---
title: Mocking Epigrams
title_greek: Ἐπιγράμματα Σκωπτικά
author: Appendix of the Greek Anthology
eul_wid: woo-ag
eul_aid: woo
canonical: "https://eulogikon.org/works/anthologiae-graecae-appendix-mocking-epigrams-woo-ag"
lang: grc
content_hash: "sha256:2e8e687866fffc441e60497b5bf168b14307ad25101357f0e29ec1e298cd4e60"
content_modified_at: "2026-11-15"
license: "https://creativecommons.org/publicdomain/mark/1.0/"
---

# Mocking Epigrams

*Ἐπιγράμματα Σκωπτικά*

**Author:** Appendix of the Greek Anthology

**eul_wid:** `woo-ag` · [HTML page](https://eulogikon.org/works/anthologiae-graecae-appendix-mocking-epigrams-woo-ag)

## Text

`1`

ΑΡΧΙΛΟΧΟΥ.

  

Ἀσπίδι μὲν Σαΐων τις ἀγάλλεται, ἣν παρὰ θάμνῳ  

ἔντος ἀμώμητον κἄλλιπον οὐκ ἐθέλων.  

Αὐτὸς δʼ ἐξέφυγον θανάτου τέλος· ἀσπὶς ἐκείνη  

ἐρρέτω· ἐξαῦθις κτήσομαι οὐ κακίω.  

`2`

ΑΣΙΟΥ.

  

Χωλὸς, στιγματίης, πολυγήραος, ἶσος ἀλήτῃ,  

ἦλθεν ὁ κνισοκόλαξ, εὖτε Μέλης ἐγάμει,  

ἄκλητος, ζωμοῦ κεχρημένος· ἐν δὲ μέσοισιν  

ἥρως εἱστήκει, βορβόρου ἐξαναδύς.  

`3`

ΣΙΜΩΝΙΔΟΥ.

  

Φημὶ τὸν οὐκ ἐθέλοντα φέρειν τέττιγος ἄεθλον,  

τῷ Πανοπηιάδῃ δώσειν μέγα δεῖπνον Ἐπειῷ.  

`4`

ΕΜΠΕΔΟΚΛΕΟΥΣ.

  

Ἄκρον ἰητρὸν Ἄκρωνʼ Ἀκραγαντῖνον πατρὸς ἄκρου  

κρύπτει κρημνὸς ἄκρος πατρίδος ἀκροτάτης.  

`5`

ΣΟΦΟΚΛΕΟΥΣ.

  

Ἥλιος ἦν, οὐ παῖς, Εὐριπίδη, ὅς με χλιαίνων  

γυμνὸν ἐποίησεν· σοὶ δὲ φιλοῦνθʼ ἑτέραν  

Βορρᾶς ὡμίλησε· σὺ δʼ οὐ σοφός, ὃς τὸν Ἔρωτα,  

ἀλλοτρίαν σπείρων, λωποδύτην ἀπάγεις.  

`6`

ΑΣΠΑΣΙΑΣ  <span class="gap">…</span>

  

Τίπτε δεδάκρυσαι, φίλε Σώκρατες; ἦ σʼ ἀνακινεῖ  

στέρνοις ἐνναίων σκαπτοῖς πόθος, ὄμμασʼ ἐλασθεὶς  

παιδὸς ἀνικήτου; τὸν ἐγὼ τιθασόν σοι ὑπέστην  

ποιῆσαι ......  

`7`

ΑΔΕΣΠΟΤΟΝ.

  

Ἀνδρὶ μὲν αὐλητῆρι θεοὶ νόον οὐκ ἐνέφυσαν·  

ἀλλʼ ἅμα τῷ φυσᾶν νόος ἐκπέταται.  

`8`

ΑΔΗΛΟΝ.

  

Τὸ παρὰ Μεσσηνίοις  

λεχθήσεται πρὸς τοὺς δανειστάς.  

Ἔστι Πύλος πρὸ Πύλοιο, Πύλος γε μέν ἐστι καὶ ἄλλος·  

Ἔστι τόκος πρὸ τόκοιο, τόκος γε μέν ἐστι καὶ ἄλλος.  

`9`

ΑΔΕΣΠΟΤΟΝ.

  

Ἐπὶ τοῦ μνήματος Θρασυμάχου τοῦ σοφιστοῦ  

ἐν Χαλκηδόνι.  

Τοὔνομα Θῆτα, Ῥῶ, Ἄλφα, Σὰν, Ὑ, Μῦ, Ἄλφα, Χὶ, Οὒ, Σὰν·  

πατρὶς Χαλκηδών· ἡ δὲ τέχνη, σοφίη.  

`10`

ΦΙΛΙΠΠΟΥ,

  

τοῦ Μακεδόνων βασιλέως.  

Ἄφλοιος καὶ ἄφυλλος, ὁδοιπόρε, τῷδʼ ἐπὶ νώτῳ  

Ἀλκαίῳ σταυρὸς πήγνυται ἠλίβατος  

`11`

ΑΔΕΣΠΟΤΟΝ.

  

Εἰς τὸν Ἀριστοτέλην.  

Σμικρὸς, φαλακρὸς, τραυλὸς ὁ Σταγειρίτης,  

λαγνὸς, προγάστωρ, παλλακαῖς συνημμένος.  

..............  

`12`

ΑΛΛΟ.

  

Πρὸς τὸν γράψαντα τὸ πρὸ τούτου ἐπίγραμμα.  

Ἀναλφάβητος οὑτοσὶ στιχογράφος,  

ἄνους, ἄφρων, ἄγροικος, αὐθάδης, λάλος.  

`13`

ΚΡΑΤΗΤΟΣ.

  

Πήρη τις πόλις ἐστὶ μέσῳ ἐνὶ οἴνοπι τύφῳ,  

καλὴ καὶ πίειρα, περίρρυπος, οὐδὲν ἔχουσα,  

εἰς ἣν οὔτε τις εἰσπλεῖ ἀνὴρ μωρὸς παράσιτος,  

οὔτε λίχνος πόρνης ἐπαγαλλόμενος πυγῇσιν·  

ἀλλὰ θύμον καὶ σκόρδα φέρει καὶ σῦκα καὶ ἄρτους,  

ἐξ ὧν οὐ πολεμοῦσι πρὸς ἀλλήλους περὶ τούτων,  

οὐχ ὅπλα κέκτηνται περὶ κέρματος, οὐ περὶ δόξης.  

`14`

ΜΝΑΣΑΛΚΟΥ.

  

Ἅδʼ ἐγὼ ἁ τλάμων Ἀρετὰ παρὰ τῇδε κάθημαι  

Ἡδονῇ, αἰσχίστως κειραμένα πλοκάμους,  

θυμὸν ἄχει μεγάλῳ βεβολημένα, εἴπερ ἅπασιν  

ἁ κακόφρων Τέρψις κρεῖσσον ἐμοῦ κέκριται.  

`15`

ΠΟΣΕΙΔΙΠΠΟΥ.

  

Φυρόμαχον, τὸν πάντα φαγεῖν βορόν, οἷα κορώνην  

παννυχικὴν, αὕτη ῥωγὰς ἔχει κάπετος,  

χλαίνης ἐν τρύχει Πελληνίδος. Ἀλλὰ σὺ τούτου  

καὶ χρῖε στήλην, Ἀττικέ, καὶ στεφάνου,  

εἴ ποτέ σοι προκύων συνεκώμασεν. Ἦλθε δʼ ἀμαυρὰ  

βλέψας ἐκ πελίων νωδὸς ἐπισκυνίων,  

ὁ τριχὶ, διφθερίας, μονολήκυθος· ἐκ γὰρ ἀγώνων  

τῶν τότε Ληναϊκῶν ἦλθʼ ὑπὸ  <span class="gap">…</span> Καλλιόπην.  

`16`

ΗΔΥΛΟΥ.

  

Ὀψοφαγεῖ, Κλειώ· καταμύομεν· ἢν δὲ θελήσῃς,  

ἔσθε μόνη· δραχμῆς ἐστιν ὁ γόγγρος ἅπας.  

Θὲς μόνον ἢ ζώνην, ἢ ἐνώτιον, ἤ τι τοιοῦτον  

σύσσημον· τὸ δʼ ὁρᾶν μὴ μόνον οὐ λέγομεν.  

Ἡμετέρη σὺ Μέδουσα· λιθούμεθα ὡς τὰ πάλαι που,  

οὐ Γοργοῦς, γόγγρου δʼ οἱ μέλεοι λοπάδι.  

`17`

ΤΟΥ ΑΥΤΟΥ.

  

Ἑφθὸς ὁ καλλίχθυς· νῦν ἔμβαλε τὴν βαλανάγραν·  

ἔλθῃ μὴ Πρωτεὺς Ἄγις ὁ τῶν λοπάδων·  

γίγνεθʼ ὕδωρ, καὶ πῦρ, καὶ ὃ βούλεται· ἀλλʼ ἀπόκλειε.  

.............  

Ἥξει γὰρ τοιαῦτα μεταπλασθεὶς τυχὸν ὡς Ζεὺς  

χρυσορόης, ἐπὶ τήνδʼ Ἀκρισίου λοπάδα.  

`18`

ΤΟΥ ΑΥΤΟΥ.

  

...... Φαίδων δὴ φύκιά τʼ αἰνείει καὶ  

χορδὰς ὁ ψάλτης· ἔστι γὰρ ὀψοφάγος.  

`19`

ΚΑΛΛΙΜΑΧΟΥ.

  

Τίμων μισάνθρωπος ἐσοικέω· ἀλλὰ πάρελθε. —  

Οἰμώζειν εἴπας πολλά. —Πάρελθε μόνον.  

`20`

ΔΑΦΙΤΟΥ ΓΡΑΜΜΑΤΙΚΟΥ.

  

Πορφύρεοι μώλωπες, ἀπορρινήματα γάζης  

Λυσιμάχου, Λυδῶν ἄρχετε καὶ Φρυγίης.  

`21`

ΡΙΑΝΟΥ.

  

Ἥμισυ μὲν πίσσης κωνίτιδος, ἥμισυ δʼ οἴνου,  

Ἀρχῖνʼ, ἀτρεκέως ἥδε λάγυνος ἔχει·  

λεπτότερον δʼ οὐκ οἶδʼ ἐρίφου κέρας· ἀλλʼ ὅγε πέμψας  

αἰνεῖσθαι πάντων ἄξιος Ἱπποκράτης.  

`22`

ΑΔΕΣΠΟΤΟΝ.

  

Εἰς Μάρκον Κάτωνα.  

Πύρρον, πανδακέτην, γλαυκόμματον, οὐδὲ θανόντα  

Πόρκιον εἰς Ἀΐδην Φερσεφόνη δέχεται.  

`23`

Παροιμία.

  

Οὐ δύναμαι τὴν αἶγα φέρειν, ἐπί μοι θέτε τὸν βοῦν.  

`24`

ΑΔΗΛΟΝ.

  

Ἑρμῆν τὸν κλέπτην τίς ὑφείλετο; θερμὸς ὁ κλέπτης,  

ὃς τῶν φηλητέων ᾤχετʼ ἄνακτα φέρων.  

`25`

ΗΡΩΔΙΚΟΥ.

  

Φεύγετʼ Ἀριστάρχειοι ἐπʼ εὐρέα νῶτα θαλάσσης  

Ἑλλάδα, τῆς ξουθῆς δειλότεροι κεμάδος,  

γωνιοβόμβυκες, μονοσύλλαβοι, οἷσι μέμηλε  

τὸ σφίν, καὶ σφῶϊν, καὶ τὸ μίν, ἠδὲ τὸ νίν.  

Τοῦθʼ ὑμῖν εἴη, δυσπέμφελοι· Ἡροδίκῳ δὲ  

Ἑλλὰς ἀεὶ μίμνοι, καὶ θεόπαις Βαβυλών.  

`26`

ΑΔΕΣΠΟΤΟΝ.

  

Εἰς φιλοσόφους.  

Ὀφρυανασπασίδαι, ῥινεγκαταπηξιγένειοι,  

σακκογενειοτρόφοι, καὶ λοπαδαρπαγίδαι,  

εἱματανωπερίβαλλοι, νηλιποκαιβλεπέλαιοι,  

νυκτιλαθραιοφάγοι, νυκτιπαταιπλάγιοι,  

μειρακιεξαπάται, καὶ συλλαβοπευσιλαβηταί,  

δοξοματαιόσοφοι, ζηταρετησιάδαι.  

`27`

ΑΛΛΟ.

  

Συκάμινον ἔσθʼ ὁ Σύλλας ἀλφίτῳ πεπασμένον.  

`28`

ΑΛΛΟ

  

Ἐπὶ Φιλοστράτῳ Αἰγυπτίῳ.  

Πανσόφου ὀργὴν ἴσχε Φιλοστράτου, ὃς Κλεοπάτρᾳ  

νῦν προσομιλήσας τοῖος ἰδεῖν πέφαται.  

`29`

ΙΟΒΑ.

  

Μή με Λεοντῆος τραγικοῦ κιναρηφάγου ἦθος  

λεύσσων, Ὑψιπύλην ὡς κακὸν ἦτορ ἔλα·  

ἤμην γάρ ποτʼ ἐγὼ Βάκχῳ φίλος, οὐδέ τινʼ ὧδε  

γῆρυν χρυσολόβοις οὔασιν ἠγάσατο.  

Νῦν δέ με χυτρόποδες κέραμοι καὶ ξηρὰ τάγηνα  

χήρωσαν φωνῆς, γαστρὶ χαριζόμενοι.  

`30`

ΠΟΛΕΜΩΝΟΣ.

  

Τοῦ πολυκώθωνος τοῦτʼ ἠρίον Ἀρκαδίωνος,  

ἄστεος ὤρθωσαν τᾷδε παρʼ ἀτραπιτῷ  

υἱῆες Δόρκων καὶ Χαρμύλος· ἔφθιτο δʼ ὡνὴρ,  

ἄνθρωπʼ, ἐκ χανδῆς ζωροποτῶν κύλικος.  

`31`

ΑΔΕΣΠΟΤΟΝ.

  

Χαίρετʼ Ἀριστείδου τοῦ ῥήτορος ἑπτὰ μαθηταί,  

τέσσαρες οἱ τοῖχοι, καὶ τρία συψέλια.  

`34`

ΔΙΟΓΕΝΟΥΣ ΛΑΕΡΤΙΟΥ.

  

Εἰς Πυθαγόραν.  

Ἦν ἄρα Πυθαγόρας τοῖος σοφός, ὥστε μὲν αὐτὸς  

μὴ ψαύειν κρειῶν καὶ λέγειν ὡς ἄδικον,  

σιτίζειν δʼ ἄλλους· ἄγαμαι σοφόν· αὐτὸς ἔφα μὲν  

οὐκ ἀδικεῖν, ἄλλους δʼ αὐτὸς ἔτευχʼ ἀδικεῖν.  

`35`

ΤΟΥ ΑΥΤΟΥ.

  

Εἰς Πυθαγόραν.  

Τὰς φρένας ἢν ἐθέλῃς τὰς Πυθαγόραο νοῆσαι,  

ἀσπίδος Εὐφόρβου βλέψον ἐς ὀμφάλιον.  

Φησὶ γὰρ οὗτος, Ἐγὼν ἦν πρόβροτος· ὃς δʼ ὅτε οὐκ ἦν,  

φάσκων ὥς τις ἔην, οὔτις ἔην ὅτʼ ἔην.  

`36`

ΤΟΥ ΑΥΤΟΥ.

  

Αἰνῶ Κλεάνθην, ἀλλὰ μᾶλλον Ἀΐδην·  

ἰδὼν γὰρ αὐτὸν πρέσβυν οὐκ ἠνέσχετο  

τὸ μὴ οὐ τὸ λοιπὸν ἄνεσιν ἐν φθιτοῖς ἔχειν  

τοσοῦτον ἀντλήσαντα τοῦ βίου χρόνον.  

`37`

ΤΟΥ ΑΥΤΟΥ.

  

Βίωνα, τὸν Βορυσθένης ἔφυσε γῆ Σκύθισσα,  

λέγειν ἀκούομεν θεοὺς ὡς οὐδέν εἰσιν ὄντως.  

Κεἰ μὲν τὸ δόγμα τοῦτʼ ἔχων ἔμιμνεν, ἦν ἂν εἰκὸς  

λέγειν, φρονεῖν ὅπως δοκεῖ· κακῶς μέν, ἀλλʼ ἔδοξε.  

Νῦν δʼ ἐς νόσον πεσὼν μακρὴν καὶ μὴ θάνῃ δεδοικὼς  

ὁ μὴ θεοὺς εἶναι λέγων, ὁ νηὸν οὐδὲ βλέψας,  

ὁ πολλὰ χλευάσας βροτοὺς, ὅσοι θεοῖς ἔθυον,  

οὐ μοῦνον ἐσχάρης ὕπερ, βωμῶν τε καὶ τραπέζης  

κνίσῃ, λίπει, θυλήμασιν θεῶν ἔδαισε ῥῖνας.  

Οὐδʼ εἶπε μοῦνον· Ἤλιτον, σύγγνωτε τοῖς πρίν· ἀλλὰ  

καὶ γραῒ δῶκεν εὐμαρῶς τράχηλον εἰς ἐπῳδὴν  

καὶ σκυτίσιν βραχίονας πεπεισμένως ἔδησε·  

ῥάμνον τε καὶ κλάδον δάφνης ὑπὲρ θύρην ἔθηκεν,  

ἅπαντα μᾶλλον ἢ θανεῖν ἕτοιμος ὢν ὑπουργεῖν.  

Μωρὸς δʼ ὃς ἤθελέν τινος μισθοῦ τὸ θεῖον εἶναι,  

ὡς τῶν θεῶν ὄντων ὅταν Βίων θέλῃ νομίζειν.  

Τοιγὰρ μάτην φρονῶν, ὅτʼ ἦν ἅπας ὁ λέμφος ἄνθραξ,  

τὴν χεῖρα τείνας ὧδέ πως, «Χαῖρʼ, εἶπε, χαῖρε, Πλουτεῦ.»  

`38`

ΤΟΥ ΑΥΤΟΥ.

  

Τί δὴ γέρων ὢν καὶ φάλανθος, ὦ ʼρίστων,  

τὸ βρέγμʼ ἔδωκας ἡλίῳ κατοπτῆσαι;  

τοιγὰρ τὸ θερμὸν πλεῖον ἢ δέοι ζητῶν,  

τὸν ψυχρὸν ὄντως εὗρες οὐ θέλων ᾍδην.  

`39`

ΤΟΥ ΑΥΤΟΥ.

  

Εἰς Καρνεάδην.  

Τί με Καρνεάδην, τί με, Μοῦσα, θέλεις ἐλέγχειν;  

Ἀμαθὴς γὰρ ὃς οὔτι κάτοιδεν ὅπως δεδοίκει  

τὸ θανεῖν· ὅτε καὶ φθισικήν ποτʼ ἔχων κακίστην  

νόσον, οὐκ ἔθελεν λύσιν ἰσχέμεν· ἀλλʼ ἀκούσας  

ὅτι φάρμακον Ἀντίπατρός τι πιὼν ἀπέσβη,  

«Δότε τοίνυν, ἔφησέ, τι κἀμὲ πιεῖν.» —»Τί μέντοι;  

τί;» —»Δότʼ οἰνόμελι.» Σφόδρα τʼ εἶχε πρόχειρα ταυτί·  

«Φύσις ἡ συνέχουσά με καὶ διαλύσεται δή.»  

Ὁ μὲν οὐδὲν ἔλασσον ἔβη κατὰ γῆς, ἐνῆν δὲ  

τὰ πλέω κακὰ κέρδεʼ ἔχοντα μολεῖν ἐν ᾍδου.  

`40`

ΤΟΥ ΑΥΤΟΥ.

  

Εἰς Μενέδημον.  

Ἔκλυον, Μενέδημε, τεὸν μόρον, ὡς ἑκὼν ἀπέσβης  

ἐν ἡμέρῃσιν ἑπτὰ μηδὲν ἐσθίων.  

Κᾆτʼ ἔργον ἔρεξας Ἐρετρικὸν, ἀλλʼ ὅμως ἄνανδρον·  

ἀψυχίη γὰρ ἡγεμὼν ἔπειγέ σε.  

`41`

ΤΟΥ ΑΥΤΟΥ.

  

Εἰς Μένιππον.  

Φοίνικα τὸ γένος, ἀλλὰ Κρητικὸν κύνα,  

ἡμεροδανειστήν—τοῦτο γὰρ ἐπεκλῄζετο—  

οἶσθα Μένιππον ἴσως.  

Θήβῃσιν οὗτος ὡς διωρύγη ποτὲ  

καὶ πάντʼ ἀπέβαλεν οὐδʼ ἐνόει φύσιν κυνός,  

αὑτὸν ἀνεκρέμασεν.  

`42`

ΤΟΥ ΑΥΤΟΥ.

  

Εἰς Στίλπωνα.  

Τὸν Μεγαρέα Στίλπωνα, γιγνώσκεις δʼ ἴσως,  

γῆρας, ἔπειτα νόσος καθεῖλε, δύσμαχον ζυγόν·  

ἀλλʼ οἶνον εὗρε τῆς κακῆς συνωρίδος  

φέρτερον ἡνίοχον· χανδὸν πιὼν γὰρ ἤλασεν.  

`46`

ΑΔΕΣΠΟΤΟΝ.

  

Ἄσβολος οὔτε θεῶν τρομέων ὄπιν οὔτʼ ἀνθρώπων  

ὀξυκόμοιο κρεμαστὸς ἀπʼ εὐλιπέος κατὰ πεύκης  

ἄγκειμαι μέγα δεῖπνον ἀμετροβίοις κοράκεσσιν.  

`47`

ΑΔΗΛΟΝ.

  

Ἀσπίδα, φροῦνον, ὄφιν, καὶ Λαδικέας περίφευγε  

καὶ κύνα λυσσητὴν, καὶ πάλι Λαδικέας.  

`48`

ΑΥΣΟΝΙΟΥ.

  

Περὶ Χρήστου καὶ Ἀκινδύνου ἀδελφῶν.  

Χρῆστος, Ἀκίνδυνος εἰσὶν ἀδελφεοὶ, οἰκτρὰ δὲ τέκνα,  

Οὐδʼ οὗτος χρηστὸς, οὐδʼ οὗτος ἀκίνδυνός ἐστιν·  

Αἴκεν Χρῆστος ἕλῃ, καὶ Ἀκίνδυνος ἄλφʼ ἀπολέσσῃ·  

`49`

ΤΟΥ ΑΥΤΟΥ.

  

Εἰς Ἀντισθένην κυνικὸν φιλόσοφον.  

εἰς ἀρετὴν συνέβη καὶ κυνικὴν σοφίην.  

καὶ θεὸν Ἀλκείδην, καὶ κύνα Διογένην.  

`50`

ΑΔΕΣΠΟΤΟΝ.

  

Εἰς Λυκόφρονα.  

Λόγους ἀτερπεῖς πολλὰ μοχθήσας γράφεις,  

ἀνιστορήτως βάρβαρα πλέξας ἔπη,  

γωλειὰ, γρῶνας, οὖσα, καὶ τυκίσματα,  

σὺν ὀρθάγῃ τε, κρίμνα καὶ λυκοψία,  

μόνον νέοις ἱδρῶτα, μωρὲ Λυκόφρων·  

οὐδὲν γὰρ ἄλλο, πλὴν κενοὶ ληρῶν λόγοι.  

`51`

ΑΛΛΟ.

  

Εἰς αὐτόν.  

Λυκόφρονος δύσφραστα πληρώσας ἔπη,  

ἐνθουσιασμοὺς παρθένου φοιβαστρίας  

αἰνιγματωδῶς καὶ σοφῶς εἰρημένους,  

θεῷ τὸν αἶνον, ὡς συνεργῷ, προσφέρω.  

ᾞ δόξα τῷ συνεργῷ τοῦ τέλους ...  

`52`

ΑΔΗΛΟΝ.

  

Τυνδαρέη κρητῆρα κερασσαμένη παρὰ δεῖπνον  

δάκρυα Τηλεμάχοιο κατέσβεσεν ἐς μίαν ὥρην.  

Εἰ δὲ ῥόδα προσέμιξε παρηγορέοντι κυπέλλῳ,  

εἶχε μένειν ἄκλαυστος, ἕως νόστησεν Ὀδυσσεύς.  

`53`

ΑΛΛΟ.

  

Ἠράσθη Κίτυός τις, ὃν οὐκ ἴδεν, οὔατα πεισθείς·  

Φεῦ κάλλους· ἡμεῖς δʼ ὄμμασι μεμφόμεθα.  

`54`

ΑΛΛΟ.

  

Ἄκουε ταῦτα, γῆ, θάλασσα, καὶ πόλος·  

ψυχαὶ σοφῶν τε καὶ στρατηγῶν τῶν πάλαι·  

Ἰσοκράτης ὥρισε ῥώμην καὶ φρένας,  

Θουκυδίδης ἔμιξεν ὅπλα καὶ λόγους,  

ῥήτωρ, στρατηγὸς καὶ Περικλῆς καὶ Κίμων,  

Ἀλκιβιάδης καὶ Θεμιστοκλῆς μέγας,  

ἄμφω τέλειοι· Φωκίων κρηπὶς λόγων.  

Ἕλληνες ἄλλοι μυρίοι Ῥώμης πρόμοι·  

ἔφησε πρώτην τακτικὴν μαθημάτων  

Πλάτων ὁ κλεινός, Σωκράτης τολμητίας  

εἶχεν τὰ πρῶτα τῶν ἀριστέων γέρα.  

Ἥρωες ἄρδην πάντες ἐξησκημένοι  

Νέστωρ, Ὀδυσσεὺς, ἀλλʼ Ἀχιλλεὺς καὶ πλέον,  

δεινὸς θεωρεῖν τῶν ὅλων καὶ τὰς φύσεις,  

κίνησιν ἄστρων καὶ φορὰν διʼ ἄερος,  

καὶ ῥυθμικῆς ἔμπειρος εὐαρμοστίας,  

ἰατρικός τε καὶ μαθητὴς Κενταύρου.  

Ἀλλʼ οἱ σοφοὶ νῦν, πλὴν ἐγὼ μωροὺς λέγω,  

τὴν γνῶσιν εἶπον ἐμποδὼν τῆς ἀνδρίας.  

`55`

ΑΛΛΟ.

  

Εἰς τὸν Μαίανδρον ποταμόν.  

Τὸ τῆς δίκης πῦρ ὧδε, μηδὲν διστάσῃς,  

ὁ Κωκυτὸς Μαίανδρος· ἀλλʼ ἀπεσφάλην  

οὐαὶ γὰρ ἀνδρῶν ἐστίν, Αἴανδρον λέγω.  

`56`

ΑΛΛΟ.

  

Εἴς τινα πάνυ μικρὸν κελευσθεὶς εἰπεῖν  

στίχον σχέδιον.  

Οὐ δύναμαι ἰδέειν τὸν σκωπτόμενον· σύγγνωτε.  

`57`

ΑΛΛΟ.

  

Εἰς βοῦν καὶ τράγον ἐπὶ πίνακος ἀργυροῦ  

ἐγκεκολαμμένους.  

Πῶς βοῦς ὑπάρχων, αὔλακας γῆς οὐ τέμνεις,  

ἀλλʼ ὡς πάροινος ἀγρότης ἀνεκλίθης;  

—Πῶς οὐχὶ καὶ σὺ πρὸς νομὰς ἀποτρέχεις,  

ἀλλʼ ἀργυροῦν εἴδωλον ἕστηκας, τράγε;  

—Ἕστηκα τὴν σὴν ἐξελέγχων ἀργίαν.  

`58`

ΛΕΟΝΤΟΣ ΦΙΛΟΣΟΦΟΥ.

  

Ἰαμβεῖοι τούτου στίχοι.  

Ἔρρει τὰ σεμνὰ τῷ χρόνῳ τῷ παμφάγῳ,  

διέφθορε τὰ χρηστὰ καὶ τὰ τίμια,  

ὄλωλεν ἡ παίδευσις, ἔσβη καὶ λόγος,  

φροῦδος δὲ καὶ νοῦς, οἴχεται θεωρία,  

λέλοιπεν εὐσέβεια, καὶ τελεστική·  

θέμις δʼ ἀπέστη καὶ δίκη καὶ πᾶν καλόν,  

παρρησιάζεται δὲ νῦν πανουργία,  

καὶ ψεῦδος ἄρχει, καὶ τυραννὶς καὶ βία·  

ἕρπει δὲ πρὸς πᾶν θεῖον ἔργον ὁ φθόνος,  

τῆς δυσσεβείας ἠνέωκται τὸ στόμα·  

ῥοιβδεῖ δὲ χανδὸν ἡ Χάρυβδις τῆς πλάνης,  

ἐμεῖ δὲ πᾶς τις δόγματα βλασφημίας.  

`59`

ΑΔΕΣΠΟΤΟΝ.

  

Εἰς τοὺς σοφοὺς τῶν Ἀθηνῶν.  

Οἱ τῶν Ἀθηνῶν εὐστομεῖτε τοὺς πάλαι  

σοφοὺς, Πλάτωνας, Σωκράτεις, Ξενοκράτεις,  

Ἐπικούρους, Πύρρωνας, Ἀριστοτέλεις·  

Οὐκ ἔστιν ὑμῖν, πλὴν Ὑμηττὸς καὶ μέλι,  

θῆκαί τε νεκρῶν, τῶν σοφῶν τὰ πνεύματα·  

πολεῖ παρʼ ἡμῖν πίστις, οὐ σοφοὶ λόγοι.  

`60`

ΑΛΛΟ.

  

Εἰς νέους φιλοσόφους.  

Οὐκ ἔστιν ἀνὴρ ὃς σοφός· σοφὸς δʼ οὔτις  

ὅστις μετʼ ἀνδρῶν ἵσταται· καινὴ μάχη  

τῶν ἀρετῶν· τί φημὶ δʼ αὐτὸς ὡς βραχύ;  

—Εἰ πᾶς σοφὸς δειλός τις, ὃς δειλὸς σοφός.  

`61`

ΑΛΛΟ.

  

Ὤ μοι ἐγὼ μέλεος· τί γυναικὸς κύντερον ἄλλο,  

ἢ μᾶλλον τί τύχης; τίνα με χρῆν αἰτιάσασθαι;  

Ἀμφοτέρας χρὴ μισεῖν, ἀμφότεραι θήλειαι.  

Ἀλλὰ τύχης μὲν ἐμῆς, Θεὲ ἄμβροτε, μὴ μεταδοίης  

ἀνδράσιν ἐχθροῖς, εἰς ἐμὲ πόλλʼ ἐξυβρίσασι,  

πλείονα δυστυχίης τὴν εὐτυχίην παρεχούσης·  

τὴν δὲ σύνευνον ταύτην καὶ ἀγαθὴν παράκοιτιν  

ἐχθροῖς καὶ τέκνοις ἐχθρῶν παρέχοις ὁμόκοιτιν.  

`62`

ΑΛΛΟ.

  

Εἴς τινα κατελθόντα εἰς Ἑλλάδα καὶ ἀγροικισθέντα.  

Οὐ βαρβάρων γῆν, ἀλλʼ ἰδὼν τὴν Ἑλλάδα,  

ἐβαρβαρώθης καὶ λόγον καὶ τὸν τρόπον.  

`63`

ΑΛΛΟ.

  

Τὴν ἀρετὴν χθὲς εἶδον ἐν μέσῃ πόλει  

μελαμφοροῦσαν καὶ κατηφείας ὅλην·  

«Τί δʼ,» ἠρόμην, «πέπονθας;» Ἡ δέ· «νῦν ἔγνως·  

«τόλμα, φρόνησις, γνῶσις ἐν ταῖς γωνίαις·  

«ἄγνοια δʼ ἄρχει καὶ μέθη καὶ δειλία.»  

`64`

ΑΛΛΟ.

  

Πρὸς τὸν σχολιογράφον οἱ στίχοι, ξένε.  

Ὁ τίς ὑβρίζεις; τὸν τίνα; βαβαὶ θράσους;  

ὁ μηδὲ καὶ μῦς τὸν λέοντα πρὸς μάχην  

τῶν αἱρετικῶν, τῆς Ἀρείου δὲ πλέον,  

καὶ τῆς Γαλατῶν Φωτεινοῦ καὶ Μαρκέλλου.  

Ἔοικας, ὦ ʼτάν, εἰδέναι γράφειν ὕβρεις,  

λυσιτελῶν δὲ μηδαμῶς διειδέναι.  

Ἦ γὰρ ἂν ᾔδεις Εὐσεβίου τοὺς πόνους  

καὶ τοὺς ἀγῶνας, οὓς καθʼ Ἑλλήνων ἔτλη  

φλυαρίαν τὰ τῶνδε μακρὰν δεικνύων·  

ὅπως Ἰουδαίων τε δυσσεβῆ πλάνην  

ἀναιρετικοῖς ἐκθριαμβεύει λόγοις,  

τῶν μαρτύρων ἀγῶνας ὡς μεγαλύνει,  

τῶν αἱρετικῶν ὡς ἀναιρεῖ τὸ στίφος,  

πρὸς πᾶν ὅπως χρήσιμος εἰς Θεοῦ σέβας.  

Ἔδει σε ταῦτα γιγνώσκοντα καὶ πλέω  

μὴ λεξιθηρεῖν κατʼ Ἰουδαίους ἴσως,  

καὶ μὴ νοοῦντα τὸν νόον τῶν λέξεων,  

ὕβρεις καταχεῖν τοῦ τοσούτου τὸν λόγον.  

`65`

ΑΔΗΛΟΝ.

  

Εἰς τὰς εʹ φωνὰς καὶ τὰς ιʹ κατηγορίας.  

Μόλις διαδρὰς τῶν σοφιστῶν τὰς δίκας,  

σοφοῖς δὲ μᾶλλον προσβαλὼν ὡς ἡμέροις,  

φωνῶν ἐπλήσθην καὶ κατηγορημάτων·  

«οὐκ ἔστιν, ἔστι, πρός τι, ποιόν, ποῦ, πότε,  

«πάσχουσι, δρῶσιν»· ὡς θέλουσι, μυρία.  

Στρέφουσι πάντα, συγχέουσι τὰς φύσεις,  

ὡς ἐξ ἑαυτῶν πλάττουσι τραγελάφους,  

τὸν οὐρανὸν γῆν, τὸ ξύλον φασὶ λίθον,  

ὕλην ἄμορφον εἶδος ὕλην οὐκ ἔχον,  

κόσμους ἀπείρους ἰδέας πρὸ τῶν ὅλων.  

Οἱ τῆς Στοᾶς βάλλουσιν Ἀκαδημίαν,  

Πύρρωνας οὗτοι, πάντας ὁ Σταγειρίτης,  

ἄλλοι δὲ τοῦτον Φοίνικές τε καὶ Σύροι.  

Τίς νοῦς τοσαύτας ἐνστάσεις διαδράμοι,  

ἔθνη τοσαῦτα καὶ φάλαγγας δυσμάχους,  

γνῶναι τὰ κρυπτὰ τῶν ὅλων ζητῶν βάθη;  

καὶ τὰ σαφῶν τις ἔσχε φυρμὸν αὐτίκα.  

Ἓν γνώσεως φῶς, Χριστέ, μου, σύ μοι μόνος  

γνῶσις τελεία, μᾶλλον εἰδέναι μόνον·  

Σὲ δημιουργὸν οὐσιῶν, χρόνων, τόπων,  

ἄρρητον ὡς ἄληπτον, ἕν τε καὶ τρία,  

ἀφεὶς τὰ πάντα, τοῦτο καὶ μόνον λέγω.  

`66`

ΑΛΛΟ.

  

Λεύκιππος ἀνὴρ τὴν ὁδὸν παρατρέχων,  

εὖ θρύπτεται μὲν τὴν πυγὴν μεταφέρων,  

ἀκκίζεται δὲ τῇδε κἀκεῖσε βλέπων.  

Καὶ νῦν μὲν αὐτὸς ὑπτιάζων τὼ πόδε  

καὶ εἰς ἑαυτὸν κεκλικὼς περιβλέπει·  

νυνὶ δὲ τὸν φέροντα πλήττων θρασέως,  

οὐκ οἴεται γῆν, ἀλλʼ ἐπʼ αἰθέρος τρέχειν.  

`67`

ΑΔΕΣΠΟΤΟΝ.

  

Εἴς τινα ῥῦπον φοβοῦντα θάλασσαν· πῶς παλαισθέντα  

ἀντέστρεψεν αὐτόν.  

Ἰδοῦσα καινὸν οὐδὲν ὡς Ἰορδάνης,  

πῶς ἐστράφης, θάλασσα, νῦν εἰς τοὐπίσω;  

Οἶμαι, ῥῦπον φεύγουσα τὸν σὸν ἐστράφης·  

κἂν καὶ στραφεῖσα τοῦτον οὐκ ἀπεξέσω.  

`68`

ΑΛΛΟ.

  

Εἰς τὴν νοητὴν οὐσίαν.  

Ζητῶν ἀπεῖπον τὴν νοητὴν οὐσίαν,  

τίς ἐστιν αὕτη· πῶς δὲ τέμνει τὰς δύο,  

ἀσώματον καὶ σῶμα· πῶς δʼ ἄμφω μόνη  

ἔχουσα, τῶν δυοῖν δὲ μηδὲν τυγχάνει·  

πῶς πάντα δʼ ἐστὶν, ἔστι πάντων δʼ οὐδέ τι.  

`69`

ΑΔΕΣΠΟΤΟΝ.

  

Εἰς τοὺς ἁγίους ἀποστόλους.  

Ὧν καθεὶς ἔσωσεν ἀνθρώπων ἔθνος,  

νῦν πάντες οὐ σώσουσι Μιχαὴλ μόνον.  

`70`

ΑΛΛΟ.

  

Εἰς τὸν σπόγγον.  

Ὕδωρ πέτρας ἀφῆκα καὶ πόλου μέλι·  

τῶν ἡδέων ἔπλησα, λαὸς, σὸν στόμα·  

πρὸς τῇ σφαγῇ δὲ καὶ χολὴν δίδως σύ μοι.  

Ὦ σπλάγχνα πικρὰ, πλὴν τὰ χρηστά μου πάθη  

πᾶσαν καθαίρει σῶν παθῶν τὴν πικρίαν.  

`71`

ΑΛΛΟ.

  

Εἰς τὴν λόγχην.  

Πλευρᾶς ἔπλασα πλάσμα σῆς, Εὔαν, πάλαι,  

πλευρὰν δὲ ῥήσσεις τὴν ἐμὴν λόγχῃ σύ μοι·  

ὅμως τὸ τραῦμα φάρμακον κεραννύει  

τῶν τραυμάτων σου καὶ τὰ ῥεῖθρα βλυστάνει.  

`72`

ΑΛΛΟ.

  

Εἰς τὴν χλαμύδα.  

Τὸ φῶς στολή μοι, νῦν δὲ χλαμὺς ἐνδύει,  

στολὴν ἀπεκδύουσα τὴν σὴν αἰσχύνης.  

`73`

ΑΛΛΟ.

  

Εἰς τὸ ΔΙΕΜΕΡΙΣΑΝΤΟ ΤΑ ΙΜΑΤΙΑ ΜΟΥ.  

Χιτῶνα τείνω τῇ κτίσει τὸν ἀέρα,  

πνοὴν μερίζω, νῦν δʼ ἐμῶν ἐνδυμάτων  

ἐμὸς μεριστὴς κλῆρος· ἀλλʼ ἄφες περῶν.  

`74`

ΑΛΛΟ.

  

Εἰς τὸ αὐτό.  

Πνοὴν μερίζω, νῦν μερὶς κλῆρος τʼ ἐμός·  

κλήρῳ μερισταὶ τῶν ἐμῶν ἐνδυμάτων.  

`75`

ΑΛΛΟ.

  

Εἰς τὸ αὐτό.  

Ἀφθαρσίας ἔνδυμα τὸ πρὶν ἐνδύω·  

νῦν σάρκα τὴν σὴν αὐτὸς ἐνδεδυμένον  

ἀπεκδύεις, ἄνθρωπε, πλὴν ἀλλὰ στέγω,  

μᾶλλον δὲ τὴν θέωσιν αὐτὸς ἐνδύω.  

`76`

ΑΛΛΟ.

  

Εἰς τὰ σπάργανα.  

Εἰ καὶ ταπεινὸν ἐνδέδυμαί σοι ῥάκος,  

τὸ λαμπρὸν ἐξύφηνα τοῦ πόλου πλάτος.  

`77`

ΑΛΛΟ.

  

Εἰς τὰ δεσμά.  

Δεσμεῖτε χεῖρας αἷς παθῶν ἐγὼ λύσας  

ὑμᾶς τέθεικα γῆθεν αἰθεροδρόμους.  

`78`

ΘΕΟΔΩΡΟΥ ΤΟΥ ΠΡΟΔΡΟΜΟΥ.

  

Εἰς τὸν ἅγιον Λοῦπον.  

Ἔκλεψε Λοῦπος δεσποτικὴν σφενδόνην,  

μεθʼ ἧς ἐνεργεῖ πλεῖστα τῶν τεραστίων.  

Οὐκοῦν ὑπέσχεν ἀξίαν καὶ τὴν δίκην  

τμηθεὶς κεφαλὴν, καὶ συνὼν τῷ δεσπότῃ.  

`79`

ΤΟΥ ΦΙΛΗ.

  

Πρὸς ἰατρόν.  

Ἰατρέ, μὴ δίωκε τὸν τύφον μάτην.  

Εἰ γὰρ σιωπήσας ἀκριβῶς ἀνακρίνῃς  

ὅθεν πορίζῃ τὰς ἀφορμὰς τοῦ βίου,  

αὐτὸς σεαυτὸν καὶ μυσαχθήσῃ τάχα,  

τροφῆς χορηγοὺς οὖρα καὶ κόπρον ἔχων.  

Χρὴ οὖν ὀφρὺν ῥίψαντα τὴν ἐπηρμένην  

κόπρου σκάφας βλέπειν σε καὶ τὰς ἀμίδας,  

ὅθεν τραφήσῃ καὶ πόρους ἕξεις βίου.  

`80`

ΜΑΞΙΜΟΥ ΤΟΥ ΠΛΑΝΟΥΔΗ.

  

Στίχοι εἰς τοὺς ὑποκριτὰς ἡρωελεγεῖοι.  

Μηκέτι μηδεὶς προσφερέτω παραμύθιον ἀνδρὶ,  

ἢ τέκνον ἢ γαμετὴν γῇ κατορωρυχότι.  

Καὶ γὰρ νῦν εἰ πρός τινα τούτων αὐτὸς ἀπέλθοις  

ὡς πενθοῦντι φράσῃς ῥῆμα παρηγορίας,  

δόξαι σπουδάζων ἀπαθέστατος, εὐθὺς ἐκεῖνος  

ὡς ἀπὸ Πυθαγόρου φθέγγεται ἢ νεφέων·  

καί σε σοφιστεύων ἀναλαμβάνει, ὡσπερὰν εἰ σὺ  

τέκνον ἔχοις, ὁ δὲ σοὺς ἦλθε γόους στορέσων.  

Ἐντὸς ὅμως τὸ πάθος τοῦτον κατακάρδια πλήττει,  

ὡς ξίφος ὀξύτατον πάντα διερχόμενον.  

Εὖγε, Ὑπόκρισις, εὖγε! σὺ φιλτάτῃ ἐσσὶ θεάων·  

σὴν κεφαλὴν τιμᾶν ἄξιον ἐν στεφάνοις·  

τοῖς γὰρ σοῖς θεράπουσιν ἐπάξια δῶρα χαρίζῃ,  

ἀλγεῖν, κοὐ φράζειν, ὡς ἀνιῷντο πλέον.  

`81`

ΤΟΥ ΑΥΤΟΥ.

  

Εἰς τὸν ναὸν τῶν ἁγίων Μαρκιανοῦ καὶ Μαρτυρίου.  

Ἄρειε, πῶς φής; πῶς τὸν Υἱὸν εἰς κτίσιν  

τολμᾷς καθέλκειν, καὶ θεὸν δοκῶν σέβειν,  

σαυτὸν λέληθας κτίσματος φύσιν σέβων;  

Οὐ κτίσμα ταυτὸν καὶ θεός. Μήπω τόσον  

ἔξω φρενῶν πέσοι τις, ὡς ἕποιτό σοι,  

μεμνημένος σου τοῦ θεηλάτου μόρου.  

`82`

ΤΟΥ ΑΥΤΟΥ.

  

Ἕτεροι.  

Κακῶς Ἀρείῳ ταὐτὰ πεφρονηκότες,  

ἄνδρες φονῶντες, πλῆρες αἱμάτων στίφος,  

καλῶς θεοῦ προὔπεμψαν ὑμᾶς εἰς δόμους·  

καὶ γὰρ Θεοῦ μὲν οἶκος ὑμᾶς ἀμφέπει,  

τοῖς δʼ οἶκος ᾅδης καὶ τὸ μυρίον σκότος.

## License and provenance

Eulogikon publishes public-domain Greek texts in cleaned, structured, readable form and makes no copyright claim over that preparation (Public Domain Mark 1.0, https://creativecommons.org/publicdomain/mark/1.0/). Cite as `eul_wid: woo-ag`.
