---
title: Life of Aratus
title_greek: Βίος Ἄρατου
author: "Aratus Lives "
eul_wid: iru-al
eul_aid: iru
canonical: "https://eulogikon.org/works/aratus-life-iru-al"
period: Hellenistic
dialect: Mixed Dialects
domain: Biography
format: Prose
license: "https://creativecommons.org/publicdomain/mark/1.0/"
---

# Life of Aratus

*Βίος Ἄρατου*

**Author:** Aratus Lives 

**eul_wid:** `iru-al` · [HTML page](https://eulogikon.org/works/aratus-life-iru-al)

## Text

### 20

Ἀράτου γένος Ἄρατος ἐγένετο πατρὸς μὲν Ἀθηνοδώρου, μητρὸς δὲ Λητοδώρας, ἐκ Σόλων τῆς Κιλικίας. ὠνομάσθαι δὲ τὴν πόλιν φασὶν ἀπὸ Σόλωνος τοῦ Λινδίου, ἔστι δὲ ἡ νῦν Πομπηϊούπολις. ἦν δὲ ἐπὶ Πτολεμαίου τοῦ Φιλαδέλφου, καὶ ἐσχόλασε Διονυσίῳ τῷ Ἡρακλεώτῃ, συνῆν δὲ Ἀντιγόνῳ τῷ Μακεδονίας βασιλεῖ καὶ Φίλᾳ τῇ τούτου γαμετῇ, συνήκμασε δὲ Ἀλεξάνδρῳ τῷ Αἰτωλῷ καὶ Καλ λιμάχῳ καὶ Μενάνδρῳ καὶ Φιλητᾷ. ἀδελφοὺς δὲ εἶχε τρεῖς, Μύριν Καλώνδαν καὶ Ἀθηνόδωρον, ὃς πρῶτος ἀντειπεῖν λέγεται Ζωίλῳ τῷ κατὰ τῆς ὁμηρικῆς ποιήσεως γράψαντι. σχολάσας δὲ ὁ Ἄρατος Περσαίῳ τῷ φιλοσόφῳ Ἀθήνησι καὶ συνελθὼν αὐτῷ εἰς Μακεδονίαν μεταπεμ φθέντι ὑπ’ Ἀντιγόνου καὶ παρελθὼν εἰς τὸν Ἀντιγόνου καὶ Φίλας γάμον καὶ εὐδοκιμήσας, τὸ λοιπὸν τοῦ χρόνου διέτριψεν αὐτόθι. ἦν δὲ Ἀντίγονος υἱὸς Δημητρίου τοῦ Πολιορκητοῦ καὶ παρέλαβε τὴν ἀρχὴν περὶ ἑκατοστὴν καὶ πέμπτην ὀλυμπιάδα, καθ’ ἣν ὁ Πτολεμαῖος ὁ Φιλάδελ φος Αἰγύπτου ἐβασίλευεν. ὥστε τὸ διαθρυλλούμενον ὑπό τινων ὡς ἦν κατὰ τὸν αὐτὸν χρόνον Νικάνδρῳ τῷ Κολοφωνίῳ τῷ τὰ Θηριακὰ ἐκθεμένῳ καταφανῶς ψεῦδος δείκνυσθαι [ὅτι προὔτειναν ἀλλήλοις ὁ μὲν τῷ Ἀράτῳ σκέψασθαι τὰ Φαινόμενα, ὁ δὲ Νικάνδρῳ τὰ Θηριακά]. δώδεκα γὰρ ὀλυμπιάσιν ὅλαις ὁ Νίκανδρος νεώτερος φαίνεται.

### 21

ἔνιοι δέ φασι τὸν Ἄρατον Μνασέου πατρὸς γεγονέναι. Ἀριστοθήρου δέ τινος μαθηματικοῦ ἤκουσεν. ἰατρὸς δὲ προηγουμένως, καὶ ποιητὴς ἐν τοῖς Ἀντιγόνου βασιλείοις. γηραίῳ δὲ τῷ Κυρηναίῳ ἐπεβάλετο, παρ’ οὗ καὶ ἐπιγράμματος ἠξιώθη. συνήκμασε δὲ Νικάνδρῳ τῷ Κολοφωνίῳ τῷ μαθηματικῷ καὶ αὐτῷ θεραπεύοντι ἅμα τὸν αὐτόν. ζηλωτὴν δὲ τοῦτόν φασι γενέσθαι Ὁμήρου, οἱ δὲ Ἡσιόδου μᾶλλον.

## License and provenance

Eulogikon publishes public-domain Greek texts in cleaned, structured, readable form and makes no copyright claim over that preparation (Public Domain Mark 1.0, https://creativecommons.org/publicdomain/mark/1.0/). Cite as `eul_wid: iru-al`.
