---
title: Sepulchral Epigrams
title_greek: Ἐπιγράμματα Ἐπιτύμβια
author: Appendix of the Greek Anthology
eul_wid: woo-af
eul_aid: woo
canonical: "https://eulogikon.org/works/anthologiae-graecae-appendix-sepulchral-epigrams-woo-af"
lang: grc
content_hash: "sha256:33537b496c6d9c176a92a9c79c2d45757c6e2802341c28d043414570519a408a"
content_modified_at: "2026-11-15"
license: "https://creativecommons.org/publicdomain/mark/1.0/"
---

# Sepulchral Epigrams

*Ἐπιγράμματα Ἐπιτύμβια*

**Author:** Appendix of the Greek Anthology

**eul_wid:** `woo-af` · [HTML page](https://eulogikon.org/works/anthologiae-graecae-appendix-sepulchral-epigrams-woo-af)

## Text

`1`

ΑΔΕΣΠΟΤΟΝ.

  

Σᾶμα τόδʼ Ἀρνιάδα· χαροπὸς τόνδʼ ὤλεσεν Ἄρης  

βαρνάμενον παρὰ ναυσὶν ἐπʼ Ἀράθθοιο ῥοϝαῖσι  

πολλὸν ἀριστεύϝοντα κατὰ στονόϝεσσυν ἀϝυτάν.  

`2`

ΑΛΛΟ.

  

Στάλα Ξενϝάρεος τοῦ Μείξιος εἴμʼ ἐπὶ τύμβῳ.  

`3`

ΑΛΛΟ.

  

Οἰκείοις δακρύοις ἁ γειναμένα κατακλαίει  

Πιττακὸν ἥδʼ ἱερὰ Λέσβος ἀποφθίμενον.  

`4`

ΣΙΜΟΝΙΔΟΥ.

  

Ὦ ξεινʼ, εὔυδρον ποτʼ ἐναίομεν ἄστυ Κορίνθου,  

νῦν δʼ ἄμμʼ Αἴαντος νᾶσος ἔχει Σαλαμίς.  

Ἐνθάδε Φοινίσσας νῆας καὶ Πέρσας ἑλόντες  

καὶ Μήδους, ἱερὰν Ἑλλάδα ῥυόμεθα.  

`5`

ΤΟΥ ΑΥΤΟΥ.

  

Ἀνδρὸς ἀριστεύσαντος ἐν Ἑλλάδι τῶν ἐφʼ ἑαυτοῦ  

Ἱππίου Ἀρχεδίκην ἥδε κέκευθε κόνις,  

ἣ πατρός τε, καὶ ἀνδρὸς, ἀδελφῶν τʼ οὖσα τυράννων,  

παίδων τʼ, οὐκ ᾔρθη νοῦν ἐς ἀτασθαλίην.  

`6`

ΤΟΥ ΑΥΤΟΥ.

  

Ἦ σεῦ καὶ φθιμένας λεύκʼ ὀστέα τῷδʼ ἐνὶ τύμβῳ  

ἴσκω ἔτι τρομέειν θῆρας, ἀγρῶστι Λυκάς·  

τὰν δʼ ἀρετὰν οἶδεν μέγα Πήλιον, ἅ τʼ ἀρίδαλος  

Ὄσσα, Κιθαιρῶνός τʼ οἰονόμοι σκοπιαί.  

`7`

ΑΔΕΣΠΟΤΟΝ.

  

Υἱοῦ Τλασίαϝο Μενεκράτεος τόδε σᾶμα,  

Οἰανθέως γενεάν· τόδε δʼ αὐτῷ δᾶμος ἐποίει.  

Ἦς γὰρ πρόξενϝος δάμου φίλος, ἀλλʼ ἐνὶ πόντῳ  

ὤλετο, δαμόσιον δὲ καθίκετο πένθος Οἰάνθην.  

Πραξιμένης δʼ αὐτῷ πρόφρων ἀπὸ πατρίδος ἐνθὼν,  

σὺν δάμῳ τόδε σᾶμα κασιγνήτοιο πονήθη.  

`8`

ΑΛΛΟ.

  

Τοὐπικλέος παιδὸς Δαμασιστράτου ἐνθάδε σῆμα  

Πεισιάναξ κατέθηκε· τὸ γὰρ γέρας ἐστὶ θανόντων.  

`9`

ΑΛΛΟ.

  

Σῆμα τόδʼ ἐγγὺς ὁδοῦ Θεοσήμου στῆσα ...  

ἀνδρὸς ἐμοί τε φίλου κἀγαθοῦ ἀμφότερον.  

`10`

ΠΙΝΔΑΡΟΥ.

  

Χαῖρε δῖς ἡβήσας, καὶ δὶς τάφου ἀντιβολήσας,  

Ἡσίοδʼ, ἀνθρώποις μέτρον ἔχων σοφίης.  

`11`

ΑΔΕΣΠΟΤΟΝ.

  

Εἴτʼ ἀστός τις ἀνὴρ εἴτε ξένος ἄλλοθεν ἐλθών,  

Τέττιχον οἰκτείρας ἄνδρʼ ἀγαθὸν παρίτω,  

ἐν πολέμῳ φθίμενον νεαρὰν ἥβην ὀλέσαντα·  

ταῦτʼ ἀποδυράμενοι νεῖσθʼ ἐπὶ πρᾶγμʼ ἀγαθόν.  

`12`

ΑΛΛΟ.

  

Σῆμα τόδε Κύλων παίδων ἐπέθηκε θανόντων·  

μνῆμα φιλημοσύνης ..........  

`13`

ΑΛΛΟ.

  

Ἐνθά δὲ Φ..... κατέθηκε θανοῦσαν  

Λαμπίτω αἰδοίην, γῆς ἀπὸ πατρῴης.  

`14`

ΑΛΛΟ.

  

Λοιμῷ θανούσης εἰμὶ σῆμα Μυρίνης.  

`15`

ΑΛΛΟ.

  

Σῆμα φίλου παιδὸς τόδε Δημάνθης ἀνέθηκεν  

Στησίου, ὃν θάνατος δακρυόεις κατέχει.  

`16`

ΑΛΛΟ.

  

Ἑλλάδι καὶ Μεγαρεῦσιν ἐλεύθερον ἆμαρ ἀέξειν  

ἱέμενοι θανάτου μοῖραν ἐδεξάμεθα.  

τοὶ μὲν ὑπʼ Εὐβοίᾳ ναυσικλύτῳ, ἔνθα καλεῖται  

ἁγνᾶς Ἀρτέμιδος τοξοφόρου τέμενος,  

τοὶ δʼ ἐν ὄρει Μυκάλας, τοὶδʼ ἔμπροσθεν Σαλαμῖνος,  

νηῶν Φοινισσῶν ἐξολέσαντες Ἄρην·  

τοὶ δὲ καὶ ἐν πεδίῳ Βοιωτίῳ, οἵτινες ἔτλαν  

χεῖρας ἐπʼ ἀνθρώπους ἱππομάχους ἱέναι.  

Ἄστοι δʼ ἄμμι πόρον γέρας ὀμφαλῷ ἀμφὶ πόληος  

νεικέων ἡμετέρων ἀλλοδαπῶν παρʼ ὅρων.  

`17`

ΑΙΣΧΥΛΟΥ.

  

Αἰσχύλον Εὐφορίωνος Ἀθηναῖον τόδε κεύθει  

μνῆμα καταφθίμενον πυροφόροιο Γέλας·  

ἀλκὴν δʼ εὐδόκιμον Μαραθώνιον ἄλσος ἂν εἴποι,  

καὶ βαρυχαιτήεις Μῆδος ἐπιστάμενος.  

`18`

ΑΔΕΣΠΟΤΟΝ.

  

Εὐχίδας Πυθῶδε θρέξας ἦλθε τᾷδʼ αὐθημερόν.  

`19`

ΑΛΛΟ.

  

Ἀθάνατόν με θανοῦσιν ἔθηκαν σῆμα πολῖται  

σημαίνειν ἀρετὴν τῶνδε καὶ ἐσσομένοις,  

καὶ προγόνοις ....... ἀρετῆς δὲ  

νίκην εὐπόλεμον μνῆμʼ ἔλαβον σφετέρας.  

Αἰθὴρ μὲν ψυχὰς ὑπεδέξατο, σώματα δὲ χθὼν  

τῶνδε Ποτιδαίας δʼ ἀμφὶ πύλας ἔδαμεν·  

ἐχθρῶν δʼ οἱ μὲν ἔχουσι τάφου μέρος, οἱ δὲ φυγόντες  

τεῖχος πιστοτάτην ἐλπίδʼ ἔθεντο βίου.  

Ἄνδρας μὲν πόλις ἥδε ποθεῖ καὶ δῆμος Ἐρεχθέως,  

πρόσθε Ποτιδαίας οἳ θάνον ἐν προμάχοις·  

παῖδες Ἀθηναίων, ψυχὰς δʼ ἀντίρροπα θέντες,  

ἠλλάξαντʼ ἀρετὴν καὶ πατρίδʼ εὐκλείσαν.  

`20`

ΑΛΛΟ.

  

Προκλεῖδας τόδε σᾶμα κεκλήσεται ἐγγὺς ὁδοῖο,  

ὃς περὶ τᾶς αὐτοῦ γᾶς θάνε μαρνάμενος.  

`21`

ΑΛΛΟ

  

Ἡρόδοτον Λύξεω κρύπτει κόνις ἥδε θανόντα,  

Ἰάδος ἀρχαίης ἱστορίης πρύτανιν,  

Δωριέων πάτρης βλαστόντʼ ἄπο, τῶν ἄρʼ ἄπλητον  

μῶμον ὑπεκπροφυγὼν Θούριον ἔσχε πάτρην.  

`22`

ΕΥΡΙΠΙΔΟΥ.

  

Οἵδε Συρακοσίους ὀκτὼ νίκας ἐκράτεσαν  

ἄνδρες, ὅτʼ ἦν τὰ θεῶν ἐξίσου ἀμφοτέροις.  

`23`

ΑΛΛΟ.

  

Μνᾶμʼ ἐπʼ Ὀλαϝείδᾳ μʼ ὁ πατὴρ ἀνέθηκε θανόντι  

Ὄσσιλος, ᾧ πένθος θῆκεν ἀποφθίμενος.  

`24`

ΑΛΛΟ.

  

Ἀστοῖς καὶ ξείνοισι φανεὶς φίλος εἰμί  

ὅς ποτʼ ἀριστεύων ἐν προμάχοις ἔπεσον.  

`25`

ΑΛΛΟ.

  

Σοῦ μὲν δὴ πατρὶς δὴν, Κέρκινε, Φοξίου υἱέ,  

Ποντιὰς Ἡράκλειʼ, ἕξει ἄχος φθιμένου  

ἡμετέρων ἐν χερσὶ φίλων· ὅθεν οὔ ποτʼ ἐπαίνου  

λήσομεθʼ· ἦ μάλα γὰρ σὴν φύσιν ἠγησάμην.  

`26`

ΙΠΠΙΟΥ ΗΛΕΙΟΥ  <span class="gap">…</span>

  

Σύζυγος ἦν μία πᾶσι πατρὶς, καὶ μοῖρα δὲ πάντας  

ὤλεσεν ἠιθέους, ὦ παροδῖτα, μία.  

Πάντας τʼ αὐτὸς ἔχει πόντος, καὶ εἰκόνας αὐτὸς  

τεῦξε λυγροῖς πορθμοῦ ὀλλυμένων ῥοθίοις  

οὗ τὸ καλὸν κοσμεῖ περικείμενον οὔνομα τύμβους,  

οὗ γλυκύς ἐσθʼ ἡμῖν κἀν φθιμένοισιν ἔρως.  

`27`

ΑΔΕΣΠΟΤΟΝ.

  

Ἀρίστων.  

Ἦ μάλα δή σε φίλως ὑπεδέξατο γαῖα ὑπὸ κόλπους  

ὄλβιον αἰῶνος μᾶκος ἀμειψάμενον·  

καί σοί γε ὡραία χάρις ἤλυθεν αὕτη, Ἀρίστων,  

δεινοῦ  <span class="gap">…</span> ἐλευθερίαν  <span class="gap">…</span> τοῦ δεσμοῦ ...  

......................  

`28`

ΘΕΑΙΤΗΤΟΥ.

  

Περὶ Κράντορος.  

Ἥνδανεν ἀνθρώποις, ὁ δʼ ἐπιπλέον ἥνδανε Μούσαις  

Κράντωρ, καὶ γήρως ἤλυθεν οὔτι πρόσω.  

Γῆ, σὺ δὲ τεθνειῶτα τὸν ἱερὸν ἄνδρʼ ὑπόδεξαι·  

ἦ ῥʼ ὅγε καὶ κεῖθι ζώει ἐν εὐθυμίῃ.  

`29`

ΑΔΕΣΠΟΤΟΝ.

  

......... ἐλθόντα ποθʼ ὧδε κέκευθε  

ἁ κόνις Ἀργείων θυμὸν ἀφέντα πόλει.  

`30`

ΙΠΠΩΝΟΣ.

  

Ἵππωνος τόδε σῆμα, τὸν ἀθανάτοισι θεοῖσιν  

ἴσον ἐποίησεν Μοῖρα καταφθίμενον.  

`31`

ΑΔΕΣΠΟΤΟΝ.

  

Σῆμα τόδʼ Οἰναίου Διονυσίου· τῶν δʼ ἔτι πρόσθεν,  

Πείθωνος πατρὸς οὗ, καὶ Φειδίππου τόδε θείου  

τούτου, τῶν τʼ ἄλλων ὧν τύπος εἰκόνʼ ἔχει.  

`32`

ΑΛΛΟ.

  

Ὢ τὸν ἀειμνήστου σʼ ἀρετᾶς παρὰ πᾶσι πολίταις  

κλεινὸν ἔπαινον ἔχοντʼ, ἄνδρα ποθεινότατον  

παισὶ φίλῃ τε γυναικί· τάφου δʼ ἐπὶ δεξιὰ, μῆτερ,  

κεῖμαι σῆς φιλίας οὐκ ἀπολειπόμενος.  

`33`

ΑΛΛΟ.

  

Ἐνθάδε Πυθοκλῆς κεῖται πολλοῖσι ποθεινὸς  

καὶ Σάτυρος νέος ὢν ἔσχεν ἐπωνυμίαν.  

Παῖς Ἡρακλείδου, μητρὸς δʼ Ἀριαστίδος ἐστί·  

πατρὶς δʼ ἔστʼ Ἔφεσος κλεινοτάτη πόλεων.  

Θρεφθεὶς δʼ ἐν χθονὶ τῇδε θάνεν μέγα πῆμα φίλοισι  

τῇ τε κασιγνήτῃ πένθεα πλεῖστα λιπών.  

Ἀριαστίς. Πυθοκλῆς.  

`34`

ΑΛΛΟ.

  

Ἐνθάδε τὴν ἀγαθὴν καὶ σώφρονα γαῖʼ ἐκάλυψεν  

Ἀρχεστράτην ... ἀνδρὶ ποθεινοτάτην.  

`35`

ΑΛΛΟ.

  

Οὔνομα μὲν τοὐμὸν καὶ ἐμοῦ πατρὸς ἥδʼ ἀγορεύει  

στήλη καὶ πάτραν, πιστῶν δʼ ἔργων ἕνεκʼ ἔσχον  

Πιστὸς ἐπωνυμίαν, οὗ σπάνις ἀνδρὶ τυχεῖν.  

`36`

ΑΛΛΟ.

  

Γλυκέρα Θουκλείδου.  

Οὗ σπάνις ἐστὶ γυναικὶ, ἐσθλὴν καὶ σώφρονα φῦναι  

τὴν αὐτὴν δοκίμως, τοῦδε τύχεν Γλυκέρα.  

`37`

ΑΛΛΟ.

  

Σωσῖνος Γορτύνιος χαλκόπτης.  

Μνῆμα δικαιοσύνης καὶ σωφροσύνης ἀρετῆς τε  

Σωσίνῳ στῆσαν παῖδες ἀποφθιμένῳ.  

`38`

ΑΛΛΟ.

  

Ἐνθάδε γῆ κατέχει τιτθὴν παίδων Διογείτου  

ἐκ Πελοποννήσου τήνδε δικαιοτάτην.  

`39`

ΑΛΛΟ.

  

Εἰ τοιῶνδʼ ἀνδρῶν εἴη πόλις, οὔποτʼ ἂν αὐτῆς  

ἐχθροὶ στήσαιεν Ζηνὶ τρόπαιον ἕδος.  

Κτώμενον εὔκλειαν δορὶ καὶ χερὶ τόνδε πρὸς ἀνδρὸς  

ἐχθροῦ Ἀριστόκριτον ὤλεσε θοῦρος Ἄρης.  

.......................  

`40`

ΑΛΛΟ.

  

Μνησαρχίδης Μνησάρχου Ἁλαιεύς.  

Εἰ τὰ θεῶν τιμᾶν χρηστῶν τʼ ἔργων ἐπιθυμεῖν  

καὶ τὸ δικαιοσύνῃ τε φίλον τε φίλοισι προσεῖναι  

δόξα ἀρετή τε βροτοῖς, καὶ ἀνεγκλήτως βιοτεῦσαι,  

πάντα σὺ ταῦτʼ ἔσχες, Μνησαρχίδη, ἀπροφασίστως.  

`41`

ΑΛΛΟ.

  

Κυδίμαχος Θοραεύς.  

Κυδίμαχον χθὼν ἥδε ταφῆς στεγέεσσι καλύπτει  

ὄλβιον, εὐαίωνα, βίου πλεύσαντα πρὸς ὅρμον·  

παῖδας γὰρ παίδων ἐσιδὼν καὶ γῆρας ἄλυπον  

τὴν πάντων κοινὴν μοῖραν ἔχει φθίμενος.  

`42`

ΑΛΛΟ.

  

Εὐθύκριτος Οἰναῖος  <span class="gap">…</span>  

Ἐνθάδε τὸν πάσης ἀρετῆς ἐπὶ τέρμα μολόντα  

Εὐθύκριτον πατρία χθὼν ἐκάλυψε τάφῳ,  

μητρὶ φίλον καὶ πατρὶ, κασιγνήταις τε ποθεινὸν  

πᾶσί θʼ ἑταίροισιν σύντροφον ἡλικίας.  

`43`

ΑΛΛΟ.

  

Ἐνθάδε τὴν πάσης ἀρετῆς ἐπὶ τέρμα μολοῦσαν  

Φαναγόραν κατέχει Φερσεφόνης θάλαμος.  

`44`

ΑΛΛΟ.

  

Ἐνθάδε Θέρσανδρον καὶ Σίμυλον, ἄνδρε ποθεινὼ  

πατρίδι Κερκύρᾳ δέξατο γαῖα τάφῳ.  

Πρέσβεις ἐλθόντας κατὰ συντυχίαν δὲ θανόντας  

παῖδες Ἀθηναίων δημοσίᾳ κτέρισαν.  

`45`

ΑΛΛΟ.

  

Ἥδε χθὼν κόλποισι Φασηλίτην Θεοδέκτην  

κρύπτει, ὃν ηὔξησαν Μοῦσαι Ὀλυμπιάδες·  

ἐν δὲ χορῶν τραγικῶν ἱεραῖς τρισὶ καὶ δέχʼ ἁμίλλαις  

ὀκτὼ ἀγηράντους ἀμφεθέμην στεφάνους.  

`46`

ΘΕΟΚΡΙΤΟΥ ΤΟΥ ΧΙΟΥ.

  

Ἑρμείου εὐνούχου ἠδʼ Εὐβούλου ἅμα δούλου,  

σῆμα κενὸν κενόφρων τεῦξεν Ἀριστοτέλης.  

Ὃς διὰ τὴν ἀκρατῆ γαστρὸς φύσιν, εἵλετο ναίειν  

ἀντʼ Ἀκαδημείας βορβόρου ἐν προχοαῖς.  

`47`

ΑΔΕΣΠΟΤΟΝ.

  

Μακαρεὺς Λακιάδης. Ἀρχέβιος.  

Εἴ σε τύχη προὔπεμψε καὶ ἡλικίας ἐπέβησεν,  

ἐλπίδι γʼ ἦσθα μέγας τῷ τε δοκεῖν, Μακαρεῦ,  

ἡνίοχος τέχνης τραγικῆς Ἕλλησιν ἔσεσθαι·  

σωφροσύνῃ δʼ ἀρετῇ τʼ οὐκ ἀκλεὴς ἔθανες.  

`48`

ΑΛΛΟ.

  

Πότνια σωφροσύνη, θύγατερ μεγαλόφρονος αἰδοῦς,  

πλεῖστά σε τιμήσας εὐπόλεμόν τʼ ἀρετήν,  

Κλείδημος Μελιτεὺς Κλειδημίδου ἐνθάδε κεῖται.  

....................  

`49`

ΑΛΛΟ.

  

Διιτρέφης Ζωΐλου Παριηνὸς στρατιώτης,  

Δημοφῶν Μητροδώρου Παριηνὸς στρατιώτης.  

Μνῆμα φίλη μήτηρ με Διιτρέφει ἐνθάδʼ ἔθηκεν  

καὶ Περικλεῖ φθιμένοιν Μητρίχη αἰνόμορος·  

Ἀγνής τʼ ἐνθάδε οἱ θυγάτηρ καὶ ἀδελφὸς ἔχουσιν  

μοῖραν Δημοφῶν τῆς μέτα πᾶσι βροτοῖς.  

`50`

ΑΛΛΟ.

  

Μνῆμα Μνησαγόρας καὶ Νικοχάρους τόδε κεῖται·  

αὐτὼ δʼ οὐ παραδεῖξαι ἀφείλετο δαίμονος αἶσα  

πατρὶ φίλῳ καὶ μητρὶ, λιπόντε ἀμφοῖν μέγα πένθος,  

οὕνεκα ἀποφθιμένω βήτην δόμον Ἄιδος εἴσω.  

`51`

ΑΛΛΟ.

  

Σύμμαχος Σίμωνος Χῖος.  

Πλεῖστα μὲν εὐφρανθεὶς βιότῳ, λύπαις δʼ ἐλαχίσταις  

χρησάμενος, γήρως τέρμα μολὼν πρὸς ἄκρον,  

Χῖος μὲν γενεὰν βλαστὼν, πατρὸς δὲ Σίμωνος  

Σύμμαχος ἐν δαπέδοις Κεκροπίας ἐκλίθην.  

Ἡ μὲν καλλικόμοις πτόρθοις βοτρυώδεος οἴνης  

Χῖος ἀγαλλομένη Συμμάχῳ ἐστὶ πατρίς,  

αἱ δὲ θεοῖσι μάλιστα φίλαι θνητοῖσι τʼ Ἀθῆναι  

σῶμα σὸν ἐν κόλποις κρύψαν ἀποφθίμενον.  

`52`

ΑΛΛΟ.

  

Οἵδε πάτρας ἕνεκα σφετέρας εἰς δῆριν ἔθεντο  

ὅπλα καὶ ἀντιπάλων ὕβριν ἀπεσκέδασαν·  

μαρνάμενοι δʼ ἀρετῆς καὶ λήματος οὐκ ἐσάωσαν  

ψυχὰς, ἀλλʼ Ἀΐδην κοινὸν ἔθεντο βραβῆ,  

οὕνεκεν Ἑλλήνων, ὡς μὴ ζυγὸν αὐχένι θέντες  

δουλοσύνης, στυγερὰν ἀμφὶς ἔχωσιν ὕβριν.  

Γαῖα δὲ πατρὶς ἔχει κόλποις τῶν πλεῖστα καμόντων  

σώματʼ, ἐπεὶ θνητοῖς ἐκ Διὸς ἥδε κρίσις.  

Μηδὲν ἁμαρτεῖν ἐστι θεῶν καὶ πάντα κατορθοῦν·  

ἐν βιοτῇ Μοῖραν δʼ οὔτι φυγεῖν μερόπων.  

`53`

ΑΛΛΟ.

  

Μνᾶμα βλέπεις ἐπὶ σώματι κείμενον ἀνδρὸς ἀρίστου·  

Πυθίων ἐκ Μεγάρων δαιώσας ἑπτὰ μὲν ἄνδρας,  

ἑπτὰ δʼ ἀπορρήξας λόγχας ἐνὶ σώματʼ ἐκείνων  

εἵλετο τὰν ἀρετὰν, πατέρʼ εὐκλεΐζων ἐνὶ δήμῳ.  

Οὗτος ἀνὴρ ἐσάωσεν Ἀθηναίων τρεῖς φυλὰς,  

ἐκ Παγᾶν ἀγαγὼν διὰ Βοιωτῶν ἐς Ἀθήνας·  

εὐκλέισʼ Ἀνδοκίδαν δισχιλίοις ἀνδραπόδοισιν.  

Οὐδένα πημάνας δʼ ὅ γʼ ἐπιχθονίων ἀνθρώπων  

εἰς Ἀΐδα κατέβα, πᾶσιν μακαριστὸς ἰδέσθαι.  

`54-119t`

ΑΡΙΣΤΟΤΕΛΟΥΣ  <span class="gap">…</span>

  

Εἰς τοὺς παρʼ Ὁμήρῳ ἥρωας ἐπιτάφια.  

`54`

Ἐπὶ Πηνέλεω κειμένου ἐν Βοιωτίᾳ.

  

Τόνδʼ ἐπὶ Κηφισῷ ποταμῷ θέσαν ὠκὺ ῥέοντι  

παῖδες Βοιωτῶν σώφρονα Πηνέλεων.  

`55`

Ἐπὶ Ἀσκαλάφου καὶ Ἰαλμένου.

  

Ἀσκαλάφου Τροίῃ φθιμένου καὶ Ἰαλμένου ἥδε  

ὀστέα πληξίππων γῆ Μινυῶν κατέχει.  

`56`

Ἐπὶ Αἴαντος τοῦ Ὀϊλέως, κειμένου ἐν

  

Μυκόνῳ τῇ νήσῳ.

  

Ἐνθάδε τὸν Λοκρῶν ἡγήτορα γαῖα κατέσχεν  

Αἴαντʼ Οἰλιάδην ἐν πελάγει φθίμενον.  

`57`

Ἐπὶ Ἐλεφήνορος κειμένου ἐν Τροίῃ.

  

Νήσου ἀπʼ Εὐβοίης Ἐλεφήνορα ἀρχὸν Ἀβάντων  

ἐνθάδʼ ἐνὶ Τροίῃ μοῖρα κατέσχε βίου.  

`58`

Ἐπὶ Μενεσθέως κειμένου Ἀθήναις.

  

Ταξίλοχος λαῶν, υἱὸς Πετεῶο Μενεσθεὺς  

ἐνθάδʼ ἐνὶ κλεινῇ πατρίδι μοῖραν ἔχει.  

`59`

Ἐπὶ Αἴαντος Τελαμωνίου κειμένου ἐν Τροίῃ.

  

Ἅδʼ ἐγὼ ἁ τλάμων Ἀρετὰ παρὰ τῷδε κάθημαι  

Αἴαντος τύμβῳ, κειραμένα πλοκάμους,  

θυμὸν ἄχει μεγάλῳ βεβολημένα, εἰ παρʼ Ἀχαιοῖς  

ἁ δολόφρων Ἀπάτα κρέσσον ἐμεῦ δύναται.  

`60`

Ἐπὶ Τεύκρου κειμένου ἐν Σαλαμῖνι τῆς Κύπρου.

  

Ἰῶν ὠκυμόρων ταμίην Τελαμώνιον ἥδε  

Τεῦκρον ἀποφθίμενον γῆ Σαλαμὶς κατέχει.  

`61`

Ἐπὶ Διομήδους κειμένου ἐν τῇ ὁμωνύμῳ νήσῳ.

  

Αἰνητὸν πάντεσσιν ἐπιχθονίοις Διομήδη·  

ἥδʼ ἱερὰ κατέχει νῆσος ὁμωνυμίη.  

`62`

Ἐπὶ Σθενέλου καὶ Εὐρυάλου κειμένων ἐν Ἄργει.

  

Ἀργεῖος Σθένελος Καπανήιος ὧδε τέθαπται  

τύμβῳ, καὶ τούτου πλησίον Εὐρύαλος.  

`63`

Ἐπὶ Ἀγαμέμνονος κειμένου ἐν Μυκήναις.

  

Λεύσσεις Ἀτρείδεω Ἀγαμέμνονος, ὦ ξένε, τύμβον,  

ὃς θάνʼ ὑπʼ Αἰγίσθου κοὐλομένης ἀλόχου.  

`64`

Ἐπὶ τοῦ αὐτοῦ.

  

Μνῆμα τόδʼ Ἀτρείδεω Ἀγαμέμνονος, ὅν ῥα κατέκτα  

δῖα Κλυταιμνήστρη Τυνδαρὶς οὐχ ὁσίως.  

`65`

Ἐπὶ Μενελάου.

  

Ὄλβιος, ὦ Μενέλαε, σύ τʼ ἀθάνατος καὶ ἀγήρως  

ἐν μακάρων νήσοις, γαμβρὲ Διὸς μεγάλου.  

`66`

Ἐπὶ Νέστορος κειμένου ἐν Πύλῳ.

  

Τὸν βαθύνουν, ψυχήν τε νόημά τε θεῖον ἔχοντα,  

ἄνδρʼ ἀγαθὸν κατέχω, Νέστορα τὸν Πύλιον.  

`67`

Ἐπὶ τοῦ αὐτοῦ.

  

Νέστορα τὸν Πυλίων ἡγήτορα ἥδε θανόντα  

γῆ κατέχει, βουλῇ φέρτατον ἡμιθέων.  

`68`

Ἐπὶ Ἀντιλόχου κειμένου ἐν Τροίᾳ.

  

Μνῆμʼ ἀρετῆς υἱοῦ τοῦ Νέστορος, Ἀντιλόχοιο,  

ὃς θάνεν ἐν Τροίῃ ῥυσάμενος πατέρα.  

`69`

Ἐπὶ Ἀγαπήνορος.

  

Ἀρχὸς ὅδʼ ἐκ Τεγέης Ἀγαπήνωρ, Ἀγκαίου υἱὸς,  

κεῖθʼ ὑπʼ ἐμοὶ, Ταφίων πελτοφόρων βασιλεύς.  

`70`

Ἐπὶ Ἀμφιμάχου καὶ Διώρου.

  

Ἀρχός τʼ Ἀμφίμαχος, Κτεάτου πάις ἠδὲ Διώρης,  

ἐνθάδʼ ἐνὶ Τροίῃ μοῖραν ἔχουσι βίου.  

`71`

Ἐπὶ Θαλπίου καὶ Πολυξένου ἐν Ἤλιδι.

  

Οἵδε Πολύξεινος καὶ Θάλπιος Ἤλιδι δίῃ  

δμηθέντες κρυεροῦ δῶμʼ Ἀΐδαο ἔβαν.  

`72`

Ἐπὶ κενοταφίου Μέγητος ἐν Δουλιχίῳ.

  

Μνῆμα Μέγητι θοῷ, μεγαθύμου Φυλέος υἱῷ,  

Δουλίχιοι τεῦξαν· σῶμα δὲ πόντος ἔχει.  

`73`

Ἐπὶ Ὀδυσσέως κειμένου ἐν Τυρρηνίᾳ.

  

Ἀνέρα τὸν πολύμητιν, ἐπὶ χθονὶ τῇδε θανόντα,  

κλεινότατον θνητῶν τύμβος ἐπεσκίασεν.  

`74`

Ἐπὶ τοῦ αὐτοῦ.

  

Οὗτος Ὀδυσσῆος κείνου τάφος, ὃν δία πολλὰ  

Ἕλληνες πολέμῳ Τρωικῷ εὐτύχεσαν.  

`75`

Ἐπὶ Θόαντος.

  

Υἱὸν ὑπερθύμου Ἀνδραίμονος ἠδὲ θυγατρὸς  

Γόργης τῆς Οἰνέως ἥδε κόνις κατέχει.  

`76`

Ἐπὶ Ἰδομενέως καὶ Μηριόνου κειμένων

  

ἐν Κνωσσῷ.

  

Κνωσσίου Ἰδομενῆος ὁρᾷς τάφον· αὐτὰρ ἐγὼ τοῦ  

πλησίον ἵδρυμαι Μηριόνης ὁ Μόλου.  

`77`

Ἐπὶ Τληπολέμου κειμένου ἐν Ῥόδῳ.

  

Ἅδʼ Ἡρακλείδην ῥηξήνορα θυμολέοντα  

Τληπόλεμον κατέχει κυματόεσσα Ῥόδος.  

`78`

Ἐπὶ Δηιπύλου.

  

Δηιπύλου κόρσης εὐειδέος Ὀρμενίοιο  

μνῆμα τόδʼ εὐκλεινόν· γείνατο Τληπόλεμος.  

`79`

Ἐπὶ Νιρέως κειμένου ἐν Τροίᾳ.

  

Ἐνθάδε τὸν κάλλιστον ἐπιχθονίων ἔχε γαῖα,  

Νιρέα, τὸν Χαρόπου παῖδα καὶ Ἀγλαΐης.  

`80`

Ἐπὶ Φειδίππου καὶ Ἀντίφου.

  

Φείδιππον Τροίην πέρσαντʼ ἠδʼ Ἄντιφον ἥρω  

γαῖα πατρὶς, κώμη ἥδʼ Ἐφύρα κατέχει.  

`81`

Ἐπὶ Ἀχιλλέως κειμένου ἐν Τροίᾳ.

  

Παῖδα θεᾶς Θέτιδος Πηληιάδην Ἀχιλῆα  

ἥδʼ ἱερὰ Προποντὶς ἀμφὶς ἔχει πεδίῳ.  

`82`

Ἐπὶ τοῦ αὐτοῦ.

  

Θεσσαλὸς οὗτος ἀνὴρ Ἀχιλεὺς ἐν τῷδε τέθαπται  

τύμβῳ· ἐθρήνησαν δʼ ἐννέα Πιερίδες.  

`83`

Ἐπὶ Πατρόκλου κειμένου μετὰ Ἀχιλλέως.

  

Πατρόκλου τάφος οὗτος· ὁμοῦ δʼ Ἀχιλῆι τέθαπται·  

ὃν κτάνεν ὠκὺς Ἄρης Ἕκτορος ἐν παλάμαις.  

`84`

Ἐπὶ Ποδάρκους κειμένου ἐν Σικυῶνι.

  

Σῆ μὲν Ἀχαιὶς ἔθρεψε Ποδάρκην Ἄκτορος υἱὸν·  

ὀστέα δʼ αὖ Σικυὼν γῆ κατέχει φθιμένου.  

`85`

Ἐπὶ Φιλοκτήτου.

  

Τόξων Ἡρακλέους ταμίην, Ποιάντιον υἱὸν,  

ἥδε Φιλοκτήτην γῆ Μινυὰς κατέχει.  

`86`

Ἐπὶ Εὐμήλου.

  

Υἱὸς ὅδʼ Ἀδμήτοιο Φερητιάδης Εὔμηλος  

νέρθʼ ὑπʼ ἐμοὶ κεῖται, μοῖραν ἔχων θανάτου.  

`87`

Ἐπὶ κενοταφίου Ποδαλειρίου καὶ Μαχάονος

  

ἐν Τρίκκῃ.

  

Οἱδʼ Ἀσκληπιάδαι Ποδαλείριος ἠδὲ Μαχάων,  

πρόσθεν μὲν θνητοὶ, νῦν δὲ θεῶν μέτοχοι.  

`88`

Ἐπὶ Εὐρυπύλου κειμένου ἐν Ὀρχομενῷ.

  

Πάτρῃ ἐν Ὀρχομενῷ Εὐαίμονος ἀγλαὸν υἱὸν,  

Εὐρύπυλον, κρύπτει δακρυόεσσα κόνις.  

`89`

Ἐπὶ Πολυποίτου καὶ Λεοντέως.

  

Ἄρχοντες Λαπιθῶν Πολυποίτης ἠδὲ Λεοντεὺς  

ἐν γαίῃ Μήδων τέρμʼ ἀφίκοντο βίου.  

`90`

Ἐπὶ Γουνέως.

  

Σῆμα τὸ μὲν Γουνῆος ὁρᾷς· ψυχὴ δὲ θανόντος  

ἀέρʼ ἐς ὑγρὸν ἔβη, σῶμα δὲ πόντος ἔχει.  

`91`

Ἐπὶ κενοταφίου Προθόου.

  

Σῶμα μὲν ἐν πόντῳ Προθόου Τενθρηδόνος υἱοῦ  

κεῖται· ἀνοίκτιστον δʼ οὔνομα τύμβος ἔχει.  

`92`

Ἐπὶ Ταλθυβίου κειμένου ἐν Μυκήναις.

  

Ταλθύβιον θεράποντα, θεῶν κήρυκα καὶ ἀνδρῶν,  

ὧδε Μυκηναίων δῆμος ἔθαψεν ἅπας.  

`93`

Ἐπὶ Αὐτομέδοντος κειμένου ἐν Τροίῃ.

  

Αὐτομέδοντʼ, Ἀχιλῆι ἐῢν καὶ πιστὸν ἑταῖρον,  

ἥδε κατεσκίασε Τρωὰς ἄρουρα τάφῳ.  

`94`

Ἐπὶ Ἕκτορος κειμένου ἐν Θήβαις.

  

Ἕκτορι τόνδε μέγαν Βοιώτιοι ἄνδρες ἔτευξαν  

τύμβον ὑπὲρ γαίης, σῆμʼ ἐπιγιγνομένοις.  

`95`

Ἐπὶ Πυραίχμου κειμένου ἐν Τροίᾳ.

  

Ἐλθὼν ἐξ Ἀμυδῶνος ἀπʼ Ἀξίου ὧδε Πυραίχμης  

ὠκύμορος πάντων νόσφι φίλων ἔθανεν.  

`96`

Ἐπὶ Λαομέδοντος.

  

Ἐνθάδε Περγαμίδην κεύθει χθὼν Λαομέδοντα,  

ἵππων ὠκυπόδων εἵνεκʼ ἀποφθίμενον.  

`97`

Ἐπὶ Αἰήτου κειμένου ἐν Κολχίδι.

  

Αἰήτην Κόλχοισι πολυχρύσοισιν ἄνακτα  

ἐνθάδε πανδαμάτωρ Μοῖρα θεῶν κτέρισεν.  

`98`

Ἐπὶ Ζήθου κειμένου ἐν Θήβαις.

  

Ἑπταπύλων Θηβῶν βασιλεὺς ὅδε κεῖται ὑπόχθων  

Ζῆθος, ὃν Ἀντιόπη γείνατο παῖδʼ ἀγαθόν.  

`99`

Ἐπὶ Ὀρφέως κειμένου ἐν Κικονίᾳ.

  

Θρήικα χρυσολύρην Οἰάγρου παῖδα θανόντα  

Ὀρφέα ἐν χώρῳ τῷδε θέσαν Κίκονες.  

`100`

Ἐπὶ Πυλάδου κειμένου Φωκίδι.

  

Υἱὸς ὅδε Στροφίου Πυλάδης ἐν Φωκίδι γαίῃ  

κεῖται, ἐπεὶ παντὸς μοῖραν ἔπλησε βίου.  

`101`

Ἐπὶ Ἀταλάντης ἐν Ἀρκαδίᾳ.

  

Κούρης Ἰασίοιο πολυκλείτης Ἀταλάντης  

σῆμα, πέλας στείχων, ἀτρεκές ἐστι τόδε.  

`102`

— Ἐπὶ Πρωτεσιλάου ἐν Χερρονήσῳ ἀναιρεθέντι. —

  

Τόνδʼ ὄχθον μνήμην ἀρετῆς χάριν ἐξετέλεσσαν  

Ἑλλήνων παῖδες Πρωτεσίλᾳ φθιμένῳ.  

`103`

— Ἐπὶ Πανδάρου. —

  

Τηλεβόλου ῥυτῆρα, Λυκάονος ἀγλαὸν υἱὸν,  

ἐκ Ζελέας, κατέχει Πάνδαρον ἥδε κόνις.  

`104`

— Ἐπὶ Δόλωνος. —

  

Πατρὶς μὲν κρύπτει με Δόλωνʼ Εὐμήδεος υἱόν·  

πᾶσιν ἀπαγγέλλω τοῖς παριοῦσι μαθεῖν.  

`105`

— Ἐπὶ Ῥήσου. —

  

Ὕπνῳ καὶ καμάτῳ δεδμημένον ἐνθάδε Ῥῆσον  

Τρῶες δὴ θάψαν Τευκρίδος αἰγιαλῷ.  

`106`

— Ἐπὶ Σαρπηδόνος. —

  

Κᾶρες καὶ Λύκιοι βασιλεῖς Σαρπηδόνα δῖον  

Ξάνθου ἐπὶ προχοαῖς ἀενάου ἔθεσαν.  

`107`

— Ἐπὶ Γλαύκου. —

  

Εὐώδης κυπάρισσος ὁμοῦ καὶ λάινος ὄχθος,  

ἐνθάδε τὸν Λύκιον Γλαῦκον ἔχει φθίμενον.  

`108`

— Ἐπὶ Μέμνονος. —

  

Μέμνων Τιθωνοῦ τε καὶ Ἠοῦς ἐνθάδε κεῖμαι  

ἐν Συρίῃ Βήλου πὰρ ποταμοῦ προχοαῖς.  

`109`

— Ἐπὶ Πείρωος καὶ Ἀκάμαντος. —

  

Πελτοφόρου Θρῄκης Ἀκάμας καὶ Πείροος ἥρως  

ἕδραν ναίοντες τήνδʼ ἔλαχον φθίμενοι.  

`110`

— Ἐπὶ Τληπολέμου κειμένου ἐν Τροίῃ. —

  

Τόνδʼ Ἡρακλείδην εὐήνορα τηλόθι πάτρης  

Τληπόλεμον κρύπτει χῶρος ὅδʼ ἀνθεμόεις.  

`111`

— Ἐπὶ Πυλαιμένους κειμένου ἐν Τροίῃ. —

  

Ἑρμεία, στερεᾶς πέτρης τέκος, ἔννεπε πᾶσιν  

Παφλαγόνος μοῖραν τοῦδε Πυλαιμένεος.  

`112`

— Ἐπὶ Αἰνείου. —

  

Αἰνείαν Κύπριδός τε καὶ Ἀγχίσου φίλον υἱὸν  

ἐνθάδε μοῖρα θεῖον ἤγαγεν εἰς Ἀΐδην.  

`113`

Ἐφʼ Ἕκτορος κειμένου ἐν Ὀφρυνίῳ λόφῳ

  

τῆς Τροίας.

  

Ἕκτορι τόνδε τάφον Πρίαμος μέγας ἐξετέλεσσεν,  

ὄχθον ὑπὲρ γαίης, μνῆμʼ ἐπιγιγνομένοις.  

`114`

— Ἐπὶ Πενθεσιλείας. —

  

Στήσω σε σπεύδοντα, δορυσσόε, Πενθεσιλείας  

αἰπὺν ἐσαθρῆσαι τύμβον Ἀμαζονίδος.  

`115`

— Ἐπὶ Κύκνου. —

  

Θυμὸν δὴ Κύκνου καὶ ὑπερφιάλους ἐπινοίας  

αἰθὴρ λαμπρὸς ἔχει, σῶμα δὲ τύμβος ὅδε.  

`116`

— Ἐπὶ Ἀσίου. —

  

Ἵππων ὠκυπόδων ἐλατὴρ θρασυκάρδιος ...  

....................  

`117`

— Ἐπʼ Ἀλεξάνδρου. —

  

Ἐνθάδε πῦρ τὸ Τρώων, Ἑλλάδος ἄλγος ἁπάσης,  

ὁ Πριάμοιο Πάρις ψύχομαι ἀκρολόφοις.  

`118`

— Ἐπʼ Ἀχιλλέως καὶ Πατρόκλου. —

  

Ἄνδρε δύω φιλότητι καὶ ἐν τεύχεσσιν ἀρίστω  

χαίρετον, Αἰακίδη, καὶ σὺ, Μενοιτιάδη.  

`119`

— Ἐπὶ Νέστορος. —

  

Ἡδυεπὴς Νέστωρ Πύλιος, Νηλήιος ἥρως,  

ἐν Πύλῳ ἠγαθέῃ τύμβον ἔχει τριγέρων.  

`120`

ΤΟΥ ΑΥΤΟΥ.

  

Νώτῳ μὲν μαλάχην τε καὶ ἀσφόδελον πολύριζον,  

κόλπῳ δʼ Οἰδιπόδαν Λαΐου υἱὸν ἔχω.  

`121`

ΑΔΕΣΠΟΤΟΝ.

  

Εὐρυμάχου ψυχὴν καὶ ὑπερφιάλους διανοίας  

αἰθὴρ ὑγρὸς ἔχει, σῶμα δὲ τύμβος ὅδε.  

`122`

ΑΛΛΟ.

  

Οὐθεὶς μόχθος ἔπαινον ἐπʼ ἀνδράσι τοῖς ἀγαθοῖσι  

ζητεῖν, ηὕρηται δʼ ἄφθονος εὐλογία,  

ἧς σὺ τυχὼν ἔθανες, Διονύσιε, καὶ τὸν ἀνάγκης  

κοινὸν Φερσεφόνης πᾶσιν ἔχεις θάλαμον.  

Σῶμα μὲν ἐνθάδε σὸν, Διονύσιε, γαῖα καλύπτει,  

ψυχὴν δʼ ἀθάνατον κοινὸς ἔχει ταμίας.  

Σοῖς δὲ φίλοις καὶ μητρὶ κασιγνήταις τε λέλοιπας  

πένθος ἀείμνηστον σῆς φιλίας φθίμενος·  

δισσαὶ δʼ αὖ πατρίδες σʼ, ἡ μὲν φύσει, ἡ δὲ νόμοισιν,  

ἔστερξαν πολλῆς εἵνεκα σωφροσύνης.  

`123`

ΑΛΛΟ.

  

Ἅδʼ ἐγὼ ἁ Φοίβοιο σαφηγορίς εἰμι Σίβυλλα,  

τῷδʼ ὑπὸ λαϊνέῳ σάματι πυθομένα,  

παρθένος αὐδάεσσα τὸ πρὶν, νῦν δʼ αἰὲν ἄναυδος,  

μοίρᾳ ὑπὸ στιβαρᾷ τάνδε λαχοῦσα πέδαν.  

Ἀλλὰ πέλας Νύμφαισι καὶ Ἑρμῇ τῷδʼ ὑπόκειμαι,  

μοῖραν ἔχοισʼ Ἑκάτω τᾶς τότʼ ἀνακτορίας.  

`124`

ΦΙΛΙΣΚΟΥ.

  

Νῦν, ὦ Καλλιόπης θύγατερ, πολυηγόρε Φρόντι,  

δείξεις εἴ τι φρονεῖς καί τι περισσὸν ἔχεις·  

τῷ γὰρ ἐς ἄλλο σχῆμα μεθαρμοσθέντι καὶ ἄλλοις  

ἐν κόσμοισι βίου σῶμα λαβόνθʼ ἕτερον,  

δεῖ σʼ ἀρετῆς κήρυκα τεκεῖν τινα Λυσίᾳ ὕμνον,  

δύντα κατὰ φθιμένων καὶ στέφος ἀθάνατον,  

ὡς τό τʼ ἐμῆς ψυχῆς δεῖξαι φιλέταιρον ἅπασι  

καὶ τὴν τοῦ φθιμένου πᾶσι βρότοις ἀρετήν.  

`125`

ΑΔΕΣΠΟΤΟΝ.

  

Ἐσλῆς τοῦτο γυναικὸς ὁδὸν παρὰ τήνδε τὸ σῆμα  

λεωφόρον Ἀσπασίης ἐστὶ καταπθιμένης·  

ὀργῆς δʼ ἀντʼ ἀγαθῆς Εὐω..δης τόδε μνῆμα  

αὐτῇ ἐπέστησεν τοῦ παράκοιτις ἔην.  

`126`

ΑΛΛΟ.

  

Ψυχὴ μὲν προλιποῦσα τὸ σὸν, Δημήτριε, σῶμα  

οἴχεται εἰς Ἔρεβος· σωφροσύνη δὲ τρόπων  

θάλλει ἀγήρατος· τύμβῳ δέ σε θῆκεν ἑαυτῇ  

Ἔρξις ἴσον στέρξασʼ οἷσί τε ἴσον τέκεσιν.  

Ἄφθονον εὐλογίας πηγὴν, Δημήτριε, καλὸν  

ἀσκήσας κόσμον σωφροσύνης, ἔλαβες·  

ὧν σε χάριν στέρξασʼ Ἔρξις.......  

μνημεῖον φιλίας τεῦξε τάφον φθιμένῳ.  

`127`

ΑΛΛΟ.

  

Τοὺς ἀγαθοὺς ἔστερξεν Ἄρης ἐφίλησε δʼ ἔπαινος  

καὶ γήρᾳ νεότης οὐ παρέδωχʼ ὑβρίσαι·  

ὧν καὶ Γλαυκιάδης δηΐους ἀπὸ πατρίδος εἴργων  

ἦλθʼ ἐπὶ πάνδεκτον Φερσεφόνης θάλαμον.  

`128`

ΑΛΛΟ.

  

Ὃν μεγάλʼ αὐχήσασα πατρὶς Θήβη ποτʼ ἐϝώλπει  

πρωτεύσειν πάσης Ἑλλάδος εἰς ἀρετὴν,  

πρὶν διάνοιαν τέρμα λαβεῖν, βίον, ᾧ κεχάρητο,  

ὤλεσεν ἡ φθονερὰ τοῖς ἀγαθοῖσι τύχη.  

.....οχων ἔθανεν Διογείτονος υἱὸς,  

ἐν πολέμῳ κοσμέων γῆς πατρίας δύναμιν.  

Ν..... οἰκείᾳ γνώμῃ Θηβαῖος ἔτευξεν.  

`129`

ΑΛΛΟ.

  

Ἀσπασίας ναόν τε καὶ εὔγραπτον θέτο μορφὰν  

Διογενὶς στοργᾶς ἀντιτίνουσα χάριν.  

`130`

ΑΔΕΣΠΟΤΟΝ Η ΧΟΙΡΙΛΟΥ.

  

Εὖ δεδαὼς ὅτι θνητὸς ἔφυς, ὃν θυμὸν ἄεξε  

τερπόμενος θαλίῃσι· θανόντι τοι οὔτις ὄνησις.  

Καὶ γὰρ ἐγὼ σποδός εἰμι, Νίνου μεγάλης βασιλεύων.  

Ταῦτʼ ἔχω, ὅσσʼ ἔφαγον καὶ ἐφύβρισα, καὶ μετʼ ἐρώτων  

τέρπνʼ ἔπαθον· τὰ δὲ πολλὰ καὶ ὄλβια κεῖνα λέλειπται·  

ἡ δὲ σοφὴ βιότοιο παραίνεσις οὐδέποτʼ ἐσθλὴ,  

κεκτήσθω δʼ ὁ θέλων σοφίης τὸν ἀπείρονα πλοῦτον.  

`131`

ΧΡΥΣΙΠΠΟΥ Η ΚΡΑΤΗΤΟΣ ΠΑΡῼΔΙΑ.

  

Εὖ εἰδὼς ὅτι θνητὸς ἔφυς, σὸν θυμὸν ἄεξε,  

τερπόμενος μύθοισι. Φαγόντι τοι οὔτις ὄνησις.  

Καὶ γὰρ ἐγὼ κακός εἰμι, φαγὼν ὡς πλεῖστα, καὶ ἡσθείς.  

Ταῦτʼ ἔχω ὅσσʼ ἔμαθον καὶ ἐφρόντισα, καὶ μετὰ τούτων  

ἔσθλʼ ἔπαθον· τὰ δὲ λοιπὰ καὶ ἡδέα πάντα λέλειπται.  

`132`

ΑΔΗΛΟΝ.

  

Προξενίας ἀρετῆς τε χάριν προγόνων τε καὶ αὐτοῦ  

ἐνθάδʼ Ἀθηναῖοι Πυθαγόρην ἔθεσαν  

υἱὸν δημοσίᾳ Διονυσίου, ἱππόβοτον δὲ  

πατρίδα Σαλυβρίαν ἵκετʼ ἄχος φθιμένου.  

`133`

ΑΛΛΟ.

  

Οὐχὶ πέπλους, οὐ χρυσὸν ἐθαύμασεν ἐν βίῳ ἥδε,  

ἀλλʼ ἐπὶ σωφροσύνῃ σπούδασεν ἠδʼ ἀρετῇ·  

ἀντὶ δὲ σῆς ἥβης, Διονυσία, ἡλικίας τε  

τόνδε τάφον Μοιρῶν νῦν γε λέλογχας ὕπο.  

`134`

ΗΔΥΛΟΥ.

  

Τοῦτο Θέων ὁ μόναυλος ὑπʼ ἠρίον ὁ γλυκὺς οἰκεῖ  

αὐλητὴς, μίμων κὴν θυμέλῃσι χάρις.  

Τυφλὸς ὑπαὶ γήρως οἴχωκε, Σκιρπάλου υἱὸς,  

νήπιον ὅν γʼ ἐκάλει Σκίρπαλος Εὐπάλαμον,  

κυδαίνων αὐτοῦ τὰ γενέθλια· τοῦτο γὰρ εἶχε,  

τὰν παλαμᾶν ἀρετὰν αἴσιμα σημανέων.  

Ηὔλει δὲ Γλαύκης μεμεθυσμένα παίγνια Μουσέων,  

καὶ τὸν ἐν ἀκρήτοις Βάτταλον ἡδυπότην,  

ἢ τὸν Κώταλον, ἢ τὸν Πάγκαλον· ἀλλὰ Θέωνα  

τὸν καλαμαυλήτην εἴπατε, χαῖρε Θέων.  

`135`

ΑΔΗΛΟΝ.

  

Σοφὴ μὲν ἤμην, ἀλλὰ πάντʼ οὐκ εὐτυχής.  

`136`

ΑΛΛΟ.

  

Σῶμα σὸν ἐν κόλποις, Καλλιστοῖ, γαῖα καλύπτει,  

σῆς δʼ ἀρετῆς μνήμην σοῖσι φίλοις ἔλιπες.  

`137`

ΑΛΛΟ.

  

Σῶμα μὲν ἐνθάδʼ ἔχει σὸν, Δίφιλε, γαῖα θανόντος,  

μνῆμα δὲ σῆς ἔλιπες πᾶσι δικαιοσύνης.  

`138`

ΑΛΛΟ.

  

.....................  

σῆς δʼ ἀρετῆς καὶ σωφροσύνης μνημεῖον ἅπασιν  

λείπεις, οἰκτρὰ παθὼν μοίρας ὕπο δαίμονος ἐχθροῦ.  

`139`

ΑΛΛΟ.

  

Ὁστέα μὲν καὶ σάρκας ἔχει χθὼν, παῖδα τὸν ἡδύν,  

ψυχὴ δʼ εὐσεβέων οἴχεται εἰς θάλαμον·  

εἰ δʼ ὄνομα ζητεῖς, Θεογείτων, Θυμούχου παῖς,  

Θηβαῖος γενεὰν κεῖμαι κλειναῖς ἐν Ἀθήναις.  

`140`

ΑΛΛΟ.

  

Εἰκὼν μνῆμα χρόνου, τιμὴ δὲ κασιγνήταισιν  

τοῖν ................  

Καλλιστοῦς τε Φίλης τε, οἷν ἡ πίστις διέμεινεν  

ἀρ.................  

`141`

ΑΛΛΟ.

  

Τηλοῦ πατρίδος ὣς ἔθανον κλειναῖς ἐν Ἀθήναις  

Ἐρσηΐς, γνωστοῖσιν πᾶσι λιποῦσα πόθον.  

`142`

ΑΛΛΟ.

  

Σῆς ἀρετῆς μνημεῖα, Θεοφίλη, οὔποτε λήσει,  

σώφρων καὶ χρηστὴ, πᾶσαν ἔχουσʼ ἀρετὴν,  

καὶ ἐργάτις.  

`143`

ΑΛΛΟ.

  

Πολυκράτης Πολυαράτου Κριωεύς.  

Πολύμνηστος Πολυαράτου Κριωεύς.  

Νικοπτολέμη Νικοκράτους Κεφαλῆθεν.  

Πολυαράτου Κριωέως γυνή.  

Σῆς ἀρετῆς, Νικοπτολέμη, χρόνος οὔποτε λύσει  

μνήμην ἀθάνατον σῷ πόσει ἣν ἔλιπες.  

Εἰ δέ τις εὐσεβίας παρὰ Περσεφόνῃ χάρις ἐστίν,  

καί σοι τῆςδε μέρος δῶκε τύχη φθιμένῃ.  

`144`

ΑΛΛΟ.

  

Νικόβολος Μυννίχου Ἰτεαῖος.  

Σῆς ἀρετῆς ἕστηκεν ἐν Ἑλλάδι πλεῖστα τροπαῖα  

ἔν τʼ ἀνδρῶν ψυχαῖς, οἷος ἐὼν ἔλιπες,  

Νικόβολʼ, ἠελίου λαμπρὸν φῶς, Περσεφόνης δὲ  

δῶμα ποθεινὸς ἐὼν σοῖσι φίλοις κατέβης.  

`145`

ΑΛΛΟ.

  

Οὗτος ὃς ἐνθάδε κεῖται ἔχει μὲν τοὔνομα Κρῖον,  

φωτὸς δὲ ψυχὴν ἔσχε δικαιοτάτου.  

`146`

ΑΛΛΟ.

  

Πένθος κουριδίῳ τε πόσει καὶ μητρὶ λιποῦσα  

καὶ πατρὶ τῷ φύσαντι Πολυξένη ἐνθάδε κεῖται.  

`147`

ΑΛΛΟ.

  

Ζηλοῖ σʼ Ἑλλὰς πᾶσα, ποθεῖ θʼ ἱεροῖς ἐν ἀγῶσιν,  

Εὐθία, οὐκ ἀδίκως, ὃς τέχνῃ, οὐχὶ φύσει,  

ἐν βοτρυοστεφάνῳ κωμῳδίᾳ ἡδυγέλωτι  

δεύτερος ὢν τάξει πρῶτος ἔφυς σοφίᾳ.  

`148`

ΑΛΛΟ.

  

Μουσάων πρόπολον τῇδʼ Ὀρφέα Θρῇκες ἔθηκαν,  

ὃν κτάνεν ὑψιμέδων Ζεὺς ψολόεντι βέλει,  

Οἰάγρου φίλον υἱὸν, ὃς Ἡρακλῆν ἐδίδαξεν,  

εὑρὼν ἀνθρώποις γράμματα καὶ σοφίην.  

`149`

ΑΛΛΟ.

  

Πολλά σε ἔπαινος ἐπευκλέισεν νεότητος ἐν ἀκμῇ  

παῖδα μὲν ὄντα νέων κοσμιότητι τρόπων,  

ἥβῃ δʼ αὐξηθέντα νόμων πατρίων θεραπείᾳ,  

ἐν συνόδοις ὅτʼ Ἄρης ἀντιπάλους συνάγοι,  

ἱππομαχοῦντα· ἀρετῇ γὰρ ἐτόλμησας στεφανῶσαι  

πατρίδα καὶ προγόνους· μνῆμα δὲ σῆς ἀρετῆς  

στῆσε πατὴρ Θεοκλῆς, ἀειμνήστοισι δʼ ἐπαίνοις  

κόσμησε ἥδε πόλις καὶ κατὰ γῆς φθίμενον.  

`150`

ΑΛΛΟ.

  

Ἡ μάλα δὴ περὶ σεῖο λυγρὸν πότμον ἔκλυε πάτρα,  

ἀλκίμη Ἀμφιλόχων γαῖα θρασυπτολέμων,  

οὕνεκεν Ἰλλυριοῖσιν ὑφʼ ἱππομάχοισι δαμάσθης·  

ὀστέα δʼ ἐν νάσῳ τᾷδʼ ἕταροι κτέρισαν.  

Καὶ σοῦ ἀποφθιμένου πιστοὶ φίλοι οὐκ ἐλάθοντο,  

Σίννα, φυλόπιδος δʼ ἐξέρυσαν στυγερᾶς  

Ἀμφίλοχοι θρασέων εὖ εἰδότες ἔργον ἀκόντων,  

οἵ σε μέγʼ ἀχνύμενοι συγγενῆ ἐκτέρισαν.  

`151`

ΑΛΛΟ.

  

Κρήτα μὲν πατρίς μου, ὁδοιπόρε, τίκτε δὲ μάτηρ  

Νικὼ, Σωσιάναξ δʼ ἦεν ἐμὸς γενέτας· ἀνδρῶν  

Πραξαγόρας δʼ ὄνομʼ ἔσχον ἐπικλέες· ὃν πρὶν ἐπʼ  

θήκατο Λαγείδας κοίρανος ἡγεμόνα.  

`152`

ΑΛΛΟ.

  

Ἀνθεμίδος τόδε σῆμα κύκλῳ στεφανοῦσιν ἑταῖροι  

μνημείων ἀρετῆς οὕνεκα καὶ φιλίας.  

`153`

ΑΛΛΟ.

  

Τοὺς δέ ποτε φθιμένους ὑπὲρ Ἑλλάδος ἀντία Μήδων,  

μητρόπολις Λοκρῶν κεύθει ὁμοῦ Ὀπόεις.  

`154`

ΑΝΥΤΗΣ.

  

Ὤλεο δήποτε, Μαῖρα, πολύρριζον παρὰ θάμνον,  

Λοκρὶ, φιλοφθόγγων ὠκυτάτη σκυλάκων,  

τοῖον ἐλαφρίζοντι τεῷ ἐγκάτθετο κώλῳ  

ἰὸν ἀμείλικτον ποικιλόδειρος ἔχις.  

`155`

ΑΔΕΣΠΟΤΟΝ.

  

Ἐπὶ τῷ Λαΐδος τάφῳ παρὰ τῷ Πηνειῷ.  

Τῆς δέ ποθʼ ἡ μεγάλαυχος, ἀνίκητός τε πρὸς ἀλκὴν  

Ἑλλὰς ἐδουλώθη κάλλεος ἰσοθέου  

Λαΐδος, ἣν τέκνωσεν Ἔρως, θρέψεν δὲ Κόρινθος·  

κεῖται δʼ ἐν κλεινοῖς Θετταλικοῖς πεδίοις.  

`156`

ΠΥΘΕΑ.

  

Πυθέα μνῆμα τόδʼ ἔστʼ ἀγαθοῦ καὶ σώφρονος ἀνδρὸς,  

ὃς κυλίκων ἔσχεν πλῆθος ἀπειρέσιον  

ἀργυρέων χρυσοῦ τε καὶ ἠλέκτροιο φαεινοῦ,  

τῶν προτέρων πάντων πλείονα πασάμενος.  

`157`

ΑΔΕΣΠΟΤΟΝ.

  

Ἐσλὸς ἐὼν Πολύειδος Ἐχέφρωνος φίλος υἱὸς  

οἶκον ἀμαυρώσας ὤλετʼ ἄωρος ἐών.  

`158`

ΑΛΛΟ.

  

Ἦν χρόνος ἡνίκα τόνδε σοφώτατον Ἑλλὰς ἔκλειζεν  

Γαστρωμιαίταν παῖδα Δαμασσαγόρα,  

ᾧ Πάφος ἦν μὲν ἕδος, πρόγονοι δʼ ὀνομαστοὶ ἀπʼ αὐτῆς,  

ἔκγονοι Ἀτρειδᾶν Ἑλλάδος ἁγεμόνων.  

`159`

ΑΛΛΟ.

  

Μητρὸς παντοτέκνου πρόπολος σεμνή τε γεραιρὰ  

τῷδε τάφῳ κεῖται Χαιρεστράτη, ἣν ὁ σύνευνος  

ἔστεργεν μὲν ζῶσαν, ἐπένθησεν δὲ θανοῦσαν·  

φῶς δʼ ἔλιπʼ εὐδαίμων παῖδας παίδων ἐπιδοῦσα.  

`160`

ΑΛΛΟ.

  

Μαῖα καὶ ἰατρὸς Φανοστράτη ἐνθάδε κεῖται  

οὐθενὶ λυπηρὰ, πᾶσιν δὲ θανοῦσα ποθεινή.  

`161`

ΑΛΛΟ.

  

Γοῦργος χρυσοχόος κεῖμαι πολλοῖσι ποθεινός.  

`162`

ΑΛΛΟ.

  

Ὤλεο δὴ στυγερῷ θανάτῳ προλιποῦσα τοκῆας,  

Πωτάλα ἐν γαστρὸς κυμοτόκοις ὀδύναις·  

οὔτε γυνὴ πάμπαν κεκλημένη, οὔτε τε κούρη,  

πένθος πατρὶ λίπες, μητρί τε τῇ μελέᾳ.  

`163`

ΑΛΛΟ.

  

Οὐκ ἐπόνησʼ Ἀίαντος ἐγὼ πλέον οὐδὲ Ἀχιλῆος,  

οὐδὲ ἀρετὴν ἔσχον μείζονα τῶν πρότερον,  

ξεῖνε, πολυπλάγκτου δὲ Ἄρεος ἐγραφόμαν  

πιστὸς ἀεὶ προμάχεσθαι, ἐπεὶ ῥυτῆρά με τόξῳ  

αἴνεσε καὶ Κρῆτα πᾶσα κατʼ εὐστοχίαν.  

Εὐκλειὲς δέ με γῆρας ἐδέξατο τὸν Διδυμάνδρου  

παῖδα Κίμωνα· χρόνος δὲ εἷλέ με ὁ πανδαμάτωρ.  

`164`

ΑΛΛΟ.

  

Εἷλε σὸν, Ἡράκλειτε, καὶ αἰνετὸν υἷα Λεαίνης  

εἷλεν θαρραλέης αἶσα Λέοντα μάχης·  

ἀγχιάλου Σαλαμῖνος ὃ γὰρ κλήροισιν ἀμύνων  

δυσμενέων ὀλοὸν τραῦμα κατηγάγετο.  

Ζηλοῦτʼ ἀλλὰ νέοι τὸν ὁμήλικα· κάθθανε γάρ που  

μηδοφόνων ἀρετᾶς μνωόμενος πατέρων.  

`165`

ΑΛΛΟ.

  

Τήνω τοι τόδε σᾶμα τὸ λαϊνὸν, ὦνερ, Εὐθυδάμω,  

ὅς ποκʼ ἐν ἀμφιάλῳ πρᾶτος ἔγεντʼ Ἰθάκᾳ  

καὶ βουλᾷ καὶ χερσὶν ἐς Ἄρεα· Τιμέᾳ δὲ παιδὶ  

ἔλλιπε καὶ κτῆσιν καὶ κλέος ἀθάνατον.  

`166`

ΑΛΛΟ.

  

Ὀστέα μὲν κρύπτει Τμῶλος νεάταισιν ὑπʼ ὄχθαις  

Ἑρμίου, ὀγκωτὰ δὲ ἀμφιβέβακε κόνις  

τηλεφαής· ξεστὰ δὲ πέτρα καθύπερθε ἀγορεύει  

τὸν νεκὺν ἀφθόγγῳ φθεγγομένα στόματι.  

Τοῦτο δέ οἱ κενέωμα τάφου ποθέοντες ἑταῖροι  

Σμύρνης ἀγχιάλοις χεῦαν ἐπʼ ἀϊόσιν.  

`167`

ΑΛΛΟ.

  

Χαῖρε, Κρίτων· σοὶ μέν γε καὶ εἰν Ἀΐδαο δόμοισιν  

ὄντι τεῆς ἀρετῆς οὐχὶ λέλοιπε κλέος·  

τοιγάρτοι παίδων σε φίλαι χέρες, ὡς θέμις ἐστὶ,  

κρύψαν, ἐπεὶ γήρως ὄλβιον ἦλθε τέλος.  

`168`

ΑΛΛΟ.

  

Ἥδε πέτρος κεύθει Γραφικοῦ δέμας· εἰς μακάρων δὲ  

ψυχὴν θεσπεσίην θῆκε θεὸς πέδιον,  

οὕνεκʼ ἦν πανάριστος· ἐν ἠγαθέοις δὲ πολίταις  

πρῶτα φέρων πινυτῆς κῦδος ἐκαρπίσατο.  

Εὔξατο δʼ αὖ μακάρεσσι καὶ ἱμερτὴν παράκοιτιν  

τοῦδε λαχεῖν τύμβου, γήραος εὖτε τύχοι.  

`169`

ΑΛΛΟ.

  

Ἄρτι με νυμφιδίων κραδίην πεπληθότα λέκτρων  

Ζωΐλον αἰακτῷ τῷδʼ ὑπένασσε τάφῳ,  

καλή τε γνωτή τε παναιδοίη Στρατονίκη  

ξυνά τʼ Ἀλέξανδρον κοῦρον ὁμηγενέα,  

ἀστοῖς καὶ ξείνοισι προσηνέας, ἐσθλὰ μὲν εἰπεῖν,  

ἐσθλὰ δὲ καὶ ῥέξαι πάντας ἐπισταμένους.  

Λητογενὲς, σὺ δὲ παῖδας ἐν ἡρωεσσὶ φυλάσσοις,  

εὐσεβέων αἰεὶ χῶρον ἐπερχόμενος.  

`170`

ΑΛΛΟ.

  

Μικκὸς Μυρσινὼν, παῖς Μυρσίνου, Ἀστακίδου δὲ  

χρηστοῦ γραμματικοῦ θρέμμα ποθεινότατον.  

`171`

ΑΛΛΟ.

  

Ἐσθλὸν τῇδʼ ἱερῆα καὶ εὐσεβῆ ἀμφικαλύπτει  

χθὼν ἥδε Κλιτοφῶντα τὸν Ἐρασισθένους·  

στήλην δʼ ἔστησεν θυγάτηρ ἐπὶ σήματι τήνδε  

αὔξουσα φήμην πατρὸς εὐκλεᾶ γραφῇ·  

`172`

ΑΛΛΟ.

  

Μηθεὶς ἀνθρώπων θαυμαζέτω εἰκόνα τήνδε,  

ὡς περὶ μέν με λέων, περὶ δʼ ἐκ πρῴρας τετάνυσται·  

ἦλθε γὰρ ἐχθρολέων τἀμὰ θέλων σποράσαι·  

ἀλλὰ φίλοι τʼ ἤμυναν καί μου κτέρισαν τάφον οὐ τῇ  

οὗ γʼ ἔθελον φιλέων, ἱερᾶς ἀπὸ νηὸς ἰόντες·  

Φοινίκην δὲ λιπὼν τῇδε χθονὶ σῶμα κέκρυμμαι.  

`173`

ΑΛΛΟ.

  

Παῖδά τοι ἰφθίμαν Δαμαινέτου ἅδε Κρατίσταν,  

Ἀρχεμάχου δὲ φίλαν εὔνιν ἔδεκτο κόνις·  

ἅ ποθʼ ὑπʼ ὠδίνων στονόεντι κατέφθιτο πότμῳ  

ὀρφανὸν ἐν μεγάροις παῖδα λιποῦσα πόσει.  

`174`

ΑΛΛΟ.

  

Χαίρειν τὸν κατὰ γᾶς εἴπας, ξένε, Διογένη με,  

βαῖνʼ ἐπὶ σὰν πρᾶξιν, τύγχανέ θʼ ὧν ἐθέλεις.  

Ἐννεακαιδεκέτης γὰρ ὑπὸ στυγερᾶς ἐδαμάσθην  

νούσου, καὶ λείπω τὸν γλυκὺν ἀέλιον,  

ἁνίκʼ ἔδει με γονεῦσι τίνειν χάριν· ἡ δὲ συνήμων  

λάθα εἰς ἀφανῆ τόνδε μʼ ἔκρυφε τάφον.  

`175`

ΑΛΛΟ.

  

Φανοστράτη Ἐξηκεστίδου ἐξ Αἰξωνέων  

πρεσβυτέρα.  

Αὐτοὶ υἱωνοί μʼ ἐπὶ σήματι τῇδʼ ἀνέθηκαν,  

ζηλωτὸν στέφανον τοῖς παριοῦσιν ὁδόν.  

`176`

ΑΛΛΟ.

  

Μυρίʼ ἀποφθιμένοιο τάφῳ περὶ τῷδε χυθεῖσα  

παιδὸς Ἀλεξάνδρου μύρατο Καλλιόπα,  

ὠκύμορον καὶ ἄτεκνον ἐπεὶ θέτο τάνδʼ ὑπὸ γαῖαν,  

ἑπτακαιεικοσέτους πνεῦμα λιπόντα βίου,  

ἵστορα παιδείας, τόξῳ κλυτὸν, ᾧ ποκα λῃστὰς  

ἀνδροφόνους ἁλίαις κτεῖνεν ἐπὶ Στροφάσιν.  

Ἀλλʼ ἴθι νῦν, παροδῖτα, τὸν ἐκ χθονὸς Ἀλκινόοιο  

Χαῖρʼ εἰπὼν, ἀγαθοῦ παῖδʼ ἀγαθὸν Σατύρου.  

`177`

ΑΛΛΟ.

  

Εἴ τινα γῆ κατέχει χρηστὴν, καὶ τήνδε γυναῖκα,  

οὐδεμιᾶς θνητῆς λειπομένην ἀρετῇ·  

εὐδαίμων δʼ ἔλιπεν βίοτον καὶ πᾶσι ποθεινή.  

`178`

ΑΛΛΟ.

  

Εἴ τις ἐν ἀνθρώποις ἀρετῆς ἕνεκʼ ἐστεφανώθη,  

πλεῖστον ἐγὼ μετέχων τοῦδʼ ἔτυχον στεφάνου  

χρυσοῦ· Ἀθηναίων δʼ ἐστεφάνωσε πόλις·  

εὐδαίμων δʼ ἔθανον, παίδων παίδας καταλείπων.  

`179`

ΑΛΛΟ.

  

Ὦμοι κάλλιστε καλῶν ἠιθέων Πολύστρατε,  

δίῳ μάλιστα πάντων Ἡρακλεῖ τετιμένε·  

ὃς οὐ δαμεὶς ὑπʼ αἰχμῇ θουρίων Μολινιδᾶν,  

ἀλλʼ Ἀλκείδῃ, κορύσσων οὐλαμὸν, παραστάτης  

θάνες ὀξύνας σίδηρον τὸ πρὶν ἐστομωμένον·  

πᾶσι δὲ παρʼ ὄσσων οὐ πάρος δεδευμένων  

πικρὸν κατῆλθε δάκρυ, καὶ γοερὸν ἴαχε,  

..... ἕκτον ἐς κὴρ θίξε φασγάνῳ.  

`180`

ΑΛΛΟ.

  

Ὅστις, καὶ τίνος εἰμὶ, τὰ πρόσθεν γράμματα φράζει·  

ἀμφὶ δʼ ἐμῆς μοίρης πᾶς ἐδάκρυσε λεώς·  

οὕνεκεν οὐκ ἔφθην χλαῖναν περὶ αὐχένι θέσθαι  

κώμῳ ἐν ἠγαθέῳ, παυσάμενος βιότου.  

`181`

ΑΛΛΟ.

  

Τέχνας μὲν παράσαμον ἔχει τάφος· εἰμὶ δὲ Χρύσων,  

πατρὶς δʼ ἐστὶ Κνίδος, γᾶ δέ μʼ ἔχει Ῥοδία.  

`182`

ΑΛΛΟ.

  

Μνῆμα τόδʼ εἰσάθρησον, ὁδοιπόρε, Καλλιροείης,  

ἡλικίης κεδνῆς ἣν ἕλε προσθʼ Ἀΐδης·  

πατρίδα δὲ φράζευ Σέλγην· γυάλοις δʼ ἐνὶ Τήλου  

προσφιλὲς ἐνναέταις ἤνυσα τέρμα βίου·  

τοὔνεκα λοιβαῖσιν πάρεδρος θυσίαισί τε θάσσω,  

τίμια τʼ εὐσεβίης πᾶσιν ἔθηκα γέρα.  

`183`

ΑΛΛΟ.

  

Εὔδιον ἐκ μακάρων ἀνύσαντά σε τὰν ἀόρατον,  

Γοργία εὐγήρως, ἀτραπιτὸν βιότου,  

ὄλβου τηλεθάοντος, ἐκοίμισεν ὕπνος ὁ λήθης,  

κἄντα πρὸς ἑπταπόρου στᾶσέ σε Πληιάδος.  

Ἔξοχα δʼ αἰνήσασα θεόκτιτος ἅδε σε γαῖα  

φροντίδι πανδήμῳ σὸν δέμας ἐκτέρισεν,  

οὕνεκα καὶ πατέρων ἐπὶ γυμνάδος ἠδὲ φιλόπλου  

πρόσθε νέων ἀγέλας ἔδρακεν ἁγεμόνα,  

ἄλλα τʼ ἐνὶ ζωᾷ τελέσαντά σε μυρία δάμῳ  

καρύσσει φάμα φέγγος ὑπʼ ἀελίου,  

ἐσθλὸν ἐν ἁμερίοισιν, Ἀριστέου ὑὸν ἄριστον,  

δόξαν ἑὰν ἁπαλοῖς παισὶ λιπόντα φίλαν.  

`184`

ΑΛΛΟ.

  

Φιλίστιον χαῖρε.  

Δοιαὶ μὲν δεκάδες σε τελειοτόκων ἐνιαυτῶν  

ἤδη καὶ τριτάτου κύκλος ἐπεῖχεν ἔτευς  

μισγομέναν φθιμένοισι, Φιλίστιον, ἁνίκα πένθος  

ματρὶ πολυθρήνῳ κάλλιπες Ἁρπαλίᾳ,  

δῶμα δʼ Ἀριστάνδροιο λελογχότος ἄκριτον αἶσαν  

καὶ τέκνα κρυερᾷ θῆκας ἐν ὀρφανίᾳ.  

Ἀγῆνος κλυτὸν αἷμά σε δʼ ὕστατον ὕπνον ἑλόντος  

πικρὸς ὅδε ζοφερᾷ τύμβος ἔδεκτο κόνει.  

`185`

ΑΛΛΟ.

  

...................  

ὁ μουσοτέχνας μʼ ἐκτρέφει Καλλίκριτος  

πᾶσαν μάθησιν ὑμνοποιὸν ἐνδιδούς·  

εἰς μέτρα θʼ ἥβης ὡς ἀνηγόμην, τότε  

ἄωρος εἰς ἄκαμπτον ᾠχόμην τρίβον·  

ἔχεις ἅπαντα μῦθον· εὐόδει, ξένε.  

`186`

ΑΛΛΟ.

  

Ἐνταῦθα κεῖται Μίμας Μακεδὼν στρατηγέτης.  

`187`

ΑΛΛΟ.

  

Τὸν θρασὺν ἐν θήραις Δαμάρατον, ξένε, λεύσσεις  

λαμπρὰ κυναγεσίας ἔργα πονησάμενον·  

ὃν γενέτας ἔσπειρε Ἀμμώνιος, ἐσθλὸν ἐν ὅπλοις  

καὶ βουλᾷ, πίστει δʼ ἔξοχον ἁμερίων.  

Εἰκοσέτη δʼ ἔκλαυσαν ὁμήλικες· ὄντι δὲ τοίῳ,  

ὡς θέμις εὐσεβέων, πατρὶς ἔτευξε τάφον.  

`188`

ΑΛΛΟ.

  

Τύμβον μὲν, Φιλάδελφε, Γλύκων σοι δείματʼ ἑταῖρος,  

ὅν τʼ ἔλιπες τῆς σῆς ἔξοχον υἷα τέχνης.  

Ὅσσον γὰρ σὺ κράτιστος ἰητρῶν ἔπλεο πάντων,  

τόσσον τῶν ἄλλων ἔξοχός ἐστι Γλύκων.  

Ψυχὴ δʼ ἐκ ῥεθέων πταμένη μετὰ δαίμονας ἄλλους  

ἤλυθε σὴ, ναίεις δʼ ἐν μακάρων δαπέδῳ.  

Ἵλαθι καί μοι ὄπαζε νόσων ἄκος ὡς τὸ πάροιθεν,  

νῦν γὰρ θειοτέρην μοῖραν ἔχεις βιότου.  

Ἄξιον, ὦ Φιλάδελφε, ἀρετῆς πότμον ἔλλαχες αἴσῃ,  

τῆς τʼ ἰητορίης ἔξοχε καὶ σοφίης.  

Οὐ γὰρ δὴ νοῦσος ...........  

`189`

ΑΛΛΟ.

  

................ωνδε  

γον...α....ην νοῦσος ἔλυσε μένος.  

Οἷον δὲ ὑπνώοντος ἐρεύθεται ἄνθεα μήλων,  

τοῖος καὶ νέκυς ὢν κεῖσο κατὰ λεχέων.  

Νῦν σε, φίλος, δύναμαι θαρρῶν εὐδαίμονα κλῄζειν,  

ὄλβιε καὶ ζωῆς, ὄλβιε καὶ θανάτου.  

Εἰ θάνεν Ἱπποκράτης αλα..... οὐδʼ ἄρʼ ἐγώ γε  

τοῦ πάλαι Ἱπποκράτους οὐδὲν ἀσημότερος.  

Ἀλλʼ ἔτυμον ψυχὴ μένει ἀθανάτη Φιλαδέλφου,  

σῶμα δὲ θνητὸν ἐὸν χθὼν ἱερὴ κατέχει.  

`190`

ΑΛΛΟ.

  

Χαῖρε, γύναι, Πάνθεια, παρʼ ἀνέρος, ὃς μετὰ μοῖραν  

σὴν ὀλοοῦ θανάτου πένθος ἄλαστον ἔχω.  

Οὐ γάρ πω τοίην ἄλοχον ζυγίη ἴδεν Ἥρη  

εἶδος καὶ πινυτὴν ἠδὲ σαοφροσύνην.  

Αὐτή μοι καὶ παῖδας ἐγείναο πάντας ὁμοίους,  

αὐτὴ καὶ γαμέτου κήδεο καὶ τεκέων,  

καὶ βιοτῆς οἴακα κατευθύνεσκες ἐν οἴκῳ  

καὶ κλέος ὕψωσας ξυνὸν ἰητορίης.  

Οὐδὲ γυνή περ ἐοῦσα ἐμῆς ἀπελείπεο τέχνης·  

τοὔνεκά σοι τύμβον τεῦξε Γλύκων γαμέτης,  

ὅς γε καὶ ἀθανάτοιο δέμας κεύθει Φιλαδέλφου  

ἔνθα καὶ αὐτὸς ἐγὼ κείσομαι.  

.....ισμου...........  

`191`

ΑΛΛΟ.

  

Ἔστιν τοὔνομά μοι Ἀφροδίσιος, ὦ παροδῖτα,  

εἰμὶ δʼ Ἀλεξανδρεὺς, τῶν δὲ χορῶν ὁ μέσος.  

Θνήσκω δʼ οἰκτροτάτῳ θανάτῳ διὰ τὴν ἄλοχόν μου,  

κλεψίγαμον, μιερὰν, ἣν περὶ Ζεὺς ὀλέσει.  

Ταύτης γὰρ λάθριος γαμέτης καὶ ἀμὸν γένος αὐχῶν  

εἷλξέ με κἀφʼ ὕψους δισκοβόλησε νέον.  

Δὶς δέκατον γὰρ ἔτος κατέχοντά με, κάλλος ἔχοντα  

κλώσασαι Μοῖραι πέμψον ἄγαλμʼ Ἀΐδῃ.  

`192`

ΑΛΛΟ.

  

Τὸν πινυτὸν κατὰ πάντα, καὶ ἔξοχον ἐν πολιήταις  

ἀνέρα, γηραλέου τέρματʼ ἔχοντα βίου,  

Ἀΐδεω μυχίοιο μέλας ὑπεδέξατο κόλπος,  

εὐσεβέων θʼ ὁσίην εὔνασεν ἐς κλισίην·  

μνῆμα δʼ ἀποφθιμένοιο παρὰ τρηχεῖαν ἀταρπὸν  

τοῦτο πάις κεδνῇ τεῦξε σὺν εὐνέτιδι.  

Ξεῖνε, σὺ δʼ ἀείσας Δημοκλέος υἱέα χαίρειν  

Δημοκλέα, στείχοις ἀβλαβὲς ἴχνος ἔχων.  

`193`

ΑΛΛΟ.

  

Ἕβδομον εἰς δέκατόν τε βίου λυκάβαντα περῶντα  

Μοῖρά με πρὸς θαλάμους ἅρπασε Φερσεφόνας.  

Λαμπάδα γὰρ ζωᾶς με δραμεῖν μόνον ἤθελε δαίμων,  

τὸν δὲ μακρὸν γήρως οὐκ ἐτίθει δόλιχον.  

Ἄρτι δʼ ἐφηβείας θάλλων Διονύσιος ἀκμαῖς  

καὶ σελίσιν Μουσῶν, ἤλυθον εἰς Ἀΐδαν.  

Ἀλλὰ, πάτερ μᾶτέρ τε, προλείπετε πικρὸν ὀδυρμὸν,  

τέρμα γὰρ Μοῖρʼ ἐπέκρανε τόδε.  

`194`

ΑΛΛΟ.

  

Ἰκαρίου μὲν παῖδα πολυζήλωτον Ὅμηρος  

ὕμνησʼ ἐν δέλτοις ἔξοχα Πηνελόπην.  

Σῶμʼ, ἀρετὴν, καὶ κῦδος ὑπέρτατον οὔτις ἔπαινος  

ἰσχύει λιγυρῶν ᾆσαι ἀπὸ στομάτων·  

οὕνεκʼ ἄρʼ εἰς ἔδρας σε, Νομωνία, ἤγαγʼ Ὀλύμπου  

τηκεδόνι στυγερῇ Ζεὺς φθιμένην Κρονίδης.  

`195`

ΑΛΛΟ.

  

Τούσδε θανόντας ἔχει ξείνους τάφος, οἳ περὶ Δῆλον  

μαρνάμενοι ψυχὰς ὤλεσαν ἐν πελάγει,  

τὴν ἱερὰν ὅτε νῆσον Ἀθηναῖοι κεράιζον  

κοινὸν ἄρη βασιλεῖ Καππαδόκων θέμενοι.  

`196`

ΑΛΛΟ.

  

Βιττὼ καὶ Φαινὶς φίλη ἡμέρη, αἱ συνέριθοι,  

αἱ πενιχραὶ γραῖαι, τῇδʼ ἐκλίθημεν ὁμοῦ·  

ἀμφότεραι Κῷαι, πρῶται γένος· ὦ γλυκὺς ὄρθρος,  

πρὸς λύχνον ᾧ μύθους ᾔδομεν ἡμιθέων.  

`197`

ΑΛΛΟ.

  

Ἄρτι σε τὸν θάλλοντα νέοις ἐπὶ γυμνάδος ἔργοις,  

ἅβας καλλίστοις ἄνθεσι τερπόμενον,  

ἠΐθεον, Πρώταρχε, πατὴρ ἐκαλύψατο τύμβῳ,  

ὀστέα δʼ ὀγκωθεὶς οὗτος ἔδεκτο τάφος·  

πρόσθεν δʼ ὁ πρέσβυς πυκινῷ δεδμημένος ἄλγει  

Ἰσιάδʼ ὠκύμορον μύρετο θυγατέρα·  

αἰάξας δʼ ἄπληστα παλίνδρομον ἔλλαβε πένθος·  

Πρώταρχος γαμετὴν γὰρ στονάχησε λίην.  

λάινα δʼ ὄγκωσεν τάδε σήματα· τὰς γὰρ ἀφʼ ὑμῶν  

ᾍδης γηροτρόφους ἐλπίδας ὠρφάνισεν.  

`198`

ΑΛΛΟ.

  

Ἥν ποτʼ Ἀθηναίη ..............  

ἔτρεφεν ἀλλοτρίων ἀμφίπολον ταλάρων,  

ἔδραμε παιδὸς ἕκητι καὶ ἐς βασιλῆος ἱκέσθαι,  

ὅς ῥα καὶ ἀφνειῶν εἷσεν ἐπὶ κτεάνων·  

ἔμπης δʼ οὐ ζώουσαν ἀπήγαγεν· ἀλλὰ τάφους γε  

Κεκροπίους Λιβυκῶν ἀντὶ λάχεν ψαμάθων.  

......................  

`199`

ΑΛΛΟ.

  

Ἅδʼ ἀρετὰν στέρξασα καὶ ἔνδικα λέκτρα ξυνεύνου,  

Νικίου ἱμερτὰ παῖς, ξένε, Θειοφίλα  

κεῖται ὑπὸ σκιερὰν Σύρου κόνιν, ἁ βαρυπενθὴς  

ὀρφανὸν ἐν ζωοῖς παῖδα λιποῦσα πατρὸς,  

ὑστάτιον τελέσασα τὸν ἐκ Μοιρέων ἐνιαυτὸν  

πέμπτον, ἐπὶ τρισσαῖς πλησαμένα δεκάσιν·  

τοὔνεκά μιν τὰν πρόσθε περίφρονα, καὶ μακαριστὰν  

Ἑστιαῖος φθιμέναν τῷδʼ ὑπέθηκε τάφῳ.  

`200`

ΑΛΛΟ.

  

Ἤλυθες οὐκ ἀβόατος ἐνὶ τρισσαῖς δεκάδεσσιν,  

Θεύδοτε, τὰν ζώοις οἶμον ὀφειλομέναν,  

καὶ σὲ τὸν ἐν σπονδαῖσι γεγαθότα πουλὺ μετʼ ἀστῶν  

μάτηρ αἰάζει μυρομένα πρύτανιν.  

Πέτρος ὅδε ξείνοισι βοάσεται, ὡς ἀΐδαλος  

ἀσφαλὲς ἀνθρώποις οὐδὲν ἔνειμε Τύχα.  

Εἴης τοι σὺν πατρὶ κεχαρμένος, ὄφρʼ ἂν ἐς αἰῶ  

Σώστρατος ἐν φθιμένοις μυρίον αἶνον ἔχῃ.  

`201`

ΑΛΛΟ.

  

Λυσίμαχε, υἱὲ Εὐχαρίωνος, χαῖρε.  

Λυσίμαχον, μύθοισι προσηνέα πᾶσι πολίταις  

καὶ ξείνοις, Νομάδων ἔκτανε θοῦρος Ἄρης·  

ᾧ ἔπι πᾶς ἐλεεινὸν ἐπεστενάχησε θανόντι,  

οἰκτείρων θαλερὴν ἀνέρος ἡλικίην.  

`202`

ΑΛΛΟ.

  

Ἰσθμὲ, παλαιγενέος νήσου πέδον, ἄφθιτε δῆμε,  

σοὶ μεγάλων δώρων καὶ νέκυς οἶδα χάριν·  

εἰκόνι καὶ στεφάνοισιν ἀειμνήσθοισι γερασθεὶς  

σῆμά τι τοῦ πικροῦ ῥῦσιν ἔχω θανάτου.  

`203`

ΑΛΛΟ.

  

Λάινα σοι τύμβῳ δωρήματα Θεῖος ἔτευξα,  

Ἀτθὶς, ὁ δὶς τῆς σῆς ἡλικίης προγέρων,  

εὐξάμενος χειρῶν ἀπὸ σῶν κόνιν· ἄκριτε δαῖμον,  

ἀμφοτέροις ἡμῖν ἔσβεσας ἠέλιον.  

`204`

ΑΛΛΟ.

  

Ἀτθὶς ἐμοὶ ζήσασα καὶ εἰς ἐμὲ πνεῦμα λιποῦσα,  

ὡς πάρος εὐφροσύνης, νῦν δακρύων πρόφασιν,  

ἁγνὰ, πουλυγόης, ἔτι πένθιμον ὕπνον ἰαύεις,  

ἀνδρὸς ἀπὸ στέρνων οὔποτε θεῖσα κάρα,  

Θεῖον ἐρημώσασα σὸν οὐκέτι· σοὶ γὰρ ἐς ᾍδαν  

ἦλθον ὁμοῦ ζωᾶς ἐλπίδες ἁμετέρας.  

`205`

ΑΛΛΟ.

  

Οὐκ ἔπιον Λήθης Αἰδωνίδος ἔσχατον ὕδωρ,  

ὥς σε παρηγορίην κἀν φθιμένοισιν ἔχω,  

Θεῖε πλέον δύστηνε, γάμων ὅτι τῶν ἀμιάντων  

νοσφισθεὶς κλαίεις χηροσύνην θαλάμων.  

`206`

ΑΛΛΟ.

  

Τοῦτο σαοφροσύνης γέρας Ἀτθίδι τᾷ πολυκλαύτῳ,  

οὐκ ἴσον, οὐδʼ ἀρετᾶς ἄξιον· ἀλλʼ ἐθέμαν  

μνάμαν εἰς αἰῶνα φερώνυμον αὐτὸς ἀνάγκᾳ  

Θεῖος νηπιάχῳ πνεῦμα χαριζόμενος.  

Οἴσω γὰρ καὶ τοῦτο χάριν σέο, καὶ τὸν ἀπηνῆ  

ὄμμασι τοῖς στυγνοῖς ὄψομαι ἠέλιον.  

`207`

ΑΛΛΟ.

  

Σῆμα Φίλωνος ἄθρησον, ὁδοιπόρε, Καλλιπολείτου  

εὐνέτιδος κεδνῆς, ἣν ἕλε πρόσθε Ἀΐδης·  

πάτρην δὲ φράζου Σέλγην· γυάλοις δʼ ἐνὶ Τήλου  

προσφιλὲς ἐνναέταις ἤνυσα τέρμα βίου·  

οὕνεκα λοιβαῖσιν πάρεδρος θυσίαισί τε θάσσων,  

δεῖξα μετʼ εὐσεβίης πᾶσιν ἔθη πάτρια.  

`208`

ΑΛΛΟ.

  

Ὀκτωκαιδεκέτιν με χυτὴ κόνις ἥδε καλύπτει  

Καλλιστὼ μητρὸς δεξαμένην ὄνομα,  

ᾗ λείπω πανόδυρτον ἐνὶ μεγάροισιν ἀνίην,  

πατρί τʼ ἐμῷ Ζώῳ δάκρυα λυγρότατα·  

ναίω δʼ εὐσεβέων ἁγνὸν περικαλλέα χῶρον  

σύνθρονος ἡρώων εἵνεκα σωφροσύνης.  

Ἀκμὴν δʼ οὐ γενετῆρες ἐμὴν, οὐκ ἐσθλὸς ὅμαιμος,  

οὐ πόσις, ἀλλʼ Ἀΐδης λυγρὸς ἐκαρπίσατο.  

Τοῖός τοι θνητῶν μογερὸς βίος, ὧν ἀτέλεστοι  

ἐλπίδες, αἷς μοιρῶν νήματʼ ἐπικρέμαται.  

Ἀλλά μοι, ὦ γενετῆρες, ἐσαθρήσαντες ὁ θνητῶν  

ὡς φέρεται πάντων λυγροπαθὴς βίοτος,  

ἤδη δυστήνου κατὰ δώματα λήγετε πένθους·  

καὶ φθιμένᾳ γὰρ ἐμοὶ τοῦτο ποθεινότατον.  

`209`

ΑΛΛΟ.

  

Ἡλικίης χοϊκῶν, ὁ δὲ δαίμων ἔφθασε τοὺς χοῦς.  

`210`

ΑΛΛΟ.

  

Ἡλικίαν μὲν ἐμὴν ταύτην δεῖ πάντας ἀκοῦσαι·  

εἰκοστῷ καὶ πέμπτῳ ἔτει λίπον ἡλίου αὐγάς·  

τοὺς δὲ τρόπους καὶ σωφροσύνην ἣν εἴχομεν ἡμεῖς,  

ἡμέτερος πόσις οἶδεν ἄριστʼ εἰπεῖν περὶ τούτων.  

`211`

ΑΛΛΟ.

  

Ἀθάνατος φιλία σῆς ψυχῆς ἐστι παρʼ ἀνδρί  

....................  

`212`

ΑΛΛΟ.

  

Μοῖρα καὶ Εἰλείθυια καὶ ὠδῖνες τὸ περισσὸν  

Μοισάων μελέδημʼ ἄγαγον εἰς Ἀΐδαν,  

γαστρὸς ἀπωσαμέναν μόρον ἔγκυον· ἁ δὲ νεανὶς  

Ἡραῒς εὐτεύκτῳ τῷδʼ ὑπένεστι τάφῳ.  

`213`

ΑΛΛΟ.

  

Ἀμίσου πολιῆτιν, ἀρίζαλον Κλεονίκαν,  

Βιθυνὰν ἀρετᾶς εἵνεκα Πανελόπαν  

ἅρπασε δυσπενθὴς Ἀΐδας· σεμνὸν δὲ τὸ κούρας  

σκᾶνος ὑπὸ στάλᾳ κρύπτεται αἰενάῳ·  

τὰν ἁπαλὰν κεύθει μορφὰν τάφος, ἀλλʼ ἀμάραντον  

πνεῦμα μένει κείνας ἐς φάος ἀθάνατον.  

`214`

ΑΛΛΟ.

  

Θευδότα, ἁ μάτηρ σε κατέστολε· δακρυόεις γὰρ  

ἁρπάξας σʼ Ἀΐδας σὰν ἐμάρανεν ἀκμάν·  

Συγκέχυται γενέτας δὲ Ποσείδιππος, κλυτὸν ἔρνος  

ζαλωτὸν πέμψας Περσεφόνας θαλάμοις,  

γυμνάδος αὐστηρὸν διετῆ πόνον ἐκτελέσαντα,  

ἀρτίχνουν, γονέων ἐλπίδα γηραλέην.  

`215`

ΑΛΛΟ.

  

Ξεῖνε, Φιλητᾶς εἰμί· λόγων ὁ ψευδόμενός με  

ὤλεσε, καὶ νυκτῶν φροντίδες ἑσπέριοι.  

`216`

ΑΛΛΟ.

  

Ἁδίστας Μενέδημος ἔην πόσις· ἤροσε δʼ αὐτὰν  

Βούτιχος· Αἰανὴ κρύψε καταφθιμέναν,  

τίκτε δʼ ἐνὶ κλάροις Κερκίνιον· ἐκ δὲ Φιλίππου  

υἱοῦ τῶν ὁσίων ἀντίασεν κτερέων·  

τοίγαρ Κρηταιεῖ Ῥαδαμάνθυϊ τοῦτο παρʼ ᾍδᾳ  

εἶπεν, ὅτʼ ὠδίνων παιδὸς ἔχει χάριτας.  

`217`

ΑΛΛΟ.

  

Ξεῖνʼ, ἔπεχε παρίων ἴχνος, εἰ θέλεις γνῶναι  

τίς ἐσθʼ ὑποταφεὶς τῇδε λαΐνῃ στήλῃ.  

Ἐνταῦθα κεῖται χρηστὸς ἐν φθίτοις ἀνὴρ,  

γλύκιστον ὃς λέλοιπεν ἡλίου φέγγος  

ὅλον δρόμον ἐτῶν μηδέπω τελειώσας.  

Πολλοῖς ἀρέσαι δέδοκτο, μοῦνος ἀνθρώπων,  

ὃς πάντας ἀρετῇ τοὺς ὁμήλικας προῦχεν  

εὔνους, δίκαιος, θεοσεβὴς, φιλάνθρωπος.  

Πᾶς οὖν ἑταίρων τὸν τεὸν μόρον κλαίει·  

πολὺς μὲν ὄχλος οἰκετῶν σε δακρύει,  

ἄθλιε· τί δʼ ἦσθα σεμνὸς ὡς δοκεῖν εἶναι  

κἂν ὄντα παῖδα τοῖς νοήμασιν πρέσβυν;  

Δεινὸν, ποθητὴ μῆτερ, εὔνασον θρῆνον  

πένθους τιθηνὸν, ὃς μάτην σε πημαίνει·  

οὐδεὶς γὰρ ἐξήλυξε τὸν μίτον Μοιρῶν,  

οὐ θνητὸς, οὐκ ἀθάνατος, οὐδʼ ὁ δεσμώτης  

οὐδʼ αὖ τύραννος βασιλικὴν λαχὼν τιμὴν  

θεσμοὺς ἀτρέπτους διαφυγεῖν ποτʼ ᾠήθη.  

Φαέθοντα Τιτὰν οὐκ ἔκλαυσʼ ὅτʼ ἐκ δίφρων  

ἀπʼ οὐρανοῦ κατέπεσεν εἰς πέδον γαίης;  

Ἑρμῆς δʼ ὁ Μαίας οὐκ ἔκλαυσεν ὃν παῖδα  

Μύρτιλον ἀπὸ δίφρων κύμασιν φορούμενον;  

οὐδʼ αὖ Θέτις τὸν στεναρὸν ἔστενεν παῖδα  

ὅτʼ ἐκ βελέμνων θνῆσκε τῶν Ἀπόλλωνος;  

οὐδʼ αὖ βροτῶν τε καὶ θεῶν πάντων ἄναξ  

Σαρπήδονʼ οὐκ ἔκλαυσεν, οὐκ ἐκώκυσεν,  

οὐδʼ αὖ Μακηδὼν ὁ βασιλεὺς Ἀλέξανδρος  

ὃν τίκτεν Ἄμμων θέμενος εἰς ὄφιν μορφήν;  

`218`

ΑΛΛΟ.

  

Οὐκ ἔστʼ οὐδὲν τέρμα βίου θνητῶν ἐπινοίαις,  

ἀλλὰ τύχη κρείσσων ἐλπίδος ἐξεφάνη,  

ἣ καὶ Τιμοκλέην Ἀσωπίχου ἠφάνισʼ υἱὸν  

πρόσθε, πρὶν ἐνδείξασθʼ ἔργα πρέποντα φύσει·  

ὃς Βασίλεια Διὸς καὶ ἐν Ἡρακλέους τρὶς ἐνάθλοις  

ἵπποις νικήσας δώματʼ ἐπηγλάισεν.  

`219`

ΑΛΛΟ.

  

Ὄντως δίζηαι, ξένε φίλτατε, τίς, πόθεν εἰμί,  

Κῶς μέν μοι πατρίς ἐστιν· ἐγὼ δʼ ὄνομα Νικομήδης,  

Μουσάων θεράπων, ᾄδων θυμέλαισιν Ὁμήρῳ,  

δόξαις ἐγγελάσας, περίκειμαι νήδυμον ὕπνον.  

`220`

ΑΛΛΟ.

  

Ἐνθάδε τὸν πάσῃσι κεκασμένον ἀγλαΐῃσιν  

εἷλε φθόνος, δυνατῶν μήτι· καὶ οὐκ ἐθέλων ...  

`221`

ΑΛΛΟ.

  

Νούσων ἰητῆρα ... Κράτωνα Κυιντ...  

...... Γαργήττιον ἥδε καλύπτει  

χθὼν, φιλίους δὲ τύπους δείκνυσιν ὁ λάινος Ἑρμῆς.  

`222`

ΑΛΛΟ.

  

Στὰς, ξένε, τάνδʼ ἄθρησον ἐπὶ στάλᾳ Κλεοπάτραν,  

ἃν φθόνος εἰς Ἀΐδαν, οὐ χρόνος ἠγάγετο,  

μορφᾶς ᾇ πρωτεῖον ἔχειν δωρήσατο Κύπρις,  

ἔργα δʼ Ἀθαναία τερπνὰ σαοφροσύνας,  

Μοῦσα δὲ καὶ σοφίαν, καὶ πακτίδα τὰν φιλέραστον  

συμφωνεῖν ἐρατοῖς δειξαμένα μέλεσι·  

καὶ γνοὺς ὡς θανάτοιο οὐδὲν γλυκερώτερον αὐγᾶς,  

ζῆθι κάλων τείνας οὔριον εὐφροσύνας.  

`223`

ΑΛΛΟ.

  

Εἰ καί σου κεύθει κάλλος νέον, ὦ Κλεοπάτρα,  

τύμβος, καὶ φροῦδον σῶμα λέλογχε κόνις,  

ἀλλʼ ἀρετὰ βιοτᾶς αἰεὶ ζωοῖσι μέτεστι,  

ψυχᾶς μανύουσʼ εὐκλέα σωφροσύναν.  

`224`

ΑΛΛΟ.

  

Τὴν τρίβον ὃς παράγεις, ἀλύπως τόδε σῆμα νοήσας  

μὴ, δέομαι, γελάσῃς, εἰ κυνός ἐστι τάφος.  

Ἐκλαύσθην. Χεῖρες δὲ κόνιν συνέθηκαν ἄνακτος,  

ὅς μου καὶ στήλῃ τόνδʼ ἐχάραξε λόγον.  

`225`

ΑΛΛΟ.

  

Οὗτος ὁ γῆς τέμνων σταχυηφόρον αὔλακα Δηοῦς  

Εὔτυχος, ἡ γονέων ἐλπὶς, ἔπειτα γόος,  

εἴκοσι τῶν πάντων ἐτέων ὑπὸ τῷδε κέκρυμμαι  

σήματι, μήτε νόσῳ μήτʼ ὀδύνῃσι τακείς.  

Τεθνειὼς δʼ οὐκ οἶος ὀδύρομαι· ἄλλοτι πένθος  

ἀμφοτέροις ἔλιπον λυγρὸν ἐμοῖς τοκέσι.  

`226`

ΑΛΛΟ.

  

Δοιὼς Ἱππομέδοντας ὁμᾶ χθὼν ἅδε καλύπτει,  

παῖδά τε καὶ γενέταν, ἄμφω ἀποφθιμένως,  

παῖδα μὲν ἐς λαιὰν ἐσιόντων χεῖρα τεθέντα·  

δεξιὰ δʼ ἀντετάφη γηραὸς Ἱππομέδων.  

Ἀμφοτέροις δʼ ἐπέθηκε χυτὰν κόνιν Ἱπποδάμεια  

μάτηρ Ποικιλίω, ἐκγόνω ἀμφοτέρων,  

ὅς σφισι τώσδε τάφως ἐνεώσατο, τείχισε δʼ Ἀΐδαν,  

πάππῳ καὶ θείῳ λοισθοτάτας χάριτας.  

`227`

ΑΛΛΟ.

  

Θ. Κ.  

Μητρὶ φίλῃ Ἀγέλῃ καὶ Λαρέτᾳ ἐσθλῇ ἀδελφῇ  

Ἰούλιος Ἀντιγένης μνῆμʼ ἐπόησε τόδε.  

`228`

ΑΛΛΟ.

  

Θ. Κ.  

Φιλήτῳ τόδʼ Ἀβασκαντὶς γαμετὴ συνομεύνῳ  

σῆμα κατοιχομένῳ μνημοσύνης ἕνεκεν.  

`229`

ΑΛΛΟ.

  

Ὁδῖτα, βαιὸν σάματι σταθεὶς πάρα  

μάθοις κεν ἀτρέκειαν. Ἴσθι δʼ ὡς πατρὸς  

Ἀθηνίωνος ὁὐν ταφῇσι κλῄζεται,  

καὶ Μνασέαν αὔδασον οὔνομα φθιτοῦ·  

καὶ γνῶθι μύθους, οἷς σοφῶς ἐτέρπετο.  

ᾏ μὲν τὰ κόσμου σεμνὰ καὶ διʼ ἀστέρων  

διῆλθε τὰν πυρωπὸν αἰθεροδρόμων  

κέλευθον, ᾇ δὲ καὶ γεωμόρον τέχναν  

γραμμαῖσιν ἰχνεύτειραν· εὐοδεῖν δέ οἱ  

κατεῖδʼ Ὁμήρου δέλτον, ἇς ἐνὶ πτυχαῖς  

ὅτε πλανάτας ἐστὶ Λαρτίου γόνος  

καὶ μῆνις Αἰακίδαο· τῶν ἐπʼ ἀτρεκές  

δῆθʼ ἐξ ἁπάντων ἐσθλὸν ἄρατο κλέος.  

Νέον δʼ ἐν ἀκμᾷ κοῦρον, ᾧ πόρεν τέχναν,  

ὄνυμʼ Εὔνομον λιπών με, τετρώκοντα δὴ  

ὑπʼ ἀλίῳ πλειῶνας εἰσιδὼν φάος  

ποθεινὸς ἀστοῖς τάνδʼ ὑπήλυθε χθόνα.  

`230`

ΑΛΛΟ.

  

Εἰ, φίλε, πυνθάνεαι τίς ἔφυν, ξένε, τίς τʼ ἐγενήθην,  

ὦ παροδῖτα, μάθε, στὰς ὀλίγον πρὸ τάφων.  

Γεννᾷ μὲν Γλαῦκός με πατὴρ, τίκτει δέ με μήτηρ  

Χρυσογόνη, καί μευ δύσμορος οὐκ ὄνατο.  

Τηλόθι γὰρ πάτρης Βιθυνίδος ὤλεσα θυμὸν,  

ναυτιλίῃ λυγρῇ νηΐ τʼ ἐμῇ πίσυνος·  

κεῖμαι δʼ ἐν Σχερίῃ παρὰ θῖνʼ ἁλὸς ἠνεμόεσσαν,  

ὕστατα λυγρὸν ἐμοὶ δερκόμενος πέλαγος.  

`231`

ΑΛΛΟ.

  

ᾯ, σοφία καὶ μοῦσα, συνέσπετε, βάσκανος ἡμῶν  

φύντα τις ἑπταετῆ ὤλεσε μοῖρα νόσῳ·  

ᾧ γόον οὐχ ὑμέναιον ἐδᾳδουχήσατο, μητὴρ  

οἰκτρὰ σὺν γενέτῃ χρύσιον ὠλέσατο.  

Κόσμος γὰρ γενέταισι τραφεὶς φιλίοις τε συναίμοις  

ὤλετο, καὶ γοερὸν πένθος ἔλειπε δόμοις·  

ἄρκεο, μοῖρα, θανόντι νέῳ, δίσσων δὲ συναίμων  

φείδεο, καὶ γονέων λυγρὸν ἄπειργε δοκόν.  

`232`

ΑΛΛΟ.

  

Βαιόν σοι τὸ μεταξὺ βίου θανάτοιό τʼ ἔθηκε  

καὶ τύμβου, Καπίτων, καὶ θαλάμοιο Τύχη,  

νύκτα μίαν ψεῦστιν καὶ ἀνηλέα, τὴν ἄνις αὐλῶν,  

τὴν δίχα σοι παστῶν, τὴν ἄτερ εἰλαπίνης·  

αἲ αἲ τὴν ἐπὶ πέπλα καὶ εἰς ἀμύριστα πεσοῦσαν  

στέμματα καὶ βίβλους σεῖο, πρόμοιρε, τέφρην,  

οἲ θρήνοισι βοητὸν ὑμήναον, οἲ προκελεύθους  

λαμπάδας ὑστατίου καὶ κενεοῖο λέχους.  

`233`

ΑΛΛΟ.

  

Πάτρων εἰμί· πατρὶς Λυκίων μʼ ἐλοχεύσατο γαῖα.  

Ῥώμα δʼ ἐν τιμαῖς πράγματά μου δέχεται.  

Ὦ μάκαρ, ἐς φάος ἀελίου πάλιν οὔ μʼ ἀποπέμπεις,  

εὐπάτριδʼ ἀλλʼ ἐφορᾷς τηλόθι θαπτόμενον.  

`234`

ΑΛΛΟ.

  

Εἰς τὸν αὐτόν.  

Οὐ βάτοι, οὐ τρίβολοι τὸν ἐμὸν τάφον ἀμφὶς ἔχουσιν  

οὐδʼ ὀλολυγαία νυκτερὶς ἀμπέταται·  

ἀλλά με πᾶν δένδρος χαρίεν περὶ ῥίσκον ἀνέρπει  

κυκλόθεν εὐκάρποις κλωσὶν ἀγαλλόμενον.  

Ποτᾶται δὲ πέριξ λιγυρὴ μινυρίστριʼ ἀηδὼν  

καὶ τέττιξ γλυκεροῖς χείλεσι λιρὰ χέων,  

καὶ σοφὰ τραυλίζουσα χελιδονὶς, ἥ τε λιγύπνους  

ἀκρὶς ἀπὸ στήθους ἡδὺ χέουσα μέλος.  

Πάτρων ὅσσα βροτοῖσιν ἐράσμια πάντʼ ἐτέλεσσα  

ὄφρα καὶ εἰν Ἀΐδᾳ τερπνὸν ἔχοιμι τόπον·  

τἆλλα δὲ πάνθʼ ἃ λέλοιπα καὶ ἐν νεότητι κατέκτην  

ᾤχετο πλὴν ἃ πρὶν ζῶν ἀπεκαρπισάμην.  

`235`

ΑΛΛΟ.

  

Πατὴρ Πάτρων μὲν, Ἀπποληΐα δʼ ἐγώ·  

τεκνῶ δὲ δισσὰ τέκνα, πατέρα δʼ εὖ λέγω.  

`236`

ΑΛΛΟ.

  

Εἰς ἴα σου, Πώμπτιλλα, καὶ εἰς κρίνα βλαστήσειεν  

ὀστέα καὶ θαλλοὺς ἐν πετάλοισι ῥόδων  

ἡδυπνόου τε κρόκου καὶ ἀγηράντου ἀμαράντου,  

κεἰς καλὰ βλαστήσαις ἄνθεα λευκοΐου,  

ὡς ἴσα Ναρκίσσῳ τε πολυκλαύτῳ θʼ Ὑακίνθῳ  

καὶ σὸν ἐν ὀψιγόνοις ἄνθος ἔχοι τι χρόνος.  

Ἥδε γὰρ, ἡνίκα πνεῦμα μέλων ἀπέλυε Φίλιππος  

σιγὴν ἀκροτάτοις χείλεσι προςπελάσας,  

στᾶσα λιποψυχοῦντος ὑπὲρ γαμέτου Πώμπτιλλα  

τὴν κείνου ζωὴν ἀντέλαβεν θανάτου.  

Τοίην συζυγίην ἔτεμεν θεὸς ὥστε θανεῖν μὲν  

Πώμπτιλλαν γλυκεροῦ λῦτρον ὑπὲρ γαμέτου,  

ζῆν δʼ ἄκοντα Φίλιππον ἐπευχόμενον διὰ παντὸς  

συγκεράσαι ψυχῇ πνεῦμα φιλανδροτάτῃ.  

`237`

ΑΛΛΟ.

  

Ἔστρεψεν Μοιρῶν μία νήματα· τῆς δʼ ἀνέπλησεν  

ταῖς ἰδίαις εὐχαῖς θυμὸν ἱλασσαμένη  

ἡ περίφρων Πώμπτιλλα Φιλίππου κεδνὴ ἄκοιτις  

ἥτις ὑπὲρ γαμέτου τὸν βίον ἐξέλιπεν.  

`238`

ΑΛΛΟ.

  

Ἄνθεα πολλὰ γένοιτο νεοδμήτῳ ἐπὶ τύμβῳ,  

μὴ βάτος αὐχμηρὴ, μὴ κακὸν αἰγίπυρον,  

ἀλλʼ ἴα, καὶ σάμψυχα, καὶ ὑδατίνη νάρκισσος,  

Οὐίβιε, καὶ περὶ σοῦ πάντα γένοιτο ῥόδα.  

`239`

ΑΛΛΟ.

  

Τόνδʼ ὁ παλαιστροφύλαξ Ἀμμώνιος εἵσατο βωμὸν  

αὐτὸς ἔτι ζωᾶς τὸ γλυκὺ φέγγος ὁρῶν,  

ἠρίον ὄφρα γένοιτο· τὸν, ὦ Μαίας κλυτὲ κοῦρε,  

Ἑρμείη, πέμποις χῶρον ἐπʼ εὐσεβέων.  

`240`

ΑΛΛΟ.

  

Τοὔνομα Εὐριπίδης τοὐμῷ πατρί. Ἐνθάδε κεῖμαι  

οὐ πολὺ μικροχρόνῳ τῷδε βίῳ παραβάς.  

`241`

ΑΛΛΟ.

  

Ὀκτωκαιδεκάτου με καταρχόμενον λυκάβαντος,  

ἄρτι τε ῥητορικῆς ἔργα διδασκόμενον,  

Λέσβῳ ἐν εὐδένδρῳ βαρυαλγὴς νοῦσος ἐδάμνα,  

κοὐκέτʼ ἐς ἱμερτὴν γαῖαν ἔβην Ἐφέσου.  

Αὐτοκασίγνητος δὲ καμὼν μάλα πολλὰ, τοκεῦσι  

πένθος ἐπʼ ὠκυάλου νηὸς ἔδωκε φέρειν.  

Ναίω δʼ ἡρώων ἱερὸν δόμον, οὐδʼ Ἀχέροντος·  

τοῖον γὰρ βιότου τέρμα σοφοῖσιν ἔνι.  

`242`

ΑΛΛΟ.

  

Τὸν Ἑστιαίου τῆς τραγῳδίας γραφῆ  

Εὐανδρίδαν κέκρυφʼ ὁ τυμβίτας πέτρος  

ζήσαντα πρὸς πάντʼ εὐσεβῶς ἀνὰ πτόλιν  

ἔτων ἀριθμὸν ὀγδοήκοντʼ ἀρτίων.  

Οὐχὶ κεναῖς δόξαις ἐζηκότα τόνδε δέδεκται  

τύμβος ὅδʼ ἐκ προγόνων, ταῖς δʼ ἀπὸ τῆς σοφίας,  

ταῖς ἀπὸ Σωκράτεω πινυταῖς μαλὰ, τοῦ τε Πλάτωνος,  

κοὐκ Ἐπικουρείοις, ἡδονικαῖς, ἀθέοις,  

Ἑστιαῖον, τὸν φύντα πατρὸς κλεινοῖο Μενάνδρου <span class="gap">…</span>  

ἐσθλοτάτην βιοτᾶς ἐξανύσαντος ὁδόν.  

Κούφη γαῖα, χυθεῖσʼ ὁσίως, κρύπτοις σὺ τὸν ἄνδρα <span class="gap">…</span>  

κλίνοντʼ εὐσεβέων εἰς  <span class="gap">…</span> ἱεροὺς θαλάμους.  

`243`

ΑΛΛΟ.

  

Μνῆμα φιλοφροσύνης Ἄστῃ τόδε Δάφνις ἔτευξε  

καὶ ζῶσαν στέρξας, καὶ φθιμένην ποθέων.  

`244`

ΑΛΛΟ.

  

Τοὔνομα μὲν Χαρίας, Θήβη πατρὶς, ἀλλὰ θανόντα  

Ποιμάνδρου χυδανὴ γαῖα κατεσκίασε.  

`245`

ΑΛΛΟ.

  

Κἂν τροχάδην βαίνῃς, φίλʼ ὁδῖτα, βαιὸν ἐπίσχες.  

Ἥγισεν ἀθανάτων με χορός· τὸ δὲ σῶμα καλύπτει  

γαῖα, λαβοῦσα γέρας τοῦθʼ, ὃ δέδωκε, πάλιν.  

Βῆ γάρ μοι ψυχὴ μὲν ἐς αἰθέρα καὶ Διὸς αὐλάς,  

ὀστέα δʼ εἰς Ἀΐδην ἄτροπος εἷλε νόμος.  

Τοῦτʼ ἔλαχον μέγα δῶρον ὑπʼ αὐτῶν Οὐρανιώνων  

Εὐλάλιος γαμικὸς, μοῦνος ἐνὶ φθιμένοις.  

`246`

ΑΛΛΟ.

  

Τύμβε, τίνος τόδε σῆμα τεὰν ὑπὸ λισσάδα κεῖται;  

τίς φράσον οἰκτροτάτην μοίραν ἐνεγκάμενος;  

—Δημῶναξ, Σαλαμὶς ὃν ἐθρέψατο παῖδα φέριστον,  

ἐμπορίαις πικρὸν δʼ εἰς Ἀχέροντʼ ἔμολεν,  

πόντον ἐπιπλώσας ἁλιμυρέα καὶ πολυκλαύτῳ  

ματέρι καὶ γενέτᾳ στυγνὰ λιπὼν δάκρυα.  

Οὐχ ἧψαν φῶς γὰρ τὸ γαμήλιον, οὐδʼ ὑμέναιον  

ἔκλαγον, ἀλλὰ γόους ὀκτακαιεικοσέτους.  

Οὐ κακός ἐστʼ Ἀΐδας· πάριθι, ξένε, χαῖρε προσείπας,  

κοινὸς ἐπεὶ θνατοῖς ὁ πλόος εἰς φθιμένους.  

`247`

ΑΛΛΟ.

  

Τέθαμμʼ ὁ Μακρόσειρις ἐν νήσῳ μακρᾷ,  

ἔτη βιώσας πεντάκις τὰ χίλια.  

`248`

ΑΛΛΟ.

  

Ἡ γενεῇ δόξῃ τε καὶ ἐν Μούσῃσι Τύριννα  

ἔξοχος, ἡ πάσης ἄκρα φέρουσʼ ἀρετῆς,  

ἐννεάδας τρισσὰς ἐτέων ζήσασα, τοκεῦσιν  

δυστήνοις ἔλιπον δάκρυα καὶ στοναχάς.  

Πᾶς γὰρ ἐμοῦ φθιμένης χῆρος δόμος· οὔτε γὰρ αὐτὴ  

λείπομαι, οὔτʼ ἔλιπον βλαστὸν ἀποιχομένη.  

Ἀντὶ δὲ πατρῴου καὶ ὑψορόφοιο μελάθρου  

λιτὴ τοὐμὸν ἔχει σῶμα λαχοῦσα πέτρη.  

Εἰ δʼ ἦν εὐσεβέων ὅσιος λόγος, οὔποτʼ ἂν οἶκος  

οὑμὸς ἐμοῦ φθιμένης ταῖσδʼ ἐνέκυρσε τύχαις.  

`249`

ΑΛΛΟ.

  

Ὀστέα μὲν καὶ σάρκας ἐμὰς σπιλάδες διέχευαν  

ὀξεῖαι, κρημνῶν ἅλμʼ ὑποδεξάμεναι·  

ψυχὴ δʼ αἰθέριον κατέχει πόλον· ἀξυνέτων δὲ  

βουλαῖς ἀνθρώπων τοῦδʼ ἔτυχον θανάτου.  

`250`

ΑΛΛΟ.

  

Κλαύδιος ἰητὴρ Ἀγαθήμερος ἐνθάδε κεῖμαι,  

παντοίης δεδαὼς κραιπνὸν ἄκεσμα νόσου·  

ξυνὸν τοῦτο δʼ ἐμοὶ καὶ Μυρτάλῃ εἷσα συνεύνῳ  

μνῆμα· μετʼ εὐσεβέων δʼ ἐσμὲν ἐν Ἠλυσίῳ.  

`251`

ΑΛΛΟ.

  

Ἀλκείδου με τραφέντα φίλοις ἐν γυμνασίοισιν  

λυπηρὸς δαίμων ἥρπασεν ἀφνιδίως·  

εἴκοσι γὰρ καὶ πέντε μόνους λυκάβαντας ὁδεύσας  

σκῆνος νῦν κεῖμαι Πλουτέος ἐν μελάθροις.  

Ἀφθάρτοις Μούσαις γὰρ ἐπίστιον αὐτὸς ἐς αἰὲν  

ἣν ὁ λεὼς νεῦεν, νύμφιος ᾦξα μονήν·  

Μουσῶν γὰρ κλῃδοῦχον Ἔρως φύγε κοὐκ ἐθέλοντα  

Ῥήμιος ἐκ μητρὸς καὶ πατρὸς ἐξ Ὁμαλοῦ  

οἳ νῦν οὔκετʼ ἔχουσιν ἐμὸν θάλος. Ἀλλὰ παρέρχου,  

φίλε ὁδοιπόρε, πᾶς τοὔνομα διζόμενος.  

`252`

ΑΛΛΟ.

  

Μναμεῖον τόδε σεῖο πατὴρ ἐποίησεν ἑαυτοῦ  

χερσὶν πᾶσιν ὁρᾶν σᾶς ἀρετᾶς ἕνεκεν·  

καὶ ἐγὼ ὕπερθʼ ἑστῶσα προσημαίνω παριοῦσιν  

ὡς υἱὸν Μόσχου τόνδʼ ἔχω Ἑρμοκράτην  

Χαλκιδέων χώρας ἐνθάδʼ ἀποφθίμενον.  

`253`

ΑΛΛΟ.

  

Ὁ πρὶν ἐνὶ ζωοῖσι φίλοις φίλος, ὁ πρὶν ἐν ἀστοῖς  

ἡδὺς, ὁ Πιερίδων γυμνασίου τε φίλος,  

Κλειογένης, υἱὸς Θεοδώρου, τῷδʼ ὑπὸ τύμβῳ  

κεῖται Ἀλεξάνδρᾳ μητρὶ λιπὼν δάκρυα·  

τὰς γὰρ ἀεὶ γενέταισιν ὀφειλομένας ὑπὸ τέκνων  

πρὶν τῖσαι χάριτας κάτθανʼ ἄωρος ἐών.  

`254`

ΑΛΛΟ.

  

Φαρνάκεω στάλαν δέρκευ, ξένε, τὸν βαρὺς ᾍδης  

ἔκλασεν ἀγρεύσας δύσμορον ἡλικίην,  

τέχνῃ παιδοτρίβαν, ἔτεσιν νέον, ἐκ δὲ Σινώπας  

πατρίδος, ἐξ ἀρετᾶς πρὸς δύσιν οἰχόμενον.  

Οὐ κάλπιν κρύπτει γῆ Βοσπορὶς, οὐδὲ λέληθεν  

γυμνάσιον κωφοῖς δάκρυσι μυρόμενον.  

Αἱρετίσας δὲ πατὴρ στοργᾷ φύσιν ἐπροτέρησεν,  

σχημάτιον τύμβῳ σᾶμα λίθου θέμενος.  

`255`

ΑΛΛΟ.

  

Ἰχνεύεις, ὦ ξεῖνε, τίς εἰμʼ ἐγὼ ἡ κατὰ γαίης,  

ἢ τίνες οἱ πατέρες τὴν μελέην ἔτεκον;  

Πεύσῃ· ἐγὼ γὰρ ἐραστὸν Ὀλυμπιὰς οὔνομʼ ἐκλήθην,  

παῖς ἡ Πατροκλέους, μητρὸς Ὀλυμπιάδος·  

λυγρὴν δʼ οἷμον ἔβην ἐτέων κύρσασα δὶς ἑπτά  

παρθένος, ἓν δʼ ἔλαχον σῆμα τόδʼ ἀντὶ γάμου.  

`256`

ΑΛΛΟ.

  

Ῥηνῷ πὰρ ποταμῷ γενόμην, Πόλλιττα δὲ μήτηρ,  

Κυϊντιανὸς δὲ πατὴρ, Προυσιάδος δὲ πάτρης,  

Καλπουρνιανὸς δʼ οὔνομʼ· ἔτη δʼ ἐπὶ πέντε λόγοισιν  

εἰν Ἐφέσῳ σχολάσας εἰκοσετὴς ἔθανον.  

`257`

ΑΛΛΟ.

  

Σεμνὸν ἀεὶ ζήσας βίοτον, μάκαρ Ἀρτεμίδωρε,  

σωφροσύνην διὰ σὴν χαῖρε καὶ ἐν φθιμένοις.  

`258`

ΑΛΛΟ.

  

Τὴν σὴν εὔνοιαν καὶ πίστιν, Φαῖδρε, λαλοῦντες  

ἐν βιοτῆς μέτροις οὔ ποτε παυσόμεθα.  

`259`

ΑΛΛΟ.

  

Εἰ καὶ μοιρίδιον τέλος ἦγέ σε γῆς ὑπὸ κόλπους,  

Σώπατρε σεμνὲ, θανὼν, χαῖρε καὶ ἐν φθιμένοις.  

`260`

ΑΛΛΟ.

  

Ἐλθόντες πρὸς τοὺς Καρπαιέος ὀρθὰ φρονεῦντας  

ἀστοὺς ἐν τούτῳ σήματι κεκλίμεθα.  

Ἡ μὲν γὰρ Ξενώ εἰμʼ· ὁ δʼ ἐμὸς πόσις ἐγγύθʼ ἐμεῖο  

κεῖται· ὁμοῦ δʼ ὁσίως, ὡς βίον ἐπνέομεν,  

ἔζημεν σεμνοί· μακάρων δὲ μοῖραν ἔχοντες  

κείμεθα, κεὐσεβέων ἐν σκιεροῖς θαλάμοις.  

`261`

ΑΛΛΟ.

  

Ἡ πολὺ Σειρήνων λιγυρωτέρη, ἡ παρὰ Βάκχῳ  

καὶ θοίναις αὐτῆς χρυσοτέρη Κύπριδος,  

ἡ λαλίη φαιδρή τε χελιδονὶς, ἔνθʼ Ὁμόνοια  

κεῖμαι, Ἀτιμήτῳ δάκρυα λειπομένη,  

τῷ πέλον ἀσπασίη βαιῆς ἄπο· τὴν δὲ τοσαύτην  

δαίμων ἀπροϊδὴς ἐσκέδασεν φιλίην.  

`262`

ΑΛΛΟ.

  

Ἐνθάδε Διάλογος καθαρῷ πυρὶ γυῖα καθήρας,  

ἀσκητὴς σοφίης ᾤχετʼ ἐς ἀθανάτους.  

Ἐνθάδε Διαλόγοιο σαόφρονος ὀστέα κεύθει  

γυμνὰς, ὃς ἀμφʼ ἀρετὴν ἔπλετο καὶ σοφίην.  

Ἀλλὰ τὰ μὲν κεύθει μικρὰ κόνις ἀμφιχυθεῖσα,  

ψυχὴν δʼ ἐκ μελέων οὐρανὸς εὐρὺς ἔχει.  

`263`

ΑΛΛΟ.

  

Ἐνταῦθʼ ἀρχιερεὺς ἐγώ ποτʼ ᾤκουν,  

ἄνθος ξυράμενος νέων ἰούλων,  

ψυχὴν εὐσεβίης ὕπερ τεθηλὼς  

καὶ σεμνῆς μακάρων ὑπηρετείας.  

Ἀλλʼ εἰς γῆρας ἵκοισθε πάντες ἑξῆς,  

μνείαν Μητροφάνους ὅσοι ποιεῖσθε·  

νὴ τὸν Δία συντηρήσω.  

`264`

ΑΛΛΟ.

  

Ὁ κλεινὸς ἶνις βασιλέως Ἀμάζασπος,  

ὁ Μιθριδάτου βασιλέως κασίγνητος,  

ᾧ γαῖα πατρὶς Κασπίας παρὰ κλῄθρας,  

Ἴβηρ Ἴβηρσιν ἐνθαδὶ τετάρχυται,  

πόλιν παρʼ ἱρὴν, ἣν ἔδειμε Νικάτωρ,  

ἐλαιόθηλον ἀμφὶ Μυγδόνος νᾶμα.  

Θάνεν δʼ ὀπαδὸς Αὐσόνων ἀγακλειτῶν  

μολὼν ἄνακτι Παρθικὴν ἐφʼ ὑσμίνην,  

πρίν περ παλάξαι χεῖρα δηΐῳ λύθρῳ,  

ἴφθιμον αἰαῖ χεῖρα δουρὶ καὶ τόξῳ  

καὶ φασγάνου κνώδοντι, πεζὸς ἱππεύς τε.  

Ὁ δʼ αὐτὸς ἶσος παρθένοισιν αἰδοίαις  

....................  

....................  

`265`

ΑΛΛΟ.

  

Σῆμα μὲν ἐν στήλῃ γλυπτῇ θέσαν, ἡνίκʼ ἐγὼ μὲν  

ἀελίου γλυκερὴν λεῖπον ἐπεσχαρίην·  

Ῥηνείης δέ μʼ ἔδεκτο μυχὸς καὶ ἀλάμπετον οὖδας  

Ἀΐδεω, μάρψαν  <span class="gap">…</span> γαῖαν ὑπὸ σκοτίην,  

πατρὸς μὲν Δημοσθένεος, ἐτέων δύο κεἴκοσι μʼ  

Ἴστε δέ· με τριτάτην αἵματος ὀλλυμένην οὖσαν.  

— Ω μητρὸς στυγερῆς καὶ ἀδελφεοῦ εἵνεκʼ ἐμεῖο·  

νοῦσος ἀκωλύτῳ μόρσιμον εἷλε τύχῃ.  

`266`

ΑΛΛΟ.

  

Εὐτύχου ἠρίον εἰμὶ, καὶ οὐ κενόν· ὀστέα γάρ μοι  

πέμψεν ἀδελφειοῦ φροντὶς ἀπʼ Ἰταλίης·  

ἄλγεα δʼ ἔλλιπε πατρὶ, πολὺ πλεῖον δὲ τεκούσῃ,  

ἃ τρίτον ὠδίνων οὐκέτʼ ἀριθμὸν ἔχει.  

Στοργὴν δʼ οἰχομένοιο περικλαίουσιν ἀδελφοί,  

παῖδες δʼ ὀρφανίην, χηροσύνην δὲ γυνή.  

Εἰ δὲ τριήκοντα ζωῆς μόνον ἔσχʼ ἐνιαυτοὺς  

καὶ δύο, τῷ φθονερῷ δαίμονι μεμφόμεθα.  

`267`

ΑΛΛΟ.

  

Κοΐντου Σουλπικίου Μαξίμου καίριον.  

Τίσιν ἂν λόγοις χρήσαιτο Ζεὺς ἐπιτιμῶν Ἡλίῳ  

ὅτι τὸ ἅρμα ἔδωκε Φαέθοντι.  

Ἡμετέρου κόσμοιο φαεσφόρον ἁρμελατῆρα  

οὐχ ἕτερον πλὴν σεῖο θεοὶ ποίησαν ἄνακτες·  

τίπτε κακόφρονα θῆκας ἐφʼ ἁψίδεσσιν Ὀλύμπου  

υἱέα καὶ πώλων ἄφατον τάχος ἐγγυάλιξας,  

ἡμετέρην οὐδʼ ὅσσον ὑπόδ δείσας ἐπαρωγήν;  

Οὐ τάδε πιστὰ θεοῖς σέο δήνεα· ποῖ Φαέθοντος  

εὐσταθὲς ἅρμα φορεῖτο; τί σοῦ πυρὸς ἀκαμάτοιο  

φλὸξ ἄχρι καὶ θρόνον ἦλθεν ἐμὸν καὶ ἐπʼ εὐρέα κόσμον;  

Μίγνυτο καὶ κύκλοισι ὑπερμενὲς ἄχθος ἀπʼ εἴλης·  

Ὠκεανὸς χέρας αὐτὸς ἐς οὐρανὸν ἠέρταζε.  

Τίς ποταμῶν οὐ πᾶσαν ἀνεξηραίνετο πηγήν;  

Καὶ σπόρος ἐς Δήμητρα καταίθετο, καί τις ἄπλατον  

ἀζαλέην ἔκλαυσε παρὰ δρεπάναισι γεωργός,  

σπείρων εἰς ἀχάριστα μάτην θʼ ὑπὸ κυφὸν ἄροτρον  

ταῦρον ὑποζεύξας ὑπό τʼ ἀστέρα βουλυτοῖο  

κάμψας ἄρρενα γυῖα σὺν ἀχθεινοῖσι βόεσσι·  

γαῖα δʼ ὑπέστενε πᾶσα κακόφρονος εἵνεκα κούρου·  

καὶ τότʼ ἐγὼ πυρὶ φέγγος ἀπέσβεσα· μηκέτι παιδὸς  

μύρεο λυγρὸν ὄλεθρον, ἑοῦ δʼ ἔχε φροντίδα κόσμου,  

μή ποτε χειρὸς ἐμῆς φλογερώτερον ἔγχος ἀθροιήσῃς.  

Γίνωσκʼ οὐρανίοιο Διὸς νόον· οὐ μὰ γὰρ αὐτὴν  

Ῥείην ἄλλο τι τοῦδε κακώτερον ἶδεν Ὄλυμπος·  

κόσμος ἐμὸς σὴ πίστις ἔφυ μεγακύδεος ἔργου.  

Οἰχέσθω τὰ πάροιθε, τὰ δʼ ὕστερα φροντίδι κεῦθε·  

οὐ σὸς ἔφυ· πώλων γὰρ ἀπείριτον οὐ σθένος ἔγνω,  

ῥυτήρων οὐδʼ ἔσχε πολυφραδὲς ἔργον ἀνύσσαι.  

Ἔρχεο νῦν, πάλι κόσμον ἐποίχεο, μὴ τεὸν εὖχος  

ἀλλοτρίαις παλάμαισι πόρῃς ἀμένηνα πονήσας·  

μούνῳ σοὶ πυρόεντος ἐπειγομένῳ κύκλοιο  

ἀντολίη καὶ πᾶσα καλὸς δρόμος ἔπλετο δυσμή·  

σοὶ τόδε πιστὸν ἔδωκε φέρειν νόος, ἄφθιτον εὖχος.  

Φείδεο γῆς καὶ παντὸς ἀριπρεπέος κόσμοιο,  

ἴσχε δρόμον μεσάταισιν ἐπʼ ἀψίδεσσιν Ὀλύμπου·  

ταῦτα πρέποντα θεοῖς, ταῦτʼ ἄρκια· μαίεο, δαῖμον  

μειλίχιον πάλι φέγγος, —ὁ σὸς παῖς ὤλεσε πουλύ· —  

καὶ τὸν ἀπειρέσιον μέγαν οὐρανὸν αὐτὸς ὅδευε,  

ἥμισυ μὲν γαίης νέρθεν, τὸ δʼ ὕπερθε τανύσσας·  

οὕτω γὰρ πρέψειε τεὸν φάος Οὐρανίδαισι,  

καὶ φωτῶν ἀκάκωτος ἀεὶ λειφθήσεται εὐχή,  

πρηυμενῆ δʼ ἕξεις Ζηνὸς νόον· ἢν δʼ ἑτέρη τις  

λείπεταί σευ φροντὶς ἀταρβέος, ἵστορες αὐτοὶ  

ἀστέρες ὡς πυρόεντος ἐμοῦ μένος αἶψα κεραυνοῦ  

ὠκύτερον πώλων ..... δέμας .......  

Ἐπιγράμματα  

Μοῦνος ἀπʼ αἰῶνος δύο καὶ δέκα παῖς ἐνιαυτῶν  

Μάξιμος ἐξ ἀέθλων εἰς Ἀΐδην ἔμολον·  

νοῦσος καὶ κάματός με διώλεσαν· οὔτε γὰρ ἠοῦς,  

οὔτʼ ὄρφνης μουσέων ἐκτὸς ἔθηκα φρένα.  

Λίσσομαι, ἀλλὰ στῆθι δεδουπότος εἵνεκα κούρου,  

ὄφρα μάθῃς σχεδίου γράμματος εὐεπίην,  

εὐφήμου καὶ λέξον ἀπὸ στόματος τόδε μοῦνον  

δακρύσας· «Εἴης χῶρον ἐς ἠλύσιον·»  

ζωούσας ἔλιπες γὰρ ἀηδόνας, ἃς Αἰδωνεύς  

οὐδέποθʼ αἱρήσει τῇ φθονερῇ παλάμῃ.  

Βαιὸν μὲν τόδε σῆμα, τὸ δὲ κλέος οὐρανὸν ἵκει,  

Μάξιμε, Πιερίδων ἐκ σέο λειπομένων·  

νώνυμον οὐδέ σε Μοῖρα κατέκτανε νηλεόθυμος,  

ἀλλʼ ἔλιπεν λήθης ἄμμορον εὐεπίην.  

Οὔτις ἀδακρύτοισι τεὸν παρὰ τύμβον ἀμείβων  

ὀφθαλμοῖς σχεδίου δέρξεται εὐστιχίην·  

ἄρκιον ἐς δόλιχον τόδε σοι κλέος· οὐ γὰρ ἀπευθὴς  

κείσεαι οὐτιδανοῖς ἰδόμενος νέκυσι·  

πουλὺ δὲ καὶ χρυσοῖο καὶ ἠλέκτροιο φαεινοῦ  

ἔσσετʼ ἀεὶ κρέσσων ἣν ἔλιπες σελίδα.  

`268`

ΑΛΛΟ.

  

Οὐχ ὁσίως ἥρπαξας ὑπὸ χθόνα, κοίρανε Πλουτεῦ,  

πενταέτη νύμφην πᾶσιν ἀγαλλομένην·  

οἷα γὰρ ἐρχομένου ῥόδον εὔπνοον εἴαρος ὥρῃ  

ἐξέτεμες ῥίζης, πρὶν χρόνον ἐκτελέσαι.  

Ἀλλʼ ἄγʼ· Ἀλέξανδρα κἂν φίλατο, μηκέτʼ ὀδυρμοὺς  

ἱμερτῇ κούρῃ σπένδετε μυρόμενοι.  

Εἶχεν γὰρ, χάριν εἶχεν ἐφʼ ἡδυχρόοισι προσώποις,  

αἰθέρος ὥστε μένειν ἀθανάτοισι δόμοις.  

Τοῖς πάρος οὖν μύθοις πιστεύσατε· παῖδα γὰρ ἐσθλὴν  

ἥρπασαν, ὡς τερπνὴν, Ναΐδες, οὐ θάνατος.  

`269`

ΑΛΛΟ.

  

Εὕδεις, ὦ φιλότεκνε Μελάνθιε, καὶ βαθὺν ὕπονον  

εὕδεις, ἰατρὼν ὦ πολυπειρότατε·  

ἀλλʼ Ἀΐδας ζωοῖσιν ἐναντίος, ὃς τὸν ἀρωγόν  

νούσων εἰς μερόπων οὐκ ἐφύλαξεν ἄκη.  

`270`

ΑΛΛΟ.

  

Εἰς ἑαυτόν.  

Τὸν τέχνῃ λάμψαντα Μελάνθιον ἰητῆρα  

χθών με Κόως κρύπτει πρέσβυν ἀλυπότατον.  

`271`

ΑΛΛΟ.

  

Νύμφαι κρηναῖαί με συνήρπασαν ἐκ βιότοιο,  

καὶ τάχα που τιμῆς εἵνεκα τοῦτʼ ἔπαθον,  

νηπίη, οὐδὲ δυοῖν ἐτέοιν τέλος ἐξανύσασα,  

Φιλησίη τὴν κλῆσιν, Αὐσονὶς γένος.  

`272`

ΑΛΛΟ.

  

Θ. Κ.  

Εἴκοσί με ζήσαντα καὶ ἑπτὰ μόνους ἐνιαυτοὺς  

Παυλῖνον γαίη δέξατο νερτερίη·  

καί μοι ἀδελφειὴ κεῖται νέη ἐγγὺς Ὑγείη  

ἑπταέτις· τῆς δʼ ἦν οὔ τι γλυκειότερον.  

`273`

ΑΛΛΟ.

  

Τὴν Διὸς ἀμφίπολόν με Χελιδόνα, τὴν ἐπὶ βωμοῖς  

σπένδειν ἀθανάτων γρῆυν ἐπισταμένην,  

εὔτεκνον, ἀστονάχητον, ἔχει τάφος· οὐ γὰρ ἀμαυρῶς  

δαίμονες ἡμετέρην ἔβλεπον εὐσεβίην.  

`274`

ΑΛΛΟ.

  

Ἤματι μὲν γενόμην ᾧ καὶ κλυτότοξος Ἀπόλλων,  

τεσσαρακαιδεκέτης δʼ ἐξέλιπον βιότην·  

ταυτῷ δʼ ᾧ γενόμην θάνον ἤματι, τηνίκα Φοίβῳ  

ἀστοὶ πανδήμους ἐξετέλουν θυσίας.  

`275`

ΑΛΛΟ.

  

Ἅδʼ Ἡρακλείδην κατέχει κόνις, ὃν βαρὺς Ἀΐδας  

εἴρυσεν ἀϊθέων ἥλικος ἐξ ἀγέλας·  

ἄρτι γὰρ εὐμόχθου ἐπὶ γυμνάδος ἁγνὸν ἐφήβου  

σχῆμα λαχὼν ἐρατὰν ὤλεσεν ἁλικίαν·  

ἄρτι δʼ ἀριθμὸν ἐτῶν ἓξ καὶ δέκα τερπνὸς ἀμείβων  

Σμερτομάρᾳ στυγερὸν ματρὶ λέλοιπε γόον.  

`276`

ΑΛΛΟ.

  

Δέρκεο τόνδε, ξεῖνε, καταφθιμένοιο Φίλωνος  

τύμβον, ὃς ἐμμούσοις γράμμασιν εὐξυνέτως  

παιδείαν ἤσκησεν, ἅπασι δὲ κοινὸν ἐν ἀστοῖς  

ἦθος Λαρύμνης προσφιλέως ἔθετο·  

τὸν καὶ ἐτʼ ἀκμαῖον βίοτον λείποντα καθʼ ἥβην  

κῆδος ὁμοφρονέως πᾶσʼ ἐδάκρυσε πόλις.  

`277`

ΑΛΛΟ.

  

Ἄγγελε Φερσεφόνης, Ἑρμῆ, τίνα τόνδε προπέμπεις  

εἰς τὸν ἀμείδητον Τάρταρον Ἀΐδεω;  

—Μοῖρά τις αἰκέλιος τὸν Ἀρίστωνʼ ἥρπασʼ ἀπʼ αὔρης  

ἑπταετῆ· μέσσος δʼ ἔστιν ὁ παῖς γενετῶν.  

—Δακρυχαρὴς Πλούτων, οὐ παιγνία ἅπαντα βρότεια  

σοὶ νέμεται; τί τρυγᾷς ὄμφακας ἡλικίης;  

`278`

ΑΛΛΟ.

  

Ἡ Ῥώμη ξείνῳ κούφη πέλεν, ἥ σε μάκαιρα  

εὔνων εἰς οἶκον δεσποτέων ἔθετο.  

Ὧν ζῶσαν καὶ μνῆστιν ὁρᾷς Σατύροιο θανόντος,  

οὕνεκεν οὐ πίστις σῆς κατέδυ πόλεως.  

`279`

ΑΛΛΟ.

  

Τύμβον ὁρᾷς, παροδῖτα, περικλειτῆς Ῥοδογούνης,  

ἣν κτάνεν οὐχ ὁσίως λάεσι δεινὸς ἀνήρ·  

κλαῦσε δὲ καὶ τάρχυσʼ Ἀβιάνιος ἣν παράκοιτιν,  

καὶ βαιὴν στήλῃ τῇδʼ ἀπέδωκε χάριν.  

Ὄνομα τὸ πρίν με πᾶς ἔκλῃσεν Ἐπαγαθώ·  

νῦν δὲ Ῥοδογούνην βασιλίδος τὸ ἐπώνυμον.  

`280`

ΑΛΛΟ.

  

Οἳ στύγιον χῶρον ὑποναίετε, δαίμονες ἐσθλοί,  

δέξασθʼ εἰς Ἀΐδην κἀμὲ τὸν οἰκτρότατον,  

οὐ κρίσει ἐκ Μοιρῶν ἡρπασμένον, ἀλλὰ βιαίως  

αἰφνιδίῳ θανάτῳ μήνιος ἐξ ἀδίκου,  

ἄρτι μὲν ἐν προκοπῆς τάξει παρὰ δεσπότῃ ὄντα·  

ἄρτι δὲ καὶ γονέων ἐλπίδʼ ἐμὴν στερέσας,  

οὐ δέκα πέντʼ ἐτέων, οὐδʼ εἴκοσι τέρμʼ ἐνιαυτῶν  

ἐκτελέσας, γοερὸς οὐκ ἐσορῶ τὸ φάος.  

Τοὔνομά μοι Ὕπατος· λίτομαι δʼ ἔτι τὸν συνόμαιμον,  

τοὺς δὲ γονεῖς κλαίειν μηκέτι τοὺς τάλανας.  

`281`

ΑΛΛΟ.

  

Ξανθίππην Ἀκύλα μνήμῃ βιότου παρέδωκε,  

βωμῷ τιμήσας σεμνοτάτην ἄλοχον,  

παρθένον ἧς ἀπέλυσε μίτρην, ἧς ὥριον ἄνθος  

ἔσκεν, ἐν ἡμιτελεῖ παυσάμενον θαλάμῳ.  

Τρεῖς γὰρ ἐπʼ εἴκοσιν οὗ τελέωσε βίου ἐνιαυτούς,  

καὶ μετὰ τούσδʼ ἔθανεν τοῦτο λιποῦσα φάος.  

`282`

ΑΛΛΟ.

  

Ἡ πατρὶς μὲν μοὔστι Λύκων πόλις· εἰμὶ δʼ Ἀπολλᾶς  

ἐν Φαρίῃ γαίῃ θυμὸν ἀποφθίμενος  

νήπιος· ἡρπάσθην δʼ ἑκκαιδεκάτου ἐνιαυτοῦ  

ἕκτον ἀωροσύνῃ μῆνα παρερχόμενος.  

Νῦν δʼ Ἀβυδηναίου τὸν Ὀσείριδος ἀμφιπολεύω  

θῶκον καὶ φθιμένων οὐκ ἐπάτησα δόμους·  

ἀθανάτων καὶ τέκνα μεμορμένον οἶτον ἔπεισιν,  

ἀλλʼ οἰκεῖ μακάρων Ἠλύσιον πεδίον·  

ἔνθʼ ἅμα παισὶ θεῶν μʼ ἀγαγὼν Κυλλήνιος Ἑρμῆς  

ἵδρυσε καὶ Λήθης οὐκ ἔπιον λιβάδα.  

`283`

ΑΛΛΟ.

  

Πατρὶς μὲν Κασσώπα, πατὴρ δέ μοι ἦν Μενέδημος,  

μάτηρ δʼ ἐξετέκνωσεν Ἀριστοκράτειʼ Ἐχενίκαν·  

δισσὰ δὲ τέκνα λιποῦσαν ὁ παντοβαρὴς λάβε μʼ ᾍδης  

ἄκριτον, ἄστοργον θηρὸς ἔχων κραδίην.  

Ἀνδρὶ δὲ τέκνʼ ἔλιπον Λυσιξένῳ, ἠδὲ γονεῦσιν  

ὀρφανὰ ταῦτα τρέφειν ματρὸς ἔρημα νέας,  

ἡμετέραν δʼ ἀρετὰν οὐ φθέγξομαι, ἁ γὰρ ἀτέρμων  

πᾶσά τοι Ἤπειρος γαῖα φέροπλος ἐρεῖ.  

`284`

ΑΛΛΟ.

  

Ἥδʼ Εὐνοστιδέων θήκη, ξεῖνε, Εὔφρονα κρύπτει  

χρηστὸν, ὃς ἐν ζωοῖς ἤπιʼ ἔκευθε νόῳ  

καὶ δὲ σέο κρύπτει κάλλος νέον ἡ κόνις ἥδε  

χρηστὴν, ἣ ...........  

`285`

ΑΛΛΟ.

  

Ἄρτι γενειάσκων Μούσαις φίλος, ἐσθλὸς ἑταίροις  

κεῖμαι ἀδελφειῶν ὕστατος α........  

ὧν ὁ μὲν ἐν Κύπρῳ μοῖραν λάχε.........  

`286`

ΑΛΛΟ.

  

Ἄρτι νέας βαίνουσαν ἐς ἐλπίδας, ἄρτι τὰ θεῖα  

στέμματα Καρνείαις δερκομένην θυσίαις  

Μοῖρα θοὴ μάρψασα παρʼ ἀνέρος ἥρπασε κόλπων,  

οἷά τις ἰοβόρος διψὰς ἔχιδνα φιλεῖ,  

Σμύρναν τὰν φιλότεκνον· ἐπʼ ἀνδρὶ δὲ παῖδα λέλοιπα  

ὀκταέτιν· θνήσκω δ...........  

μναμόσυνον προλιποῦσα πόσι κατὰ δῶμα θύγατρα  

Μαινίῳ· ὑψίστου δʼ ἠρίον ἄγχι Διός·  

ἐνθάδε γάρ με σύνευνος ἔθηκʼ Ἀπολλώνιος καὶ  

τοῦτό μου ἐν νούσοις δῶρον ἄριστον ἔην.  

Ἥρπακεν οὖσαν ἄμεμπτον, ἀφʼ οὗ σέβας εἶχον ἄνακτος  

ζῶσα καὶ ἐν φθιμένοις τοῦτό γε δασαμένη.  

Τοίνυν οὐ τύμβον κατὰ γῆς, μακάρων δὲ λέλογχα  

χῶρον καὶ τὰ θεῶν δώματα χρυσοπαγῆ.  

`287`

ΑΛΛΟ.

  

Θ. Κ.  

Μαργαρίδος τόδε σῆμα ἑῆς Εὔηνος ἔτευξεν  

εἵνεκα μνημοσύνης τῆς φιλίης ἀλόχου.  

Κούρην γάρ μιν ἔγημεν ἔτη τρία καὶ δέκʼ ἔχουσαν·  

πεντήκοντα γάμων δʼ ἔτεα πλησαμένη  

κάτθανεν, ἑξήκοντα τριῶν ἐτέων γεγαυῖα,  

εὐφράνασα πόσιν παντὶ ἑῷ βιότῳ.  

`288`

ΑΛΛΟ.

  

Μάγνης ἐκ Φρυγίης· Σκυθίη δέ με παρθένος ἁγνή  

ἔτρεφʼ ἐλαιηρῷ Μανθίῳ ἐν πεδίῳ  

παλίσκιον λιπόντα Μαγνήτων πόλιν.  

`289`

ΑΛΛΟ.

  

Πωπιλίης τάφος οὗτος· ἀνὴρ δʼ ἐμὸς αὐτὸν ἔτευξεν  

Ὠκεανὸς, πάσης ἐμπέραμος σοφίης.  

Κούφη τοίγαρ ἐμοὶ πέλεται κόνις· ἐν δʼ Ἀχέροντι  

ὑμνήσω τὴν σὴν, ὦ ἄνερ, εὐσεβίην.  

Μέμνεο κἠν ζωοῖς ἐμέθεν, καὶ πολλάκι τύμβῳ  

σπεῖσον ἀπὸ βλεφάρων δάκρυʼ ἀποιχομένῃ,  

καὶ λέγε Πωπιλίην εὕδειν, ἄνερ· οὐ θεμιτὸν γὰρ  

θνήσκειν τοὺς ἀγαθοὺς, ἀλλʼ ὕπνον ἡδὺν ἔχειν.  

`290`

ΑΛΛΟ.

  

Οὐ φιλία κέκληκε τριακοστῷ λυκάβαντι  

ἡ Μοῖρʼ ὠδίνων φόρτον ἀειρομένην  

Πώλλαν πολλὰ λιποῦσαν ἀπεχθέα δάκρυα μητρί·  

μητέρα τὴν μήπω πικρὸς ἔμαρψʼ Ἀΐδης.  

`291`

ΑΛΛΟ.

  

Κ. Θ.  

Ἐνθάδε Κυμαίων κεῖμαι καλῆς ἐπὶ γαίης  

ἡλικίης τελέσας δὶς δέκα καὶ δύʼ ἔτη.  

`292`

ΑΛΛΟ.

  

Θειοτέλους τόδε Σᾶμα, τὸν ἤροσεν ἁ φερέκαρπος  

Ποιμάνδρου γενεὴ, τίμιον Ἐννεότα·  

τὸν καὶ χθὼν ἐδάκρυσεν, ἐπεὶ φάος ἔσβεσεν ᾍδης  

λαμπρὸν ἀριζάλου φαινόμενον σοφίης.  

Ἆ θνατοὶ, κραδίην φαύλην ἔχετʼ, ἢν δὲ νοῆτε  

κρέσσονα, βασκαίνει τοῖς ἀγαθοῖς Ἀΐδης.  

`293`

ΑΛΛΟ.

  

Τὸν Χαρίτων με γέμοντʼ ἐσορᾷς κλεινὸν Χαρίτωνα,  

μοῖραν ἀναπλήσαντʼ Αὐσονίῃ ἐνὶ γῇ·  

τίκτε δὲ Σαρδονίη με περίρρυτος, ἐν δʼ ἄρα Τάρσῳ  

πίστιν ἔχον ταβούλης χρήματος Αὐσονίου.  

Ἀλλʼ ἄρʼ ἐσαθρήσας φωτὸς δέκα τρὶς λυκάβαντας  

πρὸς πέντε, φθίμενος τήνδʼ ἐπίκειμαι κόνιν.  

`294`

ΑΛΛΟ.

  

Χρῆμα τὸ πᾶν Θείας, βαῖας κυνὸς, ἠρία κεύθει,  

εὐνοίας, στοργῆς, εἴδεος ἀγλαΐαν·  

κούρη δʼ ἁβρὸν ἄθυρμα ποθοῦσʼ ἐλεεινὰ δακρύει  

τὴν τροφίμην, φιλίας μνῆστιν ἔχουσʼ ἀτρεκῆ.  

`295`

ΑΛΛΟ.

  

Ὤλετο ποντοπόροις θυμὸν τέρψασα δʼ ἀηδὼν  

ἀθανάτοις, κόλπῳ Κυπρίδος ᾀσομένη.  

`296`

ΑΛΛΟ.

  

Δακρυόεις ἀλόχῳ Γλυκέρᾳ τόδε σῆμα προμοίρῳ  

τεῦξα Γαλακτῖνος ἀρτιθαλεῖ φθιμένῃ.  

`297`

ΑΛΛΟ.

  

Τραϊανοῦ τάφος οὗτος, ὃς εὐσεβὲς εἶχε νόημα.  

`298`

ΑΛΛΟ.

  

Βάσσος ἐγὼν ὅδʼ ἐκεῖνος, ὃν ἔκτανε Δύσφορος ἀνήρ.  

`299`

ΑΛΛΟ.

  

Καλλίτεκνον σεμνὴν ὅδε τύμβος ἔχει σε, Ἀφροδίτη.  

`300`

ΑΛΛΟ.

  

Θεοῖς Καταχθονίοις.  

Εὕρεσιν ἐνθάδε γῆ κατέχει θανάτοιο λαχοῦσαν  

μητέρα τὴν εὔτεκνον· εὐδαίμονες παροδῖται.  

`301`

ΑΛΛΟ

  

Θεοῖς Καταχθονίοις.  

Μήτηρ μοι σεμνὴ Διδύμα παρακοιμηθεῖσα·  

ἑπτὰ δὲ δίς μʼ ἐτέων Δημήτριον αἶα κέκευθεν.  

`302`

ΑΛΛΟ.

  

Γῆρας ἐρημώσασα πατρὸς νέκυς ἐνθάδε κεῖμαι  

Καλλιτύχη, φθονερῷ δαίμονι χρησαμένη·  

Μοῦσαι δὲ εὐχωλαῖσι ἐπήκοοι οὐκ ἐγένοντο  

πατρὸς ἐμοῦ ζακόρου· μοῖρα δʼ ἔχει με πέδῳ  

Ἀσκραίῳ κρύψασα· τίς ἐλπίδας οὐκ ἐδάκρυσεν  

τὰς ἀτελεῖς γονέων, εἰς ἐμὲ δερκόμενος;  

Σουλπικίου ζακόροιο λυγρὰ παῖς ἐνθάδε κεῖται  

Καλλιτύχη, δύʼ ἐτῶν πλησαμένῃ δεκάδας.  

`303`

ΑΛΛΟ.

  

Ἦν τις ἐμὰν μετὰ μοῖραν ἐμὸν βίον ἐξερεήνῃ,  

χὥτις ἔην, τί δʼ ἔρεξα, καὶ οὔνομα πατρίδος ἁμῆς,  

μανύσει λίθος ἅδε καὶ ἐσσομένοισιν ἀκούην·  

πάτρα μοι πέλεται ματρόπολις Εὐξείνοιο,  

ἄστυ περικλήιστον ἐϋμελίαο Τόμοιο.  

Οὔνομα δʼ ἦν Σκλάδατος, τέχναν δεδάημαι ἄνακτος  

Ἱπποκράτους θείοιο καὶ ἐσσομένοισιν ἀκούην.  

`304`

ΑΛΛΟ.

  

Καππαδόκων ἔθνους πολυανθέας οἴδατʼ ἀρούρας·  

κεῖθεν ἐγὼ φυόμην ἐκ τοκέων ἀγαθῶν·  

ἐξότε τοὺς λιπόμην, δύσιν ἤλυθον ἠδὲ καὶ ἠῶ·  

οὔνομά μοι Γλάφυρος καὶ φρενὸς εἴκελον ἦν.  

Ἑξηκοστὸν ἔτος πανελεύθερον ἐξεβίωσα  

καὶ καλὸν τὸ τύχης καὶ πικρὸν οἶδα βίου.  

`305`

ΑΛΛΟ.

  

.......φίλα δέ με γείνατο μήτηρ,  

Πρῖμος δʼ οὔνομά μοι, Μαντινέη δὲ πάτρη.  

Εἰκοστὸν λυκάβαντα καὶ ὄγδοον οὐκ ἔτι πλήσας,  

ἥρπασμαι, γαμετῇ παῖδα λιπὼν Ἰόλην.  

Οὐδὲ λαθεῖν εἴα με ταχὺς δρόμος οὐδὲ παλαίστρης  

κῶμος· ἐν εἰλαπίναις δʼ ἐσθλὸς ἀεὶ κλέομαι.  

Ταῦτα μαθὼν, ξένε, πῖνε, γέλα, κώμαζε, μυρίζου·  

κοινὰ γάρ ἐστι βροτοῖς ταῦτα τὰ συνθέματα.  

`306`

ΑΛΛΟ.

  

Σπενδοφόρῳ τόδε σᾶμα κλυτοὶ τεύξαντο τροφῆες,  

δωδεκέτους Μοιρῶν οἶμον ἀμειβομένου.  

`307`

ΑΛΛΟ.

  

Μητρὸς καὶ θυγατρὸς παιδός τʼ ἔτι τύμβος ὅδʼ εἰμί,  

οἳ λάχον ὠκίστην ἄτραπον εἰς Ἀΐδην,  

ὧν ὁ μὲν ἐν κούροισιν Ἀλεξάνωρ ἐκαλεῖτο,  

ἡ δʼ Ὑγίεια, γάμου πρόσθεν ἀποφθιμένη.  

Ἄρρενι δʼ ἠιθέῳ παιδείην ὤπασε Μοῦσα,  

ἣν Ἀΐδης φθονερὸς νόσφισεν αὐξομένου.  

Καὶ μήτηρ μὲν ἔχει παῖδας δύο, τρισσὰ δὲ πένθη  

νῦν κλαίει γαμέτης ἄμμιγα καὶ γενέτης.  

`308`

ΑΛΛΟ.

  

Κεκροπία μὲν ἐμοὶ σαόφρων πέλει, ὦ ξένε, μήτηρ,  

ξυνὸν γῆς πατρίας οὔνομʼ ἐνεγκαμένη,  

ἐκ δὲ πατρὸς γενόμην μεγακύδεος ἐν Κεκρόπεσσι  

Θειοφίλου προγόνοις καὶ γένει εὐπατρίδου.  

Οἷς βρεφέων καὶ πρὶν μὲν ἀνήρπασεν ἄγριος αἶσα  

τερπνῶν παρθενικὴν ἄνθος Ἀθηναΐδα·  

ἀμφὶ δʼ ἐμεῦ καὶ δῆμος ἅπας ἐδάκρυσεν Ἀθήνης,  

εἵνεκεν ἡλικίας τʼ ἠδὲ σαοφροσύνης,  

καὶ κάλλευς μελέων ἀνδρηΐου· ὥς τε μάλιστα  

παιδείᾳ πινυτῇ καὶ σοφίῃ μελόμην.  

Δάκρυα δʼ οὐ ψύχει γενέτης ἐμὸς οἰκτρὸς, ὀλέσσας  

εὐφροσύνην βιότου καὶ χέρα γηροκόμον.  

Μέτρον μοι ζωῆς ἔτη εἴκοσιν, οὔνομα Φαῖδρος·  

χήρας Λευκείας λέκτρʼ ἀλόχου λιπόμην.  

Κούρην δʼ, ἣν τέκομεν, γεραροὶ κομέουσι τοκῆες  

βαιὴν ἀντὶ τόσης δύσμοροι ἀγλαΐης.  

`309`

ΑΛΛΟ.

  

Ἄρτι με νυμφιδίων ἀπὸ δύσμορον ἥρπασε παστῶν  

δαίμων ἐς τριτάτην νεισόμενον δεκάδα,  

ἀρτιβίου περόωντα κατʼ εὐκλέα θέσμια δόξας  

στυγνὸς ἄπαιδα δόμοις ἀμφεκάλυψʼ Ἀΐδης  

Ἀντιφόωντα, γοναῖσι Σοφοκλέος ὃν τέκε μάτηρ  

Ἥρω, τᾷ λιπόμαν οὐ τέκος, ἀλλὰ τάφον.  

Αἰαῖ, τίπτε, Τύχα, με τὸν εὐκλέα πατρίδι κόσμον,  

τλάμονα δυσπενθὴς ὠρφάνισας βιότου;  

`310`

ΑΛΛΟ.

  

Ὁ τύμβος ἐσθλὸν υἷα τὸν Σοφοκλέος  

Εὐρυμενίδην κέκευθεν, ᾧ βίου μόνα  

ἐτῶν διεξάμειπτο διπλόα δεκάς·  

κατεῖδε δʼ οὔτι νυμφικῶν ἐφίμερον  

παστὸν γάμων πάρεδρον, ἀλλʼ ὑπʼ ὀλβίων  

σφαλεὶς μελάθρων στυγνὸν ἦλθʼ ὑπʼ Ἀΐδαν,  

δυσπενθὲς Ἡροῖ ματρὶ καὶ συναίμοσι  

λιπὼν φίλαισιν ἄλγος· ἁ δʼ ἁλιστεφὴς  

δόξας ἕκατι τῷδε πατρία Θάσος  

τὰ σεμνὰ τιμᾶς δῶρʼ ἔνειμεν εὐκλέους.  

`311`

ΑΛΛΟ.

  

Οὐ γάμον, οὐχ ὑμέναιον ἐμοὶ φίλα ἄνυσε μάτηρ  

Ἥρω, ἀποφθίμενον δʼ ἐστενάχησε γόοις,  

εἰκοστὸν τανύσαντʼ ἐτέων δρόμον· ἄμμε δʼ ὁμαίμους,  

τλάμονες, ἐν δισσοῖς μησὶν ὅδʼ ἔσχε τάφος·  

πατρὸς δʼ εὐόλβοιο Σοφοκλέος ἄρσενα γένναν  

ὠκύμορον φθιμέναν ἐστενάχησε Θάσος·  

μάτηρ δʼ ἁ μεγάλαυχος ἐφʼ υἱάσιν, ἁ πάρος εὔπαις,  

οὐχὶ τέκη, κωφοὺς δʼ ἀντὶ δέδορκε τάφους.  

`312`

ΑΛΛΟ.

  

Ἴδριν Ἀθηναίης πάντων Διονύσιον ἔργων  

ἡ ξείνη Πατάρων γῆ με λαβοῦσα κρατεῖ  

Τμώλου ἀπʼ ἀμπελόεντος· ἔχω δὲ κλέος καὶ ἐν αὐτοῖς  

ὠδείῳ μεγάλην ἀμφιβαλὼν ὀροφήν.  

`313`

ΑΛΛΟ.

  

Αὐρηλία Ζμύρνα, χαῖρε.  

Ζμύρνης οὗτος ὁ τύμβος, ὃν εἰσοράᾳς, παροδῖτα,  

ἔστι παρὰ φθιμένοις ἀέναος θάλαμος·  

ἣν γονέες πενθοῦντες ἐπὶ τριόδου κατέθαψαν,  

ἑξαέτη λυγρὴν μοῖραν ἐνεγκαμένην.  

`314`

ΑΛΛΟ.

  

Πᾶσι θεοῖς θύσας καὶ σωθεὶς πάντοθʼ ὑπʼ αὐτῶν  

εἰς τύμβον κεῖμαι ἐννέʼ ἔχων δεκάδας.  

`315`

ΑΛΛΟ.

  

Πάνθʼ ὅσα τοῖς χρηστοῖς φθιμένοις νόμος ἐστὶ γενέσθαι,  

τῶνδε τυχὼν κἀγὼ τόνδε τάφον κατέχω.  

`316`

ΑΛΛΟ.

  

Οὔνομα Θεσμοφάνην με πατὴρ φίλος ἡ δʼ ἅμα μήτηρ  

κίκλησκον, δυεροῦ πρὶν θανάτοιο τυχεῖν·  

ἑπτὰ δέ μοι Μοῖραι περιτελλομένους ἐνιαυτοὺς  

ἐκλώσαντο μίτοις, ἄτροπα γραψάμεναι.  

Ναὶ μὴν καὶ πάντων με καλῶν, ὅσα παισὶ φερίστοις,  

πλῆσεν προφρονέως κλεινὸς ἐμεῖο πατήρ.  

Πάσας γὰρ λοιβάς τε καὶ ὅσσα μέμηλε θεοῖσιν;  

εἵνεκʼ ἐμῆς ψυχῆς οὐ λίπε, μειλιχίοις.  

Καὶ γάρ μʼ Εὐμόλποιο θυηπόλοι, εἰρεσιώνην  

τεύξαντες, μεγάλην ὤπασαν εὐκλεΐην·  

στέμμα δὲ καὶ κισσοῖο Διωνύσου θιασῶται  

πυρφόροι ἐς τόδε μοι μνῆμα κατεξετέλουν.  

Ἦ ῥα καλὸν σέβας εἴμʼ, εἰ μὴ ψευδὴς λόγος ἀνδρῶν  

παῖδας ἀποθνήσκειν, οὓς φιλέουσι θεοί.  

Τοὔνεκά μοι, πάτερ ἐσθλὲ, φανήσει· μηκέτι σεῖο  

τειρόμενος γλυκερὴν τρῦχε χρόνῳ κραδίην.  

`317`

ΑΛΛΟ.

  

Τερπνῆς ἄνθος ἐφηβείης φίλον ὤλεσα Πρίσκος,  

ἕβδομον ἡνίκʼ ἔτος κακὸν ἤλυθε· δὴ τότε γάρ με  

δακρυόεις Ἀΐδης σὺν Ὀρειάσιν ἠΐστωσεν·  

τύμβος δὲ στονόεις ὅδε μʼ ἴσχει, ὅς ῥα τέτυκται  

ἀγχοῦ Νυμφάων, ὅθεν αἰεὶ ἄστυ Ἀθήνης  

πᾶσιν ἀπαγγελέει με παροῦσιν τʼ ἐσσομένοις τε.  

`318`

ΑΛΛΟ.

  

Ἀττικοῦ Ἡρώδης Μαραθώνιος, οὗ τάδε πάντα  

κεῖται τῷδε τάφῳ, πάντοθεν εὐδόκιμος.  

`319`

ΑΛΛΟ.

  

Τόνδʼ ἀρετῇ προὔχοντα νέων, φίλον ἀθανάτοισι,  

μουσοπόλον Φιλότιμον, ὁμώνυμον υἱέα πατρί,  

Σύμφορος ἐσθλὸν ἑταῖρον ἀνέστησεν συνέφηβος,  

πίστιν καὶ ζώοντι φέρων, μνήμην τε θανόντι.  

`320`

ΑΛΛΟ.

  

Ζήσας ὡς δεῖ ζῇν ἀγαθὸς δʼ ἐν ἅπασι νομισθεὶς  

Θρέπτος ἀκμὴν νέος ὢν ᾤχετʼ ἐς ἡμιθέους.  

`321`

ΑΛΛΟ.

  

Θρέπτος ὁ παῖς Μούσαις ἀρέσας, ὃν ἐπῄνεσεν Ἑλλὰς  

καὶ περίφρων Ἀσίη καὶ νοεροὶ βασιλεῖς,  

οὐκέτι ταῖς θυμέλαις ταῖς εὐστεφάνοις παρεδρεύω,  

τερπνὰ μέλη κελαδῶν τοῖς λιγυροῖσι χοροῖς·  

οὐδὲ σύνευνον ὁρῶν φιλοσύγγαμον οὐδὲ τὰ τέκνα,  

κεῖμαι τοῦτον ἔχων οἶκον ὑπαΐδιον.  

Παροδῖτα, χαῖρε.  

`322`

ΑΛΛΟ.

  

Ὧδʼ Ἐπάφου γέννημα σοφοῖς ἐπιείκελος ἀνήρ,  

κεῖμαι, Ῥωμαίων σπέρμα πολυκτεάνων,  

κλῃζόμενος Δέκιμος Σερουίλιος, εἰς ἔτη ἐλθὼν  

ἐννέα που δεκάδων καὶ τρία, ὡς ἔλεγον.  

`323`

ΑΛΛΟ.

  

Ἑκτόρεον τύμβον τὸν ἐθαύμασε θεῖος Ὅμηρος.  

..................  

`324`

ΑΛΛΟ.

  

Ἶσόν τοι τοκεέσσι Θράσων γέρας ὤπασε τιμᾷ  

Θευγένει ἀντʼ ἀγαθᾶς τοῦτο διδασκαλίας,  

ἐσθλὰ δαεὶς Παίωνος ἀλεξητήρια νούσων,  

οἷς πολλοὺς θανάτου ῥύσατο καὶ καμάτων.  

Ἀλλά τις αἰνείτω τὸν ἀεὶ χρόνον ἀνέρα τοῦτον,  

ὅς κε φίλου λάθαν μηδὲ θανόντος ἔτλα.  

`325`

ΑΛΛΟ.

  

Ὁ δῆμος Ληναῖον Ἀρτεμιδώρου.  

Καὶ τὸ πρὶν ἐν πολέμοις τηρῶν πύργον, παροδῖτα,  

καὶ νῦν τηρήσω, ὡς δύναμαι, νέκυς ὤν.  

`326`

ΑΛΛΟ.

  

Τρινακρίη γαίη με λοχεύσατο, τοὔνομα Οὐήραν,  

σωφροσύνης βιότῳ κῦδος ἐνεικαμένην·  

κουρίδιος δὲ πόσις κρύψε χθονὶ τῇδε καλύψας  

δακρυχέων ἐπʼ ἐμοὶ συχνὸν ἀπὸ βλεφάρων,  

κηδεύσας ἀρετῇς ἀντάξιον ἡμετέρῃσιν  

ἡλικίης ἐτέων εἴκοσι καὶ τετόρων.  

Ὦ θνητῶν ὀλίγος τε βίος καὶ ἄφευκτος ἀνάγκη,  

ὥς με τάχος βιότου νόσφισε καὶ γαμέτου.  

`327`

ΑΛΛΟ.

  

Ἀντιοχῆ Θεμίσωνος ἀεθλοφόρον κόνις ἥδε  

κεύθει δωδεκέτη παῖδα Θεμιστοκλέα,  

ὃς βουλὰν καὶ θάρσος ἔχων ἴσʼ ὁμωνύμῳ ἀνδρί  

θνήσκει τὴν Μοιρῶν οὐ προφυγὼν δύναμιν.  

`328`

ΑΛΛΟ.

  

Δμωῒς δρηστοσύνῃσι κεκασμένη οἷσι ποθεινή  

θρεψαμένοις, τύμβου τοῦδε θανοῦσʼ ἔλαχεν.  

`329`

ΑΛΛΟ.

  

Ἀρτεμίδωρος Εἰαρίνῳ καὶ Σπόρῳ τοῖς ἀδελφοῖς  

μνείας χάριν.  

Τῇδε καταφθιμένους διδύμους δύο φῶτας ἀρίστους  

Εἰάρινον τύμβος καὶ Σπόρον εἷς ἔλαχεν·  

πατρὶς δʼ Ἡράκλεια, καὶ Ἀρτεμίδωρος ὁ τεύξας  

λάινον ἀμφοτέροις βωμὸν ὕπερθε τάφου.  

`330`

ΑΛΛΟ.

  

Σῆμά με Νυκτελίοιο νεοστεφὲς οἰχομένοιο  

δυστήνων ὁράᾳς δακρυόεν τοκέων.  

`331`

ΑΛΛΟ.

  

Ἐξ ἀγαθῶν πατέρων ἀγαθὸς φὺς ἐνθάδε κεῖται.  

`332`

ΑΛΛΟ.

  

Ἦλθον ἐς ἀθανάτους πολλοὶ κατʼ Ὀλύμπιον ἕδρην  

ἀλλὰ θεὸς τούτων ἐστὶ πατὴρ ὁ μέγας,  

ὃς κόσμον διέταξε, Σελήνην νυκτὶ κελεύσας  

πείθεσθαι, Τιτᾶνʼ ἡμεριναῖς χάρισιν·  

ᾧ πεισθεῖσα δέμας μὲν ἐπὶ χθονὸς ἧς ἀπετέχθην  

λείπω, τὴν ψυχὴν δʼ ἀθανάτην ἔλαχον.  

Ἐν γαίῃ μὲν σῶμα τὸ συγγενὲς, οὐράνιος δὲ  

ἤλυθεν ἡ ψυχὴ δῶμα κατʼ οὐ φθίμενον.  

Κεῖται μὲν γαίῃ φθίμενον δέμας, ἡ δὲ δοθεῖσα  

ψυχή μοι ναίει δώματʼ ἐπουράνια.  

Ἀθάνατος ψυχὴ τὰ μὲν οἰκία τῶν ἐν Ὀλύμπῳ  

ναίω, σῶμα δʼ ἐμὸν γαῖα φέρει φθίμενον.  

Ἓν μὲν ὑπʼ ἀγκαλίσιν φέρομαι τέκνον ἑνδεκέτηρον  

Εὐόδῳ, ὃς πόσις ἦν ὁππότʼ ἔναιε δόμους,  

τεσσαρακονταέτης δὲ πρὸς οὐρανὸν ἀστεροέντα  

ἤλυθον, ἐν γαίῃ σῶμʼ ἐμὸν ἐνθεμένη.  

`333`

ΑΛΛΟ.

  

Εἰς τὸν αὐτόν.  

Τοῦτʼ Εὔοδος βροτοῖς πᾶσι παραινῶ·  

Τὴν ψυχὴν μεγάλως καλόν τʼ ἔκθες,  

καὶ τρυφῇ βίοτον παρηγόρησον,  

εἰδὼς ὡς καταβὰς ἐς πῶμα Λήθης,  

οὐδὲν τῶν ἐπάνω κάτω ποτʼ ὄψει,  

ψυχῆς ἐκ μελέων ἀποπταθείσης.  

`334`

ΑΛΛΟ.

  

Ἡρπάχθη Μεγάρα Μάρκου· αἰεὶ δὲ προσεῖπεν  

κουρίδιον γαμετὴν, σῶμα φίλον, φθαμένη.  

Ἡρπάχθη, δαίμων δὲ πικρῆς οὐ λήθετο μοίρης,  

ἅμα καὶ ἐν μεγάροις υἱέα λειπόμενον  

Ῥοῦφον ἄφνω ἥρπαξε, δόμους δʼ ἔκδυσʼ ἐλεεινούς·  

κήδεσι καὶ γοερὴ πᾶσʼ ἐδάκρυσε πόλις.  

Ἀλλὰ τύχης οὐκ ἔστι φυγεῖν ἀμετάτροπα δῶρα,  

Μάρκε· τίς ἀπλήστου πένθεος ὠφελίη;  

Τέτλαθι, καὶ γὰρ ἄνακτες, ἀμειδήτῳ ποτε πένθει  

κύρσαντες, τοίης ἄλγος ἔχουσʼ ὀδύνης.  

`335`

ΑΛΛΟ.

  

Νυμφιδίου θαλάμοιο λιπὼν δυσπενθέα κόσμον,  

καὶ γονέων οἰκτρῶν δακρυόεντα δόμον,  

κεῖμαι ἐς αὐχμηροὺς καὶ ἀλαμπέας Ἀΐδος εὐνάς,  

εἰκοσιτέσσαρʼ ἔχων Κασσιόδωρος ἔτη.  

Ἀπροϊδὴς νοῦσός με συνήρπασε· μουνογενῆ δὲ  

νηπίαχον κούρην λείπω ὑπʼ ἠέλιον.  

`336`

ΑΛΛΟ.

  

Τὸν τάφον ἠργάζοντο γεραιοτέροις· ὁ δὲ δαίμων  

νηπίου ἀντεβόλησʼ ἑπταετεῖ κλίματι.  

Συγγενέες γενέται τε ὁμοῦ ὃν ἔθρεψαν ἔθαψαν  

Γάιον· ὦ μερόπων ἐλπίδες οὐ μόνιμοι.  

`337`

ΑΛΛΟ.

  

Ἄρτι με γευόμενον ζωᾶς βρέφος ἥρπασε δαίμων,  

οὐκ οἶδʼ εἴτʼ ἀγαθῶν αἴτιος, εἴτε κακῶν.  

Ἀπλήρωτʼ Ἀΐδα, τί με νήπιον ἥρπασας ἄφνω;  

τί σπεύδεις; οὔ σοι πάντες ὀφειλόμεθα;  

`338`

ΑΛΛΟ.

  

Ἄρτι γενειάζοντά μʼ ὁ βάσκανος ἥρπασε δαίμων·  

ὀκτωκαιδεκέτης ἔστιχον εἰς Ἀΐδην·  

μῆτερ ἐμὴ, θρήνων ἀποπαύεο, λῆξον ὀδυρμῶν  

καὶ κοπετῶν· Ἀΐδης οἶκτον ἀποστρέφεται.  

`339`

ΔΙΟΝΥΣΙΟΥ ΜΑΓΝΗΤΟΣ.

  

Φράζε τίνος γονέος, σέο τʼ οὔνομα καὶ πόσιν αὔδα,  

καὶ χρόνον εἰπὲ, γύναι, καὶ πόλεως ὅθεν εἶ.  

—Νίκανδρος γενέτωρ, πατρὶς Πάρος, οὔνομα δʼ ἦν μοι  

Σωκρατέα· φθιμένην Παρμενίων δʼ ἔθετο  

σύλλεκτρος τύμβῳ με· χάριν δέ μοι ὤπασε τήνδε,  

εὐδόξου ζωᾶς μνῆμα καὶ ἐσσομένοις.  

Καί με πικρὰ νεαροῖο βρέφους ἀφύλακτος Ἐριννὺς  

αἱμορύτοιο νόσου τερπνὸν ἔλυσε βίον·  

οὔθʼ ὑπʼ ἐμαῖς ὠδῖσι τὸ νήπιον ἐς φάος ἦγον,  

ἀλλʼ ὑπὸ γαστρὶ φίλᾳ κεύθεται ἐν φθιμένοις.  

Τρισσᾶς ἐκ δεκάδος δὲ πρὸς ἓξ ἐτέων χρόνον ἦλθον,  

ἀνδρὶ λιποῦσα τέκνων ἀρσενόπαιδα γονάν·  

δισσὰ δὲ πατρὶ λιποῦσα καὶ ἱμερτῷ συνομεύνῳ,  

αὐτὰ ὑπὸ τριτάτῳ τόνδε λέλογχα τόπον.  

Ἀλλὰ σὺ παμβασίλεια θεὰ, πολυώνυμε Κούρα,  

τήνδʼ ἄγʼ ἐπʼ εὐσεβέων χῶρον, ἔχουσα χερός·  

τοῖς δὲ παρερχομένοισι θεὸς τέρψιν τινὰ δῴη,  

εἴπασιν χαίρειν Σωκρατέαν κατὰ γῆς.  

`340`

ΑΔΕΣΠΟΤΟΝ.

  

Ὁ δῆμος Λεοντεῖ Εὐρυδίκου ἥρῳ.  

Τὸν δʼ ἀρετὰν ἀμείψασα Λεοντέα Εὐρυδίκοιο  

τίμησεν πάτρα γυμνάδος ἐν τεμένει·  

ἄρτι γὰρ ἐκ χλαμύδος νεοπενθὴς ὤχετʼ ἐς ᾍδα  

ὀκτωκαιδεκέτης, ματρὶ λιπὼν δάκρυα·  

ὃν στεφάνῳ τίμησε πόλις καὶ σήματι τῷδε  

μανύουσʼ ἀγαθῶν καὶ προγόνων ἀρετάν.  

Ὦ Μοίρας ἄτρυτοι ἀναγκαστῆρες ἄτρακτοι,  

τὸν ἱερὸν πέμψαιτʼ εἰς δόμον εὐσεβέων.  

`341`

ΑΛΛΟ.

  

Ἐνθάδε Σώτηρον Χαιρωνέα χαλκεοτέχνην  

Αἰδηψοῦ δάπεδον τὸν φίλιον κατέχει,  

ἀντʼ ἰδίας πατρίδος γὰρ ἐπῄνεσεν ἐνθάδε ναίειν  

ταῖς ἱλαραῖς αἰὲν ᾐόσι τερπόμενος.  

`342`

ΑΛΛΟ.

  

Σῆμα τόδʼ ἥρωος ὁ πατὴρ παρὰ ταῖσδε πύλαισιν  

Πυθικὸς ἵδρυσεν παιδὸς ἐπὶ φθιμένου,  

Ῥήτρου πᾶσι φίλου, καλοῦ, πινυτοῖο καὶ ἐσθλοῦ,  

τοῦ νεαροῦ, βιοτῆς τυτθὸν ἐπαυρομένου.  

`343`

ΑΛΛΟ.

  

Κόδρου τοῦτο πέσημα Μελανθείδαο ἄνακτος,  

ξεῖνε, τὸ καὶ μεγάλην Ἀσίδα τειχίσατο,  

σῶμα δʼ ὑπʼ ἀκροπόληι φέρων τάρχυσεν Ἀθήνης  

λαὸς, ἐς ἀθανάτους δόξαν ἀειράμενος.  

`344`

ΑΛΛΟ.

  

Ἐλπὶς ἐμοίγʼ ὄνομʼ ἐστὶ, πατρὶς δʼ Ἀσίης προὔχουσα  

Λαοδίκειʼ, ἔθανον δʼ ὀκτωκαιδεκέτις.  

`345`

ΑΛΛΟ.

  

Παρθενόπην κύνα θάψεν ἄναξ ἑὸς ᾗ συνάθυρεν,  

ταύτην τερπωλῆς ἀντιδιδοὺς χάριτα.  

Ἔστʼ ἆθλον στοργῆς ἄρα καὶ κυσὶν, ὥς νυ καὶ ἥδε  

εὔνους οὖσα τροφεῖ σῆμα λέλογχε τόδε.  

Ἐς τόδʼ ὁρῶν χρηστὸν ποιοῦ φίλον, ὅς σε προθύμως  

καὶ ζῶντα στέργοι καὶ νεκρὸν ἀμφιέποι.  

`346`

ΑΛΛΟ.

  

..................  

....... βιοτὴν γαίῃ ἐν Αὐσονίῃ.  

Αἰεὶ δὲ μνήμῃ σε φυλάξομεν ὡς παρέοντα  

εἵνεκεν ἰθείας εἵνεκά τʼ ἀγλαΐης·  

οὐδὲ μὲν ἐν θαλίῃ σέο λησόμεθα, οὐδὲ παλαίστρᾳ,  

ἀμφοτέρης ἀρετῆς σῆς ἐπιδευόμενοι.  

Οἲ ὡς μὲν θαλίῃσι λυροκτύπος, ὡς δὲ κραταιῇ  

ἀμφὶ πάλῃ βιότου ἄνθος ἔχων ἔθανες.  

`347`

ΑΛΛΟ.

  

Σαββίων Στεφάνου.  

Ἐφθάσθης, δύστανε, τύχης δηλήμασι, καί σευ  

πάντα λέλειπτʼ ἀρετῆς, οἷς ἔπι τρυχόμεθα,  

ἦθος, νοῦς, ἀκμή· Μοῦσαι δέ σʼ ἀειδέμεν ἡμῖν  

τέρπουσαι νυνὶ θρηνολογοῦσι, τάλαν.  

Ματέρι πένθος ἔφυς, λύπα πατρί· οἷα δὲ δένδρου  

κλὼν νῦν ἐκλάσθης ἔνδρομος εἰς Ἀΐδαν,  

Σάββιον· ἀλλʼ ἔστω σοὶ ὁ πᾶς κοῦφος λίθος, ὥστε  

πᾶσι πάρος ζώων ἦς σὺ προσηνότατος.  

`348`

ΑΛΛΟ.

  

Ἐτῶν δεκοκτὼ, μονογενῆ καὶ παρθένον  

Θεοδοσίαν ἔθαψε Δωρόθεος πατὴρ,  

ἣν μελλόνυμφον Τυβὶ μηνὸς εἰκάδι  

νηλεὲς, ἀνῄρεις, δαῖμον, ὃς τὸν ἔμπαλιν  

οἷ νόστον οὐκ ἔκλωσας, ὥσπερ ἤλπισεν.  

Ὀκτωκαιδεκέτης ἔτι παρθένος, οἰογένεια  

Θευδοσία κεῖται Δωροθέου θυγάτηρ.  

Μοῖρα δὲ, νηλεόθυμε Χάρων, τί σε τόσσον ἐνηὴς  

τέρψε λιποῦσα πατρὶ πένθος ἀπειρέσιον;  

`349`

ΑΛΛΟ.

  

Σεμνὴν Πηνελόπην ὁ πάλαι βίος, ἔσχε δὲ καὶ νῦν  

σεμνὴν Φηλικίταν, οὐ τάχα μειοτέρην·  

βουλομένης δὲ θανεῖν ἀνδρὸς προτέρην σφετέροιο  

ἔκλυες, ὦ δαῖμον, πολλάκις εὐχομένης.  

Τοιγάρτοι καὶ ἐμεῖο δικαιοτέρην ὄπʼ ἄκουσον  

εὐχομένου, Πλούτων, ἢν εἰς Ἀΐδαο περήσω,  

εὑρεῖν τὴν ἰδίαν Φηλικίταν παρά σοι.  

Κλαύδιος ἰητὴρ Ἀγαθῖνος τήνδʼ ἀνέθηκεν  

εἰκόνα, Φηλικίτας μάρτυρα σωφροσύνης.  

`350`

ΑΛΛΟ.

  

Ἰόπη χρηστὴ χαῖρε.  

Τίς τοὐμὸν δύστηνον ἐπʼ οὔνομα γράψε τὸ χαῖρε;  

τίς κωφὴν ματέως θήκατό μοι χάριτα;  

Οὔτε γὰρ εἰσορόω λαμπρὸν φάος, οὔτʼ ἐσακούω,  

ὄστεα καὶ σποδιὴ κειμένη ἐν χθονίοις.  

Π..... δʼ ἄλλα, πάτερ, θρήνων, φίλε, παύεο· μῆτερ  

Πρειμιγένειʼ, ἀπόθου θυμοδακεῖς ὀδύνας.  

Τῆς ἐν ἐμοὶ λύπης παραμύθιον ἐν φρεσὶ θέσθε  

τοῦτό γε· Καὶ μακάρων παῖδες ἔνερθεν ἔβαν.  

`351`

ΑΛΛΟ.

  

Τιμόθεος Δασεῖος χαῖρε.  

Τιμόθεος ὁ Πάτρας ὅσιος φῶς, παῖς δὲ Δασεῖος,  

τρεῖς δεκάδας ἐτέων τερματίσας ἔθανες.  

Ἆ τάλαν, οἰκτείρω σε, πολυκλαύστῳ ἐπὶ τύμβῳ,  

ηὒν δὲ συνηρώων χῶρον ἔχοις φθίμενος.  

`352`

ΑΛΛΟ.

  

Ἡδίστης τόδε σῆμα θυγατρὸς παιδικὸν ἐστίν.  

`353`

ΑΛΛΟ.

  

Φιλοκράτης Φιλοκράτους Σιδώνιος.  

Οὐ νόθον ἐκ προτέροιο, Φιλόκρατες, ᾔνεσας ἥβαν.  

σεῖο βίου, πινυταῖς θηγόμενος πραπίσιν·  

ἦ γὰρ ἀπὸ πράτας μεμελημένος ἦς Ἐπικούρου  

δόγμασιν εὐξυνέτοις, ὡς θέμις, ἁλικίας·  

αὖθι τύχης δʼ οἴακι παλιμπλανέος βιότοιο  

εἴκων, ἐν Μινυαῖς φωτὰς ἐπαθλοκομεῖς·  

κεῖσαι δʼ ἀγχόθι παιδὸς ἑοῦ, ψαύων μελέεσσιν,  

ἀσμένος ἐκ ζωᾶς εἰς προθανόντα μολών.  

`354`

ΑΛΛΟ.

  

Ἣ πᾶσιν μακάρεσσι βροτοῖσι τε προσφιλὲς αἰεὶ,  

ἀσπασίοισι λόγοις τὸν παριόντα νέμω·  

εἰ δὲ θέλεις γνῶναι στήλης τύπον, ὦ παροδῖτα,  

Θαλλοῦσάν μʼ ἐσορᾷς· μητρὶ δὲ τήνδε χάριν  

μνήμης Θάλλος ..... ἀρετῆς εἰδὼς ἱερὸν δὴ ...  

.................  

`355`

ΑΛΛΟ.

  

Τίς Μοιρῶν μίτον ὔμμιν ἐκλώσατο, παῖδες, ἄωρον,  

Ἐλπίδος ἐκ μητρὸς καὶ πατρὸς Ἀρχιτέλεος;  

Πρῶτον δʼ ἀνθήσαντας ὑπὸ κροτάφοισιν ἴουλον  

ἥρπασεν ἡ προπετὴς Μοῖρα διωξαμένη,  

Θειοφάνη Νῖρόν τε, νέους δʼ ἐμαρήνατο δαίμων  

ἄμφω πρωθήβας, ἔρνεσιν εἰδομένους.  

`356`

ΑΛΛΟ.

  

Εἷσεν ἀνὴρ πινυτὸς Μῖσις τήνδʼ εἰκόνα τεύξας  

μνημοσύνης ἕνεκεν νυμφιδίας ἀλόχου·  

τοὔνομʼ Ἀθηναΐς εἰμι καὶ ἐν φθιμένοις μετὰ λύπης  

εἶμι, λιποῦσα πόσιν καὶ τέκνα μοι φίλια.  

Μοίρης μοι φθονερὸς τοῦτʼ ἐπέκλωσε μίτος.  

`357`

ΑΛΛΟ.

  

Θρέψε πάτρῃ Ῥώμῃ κλυτὸς ἡνίοχος Πολυνείκης  

υἷε δύω Μακάριν Τατιανόν τε κάσιν.  

`358`

ΑΛΛΟ.

  

Σεμπρώνιος Νικοκράτης.  

Ἤμην ποτὲ μουσικὸς ἀνὴρ,  

ποιητὴς καὶ κιθαριστὴς,  

μάλιστα δὲ καὶ συνοδίτης.  

Πολλὰ βυθοῖσι καμὼν,  

ὁδοιπορίαις δʼ ἀτονήσας,  

ἔμπορος εὐμόρφων γενόμην,  

φίλοι, μετέπειτα γυναικῶν.  

Πνεῦμα λαβὼν δάνος οὐρανόθεν,  

τελέσας χρόνον, ἀνταπέδωκα·  

καὶ μετὰ τὸν θάνατον  

Μοῦσαι τὸ σῶμά μου κρατοῦσιν.  

`359`

ΑΛΛΟ.

  

Εὐφρανθεὶς συνεχῶς, γελάσας, παίξας τε, τρυφήσας  

καὶ ψυχὴν ἱλαρῶς πάντων τέρψας ἐν ἀοιδαῖς,  

οὐδένα λυπήσας, οὐ λοίδορα ῥήματα πέμψας,  

ἀλλὰ φίλος Μουσῶν, Βρομίου, Παφίης τε βιώσας,  

ἐξ Ἀσίης ἐλθὼν Ἰταλῇ χθονὶ ἐνθάδε κεῖμαι,  

ἐν φθιμένοις νέος ὢν, τοὔνομα Μηνόφιλος.  

`360`

ΑΛΛΟ.

  

Εἰς θρήνους ἐφύλαξας Ἀτίνιαν, ὦ κακὲ δαῖμον,  

οὐχ ὁσίως ποινὴν εὐσεβίης κατέθου·  

Ῥουστικὸν ἡγεμονῆα πόσιν, καὶ παῖδα τιθηνὸν  

Πομπήιον, μαζῷ θελγόμενον γλυκερῷ,  

μητέρα δʼ Ἀργογενῆ Πομπήιαν, ἠδὲ Πούδεντας  

υἱὸν καὶ πάππον· φεῦ θανάτων ἀνίσων.  

Πάππος μὲν γενεῆς προπάτωρ πέλεν· ἠΐθεος δὲ  

ᾤχετʼ ἔχων οὐδὲν πλὴν δάκρυον πρὸ τάφου.  

`361`

ΑΛΛΟ.

  

Τὴν κύνα Λεσβιακῇ βώλῳ ὑπεθήκατο Βάλβος  

—εὐξάμενος κούφην τῇ κατὰ γῆς σκύλακι, —  

δουλίδα καὶ σύμπλουν πολλῆς ἁλός· ᾖ κε παράσχοις  

ἀνθρώποις ἀλόγοις ταὐτὰ χαριζομένη.  

`362`

ΑΛΛΟ.

  

Γαῖα κατʼ ἐμπορίην σʼ ἐλθόντα ποτʼ ἥδε κέκευθεν,  

Σώγενες, Ἀργείων θυμὸν ἀφέντα πόλει.  

`363`

ΑΛΛΟ.

  

Υἱὸς ἐγὼ γενόμην Ἀγαπωμένου, ᾧ με μιγεῖσα  

Κουῖντα τέκεν θαλερὴ Ῥηγίῳ ἐν διερῷ·  

ἐνδυκέως δὲ τρέφοντες Ἀτίμητόν μʼ ἐκάλεσσαν·  

δῶρα δὲ Μουσάων καὶ βρέφος ὢν ἀγαπῶν,  

δωδεκατὴς ἦλθον Ῥώμην, φίλε, τῆς με καλύπτει  

ἥδε νέον βῶλος, πατρὶ λιπόντʼ ἄχεα.  

`364`

ΑΛΛΟ.

  

Κατίλλιος θύγατρʼ ἔθαψεν ἐν χθονὶ,  

Δημητρίᾳ τόδʼ αἰπὺ δωμήσας λίθου  

ἀγλάισμα λέκτρων· ἀλλʼ ἄγαν σμικρὸν μέρος  

ζωῆς παρέσχεν ἐν βροτοῖς Μοιρῶν νόμος.  

Εἰ καὶ χηλὸς ἔχει δέμας ἀγλαὸν, αὐτὰρ ἐς αἴθρην  

ψυχὴ ἔβη ἐμέθεν· φθέγξομʼ ἀριφραδέως·  

ἠιθέοις γὰρ ἔδωκε θεὸς μετὰ μοῖραν ὀλέθρου  

ὡς ζώουσι λαλεῖν πᾶσιν ἐπιχθονίοις.  

Οὔθʼ ἅμα παρθενικῇσιν ἐγὼ χορὸν εὐρὺν ἄθυρον,  

— ἤκαχε γάρ με λυγρὰν μητέρʼ ἀποφθίμεναι —,  

οὔτε με νυμφοκόμοις θαλάμοισιν ἐσήγαγε Νόσσος  

κουρίδιον γενέτης πρὸς πόσιν ἐρχομένην·  

ἀλλʼ ἔτι μʼ ἀδμήτην, ἀταλάφρονα, Μοῖρʼ ἐκίχανεν  

Χρυσίδα καὶ γαμίης ἐλπίδος ἐστέρεσεν.  

Ἀϊδίου μνήμης τύμβον ἐπαιρόμεθα.  

`365`

ΑΛΛΟ.

  

Ἰσίων Προθύμου Μιλήσιος.  

Μοιρίδιοι κλωστῆρες, ἰὼ, πανάφυκτον ἀνάγκῃ  

ζεῦγμʼ ἐπὶ δυστήνοις παισὶ βροτῶν θέμενοι,  

τοῦ με χάριν προφυγόντα πικρὰν ὠδῖνα τεκούσης  

ἠγάγετʼ ἱμερτοῦ πρὸς φάος ἠελίου;  

Νῦν μέν τοι σπείρασι λιπὼν αἰώνια πένθη  

εἰκοσέτης φθιμένων στύγνʼ ὑπὸ δώματʼ ἔβην.  

`366`

ΑΛΛΟ.

  

Τύμβος Ὀνασικράτειαν Ὀνασάνδροιο σύνευνον  

κρύπτει, λείπουσαν μοῦνον ἐπʼ ἠέλιον  

υἱὸν Ὀνάσανδρον γαμέτου μέτα· ἀλλὰ σὺ, δαῖμον,  

τῇ φθιμένῃ κούφην γαῖαν ὕπερθεν ἔχοις.  

`367`

ΑΛΛΟ.

  

Οὐλιάδης κεῖται, παροδοιπόρε, τῷδʼ ὑπὸ τύμβῳ  

ὃς κλέος ἐν τῷ ζῆν πᾶσιν ἔδειξε ἀρετῆς·  

ἦν γὰρ ἐν ἐργασίῃ τε μέγας καὶ πᾶσιν ἐρασθεὶς,  

οὕνεκεν εἰς Ἀΐδου τήνδε χάριν φέρεται.  

`368`

ΑΛΛΟ.

  

Νίκην ἐνθάδʼ ὁρᾶς, παροδῖτα, τήνδε θανοῦσαν  

ᾗ τεῦξεν τύμβον κλεινὸς ἐμοὶ γαμέτης,  

ᾧ λείπω κατὰ δῶμα καλῶν βλαστήματα τέκνων,  

τιμῆς εἵνεκʼ ἐμῆς μνημοσύνης τε χάριν.  

`369`

ΑΛΛΟ.

  

Μηνογένης ὅ δʼ ἐγώ· τέχνην δʼ ἵπποισιν ὀχεῖσθαι  

εὖ εἰδὼς ἔθανον λοιμοῦ νεφέλῃ καταληφθείς.  

`370`

ΑΛΛΟ.

  

Ὀστέα ἐπὶ ξείνης τάδε δέρκεο τῷδʼ ἐνὶ τύμβῳ  

Σιλουανοῦ μελέου λίψανα πυρκαϊῆς·  

πόντος καὶ γαίη δάσσαντό με καὶ τρίτατον πῦρ·  

ἦτορ ὕδωρ, γαίη δʼ ὀστέα, σῶμα πυρή.  

`371`

ΑΛΛΟ.

  

Σήματα συνθραυσθέντα παλαιγενέων ἡρώων  

ἐν μακροῖσι χρόνοις Λούκιος ἡρμόσατο.  

Τοιγὰρ ὅσοι τιμᾶτε τάφους νεκύων, παροδῖται,  

Λούκιον εὐφήμως τίετʼ ἀμειβόμενοι.  

`372`

ΑΛΛΟ.

  

Πόπλιον .... γήρως ἐπὶ τέρμα μολόντα  

εὐσεβέων χῶρος δέξατο, πᾶσι φίλον.  

Ἀσπάζεσθʼ ἥρωα, τὸν οὐκ ἐδαμάσσατο λύπη.  

`373`

ΑΛΛΟ.

  

Αὐτὸς Ζεὺς Κρονίδης ὑψίζυγος αἰθέρι ναίων  

σῶμα πυρὶ φλέξας στέρνων ἐξείλετο θυμόν.  

Οὐκ ἤμην βροτός· ἰθὺ παρέστην μητέρι σεμνῇ  

νυκτὶ μελαινοτάτῃ ἑρμηνεύουσα τάδʼ οὕτως·  

Μῆτερ Μειλιτίνη, θρῆνον λίπε, παῦε γόοιο,  

ψυχῆς μνησαμένη, ἥν μοι Ζεὺς τερπικέραυνος  

τεύξας ἀθάνατον καὶ ἀγήραον ἤματα πάντα  

ἁρπάξας ἐκόμισσʼ εἰς οὐρανὸν ἀστερόεντα.  

`374`

ΑΛΛΟ.

  

Χαῖρε, Συρακοσία Μελίτη, πολύκλαυτε Μενίσκῳ  

ἀνδρὶ, θανοῦσα τεᾶς οὕνεκα σωφροσύνας.  

`375`

ΑΛΛΟ.

  

Μητρᾶν Ε..... ἔχει τάφος οὗτος ἄλυπον,  

ἄσβεστον λύπην πᾶσι λιπόντα φίλοις.  

`376`

ΑΛΛΟ.

  

Καίαμος εὐφρονέων πολυλήιος ἐνθάδε κεῖται,  

ἐξ ἰδίης στρατιῆς σῆμα πονησάμενος.  

`377`

ΑΛΛΟ.

  

Ἔξοχον οὐδʼ ἐπίελπτον ἔην κάλλος τε νόος τε  

καὶ σθένος ἠνορέη θʼ ἑξαέτους βρέφεος  

Νικοκράτευς, ὃν τίκτε γυνὴ καλή τε καὶ ἐσθλὴ  

.... αἰδοίη Νικοκράτευς ἄλοχος,  

ἀνδρὸς τοῦ κλέος εὐρὺ Πανέλλησίν τε καὶ αὐτοῖς  

Αἰνεάδαις σοφίης εἵνεκεν ἠδʼ ἀρετῆς.  

Πατρὶς δʼ Ἀντιόχεια κλυτῆς ἀλόχοιο παρʼ ὄχθαις  

Μαιάνδρου ποταμοῦ καλλινάου χθαμαλαῖς·  

οὕνεκεν ἁρπάξας Ἐριούνιος Εὐβουλῆι  

κεῖνον ἄθυρμα φέρεν Φερσεφόνῃ τʼ ἀλόχῳ,  

πικρὸν ἄχος λείπων πάππῳ μεγακύδεϊ φωτὶ  

Μουσαίῳ πάτραις τʼ ἠδὲ γονεῦσι φίλοις.  

`378`

ΑΛΛΟ.

  

Ἐνθάδε τὴν ἱερὰν κεφαλὴν κατὰ γαῖα καλύπτει  

Ἀμπέλιον λο................  

Μουσαῖος φιλόπατρις ............  

αἰνοπαθὴς Παυλῖνα τε μήτηρ ἐνθάδʼ ἔταψαν  

καλὴν ἠδʼ ἀγαθὴν καὶ μείλιχον ἠδὲ θεουδῆ,  

μουνολεχῆ προτέραις ἐναρίθμιον ἡρωίναις·  

οὕνεκα δὴ σοφίῃ τε σαοφροσύνῃ τε νόοιο  

πουλύ τι πασάων προφερεστάτη ἔσκε γυναικῶν.  

Καὶ δʼ αὐτὴ πάτρη μιν ὑπείροχα κυδαίνουσα  

πᾶσʼ ἅμα μυρομένη τε τάφοις ἐνεθήκατο τοῖσδε.  

`379`

ΑΛΛΟ.

  

Ἰουλίᾳ.  

Μύσιδι Δημοκράτης ἀλόχῳ περικαλλέα τεῦξε  

τόνδε τάφον, μνήμης σωφροσύνης θʼ ἕνεκεν.  

`380`

ΔΙΟΓΕΝΟΥΣ ΛΑΕΡΤΙΟΥ.

  

Εἰς Πολέμωνα.  

Οὐκ ἀΐεις; Πολέμωνα κεκεύθαμεν, ὃν θέτο τῇδε  

ἀρρωστίη, τὸ δεινὸν ἀνθρώποις πάθος  

οὐ μᾶλλον Πολέμωνα, τὸ σῶμα δέ· τοῦτο γὰρ αὐτὸς  

βαίνων ἐς ἄστρα διάβορον θῆκεν χαμαί.  

`381`

ΤΟΥ ΑΥΤΟΥ.

  

Εἰς Κράντορα.  

Ἐπέκλυσε καί σε, Κράντορ, ἡ νόσων κακίστη,  

χοὕτω μέλαν κατῆλθες Πλουτέως ἄβυσσον.  

Καὶ σὺ μὲν ἐκεῖθι χαίρεις, σῶν λόγων δὲ χήρη  

ἕστηκεν Ἀκαδήμεια καὶ Σόλοι, πατρίς σευ.  

`382`

ΑΡΚΕΣΙΛΑΟΥ.

  

Εἰς Μηνόδωρον.  

Τηλοῦ μὲν Φρυγίη, τηλοῦ δʼ ἱερὴ Θυάτειρα,  

ὦ Μηνόδωρε, σὴ πατρὶς, Καδανάδη.  

Ἀλλὰ γὰρ εἰς Ἀχέροντα τὸν οὐ φατὸν ἶσα κέλευθα,  

ὡς αἶνος ἀνδρῶν, πάντοθεν μετρεύμενα.  

Σῆμα δέ τοι τόδʼ ἔρεξεν ἀριφραδὲς Εὔδαμος, ᾧ σὺ  

πολλῶν πενεστέων ἦσθα προσφιλέστερος.  

`383`

ΜΕΝΕΚΛΕΟΥΣ.

  

Ὁ τᾶς ἀοιδᾶς ἁγεμὼν ἀνʼ Ἑλλάδα,  

ὁ παντάπασιν ἐξισώσας τἀν λόγῳ  

καὶ ἀτάραχον ἐν βροτοῖς θεύσας ὁδὸν  

Πυρρωνιαστὰς Μενεκλέης ὅδʼ ἤμην ἐγώ.  

`384`

ΑΔΕΣΠΟΤΟΝ.

  

Φλῶρος Καικιλίου Στάκτης θʼ ἅμα δεῦρʼ ὑπόκειται,  

ἐξ ἄλλου τύμβου δεύτερα κλαιόμενος,  

ἓξ ἐτέων ὥρης, ὀλίγον δέμας, ἀλλὰ τέλειον,  

θρεπτῆρσιν λείπων ἡλικίης ἔλεον.  

Δεύτερα δʼ οὐκ ἄκλαυτον ἔχων τάφον· οὐδὲ γὰρ ἔνθα  

φείσαντο, προτέρων μνησάμενοι δακρύων.  

Δειλαῖαι τροφέων κεῖναι χέρες, αἳ συνέλεξαν  

τὴν ὀλίγην σποδιὴν οὐκ ὀλίγης ὀδύνης.  

`385`

ΑΛΛΟ.

  

Μείλιχος ἡδυεπὴς πολιῷ τε κάρῃ πολιόφρων  

ἦς στέφανος χαρίτων, ἀγλαΐη βιότου·  

ἀλλά σε πόρρω πατρίδος ἠδʼ ἀλόχου καὶ τέκνων  

μοῖρʼ ὀλοὴ μερόπων ἔσπασεν εἰς Ἀΐδαν.  

`386`

ΑΛΛΟ.

  

Εὐσεβὲς εἰς θρέψασαν, Διοκλῆ, ὁσιώτατε πάντων·  

κουφοτάτης φίλτρον, ἆ λίθος, εἶ φιλίης.  

`387`

ΑΛΛΟ.

  

Εἰς ἔλαφον διωκομένην καὶ καταφυγοῦσαν  

πρὸς θάλασσαν, καὶ ὑπὸ σαγηνευτῶν κρατηθεῖσαν.  

Ἥ μʼ ἔτεκʼ, ἔκφυγον, εἰς ἅλα δʼ ἔδραμον· ἦ ῥα ματαία  

κρέσσονα μητρὸς ἔχειν μητρυιὰν ἐλπομένη.  

Κτείνει δʼ ἰχθυβόλος, φεῦ αἴσχεος· οὐδὲ κυνηγός,  

οὐδὲ δρομάς με κύων, ἀλλὰ λίνον κατέχει.  

Οὐδʼ ἀδίκως ἐδίκασσε δίκη· τί γὰρ ἔλλιπον αἶαν  

τὴν φιλίην, μούνων εἵνεκα θηροφόνων;  

`388`

ΑΛΛΟ.

  

Εἰς εὐνοῦχον.  

Ἐνθάδε τὴν μιαρὰν κεφαλὴν κατὰ γαῖα καλύπτει,  

ἄρρενα καὶ θῆλυν, εἰς τέλος οὐδέτερον.  

`389`

ΑΛΛΟ.

  

Τίκτε Τύχη, σπεῖρεν δὲ Σεραπιακὸς—ταχύποτμοι  

ἄμφω—θηλυτέραν παῖδα Σεραπιάδα·  

κεῖμαι δʼ ἑξαέτης· τύμβον δέ μοι, ὅς μʼ ἀτίτηλεν,  

τεῦξεν, νικήσας πάντας ἐπʼ εὐσεβίῃ,  

κλεινὸς ἐν ἀνθρώποισι Δομεστικὸς, ὅς μʼ ἔτι τυτθὴν  

οὖσαν δουλοσύνης ἐξάγαγεν στυγερῆς.  

`390`

ΑΛΛΟ.

  

Τιμάνδρα Κυπάρης κεῖτʼ ἐνθάδε, κάτθανεν, αἰαῖ,  

μηδὲ τὸν ἑξαέτη πλησαμένη βίοτον.  

`391`

ΑΛΛΟ.

  

Κρίσπιον εἰκοσέτη χρυσέης θεοῦ ὄντα πολίταν,  

Κυπρογενῆ, τοκέων βάκτρον ........  

ἔκλασε συνθραύσας δαίμων βαρὺς, οἱ δʼ ἐφέροντο  

ὡς σκίπωνι γονῆς γῆρας ἐρειδόμενοι  

Τερτία ἠδʼ ὁ τάλας Διονύσιος· αἰσίμου ἤθους  

δεῖγμα Τύχη θνητοῖς θῆκεν ἀνωμαλίην.  

Ἦ ῥα θεοῖς οὐκ ἔστι βροτῶν λόγος, ἀλλὰ τυχόντες  

αὐτόματοι ζωὴν εὑρόμεθʼ ἢ θάνατον.  

`392`

ΑΛΛΟ.

  

Εἴ τι παρʼ Αἱμονιεῦσι γένος πολιοῖο Φέρητος,  

εἴ τι παρʼ Εὐρώτᾳ κόμπασαν Οἰβαλίδαι  

ἀνδράσιν ἐν προτέροις καθαρώτατον, οἳ βασιλήων  

παῖδες καὶ μεγάλων ἦσαν ἀπʼ ἀθανάτων·  

τοῦτο λαχὼν Ἄδμητος ἴσον πινυτῆτι καὶ αἰδοῖ  

μοῖραν ἀνέπλησεν ῥιγεδανοῦ βιότου,  

μητρὶ λιπὼν ἀλόχῳ τε βαρὺν πόνον· ἀλλὰ τί θαῦμα;  

καὶ Θέτις Αἰακίδην κλαῦσεν ἀποφθίμενον.  

`393`

ΑΛΛΟ.

  

Οὐ μόνον ἠυχούμην Λακεδαίμονος ἐκ βασιλήων,  

ξυνὰ δὲ Θετταλίης ἐκ προγόνων γενόμην·  

σώζω δʼ Ἀδμήτου κατʼ ἴσον κλέος, ὡς ὄνομʼ ἔσχον.  

Εἰ δὲ δύω λείποντα τριηκοστοῦ ἔτεός με  

Θευκλείδα πατρὸς νόσφισε μοῖρʼ ὀλοὴ,  

τετλάτω ὡς Πηλεὺς, ὡς προπάτωρ τε Φέρης·  

οὐδὲ γὰρ ἄρκεσιν ἔσχεν· ἐπεὶ πάντως ἂν ὑπέστη  

δὶς θανέειν αὐτὸς ζῶντʼ ἐμὲ λειπόμενος.  

`394`

ΑΛΛΟ.

  

Τύμβῳ τῷδε Βόηθον Ἀριστόδικος κτερέιξε  

παῖδα φίλον· τροφέων δʼ ὤλετο πᾶσα χάρις.  

`395`

ΑΛΛΟ.

  

Τὰν μεγάλαυχον ὁρᾶς .... οὔνομʼ ἀνέγνως,  

ἇς κλέος ἐν Κρήτᾳ μίμνεται ἀθάνατον·  

δόξῃ γὰρ γονέων, ἀρετᾷ δʼ ἀνδρὸς συνομαίμου  

Φείδωνος γενεᾶς ἔκκριτον ἀθανάτων  

μναστῆρα σὺ δέδεξαι ἐπίφθονον. —Ἀλλʼ ἐτέκνωσας  

σᾶς ἀλόχου, Πείσων, ἔγγονον ἰσόθεον.  

Ἀλλὰ Ζεῦ Κρονίδα, σώζοις γόνον ὃν κατέλειπον,  

Σωναύταν δεκέτη, δόξαν ἔχοντʼ ἀρετᾶς.  

`396`

ΑΛΛΟ.

  

Χρηστὸς τέθαπτʼ Εὔβουλος ἐνθάδε ξένος,  

ἑταῖρος ἀγαθὸς, χρυσοχόος Κορίνθιος.  

Εὔβουλος μὲν ἔγωγε· πατρὶς δέ μοί ἐστι Κόρινθος·  

καὶ προχοαῖς χαίρω ταῖς ἀπʼ ἐμῶν ἑτάρων.  

`397`

ΑΛΛΟ.

  

Θ. Κ.  

Ἔν τε φίλοισι φίλοιο, καὶ ἰητῆρος ἀρίστου,  

παιδείης θʼ ἱερῆς ἐγγύθεν ἁψαμένου,  

σῶμʼ Ἀσκληπιάδου καὶ υἱέος ἐνθάδε Βήρου,  

ὡς ἐπέτελλε φίλοις, εἷς ὅδε τύμβος ἔχει.  

`398`

ΑΛΛΟ.

  

Φλαβιανῷ ἥρῳ πατὴρ Δῶρος τόδε σῆμα  

ἓξ ἐπὶ τοῖς δέκʼ ἔτη μοῦνα βιωσαμένῳ.  

Μοῖρα γὰρ Αἰολίδος πάτρης ἀπάνευθε Μυρίνης  

θάψε τε καὶ Μουσῶν εὖνιν ἔθη κἀρετῆς.  

`399`

ΑΛΛΟ.

  

Γλαυκία ἐστὶ τάφος· παῖς δʼ ἀνέθηκε νέος,  

δείξας ἐκ μικροῦ πρὸς πατέρʼ εὐσεβίην.  

Οὐκ ἔφθης, ὦ τλῆμον, ἰδεῖν γόνον, οἷος ἂν ἦν σοι  

γηραιῷ τεύχειν οὐ τάφον, ἀλλὰ βίον.  

Ἡ φθονερὰ δʼ ὑμᾶς πάντʼ ἀδικοῦσα τύχη  

μητρὶ μὲν ἐν γήρᾳ δάκρυ θήκατο, τῇ δὲ γυναικὶ  

χηρίαν, δυστήνου παιδὸς ἅμʼ ὀρφανίῃ.  

`400`

ΑΛΛΟ

  

Ὀππιανὸς κλέος εἷλον ἀείδιον· ἀλλά με Μοίρης  

βάσκανος ἐξήρπασε μίτος, κρυερός τʼ Ἀΐδης με  

καὶ νέον ὄντα κατέσχε, τὸν εὐεπίης ὑποφήτην.  

Εἰ δὲ πολύν με χρόνον ζωοῖς μίμνειν φθόνος αἰνὸς  

εἴασʼ, οὐκ ἄν τίς μοι ἴσον γέρας ἔλλαχε φωτῶν.  

`401`

ΑΛΛΟ.

  

Ἀφλέκτους Ὑμέναιος ἐμῶν ἠείρατο πεύκας  

ἀμφὶ διπλῶν, ὅτε μοι φέγγος ἀνεῖχε, γάμων·  

ἅγε δυσὶν ζευχθεῖσα φίλοις ξυνάοσι τέκνων  

οὐδὲ σὺν ὁπλοτέρῳ μακρὸν ἔτεινα βίον·  

ἀλλʼ ὁ μὲν ἀκμαῖος στέργων ἐμὸν ὤλετο λέκτρον,  

τρισσὰ ἐν ἐμοῖς κόλποις ὀρφανὰ τέκνα λιπών·  

εἰς δὲ δόμους ἀέκουσα φίλου πάλιν ἤλυθον ἀνδρός,  

ὡς θέμις, ἀρχαίων κηδομένη λεχέων·  

ἀλλὰ καὶ ὃν ποθέουσα πλέον, φιλέοντα δὲ μεῖζον  

προὔλιπον ἀμφὶ διπλοῖς νηπιάχοισι πόσιν·  

τὸν δʼ ἐμὸν ἐχθαίρων ἄδικον μόρον οἰκτρὰ γοᾶται  

ἧς ζωῆς τέκνων οὕνεκα φειδόμενος.  

Τίς δὲ κόρας ἀδάκρυτος, ὅταν φρενὶ πότμον ἀνέσχοι  

τὸν βαρὺν, ὥς με τρίτῳ νὺξ ἐμάρανε φάει;  

Ἡ δέ με πρὶν σώζουσα πολύστονος Εἰλείθυια  

πάσας ἀπρήκτους λοίσθιον ἔσχε λιτάς,  

ἀμφὶ δέ μʼ ὠδίνεσσι δυηπαθέσιν μογέουσαν  

θῆκʼ Ἀΐδης ἔμπνουν εἰς μυχὸν εὐσεβέων.  

Οὕνεκα καὶ πρὸς τέκνα καὶ ἀνέρας, οἷσσιν ἀνέσχον  

εὐχὴν ἐξ ὁσίου, τέρμʼ ἐπέβην βιοτῆς.  

`402`

ΑΛΛΟ.

  

Πρωθήβην ἔτι κοῦρον, ἔτι χνοάοντος ἰούλου  

δευόμενον, φθονερὴ Μοῖρα καθεῖλε βίου,  

πολλὰ σοφῆς χερὸς ἔργα λελοιπότα. Βάσκανε δαῖμον,  

οἵας οὐχ ὁσίως ἐλπίδας ἐξέταμες.  

Ἀλλὰ σὺ, Γαῖα, πέλοις ἀγαθὴ κούφη τʼ Ἀκυλίνῳ,  

καὶ δὲ παρὰ πλευρὰς ἄνθεα λαρὰ φύοις,  

ὅσσα κατʼ Ἀραβίους τε φέρεις, ὅσα τʼ ἐστι κατʼ Ἰνδοὺς,  

ὡς ἂν ἀπʼ εὐόδμου χρωτὸς ἰοῦσα δρόσος  

ἀγγέλλῃ τὸν παῖδα θεοῖς φίλον ἔνδοθι κεῖσθαι,  

λοιβῆς καὶ θυέων ἄξιον, οὐχὶ γόων.  

Εἰκοσετῆ τὸν παῖδα θοὴ κατενήρατο Μοῖρα,  

κἄστιν ἐν εὐσεβέων ἣν διὰ σωφροσύνην.  

`403`

ΑΛΛΟ.

  

Θ. Κ.  

Ἐνταῦθα κεῖμαι τῆς Ἀθηναίων χθονὸς  

Ἑρμῆς πολίτης εἴκοσι ζήσας ἔτη·  

μνήμης δὲ τύμβον τεῦξε Κάλλιστος φίλος.  

`404`

ΑΛΛΟ.

  

Ἀλέξανδρος τοῦ Ἀγαθίνου.  

Μνήμης ἕκατι τήνδε ὁ Ἀλέξανδρος σορόν  

ἀΐδιον οἶκον τευξάμην τῇ φιλτάτῃ  

σεμνῇ συνεύνῳ· οὓς συνήγαγεν γάμῳ  

Κύπρις, κυροῦντας ἄλλον ἐξ ἄλλης χθονός,  

λέκτρον τʼ ἔδωκε μέχρι τέλους ἐπήρατον.  

Βάλλε, ὦ παροδῖτα, δάκρυον ἐντυχὼν γραφαῖς.  

`405`

ΑΛΛΟ.

  

Πόλεων μέν εἰμι δύο πολίτης ἐπιφανῶν,  

Πρυμνησσέων τε καὶ σοφῶν Κοτιαέων,  

θρεπτὸς γενόμενος Ζωτικοῦ, Λεωνίδης  

Ψόφαξ ὁ κληθείς· ταῦτα τοῖς φίλοις λέγω·  

Παῖξον, τρύφησον, ζῆσον· ἀποθανεῖν σε δεῖ.  

`406`

ΑΛΛΟ.

  

Ἑπταέτους ὁ τάφος παιδὸς πατρός τε σὺν αὐτῷ·  

Μαρκελλῖνος ἔην ἀμφοτέρων ὄνομα·  

ἄλλοι μὲν στεφάνοισι, χοαῖς, δακρύοις τε καὶ ᾠδαῖς  

τιμῶσιν τὸν σὸν, Μαρκελλῖνε, τάφον·  

ἀντὶ χοῶν δʼ ὁ πατὴρ ψυχὴν ἰδίαν ἐπέδωκεν,  

κοινὸν ἔχειν ἐθέλων οὔνομα καὶ θάνατον.  

`407`

ΑΛΛΟ.

  

Ἐνθάδε Σωσιπάτρα κεῖμαι ἐπὶ σήματι τῷδε,  

Μοίρης ἀμβροσίης ἐκτελέσασα μίτον.  

`408`

ΑΛΛΟ.

  

Τίκτομαι ἐν Παγαῖς καὶ οὔνομα τοῦτο καλοῦμαι  

καὶ θνήσκω πηγᾶς δυσμενέεσσι ῥοαῖς.  

`409`

ΑΛΛΟ.

  

Ἑστὼς διστάζεις τίς ὕπεστιν τῷδʼ ὑπὸ τύμβῳ;  

—Ἀνὴρ εὖ ζήσας τρεῖς ἐτέων δεκάδας,  

τοὔνομʼ Ἀπολλοφάνης, πίστει μέγας ἠδʼ ἔτι δόξῃ,  

ὃς προλέγει θνητοῖς εὐφροσύνης μετέχειν.  

Τὴν δʼ ἐπιτυμβίδιον θῆκεν χάριν, ὃν τρέφε παῖδα·  

τοὔνομα καὶ τέχνην ἦν Διόδωρος ὅδε.  

`410`

ΑΛΛΟ.

  

Κλαίει μέν σʼ ὁ τεκνῶν, κλαίει δʼ Ἀγαθάγγελος ὡνήρ  

μυρόμενος φιλίην τερπνοτάτην ἀλόχου,  

μύρονται σʼ ἀδελφοὶ Μηνᾶς καὶ Δάψιλος ἄμφω  

ἠδʼ ὅσσοι σʼ ἐφίλουν κἠπόθεον διόλου.  

Γηραλέη δὲ, κόμην πολιὴν πάλλουσα, καθʼ ὥραν  

ἠρίον ἀμφὶ τεὸν, Μοῦσα, χέω δάκρυα  

Κεῖσαι δὴ, τέκνον καλὸν, προλιποῦσα τοκῆας  

ἠδὲ κασιγνήτους καὶ πόσιν ἀμφιθαλῆ,  

νούσου ὑπὸ στυγερῆς δεδαμασμένη· αὐτὰρ ἔμοιγε  

πένθος ἀνίητον κάλλιπες οἰκτροτάτῃ.  

Γραῖα δʼ ἀνήκεστον πένθος κατὰ μοῖραν ἔχουσα  

ἀμφὶ τεὴν στήλην, Μοῦσα τέκνον, χέομαι.  

`411`

ΑΛΛΟ.

  

Ἐνθάδε Νεῖλος κεῖται, ἀνὴρ προφερέστατος ἀνδρῶν  

ῥητορικὸς, μέγα θαῦμα, φέρων σημεῖον ἐφʼ αὑτῷ,  

ἡσύχιος, κεδνὸς καὶ μείλιχος ἠδὲ σοφιστής.  

`412`

ΑΛΛΟ.

  

Αἰαῖ συλλέκτροιο σαόφρονος, αἰαῖ ἀνιγροῦ  

δαίμονος, ὃς ζωᾶς εἷλε φίλαν ἄλοχον·  

καὶ σὺ μὲν, ὦ πάντιμε, γόων ἀπάτερθεν ἰαύεις,  

μοχθηρὸν μερόπων ἐκπρολιποῦσα βίον·  

σὸς δὲ πόσις δύστλητα πανημέριος τολυπεύσει,  

ὄσσων ἀέναον δάκρυον ἐκπροχέων·  

οὐ γὰρ ἀμειλίκτους κραδίης ὀδύνας ἀκέοιτο  

ἀθάνατος παλάμῃ κρᾶτʼ ἐπαφησάμενος,  

ἐς δʼ ὅσον ἐμπνείει βίοτόν τε ἐπὶ ἦμαρ ἐρύκε  

δύσμορος ἀντλήσει πένθος ἀεξίβιον.  

`413`

ΑΛΛΟ.

  

Σῆμα Φιλίνῳ τοῦτο φίλῳ δεῖμεν θεράποντι  

Ἱπποκράτης πάσης εἵνεκεν εὐνοίης.  

`414`

ΑΛΛΟ.

  

Τύμβος ὅδε κρύπτει κούρης σεμνῆς καὶ ἀμέμπτου  

σῶμα κατοιχομένης, περικαλλέος, ἧς ἐπιγείων  

παρθενικὴν ζώνην οὔ τις ἔλυσε βροτῶν.  

`415`

ΑΛΛΟ.

  

Παῖδά με τεθνειῶτʼ Ἰταλὴ κατὰ γαῖα καλύπτει  

νηπίαχον, γνωτοῖς πᾶσιν ἄχος φιλίης,  

πατρί τʼ ἐμῷ μέγα πῆμʼ ἔλιπον καὶ μητρὶ ταλαίνῃ,  

οἷς ἔπορον δεινὴν ἄλγεσιν ἀμπεχόνην.  

Εἰ δὲ θέλεις γνῶναι, τίς καὶ πόθεν, οὔνομα τοὐμόν·  

Ἔκλεκτός τοι ἐγὼ κικλήσκομαι· αὐτὰρ ἔπειτα  

Παλλάς μοι μήτηρ, Ταΰγετος γενέτωρ.  

`416`

ΑΛΛΟ.

  

Ἐνθάδʼ ἐγὼ κεῖμαι καί με χθὼν ἥδε καλύπτει  

Ὀνάσου ...ας...τος μήπω οἰόμενος·  

οὐ γὰρ πονηρὸς ἐὼν, ἀλλὰ δικαιότατος,  

τήνδʼ ἐθέμην ἀρετὴν τοῖς παριοῦσιν ὁρᾶν.  

`417`

ΑΛΛΟ.

  

Ἄνδρα σοφὸν, Μούσαισι τετιμένον, ἐσθλὸν ἑταῖρον  

πᾶσι φίλοις, ἀγαθῷ χρησαμένον βιότῳ  

Εἰρήναιον ἔδεκτο πάτρης Μεροπηΐδος ὄντα  

Σύρος.  

`418`

ΑΛΛΟ.

  

Πλῶτις ὁ πολλὰ καμὼν ἐν γυμνασίοισι φιλάθλοις  

κεῖμαι ἁλικλύστῳ πὰρ χθονὶ Πειραέως,  

ζωῆς καὶ καμάτων τέρμα δραμὼν ταχινόν·  

οὕτω γὰρ Μοῖραι κλωστὸν ἔθεντο μίτον.  

`419`

ΑΛΛΟ.

  

Συνναδεὺς θεράπων Ἀπολλώνιος ἐνθάδε Μόσχου  

λιτῇ ὑπὸ στήλῃ κέκλιμαι ὠκύμορος·  

ἣν παρίοις εὔφημος ἀεὶ, ξένε, μηδʼ ἐπὶ λύμῃ  

χεῖρα βάλοις· φθιμένων ὠκυτάτη Νέμεσις.  

`420`

ΑΛΛΟ.

  

Πάσῃ κοσμηθεὶς ἀρετῇ, Τιτάνιε δῖε,  

ἔγγονε Παιῶνος, νῆσον ἔχεις μακάρων.  

Ὀστέα δʼ ἱερὰ σεῖο περικλυτὸς ἀμφιβεβήκει  

Φοῖβος, ἐπʼ ἠιθέοις τίμια πάντα νέμων,  

ὄφρʼ Ὑακίνθῳ μὲν γουνὸς περίβωτος Ἀμύκλης,  

σοὶ δὲ Λυκαονίη ἔνδιον ᾖ Πιτάνη.  

—Πᾶσιν ἰητορίης ἀπʼ ἐμῆς Ἕλλησιν ἀμύνων,  

ὑῷ ἐπαρκέσσαι ὃς μόνον οὐ δυνάμην ...  

.....................  

`421`

ΑΛΛΟ.

  

Ἐνθάδε κεῖμαι δάμαρ ὑπάτου ἥρωος ἀγαυοῦ,  

Ἀρρίου μοι φιλίου, τῷδε μιγεῖσα μόνῳ·  

ἦν δέ κεν ἐκ προγόνων ποτὲ τοὔνομα Πουβλιανή μου·  

—Σκιπιάδαι δʼ ἔπελον, εὐγενίῃ δʼ ἔπρεπον. —  

Χηρείᾳ τʼ αὐτὴ τὸν ἅπαντα χρόνον μείνασα,  

κὠκυμόρων τεκέων πένθεϊ τακομένη.  

Ἐν βιότῳ δὲ πόνον πουλὺν μάλʼ ἔτλην μογέουσα,  

Μούσαισιν μοῦνον τὴν φρένα θελγομένη.  

`422`

ΑΛΛΟ.

  

Σῶμα κόπῳ τὸ βαρηθὲν ὑπὸ κρηπῖδι ἐρείσας  

δηναίης ἀποθοῦ φόρτον ὁδοιπορίης.  

`423`

ΑΛΛΟ.

  

Κήρυξ καὶ τάφος εἰμὶ βροτοῦ πάρος ἀρχεχόροιο,  

Εὐτύχους αἰάζων κῆρα μινυνθάδιον,  

ὃς θνητοῖς ψυχὴν πείσας ἐπὶ σώμασιν ἐλθεῖν,  

τὴν αὑτοῦ μέλεος οὐκ ἀνέπεισε μένειν.  

`424`

ΑΛΛΟ.

  

Φρόντιζʼ ἕως ζῇς, πῶς καλῶς ταφήσεαι,  

καὶ ζῆσον, ὡς ζήσοις· κάτω γὰρ οὐκ ἔχεις  

οὐ πῦρ ἀνάψαι, οὐδὲ δειπνῆσαι καλῶς.  

Ἐγὼ λέγω σοι ταῦθʼ ἅπαντα πειράσας·  

ἐντεῦθεν οὐθεὶς ἀποθανὼν ἐγείρεται.  

`425`

ΑΛΛΟ.

  

Θ. Κ.  

Ἐνθάδε κεῖται ἀνὴρ πολλῶν ἀντάξιος ἄλλων  

Πομπήιος Διοκλῆς τέρματʼ ἔχων σοφίης.  

`426`

ΑΛΛΟ.

  

Θ. Κ.  

Ἤμην ὡς ἤμην φωνὴν καὶ πνεῦμα καὶ εἶδος,  

ἀρτιτόκου φωτὸς ψύχιον ἔνδοθʼ ἔχων,  

αἴσιος ἐν φιλότητι καὶ ὄλβιος ἐν πραπίδεσσι,  

μηδὲν ἄγαν φρονέων, θνητὰ δὲ πάνθʼ ὁρόων.  

Ἦλθον, ἀπῆλθον ἄμεμπτος, ἃ μὴ θέμις οὐκ ἐδόκευσα,  

εἴτʼ ἤμην πρότερον εἴτε χρόνοις ἔσομαι.  

Παιδεύθην, παίδευσα, κύτος κόσμοιο πέδησα,  

θείας ἐξ ἀθανάτων φωσὶ φράσας ἀρετάς.  

Κεῦθε, γαῖα φίλη, με· τί δʼ ἁγνὸν ὅμως ὀνομʼ; ἤμην  

πᾶσι Φίλητος ἀνὴρ τῆς Λυκίης Λιμύρων.  

`427`

ΑΛΛΟ.

  

Οὐκ ἤμην, γενόμην· ἤμην, οὐκ εἰμί· τοσαῦτα.  

Εἰ δέ τις ἄλλʼ ἐρέει, ψεύσεται· οὐκ ἔσομαι.  

Χαῖρε δίκαιος ὤν.  

Ὦ παῖ, φυλάσσου, μὴ σφαλῇς· ἡ γλῶσσά τοι  

αὐτὴ μὲν οὐδέν, ἡνίκʼ ἂν λέγῃ, πονεῖ,  

ὅταν δʼ ἁμάρτῃ, πολλὰ προςβάλλει κακά.  

`428`

ΑΛΛΟ.

  

Φιλοστράτα βέβηκα πηγὰς εἰς ἐμάς,  

λειποῦσα δεσμὸν ᾧ φύσις συνεῖχέ με.  

Ἐπὶ τοῖς δέκα γὰρ τέσσαρα ἐκπλήσασʼ ἔτη,  

πέμπτῳ τὸ σῶμα καταλέλοιπα παρθένος,  

ἄπαις, ἄνυμφος, ἠίθεος. Ὅτῳ γὰρ ἔρως  

ζωῆς ἔνεστιν, ἀφθόνως γηρασκέτω.  

`429`

ΑΛΛΟ.

  

Ὑστάτιον Γενέτειρα φίλου μεμνημένη ἀνδρὸς  

δεικνύω ἀλόχοις ἤθεα σωφροσύνης.  

`430`

ΑΛΛΟ.

  

Φῶτα θεοῖς ἴκελον, στυγερῶν ἰήτορα νούσων,  

Μοίρῃ ὑπʼ ἀτρέπτῳ Κίμβερα τύμβος ἔχει·  

ὃν πινυτὴ παράκοιτις ἀνιηρὸν ποθέουσα  

θάψεν ἀκοιμήτοις δάκρυσιν Ἀνδρομάχη.  

`431`

ΑΛΛΟ.

  

Φοίβης ἐνθάδε σῆμα ........  

εἵνεκα κεδνοσύνης· ......  

τιομένη βασιλεῦσιν ἀγακλέσι, μητρὶ ποθητή  

ἤδη γηραλέη τέρμα λάχον βιότου·  

ἐννεακαιδεκέτις γὰρ ἀπὸ χθονὸς Ἠλυσιόνδε  

ἐρχομένη πεδίον θνητὸν ἔλυσα βίον.  

Ἀλλʼ Ἀΐδης βουλῇσιν ἀκαμπέσιν ἅρπασʼ ἀνάγκης  

αἰθέρι δοὺς ψυχήν, σῶμα δὲ Κεκροπίῃ.  

`432`

ΑΛΛΟ.

  

Ἦλθες ἐμῆς ζωῆς γλυκερώτερος, ὅς μʼ ἀπέλυσας  

νούσων καὶ καμάτων καὶ μογερᾶς ποδάγρας.  

`433`

ΑΛΛΟ.

  

Οὐ ξένος, ἀλλʼ ἀστὸς τύμβῳ ὑπὸ τῷδε τέθαμμαι,  

εἰκοσέτης Ἀκύλας πατρὶ λιπὼν ὀδύνας.  

Ζῆθι, πατέρ, καὶ χαῖρε θυγατράσιν, ἃς φθονερός τοι  

δαίμων ἀντʼ ἐμέθεν ὤπασε γηροκόμους.  

`434`

ΑΛΛΟ.

  

Ἕκτον ἐπʼ εἰκοστῷ πλήσας ἔτος Ἄβγαρος ἔνθα  

ταρχύθη, Μοιρῶν ὡς ἐπέκλωσε μίτος,  

ᾧ φθόνος ὣς ἄδικός τις ἀπέσβεσεν ἀρχόμενον φῶς,  

λυπήσας τὸ γένος καὶ φιλίους ἑτάρους·  

τύμβον δʼ Ἀντωνῖνος ἑῷ θέτο τοῦτον ἀδελφῷ,  

οἷσιν ὁ πρὶν βασιλεὺς Ἄβγαρος ἦν γενέτης.  

`435`

ΑΛΛΟ.

  

Σῶμα πέτρος κατέχει τὸ Λεωνίδα ....  

σὺν γαμετῇ ἁγνῇ Ἀφροδισίᾳ· ἆθλα δὲ τοῦδε  

παγκρατίων κρατέρων θέσπισε μοῖρα μένειν·  

σῆμα δὲ τεῦξε γονεῦσι φίλοις Νείκις καὶ ἑαυτῷ  

Ἀμμιανῇ τε ἐρατῇ γαμετῇ.  

`436`

ΑΛΛΟ.

  

Εἰκόνα μὲν γραπτάν, οἷα πέλει ἀμφιπόλοιο,  

θήκαμεν ἐργοπόνου Παλλάδος ἐν τεμένει,  

.....................  

`437`

ΑΛΛΟ.

  

Ἀχιλλέως παῖς, στωικὸς Θεόξενος  

ἐνταῦθα Πατρεὺς, ἀλλʼ ἄγαν κεῖται νέος.  

`438`

ΑΛΛΟ.

  

Πατρίδος ἐκ Σμύρνης βροτοί μʼ Εὐθαλέα καλέεσκον,  

εἵνεκʼ ἐμῆς ὥρης καὶ μεγέθους ἐρατοῦ.  

Ἀλλά με Μοῖρʼ ὀλοή, πρὶν ἰούλοις πλῆσαι παρειάς,  

ἥρπασε πὰρ φιλίων, οὓς τροφέας ἐκάλουν.  

`439`

ΑΛΛΟ.

  

Βωμὸν τόνδʼ Ἀφρίκᾳ ἀνέθηκε Τιτιανός,  

πολλὰ περικλαύσας παῖδα ποθεινότατον.  

`440`

ΑΛΛΟ.

  

Νικαίης προλιπὼν Βιθυνίδος ὢν ἔτι κοῦρος  

ἄστυ κλυτὸν, γαίην ἦλθον ἐς Αὐσονίων,  

Ῥώμῃ δʼ ἐν ζαθέῃ ψήφους καὶ μέτρα διδάξας  

μνῆμʼ ἔλαχον Βασιλεὺς, ἔργον ἐμῆς πραπίδος.  

`441`

ΑΛΛΟ.

  

Ἠίθεον Καλόκαιρον ἔχει τόδε σῆμα, λιπούσης  

ψυχῆς ἀθανάτου σῶμα νέοιο κόρου.  

Σπεῦδεν ὁδὸν θείην γὰρ ἀποπρολιποῦσα μερίμνας  

πευκεδανοῖο βίου, ὡς ἀνίῃ καθαρή.  

`442`

ΑΛΛΟ.

  

Στήλλην Παρθενόπης ἴδιος γαμέτης ἐπόησεν  

λαΐνην, ἀλόχῳ τοῦτο χαριζόμενος.  

`443`

ΑΛΛΟ.

  

Τεῦ σʼ ἐνέπειν χρῆν τύμβον; —Ἀγακλειτοῖο Νέπωτος.  

—Καὶ τίς Κεκροπιδῶν γείνατο τόνδε; φράσον.  

—Οὐκ ἦν ἐκ γαίης Κεκροπηίδος, ἀλλʼ ἀπὸ Θρῄκης.  

`444`

ΑΛΛΟ.

  

Σμικρὸς οὐ σμικρὸν καλύπτω τύμβος ἄνδρʼ, ἐπεὶ σοφῶν  

δῶρα Μουσέων μέγιστα, τῶν ὅδʼ ἔξοχον λαχὼν  

Ἁρποκρατίων πρὸς ἀστῶν τρὶς μάκαρ κλεΐζεται,  

οὕνεκʼ ἦν ῥήτωρ μὲν εἰπεῖν, φιλόσοφος δʼ ἃ χρὴ νοεῖν.  

`445`

ΑΛΛΟ.

  

Βαιὸν ἐπιστήσας ἴχνος ἐνθάδε τύμβον ἄθρησον  

παιδὸς ἄφνω μαζῶν μητρὸς ἀποπταμένου·  

ᾤχετο δʼ ἐν νεκύεσσι λιπὼν πατρὶ πένθος ἄληκτον,  

δισσὴν πληρώσας πεντάδα τῶν συνόδων.  

Τοῖος δʼ ἦν γεγαώς, οἷος πότʼ ἔφυσεν Ἴακχος,  

ἢ θρασὺς Ἀλκείδης, ἢ καλὸς Ἐνδυμίων.  

`446`

ΑΛΛΟ.

  

Αἰλίῳ Νέπωτι Ἀβάσκαντος καὶ Χαρίτιον τῷ τέκνῳ  

μνείας χάριν.  

Τίς πατρίς ἐστί σοι; —Νέπως ὄνομʼ ἐστί σοι; — Ἔστιν.  

Πατρὸς Ἀβασκάντου δωδεκέτης γενόμαν.  

—Τί στέφος ἐν τύμβοις; —Νικηφόρον· οὐκ ἀδαὴς γὰρ  

παγκρατίων γενόμην οὐδὲ πάλης ἱερᾶς.  

Στεφθεὶς δʼ ἐν πάτρῃ τόσσους ἀνέθηκα τοκεῦσι  

πρὶν στεφάνους, οὓς νῦν ἀντέλαβον τεθνεώς.  

`447`

ΑΛΛΟ.

  

Τέσσαρα τέκνα λιπὼν Νικήφορος ἐνθάδε κεῖμαι  

ἐν χρηστῆς ἀλόχου πνεῦμα λιπὼν παλάμαις·  

εὐδαίμων Ἑλένη παιδὸς μόρον οὐκ ἐσιδοῦσα,  

ἀλλʼ ὁ πατὴρ ἔτλη Λούκιος οὐχ ὅσια·  

εἶδε γὰρ ὀφθαλμοῖς τὸν ἐμὸν νέκυν, εἶδε δὲ τέκνου  

πώματι λαινέῳ σῶμα κατισχόμενον.  

`448`

ΑΛΛΟ.

  

Τὸν ἐν βροτοῖς φανέντα καὶ παίξαντα πρὶν  

ἐνθάδε μʼ ὁρᾶτε τῇδε σὺν ὁμαίμονι  

λιπόντα τὸν μοχθηρὸν ἀνθρώπων βίον,  

χῶρον δʼ ἔχοντα ζώσιμον θεοῖς ὁμοῦ.  

Λοιπὸν παραινῶ πατέρα καὶ τὴν μητέρα  

φέρειν τὰ Μοιρῶν Πλουτέως κελεύσματα.  

`449`

ΑΛΛΟ.

  

Μουσῶν προφῆτιν εὔ....ντεν....  

κάλλει τʼ ἀκμαίαν πεντεκαιδεκ....  

δαίμων ὁ πικρὸς τῷδʼ ἔθηκεν ἐν τάφῳ·  

στήλῃ δʼ ὁρῶν μου τοὔνομʼ ἐγγεγραμμένον  

κλαῦσόν με, παροδῖθʼ, ὅτι θάλαμον ...  

λείπω δὲ δάκρυα καὶ γόους τροφοῖς ἐμοῖς,  

Μοιρῶν γὰρ ἄνισος τοῦτʼ ἐπέκλωσεν μίτος.  

`450`

ΑΛΛΟ.

  

Ἀπίας Λεωφάντου, φύσει δὲ Ἡροστράτου· χρηστὴ  

χαῖρε.  

Ἡρόστρατε Φιλώτου, χρηστὲ χαῖρε.  

Τίς ἦρα τύμβῳ τῷδʼ ὑπέσσʼ; —Ἡρόστρατος  

πατρὸς Φιλώτεω. —Τίς δέ τευ πάτρα; —Τέως.  

—Τέχνα; —Θαλασσοεργός. —Ἐντί τευ δόμοις  

παῖς; —Ὃν τύχᾳ γε τερπνὸν ἐς βίου τέλος  

γέρας ποδαγέτησα. —Ποῖ δʼ ἐτέων ἔβας;  

—Ἀριθμὸν ἑξάκοντα λειπόμαν τρισίν.  

—Κούφα κόνις τοι. —Τίν δὲ, ὀδῖτʼ, ὁ λεὼς πέλοι.  

`451`

ΑΛΛΟ.

  

Πέντε καὶ ἑξήκοντα ἐτῶν μέγα σῆμα καλύπτει  

Εὔτυχον οἰκονόμον πολλὴν φιλίην πορίσαντα.  

`452`

ΑΛΛΟ.

  

...... ἴχνεσι ......ον, ὁδῖτα·  

κοῦρος ἐγὼ καλέω σε, θεῷ φίλος, οὐκέτι θνητός,  

ἠίθεος, κούροισιν ὁμηλικίῃ πανόμοιος  

πλωτήρων σωτῆρσιν, Ἀμυκλαίοισι θεοῖσιν,  

πλωτὴρ καὐτὸς ἐών· πόντου γʼ ἐνὶ κύμασιν ἥσθην.  

Εὐσεβίῃ τροφέων δὲ λαχὼν τόδε σῆμα πέπαυμαι  

νούσων καὶ καμάτοιο καὶ ἄχθεος ἠδὲ πόνοιο·  

ταῦτα γὰρ ἐν ζωοῖσιν ἀμείλιχα σάρκες ἔχουσιν·  

ἐν δὲ τεθνειῶσιν ὁμηγύριές γε πέλουσιν  

δοιαί, τῶν ἑτέρη μὲν ἐπιχθονίη πεφόρηται,  

ἡ δʼ ἑτέρη τείρεσσι σὺν αἰθερίοισι χορεύει·  

ἧς στρατίης εἷς εἰμί, λαχὼν θεὸν ἡγεμονῆα.  

`453`

ΑΛΛΟ.

  

Μή μου παρέλθῃς τοὐπίγραμμʼ, ὁδοιπόρε,  

ἀλλὰ σταθεὶς ἄκουε, καὶ μαθὼν ἄπει.  

Οὐκ ἔστʼ ἐν Ἀΐδου πλοῖον, οὐ πορθμεὺς Χάρων,  

οὐκ Αἰακὸς κλειδοῦχος, οὐχὶ Κέρβερος κύων.  

Ἡμεῖς δὲ πάντες οἱ κάτω τεθνηκότες  

ὀστέα τέφρα τε γεγόναμεν, ἄλλο δʼ οὐδὲ ἕν.  

Εἴρηκα. Διʼ ὀρθῆς ὕπαγε, ὁδοιπόρε,  

μὴ καὶ τεθνηκὼς ἀδόλεσχός σοι φανῶ.  

Μὴ μύρα, μὴ στεφάνους στήλλῃ χαρίσῃ· λίθος  

μηδὲ τὸ πῦρ φλέξεις· εἰς κενὸν ἡ δαπάνη. ἐστίν·  

Ζῶντί μοι, εἴ τι ἔχεις, μετάδος· τέφραν δὲ μεθύσκων  

πηλὸν ποιήσεις, κοὐχ ὁ θανὼν πίεται.  

Τοῦτʼ ἔσομαι γὰρ ἔγω· σὺ δὲ τούτοις γῆν ἐπιχώσας  

εἴφʼ ὅτʼ ἐγὼ οὐκ ἦν, τοῦτο πάλιν γέγονα.  

`454`

ΑΛΛΟ.

  

Τίς ἦν σʼ ὁ θρέψας; —ἦν Κίλιξ Ἀθήναιος.  

—Χρηστὸν τὸ θρέμμα, τίς καλῇ; —Νουμήνιος.  

—Πόσων δὲ θνήσκεις τῶν ἐτῶν; —Δὶς εἴκοσιν.  

—Ἐχρῆν σʼ ἔτι ζῇν. —Ἀλλὰ καὶ θανεῖν ἐχρῆν·  

—Γενναῖα σοῦ, καὶ χαῖρε. —Καὶ σύ γʼ, ὦ ξένε·  

σοὶ γὰρ μέτεστιν ἔτι χαρᾶς, ἡμῖν δʼ ἅλις.  

`455`

ΑΛΛΟ.

  

Ψυχρὸν ὕδωρ δοίη σοι ἄναξ ἐνέρων Ἀϊδωνεὺς,  

ὦ Μέλαν, ἥβης γάρ σοι ἀπώλετο φίλτατον ἄνθος.  

`456`

ΑΛΛΟ.

  

Ἡλικίῃ, μορφῇ, φρεσὶ, Μούσαις, σωφροσύνῃ τε,  

ἐν πᾶσιν πρέψασα κατὰ χθόνα, φῶς λίπες ἠοῦς,  

κἄμʼ ἔφυγες ποθέοντα, καὶ οὐκ ἐσάθρησας ἰοῦσα.  

Τοιγὰρ ἐγὼ τόδε σῆμα φίλοις σταθμοῖσιν ἔτευξα,  

ὄφρα σε καὶ νέκυν οὖσαν ἐμοῖς μελάθροισιν ὁρῴην,  

οὔνομά μοι γλυκύ, Μέσσιʼ, ἀειμνήστη παράκοιτι.  

`457`

ΑΛΛΟ.

  

Τὸν σοφίῃ προὔχοντα, καὶ εὐτεκνίης ἀροτῆρα,  

τὸν πατέρʼ ἡμέτερον πολλοῖσι χρόνοις γεγαῶτα,  

τὸν τρὶς ἀριστεύσαντα, σὺν ἐντίμοισι φίλοισιν  

Εὐτόνιοι παῖδες πατέρʼ Εὐτόνιον τεθνεῶτα  

πολλάκις ὑμνήσωμεν ἐνὶ στήλαισι γραφέντα.  

`458`

ΑΛΛΟ.

  

Θ. Κ.  

Ἄνθος ὁρᾷς γαίης τὸ ποθούμενον ἐν στεφέεσσιν  

οὔνομά μοι τόδʼ ἔφυ· Ὑάκινθος ἐνθάδε κεῖμαι.  

`459`

ΑΛΛΟ.

  

Μήπω γευσάμενος ἥβης ὤλισθον ἐς Ἀΐδου  

δάκρυα καὶ στοναχὰς λείψας αἰῶνι γονεῦσιν·  

δύσμορος οὐδʼ ἐνόησα βροτῶν ψαῦσαι βιότοιο.  

Ἑπτὰ μόνους λυκάβαντας δύω καὶ μῆνας ἔζησα,  

ὧν τρεῖς ἐξετέλουν Διονύσῳ ὄργια βάζων.  

Ἡρόφιλον δʼ ἐκάλουν με πατὴρ καὶ πότνια μήτηρ.  

Ἔγνως, ὦ παροδῖτα, τίς ἤμην· οὐκ ἐγενήθην.  

`460`

ΑΛΛΟ.

  

Ἀσίδος ἀρχιερῆος ἄγαν κλυτοῦ υἱέα Μίθρου  

Λούκιον ἀθλοθετῆρα πάτρης Σμύρνης ἐρατεινῆς,  

εὐγενίῃ σοφίῃ τε κεκασμένον ἔξοχον ἀνδρῶν,  

Αὐσόνιον δάπεδον, βωμός θʼ ὅδε, σῆμά τε κρύπτει.  

`461`

ΑΛΛΟ.

  

Οὐκ ἔθανες, Πρώτη, μετέβης δʼ ἐς ἀμείνονα χῶρον,  

καὶ ναίεις μακάρων νήσους θαλίῃ ἐνὶ πολλῇ,  

ἔνθα κατʼ Ἠλυσίων πεδίων σκιρτῶσα γέγηθας  

ἄνθεσιν ἐν μαλακοῖσι, κακῶν ἔκτοσθεν ἁπάντων·  

οὐ χειμὼν λυπεῖ σʼ, οὐ καῦμʼ, οὐ νοῦσος ἐνοχλεῖ,  

οὐ πείνη σʼ, οὐ δίψος ἔχει σʼ· ἀλλʼ οὐδὲ ποθεινὸς  

ἀνθρώπων ἔτι σοι βίοτος· ζώεις γὰρ ἀμέμπτως  

αὐγαῖς ἐν καθαραῖσιν Ὀλύμπου πλησίον ὄντος.  

`462`

ΑΛΛΟ.

  

Τοῦτο γὰρ ἐν ζωοῖσιν ἐπώνυμον ἔσκε γυναικί  

εἵνεκεν ἧς ἀρετῆς καὶ σωφροσύνης μάλʼ ἀρίστης.  

Τεῦξε δὲ τόνδε τάφον φίλιος πόσις Εὔτροπος αὐτῇ  

οἷ τʼ αὐτῷ, μετόπισθεν ὅπως ἔχοι ἀμπαύεσθαι  

σὺν φιλίῃ ξυνῶς ἀλόχῳ, κεκλωσμένον αὐτῷ  

τέρμʼ ἐσιδὼν βιότου ἀλύτοις ὑπὸ νήμασι Μοιρῶν.  

`463`

ΑΛΛΟ.

  

Χαίροις, ὦ παροδῖτα· τιμῆς εἰσάκουσον ἐμεῖο.  

Οὔνομα δὴ Γλυκίαν, ἐσορᾷς δέ με παρθένον οὖσαν·  

τὴν δʼ ἄρʼ ἐμὴν νεότητα πατὴρ Παίδερως ἐνέγραψεν,  

καὶ μήτηρ Γλυκία, καὶ Τιμογένης ὁ ἀδελφός,  

μήτρωες Μάρκος καὶ Νίκυς, αἱ δέ τε μάμμαι  

Τιμογενὶς καὶ Ψυχὴ τἤγγονον ἐκτίμησαν  

...... ἔμʼ ἣν οὐπώποτʼ ἐέλπισα τιμήν.  

`464`

ΑΛΛΟ.

  

Μηνόφιλον τάφος οὗτος ἔχει, πολυπενθέα παῖδα,  

ὃν Χαρίτων τρισσῶν πανεπήρατον εἶδος ἔχοντα  

αἰνοτόκων γονέων φθόνος ἥρπασεν, ὃν καθορᾶτε  

ὀκτὼ μόνοις ἔτεσιν βεβιωκότα, μησί τε πέντε.  

`465`

ΑΛΛΟ.

  

............... βιότευον  

Πάντες γάρ μʼ ἐπόθουν, ἤμην γὰρ πᾶσι προσηνής,  

καὶ στεφάνους ἐφόρουν, πολλοῖς δὲ μύροισιν ἐχρώμην,  

καὶ μετὰ δόρπον ἐκοιμώμην κλισμῷ ἐνὶ καλῷ,  

ἐνδεδύμην δὲ τὸ σῶμʼ ἐν ἀθύρμασι χρώμασι θείοις,  

κάλλος ἔχουσα τύποισι, ταφῆς ἔτυχον μετὰ τοῦτο,  

καὶ ζῶ κοὐκ ἔθανον τοῖον ἔχουσα τάφον.  

`466`

ΑΛΛΟ.

  

Ἐνθάδε μὲν κεῖμαι, καὶ σώματος οὗτος ὁ τύμβος·  

εἰ μὴ μνῆμα, μετὸν τὸ κλέος ἐστὶ τάφος.  

`467`

ΑΛΛΟ.

  

Οὗτος Σωκάρτης Γορτύνιος  

παντοίης ἀρετῆς ἔξοχος ἡνίοχος,  

ὃν μήτηρ μὲν ἔτικτεν ἐνὶ Κρήτῃ εὐρείῃ  

ἠΰκομος Σθενίη, φερτάτῳ Αὐσονίων  

εὐνηθεῖσʼ ὑπʼ ἔρωτι, κασιγνήτους τε κρατίστους  

καὶ πλείστων ὑπάτων κρέσσονας ἡγεμόνας·  

ἀλλά ἑ νοῦσος ἔμαρψε κακὴ καὶ μοῖρα βαρεῖα  

ἥρωα, πρὶν ἰδεῖν παῖδας ἀεξομένους.  

Τούτου κουριδίη ἄλοχος καὶ κεδνὰ εἰδυῖα  

ἔστησʼ Εὔπραξις, κῦδος ἑῇ πατρίδι·  

οὐ γάρ τις κατὰ γαῖαν, ὅσαις Διόθεν γένος ἐστί,  

μείζονα τῇδε πόλει κόσμον ἔθηκε γυνή.  

`468`

ΑΛΛΟ.

  

Σωφροσύνας αἰδοῦς τε ἐτύμου χάριν, ὦ μάκαρ Ἑρμᾶ,  

Νίκανδρος χαίροι καὶ παρὰ Φερσεφόνᾳ.  

`469`

ΑΛΛΟ.

  

Ἡρώων τὸν ἄριστον ὁρᾶτέ με Παρμενίωνα  

ὅν ποθʼ ὁ προπάτωρ ἔτρεφε Παρμενιών,  

πατρί τε καὶ πάπποις καὶ πατρίδι κῦδος ἄριστον,  

παιδείας ἀγαθαῖς ἡδόμενον μελέταις,  

υἱὸν Μνησιέπου καὶ Παγκλείτης νέον ἔρνος,  

κάλλει καὶ πινυταῖς τερπόμενον πράπισιν.  

Τὸν τρισκαιδεκέτη δὲ πρὸς ἡρώων χορὸν ἁγνὸν  

ἥρπασεν ἐξαπίνης πανδαμάτειρα τύχη.  

`470`

ΑΛΛΟ.

  

Τίς σε, γύναι, Παρίην ὑπὸ βώλακα θήκατο; τίς σου  

ξυνὸν ὑπὲρ τύμβου σᾶμα τόδʼ ἀγλάισεν;  

—Συγγαμέτας Αὖλος Βαβύλλιος ἔρσε μελίξας  

στοργὰν ἀέναον. —Τίς τίνος, εἰπέ, πάτρας;  

—Οὔνομʼ Ἐπαρχίδα μοι θέτο Σώστρατος ἠδʼ ὁμόλεκτρος  

Ἀρχίππη, κλεινὴν δόξαν ἐνεικάμενοι.  

Ἃν Μύκονος μὲν ἔθρεψε πάτρα· πολιῆτιν Ἀθηνῶν  

Κέκροπος αὐτόχθων δᾶμος ἀναγράφεται.  

—Χαῖρε, γύναι, τοιοῦδʼ ὁμοσυγγενέταο γεγῶσα.  

—Καὶ σὺ χαρεὶς, ὤνθρωπε, ἕρπε σὺν εὐτυχίᾳ.  

`471`

ΑΛΛΟ.

  

Παρθενίαν λείπουσʼ ἐρατὴν θυγάτηρ Κλεαρίστης  

ἠδὲ Πολυγνώτου κεῖται Ἀρισταγόρα.  

`472`

ΑΛΛΟ.

  

................... ἄλλοις.  

Οὐκ ἤρκει τὰ πάλαι γενέταις κακὰ πάσχον ἐπʼ  

οὐδʼ ὅσα νήπιος ὢν ἔπαθον νούσων κακότησι  

γαίῃ ἐν ἀλλοδαπῇ, ὅσα δʼ ἐν πελάγεσσι μακροῖσιν·  

ἀλλʼ ὅτε βαιὸν ἐπʼ οὖδας ἔβην γαίης ἐρατεινῆς,  

ἡρπάσθην ὁ πρόμοιρος· ἔχουσι δὲ χείρονας ἄρτι  

λύπας καὶ στεναχὰς ἐπʼ ἐμοὶ δάκρυσιν πυκινοῖσιν  

......................  

`473`

ΑΛΛΟ.

  

Νήπιον ὠκύμορον κατέχω χθὼν, ὦ ξένε, παῖδα,  

ζήσαντʼ ἐν μελάθροις ἐς λυκάβαντα τέταρτον,  

οὔνομα δʼ ἐν τοκέεσσι φίλοις κέκλητʼ Ἀσιάρχης·  

αὐτοὶ δʼ οἳ θρέψαν τήνδʼ ἐπέθεντο κόνιν  

καὶ δακρύοισιν ἔβρεξαν ὅλον τάφον· ἄστατος ὄντως  

θνητῶν ἐστι βίος καὶ βραχὺς οὐδʼ ἄπονος  

`474`

ΑΛΛΟ.

  

Ὀκταέτη μʼ ἔτι παῖδα κατέκτανεν ἡ βαρύμηνις  

Κλωθὼ Καλλικράτη καὶ παρέδωκε τάφῳ.  

`475`

ΑΛΛΟ.

  

Καλλικράτης κεῖμαι τύμβῳ τούτῳ, παροδῖτα,  

πεντήκοντα ἕνα ζήσας σεμνῶς λυκάβαντας.  

Χαίροις, παροδῖτα.  

`476`

ΑΛΛΟ.

  

Θεοῖς χθονίοις.  

Νῦν Βασίλειος ἐγὼ βρέφος αἴλινον ὧδε Μακρῖνος,  

πατρὸς Μακρίνου, Γλυκέρας μητρός με τεκούσης,  

ὀκτὼ ἔτη πλήσας, πρὸς τούτοις μῆνʼ ἐβίων α.  

`477`

ΑΛΛΟ.

  

Τύμβον καὶ βωμὸν Μελεάγρῳ ἐνθάδʼ ἔτευξαν  

Κυριακὴ μὲν τοῦδε πάρος γεγαῶσα σύνευνος,  

σὺν δὲ δύω υἱοὶ Δημάγνος καὶ Κλεόνικος  

γλυκυτάτῳ γενέτῃ μνημοσύνοιο χάριν.  

`478`

ΑΛΛΟ.

  

Κλαυδιανὸν πύκτην λεντιάριοι ἐνθάδʼ ἔθηκαν,  

τιμῶντες καὶ νῦν εἰκόνι καὶ στεφάνοις.  

`479`

ΑΛΛΟ.

  

Σῶμα κόρης ἁρπαχθὲν ἀνηλίκῳ εὐθαλεῖ ὥρῃ  

παρθένου ἀνθοφόρου τύμβος ὅδʼ ἐγκατέχει·  

ψυχὴ δʼ ἀθανάτων βουλαῖς ἐπιδήμιός ἐστιν  

ἄστροις, καὶ ἱερὸν χῶρον ἔχει μακάρων.  

Οὐδὲ πικρὸν μοιρῶν μίτον ἔκφυγεν, οὐδʼ ἐδυνήθη  

ἀνθούσης ὥρης ...........  

ἀλλὰ τρισκαιδεκάτου περιτελλομένου ἐνιαυτοῦ  

γειναμένοις μέγα πένθος ἑοῖς κατέλειψε τοκεῦσιν.  

`480`

ΑΛΛΟ.

  

Θ. Κ.  

Τύμβον μὴ παρίδῃς, παροδῖτα, τῆς Ἀφροδίτης.  

Τοῦτον ἐμοὶ Αἰνείᾳ τε τέκνῳ ποίησεν ὁ χρηστὸς  

σύμβιος Ἑρμαγόρα, μνημοσύνης ἕνεκεν.  

`481`

ΑΛΛΟ.

  

Στέργω καὶ φθιμένα τὸν ἐμὸν πόσιν· οὐ γὰρ ὀθνείαις  

φρόντισι θαητὸν τύμβον ἔτευξε βροτοῖς,  

καὶ τιμαῖς ἰσόμοιρον ἔθηκεν τὰν ὁμόλεκτρον  

ἥρωσιν, φίλτρων εἵνεκα τερπνοτάτων.  

Κλεινὸν δʼ οὔνομά μοι, ξένε, Κυδίλα· ἐσθλὰ δὲ ναίω  

δώματα Φερσεφόνας χώρῳ ἐν εὐσεβέων,  

πατρὸς κλῃζομένα Δαμαινέτου, ἐκ δέ γε ματρὸς  

Κλεισφύσσας, δοιῶν εὐγενετᾶν γονέων.  

Αἰνείσθω ξυνόμευνος· ἐπεί γε με κἀποθανοῦσαν  

ζηλῶν ἀθανάταις ἠγλάισεν χάρισιν.  

`482`

ΑΛΛΟ.

  

Ἀπατρίῃ γάθοντα κατέσχε με Ἰλιὰς αἶα,  

ἀλκὰν Ἑλλαδικὰν κευθομένα λαγόσιν.  

`483`

ΑΛΛΟ.

  

Ὠκύμορος παλάμαις ἀλόχου ἔλιπες φάος ἠοῦς  

ἀργαλέην λύπην σοῖς ἑτάροις θέμενος,  

Ἱστόριε,  

οἱ ποθεόντες ἀεί σε φιλόφρονα θυμὸν ἔχοντες  

μέλψουσιν μνήμαις πᾶσι βροτοῖσι φίλον.  

`484`

ΑΛΛΟ.

  

Μικρὰ μὲν ἡ λίθος ἐστίν, ἔχει δʼ ἡδεῖαν ὀπωπήν  

ἔνδον τῶν μορφῶν, ὡς ἴον ἐν ταλάροις.  

`485`

ΑΛΛΟ.

  

Ὦ φίλε παῖ, σοῦ πατρὸς μὴ κλαύσῃς φθιμένοιο.  

 <span class="gap">…</span> ρήσας ὀγδοήκοντα δυσὶν ἔτεσιν,  

γαῖάν τε Κεκρόπων ἱερὰν βουλήν τε γερόντων  

ηὖξον καὶ μελέτην εἶχον ἐλευθερίης.  

Ἑξήκοντʼ ἔτεσιν μετʼ ἐμῆς ἐβίωσα γυναικός,  

ἐξ ἧς ἔσχα τέκνα γνήσια κοὐχὶ νόθα.  

........... μορφὴν ἐτύπωσεν.  

πᾶσιν ὁρᾶν με..........ς.  

Εἰ δὲ θέλεις θέλγειν ψυχὴν τεθνηκότος ἀνδρός,  

θέλξον ἐπισπείσας ὅσσα βροτοῖσι θέμις.  

`486`

ΑΛΛΟ.

  

Ἱερὸς οὗτος ὁ χῶρος, ὃν Αἰνείας ἀγανόφρων  

εἵσαθʼ ἑοῦ ἑτάροιο σεβάσμιον Ἠιθέοιο  

πάντα παλαιγενέεσσιν ἀλιγκίου ἡρώεσσιν  

κάλλος τʼ ἠνορέην τʼ ἀγανοφροσύνην τε νόον τε.  

Ἐνθάδε δέμνιʼ ἔχει καὶ Ὀλυμπιὰς ἱμερόεσσα,  

Ἠιθέοιο δάμαρ καὶ ἀδελφεὴ Αἰνείαο  

ἣ πάσας παράμειψε φιλάνδρους ἡρωίνας,  

Ἄλκηστιν πινυτῇ, μορφῇ δʼ ἐρατώπιδα Λήδην.  

Τοῦτʼ ἐτύμως νῆσοι μακάρων πέδον, ἔνθα τε φῶτες  

εὐσεβέες ναίουσι δικαιότατοι ἀγανοί τε,  

οἳ ξυνὸν ζώοντες ἔχον βίον ἀλλήλοισιν  

σὺν κόσμῳ σοφίῃ τε δικαιοσύνῃ τε καὶ αἰδοῖ.  

Ἀγγέλλω τάδε βωμὸς, ὃν Αἰνείας ἀνέθηκεν,  

ὄφρα κε κυδαίνωνται ὑπʼ ἀντιθέοις γεράεσσιν  

πᾶσιν ἐν αἰώνεσσιν ὑπʼ εὐσεβίῃσιν ἑταίρων.  

`487`

ΑΛΛΟ.

  

Ἰκαρίοιο τάφος νεοπενθέος· ὦ τάφος, ὅσσην  

συγκλείσας ἀρετῆς εὐκλείην κατέχεις.  

Οὐκ ἴδρις τραγικῆς μούσης, οὐκ εὔλυρος ἀνὴρ,  

οὐκ ἐπέων ῥητὴρ ἄξια σεῖο φράσει,  

οἷος ἔφυς πραπίδας, οἷος χρόα, οἷος ἰούλους,  

ὅσσων θʼ, ὡς πρέσβυς, κοῦρος ἐὼν κράτεες.  

Νύμφην δʼ ἥν σοι ἐγὼ θεῖος τεὸς ἔτρεφον, οἲ οἴ,  

τλήμονα, νυμφεύσων ἥρπασε πρόσθʼ Ἀΐδης.  

Οὐδὲ γάμων ὑμέναιον ἀείσαμεν· ἀλλʼ ἄρα μούνω  

παρθενίην ἐρατὴν σώσατε κεἰς Ἀΐδου.  

`488`

ΑΛΛΟ.

  

Παῖδά με Πλουτάρχου Διονύσιον ἅδε κέκευθε  

γαῖα, τὸν αἰθέρι ὡς ἀστέρα λαμπόμενον  

ἀθλοφόρον ταχύτητι· τί τὸ πλέον; εἰς Ἀΐδαο  

ἤλυθον ἡβήσας ἐννεακαιδεκέτης,  

οὐ τῶν ......... πόνος, ἀλλʼ ὁ...  

πένθος ἐφῆκε πικρὸν μοῖρʼ ὀλοὴ γενέταις.  

`489`

ΑΛΛΟ.

  

Πλουτάρχου τόδε σῆμα σαόφρονος, ὃς πολυμόχθου  

κύδεος ἱμείρων ἤλυθεν Αὐσονίην·  

ἔνθα πόνοισι πόνους ἀνεμέτρεε τηλόθι πάτρης,  

μουνογενής περ ἐὼν καὶ πατέρεσσι φίλος.  

Ἀλλʼ ἑὸν οὐκ ἐτέλεσσε πόθον, μάλα περ μενεαίνων·  

πρόσθε γὰρ ἀστόργου μοῖρα κίχεν θανάτου.  

`490`

ΑΛΛΟ.

  

Οὐχὶ πόνῳ δολίῳ τὸ πρὶν, ἦλθʼ ὅ σοι νῦν ἐπιγράψας,  

ἀλλὰ νόσῳ λημφθεὶς, ἐσχʼ ἐπί σοι βίαιον·  

Νῦν δέ σοι τήνδε γραφὴν θήσω χάριν, ἧς ἀπὸ κηροῦ  

ἀντίτυπον ῥεύσει τοῖς δακρύοις χάριτα.  

Εἰ δέ τις ἐστι νόος παρὰ Ταρτάρῳ ἢ παρὰ Λήθῃ,  

ἧς ἔσχον σπουδῆς νῦν κατέχεις χάριτα.  

Τίς δʼ ἐπί σοι ἐτύπωσε τὰ γράμματα; εἰμὶ τὸ πρίν σου,  

αἷμα σὸν ἐν ζῶσιν· λυπεῖς με τέλος κατέχουσα.  

Ἀγάθων ἀδελφῇ Ἀτταλίδι μνείας χάριν.  

`491`

ΕΝΝΟΙΟΥ  <span class="gap">…</span>

  

Βαιὸν ἐμὲ νύμφαις ἔργον κάμεν .....  

οὐ γάρ μοι σθεναρὴν χεῖρʼ ἐπέοικε φέρειν  

Ἀλλʼ ἐν ἐμοὶ καμάτων εὗρεν τέλος, εὗρε δὲ τύμβον  

ἀγχόθι λαϊνέης αὔλακος ὑδροφόρου,  

τὴν αὐτὸς ποίησεν ἐς ἠέρα πολλὸν ἀείρας  

νᾶμα φέρειν καθαρὸν ἐνναέταις Κατάνης.  

`492`

ΑΔΕΣΠΟΤΟΝ.

  

Στήλη μαρμαρέη, τίνος εἶ τάφος; —Ὠκέος ἵππου,  

—Τίς δʼ ὄνομʼ; —Εὐθύδικος. —Τί κλέος; —Ἀθλοφόρος.  

—Ποσσάκις ἐστέφθη δρόμον; —Πολλάκι. —Τίς δʼ ἔλαέν μιν;  

—Κοίρανος. —Ὦ τιμῆς κρέσσονος ἡμιθέων.  

`493`

ΑΛΛΟ.

  

Διογένης Ἡρακλείδου Μακεδών.  

Ἦ ῥα ποθεινὸς πᾶσιν ἔβης δόμον Ἀΐδος, οὔπω  

εἴκοσʼ ἐτῶν μῆνας δʼ ἓξ ἔτι λειπόμενος,  

Διόγενες· πένθος δὲ λυγρὸν στυγνόν τε γονεῦσιν  

κάλλιπες ἀΐδιον γήραϊ τειρομένοις.  

Ἀλλʼ οὐκ ἔστι τύχην προφυγεῖν καὶ δαίμονα θνητοῖς,  

οὐδὲ παρώσασθαι μόρσιμον ἦν τὸ χρεών.  

`494`

ΑΛΛΟ.

  

Εἰπεῖν τίς δύναται σκῆνος λιπόσαρκον ἀθρήσας  

εἴπερ Ὕλας ἢ Θερσίτης ἦν, ὦ παροδῖτα;  

`495`

ΑΛΛΟ.

  

Καστρίκιόν με Φίλιππον ἐτύμβευσεν Τίτος υἱός  

Εἰονίου πελάγους ἄγχι καταφθίμενον·  

ὀστέα δʼ ἐνθάδʼ ἔνεικεν, ἐπεὶ γλυκὺ καὶ μετὰ μοῖραν,  

οὐχὶ μόνον ζωοῖς πάτριόν ἐστʼ ἔδαφος.  

Ἡδαίαν Εὐκλείας τὴν καὶ Μαρίαν με θανοῦσαν,  

μητέρα τὴν ἰδίην υἱὸς ἔθαψε Τίτος,  

ὀκτωκαιδεκέτης λειφθεὶς νέος, ὀστᾶ δὲ πατρός  

εἰς ἓν ἔθηκεν ἐμοὶ Δυρραχίου κομίσας·  

ᾗχι Φίλιππον ἔθαψεν, ἐμὸν πόσιν· ἀλλὰ τροφείων  

μνησθεὶς ἀμφοτέροις τύμβον ἔχωσεν ἕνα.  

Ὃς τὸν ἐμὸν παρὰ τύμβον ἄγεις, Τίτον ἴσθι Φιλίππου  

πατρὸς Ἐδεσσαῖον παῖδά με καὶ Μαρίας.  

Πατρὶς μέν μοι Ἔδεσσα, τὸ δʼ οὔνομα Κλαυδία Γράπτη·  

κεῖμαι δʼ ἐνθάδʼ ἐγὼ σύγγαμος οὖσα Τίτου.  

`496`

ΛΟΥΚΟΥΛΛΟΥ.

  

Καὶ σὺ πάρος μούσῃσιν ἐνιπρέψας, Θεόδωρε,  

τὴν κοινὴν πάντων ἦλθες ἀταρπὸν ἔπι  

πάτρη σοι γένεος Βιθύνιον, ἐν δʼ ἀρʼ Ἀθήναις  

γραμματικῆς τέχνης οὔνομʼ ἔδεξο μέγα·  

Βύζαντος δὲ πόλει κλέος ἤραο, καί σε θανόντα  

μήτηρ ὡς λαγόσιν θήκατο δεξαμένη.  

Λούκουλλος φιλίας τάδε σοι μνημήιʼ ἔγραψεν,  

σῆς γλυκερῆς ψυχῆς κέντρον ἄπαυστον ἔχων.  

`497`

ΖΩΣΙΜΟΥ.

  

Μαρμαρέη λίθος εἰμὶ, φέρω δʼ ἐν γαστέρι φῶτα  

Νήδυμον ὕπνον ἔχοντα καὶ ἐν φθιμένοισι παρόντα,  

ὃν δῆμος χρυσῷ στεφάνῳ τίμησε γεραίρων·  

βουλὴ ταὐτὸν ἔπραξε παρηγορίην υἱοῖο·  

κεῖται σῶμα λέοντος ἀρηιφίλῳ ἐπὶ φωτί.  

Ζώσιμος υἱὸς ἔγραψε, τὸ γὰρ γέρας ἐστὶ θανοῦσιν·  

ἔμπνουν φθεγγομένην ἀδεῶς μʼ ἐχάραξε σιδήρῳ.  

Ὅστις δʼ ἂν τολμᾷ θέσθαι νέκυν εἰς ἐμὲ νηδύν,  

χωρὶς τοῦ παιδὸς πατέρος, οὗ ἔχω κατὰ γαστρός,  

δώσει τῇ τε πόλει καὶ τῷ ταμείῳ δηνάρια μυρία.  

`498`

ΤΟΥ ΑΥΤΟΥ.

  

Σκῆνος μὲν γενετῆρες, ἐπεὶ γέρας ἐστὶ θανοῦσι,  

τιμῶντες κλαίεσκον ἀναίσθητον περὶ τύμβον·  

ψυχὴ δʼ ἐς τὸ δίκαιον ἔβη· ἦν δʼ οὔνομα τοὐμὸν  

Νήδυμος, Ἰταλικῆς Ἀδάης παῖς, ἵμερος ὄντως,  

οὐκ ἤμην ἔμπροσθε πολὺν χρόνον· ἔστʼ ἐγενήθην,  

εἷς ὀλίγων ἐτέων ἐναρίθμιος, ἄστατος αἰών,  

οὐκ ἀνέδραστον ἔχων ἴδιον δρόμον· ἧς δʼ ἔλαχέν τις  

μοίρης, ταύτην ἐκτελέσει· καὶ γὰρ βασιλῆες.  

Ταῦτʼ ἐπέγραψε πατὴρ ὁ Ζώσιμος εἵνεκʼ ἐμεῖο,  

αἰείμνηστον ἔχων ψυχῆς πόθον ἀθανάτοιο.  

`499`

ΑΔΗΛΟΝ.

  

Πλήρης ὁ φόρτος ἐστί μοι· καλῶς ἔχει.  

Κεῖται γὰρ νηδὺν εἰς ἐμὴν ὁ Νήδυμος  

κἀκ τοῦδε παιδὸς παῖς γεγὼς ὁ Νήδυμος,  

τρίτος δὲ παιδὸς νῦν πατὴρ ὁ Ζώσιμος.  

Μύσιν θεῶν τίς μοι δότω καὶ σύμφυσιν·  

ἢν γὰρ θίγῃ τις εἰς ἄνοιξιν τὴν ἐμήν,  

μήτʼ ἐλπίδων ὄναιτο, μὴ τέκνων σπορᾶς,  

ἀλλʼ ἐγγένους ὄλοιτο πάνριζον γένος.  

`500`

ΑΛΛΟ.

  

Σοὶ τόδε σῆμα καλὸν Ἀσκληπιακὸς Φιλέρωτι  

πεντέτει ἱμερτῷ παιδὶ πατὴρ ἔκαμον.  

`501`

ΑΛΛΟ.

  

Τὸν πάσης ἀρετῆς εἰδήμονα φῶτα, Φίλιππον,  

πρέσβυν, κʼ Ἀονίης ἐμπέραμον σοφίης,  

Αὐσονίων ὕπατον, πατέρα κλυτὸν Ἀντιγόνοιο,  

θρέψε Μακηδονίη, δέξατο δʼ Ἰταλίη.  

`502`

ΑΛΛΟ.

  

Τρεῖς δεκάδας ζήσασα ἐτέων σὺν πέντε ...  

Πάρδαλις ἦλθα θοῶς εἰς Ἀΐδαο δόμον,  

ἐσθλὸν ἀπολιποῦσα φίλον Σωτήριχον ἄνδρα  

καὶ παῖδας δοιοὺς ἄρρενας ἠδὲ κόρην.  

`503`

ΑΛΛΟ.

  

Ζωίλος ἡνιόχων προφερέστατος ἐνθάδε κεῖται.  

`504`

ΑΛΛΟ.

  

Μαρκέλλης τάφος εἰμί. Τίς αὐτὴ γράμματα λέξει,  

ἀρτίγαμος κούρη εἴκοσιν οὖσʼ ἐτέων.  

Αὐτὴ ἡ γεννήσασα καὶ κηδεύσασα ἐπέγραψεν,  

ἄχθος ἔχουσα κραδίῃ πένθεος οὐκ ὀλίγου.  

`505`

ΑΛΛΟ.

  

Εἰκοσιὲξ λυκάβασιν ἐγὼ ζήσασα Σαβῖνα  

καὶ μησὶν τέτρασιν, εἶθʼ ἑνδέκατον πάλιν ἦμαρ,  

τῇδε σορῷ κεῖμαι θυγατρὸς μέτα, ἥ μʼ ἐδίωξεν  

δειξαμένη στοργὴν φιλομήτορα δόγμασι Μοιρῶν.  

`506`

ΑΛΛΟ.

  

Τελεσφόρε χαῖρε.  

Ἦν ὥρα συνέχουσα Τελεσφόρον, καὶ ἀπέδησε  

τὴν ζώνην αὑτοῦ· .........  

ᾘόνος ἐξήρπαξε, καὶ οὐκέτι Μοῖρʼ ἀνέμεινε.  

Ὦ ταχίνου θανάτου καὶ γονέων ἀτυχῶν.  

`507`

ΑΛΛΟ.

  

Ἀμφοτέρων τόδε σῆμα Σαβίνης Αἰμιλιανοῦ τʼ  

ἀνδρὸς κυδαλιμοῦ καὶ πινυτῆς ἀλόχου.  

`508`

ΑΛΛΟ.

  

Υἱὸς Ἀριστάρχου κεῖται πτολίαρχος ἐχέφρων,  

ἔξοχα τόν ῥʼ ἀγάπησε δάμαρ Βασίλεια Λεώκιν.  

`509`

ΑΛΛΟ.

  

Οὐκέτι κηροχύτοισι κατʼ οὔρεα τέρπομαι αὐλοῖς  

πηκτίδος, οὔτʼ ἄντροις, οὐ δένδρεσιν ὑψιπετήλοις,  

ἠχὼ δʼ οὐ φιλέω, οὐ τέρπομαι ἀγρονόμοισιν·  

ἀνδρὸς δʼ ἰθυδίκου ποθέων περικαλλέα ἔργα  

Ἀμπελίου σκιρτῶ καὶ τέρπομαι, ἔνθα κε Μοῦσαι  

ἕστασι τερπόμεναι πλατάνοισι καὶ ὑδατίοισιν.  

`510`

ΑΛΛΟ.

  

Μοιράων με μίτος πικρὸς ὤλεσεν, οὐ βιότοιο  

οὐδὲ φάους γλυκεροῦ πολλὸν ἐπαυράμενον·  

εἰ δὲ μαθεῖν σὺ ποθεῖς, τίνα μʼ ἐνθάδε τύμβος ἔκευθεν,  

οὔνομά μοι Κέρδων πατρὸς ὅμοιον ἔην·  

τριάκοντα δέ μιν λυκάβαντας ἀναπλήσαντα  

δόγμασι Μοιράων εἷλε μέλας θάνατος.  

`511`

ΑΛΛΟ.

  

Τίς βροτὸς οὐκ ἐδάκρυσʼ ὅτι τόσσον κάλλος ἀπῆλθεν  

εἰς ἀέρʼ; ἥρπαξαν γονέων Μοῖραι κατʼ ἐνωπάν.  

`512`

ΑΛΛΟ.

  

Κλαύσατε πάντες ἐμὸν γοερὸν μόρον οἱ παριόντες  

στάντες ἐμῆς μικρὸν πρόσθε λυγρῆς σποδιῆς·  

κλαύσατε τὴν δύστηνον, ἐφʼ ᾗ μέγα πένθος ἔχουσι  

νυκτὶ καὶ ἠελίῳ δυστοκέες τοκέες,  

ἧς ζυγὸν οὐκ εἶδον τὸ γαμήλιον, οὐδʼ ὑμέναιον  

ᾖσέ τις οἰνοχαρὴς πρόσθεν ἐμῶν θαλάμων.  

`513`

ΑΛΛΟ.

  

Θ. Κ.  

Τὴν πάντων γλύκιον τῶν οἴκαδε, τὴν ἀρίζηλον  

μητέρα τῆς γαμετῆς Ζωίλος ἔνθα θέτο.  

`514`

ΑΛΛΟ.

  

Σμυρναῖος Μοσχιανὸς, ἐπεὶ θάνον, ἐνθάδε κεῖμαι,  

κωμῳδὸς, καὶ τοῦτο διακρίνει γε τὸ σῆμα.  

Μαρκιανὸς δʼ ἐμʼ ἔθαψε καὶ ἐκήδευσεν, ὁδῖται,  

μήτε νέκυν προλιπὼν, μήτʼ ἐν ζωοῖς ἔτʼ ἐόντα·  

νοσφισθεὶς βιότου δὲ τέλος καὶ μοῖραν ἔπλησα.  

`515`

ΑΛΛΟ.

  

Κόσμησέν με φίλος πατρώιος· ἡ δὲ πατρίς μοι  

Πάτραι· ἀτὰρ κατέχω Πυλάκιον πεδίον.  

`516`

ΑΛΛΟ.

  

Θρέψε πάτρῃ Ῥώμῃ κλυτὸς ἡνίοχος Πολυνείκης  

υἷε δύο Μάκαριν Τατιανόν τε κάσιν.  

...................  

`517`

ΑΛΛΟ.

  

Παρθενὶς ἐνθάδε κεῖται ἀγήρατος ἀθανάτη τε.  

`518`

ΑΛΛΟ.

  

Ἐνθάδε Γαιωνᾶς, ὃ κίστιβέρ ποτε Ῥώμης  

καὶ δείπνοις κρίνας πολλὰ μετʼ εὐφροσύνης,  

κεῖμαι, τῷ θανάτῳ μηδὲν ὀφειλόμενος.  

`519`

ΑΛΛΟ.

  

Τῇδε Ἀλεξάνδρεια κόρη πρόπολος Διονύσου,  

κιστοφόρος τε θεᾶς Νειλώτιδος Ἴσιδος ἁγνῆς,  

εἴκοσι δὶς πλήσασα χρόνον κεῖται λυκαβάντων.  

`520`

ΑΛΛΟ.

  

Ἱστορίας δείξας, καὶ χερσὶν ἅπαντα λαλήσας,  

ἔμπειρος Βρομίοιο σοφῆς ἱερῆς τε χορείας,  

συμπάσχων κείνοις περ ὅσων κινεῖτο προσώποις,  

κοσμήσας πᾶσαν θυμέλην διδαχαῖς πολυδόξοις,  

οὗτος ὁ παιδείας θαλερῆς ἐγκώμια λείψας,  

κεῖται δὴ γήρᾳ βεβαρημένος. Οὐκ ἔθανεν γὰρ  

ζώσης ἠυχόροιο τέχνης ἀρεταῖσι μαθητῶν.  

`521`

ΑΛΛΟ.

  

Ἀψευδεῖς μούνη καὶ πρώτη τοὺς πρὶν ἀοιδοὺς  

δεῖξα, καὶ οὐκέτι μοι μῦθον ἐρεῖτʼ ἀρετὴν,  

οὐκέτι· νικῶ γὰρ πάσας τὰς σώφρονας οὔσας,  

κλεινήν τʼ Ἄλκηστιν καὶ Πηνελόπειαν ἀρίστην  

... οὔτινα μείζονʼ ............  

`522`

ΑΛΛΟ.

  

Ἁγνὴ μὲν μήτηρ μʼ ἐλοχεύσατο, παῖς ἔτι κεδνὴ,  

πρώτας ὠδίνας ῥηξαμένα λαγόνι.  

Φαῦστον δʼ ὠνόμασεν μήτηρ ἰδίης ἀπὸ μητρὸς,  

γείνατο δʼ ἠιθέους τηλυγέτην τε κόρην.  

Πένθος δʼ οὔτι ἑκὼν καὶ λύπην δῶκα τεκούσῃ·  

μοῖρα γὰρ οὐδὲ γονὴν οὐλομένη πόρε μοι,  

ἀλλά με νηλειῶς τρισσῶν ἥρπαξεν ἀδελφῶν  

μητρός τε γλυκερῆς κουριδίης τʼ ἀλόχου.  

`523`

ΑΛΛΟ.

  

Δωδεκέτους τάφος εἰμὶ Φιλοκλέος, ὃν θέτο μάτηρ  

ἀχνυμένα λυγρὸν παῖδα Φιλοκρατέα·  

σχέτλιος οὐδʼ ἔφθη χλαμύδας περὶ χρωτὶ βαλέσθαι,  

οὐδʼ ἐσιδεῖν Ἑρμῆν γυμνασίου πρόεδρον.  

`524`

ΑΛΛΟ.

  

Ἐκ τῆς τῶν .....................  

....................  

δὶς δέκα καὶ δύʼ ἐτῶν γεγενημένον· ἐν δὲ λίθῳ μου  

τοὔνομα δυστήνου γράψʼ ἐλεῶν ὁ πάτηρ.  

Θνήσκω δʼ οὐχὶ νόσῳ βεβαρημένος, ἀλλὰ διώξας  

ἵππον ἐπὶ σπουδῆς, αἰφνιδίως ἔπεσον·  

οὐδέ γʼ ἐθάλφθην χερσὶ πατρὸς καὶ μητρὸς ὁ τλήμων  

κείμενος ἡμιθανής· Μοῖρʼ ἐπέκλωσεν ἐμοῦ  

ὑστάτιον ξείνους δέχθαι λόγον ἀντὶ τροφήων.  

Νικᾷ με σφαλερὰ Μοῖρα δὲ καὶ δάμασεν·  

οὔτε γονεῦσιν ἔην τιμᾶς χάρις οὔτε γε πάππῳ  

βαιὸν τυμβήρει βῶλον ἐπισκεδάσαι.  

Ἥδιστον γὰρ ἔχειν ἀπὸ συγγενέων στεφανοῦσθαι·  

σύμπαν πλῆθος ἐμὸν τύμβον ἔχευε τότε·  

καὶ τοὺς εἰς αἰεὶ γενέτας ἐν πένθει ἔθεντο,  

τοὔμου παγκλαύστου δαίμονος, ὡς ἀδικοῖ.  

Ἀνθʼ υἱοῦ γὰρ νῦν ὡς τοὺς γονέας σεβάσοιτο  

ἐγκατέχει πυξὼν, οὐ τέκνον, ἀλλʼ ὀθόνην.  

`525`

ΑΛΛΟ.

  

....... καὶ ὁμ· ........  

Ἐπαγάθῳ σοι γένοιτο νεκρῶν ἐν δόμοις  

καλή σου πᾶσα ὥρα, εὐεργεσίας χάριν.  

`526`

ΑΛΛΟ.

  

Ἀθάνατος μερόπων οὐδεὶς ἔφυ· τοῦδε Σεβῆρα,  

Θησεὺς, Αἰακίδαι μάρτυρές εἰσι λόγου.  

Αὐχῶ σώφρονα τύμβος ἐμαῖς λαγόνεσσι Σεβήραν  

κούρην Στρυμονίου παιδὸς ἀμύμονʼ ἔχων,  

οἵην οὐκ ἤνεικε πολὺς βίος, οὐδέ τις οὕτως  

ἔσχε τάφος χρηστὴν ἄλλος ὑπʼ ἠελίῳ.  

`527`

ΑΛΛΟ.

  

Τέρμα βίου τελέσας παῖς Γαΐου ἐνθάδε κεῖμαι,  

ἀσκήσας μάλα πᾶν εἶδος ὑποκρίσεως,  

ὀκτωκαίδεκʼ ἔτη ζήσας Ἀσκληπιόδωρος.  

Γῆς ὢν πρόσθε γόνος μητέρα Γαῖαν ἔχω.  

`528`

ΑΛΛΟ.

  

Ἐννεακαιδεκάμηνος ἐγὼ κεῖμαι παρὰ τύμβῳ,  

ὃν ποίησε πάτηρ Πρόκλος, Συρίης ἀπὸ γαίης.  

Οὔνομα δʼ ἔστι Πρόκλα· γαίη πατρὶς, ᾗ παράκειμαι.  

`529`

ΑΛΛΟ.

  

Ἀνέρες οἵπερ ἐς Αὐσονίων πέδον ἵκετε, ξεῖνοι,  

βαιὸν ἐπὶ τραφερῇ χθονὶ δερκόμενοι τόδε δῶμα  

ἀνδρὸς ὀπιζομένου Ζηνὸς νόον αἰγιόχοιο·  

ὅς ποτʼ ἔδειξε βροτῶν πολυπλάγκτοισιν πραπίδεσσιν  

ψυχὴν ἀθανάτην κἀγήραον ἐκ Διὸς αἴσης  

μάρτυρα Φοῖβον ἀμυμόσιν ἐν σελίδεσσι χαράξας.  

Οὐδʼ ἄρα θνητὸς ἔην, ὑπʼ ἀνάγκης δʼ ὑψιμέδοντος  

τύμβῳ εἰναλίῳ πεπεδημένος ἤνυσεν οἶμον,  

ἐκ ῥεθέων δʼ ἀναστείχων σεμνὸν ἔβη Διὸς οἶκον,  

Λητοΐδῃ καὶ Μούσαις βωμὸν ὑπʼ ἠέρι τεύξας·  

ἰητὴρ δʼ Ἀσκληπιάδης μακάρων τρίβον ᾔει,  

χρημοσύνην δʼ ἔλιπεν πολυκήριον ἐν νεκύεσσιν.  

`530`

ΑΛΛΟ.

  

Φιλοξένη.  

Γήρᾳ θανοῦσαν τάφος ἔχει Φιλοξένην.  

`531`

ΑΛΛΟ.

  

Κοινὸν φῶς ἰδοῦσα τὸ κοινὸν ἔχω τέλος αἰεί,  

πέντε λιποῦσα τέκνων καλλιγόνους σταχύας.  

Μὴ μύρου, φίλʼ ἄνερ, με· καὶ αὐτὸς ἐκεῖ γὰρ ὁδεύσας  

εὑρήσεις τὴν σὴν σύγγαμον Εὐτυχίην.  

`532`

ΑΛΛΟ.

  

Ἐνθάδε σῆμα Κλέανδρος ...φου Εὐτυχιανοῦ,  

ὃς Μουσῶν δώροις ἔσχε λόγον Χαρίτων.  

`533`

ΑΛΛΟ.

  

Κλεομάνδρου τόδε σῆμα, τὸν ἐν πόντῳ κίχε Μοῖρα·  

δακρυόεν δὲ πόλει πένθος ἔθηκε θανών.  

`534`

ΑΛΛΟ.

  

Σαλούιος  <span class="gap">…</span> Ἀριστείδου λιθοδαίδαλος ἔνθα τέτευκται,  

ἐκτὸς ἐὼν δακρύων καὶ λυποτόκων ὀδυνάων·  

καὶ γὰρ ἐν εὐφρασίαις καὶ αὐλῶν ἡδέσι φωναῖς  

δωμηθεὶς, ἀνέλαμψε βροτοῖς λιθοκαλλέα μορφήν.  

`535`

ΑΛΛΟ.

  

Θ. Κ.  

Ἄνδρα φίλον φθίμενον Διονύσιον ἐνθάδʼ ἔθηκεν  

Δελφὶς ἑὸν τιμῶσʼ εἵνεχʼ ὁμοφροσύνης.  

Καὶ φιλίῃ νίκησεν ἀδελφειῶν ὁμόνοιαν  

ἐσθλὸς Ἀθήναιος ἐν θαλάμοιο τέλει,  

ὃς τόδε σῆμʼ ἐτέλεσσε τεθνειότι θεσμὸν ἀέξων  

εἵνεκεν εὐνοίης, ἧς ἔχε, πιστοτάτης.  

`536`

ΑΛΛΟ.

  

Αἰλιανῷ τόδε σῆμα πατὴρ ἀγαθῷ πινυτῷ τε  

θνητὸν κηδεύσας σῶμα· τὸ δʼ ἀθάνατον  

ἐς μακάρων ἀνόρουσε κέαρ· ψυχὴ γὰρ ἀείζως,  

ἣ τὸ ζῆν παρέχει καὶ θεόφιν κατέβη.  

Ἔσχεο σὺ στοναχῶν, πάτερ, ἴσχε δὲ, μητὲρ, ἀδελφούς·  

σῶμα χιτὼν ψυχῆς· τὸν δὲ θεὸν σέβε μου.  

`537`

ΑΛΛΟ.

  

Λείψανα Λουκίλλης διδυματόκου ἐνθάδε κεῖται,  

ἧς μεμέριστο βρέφη, ζωὸν πατρὶ, θάτερον αὐτῇ.  

`538`

ΑΛΛΟ.

  

Μήτηρ μοι Τατιᾶνα, παρʼ ἠρίον ὅστις ὁδεύεις,  

ἤγειρε στήλην σὺν πατρὶ Σωσθενέι,  

πολλʼ ὁλοφυρόμενοι μικρῷ ἔπι· ἦν γὰρ ἐμοὶ μεὶς  

ἕβδομος οὐ πλήρης· οὔνομʼ Ἰουλιανός.  

`539`

ΑΛΛΟ.

  

Τύμβος μὲν κρύπτει με τὸν ἐν κόλποισι τραφέντα,  

οὔνομα μὲν Πτολεμαῖον· ὁ γεννήσας δὲ Σέλευκος.  

Πενταετὴς δʼ ἱκόμην Ἄιδος δόμον· οἱ δὲ γονεῖς με  

μύρονται κενεαῖς ἐλπίσι τειρόμενοι.  

Ὦ γονέες, τί μάτην κενεῷ προσψύχετε τύμβῳ;  

Μοιρῶν γὰρ κλωστῆρι τέλος βιότοιο τέτυκται.  

`540`

ΑΛΛΟ.

  

Λαΐνεος στήλη με πέριξ ἔχει· ἐκ δέ με παστῶν  

νύμφην κἀχ θαλάμων ἥρπασʼ ἄφνως Ἀΐδας  

Πώλλαν, λυγρὰ γονεῦσι λιπὼν μνημήια τέκνου.  

`541`

ΑΛΛΟ.

  

Εὐτυχίδης Ζωίλου Μιλήσιος.  

Πραξιτέλους ἤνθουν λαοξόος οὔ τι χερείων,  

ἐς δʼ ἐτέων δισσὰς ἤλυθον ὀγδοάδας·  

οὔνομα δʼ Εὐτυχίδης ψευδώνυμον, ἀλλά με δαίμων  

θῆκεν ἀφαρπάξας ὠκύτατʼ εἰς Ἀΐδα.  

`542`

ΑΛΛΟ.

  

Λυσέᾳ ἐνθάδε σῆμα πατὴρ Σήμων ἐπέθηκε.  

`543`

ΑΛΛΟ.

  

Λευκὰς μὲν πατρίς ἐστιν ἐμοὶ, σπεῖρεν δέ με Γόργος <span class="gap">…</span>  

τοὔνομα Δημόφιλον  <span class="gap">…</span> · κεῖμαι δʼ ἐν δήμῳ Ἀθηνῶν.  

`544`

ΑΛΛΟ.

  

Σῆμα πατὴρ Κλεόβουλος ἀποφθιμένῳ Ξενοφάντῳ  

θῆκε τόδʼ ἀντʼ ἀρετῆς ἠδὲ σαοφροσύνης.  

`545`

ΑΛΛΟ.

  

Μεῖνον, ἄκουσον ἐμοῦ, παροδοίπορε, τίς ποτʼ ἔφυ με·  

Παρδάλας μʼ ἔσπειρε πάτηρ, γαστὴρ δέ με τίκτεν  

Εὐτυχίδος·  

οὔνομά μοι δὲ Εὐτυχιανός.  

Παιδείας γὰρ ἐγὼ πινυτῆς ἤλπισα γενέσθαι  

καὶ χάριτʼ ἂν δοῦναι μητρὶ καὶ πατρί· νῦν δέ με Μοῖρα  

ἥρπασεν οὐχ ὁσίως ἕνδεκʼ ἔχοντα ἔτη.  

`546`

ΑΛΛΟ.

  

Μὴ κίνει λίθον ἐκ γαίης, ἄνθρωπε πανοῦργε,  

μή σʼ ἄταφον, τλῆμον, κύνες ἑλκήσωσι θανόντα.  

`547`

ΑΛΛΟ.

  

Γάιος εἱμαρτῇ ἀλόχῳ τόδε σῆμα θανούσῃ  

θῆκε Λυκειανῇ μνημοσύνης ἕνεκεν,  

ἣ συμβίωσεν ἔτη δέκα πέντε δὲ μῆνας,  

σωφροσύνης ἀρετὴν ἤθεσιν ἀραμένη.  

`548`

ΑΛΛΟ.

  

Ὡς ῥόδον εἰαρινόν σε βροτόφθορος ἥρπασεν ᾍδης,  

Σέμνην· τλητὰ θεὸς ζωῆς  <span class="gap">…</span> ἀφεῖλέ μʼ ἐν αὐτῇ.  

.....................  

`549`

ΑΛΛΟ.

  

..................  

ἐκθύμως φιλέων δίδυμον κορυφὴν ἀρετάων,  

εὐθυτάτην πίστιν ἠδὲ φιλοξενίην·  

τῶν μέτα καὶ συνάπηρεν ἀπὸ χθονὸς ἐς βίον ἄλλον,  

ξείνοισι προλιπὼν καί γε πένησι πόθον.  

`550`

ΑΛΛΟ.

  

Τὴν κυανῶπιν Μοῦσαν, ἀηδόνα τὴν μελίγηρυν,  

λιτὸς ὁδʼ ἐξαπίνης τύμβος ἄναυδον ἔχει,  

καὶ κεῖται, λίθος ὥς, ἡ πάνσοφος, ἡ περίβωτος.  

Μοῦσα καλὴ, κούφη σοὶ κόνις ἥδε πέλοι.  

Τίς μου τὴν Σειρῆνα κακῶς κακὸς ἥρπασε δαίμων;  

τίς μου τὴν γλυκερὴν ἥρπασʼ ἀηδονίδα;  

Νυκτὶ μιῇ ψυχαῖσιν ἄφαρ σταγόνεσσι λυθεῖσα  

ὤλεο, Μοῦσʼ, ἐτάκη δʼ ὄμματʼ ἐκεῖνα σέο,  

καὶ στόμα πέφρακται τὸ χρύσεον· οὐδὲν ἔτʼ ἐν σοὶ  

λείψανον, οὐ κάλλους, οὐ σοφίης πέλεται.  

Ἔρρετε μέρμηραι θυμαλγέες· ἄμμοροι ἐσθλῆς  

ἐλπίδος ἄνθρωποι· πάντα δʼ ἄδηλα τύχης.  

`551`

ΑΛΛΟ.

  

Μή μου ἐνυβρίξῃς ἁγνὸν τάφον, ὦ παροδῖτα,  

μή σοι μηνίσῃ πικρὸν ἔπʼ Ἀγεσίλας,  

Περσεφόνα τε κόρα Δαμάτερος· ἀλλὰ παρέρπων  

εἰπὸν Ἀρατείῳ· γαῖαν ἔχοις ἐλαφράν.  

`552`

ΑΛΛΟ.

  

Πλείστην δὴ θνητῶν ἀρετὴν πατρὶ μητρί τε δείξας  

κεῖθʼ Ἡρακλείδης ὁ Φίλωνος Δήλιος ὧδε.  

`553`

ΑΛΛΟ.

  

Σῆμά τοι, ὦ γλυκερὴ Τελεσίλλα, ἐνθάδε καλὸν  

τεῦξεν Ἴδας ἀλόχῳ, λάχεν ἣ οἱ πᾶν τὸ περισσὸν  

πίστεος, εὐνοίης, ἀρετῆς, ἀγανοφροσύνης τε,  

ὄφρα καὶ ἐσσομένοισι τεὸν κλεὸς ἄφθιτον εἴη.  

`554`

ΑΛΛΟ.

  

Ὕπνος ἔχει σε, μάκαρ, πολυήρατε, δῖε Σαβῖνε,  

καὶ ζῇς ὡς ἥρως, καὶ νέκυς οὐκ ἐγένου·  

εὕδεις δʼ ὡς ἔτι ζῶν ὑπὸ δένδρεσι σοῖς ἐνὶ τύμβοις·  

ψυχαὶ γὰρ ζῶσιν τῶν ἄγαν εὐσεβέων.  

`555`

ΑΛΛΟ.

  

Εἴθε μὴ, ὦ πανάριστε Βοκόντιε, σαῖς ἀτέλεστον  

ἔργον ἔφυ πραπίσιν τοῖα πονησαμένῳ.  

`556`

ΑΛΛΟ.

  

Αὐρήλιος Εὐτύχης  

τοῖς κατοιχομένοις μνείας χάριν.  

Θεοῖς καταχθονίοις.  

Κύζικος ἦν μία πᾶσι πατρὶς καὶ μοῖρα δὲ πάντας  

ὤλεσεν ἠιθέους, ὦ παροδῖτα, μία.  

Οὐδʼ ἡμᾶς ἀνελών τις ἀνήγαγε συγγενέεσσιν  

θάψαι ὀδυρομένοις, ἀλλοτρίας δʼ ἐπὶ γῆς  

καὶ νέκυάς περ ἀνὴρ ξένος αὐτὸς ἔχειν ἐπόθησεν  

χἡμῖν τεῦξε λυγροῖς μνήματα μυρόμενος·  

οὗ τὸ καλὸν κοσμεῖ περικείμενον οὔνομα τύμβους,  

οὗ γλυκὺς ἔσθʼ ἡμῖν κἀν φθιμένοισιν ἔρως.  

`557`

ΑΛΛΟ.

  

Οὔνομα Φιλοκύνηγος ἐμοί· τοῖος γὰρ ὑπάρχων  

θηρσὶν ἐπὶ φοβεροῖς κραιπνὸν ἔθηκα πόδα.  

`558`

ΑΛΛΟ.

  

Πατρίδος οἰκονόμον χερὶ καὶ βουλαῖσι κραταιὸν,  

Γαΐον Ἀνδρομένους ἐνθάδʼ ἔχω φθίμενον·  

ᾧ τόδε σῆμα πόνησεν ἀδελφεὸς ἠδὲ καὶ αὑτῷ  

ζώων Εὐφρόνιος, καὶ Ἰουλία ἄλοχος,  

καὶ παῖδες φθιμένοιο περικλείτου Γαίοιο  

Εὐφρόνιος Εὐκτήμων θʼ εἵνεκεν εὐσεβίης·  

Κυίντα τε τῶν γενέτειρα, φίλου μεμνημένη ἀνδρός  

δεικνύω ἀλόχοις ἤθεα σωφροσύνης.  

`559`

ΑΛΛΟ.

  

Μαιανδρίης τῆς Βακχίου.  

Φερσεφόνα, τὺ φιλεργὸν ἀπέσπασας ἀνδρὸς ἀπʼ εὐνῆς  

ἄκριτον ἐς θνατοὺς ἁλικίαν θεμένα  

εἰκοσέτιν, τᾷ κάλλος ἀφώρισε Κύπρις ἐν ἀστοῖς,  

ἀλλὰ τύχη σκολιοῖς δόγμασιν ἠντίασεν,  

οὕνεκʼ ἀλλοδαπὰν Μαιανδρίη ἤλυθε γαῖαν  

ἀνδρὶ φιλοστόργους δεικνυμένα χάριτας,  

ἀνθʼ ὧν μοι τὸ μνῆμα πόσις κτίσεν, οὕνεχʼ ἅμʼ αὐτῷ  

ἔκδημος γενόμαν πατρίδα λειπομένα  

Φερσεφόνας δʼ ἀδίαυλον ὑπὸ στυγερὸν δόμον ἦλθον,  

παυσιπόνῳ λάθας λουσαμένα πόματι.  

`560`

ΑΛΛΟ.

  

Μίκκης οὔνομα μοῦνον ἔχει τάφος, εὐσεβέες δὲ  

ψυχὴν, καὶ πεδίων τέρμονʼ ἐς ἠλυσίων  

τοῦτο σαοφροσύνης ἔλαχεν γέρας, ἀμβροσίην δέ.  

Σώματος ὑβριστὴς οὐκ ἐπάτησε χρόνος,  

ἀλλʼ αὐτὴ νύμφῃσι μετʼ εὐσεβέεσσι καθῆται  

ἀνέρος ἐν μνήμῃ κάρτα φυλασσομένη.  

`561`

ΑΛΛΟ.

  

Χαῖρε, Εὔνομε Εὐνόμου.  

Οὔνομα μοῦνον ἔχει στάλα, ξένε, σῶμα δὲ πόντος  

πάτρας καὶ Λέσβου μέσσον ὑποβρύχιον·  

μήτηρ δὴ πανόδυρτος ἐρημαῖον κατὰ δῶμα  

Εὔνομον αἰάζει μυρίʼ ὀδυρομένα.  

`562`

ΑΛΛΟ.

  

Οὔνομά μοι Ἐλάτη· πατρίς τʼ ἐστὶν Θυάτειρα.  

 <span class="gap">…</span>  

............. καὶ σὸν, ὁδῖτα,  

ὄλβιον εὐθύνοι πάντα Τύχη βίοτον.  

Ὅστις ἐμεῦ στήλλαν καὶ τὸν λίθον οὐκ ἀδικήσῃ  

οὗτος τὰν αὐτὰν μοῖραν ἐμοὶ λαχέτω.  

`563`

ΑΛΛΟ.

  

Τάφον τὸν ὄντα πλήσιον, βωμὸν δʼ ἅμα  

ἔτευξα κατὰ γῆς Κλαυδία, ἡ καὶ Δεχὰς,  

Ἀθηνίωνι γλυκυτάτῳ καὶ φιλτάτῳ,  

ἁγνῷ γενομένῳ συμβίῳ, μνήμης χάριν.  

`564`

ΑΛΛΟ.

  

Πέτρην τήνδʼ ἐκόλαψε χάριν μνήμης ἔτι ζωὸς  

Ῥοῦφος ἐὼν προπάτωρ ἡμετέρης γενεῆς·  

ἐν νομικῇ προὔχοντα Κλεόμβροτον ἥρπασε Μοῖρα,  

πρῶτα συνεσπόμενον βήματι Βιθυνικῷ.  

ὄστεα δʼ εἰς πάτρην ὁ πάτηρ ὠπάσσατο Ῥοῦφος,  

καὶ κατέθηκεν ἄρας ἔνθα περ οἱ πρόγονοι.  

Ἡρῴῳ δʼ ἐνὶ τῷδε καὶ ἄλλοι φίλτατοι κεῖνται,  

Τιμήεις Χρόνιος υἱός τε Πολυχρόνιος.  

`565`

ΑΛΛΟ.

  

Πάντη μὲν κῦδος Τερτύλλου ..........  

ἐκ τε σοφῶν ἔργων ἔκ τʼ ἀγαθῶν πατέρων·  

νῦν δʼ ἔτι που καὶ μᾶλλον, ἀρηιφίλων ὅτε φωτῶν  

τόσσην ἐν σταδίοις ἐστόρεσεν στρατιὴν,  

ἄρκτους πορδάλιάς τε κατέκτανεν ἠδὲ λέοντας,  

σφῶν κτεάνων πάτρην πρεσβυτέρην θέμενος·  

τῷ μετὰ κλεινὸν Ἄρην ἐναγώνιός ἐστι καὶ Ἑρμῆς  

νίκην πορσύνων ἀνδράσιν ἀθλοφόροις.  

Τοὕνεκα καὶ βασιλῆες ἐπιστέλλειν ἐπένευσαν·  

αἱ δʼ ἀρεταὶ τούτου καὶ προγόνων πλέονες.  

Σῆμα δέ, κεἰ τέχνη Φρύγιον λίθον ἔργῳ ἐλέγχει,  

ψεύδεται· ἐκ γαίης τῆσδε πέφυκε λίθος.  

`566`

ΑΛΛΟ.

  

Οὐ τὸ θανεῖν ἀλγεινὸν, ἐπεὶ τόδε πᾶσι πέπρωται,  

ἀλλὰ πρὶν ἡλικίης καὶ γονέων πρότερον.  

Οὐ γάμον, οὐχ ὑμέναιον ἰδὼν, οὐ νύμφια λέκτρα,  

κεῖμαι, ἐρῶν πολλῶν, ἐράμενος πλεόνων.  

`567`

ΑΛΛΟ.

  

Οὔνομά μοι Μενέλαος· ἀτὰρ δέμας ἐνθάδε κεῖται,  

ψυχὴ δʼ ἀθανάτων αἰθέρα ναιετάει.  

`568`

ΑΛΛΟ.

  

..... γενόμην Μαρεωτίδι γαίη,  

κεῖμαι δʼ ἠγαθέῳ Κέκροπος ἐν δαπέδῳ.  

`569`

ΑΛΛΟ.

  

Πατρὸς ἐπʼ εὐσεβίῃ με κενὸς τάφος ὧδε κατέσχεν,  

ἀλλʼ οὐκ ἐν γαίῃ τῇδε θανὼν ἐτάφην·  

Σμυρναία δὲ κόνις μʼ ἐκαλύψατο, γηραλέης δὲ  

ἐλπίδος οὐκ ἦλθον πρὸς πολιὸν πλόκαμον·  

παῖδα δʼ Ἀκινήτου με συνώνυμον ἥρπασε πατρὸς  

Μοῖρα, κακὸν γονέων χηροσύνης δάκρυον.  

Νεωτέρου Ἀνικήτου ἐπιτάφιον.  

Ὅστις νεκρὰν πρόσοψιν ἀφανίσει τέκνου  

οὕτως ἀώροις περιπέσοιτο συμφοραῖς.  

`570`

ΑΛΛΟ.

  

Ὃς δʼ ἂν προσοίσει χεῖρα τὴν βαρύφθονον,  

οὕτως ἀώροις περιπέσοιτο συμφοραῖς.  

Ὃς ἂν δὲ χεῖρα προσαγάγῃ βαρύφθονον,  

ταῖς αὐταῖς περιπέσοιτο συμφοραῖς.  

`571`

ΑΛΛΟ.

  

Ἑρμῆς Ἀκμονεὺς καὶ Εὐμενεὺς τῷ υἱῷ μου Εὐκάρπῳ  

καὶ ἑαυτῷ καὶ τῇ γυναικὶ Ἀφροδισίῃ.  

Ἐμοῦ θανόντος καὶ γυναικὸς καὶ τέκνων  

ὃς ἂν ἀνοίξει τύμβον ἢ βλάψει τάφον,  

πολλῶν ἀώρων περιπέσοιτο συμφοραῖς.  

`572`

ΑΛΛΟ.

  

Τὶς ἂν προσάξει χεῖρα τὴν βαρύφθονον,  

πολλαῖς ἀώροις περιπέσοιτο συμφοραῖς.  

`573`

ΑΛΛΟ.

  

Ὃς ἂν προσοίσει χεῖρα τὴν βαρύφθονον,  

Ἑκάτης μελαίνης περιπέσοιτο δαίμοσιν.  

`574`

ΑΛΛΟ.

  

Τύμβον σοι ποίησα, Παπίριε, Γοργὰς ἄτεκνος  

μήτηρ πρωτογόνῳ, ἕτερον παῖδʼ οὔτινʼ ἔχουσα·  

πρῶτος γάρ μʼ ἐκάλεσσας ἀμήτορα μήτερα, τλῆμον·  

καὶ πασάν σʼ ἐδίδαξα διδασκαλίην, ταχύμοιρε·  

ἀντὶ γάμων δʼ ἔστρωσα τάφους, χήρα δʼ ἀπελείφθην  

ἀνδρός τʼ ἠδὲ τέκνου, οὐδὲ πλέον ἢ δάκρυ οὖσα.  

`575`

ΑΛΛΟ.

  

Οὐκ ἀκλεῆ Δεκούρατον ὁρᾷς, ὃν ἀνεῖλε Σαγίττας  

λαιῆς χειρὸς ἐμῆς οὐ προφυγὼν θάνατον.  

`576`

ΑΛΛΟ.

  

Νύσης εὐτάκτου τε καὶ ἐργατίδος τόδε σῆμα.  

`577`

ΑΛΛΟ.

  

Πραιτωριανὸν ἐμὲ στρατιώτην ἔνθα Φίλητον  

σωθέντʼ ἐκ καμάτων ἥδε κόνις κατέχει.  

Ἡ δʼ Ἀλκίμιλλα μελλόνυμφος δυστυχής.  

`578`

ΑΛΛΟ.

  

Πολλὰ πονησάμενος βιότου τάδε τέρματʼ ἀφῖγμαι  

σὺν γαμετῇ ἀλόχῳ Λαοδίκῃ καταβάς·  

κεῖμαι δʼ εἰν Ἀΐδῃ ζοφερὴν ἐπιειμένος ἀχλὺν,  

μητρὶ λιπὼν πένθος λυγρὸν ἐλεινοτάτῃ·  

ἀλλά γʼ, ἐμαὶ ψυχαὶ, δυʼ ἀδελφιδέοι συνόμαιμοι,  

χαίροιτʼ εὐσεβίης εἵνεκεν εἰλικρινοῦς,  

στήλῃ τιμήσαντες ἐμὸν τάφον ἀθανάτοις τε  

Πιερίσιν· πάπποι δʼ ἔλθετε πευσόμενοι.  

Ἀσκληπιόδωρε Δίωνος, χαῖρε.  

`579`

ΑΛΛΟ.

  

Ζητεῖς, ὦ παροδῖτα, τίς ἡ στήλη, τίς ὁ τύμβος,  

τίς δʼ ἐν τῇ στήλῃ εἰκὼν νεότευκτος ὑπάρχει.  

—Υἱὸς Τρύφωνος τοὔνομα Τάτον ἔχων,  

τεσσαρακαιδεκέτη δόλιχον βιότου σταδιεύσας·  

τοῦθʼ ὅ ποτʼ ὢν γέγονα, στήλλη, τύμβος, λίθος, εἰκών.  

`580`

ΑΛΛΟ.

  

Ἤμην ἐν ζωοῖς· φάος ἡδὺ δὲ λεῖπον ἀγεννῶς.  

Οὔνομά μοι Χρηστῖνος τὸ πρὶν, ἀνέθρεψε δὲ γαῖα  

Βιθυνῶν πρώτη Νικομήδεια, κτεῖνε δʼ Ἀχιλλεύς·  

ταῦτα δὲ πάντα μίτοις Μοιρῶν πάθον, ὡς ἄνθρωπος.  

`581`

ΑΛΛΟ.

  

Ἐνθάδε γῆ κατέχει νέον ἀνέρα, ᾧ πατρὶς ἦεν  

καλὴ χθὼν Δοκίμοιο, τὸ δʼ οὔνομά οἱ τόδʼ ἔκειτο  

Παπίας Πασικράτους· κἄθθανε δʼ  

`582`

ΑΛΛΟ.

  

Ἀπολλωνίδη ἐσθλὲ, σε μὲν γοάοντε γονῆε  

μυρομένω θάψαν φέρτατον ἠΐθεον,  

δεξιὸν ἰητῆρα· μέγα στενάχουσι δʼ ἑταῖροι  

ὀκτωκαιδεκέτες ἄνθος ὁμηλικίης·  

τόνδε δὲ βωμὸν ἔθηκε πανύστατα δῶρα Μένανδρος  

φίλος ἀδελφείου μηδενὶ λειπόμενος.  

`583`

ΑΛΛΟ.

  

Πατρὶς μὲν Μύνδος· γενέτωρ δέ μευ ἔπλετʼ Ἰάσων·  

στοργᾷ δʼ Εὐβούλου κούρα ἀνεγραφόμαν.  

Τέκνον δʼ ἀρτιγάλακτον Ἰάσονα ματρὶ λιποῦσα,  

ζωᾶς ἐστερόμαν εἰνεακαιδεκετίς.  

Αἰακτὰν δὲ θύγατρα κατεστενάχησε Στράτεια.  

οἷά τις εἰναλία δάκρυσιν ἁλκυονίς.  

Τοὕνεκα τὰν κατὰ γᾶς Μύρτον, ξένοι, αὐδήσαντες  

χαίρειν, τὰν αὐτὰν ἀντινέμεσθε χάριν.  

`584`

ΑΛΛΟ.

  

Αὑτῷ συγγενέσιν τέ μʼ ἐδείματο σῆμα φαεινὸν  

Αἰνείας βριαρῆς κῦδος ἔχων στρατιῆς,  

πρόσθε πύλης ἀείναον, ἄφθιτον, οὔτινος αὐτῷ  

αὐτοκασιγνήτων χεῖρας ὀρεξαμένου.  

Τοὕνεκα τῷδε μὲν ἐσθλὰ πόροι θεός· εἰ δέ τις αἰνῆς  

κερδοσύνης μετέχει, ἄλγεα τῷδε δότω.  

`585`

ΑΛΛΟ.

  

Ἥ μʼ αἰζηὸν ἀμείλικτος περιήρπασε Μοίρη  

ἄρτι κλυτῶν Παφίης ἁψάμενον θαλάμων·  

πένθεσι δʼ οὐχ ὁσίοισι δυσέκβατος ...  

... στοναχεῖν παῖδʼ ἕτερον μελάθροις.  

Εἰ δὲ θέλεις γνῶναι τὸν ἐμὸν βίον, ὦ παροδῖτα,  

ἡ μέν μοι τέχνη λαοξόος, οὔνομα Μειδίας,  

ἐς δὲ θεοὺς ἀνέλυσα καὶ ἀθανάτοισι μέτειμι·  

ὅσσους γὰρ φιλέουσι θεοὶ θνήσκουσιν ἄωροι.  

`586`

ΑΛΛΟ.

  

Χαῖρε.  

Ἄνθος ἀνερχόμενον, Στεφανήφορος ἐνθάδε κεῖται  

πημαντὸς .................  

..... Νυμφῶν παρὰ λούτροις μοῖραν ἔπλησεν  

ἐτῶν γʹ  

`587`

ΑΛΛΟ.

  

Ἡ τὸν ἀπειρέσιον θνητῶν βίον ἐκτελέσασα  

Ἀβροσύνη, ἀρετῇ ἥ ποτε λαμπροτάτη,  

κεδνὴ ζήσασʼ ἐνδόξως ἕκατον λυκάβαντας,  

ἐνθάδε νῦν κεῖμαι σήματι τῶν γενετῶν.  

`588`

ΑΛΛΟ.

  

Τίς, τίνος ἦν εἴρῃ· —Κλάδος οὔνομα. —Καὶ τίς ὁ θρέψας;  

—Μηνόφιλος· θνήσκω δʼ. —Ἐκ τίνος; —Ἐκ πυρετοῦ. —  

Καὶ τὸ πόσων ἐτέων; —Τρισκαίδεκα. —Ἆρά γʼ ἄμουσος; —  

Οὐ τέλεον, Μούσαις δʼ οὐ μέγα φιλάμενος·  

ἔζων δʼ Ἑρμείῃ μεμελημένος, ἐν γὰρ ἀγῶσιν  

πολλάκις αἰνητὸν στέμμα πάλας ἔλαχον.  

Ἀπφία ἡ θάψασα δʼ ἐμʼ ἡ τροφὸς, ἥ μοι ἔτευξεν,  

εἰκόνα καὶ τύμβῳ σῆμʼ ἐπέθηκε τόδε.  

`589`

ΑΛΛΟ.

  

..... παίδων ἄωρον .........  

καὶ θρῆνος γονέων ἀπαρήγορον ἐνθάδʼ ἀθρήσας,  

γνῶθι τέλος βιότου· διὸ παῖζε τρυφῶν ἐπὶ κόσμῳ  

πρὶν σῶν παίδων πένθος τοῖον ἀθρῆσαι ἐπὶ τύμβοις.  

Τίς ἡμετέρων γονέων παρήγορος ἔσται ἐν οἴκῳ,  

ἢ θρῆνος παύσει πολυώδυνον ἐκ βιότοιο;  

Τίνα χερσὶ κρατήσει ἢ περιπτύξεται ἢ τίνα κλαύσει;  

Μηνόφιλον θρηνεῖ· Τέρτυλλαν παρήγορον ἕξει  

ἢ Μαιάδων τὸν ἄριστον; πλείω πένθος ὤπασε τούτοις.  

Πᾶν γένος καὶ δῆμος ἡμετέρους γονεῖς στοναχήσει  

τοὺς πολύπαιδας ἄπαιδας, ἐν στέρνοις ἰὸν ἔχοντας,  

ὧν βίος ἠμαύρωται παίδων χάριν ὧν τέκον αὐτοί.  

Καὶ θρῆνος βαρύδουπον ἔχει πατὴρ Εἰλάσιος οἴκοις  

σὺν φιλίῃ συνεύνῳ, ἡμετέρῃ μητρὶ, Σωφρονίῃ.  

Λείψατε νῦν θρήνους, γόους, στοναχὰς, ἱκνούμεθα νεκροὶ,  

καὶ σκέπτεσθε κενοῖς Μαιαδίου λείψανον οἴκοις  

τεχθεῖσαν Πρισκιανὴν, πενταμηνίαιον καταθήκην.  

`590`

ΑΛΛΟ.

  

Παῖδες μὲν πατρὶ ταῦτʼ, ἄλοχος γαμέτῃ δὲ ἔτευξεν  

ἀντὶ φιλοφροσύνης Τελεσφόρῳ Ἀλεξάνδρῳ·  

Χρήσιμος οὐνόμασιν, Ἀλεξάνδρεια δὲ μήτηρ,  

σῆμά τε καὶ βωμὸν τεῦξαν ἀποφθιμένῳ.  

`591`

ΑΛΛΟ.

  

Ἴδρις Ἀθηναίης Τρόφιμος τόδε σῆμʼ ἐποίησα  

αὑτῷ καὶ τεκέεσσιν· ἐς ἡμέτερον δʼ ἄρα τύμβον  

ὅς χʼ ἕτερον θάψῃ, ὅγε ποινῆς εἵνεκα δώσει  

τῷ ταμίᾳ χρυσοῦς ὀκτάκι τοι δεκάτους.  

`592`

ΑΛΛΟ.

  

Μήτηρ υἱεῖ Δόμνα πατήρ τʼ ἔστησεν Ἀπελλᾶς  

τόνδε πρὸ ἡλικίης βωμὸν ἀποφθιμένῳ,  

οὐ γάμον, οὐχ ὅσα τερπνὰ παρʼ ἀνθρώποισιν ἰδόντι,  

εἰκοσέτην δὲ φάους ἐκτελέσαντι δρόμον.  

Πατρὶ καὶ ὠκυμόρῳ ταὐτὸν πέλεν οὔνομα παιδὶ,  

λυπρὰ δυστήνοις ............  

`593`

ΑΛΛΟ.

  

Τερσεὺς καὶ Πυλάδης Πυλάδῃ πατρὶ τύμβον ἔτευξαν  

καὶ Ἀμίῃ ζώσῃ μητέρι μειλιχίῃ.  

`594`

ΑΛΛΟ.

  

Κυρίλλῃ τόδε παῖδες ἀμύμονι σᾶμα τεκούσῃ  

τεῦξαν ἀποιχομένῃ σωφροσύνης ἕνεκεν.  

`595`

ΑΛΛΟ.

  

Μνῆμα τόδʼ Αὐρηλία τεχνήσατο δῖα γυναικῶν  

ἀνδρὸς ἀριστῆος ἔργμασι καὶ σοφίῃ,  

ὃς πᾶσι περικτιόνεσσι θεὸς ὣς  

τίετο, πρὶν βιότου τοῦδʼ ἐπὶ τέρμʼ ἐπέβη.  

Ἦν γὰρ, ἐπεὶ καὶ δῆρις ἔην ..........  

μοῦνος ἔτʼ ἀντιπάλοις δεῖμα κατερχομένοις.  

`596`

ΑΛΛΟ.

  

Ἰουλιανὸς Ἀλεξάνδροιο ἀνὴρ σοφὸς ἐνθάδε μίμνω  

σὺν σεμνῇ ἀλόχῳ Ἀγαπήτῃ ἀνδρὶ ποθητῇ,  

σύν τε φίλοισι τοκεῦσι καὶ τέκνῳ αἰὲν ἐοῦσιν.  

`597`

ΑΛΛΟ.

  

Μεῖνόν μοι παράγων, μεῖνον, ξένε· μή με παρέλθῃς·  

Ἀντωνῖνος ἐγὼ, κεῖμαι δʼ ὑπὸ τύμβον ἄναυδος,  

ὃν κόσμησε ..... ἔρως.  

`598`

ΑΛΛΟ.

  

Βάσσος ἀνὴρ Βόστρης ἐρικυδέος ἄκρον ἄωτον  

τύμβον ἐϋξέστοις λάεσιν ἱδρυσάμην.  

`599`

ΑΛΛΟ.

  

Πάντα χθὼν φύει καὶ ἔμπαλιν ἀμφικαλύπτει·  

τοὔνεκα μὴ στοναχοῖ τις ἀπὸ χθονὸς εἰς χθόνα δύνων.  

Ὅταν κάμῃς, τοῦτο τὸ τέλος.  

`600`

ΑΛΛΟ.

  

Διονυσόδωρε, χαῖρε. —Καὶ σύ γʼ, ὦ φίλε.  

—Τὸ νῦν ἔχον γίνωσκέ μʼ ὧδε κείμενον  

καλὸν καὶ ἀγαθὸν καὶ καλῶς ἐζωκότα,  

Λιμναγενῆ γεγονότα, πᾶσι προσφιλῆ.  

`601`

ΑΛΛΟ.

  

Κύδνῳ ἐπʼ ἀργυρόεντι, ἀπʼ Εὐφρήταο ῥοάων  

Περσίδος ἐκ γαίης ἀτελευτήτῳ ἐπὶ ἔργῳ  

κινήσας στρατιὰν, τόδε Ἰουλιανὸς λάχε σῆμα,  

ἀμφότερον βασιλεύς τʼ ἀγαθὸς, κρατερός τʼ αἰχμητής.  

`602`

ΑΛΛΟ.

  

Καὶ ζῶσαι πλούτου πατρικοῦ μέρος εἶχον· ὁμοίως  

τὴν αὑτῶν φιλίαν καὶ χρήματα ταῦτʼ ἐνόμιζον.  

Οὐδένα λυπήσασα τέκνων δʼ ἐπιδοῦσα ... παῖδας,  

τῆς κοινῆς μοίρας πᾶσιν ἔχει τὸ μέρος.  

`603`

ΑΛΛΟ.

  

Πολλὰ μεθʼ ἡλικίας ὁμοήλικος ἡδέα παίσας  

ἐκ γαίας βλαστὼν γαῖα πάλιν γέγονα.  

Εἰμὶ δʼ Ἀριστοκλῆς Πειραιεὺς, παῖς δὲ Μένωνος.  

`604`

ΑΛΛΟ.

  

Ὀλυμπιόδωρος· Πολεμώ· Σώτιος.  

Σώτιον ἐνθάδε γῆ κατέχει τέχνην τε κράτιστον  

ἣν εἶχεν πάντων ὄντα φύσιν τʼ ἀρετῆς,  

ἀστοῖσίν τε ποθεινόν· ἀεὶ γὰρ πᾶσιν ἀρέσκων  

ἦν, ψυχήν τε φίλοις ἔσχε δικαιοτάτην.  

`605`

ΑΛΛΟ.

  

Αὐτό με γευομέναν γλυκεροῦ βιότου κατὰ δῶμα  

ἀνδρὸς κουριδίου μοίρη σβέσεν, ὠκύμορος δὲ  

πεντεκαιεικοσέτης δόμον Ἄιδος ἀστυφελίκτου  

ἤλυθον, Ἀτρ <span class="gap">…</span> ο.. δοιοὺς παῖδας προλιποῦσα  

ἄρτι νεηγενέας, αὐτὴ δʼ Ἀπρώνια δύσμορός εἰμι.  

— οἴμοι —  

Παίδων νηπιάχων, πόσιος θυμαρέος ἐσθλοῦ,  

ἠδὲ νέας ὥρης καὶ φ..........  

`606`

ΑΛΛΟ.

  

Αἰνείᾳ τόδε σῆμα πάτηρ Τιμοκλῆς ἐπέθηκεν.  

`607`

ΑΛΛΟ.

  

Νικίας Νικίου Ἐρετριεύς.  

Σῆμα τόδʼ ἐν κενεῇ κεῖται χθονὶ, σῶμα δʼ ἐπʼ ἀγροῦ  

Ὠρειοῦ κρύπτει πυρκαϊὴ φθιμένου·  

τὸν δέ τι παπταίνοντʼ ἐπὶ γούνασι πατρὸς μάρψας  

Ἀΐδης ᾧ σκοτίας ἀμφέβαλεν πτέρυγας·  

ἡ δʼ ὁσίαν στέρξασα λέχους Κύπριν χέεν ἡμῖν  

χῶμα καὶ ἐν ξεστῷ γράμμʼ ἐτύπωσε πέτρῳ.  

Δηλοῖ δʼ οὔνομα πατρὸς ἐμόν θʼ ὅδε τύμβος, ὁδῖται.  

ἀλλʼ ἴτε, τέρμʼ ἀγαθῆς τʼ ἐξανύοιτε τρίβου.  

`608`

ΑΛΛΟ.

  

Χαῖρε, τάφος Μελίτης· χρηστὴ γυνὴ ἐνθάδε κεῖται.  

Φιλοῦντα ἀντιφιλοῦσα τὸν ἄνδρα Ὀνήσιμον ἦσθα κρατίστη·  

τοιγαροῦν ποθεῖ θανοῦσάν σε, ἦσθα γὰρ χρηστὴ γυνή.  

Καὶ σὺ χαῖρε, φίλτατʼ ἀνδρῶν· ἀλλὰ τοὺς ἐμοὺς φίλει.  

`609`

ΑΛΛΟ.

  

Γαῖα μὲν εἰς φάος ἧκε, Σιβύρτιε, γαῖα δὲ κεύθει  

σῶμα, πνοὴν δʼ αἰθὴρ ἔλαβεν πάλιν, ὅσπερ ἔδωκεν·  

πατρὶ δὲ σῷ καὶ μητρὶ λιπὼν λύπας ὑπʼ ἀνάγκης  

ᾤχου ἀναρπασθεὶς ἑπτὰ ἔτη γεγονώς.  

`610`

ΑΛΛΟ.

  

Σῆμα τόδʼ Εὐδαίμων Διονυσίῳ ὅν ῥʼ ἕταρον ὣς  

φίλατο, καὶ Μούσαις ἔξοχα φιλαμένῳ.  

Εἰ καί μοι θυμὸς, Διονύσιε, τείρεται αἰνῶς  

ἀμφὶ σοὶ, ἀλλʼ ἔμπης, οἷα πάρεστι, δέχου  

ὕστατα δὴ, φίλε, δῶρα· τὰ δʼ ἄλλα τοι, ὅσσα ἔοικε,  

καὶ πάρος Εὐδαίμων δῶκε, καὶ οἰχομένῳ.  

Ζωὸν μὲν μεθέηκεν ἐλεύθερον, οὐδὲ πάροιθεν  

οὐ σύ γʼ ἐπειρήθης πώποτε δουλοσύνης.  

Ἦ γὰρ ἔης αὐτῷ κεχαρισμένος ἐξ ἔτι παίδων,  

ἤπιος, ἐσθλὸς ἰδεῖν, εὔνοος, ἀγχίνοος,  

καρπαλίμως γράψαι σημήια διπλόα φωνῆς  

Ἑλλάδος εὖ εἰδὼς ἠδὲ καὶ Αὐσονίων.  

`611`

ΑΛΛΟ.

  

Γλήνῳ Νιγρῖνος παιδὶ καὶ νέκυν στέργων.  

`612`

ΑΛΛΟ.

  

Μνήμην τῆς ἰδίας γαμετῆς μετὰ μοῖραν ἄτρεπτον  

ἐν στέρνοισιν ἔχων, ἴδιος πόσις, ὢν ἔτι ζωὸς,  

ἥτις ἔφυ, στήλαις, παροδοιπόρε, τοῦθʼ ὑπέγραψα.  

Πρῶτον μὲν τύπος ἦν αὐτῇ χρυσῆς Ἀφροδίτης,  

εἶχε δὲ καὶ ψυχὴν ἀφελῆ στέρνοισι μένουσαν·  

ἦν ἀγαθὴ, νομίμοις δὲ θεοῦ παρεγίνετο πᾶσιν·  

οὐδὲν ὅλως παρέβαινε· χαρίζετο λειπομένοισιν·  

δουλὶς ὑπάρχουσα στέφανον τὸν ἐλεύθερον ἔσχεν·  

ζωοὺς τρεῖς ἐκύησε γόνους, μήτηρ ἐγενήθη  

δισσῶν ἀρρενικῶν· τὸ δὲ θῆλυ τρίτον κατιδοῦσα  

ἠοῦς ἑνδεκάτης ἔλιπε ψυχὴν ἀμερίμνως.  

Κάλλος δʼ αὖ μετὰ μοῖραν Ἀμαζόνος ἔσχεν ἄπιστον,  

ὥστε νεκρᾶς πλέον ἢ ζώσης ἐς ἔρωτα φέρεσθαι.  

Εἰκοστὸν δὲ βιώσασαν ἀφελῶς ἐνιαυτὸν  

Μαρκιανὴν Ἑλίκην ζοφερὸς τάφος ἔνθα καλύπτει.  

`613`

ΗΡΩΟΝ.

  

Εἰς τὸν Θεόδωρον τὸν δικασπόλον.  

Παρθένον αἰγλήεσσαν ἀπὸ χθονὸς αἰθέρα βᾶσαν,  

ἥν τε Δίκην καλέουσιν, ἀπʼ αἰθερίων πάλιν ἠθῶν  

ἰθυδίκης Θεόδωρος ἐπὶ χθόνα δεύτερον αὖθις  

ἤγαγεν ἰδμοσύναισι νόμων καὶ ἤθεσι χρηστοῖς.  

Τῷ δὲ παρεζομένη λαᾶσι δίκαζε τἀληθῆ,  

ὡς νύμφη ἀλίαστος, παρθένος ἄφθορος οἷα.  

Ἀλλʼ ὅτε Μοῖρʼ ὀλοὴ καὶ τόνδε φίλης αἰῶνος  

ἐκτέμνειν ἠβούλετο, λῖνα δὲ πάντα λέλοιπεν,  

οὐδʼ οὕτως ἀπάνευθεν ἀπῴχετο, ἀλλʼ ἐνὶ τύμβῳ  

τῷδε παρεζομένη μινύρεται· ἆ μέγα θαῦμα,  

ἄθρησον καὶ ἀστέρας εἰδώλοιο γυναικὸς  

φέγγος ἀμαυροτέρους, καὶ ἐς πόλον ἵκετο πένθος.  

Ἀλλὰ, Νόμοι, γοάειτε Δίκης ἀπάνευθεν ἐόντες·  

τίς δὲ Δίκην παράκοιτιν ὁμοῦ καθαράν τε φυλάξοι;  

`614`

ΑΔΕΣΠΟΤΟΝ.

  

Ὃς πάσας χάριτας καὶ τὰς φρένας ἐνθάδʼ ἔκλεισε,  

κεῖται Καρουέντις πολὺ φίλτατος οἷσι τοκεῦσι.  

Τρισμάκαρος δὲ λίθος τόσσον ἔχων ἀγαθόν.  

`615`

ΑΛΛΟ.

  

Πατρὶς μὲν ζαθέη Ῥώμη, Βασιλεὺς δὲ πατήρ μοι,  

Ἀττίκιλλα δʼ ἐγὼ λεγόμην καλὸν οὔνομα μητρός·  

κουριδίῳ δὲ πόσει παῖδας λίπον ἡβώοντας  

τέσσαρας, οἵ με νέαν τῷδʼ ὑπέθεντο τάφῳ.  

`616`

ΑΛΛΟ.

  

Θ. Κ.  

Πατρὶς ἐμοὶ Ζήνωνι μακαρτάτη ἔστʼ Ἀφροδισίας,  

πολλὰ δὲ ἄστεα πιστὸς ἐμαῖσι τέχναισι διελθὼν  

καὶ τεύξας Ζήνωνι νέῳ προτεθνηκότι παιδὶ  

τύμβον, καὶ στήλην καὶ εἰκόνας αὐτὸς ἔγλυψα,  

ταῖσιν ἐμαῖς παλάμαισι τεχνασσάμενος κλυτὸν ἔργον.  

Ἔνθα φίλῃ ἀλόχῳ Κλυμένῃ καὶ παιδὶ φίλοισιν  

τεῦξα τάφον· ζήσας δὲ ἐτῶν κεῖμαι ἑπτάκι δέκα.  

Ἐνθάδε νῦν κείμεσθʼ ἅμα οἱ ψυχὰς ὀλέσαντες,  

καὶ Κλυμένη ἄλοχος καὶ ἐγὼ τρίτος αὐτὸς ὑπάρχων.  

`617`

ΑΛΛΟ.

  

Κύριλλος τόδε σῆμα φίλῳ ποιήσατο παιδὶ  

Κλειοφόρῳ, τριετεῖ, ὃν ἀφείλατο Μοῖρα κραταιὴ,  

πρὶν γλυκεροῦ βιότοιο ἐς ἡλικίης τέλος ἐλθεῖν.  

Ἀλλʼ εἴ γʼ ἐν φθιμένοισί τις αἴσθησις, τέκνον, ἐστὶν,  

κοῦφον ἔχοις γαίης βάρος εὐσεβίης ἐνὶ χώρῳ.  

`618`

ΑΛΛΟ.

  

Θ. Κ.  

Ἠέλιον θνητῶν παίδων βέλτιστον ἁπάντων  

κάλλει τε γνώμῃ τε τρόποις τʼ αἰδημοσύνῃ τε  

εἰκοστῷ λυκάβαντι δόμους Ἀΐδαο μολόντα  

σεμνὸς παῖς ὁ Μύρων τιμήσας ἔξοχʼ ἁπάντων  

τῷδε τάφῳ κοσμεῖ μνημοσύνης ἕνεκεν.  

`619`

ΑΛΛΟ.

  

Τυτθὸν ἐμὸν παρὰ τύμβον ἐπεὶ μόλες, ὦ ξένε, βαιὸν  

στῆσον ἴχνος παύροις γράμμασιν εἰσορόων.  

Ζωὸς ἐὼν βασιλεῦσιν ὁμίλεον· ἐν δέ τε παίδων  

εὐγενέων ἱερῆς ἦρξα διδασκαλίης.  

Καὶ δὴ καλεύμην Ταξιάρχης ἐν βροτοῖς·  

οὐ γὰρ ἐν ἑξαμέτροις ἥρμοσε τοὔνομʼ ἐμόν.  

`620`

ΑΛΛΟ.

  

Θ. Κ.  

Μνῆμʼ ἀρετῆς, Μοίρας τὸ τέλος, φίλον οὔνομα, Χρηστή,  

σωφροσύνης ἱερᾶς ἥτις μέγαν ἔσχεν ἔπαινον,  

ἐνθάδε νῦν κατὰ γῆς σῶμʼ ἀνέπαυσε πόνων,  

τὴν συνετὴν ψυχὴν μακάρων εἰς ἀέρα δοῦσα  

πρόσθεν μὲν θνητὴ, νῦν δὲ θεῶν μέτοχος,  

αἰείμνηστος ἅπασι, φίλοισί τε καὶ τεκέεσσι·  

τόνδε τάφον σοφίης ἕνεκεν κυδνῇ παράκοιτι  

τεῦξʼ Ἐπαφρᾶς συνόμευνος, Ἀλεξάνδροιο πολίτης.  

Ἄγνετι, εὐψύχει· κἀμὲ μένει τὸ θανεῖν.  

`621`

ΑΛΛΟ.

  

Ὄλβιον ἐνθέμενος βίοτον, καρποῖς ἐπέχαιρον,  

βῶλον ἐπιψήχων πυροφόροις βοτάναις.  

Ἠδέ με χεῖρες ἔπαιον ἀπεργέες, ἡνίκα θέρμα  

ἀκτῖνα προλίποιεν ἐφʼ ἡμεριῶν καταδῦσα,  

γηθοσύνῃ Δήμητρος ἀγαλλόμενον ἐχέτλῃσιν.  

Ἄφνω δʼ ἐν προκοπαῖς ἔλιπον βίον εἵνεκα Μοίρης,  

ἁρπασθεὶς τέκνων καὶ γλυκερῆς ἀλόχου,  

ἥτις ἐμοί γε μένει, μετὰ ἔξοχα δῶρα, καμόντι,  

στεψαμένη καμάτῳ οἶκον ἐς ἀΐδιον,  

καὶ θρήνοις κλαύσασα πολὺν χρόνον οὐ λάβεν ἄνδρα,  

ἠρεμίην κοίτης ἐς τέλος ἀραμένη.  

....................  

`622`

ΑΛΛΟ.

  

Ζώσιμος Εὐτυχέους Χρομίῳ θείῳ Ἀρυκανδεὺς  

τύμβον ἑαῖς παλάμαις χῶσε κατοιχομένῳ,  

οὐ φαύλοις ὃς πατρίδʼ ἑὴν κόσμησε πόνοισιν  

ναοδάμου τέχνης ἐργασίας τελέσας.  

Πρῶτον Ἀθηναίας προκαθηγέτιδος πολύσεμνον  

δῶμα χαρισσάμενος θῆκε πάτρῃ δαπάνας.  

Δεύτερα ταρφειῆς δάφνης στέφανον περὶ κρατὶ  

τῷ πολιῷ στεφθεὶς εὐσεβίην τέλεσεν·  

ὃς διὰ μὲν παντὸς βιότου φιλίην πρὸς ἅπαντας  

αἰδοσύνην δείξας τέρμα τόδʼ εὗρε πόνων.  

`623`

ΑΛΛΟ.

  

Ἀπφία ἐγὼ κεῖμαι Μενεκλεῖ μίγα τῷδε σὺν ἀνδρί·  

καὶ γὰρ ζῶντες ὁμοῦ τοῦτο γέρας λάχομεν.  

Καὶ λίπομεν δύο τέκνα, νέον δέ γε Ἀρτεμίδωρον,  

ὃς χάριν εὐσεβίης τεῦξεν τύμβον φθιμένοισιν.  

Χαίρετε δʼ οἱ παριόντες, κεὐχὰς θέσθʼ ὑπὲρ αὐτοῦ.  

`624`

ΑΛΛΟ.

  

Χαῖρε μάκαρ, πολύολβε θεῶν, Ὑπερεῖον ἐλαύνων·  

πάντων γὰρ φίλος ἐσθλὸς, πάτρης πρόμος ἐνθάδε ναίει.  

................  

`625`

ΡΟΥΦΟΥ.

  

Τὸ ζῆν ὁ ζήσας καὶ θανὼν ζῇ ζῶν φίλοις·  

ὁ κτώμενος δὲ πολλὰ μὴ τρυφῶν σὺν τοῖς φίλοις  

οὗτος τέθνηκε περιπατῶν καὶ ζῇ νεκροῦ βίον.  

Ἐγὼ δὲ ἐτρύφησα Μηνογένης ὁ καὶ εὐσταθὴς,  

μετέδωκα ἐμαυτοῦ πάντα τῇ ψυχῇ καλὰ,  

ἄμαχος ἐβίωσα μετὰ φίλων καὶ συγγενῶν,  

μηδέποθʼ ὑπούλως ἢ δολίως λαλῶν τινι.  

Οὗτος ὁ βίος μοι γέγονεν, ὅταν ἔζων ἐγὼ,  

ἐς πάντα δʼ ηὐτύχησα ἐμαυτὸν πιστεύσας θεῷ,  

τὸ δʼ ὀφειλόμενον ἀπέδωκα τῷ φύσει τέλος.  

Ῥοῦφος ἐποίησα Μηνογενεῖ μου γλυκυτάτῳ πατρὶ  

καὶ Παυλίνῃ μητρὶ τῇ φιλάνδρῳ μέχρι τέλους.  

`626`

ΑΔΕΣΠΟΤΟΝ.

  

Γαῖα μὲν ἥδε δέμας κεύθει κλείνοιο  

βωμὸς δʼ ἀργύφεος λείψανα φωτὸς ἔχει.  

`627`

ΑΛΛΟ.

  

Ἤλυθον ἐκ Κρήτης· Κίσαμος πόλις ἐστὶ πατρίς μοι,  

οὔνομα Καλλιστώ· λέκτροις ἐδόθην δὲ πρὸς οἴκους  

ἄνδρος Ἐπικτήτου, ᾧ καὶ τέκνα δισσὰ λιποῦσα  

βουλομένων Μοιρῶν ἤλυθον εἰς Ἀΐδην·  

σωφροσύνης δʼ ἀρετὴν οἶδεν ἐμὸς γαμέτης,  

ὃς καὶ τύμβον ἐμοὶ μνήμης χάριν ἵδρυσεν ἔνθα.  

`628`

ΑΛΛΟ.

  

Ζώνῃ μὲν πρώτιστα καὶ Ἀττικῷ ἀγλαὰ τέκνα  

Ἄφφη, Μένανδρος, Ἀσκληπᾶς καὶ Ἀττικὸς  

ζήσαντι ἀμέμπτως τὸν ἐπιμόχθητον βίον.  

`629`

ΑΛΛΟ.

  

Ἀλκιβιάδην Κλονίου κατέχει τόδε σῆμα Κάλης τε  

χρηστότατον παίδων ἐννεακαιδεκέτη.  

`630`

ΑΛΛΟ.

  

Θεσσαλονίκη μὲν πατρὶς ἔπλετο· οὔνομα Ὕλη μοι·  

κἄμʼ Ἄσιος Βατάλου ὑὸς φίλτροισι δάμασσεν  

εὐνοῦχός περ ἐὼν· οὐδʼ ἔμπυρον ἦν λάχος ἡμῶν·  

κεῖμαι δʼ ἔνθα λάβον νοῦσον, ἄνευθε πάτρης.  

`631`

ΧΕΙΡΙΣΟΦΟΥ  <span class="gap">…</span>

  

Θ. Κ.  

Στήλην ἔθηκαν Νικομήδει συγγενεῖς,  

ὃς ἦν ἄριστος ἰητρὸς, ἐν ζωοῖς ὅτʼ ἦν,  

πολλούς τε σώσας φαρμάκοις ἀνωδύνοις  

ἀνώδυνον τὸ σῶμα νῦν ἔχει θανών.  

`632`

ΑΔΕΣΠΟΤΟΝ.

  

Υἱὸς Βίωνος Ἀπίων μὲν ὁὐνθάδε,  

ἄτεκνος, ἄωρος, εἴκοσι πλήσας ἔτη  

καὶ τρίʼ ἐπὶ τούτοις, οἰκτρὸς ἐν τρισὶ ἡμέραις  

θανὼν, ποθεινὸς τοῖς γονεῦσι γενόμενος.  

ᾯ παστὸν οὐθεὶς, οὐχ ὑμέναιον ᾖσέ τις,  

οὐ λαμπάδʼ ἧψε νυμφικὴν, γόοισι δὲ  

καὶ δακρύοις πολλοῖσιν ἐνθάδʼ ἤγαγον,  

οὗπερ κατοικεῖν δεῖ με τὸν λοιπὸν χρόνον.  

Μᾶλλον δὲ κλαύσας, πάροδε, τὴν ἐμὴν τύχην,  

βαῖνʼ, οὗ φίλον σοι, καὶ τύχοις ὅσων θέλεις.  

`633`

ΑΛΛΟ

  

Πύκτην Λασκέπιον λεύσσεις ἐμὲ, τὸν κατέπεφνεν  

πάρδος ὁμοιίου τευξάμενος θανάτου.  

`634`

ΑΛΛΟ.

  

Οἱ δισσοὶ συνόμαιμοι, ἰὼ ξένε, τῷδʼ ὑπὸ τύμβῳ  

ἄψαυστοι τέκνων κείμεθα κουριδίων·  

Ἱκέσιος κἀγὼ νεαρὰν πληρούμενος ἥβαν  

Ἕρμιππος κρυερὸν τόνδʼ ἔχομεν θάλαμον,  

Ἀΐδαν ἐγκύρσαντες ἀλάμπετον· εὐγενέτης δὲ  

Θεύδοτος οὐ στυγερὸν πένθος ἐφεῖδε πατήρ·  

μήτηρ δʼ ἡ δύστηνος ὀδύρεται οἷά τις ἀκταῖς  

ἀλκυονὶς, γοεροῖς δάκρυσι μυρομένα,  

Μητρὶς ἡ λιπάδελφος· ἐρημωθεῖσα δὲ τέκνων  

γηραιὸν βιοτᾶς τέρμʼ ἐνέπλησε κακῶν.  

`635`

ΑΛΛΟ.

  

Νὺξ μὲν ἐμὸν κατέχει ζωῆς φάος ὑπνοδοτείρη,  

ἀλγεινῶν λύσασα νόσων δέμας, ἡδέι ὕπνῳ,  

λήθης δῶρα φέρουσʼ ἐπʼ ἐμοὶ πρὸς τέρμασι μοίρης·  

ψυχὴ δʼ ἐκ γαίης δράμʼ ἐς αἰθέρʼ ἐπείκελος αὔρῃ,  

κοῦφον ἐπαιωροῦσα δρόμου πτερὸν ἠέρι πολλῷ·  

καί με θεῶν μακάρων κατέχει δόμος ἆσσον ἰόντα,  

οὐρανίοις τε δόμοισι βλέπω φάος Ἠριγενείης.  

Τιμὴ δʼ ἐκ Διός ἐστι σὺν ἀθανάτοισι θεοῖσι  

Ἑρμείαο λόγοις, ὅς μʼ οὐρανὸν ἤγαγε χειρῶν,  

αὐτίκα τιμήσας, καί μοι κλέος ἐσθλὸν ἔδωκεν  

οἰκεῖν ἐν μακάρεσσι κατʼ οὐρανὸν ἀστερόεντα,  

χρυσείοισι θρόνοισι παρήμενον ἐς φιλότητα.  

Καί με παρὰ τριπόδεσσι καὶ ἀμβροσίῃσι τραπέζαις  

ἡδόμενον κατὰ δαῖτα θεοὶ φίλον εἰσορόωσιν,  

κρατὸς ἀπʼ ἀθανάτοιο πατρὸς θεῶν μειδιόωντος  

νέκταρ ὅτʼ ἐν προχόαισιν ἐπισπένδω μακάρεσσιν.  

`636`

ΑΛΛΟ.

  

Δμωὰν Δωροθέας μετὰ χείρεσι τὴν ὁμόδουλον  

παρθένον εἰς Ἀΐδην θάπτον ἀπερχομέναν·  

ἄρτι δέ τοι, πανάωρε, χοὰς χείουσαι ἀπόδημον  

νύμφιον ἐκ πελάγους εἶδον ἐπερχόμενον·  

ἀλλʼ ὁ μὲν ἐγγὺς ἔτλη καὶ στήμεναι καὶ ἐπιδακρῦσαι,  

τοῦ δὲ σὺ μηδὲν ἔβης αἰσθομένα εἰς Ἀΐδαν.  

Οὔνομα μὲν Μακέταις ἐπιχώριον· οὕνεκα μεμφθῇ  

μηδὲ ἑνί· Κοπρίαν μʼ ὠνόμασαν γενέται·  

οὐ γὰρ ἄτιμος ἔην παρὰ δεσπόταις, ἀλλά μʼ ἔθρεψαν  

αὐτοὶ, καὶ κοῖτον χερσὶν ἐμαῖς κομιεῖν  

δῶκαν τιμήεντα· ταχὺς δέ με παρθένον οὖσαν  

δαίμων εἰς Ἀΐδην πέμψεν ἀμειλιχίως.  

Ἀλλὰ καὶ ὣς τεθνῶσαν ἐτίμεον ἐνταφίοισιν  

καὶ τύμβον γράψαν μνημοσύνης ἕνεκεν.  

`637`

ΑΛΛΟ.

  

Νήπιός εἰμι τυχὼν τύμβου τοῦδʼ, ὦ παροδῖτα,  

ὅσσʼ ἔπαθον δὲ βαιῷ τέρματί μου βιοτῆς,  

ἐγκύρσας λαϊνέᾳ στήλλῃ, τάχα καὶ σὺ δακρύσεις·  

ματρὸς ἀπʼ ὠδίνων ὡς εἰς φάος ἤγαγον Ὧραι,  

ἐκ γαίης με πατὴρ ἐμὸς εἵλατο χερσὶ γεγηθὼς,  

καί μʼ ἀπέλουσε λύθρου κεἰς σπάργανά μʼ αὐτὸς ἔθηκεν·  

ηὔχετο δʼ ἀθανάτοις, ἅπερ οὐκ ἤμελλεν ἔσεσθαι·  

Μοῖραι γὰρ πρῶται περί μου κεκρίκεισαν ἅπαντα·  

καί μʼ ἔτρεφεν γενέτης μου τροφὸν εἱλάμενος,  

αὐτίκα δʼ ηὐξανόμην εὐερνὴς, πᾶσι ποθητός.  

Ἐν δʼ ὥραις ὀλίγαις Μοιρῶν σφραγῖδες ἐπῆλθον,  

αἵ με νόσῳ πῆξαν χαλεπῇ διδύμους περὶ ...  

Ἀλλʼ ὁ ταλαίφρων γεννήσας ἰάσσατο μοῦνος  

τοῦτο, δοκῶν ὅτι Μοῖραν ἐμὴν ἰάμασι θέλγει.  

Καίτοι καὶ τότε δή μʼ ἑτέρα νόσος εἷλε κακίστη,  

τῆς προτέρης νούσου πουλύ τι χειροτέρη·  

σῆψιν γὰρ λαιοῦ πεδίον ποδὸς εἶχεν ἐν ὀστοῖς·  

εἶτʼ ἔταμόν με φίλοι γενέτου, καί μʼ ὀστέʼ ἀνεῖλαν,  

λύπας καὶ στοναχὰς τοῖς μου τοκέεσσι διδόντα·  

καὶ ταῦθʼ ὡσαύτως ἰάθην πάλιν, ὡς τὰ πάροιθεν·  

οὐδʼ οὕτως γένεσις δεινὴ πλησθεῖσʼ ἐκορέσθη·  

ἀλλʼ ἑτέραν πάλι μοι γαστρὸς νόσον ἤγαγε Μοῖρα,  

σπλάγχνα μοι ὀγκώσασα, καὶ ἐκτήξασα τὰ λοιπὰ,  

ἄχρις ὅτου ψυχὴν μητρὸς χέρες εἷλαν ἀπʼ ὄσσων.  

Ταῦτʼ ἔπαθον βαιῷ τέρματί μου βιοτῆς,  

............ ξένε, καὶ κατέλειπον  

τηκεδόνα στυγερὴν τοῖσί με γειναμένοις,  

αἰνόμορος, λείψας τρεῖς συνομαίμονας ἀστεφανώτους.  

`638`

ΑΛΛΟ.

  

Ἄνθρωπος τοῦτʼ ἐστί· τίς εἰ βλέπε, καὶ τὸ μένον σε.  

Εἰκόνα τήνδʼ ἐσορῶν, σὸν τὸ τέλος λόγισαι·  

καὶ βιότῳ χρῆσαι, μήθʼ ὡς ἐς αἰῶνας ἔχων ζῇν  

μήθʼ ὡς ὠκύμορος, μὴ γηράσαντά σε πολλοὶ  

μαστίξωσι λόγοις, θλιβόμενον πενίῃ.  

`639`

ΑΛΛΟ.

  

Νῦν κόσμος ἡδὺς, σχῆμά σοι θεῖον μέγα·  

νῦν οὖν βάδιζε πρὸς θεὸν στεφηφόρος.  

`640`

ΑΛΛΟ.

  

Ἔνθα σορὸς κατέχει κλυτὸν οὔνομα, παῖδα Τυφῶνα  

ὃν θρέψεν Τροφιμᾶς πολυώδυνος ἔλπισι λειφθείς·  

μαστοὺς δʼ Εὐτυχία κατεκόψατο, οἷς ἔτρεφέν σε  

Μοίραις καὶ φθιμένοις, οἷς ὀκταέτης ἐνεπώλεις.  

`641`

ΑΛΛΟ.

  

Ἰητὴρ μεθόδου, Ἀσιατικὲ, προστάτα, χαῖρε,  

πολλὰ μὲν ἐσθλὰ παθὼν φρεσὶ, πολλὰ δὲ λυγρά.  

`642`

ΑΛΛΟ.

  

Πολλαῖς ἐν πολίεσσι τέχνην ἤσκησα πρὸ πάντων  

ψηφοδέτας δώροις Παλλάδος εὑράμενος,  

υἷα λιπὼν βουλῆς σύνεδρον Πρόκλον ἰσότεχνόν μοι,  

ὀγδωκοντούτης τοῦδε τάφοιο λαχών.  

`643`

ΑΛΛΟ.

  

Χρηστοῦ Τεχνᾶνος μνῆμα τοῦ Φρυγὸς τόδε,  

ὃς νῦν ποθεινὸς γέγονε τοῖς ἐν τῇ πόλει.  

`644`

ΑΛΛΟ.

  

Χαῖρε καλὴ, πασῶν προφερεστάτη εἵνεκα πάντων,  

σεμνοτάτη συνόμευνε, καλῶν ὑπόδειγμα φιλάνδρων,  

Φλαούια, τῶν Χαρίτων τοὔνομα κτησαμένη.  

Εἰκόνα σῆς ἀρετῆς παῖδας γαμέτῃ προλιποῦσα  

οὐκ ἔφθης μίγα τοῖς πατρὰν φίλιος τε σύναιμος,  

Ἀντιόχειαν ἰδεῖν, γενέτην θʼ ἅμα τόν σε ποθοῦντα.  

`645`

ΑΛΛΟ.

  

Μοῖραι καὶ Λήθη με κατήγαγον εἰς Ἀΐδαο,  

οὔπω νυμφείου θαλάμου καὶ παστάδος ὥρης  

γευσαμένην· ἀθιγὴς δʼ ἔλιπον φάος ἠελίοιο.  

`646`

ΑΛΛΟ.

  

Κύματα πορθμεύσας κεῖμαι νέκυς ἔνθα Σεκουνδίων,  

γῇ πατρίδι κρυφθεὶς, συνομαίμοσι δάκρυ προλείψας.  

Τρὶς δέκʼ ἀναπλήσας ἐτέων τὸ πᾶν, ὕστατʼ ἔβαινον·  

λύπην μέντοι ἔδων σύμπασι βροτοῖς ἐλεοῦσιν  

δίχα μάχης ζήσας· ἐν συσσίτοις δὲ πρόπασιν  

πολλοὺς ἐκφιλέων ἐκτήμην ἄνδρας ἑταίρους.  

Οὔτε πόσεις ἔλαβον, ἔζησα δʼ ἐν εὐσεβίῃσιν.  

Δαίμονʼ ἀπῃτήθην τὰ τέλη ἃ ἔδει ποτὲ λῦσαι·  

ἔλλαβον ὠρκωκὼς συνομαίμονας, οὓς προλέλοιπα.  

Μητέρʼ ἐν εὐσεβίῃ πολλῇ διασώσαθʼ, ἱκνοῦμαι,  

εἰδότες ἀνθρώπων γενεὴ ταχέως ὅτι λήγει.  

Σώματα γὰρ κατέλυσε Δίκη, ψυχὴ δὲ πρόπασα  

ἀθάνατος πωτωμένη ὑψοῦ πάντʼ ἐπακούει  

`647`

ΑΛΛΟ.

  

Εὐδαίμων ὁ Σεκουνδίων Θεσσαλονικεὺς ἐνθάδε  

μήτε δίκην εἴπας, μήτε γυναῖκα λαβών· κεῖμαι,  

ἀλλʼ ἔθανον τριακονταέτης βιότου μέτρʼ ἀμείψας·  

καὶ φωνῆς ἐπάκουε φίλης· Χαίροις, παροδῖτα.  

`648`

ΑΛΛΟ.

  

Ὁ φθονερὸς ζωῆς με τὸν ἄθλιον ἔφθασε δαίμων  

ἀρτιθαλεῖς κλάσσας ἐλπίδας ἡλικίης.  

Καὶ νῦν τύμβος ἔχει τὸ ἐμὸν δέμας ε...  

`649`

ΑΛΛΟ.

  

Σπεῖσον ἐμοὶ δακρύων ὀλίγον, ξένε, καί μʼ ἐλέησον,  

νηπίαχον κούρην ἐν χθονὶ κρυπτομένην·  

τέτρατόν ἐστι δʼ ἐμοὶ ζωῆς ἔτος· ἥ μʼ ἀνέθρεψεν  

θάψεν Ἐπίκτησιν τοὔνομα κλῃζομένην.  

`650`

ΑΛΛΟ.

  

Ἐνθάδε τήνδʼ ἀνέθηκα γραφὴν σημάντορα τύμβου  

υἱὸς εὐσεβίης, μητέρα τὴν ἰδίην·  

ἧς ζητεῖς εὑρεῖν τοὔνομα, καὶ τὸ τέκνον  

εἴρῃ; ἄνθηκεν Μελίτην, κλαῦσέν τε Κιανός.  

`651`

ΑΛΛΟ.

  

Ἡραῒς ἐνθάδε κεῖμαι ἐτῶν, ξένε, πεντάκις ἑπτά·  

καὶ σοὶ παραινῶ συν..... ὁδῖτά, με  

μὴ κλαῖε· Μοιρῶν γὰρ μίτος πάντας καλεῖ.  

`652`

ΑΛΛΟ.

  

Γαῖά μʼ ἔτικτεν ἄφωνον ἐν οὔρεσι παρθένον ἁγνὴν,  

ἡσύχιον τὸ πάροιθεν, νῦν αὐδήεσσαν ἅπασιν.  

Σμιλιγλύφοις τέχνῃσιν κῆρʼ εἰποῦσα θανόντος·  

Ἐνθάδε Μάξιμον γραμματικῆς ἐπιίστορα τέχνης,  

ἀνέρα σεμνὸν γῆ μήτηρ ἐκάλυψε θανόντα  

.....................  

`653`

ΑΛΛΟ.

  

Ὄλβιος ὃν Μοῖραι παναεικέες ἐκπερόωντα  

νηδύος ἀθρήσωσι γαληναίῃσιν ὀπωπαῖς·  

ὡς καὶ ἐγὼ Πάνταρχος ἀγαυοτάτων ἀπὸ πατρῶν  

βλαστήσας κῦδος μὲν ἐπὶ στρατῷ ἄσπετον εἷλον·  

σῶμʼ ἀποδυσάμενος δʼ ἔλαχον περικαλλέα τύμβον  

ἀγχινόοις πραπίδεσσι φιλοστόργοιο γυναικός·  

ἥ μοι καὶ παῖδας θυμηδέας, οὓς τέκεν αὐτὴ,  

σκύμνους αὐχήεντος ὅπως συνέθρεψε λέοντος,  

καί με θεοῖσιν ἔθηκεν ὁμοίιον ἀθανάτοισιν·  

ἀτρεκέως Πάνταρχος ἐγὼ νῦν μʼ αὐτὸς ἔθηκα  

ζηλωτὸν παίδεσσιν ἐμοῖς, οὓς δῖα γυναικῶν  

τίκτε καὶ ἠέξησεν ἐνὶ μεγάροις πολυόλβοις,  

Παντάρχων χαρίεντα καὶ ἱμερόεντα γένεθλα.  

Τὸν μὲν γὰρ στρατιῆς ἐναρίθμιον ἡρώεσσιν  

τῇ σφετέρῃ τιμῇ περιλαμπέα, τὸν δὲ ποθεινῆς  

θρεψαμένη πάτρης τηλέκλυτον ἐλπίδʼ ἔθηκεν·  

νόσφι δʼ ἐμοὶ θεμένη σῆμα κλυτὸν οἴω ἀπʼ ἄλλων  

θεσπεσίης ἀρετῆς πάσης κλέος εὐρὺ ἀνῆκεν,  

τιμήεις ὡς ἔσκον ἐν ἀνδράσι καὶ μακάριστος,  

μακροῖς αἰώνεσσιν, ἕως μένει οὐρανὸς εὐρὺς,  

λάμπει δʼ ἠέλιος φαέθων τροχοειδέι φέγγει.  

`654`

ΑΛΛΟ.

  

Ἄνθος ἐγὼ λεγόμην υἱὸς Ἑρμογένους τε καὶ Ὁρμῆς,  

ἀνθήσας δὲ καλῶς, ἔτεσιν δυσὶν οὐχ ὁλοκλήροις,  

φωτὸς ἀφαρπασθεὶς, πρόμοιρον βρέφος ἐνθάδε κεῖμαι,  

κοὐκ οἶδʼ εἴτε καλῶς εἴτε κακῶς ἔθανον.  

Ἀπλήρωτʼ Ἀΐδα, τί με νήπιον ἥρπασας οὕτως  

σπεύσας τοῦ ζῆν με στερέσαι;  

οὐ σοὶ πάντες ὀφειλόμεθα;  

`655`

ΑΛΛΟ.

  

Ἥ ποτε κυδιόωσα ξανθαῖς ἐπὶ κρατὸς ἐθείραις,  

καὶ χαριτοβλεφάροις ὄμμασι λαμπομένη,  

χιονέοις τε πρέπουσα προσώποις ἠδὲ παρειαῖς,  

καὶ γλυκεροῦ στόματος ὄπα λειριόεσσαν ἱεῖσα  

χείλεσι πορφυρέοις ἐλεφαντινέων διʼ ὀδόντων,  

παντοίην τʼ ἀρετὴν περικαλλέι σώματι θεῖσα,  

ἣν τέκεν Εὐτυχίδῃ σθεναρῷ Κιλικία χαριτῶπις,  

εἰκοσιπενταέτης Τρυφέρα τῇδʼ ἐν χθονὶ κεῖται.  

Ἑρμέρως δὲ Ἀριστομάχοιο πατρὸς καὶ μητέρος ...  

μνῆμʼ ἀλόχῳ φιλίῃ θήκατο κουριδίῃ.  

`656`

ΑΛΛΟ.

  

Ῥουφίνης ἐμέθεν Πρόκλος βόσις ἐνθάδε κεῖται  

Μοιράων βουλῇσι λιπὼν βίον ἠδʼ ἐμὲ χήρην.  

Τεῦξα δέ τοι μέγα σῆμα περισκέπτῳ ἐνὶ χώρῳ  

θηητὸν πάντεσσι, θύρας δʼ ἐπέθηκα φαεινὰς,  

εἴδωλόν τʼ ἐθέμην πανόμοιον, σχῆμά τʼ ἔθηκα,  

οἷον ἔχων ῥητῆρσι μετέπρεπες Αὐσονίοισι,  

ἔν τʼ αὐτοῖς ὑπάτοις κλέος ἔλλαβες ἔξοχον ἄλλων.  

Ἀλλʼ οὔτοι νόσφιν γε σέθεν ποτικείσομαι αὐτὴ,  

ὡς πρὶν δʼ ἐν ζωοῖσιν ὁμὸς δόμος ἄμμι τέτυκτο,  

ὣς καὶ τεθνειῶτας ὁμὴ σορὸς ἀμφικαλύψει.  

`657`

ΑΛΛΟ.

  

Τὴν στήλην, παροδῖται, ἀποφθιμένοιο ἰδόντες  

εὐφήμῳ γλώσσῃ χαῖρε προςείπατέ με,  

αἰῶνʼ ἐκπρολιπόντα, ποθητὸν ἀεὶ γονέεσσιν.  

Εἰ δὲ μαθὼν τὸν ἐμὸν μόρον, ὦ ξένε, ῥᾷστά με κλαύσεις,  

στέρξω· καὶ θνήσκων γὰρ ἔχω νόον οὔ τινα βαιόν.  

Κουρέα τὴν τέχνην ἐςορᾷς ἐμὲ τὸν παρὰ μοῖραν  

πλήγματι δυστήνῳ πνεῦμʼ Ἀΐδᾳ θέμενον.  

Ἐξόπιθεν χεὶρ γάρ μʼ ἔβαλεν δύστηνον ἐς Ἀΐδην,  

κἤλυθον ἐκ ζωῆς ἐν δυσὶν ἑβδομάσιν.  

Τὸν βίοτον δʼ οὐ πᾶσι τύχη δαίμων τʼ ἀλόγιστος,  

δῶκʼ ἀνύσαι· πρὸ γάμων ἀρτιφυὴς ἔθανον.  

Πολλὰ δὲ καὶ μάτηρ μʼ ὠδύρετο ὃν κατὰ οἶκον  

δειλαίη κατʼ ἐμοῦ χεῖρα βαλοῦσα ῥέθους,  

καὶ οἰκτροῖσιν ἐμὰς θρήνοις φρένας οἴσατε παιδὸς  

σὺν πατρὶ δυστήνῳ βαλλόμενοι ὀλέτην  

δαίμοσιν· ὢ Μοίρης πικρὰ λογιζομένης·  

οὓς γὰρ ἔδει ζῶντας τέκνου ὕπο πρεσβεύεσθαι  

οὗτοι νῦν αὐτοὶ σῆμʼ ἐπέθηκαν ἐμοί.  

`658`

ΑΛΛΟ.

  

Τὸν θρασὺν ἐν σταδίοις ἐσορᾷς με νέκυν, παροδῖτα,  

Χρυσεόμαλλον ῥητιάριον, τὸν πρὶν δὲ κυνηγὸν,  

θήραις ἐν πάσαις παλάμῃ τέχνης ἀρίδηλον.  

Ἔκτεινεν δέ με Ἰχθὺς, ὃν οὐκ ἴσχυσα πλανῆναι·  

μοῖραν δʼ οὐκ ἔφυγον· ἐπεὶ ἦν μίτος οὗτος ὁ Μοιρῶν.  

`659`

ΑΛΛΟ.

  

Τὸν θρασὺν ἐν σταδίοις ἐςορᾷς με νέκυν, παροδῖτα,  

τάγματι ῥητιάριν θʼ ἕτερον τε πάλῳ Μελάνιππον.  

Οὐκέτι χαλκελάτου φωνὴν σάλπιγγος ἀκούω,  

οὐδʼ ἀνίσων αὐλῶν, κέλαδον τʼ ἀνδρῶν ἀνεγείρω.  

Φασὶν δʼ Ἡρακλέα δύο καὶ δέκα ἆθλα τελέσσαι·  

ταῦτα δʼ ἐγὼ τελέσας τριςκαιδέκατον τέλος ἔσχον.  

`660`

ΑΛΛΟ.

  

Καιλεστῖνος πινυτός με ἐδείματο τῷδʼ ἐνὶ χώρῳ.  

Αὑτῷ καὶ τεκέεσσι φίλῃ τʼ ἀλόχῳ ἐποίησεν  

νηὸν Πλουτῇ καὶ ἐπαινῇ Φερσεφονείῃ  

ἐσθλῆς ἐκ στρατιῆς. Νῦν δʼ οὐδενός εἰμι τάφος πω·  

οὕτω καὶ μείναιμι πολὺν χρόνον· εἰ δʼ ἄρα καὶ δεῖ,  

δεξαίμην γηράσκοντας, εὐδαίμονας, τεκνώσαντας.  

`661`

ΑΛΛΟ.

  

Ἐνθάδε τὴν ἱερὴν κεφαλὴν κατὰ γαῖα καλύπτει  

ἀνδρὸς θείου Πουβλίου Ἀττείου Καπίτωνος,  

ὃς περὶ μὲν νόον ἔσκε βροτῶν, περὶ δʼ ἷρα θεοῖσιν  

ἀθανάτοισι δέδωκε τοι οὐρανὸν εὐρὺν ἐχοῦσιν.  

Τεῦξε δὲ τόνδε τάφον ἑὸς θρεπτὸς Νώνιος Ἀρτμών.  

`662`

ΑΛΛΟ.

  

Εὐδαίμων ἐμὲ Μάλχος ὁ Μαίορος εἵσατο τύμβον  

τῆς ἰδιοκτήτου μνῆμα πανευτυχίης·  

ἡμιτελὲς δὲ λιπὼν ἔλαχεν μόρον· αὐτίκα δʼ υἱὸς  

Μαΐωρ κρηπῖδας τάσδʼ ἐπέθηκε τάφῳ.  

`663`

ΑΛΛΟ.

  

Ἔνθα βλέπεις τύμβον κενόν· ἄταφος ὧδε γέγραμμαι·  

ἐλθὼν ἐν πεδίῳ λῃστῶν ὑπὸ χερσὶ τέτρωμαι·  

οὔνομά μοι Διόνυσις, ὑὸς Ζωσίμου καὶ Λεαίνης.  

Τὸν τριακονταέτη κλαίοις μόρον, ὅστις ἀνέγνως.  

`664`

ΑΛΛΟ.

  

Ἀέναον τόδε σῆμα πατὴρ ἵδρυσε θυγατρὶ,  

ἀθανάτην τιμὴν, μνημόσυνον δακρύων.  

Μήτηρ δʼ ἡ βαρυπενθὴς ἐπὶ τέκνου ταχυμοίρου  

ἐνθʼ αὐτὴν ζῶσαν συγκατέθηκα τάφῳ,  

εἰνὶ κόνει στοργῆς δάκρυσι μυρομένα.  

Χαίροις, ἐσθλὲ ὁδῖτα· σοφῶς σοι μάνυε τιμὰν  

Πλούτωνος βασιλῆος ἐπιχθονίων ἀνθρώπων,  

ᾧ, χωρὶς μακάρων, πάντες ὀφειλόμεθα.  

Ἔστι καὶ ἐν φθιμένοις Νέμεσις μέγα, ἔστʼ ἐπὶ τύμβοις.  

Μὴ νοέων τύμβον ἄλλʼ ἢ ἐμοῦ πάριθι.  

`665`

ΙΟΜΗΔΟΥΣ.

  

Εἰ κλύες Εὐσεβίης τε καὶ ἐν προτέροισι Φιλίππου,  

τῶν ἀπὸ Κερτέννου  <span class="gap">…</span> , τῶν ποτʼ ἐγειραμένων  

μίλιον ἠδὲ Τύχης ἱερὸν ἀνάθημʼ ἅμα θέντων,  

κείνων ἡ σόρος ἥδʼ, ἣν θέσαν ἐνναέται  

ἀντʼ εὐεργεσίης Ναμαρήσιοι ἄγχι πυλάων·  

ἀλλά μιν ἐκ γαίης πολλὸν ἀπεκρέμασεν,  

λείψανα τʼ ἄλλοθεν ἄλλα πάλαι φθιμένων συναγείρας  

θρεψαμένων θείων θῆκε παρὰ προγόνους  

οἴκου ὑπὲρ νεάτοιο ὑφʼ ἁψίδα τὴνδʼ Ἰομήδης,  

Αὐσονίων μούσης ὑψινόου πρύτανις.  

`666`

ΑΔΕΣΠΟΤΟΝ.

  

Τὸν κλυτὸν ἐν ζωοῖσι, τὸν ἔξοχον ἐν μερόπεσσι,  

τὸν πρώτιστον βουλῆς ἠδὲ πόληος ὅλης,  

τὸν πτωχοὺς φιλέονθʼ, εἵνεκεν εὐσεβίης,  

Εὐστοχίου φίλον υἷα, τὸν ἀθάνατοι φιλέεσκον·  

τοὔνεκα καὶ πηγαῖς λοῦσαν ἐν ἀθανάτοις  

καὶ μακάρων νήσους βάλλον ἐς ἀθανάτων  

Δόμνον ζήσαντα πέντʼ ἐτέων δεκάδας.  

`667`

ΑΛΛΟ.

  

Ῥητορικῆς πόνος οὗτος ὃν ἤνυσε πολλὰ μογήσας  

Γαυδέντιος πινυτὸς ἄκρον ἔχων σοφίης·  

ἐνθάδε πατρὸς ἑοῦ καὶ μητέρος ὁστέα θῆκεν  

τῷ μὲν θρέπτρα διδοὺς, τῇ δὲ τόκου χάριτας·  

ὅσος οἷος μνημεῖον ἐτέλεσεν  

αὐτῷ καὶ γενέταις κτῆμα συνηγορίης.  

`668`

ΑΛΛΟ.

  

Τέκνα τέκνων ἐσιδὼν Ἑρμῆς Ἑσπέρου ἐτῶν ξʹ  

ἡροϊκῷ θανάτῳ τῷδε τέτευχε τάφῳ.  

`669`

ΑΛΛΟ.

  

Μνῆμά με ὁρᾶς περικαλλὲς, ἀοίδιμον αἰὲν ὁδῖταις·  

ἐστὶ δέ μου καθύπερθε πελειάων δόμος αἰπύς·  

Ῥουφῖνος δέ μʼ ἔτευξε, θεοῦ δʼ ἰότητι τέταγμαι  

γηραλέους δέξασθαι, ἀτὰρ νέον οὔποτε πάμπαν·  

εἰμὶ δʼ ἀλυπότατος κλιντὴρ πάντεσσιν ἑτοῖμος,  

υἵασι θʼ υἱωνοῖς τε πολὺ προτὶ γῆρας ἰοῦσιν.  

Σάδος Νεοπολίτης οἰκοδόμησεν εὐτυχῶς.  

`670`

ΑΛΛΟ.

  

Τύμβος ὑπουδαίων μακάρων ὅδε· τῷ ἔνι κεῖται  

συγκλήτου φίλον ὄμμα σαόφρων Μαιουρῖνος,  

οὗ δύσις ἀντολίη τε μεσημβρίη τε καὶ ἄρκτοι  

πιστοτάτου βασιλεῦσιν ἀμωμήτοιό τʼ ἐπάρχου  

εὐρύ τε καὶ μάλα καλὸν ἀεὶ κλέος ἀείδουσιν·  

τεῦξε δέ μιν ὥριστος ἐν ἡμερίοισι Φίλιππος,  

αὐτοκασιγνήτης πινυτόφρονος ἔκγονος ἥρως,  

καὐτὸς ἐὼν βασιλῆος ἀμύμονος ἐσλὸς ὀπάων,  

καὶ κτίσε πύργον ὕπερθεν ἐϋπτερύγεσσι πελείαις,  

λαοτύπων παλάμῃσιν ἐς οὔρανον εὐρὺν ἀείρας.  

`671`

ΑΛΛΟ.

  

Ἡ σορὸς ἡ μεσάτη λέχος ἀνέρος Ἀντιόχοιο,  

ὅς ποτʼ ἐνὶ στρατιῇ κλέος εἵλετο· τὰς δʼ ἑκάτερθε  

Μάξιμος εὐδαίμων καὶ Γαϊανὸς, δύο παῖδες,  

ἔκτισαν Ἀντιόχοιο, καὶ ἁψίδα τήνδʼ ἐπὶ πάσαις  

ἵστασαν ὄφρα πέλοιντο φίλῳ παρὰ πατρὶ θανόντες.  

`672`

ΑΛΛΟ.

  

Ἀντί σε κυδαλίμας ἀρετᾶς, πολυήρατε κούρα,  

ἦξεν εἰς Ἠλύσιον αὐτὸς ἄναξ Κρονίδης.  

Τηλυγέτην με τοκῆες ἀνέτρεφον ἀλδήσκοντες,  

Ἄπτυριν, ἠιθέων πάμπαν ἀρειοτέρην·  

ἀλλά με Μοῖρʼ ἐδάμασσεν, ἐπεὶ τόδε μόρσιμον ἦεν,  

τύμβον δʼ αἶψα γονεῖς τεῦξαν ὀδυρόμενοι,  

Ζηνωὶς μήτηρ τε πατήρ τέ μοι Νικόδημος,  

ἄμφω θυμοβόρῳ πένθεϊ τειρόμενοι.  

Ἄπτυρι, κλεινὸν ἄγαλμα, καὶ ἐν φθιμένοισι φανείης  

ὥσπερ ἐνὶ ζωοῖς κῦδος ὀπασσαμένα.  

`673`

ΑΛΛΟ.

  

Δέρκεο τὰν ἀρίσαμον, ὁδοιπόρε, τὰν Φερενίκας  

εἰκόνα τὰς μελέας, ἃν τάφος οὗτος ἔχει·  

ἃ τὸ πρὶν ἐν καλύβαις, νῦν δʼ εἰς Ἀχέροντα μολοῦσα,  

ἃ στερόμαν τῶν πρὶν νυμφιδίων θαλάμων  

πατρὶ γόους προλιποῦσα Φιλοξένῳ, ὃς τόδʼ ἔτευξεν  

εἴδωλον νύμφας μναμόσυνον θέμενος.  

`674`

ΑΛΛΟ.

  

Μάρκος τʼ ἀδελφὸς καὶ Τρόφιμος σὸς εὐνέτης  

σοὶ τόνδε τύμβον, ὦ καλὴ Κορινθία,  

λάινον ἔτευξαν ὠκυμόρῳ μνήμης χάριν.  

—Μόνους ἰδοῦσαν εἴκοσʼ ἐνιαυτῶν κύκλους  

Ἀΐδης κέκευθε τὴν καλὴν Κορινθίαν.  

`675`

ΑΛΛΟ.

  

Γνῶθι μετʼ εὐσεβέεσι σαόφρονα Δωρίδα κεῖσθαι,  

ἀντʼ ἀρετῆς ἱερὸν χῶρον ἀνευρομένην.  

Οὐ γὰρ ἅπασιν ὁμῶς θάνατος βαρύς· ἀλλʼ ὅτις ἐσθλῶν,  

οὗτος καὶ θανάτου κοῦφον ἀπέσχε τέλος.  

`676`

ΑΛΛΟ.

  

Πατρὶς μέν μοί ἐστι Λύκων πόλις, εἰμὶ δʼ Ἀπόλλων,  

ἐν Φαρίῃ γαίῃ θυμὸν ἀποφθίμενος,  

νήπιος· ἡρπάσθην δʼ ἑκκαιδεκάτου ἐνιαυτοῦ  

ἕκτον ἀωροσύνης μῆνα παρερχόμενος.  

Νῦν δʼ Ἀβυδηναίου τὸν Ὀσίριδος ἀμφιπολεύω  

θῶκον καὶ φθιμένων οὐκ ἐπάτησα δόμους·  

ἀθανάτων καὶ τέκνα μεμορμένον οἶτον ἐπισπεῖν,  

ἀλλʼ οἰκεῖ μακάρων Ἠλύσιον πεδίον.  

Ἔνθʼ ἅμα παισὶ θεῶν με φέρων Κυλλήνιος Ἑρμῆς  

ἵδρυσε, καὶ Λήθης οὐκ ἔπιον λιβάδα.  

`677`

ΑΛΛΟ.

  

Πατρὶς μέν μοί ἐστι Λύκων πόλις, εἰμὶ δʼ Ἐλήμων  

εἴκοσι καὶ ἑνὶ κῆρα κατασβεσθεὶς ἐνιαυτῷ·  

Φοίβου καὶ Μουσῶν ὁ θέραψ παντώνυμος ἤμην.  

`678`

ΑΛΛΟ.

  

Ὁ τύμβος οὐκ ἄσαμος· ἅδε τοι πέτρος  

τὸν κατθανόντα σαμανεῖ, τίς καὶ τίνος  

εἰς Ἀΐδαν βέβακεν· ἀλλά μοι σχάσας  

τὸ νεκραγωγὸν, ὦ φίλʼ, ἐν πεδίῳ γόνυ,  

κολαπτὸν ἄθρει γράμμα διπτύχοις κόραις.  

Πατὴρ μὲν Εἰρηναῖος, ἁ δέ τοι πατρὶς  

Μέμφις· τὸ δʼ οὔνομʼ ἀγορεύετʼ ἐκ βρέφους  

φαῦλον οὐ συνείπετο,  

τὰν Μοῖραν ὡς ἐπέδραμε.  

`679`

ΑΛΛΟ.

  

Ἐνθάδε τὴν ἀρετῆς πινυτὴν κατὰ γαῖα καλύπτει,  

Πρέμνου τὴν ἄλοχον, σεμνὸν θάλος, ἔξοχον ἄλλων  

Ἰουλιανὴν, τὴν μοῖρα φέρει Κρήτης ἀπὸ γαίης,  

εἴκοσι πέντε ἔτη ζήσασαν, ἴσον χρόνον ὡς ἐτέτακτο.  

Λοιπὸν νῦν, παροδῖτα, φίλον γενέτην ἀεὶ ἐλέαιρε,  

ὡς εἰδὼς ὅτι πᾶσι βροτοῖς τὸ θανεῖν ἀπόκειται.  

`680`

ΑΛΛΟ.

  

Πεντήκοντα τριῶν ἐτέων κύκλον ἠδʼ ἀνύσαντα  

αὐτὸς ὁ πανδαμάτωρ ἥρπασεν εἰς Ἀΐδην.  

Ὦ χθὼν ἀμμοφάνης, οἷον δέμας ἀμφικαλύπτεις  

Ἀββα..ου ψυχῆς τοῦ μακαριστοτάτου.  

Οὐκ ἀγέραστος ἔφυ γὰρ ἀνὰ πτόλιν, ἀλλὰ καὶ ἀρχῇ  

πανδήμῳ ἐθνικῇ ἐστέφετʼ ἐν σοφίᾳ.  

—Δισσῶν γάρ τε τόπων πολιταρχῶν αὐτὸς ἐτιμῶ  

τὴν διμερῆ δαπάνην ἐξανύσας χάρισιν.  

Πάντα δέ σοι, ἐπέοιχʼ ὅσα τοι, ψυχὴ, πρὶν ἐκρύβης,  

καὶ τέκνων ἀγαθῶν αὐξάνου ἐν γενεῇ.  

Ἀλλὰ σὺ, ὦ παροδῖτα, ἰδὼν ἀγαθοῦ τάφον ἀνδρὸς,  

τόνδε κατευφημῶν, τοῖα φράσας ἄπιθι·  

«γαῖαν ἔχοις ἐλαφρὰν ἐς τὸν ἅπαντα χρόνον.»  

`681`

ΑΛΛΟ.

  

Μητρὶ δέμας γαίῃ προλιπὼν θεοείκελος ἀνὴρ  

πάτρης ἐν ζαθέοις ὄρεσιν, πυκτῷ ὑπὸ τύμβῳ,  

οὐλόμενον γῆρας προφυγὼν μεσάτῃ ἐνὶ ἥβῃ,  

αἰθερίας ἀψῖδος ἔβη μακάρων μεθʼ ὅμιλον,  

πάτρην κυδήνας γέρασιν στεφάνοισί τε πολλοῖς,  

οὓς ἀναδησάμενος πρῶτος παρέδωκε τέκεσσι.  

Τίς ὅδʼ ἀνήρ; φήσει τις ὁδιτάων παριόντων·  

Τίς μάκαρ οὕτως ἐστὶ, τίς ὄλβιος ὅν τε σὺ κεύθεις;  

Τόνδε ἐγὼ σιγῇ τε καὶ οὐ λαλλοῦσα διδάξω·  

Ὠριγένους ἔρνος γλυκερὸν, Κάσιος μυροπώλης.  

Εὐτύχει.  

`682`

ΑΛΛΟ.

  

Ἀμμώνιον θεὸν ἐν χρηστῷ μεμελημένον εἶδον.  

Ἵλαθι, χρηστὲ πάτερ, χρύσεον γένος ἀνθυποφήνας.  

`683`

ΑΛΛΟ.

  

Τὸν σοφὸν ἐλλόγιμον καὶ παιδεύσαντα ἐφήβους,  

τὸν θρέψαντα βροτοὺς καὶ ἐν στέρνοισι δικαίοις  

παρθενικᾶς τελέσαντʼ ἄξια νυμφιδίου,  

καὶ ζήσαντα καλῶς ἑβδομήκοντα ἔτη·  

Κατάγραφος ἐνθάδε κεῖται.  

`684`

ΑΛΛΟ.

  

Κουριδίους θαλάμους Γράπτη λύσασα προλείπω  

Ἰανουάριν τὸν ἐμὸν χρηστότατον γαμέταν·  

ὃν σὺ, θεὰ Κύπρι, μοι φιλέοις σὺν τῷ πατρὶ Καίκᾳ,  

τέκνα δέ μοι καὐτὸν σώζοιτε, Θεοὶ, ἱκετεύω·  

τούτους γὰρ προλιποῦσʼ ὑπάγω πάντων ὑπὲρ αὐτῶν.  

`685`

ΑΛΛΟ.

  

Τὴν συνετὴν ἄλοχον Διονύσιαν ἐνθάδε κεῖσθαι  

τύμβῳ τῷδʼ ὑπʼ ἐμοὶ, ὃν πόσις ἠγλάισεν  

ὅππως τοῖς παριοῦσι πέλοι μνημήια ταῦτα,  

ταῖς σεμναῖς ἀλόχοις μαρτυρία προφέρει.  

`686`

ΑΛΛΟ.

  

Μικρὸν ἐν ἡσυχίῃ ζήσας χρόνον εὔτροπον ἄλλως  

Ζωΐλος ὧδε τέθαπται, Ἀλεξάνδρου φίλος υἱός.  

`687`

ΑΛΛΟ.

  

Θάρσει, τέθνηκας γὰρ ἀπενθήτοις ἐπὶ τέκνοις,  

ζώουσαν προλιπὼν ἣν ἐπόθεις ἄλοχον.  

`688`

ΑΛΛΟ.

  

Μινακὼ Λίβυος χρηστή.  

Εἴ τις ὅλως γέγονεν χρηστὴ γυνὴ, ἥδʼ ἐγώ εἰμι  

πρός τε δικαιοσύνην καὶ τοῖς ἄλλοις ἅπασιν·  

οὖσα δὲ τοιαύτη χάριν οὐ δικαίαν κεκόνισμαι  

οὔτε παρʼ ὧν ᾤμην οὔτʼ ἀπὸ δαιμονίου.  

Οὐδʼ ἀπότιμος ἀπὸ μητρὸς ἐμῆς καὶ πατρὸς ἄπειμι,  

οὐδʼ ἀντιρρίπτω οἵας χάριτάς μοι ἀπέδωκαν,  

κἄστι θέμις τοκέας παρὰ παίδων κομίσασθαι.  

`689`

ΑΛΛΟ.

  

Δὶς δέκα καὶ δισσοὺς πλήσας ζωῆς λυκάβαντας  

καὶ ποθέσας ἀρετὴν στεργομένην ὀλίγοις  

ἤλυθες εἰς Ἀΐδην ζητούμενος οἷς ἀπέλειπες·  

πᾶσι γὰρ ἀλγηδὼν ἐσθλὸς ἀποιχόμενος.  

Εἰ δέ τις ἐν φθιμένοις κρίσις, ὡς λόγος, ἀμφὶ θανόντων,  

Σώγενες, οἰκήσεις εἰς δόμον εὐσεβέων.  

`690`

ΑΛΛΟ.

  

Ἦν ὅτε μοῦνον Ὕγεινον ἀδελφεὸν οἵ με τεκόντες  

πένθεον, ἡνίκʼ ἐγὼ πενταετιζομένη  

παρθένος ἐν γονέεσσιν ἐθήλεον· ἡ δʼ ἀγαπητὴ  

ἤλυθα τὴν φρικτὴν εἰς Ἀΐδαο πόλιν.  

Ἡ δέ με γειναμένη μήτηρ πενθεῖ, Χαρίτωνος  

πολλάκι βοωμένου· Χαῖρε, Πρόκλα θύγατερ.  

`691`

ΑΛΛΟ.

  

Ἤμην στολάρχης Ποντικῶν νεῶν ἐγὼ  

ἑξηρέτμοις πτέρυξιν ἠγλαϊσμένων,  

ἀνὰ στρατὸν Κρισπῖνος εὐκλεὴς ἀνήρ·  

Ῥάβεννα δʼ ἦν μοι πατρὶς, ἀρχαία πόλις.  

Ἔγνως τίς ἤμην, καὶ τίνος γένους κυρῶ.  

Λοιπὸν φυλάσσου, μή τινʼ ἐνθήσῃς τάφῳ  

δίκην θʼ ὑφέξῃς παρανόμως τυμβωρυχῶν,  

φίσκῳ τε δώσῃς  <span class="gap">…</span> ͵β καὶ τῇ πόλει  <span class="gap">…</span> ͵α.  

`692`

ΑΛΛΟ.

  

Ἐπʼ ὠκυμοίρῳ οἶκον Ἀσκληπιοδότῳ  

πατὴρ Νόητος χῶσεν εὐερκῆ τάφον,  

καὶ ξεστὸν οἰκτροῦ παιδὸς ἄνω σήματι  

ἔθηκε βωμὸν, πενταέτους τʼ εἰκὼ τέκνου  

κένην ὄνησιν ὀμμάτων χαράξατο,  

τὴν πᾶσαν εἰς γῆν ἐλπίδων κρύψας χαράν·  

μήτηρ δʼ ἐν οἴκοις ἁ τάλαινʼ ὀδύρεται  

νικῶσα θρήνοις πενθίμην ἀηδόνα.  

`693`

ΑΛΛΟ.

  

Ἄνδρα πολύκλαυτον κοινὸς μὲν ἀνείλατο δαίμων,  

καλλείψαντʼ ἄλοχον Δημήτριαν πολύδακρυν·  

τοῦ δὲ καταφθιμένου σκῆνος μέλεος χάδε τύμβος,  

τὸν νῦν δὴ κόσμησε περίφρων Στρατόνικος,  

γνωτῶν εἷς Ἀφείου σὺν ἀδελφῷ ἀδελφιδέῳ τε.  

Αἰδοῖαι δʼ ἀγαπηταὶ ἀνιάζουσι φίλον κῆρ  

θυγατέρες κάσιος τε μόρον πατρός τε .......  

`694`

ΑΛΛΟ.

  

Ῥουφῖνα Κέλερος ἐξ Ἀριστίνης τʼ ἔφυν,  

ζωὴ δὲ πλείων μητρὸς ἐν σπλάγχνοις ἐμὴ,  

ὠδῖνα λύπης δʼ ἡ τεκοῦσʼ ἠλλάξατο·  

πρώτην ὁδὸν δὲ στέλλομαι πρὸς Ἀΐδαν,  

κλῆρον δὲ μητρὸς τῷδε κληρουχῷ τάφῳ  

στήλῃ δὲ φωνῶ ἀνταγωνίας βίου.  

`695`

ΑΛΛΟ.

  

.....................  

ἀλλʼ ὅτε μοιράων τριπλοῦς μίτος ἐξεκενώθη  

καὶ λοιπὸν θανάτῳ μετὰ τοῦτο τὸ φῶς μετέβαινον,  

ψυχὴ μὲν πρὸς Ὄλυμπον ἀνήλλατο, σῶμα δὲ πρὸς γήν  

καλλυθὲν ἐξεπόθη καὶ οὐδὲν ἔχω πλέον ὀστῶν.  

Ὡς οὖν καιρὸν ἔχεις, λοῦσαι, μύρισαι, σπατάλησον  

καὶ χάρισαι, δαπάνησον, ἅπερ δύνασαι· τίνι τηρεῖ;  

`696`

ΑΛΛΟ.

  

Στέμματʼ, ἀφʼ ὧν πτοίη, καὶ πρήξιες αἱ κενεαυχεῖς,  

ἄλλων σήματʼ ἔχοιτε, δικασπολίας τʼ ἐνέποιτε,  

τηκεδόνας βιοτῆς καὶ δουλείην ἐρίτιμον.  

Μοῦνον δʼ ἡμέτερον βαίη λίθος οὔνομα φωνοῖ.  

Ἀλέξανδρος ὅδʼ ἐστὶ, Βαλεντίνῃ δὲ συνεύδει  

κεἰν ἐνέρων λιμένεσσι μέγʼ αἰνητῇ παρακοίτει.  

Τοὺς δʼ ἄμφω χάριεν τέλος ἔλλαχεν· οὓς κτερέιξε  

χερσὶ φίλαις θυγάτηρ γλυκερὴ Παυλῖνα τοκῆας,  

ἤδη οἱ θαλέθοντα τόκον κατὰ δῶμα λιπόντας,  

τριττύος ἐξ αὐτῆς, οἵ μευ μελάθρων μεδέοιεν.  

Νηλὴς ὦ θάνατος, πολὺ δή μοι ἀκαίριος ἥκεις.  

Χρῆν γὰρ ἐπʼ ὠδίνεσσιν ἔχειν χέρα καὶ τότʼ ὀλέσσαι·  

νῦν δὲ μετὰ πτολέμους κρυερῶν τε λαφύγματα νούσων  

λευγαλέους τε φόβους καὶ θυμοβόρους μελεδῶνας  

καὶ δίκας ἀμφιλόγους, ῥικνὸν καὶ κώδιον ἄξεις,  

λυπρὴν δαῖτα Χάρωνι· νέων δʼ ἔμπης πεφίδησο.  

`697`

ΑΛΛΟ.

  

Θ. Κ.  

Σῶμα μὲν ἥδε κόνις κεύθει θεομνήστορος ἀνδρὸς,  

Ναρκισσίωνος πινυτοῦ, ψυχὴ δὲ σύνεδρος  

ἀθανάτων· βωμὸν γὰρ ἐδωμήσαντο ταλάφρων  

μήτηρ Σαλβία Ματρώνα Σώτας τε ἀδελφός.  

`698`

ΑΛΛΟ.

  

Εἰ δὲ τολμήσει τις τούτῳ συνθαπτέμεν ἄλλον,  

θήσει τῷ φίσκῳ τρὶς δύο χιλιάδας·  

τόσσας καὶ Πόρτῳ καταθήσεται· ἀλλὰ καὶ αὐτῆς  

τίσει ἀτασθαλίης βλαψιτάφου κόλασιν.  

`699`

ΑΛΛΟ.

  

Γαῖος Οὐενοῦστος.  

Παῖδά με πενταέτη ὀλίγη ἐκρύψατο κρωσσὸς  

ἀλλίστου ταχέως ἀντιάσαντʼ Ἀΐδεω·  

οὔνομα δʼ εἰ δίζησαι, ἐνὶ πρώτοισι Μένης ἦν.  

`700`

ΑΛΛΟ.

  

Σατορνῖνος ἐγὼ κικλήσκομαι, ἐκ δέ με παιδὸς  

εἰς Διονύσου ἄγαλμʼ ἔθεσαν μήτηρ τε πατήρ τε.  

`701`

ΑΛΛΟ.

  

Σωτηρίχαν με τύμβος ἐνθάδε, ξεῖνε,  

οὗτος καλύπτει· ὣς γὰρ ἤθελεν δαίμων,  

τρὶς δέκα παρασχὼν ἔτεά μοι μόνον ζῆσαι.  

`702`

ΑΛΛΟ.

  

Σῆμα τόδʼ εἰσοράᾳς ἐπιτύμβιον, ὦ παροδῖτα·  

εἱμαρτὸν πᾶσιν, οὐχὶ δʼ ἐμοὶ δὲ μόνον.  

Εἰ δʼ ἐθέλεις σὺ μαθεῖν, ὦ ξεῖνʼ, ὅτις ἐστί μʼ ὁ τρώσας,  

δισσῶν σου ταρσῶν στήσας ἴχνος σὺ μάθε.  

Οὐκ ἔφυγον δʼ ἀτρεκῶς Μοιρῶν μίτον, ὅς μοι ἐπεκλώσθη·  

ναύτης γὰρ προλιπὼν φοβερὸν θύμωμα τὸ πόντου  

εἰς ἐμὲ τὴν ὀργὴν τοῦ πελάγους ἔθετο.  

`703`

ΑΛΛΟ.

  

Τρωΐλε, χαῖρε. Καμὼν πολλὴν ἄτροπον χθόνʼ ἀνʼ ἀνδρῶν  

καὶ πόντου σπεύσας συνεχῆ συχνὰ κύματα πλεῦσαι,  

ὡς ἵνα σοί τι τύχη δῴη καλὸν ἐξαπίνης που,  

οὐκ ἔλαβες χάριν ἐκ καμάτων, οὐδέ σε γαῖα  

σὴ κατέχει Σπάρτη πολὺ φίλτατον, ἀλλὰ Κορώνη  

γῆ σε κρατεῖ τύμβοις τὸ πεπρωμένον οὐ προφυγόντα  

τεσσαράκοντα μόνους ζήσαντα χρόνους ἐνιαυτῶν.  

`704`

ΑΛΛΟ.

  

Ἀστακίης γαίης Ἀντώνιος ἐνθάδε κεῖμαι·  

εἰς χθόνα τὴν Κεκρόπων, ὡς ἔκφερον ἐνθάδε Μοῖραι,  

σωθεὶς ἐκ πελάγους τοῦτον ἔχω λιμένα.  

Κεντρίκις ἐν σίγνῳ οἰνοχαρής τε φίλοις.  

Σωζέσθω εἰς πατρίδα πᾶς ὁ πλοϊζόμενος.  

`705`

ΑΛΛΟ.

  

Δεύτερον εἰς ἔτος ἄρτι παρερχόμενόν με κραταιὴ  

Ἕλλαδιν Εἰκονίου νοῦσος ἔπαυσε βίου.  

`706`

ΑΛΛΟ.

  

Θ. Κ.  

Τὴν σεμνῶς ζήσασαν, ἀμώμητόν τε σύνευνον,  

Παυλῖναν φθιμένην ἐννέα καὶ δέκʼ ἐτῶν  

Ἀνδρόνικος ἰητρὸς ἀνὴρ, μνήμην ἁγιάζων,  

τήνδε πανυστατίην στήσατο μαρτυρίην.  

`707`

ΑΛΛΟ.

  

Τὴν πολλοῖς δήμοισι πάρος πολλαῖς τε πόλεσσι  

δόξαν φωνάεσσαν ἐνὶ σκηναῖσι λαβούσῃ  

παντοίης ἀρετῆς ἐν μίμοις, εἶτα χοροῖσι  

πολλάκις ἐν θυμέλαις, ἀλλʼ οὐχ οὕτω δὲ θανούσῃ  

τῇ δεκάτῃ Μούσῃ τὸ λαλεῖν σοφὸς Ἡρακλείδης  

μιμάδι Βασσίλλῃ στήλην θέτο βιολόγος φώς·  

ἣ δὴ καὶ νέκυς οὖσα ἴσην βίου ἔλλαχε τιμὴν,  

μουσικὸν εἰς δάπεδον σῶμʼ ἀναπαυσαμένη.  

`708`

ΑΛΛΟ.

  

Σώφρονα Κρησκέντειναν ἔχων τάφος ἐνθάδε κεύθω,  

τὴν πάσης ἀρετῆς κῦδος ἐνεγκαμένην·  

ἥτις ἐνὶ ζωοῖσι ὅκως ἀνέτελλεν Ἑῶος,  

νῦν δύνει δʼ ὑπὸ γῆν Ἕσπερος ἐν φθιμένοις.  

`709`

ΑΛΛΟ.

  

Ἐνθάδε κεῖμαι ἄναυδον, ἄπνουν, ξένον, ἐνθάδε κεῖμαι  

παιδίον ἐκπρολιπὼν γλυκερὸν φάος ἀελίοιο,  

ζήσας μὲν λυκάβαντας ἐγὼ δύο καὶ δύο μῆνας,  

ἑβδομάδας δισσὰς, μόνον ὥρας ἤματος ἔσχον·  

ἐκπρολιπὼν πάτραν Σινώπην τῷδε πρόκειμαι  

τύμβῳ· ἐπὶ στήλης κεχαραγμένον οὔνομα τοὐμὸν  

Κορνουτίων κατάκειμαι λιπὼν, πένθος γονεοῖσι·  

τἀμὰ δὲ νηπιάχου δάκρυα πλησʼ Ἀχεροντίδα λίμνην.  

`710`

ΑΛΛΟ.

  

Τὸν πᾶσιν ἡλίκεσσι μειλιχώτατον,  

τὸν τοῖς καλοῖσι χρηστὸν, δυσμενῆ κακοῖς.  

δόξαις δʼ ἐν ἄστει μυρίαις αὐξούμενον,  

ἀστοῖσι καὶ ξένοισιν οἷσιν εὔνομον,  

μάρψασα Μοῖρα, σῶμα τήνδʼ ὑπὸ χθόνα  

δέδωκεν, ἦτορ δʼ οὐρανῷ μετάρσιον·  

τοιοῦτον ἴσθι πάντα Νικοκράτους βίον.  

`711`

ΑΛΛΟ.

  

Εἰκοσιὲξ ἀνύσαντα δυσωνύμους ἐνιαυτοὺς  

σφῆλʼ ἄτροπος Κλωθὼ Νικοκράτην βιότου,  

Νικοκράτην κλυτόμητιν, ἀφʼ αἵματος ἀρχιερήων,  

πάππου Νικοκράτους, υἱέα Καλλιτύχου.  

`712`

ΑΛΛΟ.

  

Νικοκράτους λαγόνεσσιν ὑπὸ χθονίαισι κέκρυπται  

σῶμα, κέαρ δʼ ἀνόρουσε πρὸς αἰθέρα δῖαν ἀερθέν.  

Σοὶ δὲ χάρις, Πλουτεῦ, ἀκάκῃ θεῷ, εἵνεκα μοίρης.  

Πρηὺν καὶ γλυκύθυμον ἀγαλλόμενον μάλα πᾶσιν  

υἱὸν Καλλιτύχοιο μένει δῖον φάος ἄλλο.  

Πρὶν στυγερῆς ὑπὸ γῆς ἴμεν ἀθανάτοισιν ἐσώθη.  

`713`

ΑΛΛΟ.

  

Ῥουφίνου τάφος οὗτος, ὃν Ἀστέριόν ποτʼ ἔκλῃζον,  

ὃς προλιπὼν Ῥώμης δάπεδον, Νείλου πόλιν ἐλθὼν,  

καὶ προκοπαῖς λάμψας, πολλοῖσι δὲ πολλὰ παρασχὼν,  

μηδένα λυπήσας, ἀλλʼ εἰς τὸ δίκαιον ἀθρήσας,  

Μοιρῶν οὐκ ἔφυγεν τρισσῶν μίτον, ἀλλὰ νεκρωθεὶς  

τὴν ψυχὴν ἀπέδωκεν ἐς ἀέρα, σῶμα δὲ πρὸς γῆν.  

Ἀλλὰ καὶ εὐσεβίης ἔσχεν κρίσιν ἐν φθιμένοισι,  

καὶ πάλιν εἶδε τὸ φῶς νεκρὸς ὢν, καὶ πόντον ἔπλευσε,  

καὶ χώρης ἰδίης ἐπέβη· σὺν παισὶ δὲ κεῖται,  

ὧν οὐκ εἶδε τέλος θανάτου, πρῶτος γὰρ ἔθνησκε.  

Ἡ δὲ τέκνων δισσῶν μήτηρ σέμνʼ ἠδὲ φίλανδρος  

καὶ πέλαγος διέπλευσε, καὶ ἤγαγε σῶμα βυθοῖσι,  

καὶ καμάτους ὑπέμεινε, καὶ ἐν θρήνοις διέμεινε,  

καὶ τύμβῳ κατέθηκε, καὶ αἰῶσιν παρέδωκε.  

Δαμοστρατείας ταῦτα τῆς φιλανδρίας.  

`714`

ΑΛΛΟ.

  

Δαίμοσιν εὐσεβέσιν Γαΐου Ἰουλίου Καρακουττίου.  

Ποίησεν Κάσια τῷ τιμίῳ καὶ ἀξίῳ ἀνδρί.  

Πᾶσι φίλος θνητοῖς, εἴς τʼ ἀθανάτους δεισιδαίμων  

κοιμᾶται Καρακούττις ἔχων μνήμην διαπαντὸς,  

τέρψας σύγκλητον, ματρώνας καὶ βασιλῆας,  

εὐφρανθεὶς ἐφʼ ὅσον Μοῖραι χρόνον ὥρισαν αὐτῷ,  

εὐσεβίης ἕνεκεν δοξασθεὶς καὶ μετὰ Λήθην.  

`715`

ΑΛΛΟ.

  

Τὸν Χαρίτων μετέχοντʼ ἐσορᾷς κλεινὸν Χαρίτωνα,  

μοῖραν ἀναπλήσαντʼ Αὐσονίῃ ἐνὶ γῇ.  

Τίκτε δὲ Σαρδονίη με περίρρυτος· ἐν δʼ ἄρα Ταρσῷ  

πίστιν ἔχον ταβούλης χρήματος Αὐσονίου.  

Ἀλλʼ ἄρʼ ἐσαθρήσας φωτὸς δέκα τρὶς λυκάβαντας  

πρὸς πέντε, φθίμενος τήνδʼ ἐπίκειμαι κόνιν.  

`716`

ΑΔΕΣΠΟΤΟΝ.

  

Ἐνθάδʼ ἐν εἰρήνῃ κεῖται Ῥουφίνος ἀμύμων,  

θειοσεβὴς, ἁγίων τε νόμων σοφίης τε συνίστωρ.  

`717`

ΑΛΛΟ.

  

Φῶς πατρικὸν ποθέουσα, σύναιμε, σύνευνε σοφή μου,  

λούτροις χρισαμένη Χριστοῦ μύρον ἄφθιτον, ἁγνὸν,  

Αἰώνων ἔσπευσας ἀθρῆσαι θεῖα πρόσωπα,  

βουλῆς τῆς μεγάλης μέγαν ἄγγελον, υἱὸν ἀληθῆ,  

εἰς νυμφῶνα μολοῦσα καὶ εἰς κόλπους ἀνορούσας  

Αἰώνων πατρικοὺς καὶ ..........  

Οὐκ ἔσχεν κοινὸν βιότου τέλος ἥδε θανοῦσα·  

κάτθανε καὶ ζώει καὶ ὁρᾷ φάος ἄφθιτον ὄντως·  

ζώει μὲν ζωοῖσι, θάνεν δὲ θανοῦσιν ἀληθῶς.  

Γαῖα, τί θαυμάζεις νέκυος γένος; ἦ πεφόβησαι;  

`718`

ΑΛΛΟ.

  

Ἰχθύος οὐρανίου ἅγιον γένος, ἤτορι σεμνῷ  

χρῆσαι· λαβὼν πηγὴν ἄμβροτον ἐν βροτέοις  

θεσπεσίων ὑδάτων τὴν σὴν, φίλε, θάλπεο ψυχὴν  

ὕδασιν ἀενάοις πλουτοδότου σοφίης·  

Σωτῆρος δʼ ἄγʼ ἰὼν μελιήδεα λάμβανε βρῶσιν,  

ἔσθιε πεινάων, ἰχθὺν ἔχων παλάμαις·  

Ἵλαθι, ἰχθύ· σὺ γὰρ Γαλιλαίῳ, δέσποτα, σωτὴρ,  

εὐόδῳ ἰητήρ· σε λιτάζομαι φῶς τὸ θανόντων.  

Ἀσχάνδιε πάτερ, τὠμῷ κεχαρισμένε θυμῷ,  

σὺν μητρὶ γλυκερῇ καὶ ἀδελφειοῖσιν ἐμοῖσιν  

ἰχθύος ἐν δείπνῳ μνήσεο Πεκτορίου.  

`719`

ΑΛΛΟ.

  

Ὁ Φωτίου παῖς Φώτιος τοῦ .....ος  

ἐκ Ζωΐλου θυγατρὸς ἦν Δημοστράτης·  

γῆ σῶμα κρύπτει τῇδέ γʼ· ἀλλʼ εἰς αἰθέρα  

ψυχὴ διέπτη καὶ σύνεστιν οἷς τὸ πρίν·  

τὸ γὰρ γέρας τρόπου γε τοῦ χρηστοῦ λάχεν.  

`720`

ΑΛΛΟ.

  

Σκῆνος μέν σου τῇδε, διοτρεφὲς Ζωσιμιανὲ,  

κρῦψε γυνὴ στονόεσσα μητρὸς γαίης ἐνὶ κόλποις,  

ἐκ στομάτων ἁπαλῶν φωνὴν πολύθρηνον ἱεῖσα·  

αὐτάρ τοι ψυχὴ εἰς οὐρανὸν εὐθὺς ἀνήκει  

χαίρουσʼ, ἵνʼ ἀγγείλειε θεῷ πατρὶ σὴν φιλότητα,  

ὡς πάντας φιλέεσκες, ποθεύμενος αὐτὸς ἅπασιν.  

`721`

ΑΛΛΟ.

  

Τυτθὸν γευσαμένη βιότου φωτὸς ἐνθάδε κεῖμαι  

καὶ σφετέρων τοκέων παῦσα παραιφασίην.  

Ἀλλʼ ἔμπης, ψυχὴ, μέγα γήθεο· δίκτυα λυγρὰ  

καὶ γοερὰς παγίδας προὔφυγον ἀμπλακίης.  

`722`

ΑΛΛΟ.

  

Μηκέτι σῶμα δέχου, σῆμα, μετὰ τούσδε κλιθέντας,  

οἵδε γὰρ ὥρκωσαν μερόπων μετόπισθε γενέθλην  

μηκέτι τόνδε λᾶαν κινεῖν τινα μηδὲ σαλεύειν·  

μάρτυς ἐστὶ δὲ τῶνδʼ ἀτρεκὴς ὁ ἅγιος μάρτυς  

ὡς καὶ ἐπὶ κάρατός γʼ ἐγράφη ἅτε ὄβριμος ὅρκος.  

Μήποτε κερτομέων ἐπὶ φθιμένοισι γελάσσῃς  

μηδʼ ἐκ θυμοῦ δολεροῦ ῥῆμά ποτʼ ἐξεμέσῃς  

μηδὲ κατʼ οὐκέτʼ ἐόντος ἔπος ψευδήγορον εἴπῃς·  

μή σε λάβῃ πυρόεσσα κρίσις δεινήεσσα γεέννης  

καὶ ταρτάρου ἐκ κρυεροῦ ψύχης πολυώδυνον ἄλγος.  

Ἄνθρωπε ἔτʼ ὕπερθεν ἐὼν, μὴ πάτει τοὺς ὑπένερθεν  

μηδέ μιν ἀμπαυόμενος ἐφίζανε τοῖς φθιμένοισιν.  

Τοῖον γὰρ καί σε σῆμα μένει ἥματι τελεσφόρῳ  

τῶν δʼ αὐτῶν καὶ σὺ μεθέξεις ὧν αὐτὸς δρᾶν οὐκ ἐφυλάξω,  

οἴσεις δὲ τάδε πάντα ὅταν σε λάβῃ ἔννυχος ἠώς.  

Ταῦτα.  

`723`

ΑΛΛΟ.

  

Μαριτίμα σεμνὴ, γλυκερὸν φάος οὐ κατέλειψας·  

ἔσχες γὰρ μετά σου πᾶν ἀθάνατον κατὰ πάντα·  

εὐσεβία γὰρ σὴ πάντοτέ σε προάγει.  

`724`

ΑΛΛΟ.

  

Ἐνθάδʼ Ἀκυλεινὸν καὶ τοῦδε Τιμαίαν συνόμευνον  

γαῖα φίλη κατέχει, ψυχῆς ἀποπταμένης  

οὐρανόν· αἰνάρετον σῶφρον ἔχον ἤδε ποθεινὸν,  

θρησκεύοντες ἁγνῶς θεὸν ἑτέρᾳ θυσίῃ.  

Ἴσην ἔχον στοργὴν ἀεὶ βίῳ καὶ ὁμοίια ἔργα ...  

`725`

ΑΛΛΟ.

  

.....................  

... μνημεῖον δείματο Μαρκιανὴ  

υἱῶν παίδεσσιν ἀμύμωσίν τε θυγατέρων  

αὐτῆς, κυδαλίμων ἔξοχʼ ἐν ἡμερίοις·  

τῶν τινα μὴ δέξαιτο νέον παῖδʼ, ἀλλὰ γέροντα,  

πλήσαντα λιπαρῶς κύκλον ἐτῶν ἑκατόν.  

`726`

ΑΛΛΟ.

  

Ἐπιτύμβιον ἐπὶ Κωνσταντίνῳ.  

Πλήρης κατέστην καὶ χρόνων τε καὶ πόνων  

περιτρέχων γῆν, τὴν ὑγρὰν περιπλέων.  

Λίθον δὲ τὸν τρίπηχυν οὐ παρατρέχω·  

κεῖμαι δὲ μακρῶν ἐκ κόπων πεπαυμένος,  

δίκην φρικώδη προσμένων τὴν ἐσχάτην,  

σὸς ὧδε, Σῶτερ, οἰκέτης Κωνσταντῖνος.  

`727`

ΑΛΛΟ.

  

Βάσσος, ἑῆς πάτρης μεγακυδέος ἀγλαὸν ὄμμα,  

ἐκ σφετέρου καμάτοιο γεωπονίης τέ μʼ ἔδειμεν,  

οἷ τʼ αὐτῷ παίδεσσί θʼ ὁμῶς κεδνῇ τε γυναικὶ  

μνῆμʼ ἀγανόν. Βουλαῖσι δʼ ἀειζώοιο θεοῖο  

γηραλέους πάντας μάλα δέξομαι, εὖτʼ ἂν ἕκαστος  

τέρμα ποτὶ σφέτερον βιοτῆς πεπρωμένον ἔλθῃ.  

Εὐτύχει, Βάσσε.  

`728`

ΑΛΛΟ.

  

Αὑτῷ καὶ τεκέεσσι καὶ ᾗ πινυτῇ δὲ γυναικὶ  

ἐξ ἰδίων κτεάνων πολλὰ πονησάμενος  

Βάσσος τύμβον ἔτευξεν, ἐρισθενὲς ἕρμα πολῆος,  

ὃν βαθὺ γῆρας ἕλοι τέκνα τε γηθόμενον·  

αὐτὰρ ὕπερθεν ἐμεῖο πελιάσι καλὸν ἔδειμεν  

κόσμου τηλεφανῆ πύργον ἀριπρεπέος.  

`729`

ΑΛΛΟ.

  

Βάσσος Ἀβουρίοιο πονήσατο τοῖς ἀγαθοῖς μὲν  

χάρματα, τοῖς δὲ κακοῖς εὑράμενος ὀδύνας·  

ἀλλά μιν παῖδάς τε ἑοὺς καὶ αἰδοίην παράκοιτιν  

δέχεο γηράσαντας ἐς ᾍδου, πότνια νύμφη,  

καὶ ψυχὰς προὔπεμπε, ὅθι ξανθὸς Ῥαδάμανθυς.  

`730`

ΑΛΛΟ.

  

Ἀσκληπιοδότης ἱερὸν, φίλε, δέρκεο κάλλος  

ψυχῆς ἀθανάτης καὶ σώματος· ἀμφοτέροις γὰρ  

ἓν φύσις ὤπασε κάλλος ἀκήρατον· εἰ δέ ἑ μοῖρα  

ἥρπασεν, οὐκ ἐδάμασσε· θανοῦσα γὰρ οὐ θάνε μούνη  

οὐδὲ πόσιν προλέλοιπε, καὶ εἰ λίπε, νῦν δέ τι μᾶλλον  

οὐρανόθεν μιν ὁρᾶ καὶ τέρπεται ἠδὲ φυλάσσει.  

`731`

ΑΛΛΟ.

  

Ἀθηνοδώραν τὴν ἀγαθὴν τὴν Ἀττικὴν  

τὴν Θαυμασίου γυναῖκα τὴν φιλένθεον  

παιδία τεκοῦσαν καὶ τρέφουσαν νήπια  

ἡ γῆ λαβοῦσα τὴν νέαν τὴν μητέρα  

κατέχει, γάλακτος δεομένων τῶν παιδίων.  

`732`

ΑΛΛΟ.

  

Ἅδʼ ἐγὼ ἡ τριτάλαινα, καὶ ἀμφοτέρων βασιλήων  

Τιβερίου θυγάτηρ, Μαυρικίου δὲ δάμαρ,  

ἡ πολύπαις βασίλεια, καὶ ἡ δείξασα λοχείῃ,  

ὡς ἀγαθὸν τελέθει καὶ πολυκοιρανίη,  

κεῖμαι σὺν τεκέεσσι καὶ ἡμετέρῳ παρακοίτῃ,  

δήμου ἀτασθαλίῃ καὶ μανίῃ στρατιῆς.  

Τῆς Ἑκάβης ἔτλην πολὺ χείρονα, τῆς τʼ Ἰοκάστης,  

αἲ αἲ τῆς Νιόβης ἔμπνοός εἰμι νέκυς.  

Ναὶ ναὶ τὸν γενέτην, τί μάτην τὰ νεογνὰ ἔκτειναν,  

ἀνθρώπων κακίης μηδὲν ἐπιστάμενα;  

ἡμετέροις πετάλοισι κατάσκιος οὐκέτι Ῥώμη,  

ῥίζα γὰρ ἐκλάσθη Θρηικίοις ἀνέμοις.  

`733`

ΑΛΛΟ.

  

Ποιμένος ἀρίστου τῶν θεορρήτων λόγων  

ἦν, παροδῖτα, μνῆμα τῆς μνήμης χάριν·  

Μαξιμίων ἔτευξε τοῦτο τοῖς πόνοις.  

Ἀλλʼ εἰς μείωσιν ἦλθε τῷ χρόνῳ ποτέ,  

ἥπερ συνυπάρχει τοῖς χρόνοις ὑπηρέτις.  

Ὁ δʼ Εὐνόμειος καινίσας τὴν σύστασιν  

ὡς σοφὸς ὑπάρχων ἰατρὸς καὶ γεννάδας  

ἤγειρεν αὐτὸ προγονικῆς φήμης χάριν,  

αὐτὸς προθύμως κληρονομήσας, ὡς πάλαι.  

`734`

ΑΛΛΟ.

  

Ἐνταῦθα κεῖται ὁ στρατηγήσας καλῶς,  

Ῥώμην τε φυλάξας ἀβλαβῆ καὶ τὴν Δύσιν  

τρὶς ἓξ ἐνιαυτοῖς τοῖς γαληνοῖς δεσπόταις  

Ἰσαάκιος, τῶν βασιλέων ὁ σύμμαχος,  

ὁ τῆς ἁπάσης Ἀρμενίας κόσμος μέγας·  

Ἀρμένιος ἦν γὰρ οὗτος ἐκ λαμπροῦ γένους.  

Τούτου θανόντος εὐκλεῶς ἡ σύμβιος  

Σώσαννα σώφρων τρυγόνος σεμνῆς τρόπῳ  

πυκνῶς στενάζει ἀνδρὸς ἐστερημένη,  

ἀνδρὸς λαχόντος ἐκ καμάτων εὐδοξίαν  

ἐν ταῖς ἀνατολαῖς ἡλίου καὶ τῇ δύσει·  

στρατοῦ γὰρ ἦρξε τῆς Δύσεως καὶ τῆς Ἕω.  

`735`

ΑΛΛΟ.

  

.............  

τάφῳ τὸ γὰρ μὲν σῶμα κρύπτεται κάτω,  

ἄνω δὲ πρὸς τὸ θεῖον ἡ ψυχὴ μένει,  

ποθοῦσα φῶς ἄφθαρτον, ὃ τρανῶς βλέπει  

τὸ πᾶν ῥύπος φυγοῦσα τῆς ἁμαρτίας.  

Παῖς μὲν γὰρ οὗτος ἦν ἐτῶν ὡς ἕνδεκα,  

πάγκαλος, ἀπλοῦς, εὐγενὴς, γλυκὺς λίαν·  

ὃν Ἰσαάκιος, ὅστις ἔξαρχος μέγας  

ἔργοις ἐδείχθη τῶν Ἰταλῶν στρατευμάτων,  

ἔκλαυσε πικρῶς ἐκ βάθους τῆς καρδίας,  

ὡς πρὸς πατρὸς μὲν θεῖος αὐτοῦ τυγχάνων,  

ἔχων δὲ πρὸς αὐτὸν σπλάγχνα πατρικοῦ πόθου.  

`736`

ΑΛΛΟ.

  

Εἰς τὸν Μαλεῖνον.  

Φύσις, Μιχαὴλ, ὧδε σὴ καὶ σὸς βίος  

ἔριν δικαίαν εὗρον· ἄγγελον βίος,  

ἡ δʼ αὖ φύσις θνητόν σε καὶ βροτὸν λέγει,  

συνήγορον λαβοῦσα τούτου τὸν τάφον.  

`737`

ΑΛΛΟ.

  

Ἄλλος ἔχει πλοῦτον, κἀγὼ τόδε σῆμʼ ὁ γεραιὸς  

Ἑρμιανὸς χάρταρις ἔσω κοίλης κατὰ πέτρας,  

πάντιμον, πολύτευκτον, ὅπερ ποίησα προκρίνας  

μᾶλλον ἔχειν πλούτου, καὶ τεθνεὼς ἄγαμαι.  

`738`

ΑΛΛΟ.

  

Τὸν νέον ὄντα, φίλοι, ζητήσατε, καὶ κατιδόντες  

τύμβον ἐμόν μʼ ἥρων ὀνομάζετε· ὦ φίλε, καὶ σὺ  

ἐρχόμενος παρʼ ὁδῷ, σοὶ φίλον ὄντα νόει.  

Πᾶσι δὲ χαῖρε λέγω τοῖσι παρερχομένοις.  

`739`

ΑΛΛΟ.

  

Εἰς τὴν βασιλίδα Ἑλένην.  

Κρύπτει σελήνην, ἀλλὰ λαμπρὸς, φωσφόρος.  

Νῦν Ἑλένην ἔκρυψεν ὁ στυγνὸς τάφος·  

ἀλλʼ εἰς τοσοῦτον μὴ κατισχύσῃ Χάρων·  

ταφεῖσα δʼ αὐτὴ πρὸς νοητὸν φωσφόρον,  

ἄνω πρὸς αὐτὸν, ὡς σελήνη πρὸς πόλον,  

τὸ φῶς ἀφῆκε· πρὸς δὲ τὴν χθόνα βρίθον  

νεύειν ἀνάγκη τὸ σκιῶδες σαρκίον.  

`740`

ΑΛΛΟ.

  

Ἄλλῃ μὲν ἄλλοι τῶν πάλαι βασιλέων  

τόπους προηυτρέπισαν εἰς ταφὴν ξένους·  

ἐγὼ δὲ Βασίλειος, πορφύρας γόνος,  

ἵστημι τύμβον ἐν μέσῳ γῆς Ἑβδόμου,  

καὶ σαββατίζω τοὺς ἀμετρήτους πόνους,  

οὓς ἐν μάχαις ἔστεγον, οὓς ἐκαρτέρουν.  

Οὐ γάρ τις εἶδεν ἠρεμοῦν ἐμὸν δόρυ,  

ἀφʼ οὗ βασιλέα θεὸς κέκληκέ με,  

καὶ μαρτυροῦσι τοῦτο Πέρσαι καὶ Σκύθαι,  

σὺν οἷς Ἄβασγος, Ἰσμαὴλ, Ἰβὴρ, Ἄραψ.  

`741`

ΑΛΛΟ.

  

Εἰς τὸν ἑαυτοῦ διδάσκαλον Νικηφόρον.  

Ἄμφω καλύπτει πράγματα, Νικηφόρε,  

λίθος τάφου σε· ζῶντας, ἀγνοίας λίθος.  

`742`

ΑΛΛΟ.

  

Ἐνταῦθα πᾶς τις ὣς ἀεὶ στὰς εἰπάτω·  

εὗρον γὰρ ὄντως Σισινεῖφον  <span class="gap">…</span> εὐπλεκῆ  

πράξει, λόγῳ καὶ καρδίας εὐταξίᾳ·  

ὃς εὐαρεστήσαντι τῷ παντεργάτῃ  

ἄνακτι Χρίστῳ κατὰ Θεοῦ θεῖον λόγον,  

κατετέθη ἐν τούτῳ τῷ τύμβῳ  

μηνὶ Ὀκτουμβρίῳ ιʹ ἐν ἔτει ͵ςφξαʹ ἰνδ. ϛʹ.  

`743`

ΑΛΛΟ.

  

Αἰφνιδίως Ἅρπυια χαλεπὴ πότμου  

ἄωρον ἀφήρπασεν· ὦ δεινοῦ πάθους·  

κἀνταῦθα συνέκρυψεν, ὡς νέφει, λίθῳ  

τὸν ἐν γυναιξὶ λαμπρὸν ἄλλον φωσφόρον,  

τὴν μᾶλλον ἀστράψασαν ἄνθρακος λίθου,  

τὴν κατάκοσμον ἀρετῶν ταῖς ἰδέαις,  

τὸν εὐγενοῦς ὅρπηκα δένδρου καὶ κλάδον,  

εἰρηνικὸν ζήσασαν Εἰρήνην βίον·  

ἣν γαμετὴν ἔσχηκε παμφαεστάτην  

Γεώργιος, φρόνησις ἄκρα καὶ γέρας,  

ἀρχοντικῶν ὕπατος ἄρχων ταγμάτων·  

ἣ πραέως ᾤκησε γῆν ὡς Εἰρήνη.  

`744`

ΑΛΛΟ.

  

Ἐνταῦθα Λουκᾶν, κλεινὸν ἀρχιμανδρίτην,  

ταῖς ἀρεταῖς λάμψαντα φωσφόρου δίκην,  

πολλοῖς φανέντα πρόξενον σωτηρίας,  

μόνῳ θεῷ ζήσαντα τὸν πάντα χρόνον  

καὶ σῶμα νεκρώσαντα καὶ πρὸ θανάτου,  

ἔκρυψε λάρναξ, ὥσπερ ἥλιον νέφος,  

τῇ πρὶν καλανδῶν Μαρτίου μηνὸς τρίτῃ·  

ἦν δʼ ἡμέρα σάββατον, ὥρα δὲ τρίτη,  

ἓξ χιλιάσι τῶν παρελθόντων χρόνων,  

ἴσαις δʼ ἑκατοντάσιν ἀριθμουμένων  

καὶ σὺν δέκα πεντάσιν ἑβδόμῃ μόνῃ.  

Ἀλλʼ, ὦ κορυφὴ καὶ πάτερ τῶν πατέρων,  

νῦν ὡς παρεστὼς ἀμέσως τῇ Τριάδι  

καὶ τὰς ἀμοιβὰς σῶν πόνων δεδεγμένος  

μνήσθητι παίδων πνευματικῶν ὠδίνων  

ἐξιλεῶν τὸ θεῖον ὑπὲρ σῶν τέκνων.  

`745`

ΑΛΛΟ.

  

Κύκλων μεγίστων ἡλίου δρομημάτων  

εἰκάδα διπλῆν σὺν μοναπλῇ πεντάδι  

τὸ τοῦ βίου τέτρωρον ἱππεύσας μόνον  

ἔπαθλον εὗρον τὸν βραχὺν τοῦτον λίθον  

ὃς τὴν ἐμὴν ἐνταῦθα καλύπτει κόνιν.  

Οἷς εἰσιτητόν ἐστι τοίνυν ἐνθάδε,  

εὐχὰς δότε ξύμπαντες ἱκετηρίους  

τῷ τὴν φύσιν μέλλοντι κρῖναι τῶν βροτῶν,  

ἵνʼ ἵλεων εὕροιμι καὶ πρὸ τῆς δίκης  

καὶ βασάνων φύγοιμι τὴν καταδίκην.  

Ὑμεῖς δὲ, φίλοι σὺν μονασταῖς ποιμένες,  

ὀστῶν με τηρήσατε τῶν ἀλλοτρίων  

οἰκτρὸν Θεοστήρικτον ἐκ Θεοδώρου  

κληθέντα λοῖσθον Πεπαγωμένων γένους.  

Ὁ δὲ σπαράξας κἂν βραχύ μου τὸν τάφον  

ἔκπτωτος ἔσται τῆς Ἐδὲν κληρουχίας,  

καὶ τὰς ἀρὰς δέξαιτο τὰς τῶν πατέρων  

καὶ χεὶρ θεοῦ ποίνιμος αὐτὸν προφθάσοι.  

`746`

ΑΛΛΟ.

  

Τὸν ναὸν ὅστις τοῦτον εἰσίεις, ξένε,  

δεῦρο πρόσελθε, τόνδε τὸν τάφον σκόπει  

ἀνδρὶ γὰρ ἔνδον οὐ κλέος μέγα φέρει,  

ἐκ μὲν γένους γὰρ οὗτος εὐκλεοῦς ἔφυ  

τῆς πατρικίων εὐφυοῦς ῥίζης κλάδος  

συγκλητικῶν τε πατέρων καὶ πλουσίων·  

ἐκ δʼ αὖ ψυχῆς πέφυκεν εὐγενεστέρας,  

πάσαις χάρισιν ἀρετῶν κεκασμένης.  

Ἐκάλλυνε δὲ τὴν φύσιν προαιρέσει  

καὶ κατεκόσμει λαμπρότητα τοῦ γένους  

τῶν ἀρετῶν χάρισι παντοιοτρόποις.  

Ἀλλʼ οὐδὲ πλοῦτος οὐδὲ λαμπρότης γένους,  

οὐκ ἀρετῶν χάριτες, οὐ δόξα βίου,  

ἴσχυσαν αὐτῷ τοῦ τέλους πεφθακότος  

θάνατον ἀμύνασθαι τὸν βροτοκτόνον,  

ἀλλὰ φθάνει καὶ τοῦτον αἴρει τοῦ μέσου  

καὶ τῷ παρόντι κατακαλύπτει τῷ τάφῳ  

φλόγα βαλὼν ἄσβεστον ἐν τῇ καρδίᾳ,  

καὶ σπλάγχνα τήξας τῆς ταλαίνης συζύγου  

στέρησιν ἀνδρὸς ἀγαθοῦ λυπουμένης  

καὶ τὴν μόνωσιν, πρὸς δὲ τὴν ἀτεκνίαν.  

Γείτωνες αὐτὸν δακρύουσι καὶ φίλοι,  

ζητοῦσι τὸν τροφῆα πτωχοὶ καὶ ξένοι.  

Ἀλλʼ οὐδὲ τὰ δάκρυα τὰ τῆς συζύγου,  

οὐ τοὺς ὀδυρμοὺς τῶν φίλων καὶ τῶν ξένων  

θάνατος οἰκτείρησεν, ἀλλὰ παρῖδεν·  

ἔχει γὰρ ἀμείλικτον ὄντως καρδίαν.  

Σὺ δʼ ὅστις εἶ καὶ τόνδε τὸν τάφον βλέπεις,  

τὸ τοῦ βίου μάταιον ἔνθα μανθάνων,  

τοῦ τεθνεῶτος ὑπερεύχου προφρόνως,  

ὅπως λύσιν εὕροιτο τῶν ἐπταισμένων  

καὶ στάσεως τύχοιτο τῆς δεξιτέρας  

ἐν τῇ δικαίᾳ τοῦ θεοῦ φρικτῇ κρίσει,  

θανὼν ἔτος τρέχοντος ἡλίου τότε  

τοῦ γυροκόσμου χιλιοστὸν ἑξάκις  

σὺν τοῖς ἑκατὸν ἀκολούθως ἑπτάκις  

χρόνοις πάλιν ἓξ τοῖσδε προστεθειμένοις.  

Ἔννατον ἦμαρ ἦν Ἰαννουαρίου,  

ἴνδικτος ἡ πρώτη δὲ συνισταμένη,  

ὅτε ψυχὴν δέδωκε χερσὶν ἀγγέλων.  

`747`

ΓΕΩΡΓΙΟΥ.

  

Οὐ δοξομανῶν ἀφρόνως ἐπηρμένον  

ἔστησα κακῶς λιθοσύνθετον τάφον.  

Τίς γὰρ λόγος σκώληκος εὐτελεστάτου,  

κἂν ἐν τόπῳ κρύπτοιτο κοσμιωτάτῳ;  

Ἀλλὰ συνειδὼς, ὡς ὑπόψιοι λίθοι  

γνώμην ἐμὴν κάμψουσιν εἰς κλήρου μνήμην  

καὶ δακρύων ῥόθιον ἑλκύσουσί μοι,  

ἔστησα τοῦτον λιθοσύνθετον τάφον.  

Ἐᾶτε λοιπὸν κἂν κατὰ στράγγα ῥέειν  

τὸ δάκρυόν μου, συμπαθέστατοι φίλοι,  

ἐᾶτε, συνθρηνεῖτε, συναίρεσθέ μοι  

πρὸς τοὺς στεναγμοὺς, πρὸς τὰς ἱκετηρίας,  

διʼ ὧν θεὸς δίδωσιν εὐμαρῆ λῦσιν  

δεσμῶν, ὅσους πλέκουσιν αἱ πονηρίαι.  

Ἓν τοῦτό μοι μέγιστον αἴτημα, φίλοι·  

τὸ δεύτερον δέ· καὶ μὴ παρόψεσθέ μου·  

μετὰ τελευτὴν καὶ τὴν ἐν τάφῳ θέσιν,  

μετὰ τὸ κατάπαυμα τῶν μακρῶν πόνων,  

κόνις ἀμυδρὰ τῶν ταπεινῶν ὀστέων  

ἄμικτος ἔστω, μὴ πρὸς ἄλλοις ὀστέοις  

δυσδιάκριτον ἀπολάβῃ τὴν θέσιν.  

Ἆρʼ οὐχὶ παράσχοισθε τὴν μικρὰν χάριν;  

ἆρʼ οὐχὶ ὑπάξοισθε τὸν βραχὺν λόγον;  

Ναὶ πρὸς τριάδος, ναὶ πρὸς αὐτῶν κηρύκων  

τῶν προστατούντων τῆσδε τῆς ἐκκλησίας,  

μηδεὶς παραλύσῃ μοι τὰ βουλητέα.  

Ἦ μὴν ὑφέξει τὴν ἐν ὑστέρῳ δίκην,  

ἐπὰν ὁ κοινὸς καὶ κριτὴς καὶ δεσπότης  

τὸ πλάσμʼ ἐπανάξειεν εἰς θείαν κρίσιν.  

Γεώργιος γέγραφε, ποιμὴν Κερκύρας,  

θυηπολίας πέμπτον ἀνύων χρόνον.  

`748`

ΑΔΗΛΟΝ.

  

Τὴν εὐτυχῶς τεκοῦσαν ἄνδρα γεννάδα  

Γεώργιον, πρώτιστον ἀρχόντων ὅλων,  

σεμνὴν μοναχὴν, εὐσεβῆ Θεοδούλην,  

ὁ λίθος οὗτος συγκαλύπτει τῷ τάφῳ  

θανοῦσαν ἐν γήρᾳ τῷ βαθυτάτῳ.  

Ὁ δʼ Ἰαννουάριος εἶχεν ἡμέραν  

τὴν ἐσχάτην τε καὶ τελευταίαν μονὴν,  

ἰνδικτιὼν δʼ ὑπῆρχεν ἡ τρίτη τότε  

ἔτους διιππεύοντος ἀκριβεστάτως,  

παραδραμούσης χιλιάδων ἑξάδος  

ἐτῶν, σὺν αὐταῖς ἑξακοσίων ὅλων,  

τεσσαρακοστοῦ σὺν ὀγδοάδι πάλιν.  

Καὶ χοῦν μὲν αὐτῆς ἐνθάδε κρύπτει τάφος,  

τὴν δὲ ψυχὴν φέρουσιν ἀγγέλων χέρες  

νύμφην ἄμωμον, ἁγίαν τῷ δεσπότῃ  

τῷ νυμφαγωγῷ καὶ καθαρῷ νυμφίῳ.  

Καὶ νῦν χορεύει νυμφικῶς ἐσταλμένη,  

τῶν ἀρετῶν τὸν πέπλον ἠμφιεσμένη  

καὶ τοῖς καλοῖς ἅπασιν ὡραϊσμένη  

καὶ τῶν θεϊκῶν ἀκτίνων πεπλησμένη.  

Ὡς δʼ εὐπρόσιτος πρέσβις ὑπὲρ τῶν τέκνων  

λιτὰς προσάγει τῷ θεῷ παρρησίᾳ.  

`749`

ΑΔΕΣΠΟΤΟΝ.

  

Ὄναρ τὰ πάντα καὶ σκιὰ κοὐδὲν πλέον·  

τὸ γὰρ φέρον τὰ πρῶτα τοῦ λαμπροῦ γένους  

καὶ βασιλικῆς ἐκ φυλῆς κατηγμένον  

Κομνηνόβλαστον κλῆμα τῶν ἐκ πορφύρας  

ἐκ γῆς ἀνίσχον τῆλε Σικελοκράτους  

κόνις καλύπτει καὶ θαλαμεύει σκότος,  

καὶ τάφον οἰκεῖ τῆς κατάρας χωρίον  

πρίγκηψ Μανουὴλ, τῶν χαρίτων ἡ βρύσις,  

τὸ τριακοστόπεμπτον ἀνύων ἔτος.  

Δεκὰς ἔην, ἑπτὰ δὲ τοῦ Ἰουνίου·  

φυτὸν μαραίνει τῆς ἀγαθοβρυσίας,  

κατὰ δισεπτάριθμον ἰνδίκτου κύκλον  

καὶ κατὰ χιλιοστὸν ἑξαπλοῦν ἔτος  

προσλαβὸν ἐκτὸς καὶ χρόνου περιόδους  

ἑπτακοσίας ἐννέα πρὸς ταῖς δέκα.  

`750`

ΑΛΛΟ.

  

Εἰς τὸν τῆς τραπέζης.  

Τῆς γῆς ὁ κόσμος ὁ γλυκὺς Κωνσταντῖνος  

ἐνταῦθα κεῖται, φεῦ πόσος! φρένες πόσαι!  

`751`

ΑΛΛΟ.

  

Πτωχῶν τράπεζα, δεσποτῶν ἡ φαιδρότης,  

κόσμος δυναστῶν, ταξέων εὐρυθμία,  

τῶν ἀρετῶν πρόγραμμα, τῶν καλῶν ὅρος,  

Ῥώμης τὸ κάλλος, δόξα τῶν πατρικίων,  

τὴν κοσμικὴν σύγχυσιν ὡς ἔγνω πάλιν,  

ἀπῆλθεν εὐθὺς ὁ γλυκὺς Κωνσταντῖνος,  

ἰδεῖν τὰ πικρὰ μὴ θελήσας τοῦ βίου.  

`752`

ΕΠΙΤΥΜΒΙΑ.

  

Εἰς τὸν πατριάρχην Κυρὸν Πολύευκτον.  

Τίνος σὺ, τύμβε; —Τῶν καλῶν πάντως τάφος.  

—Τὸ σῶμα πῶς δὲ φροῦδον; —Ἐξ ἀσιτίας.  

`753`

ΑΛΛΟ.

  

Ὁ τύμβος οὗτός σοι, Πολύευκτε, κλίμαξ,  

ἐφʼ ἧς σὺ βαίνων ἔδραμες πρὸς αἰθέρα.  

`754`

ΑΛΛΟ.

  

Ὁ νοῦν θεωθεὶς, ὡς ὄρει κρυβεὶς λίθῳ,  

δόξαν βροτῶν πέφευγεν, οὐ τέθνηκέ σοι.  

`755`

ΑΛΛΟ.

  

Τίνος σὺ, τύμβε; —Μὴ μάθοις, ἐπεὶ φράσεις·  

ὢ ποῖος οἷον, ὢ πόσος κρύπτει πόσον.  

`756`

ΑΛΛΟ.

  

Ὁ πᾶσι φευκτὸς εὐκτός ἐστι νῦν τάφος,  

τὸν εὐκτικὸν κλήσει τε καὶ τρόποις φέρων.  

`757`

ΑΛΛΟ.

  

Θνητὸς δυσὶν σὺ, τῷ τόκῳ καὶ τῷ τάφῳ·  

δυσὶν δʼ ἄυλος, τῷ βίῳ καὶ τῷ πόνῳ.  

`758`

ΑΛΛΟ.

  

Τίνος σύ, τύμβε; —Νυκτὶ τοῦτό σοι φράσω,  

μήπως ἀκούσας ἥλιος λάμψῃ κάτω.  

`759`

ΑΛΛΟ.

  

Τὰ χρηστὰ πάντα τύμβος εἷς ἔνδον φέρει·  

εἷς εἶχε καὶ γὰρ πάντα πάντων ἐν βίῳ.  

`760`

ΑΛΛΟ.

  

Οὐ νεκρὸς εἶ σὺ, πλὴν κρυβεὶς λίθῳ μόνον,  

Θεοῦ πρόσωπον, οὐκ ὀπίσθια βλέπεις.  

`761`

ΑΛΛΟ.

  

Ἐν νυκτὶ κλέψας, μὴ μάτην αὔχει, Χάρων·  

οὐκ ἦν σὸς οὗτος, οὐδὲ Μοίρας τῆς κάτω.  

`762`

ΑΛΛΟ.

  

Ἐν νυκτὶ θνήσκεις, ἥλιον δὲ λανθάνεις,  

ὅπως συνεὶς τὸ πρᾶγμα μὴ λάμψῃ κάτω.  

`763`

ΑΛΛΟ.

  

Ὁ φωτὸς υἱὸς προφθάσας τὴν ἡμέραν,  

τὸν Χριστὸν εὗρεν ἥλιον, φῶς, ἡμέραν.  

`764`

ΑΛΛΟ.

  

Ὁ τύμβος εἰς τί; —Μαρτυρεῖ τεθνηκότι  

ὡς οὐδὲν ἔσχε πλὴν τρίπηχυν νῦν λίθον.  

`765`

ΑΛΛΟ.

  

Μάτην ὁ τύμβος· τῇ φύσει μάρτυς μόνον  

τοῦ μὴ δοκῆσαι φάσμα τὸν τεθνηκότα.  

`766`

ΑΛΛΟ.

  

Ὁ πρὶν στυγητὸς, νῦν πεφιλμένος τάφος.  

Κἂν γὰρ στυγητὸς, ἀλλὰ τοῦ πεφιλμένου.  

`767`

ΑΛΛΟ.

  

Σοὶ ζῶντι σῶμα τύμβος· ἐν τύμβῳ δέ γε  

θεὶς τοῦτο, νῦν ζῇς, τὸν τάφον κρύψας τάφῳ.  

`768`

ΑΛΛΟ.

  

Διπλοῦς ὁ τύμβος· εἷς φρενὸς, νοὸς, λόγων,  

καλῶν τε πάντων· εἷς δὲ τοῦ τεθνηκότος.  

`769`

ΑΛΛΟ.

  

Κἂν οὐδὲν ἔσχες, πλὴν ἐφωράθης, Χάρων,  

κακοῦργος ὢν κλὼψ, νυκτὶ τοῦτον ἁρπάσας.  

`770`

ΑΛΛΟ.

  

Μὴ συνθανεῖν σοι πάντας αἴτιος τάφος·  

τρίπηχυς ὢν γὰρ πάντας οὐ κρύπτειν σθένει.  

`771`

ΝΙΚΟΛΑΟΥ ΤΟΥ ΚΑΛΛΙΚΛΕΟΥΣ.

  

Τοῦ σοφωτάτου διδασκάλου τῶν ἰατρῶν κυρίου Νικολάου  

τοῦ Καλλικλέως ἐπιτύμβιοι Ἴαμβοι. —Τὰ πρόσωπα·  

Ξένος καὶ Τύμβος.  

**Ξ.**

Μέγαν ὁρῶ σε, Τύμβε. **Τ.**

Μὴ πλανῶ, ξένε,  

τρισσοὶ μένουσιν ἔνδον. **Ξ.**

Εἰπὲ καὶ τίνες.  

**Τ.**

Μήτηρ, πατὴρ καὶ τέκνον, ἔμπικρος λόγος.  

**Ξ.**

Γένος τὸ μητρὸς οἷον; **Τ.**

Ἐκ Δουκῶν, ξένε.  

**Ξ.**

Φῆς τὴν σεβαστὴν Ἄνναν; **Τ.**

Αὐτήν σοι λέγω.  

**Ξ.**

Ναὶ καὶ τὸ πατρὸς φράζε. **Τ.**

Παλαιολόγος.  

**Ξ.**

Γεώργιον φεῦ τὸν σεβαστόν μοι λέγεις.  

Εἰπεῖν ἔχεις τὸν παῖδα; **Τ.**

Γνοὺς φεῦ δακρύσεις.  

**Ξ.**

Ἆρʼ ἡλιῶσαν εἶχεν ἢ χρυσῆν κόμην;  

**Τ.**

Χρυσῆν. **Ξ.**

Ἐκυματοῦτο πρὸς τὸν αὐχένα.  

**Τ.**

Ναὶ τῷ ζεφύρῳ παρπνέοντι πολλάκις.  

**Ξ.**

Ἔστησας ἡμῖν πᾶσαν ὀρθὴν τὴν τρίχα.  

**Τ.**

Ἂν γνῷς τὰ λοιπά. **Ξ.**

Φράζε πρὸς τοῦ κειμένου,  

Τὸ βλέμμα τούτου ποῖον; **Τ.**

Ὡς τόξου δόναξ.  

**Ξ.**

Ἔπληττε πρὸς τὰ στέρνα; **Τ.**

Ναὶ τὴν καρδίαν.  

**Ξ.**

Μὴ πικρὸν ἦν τὸ τραῦμα; **Τ.**

Γλυκάζον, ξένε.  

**Ξ.**

Τὸ χρῶμα τούτῳ ποῖον; **Τ.**

Ὀφθαλμοῦ δρόσος·  

ὡς γάλα λευκὸς, ἐξέρυθρος ὡς ῥόδον.  

**Ξ.**

Πρόσθες τὸ λεῖπον. **Τ.**

Πρόσχες ἐξηγουμένῳ.  

**Ξ.**

Τὰ ῥεῖθρα τούτου πῶς ἐχεῖτο τοῦ λόγου;  

**Τ.**

Ὡς ὄμβρος ἡδὺς, ὥσπερ αἰθρία δρόσος.  

**Ξ.**

Ποταπὸς ἦν τὰ στέρνα; **Τ.**

Σιδηροῦς, ξένε.  

**Ξ.**

Ὁποῖος ἦν τὰς χεῖρας; **Τ.**

Ἀρχαῖος Δοῦκας,  

ὡς Ἀνδρονῖκος ἄλλος ἦ Κωνσταντῖνος.  

**Ξ.**

Ἐς ἀνδρὸς οὗτος ἦλθεν ἐντελῆ χρόνον;  

**Τ.**

Ἴουλος οὔπω τὴν γένυν ἐζωγράφει.  

**Ξ.**

Πῶς ἦν ἀριστεὺς καὶ πρὸ τῆς ἡλικίας;  

**Τ.**

Ἐκ τῶν λεόντων τίκτεται βρέφος λέων.  

**Ξ.**

Ἤδη νοῶ τὸν παῖδα· καὶ τίς ἦν, λέγε.  

Σεβαστὸς Ἀνδρονῖκος ἐκ Δουκῶν γένους;  

**Τ.**

Αὐτὸν λέγεις ἐκεῖνον. **Ξ.**

ᾯ θνήσκει τρόπῳ;  

**Τ.**

Ἐκ συγκοπῆς. **Ξ.**

Ἄφυκτα φεῦ! τὰ τῆς νόσου.  

Μὴ καὶ πρὸ πατρὸς οὗτος ἦλθεν ἐς τάφον;  

**Τ.**

Ναὶ καὶ πρὸ μητρὸς, ἀλλὰ καὶ τῆς συζύγου.  

**Ξ.**

Οἰκτρὸν λέγεις τὸ πρᾶγμα· πλὴν σώζοιντό μοι  

γῆν πραέων ὡς κλῆρον εἰσδεδεγμένοι.  

**Τ.**

Καί σε, ξένε, θρηνοῦντα νεκροὺς τοὺς φίλους  

κατιθύναι τὸ θεῖον εἰς σωτηρίαν.  

`772`

ΤΟΥ ΑΥΤΟΥ.

  

Εἰς τὸν τάφον τοῦ σεβαστοῦ μακαρίτου κυρίου  

Ἀνδρονικοῦ.  

Πικρὸν τάφος πᾶς· εἰ δὲ καὶ τέκνου τάφος,  

διπλοῦν τὸ κακόν· εἰ δὲ καὶ χρηστοῦ τέκνου,  

πλεῖον τὸ δεινόν· εἰ δʼ ἀριστέως πάλιν,  

ἡ συμφορὰ πῦρ· εἰ δὲ νυμφίου νέου,  

ἡ καρδία ῥάγηθι τῶν γεννητόρων.  

Προηρπάσας, παῖ, τῶν τεκόντων τὸν τάφον,  

ὡς πατρικόν τι κτῆμα καὶ κλῆρον μέγαν.  

Πεσὼν δʼ ἀφυπνοῖς ὥσπερ ἐκκόπων λέων,  

ἡμῖν λιπὼν τὸν θρῆνον ὡς κλῆρον νέον·  

πεπώκαμέν πως κρᾶμα κόνδυ πικρίας,  

ἐμύσαμεν πρὸς πάντα πάνθʼ ἡμῖν κόνις,  

καὶ θνήσκομεν τὸ μεῖζον· ἀλλʼ ἡμᾶς δέχου  

σοὶ συμμενοῦντας τὴν μακρὰν παροικίαν,  

μεθʼ ἣν μετασταίημεν εἰς τόπον χλόης,  

εἰς πραέων γῆν, εἰς ἀναψυχῆς ὕδωρ.  

`773`

ΤΟΥ ΑΥΤΟΥ.

  

Εἰς τὴν εἰκόνα τὴν ἱσταμένην ἐπάνω τοῦ τάφου  

— Ἀνδρονίκου.  

Στάχυν πάθει τμηθέντα, καὶ βότρυν νόσῳ,  

σπλαγχνῶν ἐμῶν τὸ τέκνον ἁρπαγὲν βίου  

σοὶ τῇ πανάγνῳ νῦν παριστῶ παρθένῳ.  

Τούτῳ γένου τὰ πάντα, φῶς, σωτηρία,  

Ἐδὲμ, τρυφῆς χωρίον, ἢ χλόης τόπος,  

καὶ ζῶν ὕδωρ, καὶ κόσμος εἰς θεῖον γάμον.  

Ἡ τοῦ πεσόντος ταῦτά σοι μήτηρ, κόρη,  

τὸν σοὶ τόπον κοσμοῦσα, κόσμε τοῦ γένους.  

`774`

ΝΙΚΗΦΟΡΟΥ ΓΡΗΓΟΡΑ.

  

Εἰς Θεόδωρον Μετοχίτην.  

Ὃς πάρος ἐν σοφίῃ θνητῶν μέγα κῦδος ἔνεγκε,  

βαιὸς ὡδὶ λάας τοῦγε κέκευθε νέκυν.  

Δῆμος σεμνῶν Μουσάων ὀλολύξατε πᾶσαι·  

ὤλετο κεῖνος ἀνὴρ, ὤλετο πανσοφίη.  

`775`

ΜΑΞΙΜΟΥ ΤΟΥ ΠΛΑΝΟΥΔΗ

  

Στίχοι ἐπιτάφιοι εἰς Ἰωάννην τὸν Χαμέαν.  

Τί σοι τὸ σεμνὸν, ὦ βροτῶν φύσις, γένος,  

εἰ καὶ σὺ πρὸς γῆν καὶ κόνιν καταστρέφεις,  

καὶ πρὸς τὸ μηδὲν ὥς τι πρὸς τέλος τρέχεις,  

ὡς καὶ τὰ λοιπὰ τῶν ὑπὲρ γῆς ἐμψύχων.  

Ἰδοὺ γὰρ ἀνὴρ οὗτος εὐκόσμου βίου,  

Θεοῦ φόβον σύνοικον ἐν ψυχῇ φέρων  

καὶ τῷδε πρᾶξιν πᾶσαν αὑτοῦ ῥυθμίσας,  

καὶ μέτριον φρόνημα καὶ χρηστὸν τρόπον,  

ἤθη τε χαρίεντα σὺν τούτοις ἔχων,  

καὶ βασιλικῆς ἑστίας ὑπηρέτης,  

ἡδὺς, προσηνὴς, πιστὸς, οἰκεῖος μένων,  

καὶ, συνελόντα πᾶν ὃ χρὴ φάναι λέγειν,  

ἐπάξιος ζῆν μυρίους ἐτῶν κύκλους,  

ὡς ἀρετῆς πρόθυμος ὄντως ἐργάτης,  

ἀπῆλθεν ἔνθεν καὶ πρὸ γήρως ἡρπάγη,  

ἓξ ὀρφανῶν σύστημα πάντη τεκνίων  

λιπὼν, ἐπειδὴ θάνατον τῆς συζύγου  

φθάσας μικρῷ πρὶν ἢ θανεῖν ἠκηκόει.  

Πρὸς τῷ τέλει πλὴν καὶ στολῇ μονοτρόπων  

πρόσεισι, καὶ τὴν κλῆσιν ἀντʼ Ἰωάννου  

πρὸς τὴν Ἰωσὴφ ἐξαμείβει γνησίως,  

ὁ πᾶσι γνωστὸς Χαμέας Ἰωάννης  

καὶ πᾶσιν ἡδὺς καὶ ποθεινὸς, εἴ γέ τις.  

Πᾶς οὖν ὁρῶν στέναζε τὸν θνητῶν βίον  

καὶ τῷ θανόντι ψυχικὴν σωτηρίαν  

εὔχου, τὰ κοινὰ τοῦ γένους μεμνημένος.

## License and provenance

Eulogikon publishes public-domain Greek texts in cleaned, structured, readable form and makes no copyright claim over that preparation (Public Domain Mark 1.0, https://creativecommons.org/publicdomain/mark/1.0/). Cite as `eul_wid: woo-af`.
