---
title: Epigrams
title_greek: Ἐπιγράμματα
author: Antagoras of Rhodes
eul_wid: jco-aa
eul_aid: jco
canonical: "https://eulogikon.org/works/antagoras-rhodes-epigrams-jco-aa"
period: Hellenistic
dialect: Epic (Homeric)
domain: Epic
format: Verse
license: "https://creativecommons.org/publicdomain/mark/1.0/"
---

# Epigrams

*Ἐπιγράμματα*

**Author:** Antagoras of Rhodes

**eul_wid:** `jco-aa` · [HTML page](https://eulogikon.org/works/antagoras-rhodes-epigrams-jco-aa)

## Text

### book 1

Ἐν δοιῇ μοι θυμός, ὅ τοι γένος ἀμφίσβητον, ἤ σε θεῶν τὸν πρῶτον ἀειγενέων, Ἔρος, εἴπω, τῶν ὅσσους Ἔρεβός τε πάλαι βασίλειά τε παῖδας γείνατο Νὺξ πελάγεσσιν ὑπ’ εὐρέος Ὠκεανοῖο· ἢ σέ γε Κύπριδος υἷα περίφρονος, ἠέ σε Γαίης, ἢ Ἀνέμων· τοῖος σὺ κακὰ φρονέων ἀλάλησαι ἀνθρώποις ἠδ’ ἐσθλά· τὸ καὶ σέο σῶμα δίφυιον.

### book 2

Μνήματι τῷδε Κράτητα θεουδέα καὶ Πολέμωνα [para]ἔννεπε κρύπτεσθαι, ξεῖνε, παρερχόμενος, ἄνδρας ὁμοφροσύνῃ μεγαλήτορας, ὧν ἀπὸ μῦθος [para]ἱερὸς ἤισσεν δαιμονίου στόματος, καὶ βίοτος καθαρὸς σοφίας ἐπὶ θεῖον ἐκόσμει [para]αἰῶν’ ἀστρέπτοις δόγμασι πειθόμενος.

### book 3

Ὦ ἴτε Δήμητρος πρὸς ἀνάκτορον, ὦ ἴτε μύσται, [para]μηδ’ ὕδατος προχοὰς δείδιτε χειμερίους· τοῖον γὰρ Ξενοκλῆς ὁ Ξείνιδος ἀσφαλὲς ὔμμιν [para]ζεῦγμα διὰ πλατέος τοῦδ’ ἔβαλεν ποταμοῦ.

## License and provenance

Eulogikon publishes public-domain Greek texts in cleaned, structured, readable form and makes no copyright claim over that preparation (Public Domain Mark 1.0, https://creativecommons.org/publicdomain/mark/1.0/). Cite as `eul_wid: jco-aa`.
