---
title: Names of Ages Parisian Fragment
title_greek: Ὀνόματα Ἐποχῶν Παρισινὸν Ἀπόσπασμα
author: Aristophanes of Byzantium
eul_wid: klo-af
eul_aid: klo
canonical: "https://eulogikon.org/works/aristophanes-byzantium-names-ages-klo-af"
period: Hellenistic
dialect: Technical Koine
domain: Grammar
format: Treatise
license: "https://creativecommons.org/publicdomain/mark/1.0/"
---

# Names of Ages Parisian Fragment

*Ὀνόματα Ἐποχῶν Παρισινὸν Ἀπόσπασμα*

**Author:** Aristophanes of Byzantium

**eul_wid:** `klo-af` · [HTML page](https://eulogikon.org/works/aristophanes-byzantium-names-ages-klo-af)

## Text

## Ἐκ τῶν Ἀριστοφάνους τοῦ περὶ λέξεων διαλαβόντος. Ὅτι ἐστὶν Ἀθηναία γυν ή, ὥσπερ καὶ Ἀθηναῖος.

### 2

Καὶ φέρν η, ἡ προίξ. Καὶ στεγανόμιο ν.

### 4

Καὶ καταφαγᾶς, ὁ ἀδηφάγος. Καὶ κοκκύζειν ἐπὶ τοῦ ἀλεκτρυόνος.

### 6

Καὶ ψελλό ς. Καὶ ἴσθι ἀντὶ τοῦ ὕπαρχε.

### 8

Καὶ ἡ στίμις, οὐχὶ τὸ στίμι. Καὶ παρά τισιν ὁ πρόςωπος, ἀντὶ τοῦ τὸ πρόςωπον.

### 10

Καὶ γόμος ὁ φόρτος. Καὶ κοράσιον, ἡ κόρη.

### 12

Καὶ ἀνεψιαδοῦς, ὥσπερ ἀδελφιδοῦς, ὁ τοῦ ἀνεψιοῦ υἱός· καὶ ἀνεψιαδῆ ὁμοίως· ἐξανέψιοι δὲ οἱ τῶν ἀνεψιῶν παῖδες, οὓς νῦν λέγομεν διςεξαδέλφους. Καὶ παράνυμφο ς· κυριώτερον δὲ παρανύμφιο ς.

### 14

Καὶ χῆρος παρ’ ἐνίοις, ὥσπερ χήρα. Ξένοι λέγονται οἱ ἐξ ἑτέρας πόλεως εἰς ἑτέραν ἐπιδημοῦντες· ἰδίως δὲ πάλιν τινὸς ξένοι, οὓς ἐν τῇ ἰδίᾳ τις ὑπεδέξατο οἰκίᾳ καὶ συγκατέπραξε τὰ χρήσιμα.

### 15

Ἰδιόξενοι δέ εἰσιν οἱ ἐκ πλείονος χρόνου, τυχὸν δὲ καὶ ἀπὸ πατέρων παραδοχῆς, τηροῦντες ἀλλήλοις ὁμόνοιαν, κἂν τῇ οἰκήσει καὶ ταῖς πατρίσιν ἀλλήλων ἀπέχωσιν, οἳ καὶ διὰ σφραγίδων καὶ ἄλλων συμβόλων ἀλλήλοις δύνανται ὁμιλεῖν καὶ οὓς βούλονται συνιστᾶν. Πρόξενοι δὲ καλοῦνται οἱ κατὰ δόγμα πολιτικὸν προστάται πόλεων ὅλων γινόμενοι καὶ φροντισταί, οὓς καὶ οἱ ἀγνοοῦντες ταῖς ὄψεσι διαπυνθάνονται καὶ ἐπιζητοῦσι. Δορύξενοι δέ, ὡς εἰκός, οἱ κατὰ τὸν πόλεμον ἀλλήλους φιλοποιησάμενοι. Μέτοικος δέ ἐστιν ὁπόταν τις ἀπὸ ξένης ἐλθὼν ἐνοικῇ τῇ πόλει, τέλος τελῶν εἰς ἀποτεταγμένας τινὰς χρείας τῆς πόλεως· ἕως μὲν οὖν ποσῶν ἡμερῶν παρεπίδημος καλεῖται καὶ ἀτελής ἐστιν· ἐὰν δὲ ὑπερβῇ τὸν ὡρισμένον χρόνον, μέτοικος ἤδη γίνεται καὶ ὑποτελής· παραπλησίως δὲ τούτῳ καὶ ὁ ἰσοτελή ς. [5]

### 17

Ζωὴ λέγεται καὶ ἐπὶ τῆς περιουσίας, ὡς παρ’ Ὁμήρῳ· Ἦ γάρ οἱ ζωή γ’ ἦν ἄσπετος, οὔτινι τόσση· Δώδεκ’ ἐν ἠπείρῳ ἀγέλαι. Σκινθαρίζειν ἐστὶ τὸ τῷ μέσῳ δακτύλῳ παίειν τινὸς τὸν μυκτῆρα· ῥαθαπυγίζειν δὲ τὸ σιμῷ τῷ ποδὶ τὸν γλουτὸν παίειν, ὡς εὕρηται ἐν Ἱππεῦσιν Ἀριστοφάνους· τὸ λεγόμενον παρὰ τοῖς ἰδιώταις κλοτζάτο ν.

### 19

Κήλων ὁ εἰς τὰ ἀφροδίσια ἐπιρρεπής, ἀπὸ μεταφορᾶς τῶν ὀχευτῶν ὄνων. Κέπφος, ὁ εὐήθης, ἀπὸ κούφου τινὸς ὀρνιθαρίου καὶ εὐμεταχειρίστου· ὡς Λυκόφρων ἐν Ἀλεξάνδρᾳ· „κέπφος ὣς ἐνήξατο.

### 20

“ ὃν λέγουσιν οἱ ἰδιῶται κέφο ς. Ἄγγαρος ὁ ἐκ διαδοχῆς γραμματοφόρος, ὡς Ἡρόδοτος ἐν ὀγδόῳ.

### 21

καὶ οἱ εὐτελεῖς δὲ καὶ ἄφρονες οὕτως ὠνομάζοντο, ὡς Μέτανδρος. ἐξ αὐτοῦ τοίνυν καὶ τὸ ἀγγαρεύειν καὶ ἡ ἀγγαρεία. Τρίπρατος δοῦλος, καὶ τριπέδων, καὶ τρίδουλο ς.

## License and provenance

Eulogikon publishes public-domain Greek texts in cleaned, structured, readable form and makes no copyright claim over that preparation (Public Domain Mark 1.0, https://creativecommons.org/publicdomain/mark/1.0/). Cite as `eul_wid: klo-af`.
