title: Nycthemeron
title_greek: Νυχθήμερον
author: Apocalypse of Adam
eul_wid: skm-aa
eul_aid: skm
canonical: "https://eulogikon.org/works/apocalypsis-adam-nycthemeron-skm-aa"
lang: grc
content_hash: "sha256:fd06d3ceb9b9a12539c4f1eceeac7f17e71286c85ca12c8f55b256dd5b348c7b"
content_modified_at: "2026-11-15"
license: "https://creativecommons.org/publicdomain/mark/1.0/"

# Nycthemeron

*Νυχθήμερον*

**Author:** Apocalypse of Adam

**eul_wid:** `skm-aa` · [HTML page](https://eulogikon.org/works/apocalypsis-adam-nycthemeron-skm-aa)

## Text

`1`

Ἀπολλωνίου μαθηματικοῦ. ὀνομασίαι ιβʹ ἡμερινῶν.

`1.1a`

ὥρα αʹ καλεῖταιἐν ᾗ ἀγαθόν ἐστιν προσεύχεσθαι.

`1.1c`

Γεώργιος ὁ Κεδρηνός

ὥρᾳ πρώτῃ ἡμερινῇ πρώτη εὐχὴ ἐπιτελεῖται ἐν τῷ οὐρανῷ.

`1.2a`

ὥρα βʹ καλεῖταιἐν ᾗ εὐχαὶ τῶν ἀγγέλων καὶ ὕμνοι.

`1.2c`

δευτέρᾳ εὐχὴ ἀγγέλων.

`1.3a`

ὥρα γʹ καλεῖταιἐν ᾗ εὐχαριστοῦσιν τὰ πετεινὰ τῷ θεῷ· ἐν αὐτῇ τῇ ὥρᾳ ἀποτελεῖται πᾶν στοιχεῖον.

`1.3c`

τρίτῃ εὐχὴ πτηνῶν.

`1.4a`

ὥρα δʹ  … ἐν ᾗ εὐχαριστοῦσιν πάντα τὰ ποιήματα τοῦ θεοῦ, ἐν ᾗ στοιχειοῦνται καὶ πάντα τὰ ἰοβόλα.

`1.4c`

τετάρτῃ εὐχὴ κτηνῶν.

`1.5a`

ὥρα εʹ καλεῖται  … ἐν ᾗ αἰνεῖ πᾶν ζῶον τὸν θεόν· ἐν ᾗ ἀποτελεῖται πᾶν ....

`1.5c`

πεμπτῇ εὐχὴ θηρίων.

`1.6a`

ὥρα ϛʹ καλεῖται  … ἐν ᾗ δυσωποῦσιν τὰ χερουβὶμ τὸν θεὸν ὑπὲρ ἀνθρώπων.

`1.6c`

ἕκτῃ ἀγγέλων παράστασις καὶ διάκρισις πάσης κτίσεως.

`1.7a`

ὥρα ζʹ  … ἐν ᾗ αἰνοῦσιν ἀγγέλων τάγματα καὶ παριστάμενα τῷ θεῷ.

`1.7c`

ἑβδόμῃ ἀγγέλων εἴσοδος πρὸς θεὸν καὶ ἔξοδος ἀγγέλων.

`1.8a`

ὥρα ηʹ καλεῖται.

`1.8c`

ὀγδόῃ αἴνεσις καὶ θυσίαι ἀγγέλων.

`1.9a`

ὥρα θʹ καλεῖται  … ἐν ᾗ εὐχὴ ἀνθρώπων ἐν ᾗ οὐδὲν τελεῖται.

`1.9c`

ἐννάτῃ δέησις καὶ λατρεία ἀνθρώπου.

`1.10a`

ὥρα ιʹ,  … ἐν ᾗ αἰνοῦσιν τὰ ὕδατα, καὶ πνεῦμα θεοῦ καταβαῖνον ἐπιπολάζει αὐτοῖς καὶ ἁγιάζει αὐτά· εἰ γὰρ μὴ οὕτως ἦν, ἔβλαπτον ἂν οἱ πονηροὶ δαίμονες ἀνθρώπους· ἐν ᾗ ἐὰν ἄνθρωπος ἄρῃνέρον καὶ μίξῃ μετὰ ἁγίου ἐλαίου, πᾶννόσημα ἰᾶται· καὶ δαιμονῶντας καθαίρει καὶ δαίμονας ἀπελαύνει.

`1.10c`

δεκάτῃ ἐπισκοπαὶ ὑδάτων καὶ δεήσεις οὐρανίων καὶ ἐπιγείων.

`1.11a`

ὥρα ιαʹ,  … ἐν ᾗ εὐφραίνονται οἱ ἐκλεκτοὶ τοῦ θεοῦ.

`1.11c`

ἑνδεκάτῃ ἀνθομολόγησις καὶ ἀγαλλίασις πάντων.

`1.12a`

ὥρα ιβʹ  … ἐν ᾗ εὐπρόσδεκτοι αἱ τῶν ἀνθρώπων εὐχαί.

`1.12c`

δωδεκάτῃ ἔντευξις ἀνθρώπων εἰς εὐδοκίας.

`2`

ὀνομασίαι ὡρῶν νυκτερινῶν.

`2.1a`

ὥρα αʹ  … ἐν ᾗ οἱ δαίμονες αἰνοῦντες τὸν θεὸν οὔτε ἀδικοῦσιν οὔτε κολάζουσιν.

`2.2a`

ὥρα βʹ  … ἐν ᾗ ὑμνοῦσιν οἱ ἰχθύες τὸν θεὸν, καὶ τὸ τοῦ πυρὸς βάθος· ἐν ᾗ ὀφείλει στοιχειοῦσθαι ἀποτελέσματα εἰς δράκοντας καὶ ... καὶ πῦρ.

`2.3a`

ὥρα γʹ,  … ἐν ᾗ αἰνοῦσιν ὄφεις καὶ κύνες καὶ πῦρ.

`2.4a`

ὥρα δʹ,  … ἐν ᾗ διέρχονται δαίμονες ἐν τοῖς μνήμασιν, καὶ ἐρχόμενος ἐκεῖσε βλαβήσεται καὶ φόβον καὶ φρίκην ἐκ τῆς τῶν δαιμόνων λήψεται φαντασίας· ἐν ᾗ ὀφείλει στοιχειοῦσθαι ἀποτελέσματα ... καὶ παντὸς γοητικοῦ πράγματος.

`2.5a`

ὥρα εʹ  … ἐν ᾗ αἰνοῦσιν τὰ ἄνω ὕδατα τὸν θεὸν τοῦ οὐρανοῦ.

`2.6a`

ὥρα ϛʹ  … ὅτε δέον ἡσυχάζειν καὶ ἀναπαῦσαι, διότι ἔχει φόβον.

`2.7a`

ὥρα ζʹ  … ἐν ᾗ ἀναπαύει πάντα τὰ ζῶα. ἐάν τις ἄνθρωπος καθαρὸς ἁρπάσῃνέρον καὶ βάλλει αὐτὸ ὁ ἱερεὺς καὶ μίξῃ μετʼ ἐλαίου καὶ ἁγιάσῃ αὐτὸ καὶ ἀλείψῃ ἀπʼ αὐτὸ ἀσθενῆ ἀγρυπνοῦντα παρευθὺ τῆς νόσου ἀπαλλαγήσεται.

`2.8a`

ὥρα ηʹ  … ἐν ᾗ δὲ ἀποτελοῦμεν στοιχεῖον περὶ  … καὶ παντοίων φυτῶν.

`2.9a`

ὥρα θʹ  … ἐν ᾗ τελεῖται οὐδέν.

`2.11a`

ὥρα ιαʹ,  … ἐν ᾗ ἀνοίγονται αἱ πύλαι τοῦ οὐρανοῦ καὶ ἄνθρωπος ἐν κατανύξει γενόμενος εὐήκοος γενήσεται· ἐν ταύτῃ πέτονται ταῖς πτέρυξιν σὺν ἤχῳ οἱ ἄγγελοι καὶ χερουβὶμ καὶ σεραφίμ· καί ἐστιν χαρὰ ἐν οὐρανῷ καὶ γῇ· ἀνατέλλει δὲ καὶ ὁ ἥλιος ἐξ Ἐδέμ.

`2.12a`

ὥρα ιβʹ  … ἐν ᾗ ἀναπαύονται τὰ πύρινα τάγματα.

## License and provenance

Eulogikon publishes public-domain Greek texts in cleaned, structured, readable form and makes no copyright claim over that preparation (Public Domain Mark 1.0, https://creativecommons.org/publicdomain/mark/1.0/). Cite as `eul_wid: skm-aa`.