῆς ἀρετῆς μεσότητος οὔσης οὐκ ἔστιν ἐν αὐτῇ τῇ μεσότητι τὸ μὲν ὑπερβολὴ τὸ δὲ ἔλλειψις τὸ δὲ μέσον, διὰ τὸ τὸ μέσον εἶναι ἄκρον κατὰ τὸ εὖ καὶ ὡρίσθαι· τοῦτο δὲ εἰ ἔχει οὕτως, οὐδὲ τῶν κακιῶν ἐστι μεσότης οὐδʼ ὑπερβολὴ καὶ ἔλλειψις, ἀλλʼ ὡς ἂν πράττηται τὰ κατὰ τὴν κακίαν, ἁμαρτάνεται, καὶ τῶν ἐφʼ ἑκάτερα μερῶν τῆς ἀρετῆς τὸ μὲν ὑπερβολή ἐστι πᾶν, τὸ δʼ ἔλλειψις. εἰ δὲ ταῦτα οὕτως ἔχει, οὐδὲν θαυμαστὸν καὶ τὰς εἰρημένας πράξεις μοιχείαν καὶ κλοπὴν μὴ ἔχειν τὸ μέσον ἀλλʼ ὅλην εἶναι τὴν πρᾶξιν κακήν, ὁμοίως δὲ καὶ τὰ λεχθέντα πάθη, ὅπως ἂν γίνηται, ἡμαρτημένα εἶναι, φθόνον ἐπιχαιρεκακίαν ἀναισχυντίαν. ἆρʼ οὖν πάθη μέν ἐστιν οὐκ ἐπιδεχόμενα τὸ εὖ, ὁμοίως δὲ καὶ πράξεις, πάθη δὲ ἕτερα οὐκ ἔστιν οὐδὲ πράξεις καὶ τὸ φαῦλον ὅλως οὐκ ἐπιδεχόμεναι; ἢ οὐκ ἄπορον καὶ τοιαῦτα εὑρεῖν οἷον νέμεσιν μὲν καὶ αἰδῶ, πάθη ἐπαινετά, ἀριστείας τυραννοκτονίας, πράξεις ἐπαινετὰς συνειλημμένον ἐχούσας τὸ εὖ ἐν τῷ ὀνόματι;

`52`

Ἐπεὶ δὲ καθόλου εἴρηται περὶ ἀρετῆς, ὅτι τίς ἐστι μεσότης, ἐν δὲ τοῖς περὶ τὰς πράξεις λόγοις οἱ μὲν κοινότεροι καθόλου εἰσίν, ὥς φησιν, οἳ δʼ ἐπὶ μέρους ἀληθινώτεροι — περὶ γὰρ τὰ καθʼ ἕκαστα αἱ πράξεις —, βούλεται καθʼ ἑκάστην ἀρετὴν καὶ κακίαν εἰπὼν δεῖξαι μεσότητα μὲν τὴν ἀρετήν, τῶν δὲ κακιῶν τὴν μὲν ὑπερβολὴν τὴν δὲ ἔλλειψιν. διὰ τί δὲ λέγει κοινοτέρους εἶναι τοὺς λόγους ἐν τοῖς πρακτικοῖς, γένοιτʼ ἂν ὧδε γνώριμον· ἐν μὲν γὰρ ταῖς ἐπιστήμαις οἱ καθόλου λόγοι οὐ δείκνυνται διὰ τῶν καθʼ ἕκαστα οὐδὲ ἐκ τῶν ἐπὶ μέρους, λέγω δὲ ἐν ταῖς κυρίως ἐπιστήμαις, ἀλλὰ διὰ τῶν καθόλου. ὁ γὰρ γεωμέτρης, ὅτι αἱ τοῦ τριγώνου τρεῖς γωνίαι δυσὶν ὀρθαῖς ἴσαι, οὐ δείκνυσιν ἐκ τῶν καθʼ ἕκαστα τριγώνων ἐπαγωγῇ χρώμενος, οἷον ἐπεὶ τόδε τὸ τρίγωνον δυσὶν ὀρθαῖς ἴσας ἔχει τὰς τρεῖς καὶ τόδε καὶ ἕκαστον τῶν ἐν μέρει, διὰ τοῦτο καὶ καθόλου ἀληθὲς πᾶν τρίγωνον δυσὶν ὀρθαῖς ἴσας ἔχειν τὰς τρεῖς γωνίας· ἀλλʼ ἀποδείξει κέχρηται καθολικῇ καὶ δείκνυσι τοῦθʼ οὕτως ἔχειν. ἐν δὲ τοῖς πρακτικοῖς ἡ τοῦ καθόλου πίστις ἐκ τῶν ἐν μέρει, ὡς ἔστιν ἰδεῖν καὶ ἐπὶ ἰατρικῆς. ὅτι γὰρ τὸ θερμαντικὸν ἀνίησι καὶ χαλᾷ, ἐκ τῶν ἐν μέρει πιστοῦται. τὸν αὐτὸν δὲ τρόπον καὶ ἐπὶ τῶν κατὰ τὰς ἀρετάς· ὅτι γὰρ μεσότης, οὐκ ἐξαρκεῖ καθόλου εἰπεῖν, ἀλλὰ καὶ ἐφʼ ἑκάστης ἀρετῆς ἐπιόντα χρὴ δεικνύναι μεσότητα αὐτήν· εἰ δὲ μή, κενοὶ γίνονται οἱ καθόλου λόγοι, μὴ ἐφαρμόττοντες τοῖς ἐν μέρει καὶ καθʼ ἕκαστα· καὶ γὰρ αἱ πράξεις ἐν τῷ καθʼ ἕκαστά εἰσι· διὰ δὴ τοῦτο, ἐπὶ κεφαλαίων διέγραψε τὰς ἀρετὰς καὶ τὰς ἐφʼ ἑκάτερα ἑκάστης αὐτῶν κακίας, καὶ δεῖ ὑπογεγράφθαι· τοῦτο γὰρ ἔοικε βούλεσθαι, ἅμα δὲ καὶ λόγῳ διὰ βραχέων περὶ ἑκάστης αὐτῶν ἐπέξεισι. περὶ μὲν οὖν φόβους καὶ θάρρη, πάθη ὄντα, μεσότης ἀνδρεία ἐστίν, αἱρουμένη τὸ μέσον ἐφʼ ἑκατέρων τῶν παθῶν· ὁ δὲ κατὰ τὴν ὑπερβολὴν τεταγμένος τὰ μὲν πολλὰ εἴωθε λέγεσθαι θρασύς, νῦν δέ τινας δύο λέγει τοὺς ὑπερβάλλοντας, τὸν μὲν τῷ μὴ φοβεῖσθαι ἀνώνυμον ὄντα, τὸν δὲ τῷ θαρρεῖν ὑπερβάλλοντα θρασύν. πῶς δὲ ἀνώνυμον λέγει τὸν τῇ ἀφοβίᾳ ὑπερβάλλοντα; ἡ μὲν γὰρ κακία ἀφοβία, αὐτὸς δὲ ἄφοβος λέγεται· ἢ ὡς οὐκ ὠνομασμένου πρότερον; διὰ γὰρ τὸ μηδὲ εἶναί τινας τοιούτους οὐδʼ ὠνόμασται ἡ τοιαύτη κακία οὐδʼ ὁ κατʼ αὐτὴν μοχθηρός. εἴη δʼ ἂν οὗτος ὁ μηδὲν ὅλως φοβούμενος μηδὲ τὰ μέγιστα καὶ ὑπὲρ ἄνθρωπον, οἷον σεισμῶν ὑπερβολὴν ἢ κεραυνῶν. τὰ μὲν δὴ πολλὰ καὶ ὁ ἀνδρεῖος ἄφοβος· ὁ δὲ κατὰ τὴν κακίαν τεταγμένος μαινόμενός τις ὡς εἰπεῖν καὶ οὐδὲ πρὸς τὰ ὑπὲρ ἄνθρωπον ἐνδιδούς. δοκεῖ μὲν οὖν καὶ ὁ θρασὺς ἄφοβος εἶναι, πλὴν διαφοράν γέ τινα ἔστιν αὐτῶν εὑρεῖν, ὅτι ὁ μὲν θρασὺς καὶ ἰτητικός τίς ἐστιν ἐπὶ τὰ δεινά, ὁ δὲ ἄφοβος ἐν αὐτῷ μόνῳ νοεῖται τῷ μὴ φοβεῖσθαι. ἴσως δὲ ὁ μὲν θρασὺς καὶ ἄφοβος, ὁ δὲ ἄφοβος οὐ πάντως θρασὺς οὐδὲ ἰτητικός. οὐκέτι δὲ κατὰ τὴν ἔλλειψιν δύο ἀντέθηκε· τὸν μὲν τῷ ἀφόβῳ ἐνδέοντα τῇ ἀφοβίᾳ, τὸν δὲ τῷ θρασεῖ ἐνδέοντα τῷ θαρρεῖν, ἀλλʼ ἕνα ἐποίησε τῶν κατὰ τὴν ἔλλειψιν τὸν δειλόν, ὑπερβάλλοντα μὲν τῷ φοβεῖσθαι, ἐλλείποντα δὲ τῷ θαρρεῖν. καίτοι εἰ καὶ ἴσως δυνατὸν ἦν ἐπινοεῖν, πάντως ὁ ἐλλείπων τῷ θαρρεῖν ὑπερβάλλει τῷ φοβεῖσθαι καὶ ὁ ὑπερβάλλων τῷ φοβεῖσθαι ἐλλείπει τῷ θαρρεῖν. ἴσως δὲ καὶ διὰ τοῦτο ἓν ἀντέθηκεν ὡς δυνατὸν μὲν καὶ μίαν ἔλλειψιν ποιεῖν καὶ μίαν ὑπερβολήν· δυνατὸν δὲ καὶ δύο ὑπερβολὰς καὶ δύο ἐλλείψεις, εἴ τις ἐπινοεῖν βούλοιτο.

Τὴν δὲ σωφροσύνην περὶ ἡδονὰς καὶ λύπας φησὶν εἶναι μεσότητα, οὐ περὶ πάσας ἀλλὰ τὰς σωματικάς, καὶ οὐ περὶ τὰς σωματικὰς ἁπάσας ἀλλὰ τὰς διʼ ἁφῆς, οἷον τὰς διὰ βρώσεως καὶ πόσεως καὶ ἀφροδισίων· ἧττον δὲ περὶ λύπας. ἡ γὰρ ἐνέργεια τοῦ σώφρονος περὶ ἡδονάς ἐστιν αἱρουμένου τὸ ἐν αὐταῖς μέσον. τοσοῦτον δὲ λέγεται περὶ τὰς λύπας εἶναι ὅσον οὐ λυπεῖται ἐπὶ τῇ ἀπουσίᾳ τῶν ἡδονῶν· ὑπερβολὴ δὲ ἡ ἀκολασία, ἡ δὲ ἔλλειψις ἀνώνυμος διὰ τὸ μὴ γίνεσθαι ἐλλείποντάς τινας, λεγέσθω δὲ ἀναισθησία.

Ἐπεὶ δὲ ὁ ἐλευθέριος περὶ δόσιν καὶ λῆψιν χρημάτων τὸ μέσον αἱρούμενος, ἐν ἑκατέρῳ καὶ τῶν ἄκρων, θάτερος περὶ ἄμφω ἐστὶν ἁμαρτητικός. ἐναντίως δέ φησιν ὑπερβάλλουσι καὶ ἐλλείπουσιν· ὁ μὲν γὰρ ἄσωτος ἐν μὲν προέσει ὑπερβάλλει, ἐν δὲ λήψει ἐλλείπει, ὁ δʼ ἀνελεύθερος τοὐναντίον. ἐνίοτε δʼ ἁπλῶς ὑπερβολὴ μὲν λέγεται ἡ ἀσωτία, ἔλλειψις δὲ ἡ ἀνελευθερία· καὶ οὐκ ἀλόγως. ἔστι μὲν γὰρ περὶ ἀμφότερα, ὥσπερ εἴρηται, ὁ ἐλευθέριος, περὶ δόσιν καὶ λῆψιν, μᾶλλον δὲ περὶ δόσιν, καὶ περὶ τοῦτό ἐστιν ἡ προηγουμένη αὐτοῦ ἐνέργεια, ἡ δὲ λῆψις ἐξ ὑποθέσεώς ἐστιν αὐτῷ, εἰ ἐν χρείᾳ εἴη πολλῇ. περὶ ὃ οὖν ἐστιν ἡ προηγουμένη τοῦ ἐλευθερίου ἐνέργεια, ὑπερβάλλει μὲν ὁ ἄσωτος, ἐλλείπει δʼ ὁ ἀνελεύθερος.

`53`

Ὅσα δὲ περὶ ἀρετῶν ἑξῆς ἢ κακιῶν διαλέγεται, ἐπεὶ ὕστερον ἐρεῖ ἀκριβέστερον, ὑπερκείσθω εἰς τότε. τοσοῦτον δὲ νῦν ἐπισκεπτέον πῶς περὶ ὀργὴν μεσότητα καὶ ὑπερβολὴν καὶ ἔλλειψιν ἀνωνύμως εἶναι πρότερον λέγει. καίτοι ἡ πραότης καὶ ὁ πρᾷος καὶ ὑπὸ Πλάτωνος καὶ ὑπὸ τῶν ἄλλων τότε φιλοσόφων ὠνομάζετο· καὶ ἡ ὀργιλότης δὲ καὶ ὁ ὀργίλος κατὰ τὴν ὑπερβολὴν τεταγμένος παλαιὸν ὄνομα, ἴσως δὲ καὶ ἡ ἀοργησία παρʼ αὐτοῦ ὠνόμασται, καίτοι ἀόργητοί τινες ἀεὶ ἐλέγοντο ὑπὸ τῶν Ἑλλήνων. εἰ μὴ ἄρα· ἡ μὲν πραότης ἔκειτο ἐπὶ τοῦ ἡσύχου ἢ ἀοργήτου, ἐπὶ δὲ τοῦ μέσως ἔχοντος πρὸς ὀργὰς καὶ ὅτε μὲν δεῖ ὀργιζομένου καὶ ὡς δεῖ καὶ κατὰ τοὺς ἄλλους διορισμούς, πάλιν δὲ μὴ ὀργιζομένου, ὅτε μὴ προσήκει, αὐτὸς ἔθετο τὸ τοῦ πρᾴου ὄνομα καὶ πραότητα ὠνόμασε τὴν τοιαύτην ἀρετήν. πάλαι δὲ ὀργίλος μὲν ὠνομάζετο κατὰ τὴν φυσικὴν ἐπιτηδειότητα καὶ δύναμιν, αὐτὸς δὲ ἤνεγκε τοὔνομα ἐπὶ τὸν ἔχοντα τὴν ἕξιν, καθʼ ἣν ὑπερβαλλόντως κατέχεται ὑπὸ ὀργῆς· τὴν δὲ ἔλλειψιν ἀοργησίαν ὠνόμασε. καὶ γὰρ οὐδʼ ἂν εὕροιμεν ἐπὶ τῶν ἄλλων κακιῶν παρωνομασμένας αὐτὰς ἀπὸ τῶν παθῶν διὰ τὸ τὰς δυνάμεις παρωνομάσθαι, οἷον ἐπὶ τῆς ἀνδρείας ὁ μὲν ἐλλείπων δειλὸς καλεῖται, ὁ δὲ ὑπερβάλλων θρασύς. οὗτος δὲ δοκεῖ μὲν ἀπὸ τοῦ θάρσους ὠνομάσθαι. οὐ μὴν ἔχει οὕτως· μεταβέβληκε γὰρ τοὔνομα καὶ θρασὺς ὀνομάζεται. ἐπὶ δὲ τῆς σωφροσύνης οὐχὶ ἡδονικὸς λέγεται ὁ ὑπερβάλλων ἀλλʼ ἀκόλαστος, ὁ δὲ ἐλλείπων ἀναίσθητος. ἔχει δὲ καὶ ἐπὶ τῶν ἄλλων ὁμοίως. ἐπὶ δὲ τῆς πραότητος ἀνωνύμων οὐσῶν τῶν κατὰ τὰς ὑπερβολὰς καὶ ἐνδείας ἕξεων, παρωνόμασεν αὐτὰς ἀπὸ τῶν παθῶν.

`54`

Μετὰ δὲ ταύτας λέγει τρεῖς εἶναι μεσότητας, ἐχούσας μέν τινα κοινωνίαν πρὸς ἀλλήλας, διαφερούσας δʼ ἀλλήλων· λέγει δὲ αὐτὰς πάσας περὶ λόγων καὶ πράξεων κοινωνίαν εἶναι. διαπορεῖται δὲ τοῦτο εἰ μὴ περὶ πάσας τὰς ἀρετὰς ἔστι τὸ περὶ λόγων καὶ πράξεων κοινωνίαν εἶναι. ἢ τῶν λοιπῶν ἀρετῶν αἱ ἐνέργειαι πλὴν τῆς δικαιοσύνης γίνοιντʼ ἂν καὶ καθʼ ἑαυτὸν τῷ ἐναρέτῳ, οἷον ὁ σώφρων οὐ μόνον ἐν τῇ πρὸς ἄλλον κοινωνίᾳ χρῆται τῷ σωφρονεῖν ἀλλὰ καὶ πρὸς αὑτὸν ἐν διαίτῃ ἐν ἀμπεχόνῃ τοῖς ἄλλοις τοῖς κατὰ τὸν βίον. ἔστι δὲ καὶ ἐν πράξεσιν ἄνευ τοῦ λέγειν δυνατὸν χρῆσθαι τῇ σωφροσύνῃ· ὁμοίως δὲ καὶ ἐπὶ ἀνδρείας καὶ ἐλευθεριότητος καὶ τῶν ἄλλων ἀρετῶν. καὶ γὰρ πρὸς αὑτὸν ἐλευθέριος ὁ ὡς δεῖ ἀναλίσκων εἰς ἑαυτὸν ἢ ἀνδρεῖος ὁ μὴ φοβούμενος μηδὲ ταραττόμενος ῥᾳδίως ὑπὸ τῶν προσδοκωμένων δεινῶν ἢ κακῶν. ἡ δὲ δικαιοσύνη ἐστὶ μὲν ἐν κοινωνίᾳ πάντως, ἀλλʼ ἔστι καὶ μὴ λέγοντα χρῆσθαι αὐτῇ. αἱ δὲ λεγόμεναι νῦν τρεῖς ἕξεις πάντως ἐν κοινωνίᾳ λόγων εἰσὶ καὶ πράξεων· δῆλον δʼ ἐξ αὐτῶν· ὀνοματοποιεῖ δὲ τὰ πολλὰ καὶ ἐκ τοῦδε δὲ φανερὸν ἔσται. ὄντος δὲ τοῦ ἀληθοῦς τιμίου καὶ τῆς ἀληθείας συγγενεστάτης τῇ φιλοσόφῳ φύσει, εἰσί τινες περὶ αὐτὴν κατορθωτικοὶ καὶ λόγῳ καὶ ἔργῳ, οἱ δὲ ἁμαρτητικοί. καλεῖ δὲ τὴν μὲν ἀρετὴν ἀλήθειαν μεσότητα οὖσαν καὶ τὸν κατʼ αὐτὴν ἀληθῆ τινα, τὰ ὑπάρχοντα αὑτῷ ἐν τῇ πρὸς τοὺς πέλας ὁμιλίᾳ καὶ λόγῳ καὶ ἔργῳ ἐνδεικνύμενον, ὁποῖα τυγχάνει ὄντα, οὔτε ἐπὶ τὸ πλέον ἐξαίροντα οὔτε ἐπὶ τὸ ἔλαττον, διὰ τὸ φιλεῖν καὶ περὶ πολλοῦ ποιεῖσθαι τὴν ἀλήθειαν. τῶν δὲ κακιῶν τὴν μὲν ὑπερβολὴν προσποίησιν ἐπὶ τὸ μεῖζον καὶ λόγῳ καὶ ἔργῳ οὖσαν, ὀνομάζει δὲ αὐτὴν ἀλαζονείαν καὶ τὸν ἔχοντα ἀλαζόνα, πρότερον ὀνομαζομένων ἀλαζόνων τῶν προσποιουμένων μαντείαν ἢ σοφίαν ὥσπερ οἱ σοφισταὶ προσεποιοῦντο καὶ ὅλως τῶν γοήτων τοῦτο ἐχόντων τὸ ὄνομα. οὗτος δὲ τοὺς ἐπὶ τὸ μεῖζον τὰ αὑτῶν λέγοντας ἅπαντας ἀλαζόνας ὠνόμασε καὶ τὴν κακίαν ἀλαζονείαν, τοὺς δὲ ἐπὶ τὸ ἔλαττον τὰ αὑτῶν κατάγοντας τῷ λόγῳ καὶ προσποιουμένους ἐλάττω ἔχειν τῶν ὑπαρχόντων αὐτοῖς — μοχθηροὺς μὲν καὶ αὐτούς· πᾶσα γὰρ ἡ περὶ τὸ ψεῦδος σπουδὴ μοχθηρία — εἴρωνας ὠνόμασε καὶ τὴν κακίαν εἰρωνείαν· δοκεῖ δέ τισι μὴ εἶναι κακία ἡ εἰρωνεία· τὸν γὰρ Σωκράτην εἴρωνά φασι γεγονέναι· μήποτε δὲ οὐκ ἦν εἴρων ὁ Σωκράτης. τεκμήριον δὲ τὸ μηδένα τῶν ἑταίρων αὐτοῦ οὕτως αὐτὸν ὀνομάζειν ἀλλὰ τοὺς πολλοὺς διαμαρτάνοντας αὐτοῦ, οἷον Θρασύμαχον ἢ Μένωνα. ἀλλʼ ἔλεγε, ὡς ἔοικεν, αὑτὸν μηδὲν εἰδέναι παραβάλλων τὴν ἀνθρωπίνην σοφίαν πρὸς τὴν τοῦ θεοῦ. ταῦτα γὰρ καὶ ἐν τῇ τοῦ Πλάτωνος Ἀπολογίᾳ εἴρηται. ἴσως δὲ καὶ τὸ φορτικὸν φυλαττόμενος καὶ ἐπαχθές, οὐ διὰ τὴν πρὸς τὸ ψεῦδος φιλίαν, ἐπʼ ἔλαττον ἔλεγε περὶ ἑαυτοῦ, ὅπερ οὐκ ἔστιν εἰρωνεία. ἢ δύο τρόποι εἰρωνείας, ὁ μὲν ἐπίψογος προσπεποιηκότος τινὸς καὶ ᾠκειωμένου τῷ ψεύδει, ὁ δὲ χαριεντισμῷ ὅμοιος, φυλαττομένου τινὸς τὸ ἐπαχθὲς ἐπὶ τοῖς λόγοις. ταῦτα μὲν ὅπως ἔχει σκεπτέον.

`55`

Τῶν δὲ λοιπῶν δυοῖν μεσοτήτων περὶ τὸ ἡδὺ ἀμφοτέρων οὐσῶν, ἡ μέν ἐστι περὶ τὸ ἐν παιδιᾷ, μέσως τοῦ σπουδαίου παίζοντος καὶ ἀλύπως τοῖς συγγινομένοις. καλεῖται δὲ ἡ τοιαύτη ἀρετὴ εὐτραπελία καὶ ὁ ἔχων αὐτὴν εὐτράπελος, ἡ δʼ ὑπερβολὴ βωμολοχία, ὑπερβαλλόντως τινὸς χρωμένου τῷ γελοίῳ καὶ οὔτε ὡς δεῖ οὔτε πρὸς οὓς δεῖ, ἀλλὰ παραβαίνοντος πάντας τοὺς εἰρημένους διορισμούς. τὴν δὲ ἔλλειψιν ἀγροικίαν ὠνόμαζεν, οἵα γένοιτʼ ἂν ἀνθρώπου φεύγοντος πᾶσαν παιδιάν. ἄλλη ἐστὶ μεσότης περὶ τὸ ἡδὺ ἐν παντὶ βίῳ, ἥτις ἐστὶ φιλία, ἄλλως χρωμένου τοῦ φίλου φίλῳ κατὰ τὸ ἡδὺ καὶ κατὰ τὸν καιρὸν καὶ ὡς δεῖ. ἡ δὲ ἐπὶ πλέον προσποίησις τῆς φιλίας βουλομένου τινὸς ἀεὶ καὶ ἐν παντὶ ἡδέως φαίνεσθαι, εἰ μὲν οὐδενὸς ἕνεκεν, ἀρέσκεια λέγοιτʼ ἂν καὶ ὁ κατʼ αὐτὴν ἄρεσκος, εἰ δʼ ἕνεκεν κέρδους καὶ ὠφελείας, κόλαξ καὶ ἡ κακία κολακεία· ὁ δὲ ἐλλείπων δύσερις καὶ δύσκολος.

Μετὰ δὲ ταῦτα λέγει μεσότητας εἶναί τινας ἐν ψιλοῖς τοῖς πάθεσιν, ἐπαινετὰς μέν, ἀρετὰς δʼ οὐ λέγων εἶναι. ἡ μὲν γὰρ ἀρετὴ περὶ πάθη καὶ πράξεις, οἷον ἀνδρεία περὶ φόβους καὶ θάρρη, ἀλλὰ καὶ ἐν τῷ ἀγωνίζεσθαι καὶ πράττειν τὰ τοῦ ἀνδρείου ἔργα. αἱ δὲ λεγόμεναι νῦν μεσότητες ἐν αὐτοῖς τοῖς πάθεσι μόνον εἰσίν, οὐκ ἐν ταῖς πράξεσιν, οἷον αἰδὼς καὶ ὁ αἰδήμων μέσος, καταπλὴξ δὲ ὁ ἅπαντα αἰδούμενος ὑπερβάλλων τις τῷ πάθει, ὁ δὲ ἐλλείπων τῷ αἰδεῖσθαι ἀναίσχυντος. καὶ ἡ νέμεσις δὲ παθητικὴ μεσότης, λύπη τις οὖσα ἐπὶ ταῖς παρʼ ἀξίαν εὐπραγίαις τῶν μοχθηρῶν. ὑπερβολὴ δὲ φθόνος ἐπὶ πᾶσι λυπουμένου εὖ πράττουσιν, ὅπερ γοῦν τοῦ φθονεροῦ. κατὰ δὲ τὴν ἔλλειψιν τάττει τὸν ἐπιχαιρέκακον, τοσοῦτον φάσκων αὐτὸν τοῦ λυπεῖσθαι ἐπʼ ἀλλοτρίαις συμφοραῖς ἀπέχειν, ὥστε καὶ χαίρειν. μήποτε δὲ κατὰ τὴν ἔλλειψιν ὁ τοιοῦτος ᾖ, ἀλλʼ ὁ μὴ λυπούμενος ὅλως ἐπὶ μηδενὶ τῶν εὖ πραττόντων, μηδʼ ἂν τύχῃ ἀνάξιος ὤν, ὁ δὲ ἐπιχαιρέκακος ἤτοι ὁ αὐτὸς τῷ φθονερῷ· τοῦ γὰρ αὐτοῦ λυπεῖσθαι ἐπὶ ταῖς εὐπραγίαις τῶν πέλας καὶ χαίρειν ἐπὶ τοῖς κακοῖς αὐτῶν. ἢ μήποτε ἔστιν ἐπινοῆσαι μεσότητά τινα τῇ νεμέσει ἀνάλογον τοῖς κατʼ ἀξίαν συμβαίνουσι τῷ μοχθηρῷ, χαίροντός τινος ἀνωνύμου ὄντος καὶ τῆς κατʼ αὐτὸν ἕξεως· τοῦ δʼ ὑπερβάλλοντος, ἐπιχαιρεκάκου ὄντος ὡς καὶ ταῖς τῶν μοχθηρῶν εὐπραγίαις καὶ ταῖς τῶν ἀγαθῶν ὁμοίως χαίρειν· τοῦ δὲ κατὰ τὴν ἔλλειψιν ἐπὶ μηδενὶ χαίροντος, μηδʼ ἂν ἄξιος ὢν τύχῃ τῶν συμβαινόντων αὐτῷ δυσχερῶν. περὶ μὲν οὖν τούτων ἐπιστήσειεν ἄν τις· περὶ δὲ δικαιοσύνης ὕστερον ἐρεῖν ἐπαγγέλλεται καὶ περὶ τῶν λογικῶν ἀρετῶν.

`56`

Ἀντικεῖσθαι μὲν οὖν φησι τὰς τρεῖς διαθέσεις ἀλλήλαις, τήν τε ἀρετὴν μεσότητα οὖσαν τῇ ὑπερβολῇ καὶ τῇ ἐλλείψει καὶ ταύτας ἀλλήλαις τε καὶ τῇ μέσῃ ἕξει· ὅμως δὲ ἀντικειμένων τούτων πλείστην εἶναι τοῖς ἄκροις ἐναντιότητα πρὸς ἄλληλα ἢ πρὸς τὸ μέσον. τοῦτο δὲ ἀπορεῖται, εἰ ὀρθῶς εἴρηκε. δοκεῖ γὰρ ἡ ἀρετὴ μάλιστα ἐναντία τῇ κακίᾳ εἶναι· οὕτω μὲν οὖν σκοποῦντι πλείστη ἐναντίωσις τῆς ἀρετῆς ἐστι καὶ τῆς κακίας. εἰ δὲ αὐτήν τις σκοποίη τὴν ἐν τῇ κακίᾳ ὑπερβολὴν καὶ ἔλλειψιν, πλείστη ἂν εὑρεθείη ἡ διάστασις τῶν κακιῶν πρὸς ἀλλήλας ἢ πρὸς τὴν ἀρετήν. τεκμήριον δέ ἐστιν, ὅτι κατὰ τὴν ὑπερβολὴν καὶ τὴν ἔνδειαν πολὺ ἐναντιώτερον πρὸς ἀλλήλας ἔχουσιν ἢ πρὸς τὸ μέσον, οἷον ὁ ἄσωτος ἐναντιώτερον τὸν ἀνελεύθερον φαντάζεται· φαντάζεται μὲν γὰρ ἑκατέρῳ τῶν ἄκρων ὁ ἀνελεύθερος ὁ κατὰ τὸ ἐναντίον ἄκρον τεταγμένος, ἀλλʼ ἀνειμένος μᾶλλον. τῷ μὲν γὰρ ἀσώτῳ δοκεῖ ἀνειμένος ὁ ἀνελεύθερος εἶναι, τῷ δὲ ἀνελευθέρῳ ἀνειμένος ὁ ἄσωτος. ὁ δὲ Ἀριστοτέλης τρισὶν ἐπιχειρήμασιν εἰς τὸ τοιοῦτον χρῆται, ἑνὶ μὲν ἐκ παραβολῆς· ὡς γὰρ τὸ μέγα τοῦ μικροῦ πλέον ἀφεστάναι φαμὲν ἢ ἄμφω τοῦ ἴσου, οὕτως καὶ ἡ ὑπερβολὴ τῆς ἐνδείας πλέον ἀφέστηκε τῆς μεσότητος. ἔτι ἐκ τοῦ πρὸς τὸ μέσον τοῖς ἄκροις ὁμοιότητα εἶναι, ἀλλήλοις δὲ πᾶσαν ἀνομοιότητα. τρίτον ἐκ τοῦ ὁρισμοῦ τῶν ἐναντίων· ἐναντία γὰρ ὁρίζεται τὰ πλεῖστον ἀλλήλων ἀπέχοντα· πλεῖστον δὲ ἀφέστηκεν ἡ ὑπερβολὴ τῆς ἐλλείψεως. τὰ δʼ ἑξῆς δῆλα.

Σημειωτέον δὲ ὅτι εὐλόγως εἶπε πρὸς ἃ εὐκατάφοροί ἐσμεν, ταῦτα ἐναντιώτερα εἶναι καὶ τῇ ἀρετῇ. ἃ γὰρ ἡμῖν ἐναντιώτερά ἐστι, ταῦτα καὶ τῇ ἀρετῇ. ἐναντιώτερα δὲ ἡμῖν πρὸς ἃ εὐκατάφοροί ἐσμεν κατὰ τὴν ψυχήν, ὥσπερ καὶ ἐναντιώτερα τῷ σώματι νοσήματα πρὸς ἃ εὐκατάφορόν ἐστι τὸ σῶμα.

`57`

Ὅτι δὲ τὸ μέσον λαβεῖν δύσκολον, παρέθετο παράδειγμα οὐ τῶν πρὸς ἡμᾶς τι μέσων ἀλλὰ τῶν κατʼ αὐτὸ τὸ πρᾶγμα. κύκλου γὰρ τὸ μέσον λαβεῖν οὐ παντὸς ἀλλὰ τοῦ εἰδότος. εἰ γὰρ ἐν τοῖς τοιούτοις λαβεῖν τὸ μέσον δύσκολον, ἐν οἷς τὸ μέσον ἓν καὶ ταὐτὸ πᾶσι, πολὺ χαλεπώτερον ἐν τοῖς πρακτοῖς, ὅπου μέσον ἐστὶ τὸ ἑκάστῳ ἁρμόττον. ἃ δʼ εἴρηκεν οὕτως ὅτι μὲν οὖν ἐστιν ἡ ἠθικὴ ἀρετὴ μεσότης καὶ πῶς καὶ τἄλλα, τὰ μὲν ἄλλα δῆλα· τὸ πῶς γὰρ φέρει ἐπὶ τὸ πρὸς ἡμᾶς μέσον αἱρεῖσθαι, ἀλλὰ μὴ τὸ κατὰ τὸ πρᾶγμα. ὃ δʼ ἐπὶ τῇ τελευτῇ εἴρηκεν, ὡς οὐκ ἔστι ῥᾴδιον διορίσαι ὁ ἐπὶ πόσον καὶ μέχρι τίνος παρεκβαίνων ἐπὶ τὸ μᾶλλον ἢ ἐπὶ τὸ ἧττον ψεκτός, ἕπεται τοῖς ἀεὶ λεγομένοις ὑπʼ αὐτοῦ, ὅτι οὐδὲν τῶν πρακτῶν ἀκριβῶς ἔστι διορίσαι, ἀλλὰ τύπῳ· οὐδὲ γὰρ ἄλλο οὐδὲν τῶν αἰσθητῶν, ὅθεν καὶ οἱ σωρεῖται παρεληλύθασι. μέχρι γὰρ πόσου ὁ πλούσιός ἐστιν; εἴ τις θείη ὁ μέχρι δέκα ταλάντων, ἀνερωτῶσιν· «εἰ δὲ δραχμήν τις ἀφέλῃ οὐκέτι πλούσιος; εἰ δὲ δύο;» οὐκ ἔστι γὰρ τῶν τοιούτων οὐδέν, ἐπειδὴ αἰσθητά ἐστιν, ἀκριβῶς διορίσαι καὶ τὸν πένητα καὶ τὸν πλούσιον. καὶ ἐπὶ τοῦ φαλακροῦ δὲ ἐρωτῶσιν· «εἰ παρὰ μίαν τρίχα φαλακρὸς γίνεται, τί δὲ παρὰ δύο, τί δὲ παρὰ τρεῖς;» ὅθεν φαλακροὶ ἐλέγοντο οἱ λόγοι καὶ σωρεῖται. ἐπὶ γὰρ σωροῦ τὸ αὐτὸ ἠρώτων, εἰ παρʼ ἕνα πυρὸν ἐλαττοῦται ὁ σωρός, εἶτα εἰ παρὰ δύο καὶ κατὰ τὰ ἑξῆς· καὶ οὐκ ἔστιν εἰπεῖν πότε πρώτως οὐκέτι σωρός ἐστι διὰ τὸ μηδὲν τῶν αἰσθητῶν ἀκριβῶς λαμβάνεσθαι, ἀλλὰ πλάτει καὶ τύπῳ. οὕτως οὖν καὶ ἐπὶ τῶν πράξεων ἔχει καὶ τῶν παθῶν. οὐ γὰρ ἔστιν εἰπεῖν ὁ ἐπὶ πόσον ὀργισθεὶς μέσον ὀργίζεται ἢ ὑπερβάλλει ἢ ἐλλείπει διὰ τὸ τὴν παρὰ τὸ σμικρὸν ἐπὶ πλέον παρέκβασιν ἢ ἐπὶ τὸ ἔλαττον λανθάνειν. διὸ δεῖ φρονήσεως γνωριζούσης ἐν τοῖς πάθεσι καὶ ταῖς πράξεσι τὸ μέσον.

## License and provenance

Eulogikon publishes public-domain Greek texts in cleaned, structured, readable form and makes no copyright claim over that preparation (Public Domain Mark 1.0, https://creativecommons.org/publicdomain/mark/1.0/). Cite as `eul_wid: pms-ac`.
