---
title: Fragments on Life and Fortune
title_greek: Ἀποσπάσματα περὶ Βίου καὶ Τύχης
author: Apollodorus of Carystus I
eul_wid: iie-aa
eul_aid: iie
canonical: "https://eulogikon.org/works/apollodorus-carystus-life-fortune-iie-aa"
lang: grc
period: Hellenistic
dialect: Attic
domain: Poetry
genre: "Comedy, Drama"
content_hash: "sha256:13bd3a7d65c050fb793b311969dce84db202457b65ffd7d8ffe74c03c114d3f8"
content_modified_at: "2026-11-15"
license: "https://creativecommons.org/publicdomain/mark/1.0/"
---

# Fragments on Life and Fortune

*Ἀποσπάσματα περὶ Βίου καὶ Τύχης*

**Author:** Apollodorus of Carystus I

**eul_wid:** `iie-aa` · [HTML page](https://eulogikon.org/works/apollodorus-carystus-life-fortune-iie-aa)

## Text

ΑΜΦΙΑΡΕΩΣ

  

`1`

ἐμβαλόντες, ὦ πονηρὲ σύ,  

εἰς σακκοπήραν αὐτὸν ἐπιθήσουσί που  

ἐφʼ ὑποζύγιον.  

ΑΝΤΕΥΕΡΓΕΤΩΝ

  

`2`

τοὺς στρωματεῖς ἔλυον.  

ΑΠΟΚΑΡΤΕΡΟΥΝΤΕΣ

  

`3`

σπουδάζω  

ΑΠΟΛΕΙΠΟΥΣΑ

  

`4`

τὴν ἐπωμίδα  

πτύξας διπλῆν ἄνωθεν ἐνεκομβωσάμην.  

ΓΡΑΜΜΑΤΕΙΔΙΟΠΟΙΟΣ

  

`5`

ὦ πάντες ἄνθρωποι, τί τὸ ζῆν ἡδέως  

παρέντες ἐπιμελεῖσθε τοῦ κακῶς ποιεῖν  

πολεμοῦντες ἀλλήλους; πότερα πρὸς τῶν θεῶν  

ἐπιστατεῖ τις τοῦ βίου νυνὶ τύχη  

ἄγροικος ἡμῶν, οὐδὲ παιδείαν ὅλως  

εἰδυῖα, τί τὸ κακόν ποτʼ ἢ τί τἀγαθὸν  

ἔστʼ ἀγνοοῦσα παντελῶς εἰκῆ τέ πως  

ἡμᾶς κυλίνδουσʼ ὅντινʼ ἂν τύχῃ τρόπον;  

οἶμαί γε· πῶς γὰρ μᾶλλον ἂν προείλετο  

Ἕλλην ἀληθῶς οὖσα λεπομένους ὁρᾶν  

αὐτοὺς ὑφʼ αὑτῶν καὶ καταπίπτοντας νεκρούς,  

ἐξὸν ἱλαροὺς παίζοντας ὑποπεπωκότας  

αὐλουμένους σποδεῖν; λέγʼ αὐτή, γλυκυτάτη,  

ἔλεγχʼ ἄγροικον οὖσαν ἡμῶν τὴν τύχην. . . . . . . . . . . . .  

οὐ τοῦτο τὸ ζῆν ἐστι τὸν καλούμενον  

θεῶν ἀληθῶς βίον. ὅσῳ δʼ ἡδίονα  

τὰ πράγματʼ ἐν ταῖς πόλεσιν ἦν ἂν ἢ τὰ νῦν,  

εἰ μεταβαλόντες τὸν βίον διήγομεν·  

πίνειν Ἀθηναίους ἅπαντας τοὺς μέχρι  

ἐτῶν τριάκοντʼ, ἐξιέναι τοὺς ἱππέας  

ἐπὶ κῶμον εἰς Κόρινθον ἡμέρας δέκα,  

στεφάνους ἔχοντας καὶ μύρον πρὸ ἡμέρας,  

τοὺς τὴν ῥάφανον πωλοῦντας ἕψειν Μεγαρέων,  

εἰς τὸ βαλανεῖον ἀπιέναι τοὺς συμμάχους,  

κεραννύναι τὸν οἶνον Εὐβοῆς. τρυφὴ  

καὶ βίος ἀληθῶς. ἀλλʼ ἀπαιδεύτῳ τύχῃ  

δουλεύομεν.  

`6-7`

ΔΙΑΒΟΛΟΣ

  

`6`

καὶ κλῄεθʼ ἡ θύρα μοχλοῖς· ἀλλʼ οὐδὲ εἷς  

τέκτων ὀχυρὰν οὕτως ἐποίησεν θύραν,  

διʼ ἧς γαλῆ καὶ μοιχὸς οὐκ εἰσέρχεται.  

`7`

μέγα,  

ὦ Φορμίων, γλωττόκομον· οὐκ ὀφθαλμιῶ.  

`8-12`

ΕΚΥΡΑ

  

`8`

ὀλίγαις ἐραστὴς γέγονʼ ἑταίραισιν, Σύρα,  

βέβαιος.  

`9`

σύ με παντάπασιν ἥγησαι λίθον.  

`10`

οἱ γὰρ ἀτυχοῦντες τὸν χρόνον κερδαίνομεν,  

ὁπόσον ἂν ἀγνοῶμεν ἠτυχηκότες.  

`11`

οὕτως ἕκαστός ἐστι παρὰ τὰ πράγματα  

ἢ σεμνὸς ἢ ταπεινός.  

`12`

Μυκόνιος φαλακρός  

ΕΝΝΕΑ

  

`13`

μαρσίπιόν τι μικρόν  

`14-23`

ΕΠΙΔΙΚΑΖΟΜΕΝΟΣ

  

`23`

μυρίας δίκας  

ΙΕΡΕΙΑ

  

`24`

καινόν γέ φασι Χαιρεφῶντʼ ἐν τοῖς γάμοις  

ὡς τὸν Ὀφέλαν ἄκλητον εἰσδεδυκέναι.  

σπυρίδα λαβὼν γὰρ καὶ στέφανον, ὡς ἦν σκότος,  

φάσκων παρὰ τῆς νύμφης ὁ τὰς ὄρνεις φέρων  

ἥκειν, δεδείπνηχʼ, ὡς ἔοικεν, εἰσπεσών.  

ΠΡΟΙΚΙΖΟΜΕΝΗ Η ΙΜΑΤΙΟΠΩΛΙΣ

  

`25`

πλὴν τό γʼ οἰνάριον πάνυ  

ἦν ὀξὺ καὶ πονηρόν, ὥστʼ ᾐσχυνόμην.  

τὰ λοιπὰ μὲν γὰρ ὀξαλείους χωρία  

συκᾶς φέρει, τοὐμὸν δὲ καὶ τὰς ἀμπέλους.  

ΣΦΑΤΤΟΜΕΝΗ

  

`26`

καλῶ δʼ Ἄρη Νίκην τʼ ἐπʼ ἐξόδοις ἐμαῖς,  

καλῶ δὲ Χαιρεφῶντα· κἂν γὰρ μὴ καλῶ,  

ἄκλητος ἥξει.  

ΑΔΗΛΟΥ ΔΡΑΜΑΤΟΣ

  

`27`

οἶδʼ ὅτι καλοῦμεν ῥάφανον, ὑμεῖς δʼ οἱ ξένοι  

κράμβην· γυναιξὶ διαφέρειν οἴει δέ τι;

## License and provenance

Eulogikon publishes public-domain Greek texts in cleaned, structured, readable form and makes no copyright claim over that preparation (Public Domain Mark 1.0, https://creativecommons.org/publicdomain/mark/1.0/). Cite as `eul_wid: iie-aa`.
