title: Addenda to Epigrams
title_greek: Προσθῆκαι Ἐπιγραμμάτων
author: Appendix of the Greek Anthology
eul_wid: woo-ad
eul_aid: woo
canonical: "https://eulogikon.org/works/anthologiae-graecae-appendix-epigram-addenda-woo-ad"
lang: grc
content_hash: "sha256:3ac1f8c53aea91950fa701497b5a65e30ac9b5d957520e5d1aa1822b46ab8450"
content_modified_at: "2026-11-15"
license: "https://creativecommons.org/publicdomain/mark/1.0/"

# Addenda to Epigrams

*Προσθῆκαι Ἐπιγραμμάτων*

**Author:** Appendix of the Greek Anthology

**eul_wid:** `woo-ad` · [HTML page](https://eulogikon.org/works/anthologiae-graecae-appendix-epigram-addenda-woo-ad)

## Text

`1,10b`

Παντάρης μʼ ἀνέθηκε Μενεκράτιος, Διὸς ἆθλον

ἅρματι  … νικάσας, πέδου ἐκ κλειτοῦ Γελοαίου.

`1,10c`

Πανθέρσης ἀνέθηκεν Ἀθηναίῃ πτολιούχῳ

παῖς Ζωίλου· Νήτης δʼ ἔργον ἔτευξε τόδε.

`1,67b`

Πύκτας τόνδʼ ἀνέθηκεν ἀπʼ εὐδόξοιο Κυνίσκος

Μαντινέας νικῶν πατρὸς ἔχων ὄνομα.

`1,86b`

Πλείστοις δὴ Σικυῶνα πάτραν, Σωσιστράτου υἱέ,

Σώστρατε, καλλίστοις τʼ ἠγλαΐσας στεφάνοις·

νικῶν παγκράτιον τρὶς Ὀλύμπια, δὶς δʼ ἐνὶ Πυθοῖ,

δώδεκα δʼ ἐξ Ἰσθμοῦ καὶ Νεμέας στεφάνους,

τοὺς δʼ ἄλλους ἄπορον στεφάνους ἐπιδεῖξαι ἀριθμὸν,

παύσας δʼ ἀντιπάλους πάντα ἐκράτεις ἀμάχει.

`1,101b`

Ποντίῳ ἱππομέδοντι Ποσειδῶνι Κρόνου υἱεῖ

ἡ πόλις εὐξαμένη τούσδʼ ἀνέθηκε θεῷ

ἡμιθέους σωτῆρας ὑπὲρ προγόνων τε καὶ αὐτῶν

καὶ γῆς καὶ τεκέων καὶ σφετέρων ἀλόχων.

`1,126b`

Δόξα μὲν Ἑλλήνων ἱεροῖς ἀναθήμασιν αὔξει

τόνδε, τέχνης δʼ εἰκὼν ἥδε δίδωσι κρίσιν·

νικήσας δὲ ἵππων τε δρόμοις ἔργων τε ἐν ἁμίλλαις

τὴν ἱερὰν στεφανοῖ πατρίδα Κεκροπίαν.

`1,128b`

Τόνδε ποτʼ ἱδρύσαντο θεῷ περικαλλέι Φοίβῳ

Ἀπολλῶνις ἠδὲ κασίγνητοι, παῖδες Αὐλουζένεω.

Ἔσκε δὲ τῶν πατρῶος ἀνὰ Σαπάμκην ἐρίβωλον,

αὐτὰρ οἳ στήσαντο κατὰ χθόνα Δωδοπάροιο.

`1,174b`

Τόνδε νεών σοι, ἄναξ, Διονύσιος εἵσατο τῇδε

καὶ τέμενος θυόεν καὶ ξόανʼ εἴκελά σοι

καὶ πάντʼ οὐ πλοῦτον κρίνας πολυάργυρον αὔξειν

ἐν δόμῳ, ὡς τὸ σέβειν, Βάκχε, τά σοι νόμιμα.

Ἀνθʼ ὧν, ὦ Διόνυσʼ, ὢν ἵλαος, οἶκον ἅμʼ αὐτοῦ

καὶ γενεὴν σώζοις πάντα τε σὸν θίασον.

`1,224b`

Σῶν σηκῶν πρόπολοι, Λητοῦς υἱέ  … , τοξότα Φοῖβε,

κόσμησαν ναόν, κύδεϊ γηθόμενοι,

δυσμενέων ἐν ὄχλοισι τροπαιοφόρον καταγόντες

νίκην, ἣν πάτρη πᾶσα θυηπολέει.

`1,224c`

Πεπλασμένον.

Οἱ ξεῖνοι τάδε σοι χρυσήλατα τεύχεʼ ἔθηκαν,

Ἄνθεια Ἁβροκόμης θʼ, ἱερῆς Ἐφέσοιο πολῖται.

`1,242b`

Μητρὶ θεῶν ἱκέτης κατʼ ὄναρ Μελανωπὸς ἔτευξεν.

`1,249b`

Τόνδε Φίλων ἀνέθηκεν Ἀθηναίᾳ τριποδίσκον

θαύμασι νικήσας Ἴσπολιν Ἀρεσίου.

`1,253b`

Ἡρακλεῖ τόδʼ ἄγαλμα Κροβίλου παῖς ἀνέθηκεν

Ἄσπασις Ἰνώπου γείτονι καλλιρόου.

`1,266b`

Ἔκγονον ἠδὲ θύγατρα δυοῖν ὑπάτων Ἀρριανῶν,

οἳ σοφίᾳ πλοῦτον καὶ γένος ἠγλάισαν,

μύστιν Ἀθηναῖοι Κλημεντιανὴν παρὰ Δηοῖ

στῆσαν σωφροσύνης καὶ σοφίας ἕνεκα.

`1,266c`

Οὔνομα Καλλιστώ· μήτηρ δέ με Καλλίκλεια

θυγατέρʼ ἰφθίμην εἵσατο Καλλιμάχου·

τοῦτο δὲ πατρὶ φίλῳ μοι Ἀρήιος ὤπασεν Ἕδρη.

Ἐς γέρας ἀθανάτων ἱστάμεθʼ ἀγχίθυροι

Δηοῦς καὶ Κούρης δαιδηφόρου. οὐδέ με νύκτες

λήσοντʼ ἠελίου κάλλιον λαμπόμεναι.

`1,287b`

Ἀγαθῇ τύχῃ.

Ἀντήρης Παιῶνι τὸν Ἀπόλλωνος ἑταῖρον

Ὀρφέα δαιδαλέης θῆκεν ἄγαλμα τέχνης,

ὃς θῆρας καὶ δένδρα καὶ ἑρπετὰ καὶ πετεηνὰ

φωνῇ καὶ χειρῶν κοίμισεν ἁρμονίῃ.

`1,292b`

Εὐτυχεῖ ἡμέρῃ.

Ῥωμαίων ὕπατον μέγαν ἔξοχον ἐν Κιλίκεσσιν

εἵνεκα καὶ παιδὸς πανυπέρτατον ἐν πολιήταις

— τούτῳ γὰρ Βασιλῆς δώκαν γέρας ὄφρα οἱ υἱὸς

συγκλήτου βουλῆς μετέχοι πολυκηδέα τιμήν —,

τρεῖς στεφάνους ἑξῆς ἀναδησάμενον παναρίστους

δημιουργὸν πατέειν Κιλικάρχην, γυμνασίαρχον,

σύνδικον ἁγνότατον, βουλῆς στέφος, εὐγενὲς αἷμα,

Δήμητρος θεράποντες ἀγακλέα τόνδʼ ἀνέθηκαν.

`1,300b`

Ἀγαθῇ τύχῃ.

Ἡρωδιανὸς Νικίου πατρὸς ἔστησεν

χαλκεῖον ἀνδριάντα πατρίδος ψήφῳ

γνώμης τε ἕκατι—μείλιχος γὰρ ἦν πᾶσιν—

τερπνῶν τε μίμων οὓς ἔγραψεν ἀστείως.

`1,319b`

Εἰκόνʼ Ἀθηναίης χρυσαιγίδος ὀβριμοπάτρης

ἄνθετο τὴν χρυσῆν Στώλιος Ἀντιδάμας·

ὧδε θεῶν προὔστη, θηρῶν δὲ μεμαότα φῦλα

ἔγχεϊ γηγενέων δάμνατʼ ἀλεξαμένη.

`1,329b`

Ἀσπασίας ναόν τε καὶ εὔγραπτον θέτο μορφάν

Διογενὶς στοργᾶς ἀντιτίνουσα χάριν.

`1,331b`

Τόνδʼ ἐτεὸν Φιαλῆες ἐϋρρέκτην Πολύχαρμον

στήσαμεν ἕρμα δίκης Ζηνὶ παρʼ ἰθυδίκῳ·

ᾔνησαν δʼ Ἕλληνες· ἐν αἰσιμίῃ γὰρ ἄνυσσεν

ἀρχὴν, παντοίης ἴδρις ἐὼν ἀρετῆς.

`1,347b`

Ἀγαθῇ τύχῃ.

Εἰκὼν Ἑρμολάοιο τὸν ἠέξησε πάρος μὲν

Μαιονίη Τρίπολις, Ῥώμης δʼ ἐνικάθθετο βουλῇ.

Εἰ δὲ θέλεις γενεὴν καὶ ἐπήρατα ἔργα πύθεσθαι,

μάρτυρες ἐνναέται πόλιος καὶ δώματα κλεινά.

`2,53b`

Ἐνθάδʼ Ἐρευθαλίωνα φίλοι περὶ τύμβον ἔθηκαν,

Ἀρκαδίης βασιλῆ, γένος ἔξοχον Ἀμφιδάμαντος,

οἵ ποτε Νέστορα καὶ λαοὺς πολέμῳ δαμάσαντο.

`2,53c`

Σώζων μὲν πίστιν, τιμῶν δὲ ἀρετὰν, θάνες ὧδε,

Καλία Σα....., πατρίδος ἐκ Τεγέας.

`2,121b`

Λήμνου ἀπʼ ἠγαθέας κεύθει τάφος ἐνθάδε γαίας

ἄνδρα φιλοπρόβατον· Νικόμαχος δʼ ὄνομα.

`2,131b`

Πάντων ὧν θέμις ἐστὶ τυχεῖν εὐδαίμοσι θνητοῖς

ζῶσά τε ἐκοινώνουν καὶ φθιμένη μετέχω·

ἡλικίας δὲ πόθον νεαρᾶς μνήμην τε λιποῦσα

σωφροσύνης ἔθανον, Λογχὶς ἐπωνυμίαν.

`2,173b`

Ἦ μάλα δὴ φθίμενόν σε κλυτὰ πατρὶς, ἅδε Ἐλάτεια,

καλοῖσι, Δαμότιμε, κυδαίνει λόγοις·

ἐσθλὸς γὰρ καὶ ἄμωμος, ἀκμαῖς ἐνὶ σώφρονος ἥβας

θνήσκεις δαμασθεὶς θυμὸν ὠκείᾳ νόσῳ·

πολλάκι δʼ ἀμφὶ τεὸν μάτηρ τάφον οἰκτρὸν ἄυσεν

Δεξὼ στενάζουσα ὀρφανὰν τέκνου χάριν.

`2,173c`

Ὦ ξένε, τόνδʼ ἐσόρα Διονύσιον, ἠδὲ γυναῖκα

δέρκεο τοῦδε, Φίλαν, πνεῦμα λιποῦσαν ...

ἄμφω γηραλέω ... δὲ τέκνων τέκνα ...οντα,

ὀλβίστους θάνατος γλ......ος κατέχει.

`2,181b`

Εἰκόνα Παρμενίδος θυγατρὸς σφετέρας με Δαήμων

καὶ Κλεινὼ μάτηρ, μνᾶμʼ ἐπὶ παιδὶ, θέσαν.

.....ου δέ μʼ ἔχει τέμενος Διὸς, ὄφρα  … τʼ Ἀπόλλων

.....ου ἄμειψεν ἑλὼν ἐκ πυρὸς ἀθάνατον.

Εἰκόνα Παρμενίδος στᾶσεν θυγατρὸς μ.....

καὶ Κλεινὼ μάτηρ .............

`2,182b`

Πατρὶς μέν μʼ ἀπέπεμψε δικαστὴν Μυλασέεσσι.

Ἤδη δʼ εὐδοκιμῶν ἐξέλιπον βιοτὰν,

Ἀκρίσιος, πατρὸς μὲν Ἰάσονος, ἐκτέρισαν δὲ

Μυλασέες, χρυσέοις στεψάμενοί με κλάδοις·

ταῦρον δʼ ἀμφὶ πυρʼ ἔσφαξαν, τιμαῖσι σέβοντες,

δαίμονί μου νέρθεν σὺν χθονίοισι θεοῖς.

Υἱὸς δʼ Ἀκρίσιος συνομόπλοος ἤλυθε πατρὶ

γραμματέως τάξιν πειθόμενος πόλεϊ;

καί μου πνεῦμα λιπόντος, ἐμᾶς ἀρετᾶς ἐφάμιλλος

Μυλάσεσιν δικάσας ἐκδιέδεκτο κρίσεις.

Ὀστέα δʼ ἱμερταῖς μακρὰν ἐκόμιζε χέρεσσι,

τὸν Πάριον Παρίᾳ γᾷ καταθεὶς γονέα,

ᾧ φυσικαὶ τοκέων στοργαὶ πρὸς τέκνα ποθεινά

ὡς ὁσίαν υἱῶν τὰν χάριν ἀντέλαβον.

`2,198b`

ἦδός σοι ...............

Ἦν μὲν γὰρ γενεῆς ἰδίης ..........

ὡς σέλας ἠελίου, ὡς ῥόδεος στέφανος,

εἶδος ἔχουσʼ ἐρατόν, ἴκελον χρυσῇ Ἀφροδίτῃ,

ἔργα δʼ Ἀθηναίῃ καὶ φρένας ἠδὲ νόον.

Οὔ κέν τις ψεύσαιτο πρὸς Οὔλυμπον ...

Κύπριδι νηοπόλον ἀθανάτους μ...

ἦ καὶ Ἀθηναίης πάρεδρον θέμεν ἠδὲ θεράπνην

Ἀρτέμιτος καλῆς, τοξοφόρου, λοχίης,

παντοίης ἀρετῆς καὶ εἴδεος εἵνεκεν ἁγνοῦ,

καὶ πινυτῆς ἐρατῆς καὶ φρενὸς ἠγαθέου.

Τώρα μοτὸν κλαίοντες ἐν οἴκοις οὐπο....

αἰνοπαθῆ δακρύων πλήσουσι γενέται,

σὴν ἀρετὴν τεά τʼ ἔργα σαοφροσύνην τε π....

εἶδος τε ἠγάθεον ἀρέσκουσα, κλυτή.

`2,198c`

Ἄιδος εἰς εὐνὰς ὁ Λάκων δόλῳ ἔφθισεν Ἄρης

λα..................

Αὐτὸς δʼ εἷλε μόρος καὶ σύγγονον, ἡνίκα Κρήτην

ἄψυχον δʼ ἐσορᾶν Ἀνδροσθένεος καὶ ὁμαίμου.

`2,198d`

Ὦ παρʼ ἐμὸν σπεύδων τοῦτʼ ἠρίον, ἵσταθι, ξεῖνε,

χαίρειν εὐκλείως εἰπὼν τὸν κατὰ γῆς.

Θνήσκω δʼ ὀγδώκοντα δύω πλήσας λυκάβαντας

καὶ παῖδας παίδων λειπόμενος γλυκέας

οὐκ ὄλβῳ ἐρίδοντας ἀριζήλῳ δʼ ἐπὶ δόξῃ·

οἷς εἴη ταυτὸν τέρμα λαχεῖν βιότου.

`2,198e`

..... ἥρως οὗτος ἀρήιον ἔργον ἀνύσσας

......μέζων τοῦτο Λεονίδεω.

Ἄμφω γὰρ πάτρῃσιν ἀμύνετον αἵματι .....

ἀλλʼ ὁ μὲν ἐν βαιοῖς οἴχεται ἠλυσίοις  …

`2,242b`

Οὔνομά μοι Φιλόστοργος ἔην· Νίκη δέ μʼ ἔθρεψεν

ἄγκυραν γήρως· εἴκοσι δʼ ἔσχον ἔτη.

Ἄρρητον δὲ θέαμʼ ἐσιδὼν, ἅρπασμʼ ἐγενήθην

αἰφνιδίου μοίρης, κλώσματα θεῖα τελῶν.

Μῆτερ, μή με δάκρυε· τίς ἡ χάρις; ἀλλὰ σεβάζου·

ἀστὴρ γὰρ γενόμην θεῖος ἀκρεσπέριος.

`2,247b`

Γάιος οὗτος ἐγὼ ................

ἄρτιος εὐδαίμων τʼ ἤλυθον εἰς Ἀΐδαν,

ἐκπρολιπὼν ἄλοχόν τε σαόφρονα δες....

καὶ παίδας δισσοὺς ματέρι κηδεμόνας.

Ναίω δʼ οὐκ Ἀχέροντος ἐφʼ .... οὐδὲ κελαινὸν

..............ων ἔλαχον ...

`2,254b`

Γάστεις καὶ Ἀδείμαντος οἱ Χορηγίωνος χαίρετε.

Πρόσθε μὲν ἡδὺν ................

συμβίῳ κουριδίῳ τέσσαρα καὶ δέκʼ ἔτη.

Νῦν δʼ ἐμὸν εἰς Ἀΐδαο δέμας στυγερὸν δόμον ἦλθεν

σεμνὴν θυγατέρα καὶ γαμετὴν προλιπόν.

Θαυμασίους πάτρας μ...............

αἰδίου τύχης .................

`2,255b`

Μυριάδος τόδε ς....λο...μ … υ...

ψυχὰς ἐς μακάρων νᾶσον ἀποπταμένας

Ἕρμ... ἀδάκρυτος· χάριτες γὰρ ἀνη...ακε.

ἔργουσιν στοναχὰς καὶ γόον ὠγύγιον.

`2,255c`

Ζωὸς ἐὼν τοῦτον τύμβον ... ἔτευξεν ἑαυτῷ

μουσαῖς ἀσκηθεὶς Γάιος γραμματικὸς,

ἠδʼ ἀλόχῳ φίλῃ Τατίῃ, τέκεσίν τε ποθητοῖς,

..α τὸν ἀΐδιον τοῦτον ἔχωσι δόμον

ϹΥΝΡΟΥΒΗ μεγάλοιο .... θεράποντι.

Οὐκ εἶχον πλοῦτον πολὺν εἰς βίον, οὐ πολὺ χρῆμα,

γράμμασι δʼ ἠσκήθην ἐκπονέσας μετρίοις,

ἐξ ὧν τοῖσι φίλοισιν ἐπήρκεον ὡς δύναμίς μοι,

σπουδὴν ἣν εἶχον πᾶσι χαριζόμενος.

Τοῦτο γὰρ ἦν μοι τερπνὸν ἐπαρκεῖν, εἴ τις ἔχρῃζε,

ὡς ἄλλων ὄλβος τέρψιν ἄγειν ἀγαθῶν.

Μὴ ......... πλούτῳ .....

πᾶσι γὰρ εἷς ᾍδης, καὶ τέλος ἐστὶν ἴσον.

Ἐστίν τις μέγας ὢν ἐν κτήμασιν οὐ πλέον οὗτο … ·

ταὐτὸ μέτρον γαίης πρὸς τάφον ἐκδέχεται.

Σπεύδετε, τὴν ψυχὴν εὐφραίνετε πάντοτε, θνητοὶ·

ὡς ἡδὺς βίοτος, καὶ μέτρον ἐστὶ ζόης.

Ταῦτα, λαοὶ· μετὰ ταῦτα τί γὰρ πλέον; οὐκέτι ταῦτα·

στήλλη ταῦτα λαλεῖ καὶ λίθος, οὐ γὰρ ἐγώ.

`2,257b`

Εἰ τὸ καλῶς ἐστὶ θανεῖν, κἀμοὶ τοῦτʼ ἀπένειμε τύχη·

οὐδὲ φάος λεύσσων ὅγε δαίμοσιν ἦν ἀγέραστος,

πᾶσιν δʼ ἀνθρώποισι παρέσχον ἀνέγκλητον ἐμαυτόν·

ἔντιμον χθονίοισι θεοῖς ὑπεδέξατο γαῖα.

Καὶ ἐγὼ τοῦδʼ ἀνδρὸς ἔφυν, καὶ πάντα ὅμοια

γήραϊ καὶ φροντίδι εὐσεβίας ἕνεκα.

`2,257c`

Τελεσφόρος Εὐκάρπου Μιλήσιος, ἐτῶν κϛʹ.

Ἐξέφυγον πόλεμον δεινὸν καὶ ἦλθον ἄτρωτος,

μοῖραν δʼ οὐκ ἴσχυσα φυγεῖν· ἀλλʼ ἐνθάδε κεῖμαι,

παῖδα λιπὼν μηνῶν δέκα ὀρφανόν, οἴμοι.

`2,320b`

Τὰν μορφὰν φεῦ τάνδε Κύδωνος πλησίον, ὦνδρες,

θάμβος ἐοῦσαν ὑμῖν τέξε δόμος Γαλατῶν.

`2,361b,a`

Μένανδρε Μενάνδρου, κάμμορε, χαῖρε.

Παιδοκομησαμένη Ποσιδώνιον ἡ ταλαπενθὴς

ἤνδρωσʼ εἰς Ἀΐδην Μόσχιον υἷα φίλον,

ἐλπίδας ἐνθεμένη πυρὶ καὶ τάφῳ· ἡ δʼ ἐπὶ τέκνῳ

ὑψηλὴ τὸ πάρος καὶ φρονέουσα μέγα,

νῦν ὀλίγη καὶ ἄπαις ἐνὶ πένθεσιν. Ὦ βίε θνητῶν

ἄστατʼ, ἐνὶ πτηνῇ κείμενε, λυπρέ, τύχῃ!

Μοῖρα λυγρὰ μήπω με βίου σχεδὸν ἔνδοθι βάντα,

εἰς ἀπαραιτήτους ἦγʼ Ἀΐδαο δόμους,

πικρὰν δʼ ἀμφὶ τάφοισιν ἐθήκατο μήτερα πένθει,

κωφὰ λίθοις κωφοῖς δάκρυα μυρομένην·

κουφίζω δὲ τάλαιναν ὅσον χρόνον εἰς ὄναρ ἥκω,

ἠὼς δʼ ἀντὶ χαρᾶς δάκρυα πορσύνεται.

`2,361b,b`

Ποσειδώνιε Μενάνδρου ἥρως, χαῖρε.

Οὔποτε γηθόσυνος νεκύων τάφος, οὐδʼ ὁ πρὸ μοίρης

θνήσκων μητρὶ φίλῃ τερπνὰ δίδωσιν ἄχη,

πολλὰ δʼ ἀπὸ στέρνων ἠμέλξατο πικρὰ τροφήων

πένθεα καὶ στοναχάς· Μόσχιον αἰνοτάτη

ἠρέμα κωκύσει παρʼ ἐμὸν δόμον, οἷʼ ἀπὸ μούνου

λειπομένη τέκνου· κείσομʼ ἐγὼ δὲ τέφρη.

Τηλυγέτῳ ἐπὶ παιδὶ παναλγέα κωκύσασα

μήτηρ, εἰνοδίην τήνδʼ ἀνέθηκε λίθον,

τέρμα δʼ ἀνιηρὸν γήρως ἴδεν ἦ ῥα Μένανδρος

ὄλβιος, ὃς τοίου πρῶτος ἔθνησκε τέκνου.

`2,367b`

Σός, Ἀφροδῖτα, ναὸς ἐστί μευ πέλας

ποθῶν Ἀνακρέοντα τὸν πόθων ἴδριν·

ἐγὼ δὲ παιδέρωσιν οὐκ ἐτερπόμαν·

τὰ δʼ ἄσπιλʼ ἐν νέοισιν Ἀφροδίσια

σεῦ ἀντίμιμʼ ὁ τύμβος εὐχάρακτʼ ἔχει·

ἅμα κνίσει με μῶμος, ἀντιτάσσεται

καλʼ ἐννέπων ἔπαινος, οἷον ἔδρεπεν

ὁ Ματροδώρου ἆθλος ἐς Μενεκράτην.

`2,371b`

Πεπλασμένον.

Ἰππόθοος κλεινῷ τεῦξεν τόδε σῆμʼ Ὑπεράνθῃ,

αὖ τάφον ἐκ θανάτου ἀγαθὸν ἱεροῖο πολίτου

ἐς βάθος ἐκ γαίης, ἄνθος κλυτὸν, ὅν ποτε δαίμων

ἥρπασεν ἐν πελάγει μεγάλου πνεύσαντος ἀήτου.

`2,372b`

Χαῖρε, Ἡρακλείδα θύγατερ, πολυαίνετε νύμφα,

Νίκα, σοι μεγάλας ἀντὶ σαοφροσύνας,

ἇς ἔτι τοι μνάμαν φέρεται πόσις, οὐδέ τις ἄλλα

κείνου ἐς εὐναίους ἦλθε ἄλοχος θαλάμους.

`2,372c`

Εἰκὼν ἡ λίθος εἰμί· τίθησί με Σείκιλος ἔνθα

μνήμης ἀθανάτου σῆμα πολυχρόνιον.

Ὅσον ζῇς φαίνου· μηδὲν ὅλως

σὺ λυποῦ· πρὸς ὀλίγον ἐστὶ τὸ

ζῆν· τὸ τέλος ὁ χρόνος ἀπαιτεῖ.

`2,379b`

Διονύσιον Ποσειδωνίου

ὁ Δῆμος.

Ἑπτά που ἐξ ἐτέων δεκάδας καὶ βαίον ἐπόν τι

εὑρήσεις ἀριθμέων μῆκος ἐμῆς βιοτῆς

Βάκχου κυδίστοιο νεωκόρον· ἐκ δὲ πόλειος

ἀρχὰς εὐθύνης ἐκτὸς ἐμῆς ἐθέμην,

εἰς ἀρετὴν λεύσσων Διονύσιος· ἀντὶ δὲ τῶνδε

χρύσεος ἐκ δήμου κεῖτʼ ἐπʼ ἐμοὶ στέφανος.

`2,424b`

ἥτις ἐν ἀνθρώποις κλέος ἤρατο Πηνελοπείης

σωφροσύνῃ· μοιρῶν δὲ μίτοις ὑπʼ ἀμειλίκτοισιν

ἔζησʼ ἐννέα καὶ δέκα .....εν δὲ πρόμοιρος· ....

`2,447b`

Ἦλθεν ἀπὸ ξείνης Κλεοφῶν χθόνος, ἦλθε δʼ ΕΠΑΙΔΟΣ,

οἷς Μοῖρα προφάνη σχέτλιος ἠδʼ ἀλόχου.

Εἶδε γὰρ οὓς ἐπόθησε καὶ ὀρφναίην ἀνὰ νύκτα

τοὺς τρισσοὺς νέκυας σταθμὸς ἔραζε δόμου.

Σώθη δʼ εἰς γοεροὺς θρηνοὺς, μῶνος ἀθρόα μύσας

ὀρφανίην, εὐνήν, οἶκον  … π … ὸς πολιήν.

Υἱὸς ἐγὼ Κάλλιππος ἀνιηροῦ Κλεοφῶντος,

ἐνθάδε καὶ μήτηρ κεῖται Ἀριστόπολις,

οὐ κοινῇ μοίρῃ δεδμημένοι, ἀλλὰ πεσόντος

τρεῖς ἅμα λυγαίου κεκλιμένοι θαλάμου.

Νύκτα δὲ πικροτάτην μεταδόρπιον ὑπνώσαντες

οἰκοῦμεν μέλαθρον Πλούτωνος ζοφερόν.

`2,462b`

Κοινῆς γαστρὸς  … ἀδελφὲ ... εἰς Ἀΐδαο

καὶ ..... τύμβου κοινὸν ἔχειν ἔλαχον.

Ὑψίνοον δʼ ἐκάλουν με, θάνοντα δὲ θάψε με μήτηρ

Σεῖτις  … ἀδελφείῳ κοινὰ χαριζομένη.

`2,539b`

Ἑρμῆς Κομμαγηνός

Καὶ δεκετῆ τις ἰδὼν τύμβῳ σκεφθέντʼ ὑπὸ μοίρης

Ἑρμῆ Κομμαγηνὸν, ἔπος φρασάτω τόδʼ ὁδίτης·

Χαῖρε σὺ, παῖ, παρʼ ὁδοῦ, κήνπερ θνητὸν βίον ἕρπες

ὠκύτατʼ· ἔπτης  … γὰρ μερόπων ἐπὶ Κιμμερίων γῇ

..... γὰρ ὁ παῖς Ἑρμῆς ....

`2,641b`

Φίλτατα τέκνα δύω κατεθήκαμεν ἐν χθονὶ τῇδε,

τῆς ἀπαθοῦς μοίρης ταῦτα τεχνησαμένης·

σπλάγχνοις ἡμετέροις γὰρ ἀεὶ κατέθηκεν ἀνίαν

ὠκυμόρων παίδων πένθεσι τειρομένοις.

`2,641c`

Ὀκτωκαιδεκέτης κεῖμαι, φίλε, τῷδʼ ἐνὶ τύμβῳ

Δῶρος Σαρδιανὸς δακτυλοκοιλογλύφος.

Μαρίωνος Λύδοιο πατρὸς, μητρὸς δὲ Λακαίνης,

σέμνον ἄτερ Κύπριδος ζήσας βίον, ἀλλά με καὶ

ἄκληρον ...

`2,671b`

Μνῆμʼ Ἀσκληπιάδῃ Πυλάδου τόδε τεῦξεν Ἀρείων

πρῶτος καὶ φιλίῃ καὶ γένει ἐγγύτατος.

Δεύτερος αὖθʼ ἑτάρων προφέρων Ἀσκληπιόδωρος

οἰκεῖος φιλίην ἠδὲ παρωνυμίην.

Φαῖδρος δʼ αὖτʼ ἐπὶ τοῖσι τρίτος, φιλίῃ δʼ ἄρα πρῶτος

δείματʼ ἀείμνηστον σῆμα φίλῳ ἑτάρῳ.

Τέτρατος αὖ Μέμφις. Οὗτοι τάφον ἐξετέλεσσαν,

τέσσαρες ἐκ πολλῶν μνήμονες εὐσεβίης.

`2,671c`

Σῆμα τόδε Στατία μνημήιον Ἡλιοδώρῳ

τεῦξα πόσει γλυκερῷ δύσμορος ὠκυμόρῳ.

`2,671d`

Τοῦτο τεῆς φιλίης μνημήιον ἀμφί τε τύμβον

χευάμενος καθύπερθε Λεοντεὺς θήκατο γαίῃ,

Ζώσιμʼ, ὑπηρεσίης ἕνεκεν καὶ ἀμέμφεος ἔργου·

ἀνθʼ ὧν δεσποσύνῳ τέλεσας πυμάτη χάρις ἥδε.

`2,680b`

..... σεμνὰ γονεῖ, ὡς θέμις, εὖ ἔνεμον,

ὡς ζωῆς γενετῇ θέμενοι χρέος οὐκ ἀλαωπῷ,

ἀλλʼ ἄρα σῶος ἐγὼ καὶ παρὰ Φερσεφόνῃ.

Θειόδοτον δῶρον καὶ ἄμεινον τῷ ὑπὸ παίδων

ταρχυθέντι δόμους εἰς Ἀΐδα κατίναι·

καὶ σὺ δʼ, ὁδῖθʼ, ἁγίας χάριτας τίσασι τοκῆι

ἐσθλὰ ἐπευξάμενος, ἕρπε διʼ ἀτραπιτοῦ.

`2,704b`

Εὐτροπίου τάφος εἰμὶ περίφρονος· ἦ γὰρ ἀληθὲς

οὔνομα τῆς ἀρετῆς εἶχεν ἀειδόμενον.

Ἄτροπε Μοιράων, τί τὸν εὔτροπον ἥρπασας ἄνδρα

ὃς φέρεν ἓξ μονάδας, τρεῖς δʼ ἐτέων δεκάδας;

Πέτρος δὲ Γνωτὸς σταθερὴν τήνδε πλάκα χαράξας

στῆσεν ἀποφθιμένῳ τοῦτο γέρας παρέχων.

`2,705b`

Θεοδώρου.

Ἔνθα μὲν Αἴας κεῖται ἀρήιος, ἔνθα δʼ Ἀχιλλεὺς,

ἔνθα δὲ Πάτροκλος θεόφιν μήστωρ ἀτάλαντος·

ἔνθα δʼ ἐπὶ τρισσοῖσι πανείκελος ἡρώεσσι

ψυχὴν καὶ βιότοιο τέλος Μουσώνιος ἥρως.

`2,712b`

Μυστιπόλοι Δήμητρος, ἐμοῖό τις ἱερὴ ἔστω

μνημοσύνη Δηοῦς παρʼ ἀνακτόρῳ· οὔνομα μέν μοι

Εὐνείκη, τίκτεν δὲ Θάλειά με κυδήεσσα

πατρὶ φίλῳ Καλλαίσχρῳ ἀγακλεῖ· τοῦ δʼ ἄρα μήτηρ  …

Εὐνείκη· τῆς δʼ αὖτε σαόφρων ἱεροφάντις  …

ἦεν ἀπʼ Εἰσαίοιο φερώνυμος ἀντολι....

Εἰσιδότη· τοῦ κῦδος ἀμύμον ......

ῥητήρων· πάππος δʼ ἀρʼ ἐμεῦ πέλεν .....

Ζώιλος, ὃς δοιοῖσιν ἀδελφειοῖς φρον......

Τῷ μὲν ἀπʼ αἰγλήεντος ἀνακτόρου ἱεροφάντῃ

Γλαύκῳ· ἀτὰρ σοφίης ἡγήτορι τήν τε πλα....

δρέψατο, Καλλαίσχρῳ περιωνύμῳ· οὐ μὲν ἐμεῖο

....ου συγκλήτοιο πέλει γένος· ἀγχόθι γάρ μοι

....ηαδων ἕπεται κλέος Αὐσονίηθεν.

`3,66b`

ΦΙΛΟΣΤΕΦΑΝΟΥ.

Γαίῃ δʼ ἐν Σικελῶν Τρινακρίδι χεῦμα δέδεικται

αἰνότατον, λίμνη καίπερ ἐοῦσʼ ὀλίγη,

ἰσχυρὸν δίνῃσιν· ὃ πρὶν ποσὶ παῦρα τινάξῃς,

αἰφνιδίως ξηρήν σʼ ἤλασεν ἐς ψάμαθον.

`3,81b`

ΑΔΕΣΠΟΤΟΝ.

Ὁ θρασὺς ἀνθέστακεν Ἔρως τῷ Πανὶ παλαίων,

χἁ Κύπρις ὠδίνει, τίς τίνα πρῶτος ἑλεῖ·

ἰσχυρὸς μὲν ὁ Πὰν καὶ καρτερός, ἀλλὰ πανοῦργος

ὁ πτανὸς καὶ Ἔρως· οἴχεται ἁ δύναμις.

`3,103b`

Ἡρακλέες, σοὶ τόνδε Κλεόμβροτος εἵσατο πύργον

καὶ δήμῳ, ποταμοῦ τοῦδε παρʼ ἠιόνα,

θαυμαστὸν μὲν ἰδεῖν, πολέμοιό τε πᾶσιν ἀρωγὸν

ἀστοῖσι, προγόνων δόξαν ὑπερθέμενος.

Οὕνεκα καὶ τιμαῖσιν ἀμείβεται ἀθανάτοισιν

εὐδαίμων πατρὶς Παντακλέους γενέην.

`3,115b`

Ω μύσται, τότε μʼ εἴδετʼ ἀνακτόρου ἐκπροφανέντα

νυξὶν ἐν ἀργενναῖς, νῦν δὲ μεθημέριον

ἐκ προγόνων ῥητῆρα λόγοις ἐναγώνιον αἰεί·

τῶν ἀποπαυσάμενος, θέσφατα νῦν ἰάχω.

Οὔνομα δʼ ὅστις ἐγὼ μὴ δίζεο· θεσμὸς ἐκεῖνο

μυστικὸς ᾤχετʼ ἄγων εἰς ἅλα πορφυρέην·

ἀλλʼ ὅταν εἰς μακάρων ἔλθω καὶ μόρσιμον ἦμαρ,

λέξουσιν τότε δὴ πάντες ὅσοις μέλομαι.

Νῦν ἤδη παῖδες κλυτὸν οὔνομα πατρὸς ἀρίστου

φαίνομεν, ὃ ζωὸς κρύψεν ἁλὸς πεΛΛ..

οὗτος Ἀπολλώνιος ἀοίδιμος, ὃν φ.......

σημαίνει μύσταις οὔνομα πατρὸς ..

σὺν δὲ Ποσειδάωνι φερώνυμος εὐπα.....

`3,115c`

Ὦ ξεῖνοι, θηεῖσθε μετʼ εὐκλεʼ ἀνάκτορα Δηοῦς

καὶ γενεὴν πατέρων εὐκλεᾶ Πραξαγόρας,

ἣν ἔτεκεν Μελιτεὺς Δημόστρατος ἠδὲ Φιλίστη

φύντες δᾳδούχων ἀμφότεροι τοκέων·

ἀλλά με καὶ παίδων κοσμεῖ χορὸς, οἳ τὸ προμυστῶν

ἄλλων ἐν τελεταῖς στέμμα κόμαισι θέσαν.

`3,138b`

Γηραλέην ψυχὴν ἐπʼ ἀκμαίῳ σώματι Γλαῦκος

καὶ κάλλει κεράσας κρείττονα σωφροσύνην,

Ὄργια πᾶσιν ἔφαινε βροτοῖς φαεσίμβροτα Δηοῦς

εἰναετές, δεκάτῳ δʼ ἦλθε πρὸς ἀθανάτους.

Ἦ καλὸν ἐκ μακάρων μυστήριον, οὐ μόνον εἶναι

τὸν θάνατον θνητοῖς οὐ κακὸν, ἀλλʼ ἀγαθόν.

`3,256b`

Στίχοι ἰαμβικοὶ εἰς Ἀλέξανδρον.

Οὐδὲν τὰ φαιδρὰ τοῦδε τοῦ κόσμου, φίλε.

Πρὶν γὰρ φανοῦσιν, ἀφανίζονται τάχει,

ὡς ἄνθος, ὡς ἄγρωστις, ὡς σκιᾶς ὄναρ.

Τὰ χείρονα στέργουσι κρειττόνων πλέον.

Θᾶττον πρὸ ὥρας τὰ καλὰ παρατρέχει.

Οὐδὲν τὸ καινὸν τῆς τροπῆς ταύτης, ξένε·

ἀνθεῖ μόλις, φθῆσι δὲ, φθάνει ταχέως

ἄκανθα· δυσώδης γὰρ ἢ κεντροφόρος,

ἐβλάστησε, τέθηλεν αὐτῆς τὸ κλέος.

Ἓν ἦμαρ ἠφάνισε ταῦτα πολλάκις,

κενούς τε κατέλειψεν αὐτῶν δεσπότας.

Ἓν τυγχάνει μόνιμον, ἄφθιτον κλέος

ἡ ἀρετὴ, ἧς καὶ χρόνος πανδαμάτωρ

γνώμην ἀγαθὴν δαμάσαι οὐκ ἰσχύει.

Θέλεις τοιγαροῦν παρʼ ἐμοῦ μαθεῖν, ξένε,

πρὸς τί ταῦτα ἔλεξα πρός σε; νῦν μάθε·

Βασιλεὺς Ἀλέξανδρος ὁ κοσμοκράτωρ,

Ὀλυμπίας ὁ βλαστὸς, εὐανθὲς ῥόδον,

ἐκ βασιλικῶν αἱμάτων βεβαμμένον,

ἥρως βριαρὸς, γεννάδας, θυμολέων,

οὗ μὴν σπάθην ἔφριξαν ἰταμῶν φῦλα,

οὗ τὸ δόρʼ ἐτρόμαξε Περσῶν ἡ φάλαγξ,

ὃς βαρβάροις ἅπασι πρηστὴρ ἐπῆλθεν,

τετραμερῆ κλίματα, τὴν γῆν, οἰκοῦσιν·

οὗτος φαεινὸς ὀφθεὶς τοῖς Μακεδόσι,

βαβαί! πρὸ ὥρας ἐξέλιπεν, ἐκρύβη,

ὡς ὑπὸ τὸν μόδιον ἔκλαμπρος λύχνος.

`3,256c`

Στίχοι πρὸς εὐφημίαν Ἀλεξάνδρου.

Αὔχει, Φίλιππε· τέρπου, Μακεδονία.

Ὁ μὲν γεννήτης ἐντυχὼν Ἀλεξάνδρου,

ἡ δὲ πατρὶς τυχοῦσα τοιούτου κάλλους,

αὐτὸν δʼ ὑπαντήσαντες στεφανώμενον,

νικητὴν ἀήττητον γαοῦχον μέγαν·

ἀνατείλας γὰρ κατηγλάισε ῥώμην,

καὶ πάντας ἠμαύρωσε λοιποὺς ἀστέρας.

Δέχου οὖν αὐτὸν, λαμπρὰ Μακεδονία,

καὶ τοὺς ἐχθροὺς ἀμῦναι ἐν τούτῳ δίδου·

Ἀλέξανδρος γάρ ἐστιν ὁ κοσμοκράτωρ.

`3,256d`

Ὦ ʼναξ ῥωμανὲ τῆς ὅλης οἰκουμένης,

ἀπῆλθες, ἐστράτευσας, ὡπλίσω πάλιν,

ἀλλʼ ἀντανῆλθεν ἡ στράτευσις εἰς φόνους

βουλῇ πονηρᾷ τῶν κρατούντων ἀνθρώπων·

βέβηλος ὥσπερ ἐστερήθης ὀμμάτων,

βίου τε τὴν στέρησιν ὑπέστης, ἄναξ·

γελῶσι νῦν ἅπαντες ἐχθροὶ συντόμως

γέλωτʼ ἄθεσμον, οὐχ ὅρον κεκτημένον.

Ὅστις γὰρ οὐκ εἴωθε γεύεσθαι κακῶν

φέρει μὲν, ἀλγεῖ δʼ αὐχένʼ ἐντιθεὶς ζυγῷ,

θανῶν δʼ ἂν εἴην μᾶλλον εὐτυχέστερος

ἢ ζῶν· τὸ γὰρ ζῆν μὴ καλῶς μέγας πόνος·

κἀγὼ γὰρ ἦν ποτʼ, ἀλλὰ νῦν οὐκ εἴμʼ ἔτι·

τὸν πάντα δʼ ὄλβον ἦμαρ ἕν μʼ ἀφείλετο.

`3,256e`

Οὗτος βασιλεὺς ὁ Πτολεμαῖος, ξένε,

ὃς εἶχεν ὠσὶ τάσδε προσκαθημένας

ἄγνοιαν ἀπάτην τε, διττὴν κακίαν.

`3,256f`

Στίχοι οὓς εἶπεν Ἀλέξανδρος ὅτε ἐξέπνει.

Ὃς τὴν ἅπασαν οἰκουμένην διῆλθον

ἀοίκητόν τε καὶ σκοτεινώδη γαῖαν,

φυγεῖν οὐκ ἐξίσχυσα τὴν εἱμαρμένην·

κύλιξ δὲ μικρὰ τῷ θανάτῳ προδίδοι,

νέκυσι προπέμπουσα φαρμάκου μίξει.

Βλέπων δὲ στρατὸς θανεῖν βιαζόμενον

βοηθῆσαι θέλοντες ἀδυνατοῦσι.

Λοιπὸν ἐν ᾍδῃ κείσομαι τεθαμμένος.

`4,62b`

Δεσπότα Ἄπολλον καὶ ............

χρησμῷ δ..................,

γὰρ ἐκ προγόνων μαντοσύνην, τὴν θεὸς ὤπασε

Φοῖβος Ἀπόλλων.

Ἅπαντα πράξεις καὶ κρατήσεις ὧν θέλεις.

Βοηθὸν ἕξεις μετὰ Τύχης τὸν Πύθεον.

Γλυκὺς μελισσῶν ὁ πόνος, ἀλλʼ οὐκ εὐχερής.

Δύναμις ἄκαιρος ἐν νόμοισιν ἀσθενής.

Ἐγῷδά σοι πάντʼ ἐς τροπὰς ἐλθεῖν καλάς.

Ζῆσαι προσεύχου· τοῦτο .............

Ἢ μὴ προαιροῦ τοὖργον, ἢ πόνους φέρε.

Θεοὺς ἀρωγοὺς τῆς ὁδοῦ ταύτης ἔχεις.

...... μέμψῃ τοὖργον .........

Κλυδὼν θαλάσσης .............

Λύπης πέπαυσο, πρὸς ...........

Μόχθειν, ἀνάγκη· μεταβολὴ δʼ ἔσται καλή·

νικηφόρον δώρημα τὸν χρησμὸν τελεῖ.

Ξηρῶν ἀπὸ κλάδων καρπὸν οὐκ ἔσται λαβεῖν.

Ὅταν .......................

Πειρῶ διαμείνας ...............

Ῥοδ.......................

Συνοχή τις ἔσται σοι κακῶν τε καὶ καλῶν.

Τιμῶν τὸ θεῖον τίμιος καὐτὸς φανεῖ.

Ὑπόσχεσιν τὸ πρᾶγμα γενναίαν ἔχει.

Φαύλως τι πράξας μετὰ χρόνον μέμψῃ θεοῖς.

Χρυσοῦν ποιήσεις χρησμὸν ἐπιτυχών, ξένε.

Φ.........................

Ω........................

`5,6b`

ΑΛΚΙΒΙΑΔΟΥ  …

Βάπτες μʼ ἐν θυμέλῃσιν· ἐγὼ δέ σε κύμασι πόντου

βαπτίζων ὀλέσω νάμασι πικροτάτοις.

`5,13b`

ΚΡΑΤΗΤΟΣ.

Καὶ μὴν Στίλπωνʼ εἰσεῖδον χαλεπʼ ἄλγεʼ ἔχοντα

ἐν Μεγάροις, ὅθι φασὶ Τυφωέος ἔμμεναι εὐνάς.

Ἐνθάδʼ ἐρίζεσκεν, πολλοὶ δʼ ἀμφʼ αὐτὸν ἑταῖροι·

τὴν ἀρετὴν παρὰ γράμμα διώκοντες κατέτριβον.

`5,19b`

ΚΑΛΛΙΜΑΧΟΥ.

............ αὑτὸς ὁ Μῶμος

ἔγραφεν ἐν τοίχοις· ὁ Κρόνος ἐστὶ σοφός.

`6,24b`

Χρησμὸς Πύθιος. Λυκούργῳ.

Εἰσὶν ὁδοὶ δύο πλεῖστον ἀπʼ ἀλλήλων ἀπέχουσαι,

ἡ μὲν Ἐλευθερίας ἐς τίμιον οἶκον ἄγουσα,

ἡ δʼ ἐπὶ Δουλείας φευκτὸν δόμον ἡμερίοισι.

Καὶ τὴν μὲν διά τʼ Ἀνδροσύνης ἐρατῆς θʼ Ὁμονοίας

ἔστι περᾶν· ἣν δὴ λαοῖς ἡγεῖσθε κέλευθον·

τὴν δὲ διὰ στυγερῆς Ἔριδος καὶ ἀνάλκιδος ἄτης

εἰσαφικάνουσιν· τὴν δὴ πεφύλαξο μάλιστα.

`6,30b`

Ἄλλος.

Φράζεο, δῖε Καρανὲ, νόῳ δʼ ἐμὸν ἔνθεο μῦθον·

ἐκπρολιπὼν Ἄργος τε καὶ Ἑλλάδα καλλιγύναικα

χώρει πρὸς πηγὰς Ἁλιάκμονος· ἔνθα δʼ ἂν αἶγας

βοσκομένας ἐσίδῃς πρῶτον· τότε τοι χρέων ἔστιν

ζηλωτὸν ναίειν αὐτὸν γενεάν τε πρόπασαν.

`104b`

Χρησμὸς τοῦ Πυθίου δοθεὶς Κλειτοσθένει τῷ ἱερεῖ

τοῦ Διὸς ὑπὲρ τῆς σωτηρίας τῆς πόλεως.

Χιλιετὲς μήνιμα πάτρης Διὸς ἐξανέλυσας

μειλιχίῃ, Σεισίχθονι ἐν ἄλσεϊ βωμὸν ἐνείρας.

Θύεο, —μὴ διερεύνω μʼ, ὦ πόλις, —Εἰναλίῳ νῦν

ἔννομα, μὴ Κρονίδῃ Φοίβῃ, χερὶ δὲ ἀρητῆρος,

πυρῶν καὶ καρπῶν τʼ ἐπιδράγματα πάντα· καλείσθω

εἰνάλιος τεμενοῦχος, ἀπότροπος, ἵππιος, ἀργῆς

ὧδε· μόλις δὲ ὑμνεῖτε δεδραγμένον ἶφι βεβῶτα

...... κύκνειον ὅσοι γέρας ἀμφιπένεσθε,

ἐν χόρῳ εὖ αἰνεῖν Σεισίχθονα καὶ Δία μῖλαξ.

`6,107`

Εὔαδέ μοι χθιζὸς λίβανος κλυτοῦ ἑρμηνῆος.

`7,10,5b`

ΕΥΒΟΥΛΟΥ.

Ἔστιν ἄγαλμʼ, ὃ βεβηκὸς ἄνω, τὰ κάτω δὲ κεχηνὸς,

εἰς πόδας ἐκ κεφαλῆς τετρημένον, ὀξὺ διαπρὸ,

ἀνθρώπους τίκτει κατὰ τὴν πυγὴν ἕνʼ ἕκαστον,

ὧν οἱ μὲν μοίρας ἔλαχον βίου, οἱ δὲ πλανῶνται·

αὑτὸ δʼ ἕκαστον ἔχειν αὐδῶ, κἄλλων γε φυλάττειν.

## License and provenance

Eulogikon publishes public-domain Greek texts in cleaned, structured, readable form and makes no copyright claim over that preparation (Public Domain Mark 1.0, https://creativecommons.org/publicdomain/mark/1.0/). Cite as `eul_wid: woo-ad`.