---
title: "Preface to the Introductions to Hermogenes' Art of Rhetoric"
title_greek: Συναγωγὴ Σχολίων ἐκ Διαφόρων Τεχνογράφων εἰς τὰ Προλεγόμενα τῆς Ἑρμογένους Ῥητορικῆς
author: Commentaries on Hermogenes
eul_wid: xrk-aa
eul_aid: xrk
canonical: "https://eulogikon.org/works/anonymous-hermogenes-introduction-xrk-aa"
lang: grc
content_hash: "sha256:6c0fdb22d9ff42be5fe30a312dcbe006bf876023533e8eda61c3130b83e84fbf"
content_modified_at: "2026-11-15"
license: "https://creativecommons.org/publicdomain/mark/1.0/"
---

# Preface to the Introductions to Hermogenes' Art of Rhetoric

*Συναγωγὴ Σχολίων ἐκ Διαφόρων Τεχνογράφων εἰς τὰ Προλεγόμενα τῆς Ἑρμογένους Ῥητορικῆς*

**Author:** Commentaries on Hermogenes

**eul_wid:** `xrk-aa` · [HTML page](https://eulogikon.org/works/anonymous-hermogenes-introduction-xrk-aa)

## Text

`14.258`

ΣΥΝΑΓΩΓΗ ΣΧΟΛΙΩΝ ΕΚ ΔΙΑΦΟΡΩΝ ΤΕΧΝΟΓΡΑΦΩΝ ΕΙΣ ΤΑ ΠΡΟΛΕΓΟΜΕΝΑ ΤΗΣ ΕΡΜΟΓΕΝΟΥΣ ΡΗΤΟΡΙΚΗΣ

`14.259`

Ἔδει μὴ μόνον τοῖς τῆς φύσεως ἀγαθοῖς ἀλλὰ καὶ οἰκείοις εὑρήμασι κατακοσμεῖσθαι τὸν ἄνθρωπον. τριῶν γὰρ οὐσῶν γνωστικῶν δυνάμεων ἐκ τῆς φύσεως ἐν τῇ ἡμετέρᾳ ψυχῇ, νοῦ, διανοίας καὶ δόξης, διʼ ἃς καὶ διενηνόχαμεν τῶν ἄλλων ἐμψύχων, φημὶ δὴ ζῴων καὶ φυτῶν, μὴ βουλομένη ἡ ἡμετέρα ψυχὴ τὰ δεύτερα φέρεσθαι τῆς φύσεως ἐφευρίσκει καὶ αὐτὴ τρία τινὰ πράγματα, ἐπιστήμην, τέχνην, ἐμπειρίαν, ἀναλογοῦντα ταῖς τρισὶν ἐκείναις γνωστικαῖς δυνάμεσι. καὶ ἡ μὲν ἐπιστήμη ἅτε δὴ ἄπταιστος οὖσα γνῶσις ἀναλογεῖ τῷ νῷ. ἡ δὲ τέχνη πρὸς τὸ τῆς διανοίας κάλλος ἐξισοῦται· ὥσπερ γὰρ ἡ τέχνη πολλάκις τὴν τῆς ἀληθείας ὁδὸν βαδίζει, ὀλιγάκις δὲ τῆς ἀληθείας ἀποδιδράσκει τὴν αἴσθησιν, οὕτω καὶ ἡ διάνοια πολλάκις μὲν διανοουμένη τὴν τῶν πραγμάτων φύσιν τῆς ἀληθείας οὐκ ἀφίσταται, ὀλιγάκις δὲ ταύτης ἀποφεύγει τὴν ἀκρίβειαν. διάνοια δὲ εἴρηται ἀπὸ τοῦ διανύειν τινὰ ὁδόν. ἡ δʼ ἐμπειρία ἀναλογεῖ τῇ δόξῃ· ὥσπερ γὰρ ἡ δόξα ἄνευ λόγου προέρχεται, οὕτως καὶ ἡ ἐμπειρία· τὰς γὰρ αἰτίας τῶν ὑποκειμένων αὐτῇ πραγμάτων οὐκ ἐπίσταται.

Εἰ δέ τις ἀπορήσειε, διὰ τί τρεῖς εἰσι γνωστικαὶ τῆς ψυχῆς δυνάμεις καὶ μὴ πλείους ἢ ἐλάττους, γινωσκέτω, ὅτι τὸ γιγνῶσκον ἢ μετὰ λόγου γιγνώσκει ἢ ἄνευ λόγου· καὶ εἰ μὲν μετὰ λόγου, γίγνεται ἡ διάνοια· εἰ δὲ ἄνευ λόγου, εἰ μὲν κρεῖττον ἢ κατὰ λόγον, ἐστὶν ὑπὲρ ἀπόδειξιν καὶ γίγνεται ὁ νοῦς, εἰ δὲ ἧττον ἢ κατὰ λόγον, οὐδʼ αὐτὸ κατὰ ἀπόδειξιν καὶ γίγνεται ἡ δόξα. καὶ γὰρ ἡ δόξα χείρων ἢ κατὰ ἀπόδειξίν ἐστιν· ἡ γὰρ δόξα ὡς ἀγνοοῦσα οὐκ ἀποδ.................... ὑπὲρ ἀπόδειξιν οὔσας.

`14.260`

Ἐπειδὴ δὲ τὴν ὑφʼ ἡμῶν ἐξηγουμένην ῥητορικὴν ἐπίκτητον οὖσαν οἳ μὲν πέρα τοῦ προσήκοντος ἐξαίροντες ἐπιστήμην ὠνόμασαν, ἄλλοι δὲ τέχνην αὐτὴν ἀπεκάλεσαν, ἕτεροι δὲ κακίζοντες ἐμπειρίαν ἀπεφήναντο, μάθωμεν, τί ἐπιστήμη, τί τέχνη, τί ἐμπειρία.

`14.261`

Εἴπωμεν δὲ πρῶτον, τί ἐστιν ἐπιστήμη· καὶ τί ἴδιον αὐτῆς, ἐντεῦθεν. οἳ μὲν τὴν ἐπιστήμην ὁριζόμενοι γνῶσιν ἄπταιστον οὐ κατώκνησαν λέγειν, ἄλλοι δὲ γνῶσιν τῶν ὑποκειμένων αὐτῇ πραγμάτων, καθὰ ἔχει φύσεως, εἶπον. Ἀλλʼ ἵνα μάθωμεν, τί ἐστι γνῶσις, τέσσαρά τινα κεφάλαια εἴπωμεν παρακείμενα ἀλλήλοις κατὰ τὴν φωνήν, διαφέροντα δὲ κατὰ τὸ σημαινόμενον, εἰσὶ δὲ ταῦτα· γνωστικόν, γνωστόν, γνωστική, γνῶσις. γνωστικόν ἐστιν αὐτὸ τὸ γιγνῶσκον ὡς ἐπὶ τοῦ ἀνθρώπου· ὁ γὰρ ἄνθρωπος γνωστικὸν ζῷόν ἐστι. γνωστὸν δέ ἐστιν αὐτὸ τὸ πρᾶγμα τὸ γιγνωσκόμενον καὶ ἔχον φύσιν τοῦ γιγνώσκεσθαι ἤτοι καταλαμβάνεσθαι. γνωστικὴ δὲ  <span class="gap">…</span> ὡς ἐπὶ τῆς ἡμετέρας διανοίας. γνῶσις δὲ αὐτὴ ἡ ἐνέργεια ἤτοι γε ἀντίληψις, ἥτις μεταβαίνει καὶ διακονεῖ μεταξὺ τοῦ γιγνωσκομένου καὶ τοῦ γιγνώσκοντος. σύνηθες δὲ ἦν τοῖς παλαιοῖς τὰς ἕξεις γνώσεις ἐπονομάζειν. ἕξις δέ ἐστιν ἐπίκτητον πρᾶγμα, ὡς ἐπὶ τῆς ῥητορικῆς καὶ τῆς φιλοσοφίας· καὶ αὐτὴν γὰρ οὖσαν τὴν φιλοσοφίαν ἕξιν γνῶσιν θείων τε καὶ ἀνθρωπίνων πραγμάτων ἀπεφήναντο. —Σαφηνίσωμεν δὲ καὶ τὰ λοιπὰ μέρη τοῦ ὅρου τῆς ἐπιστήμης. «γνῶσις», φησί, «τῶν ὑποκειμένων αὐτῇ πραγμάτων». πᾶσα τέχνη καὶ πᾶσα ἐπιστήμη ἔχει καὶ ὑποκείμενον, ἔχει καὶ τέλος· καὶ ὑποκείμενον μέν ἐστι, περὶ ὃ καταγίνεται, περὶ ὃ ἐνεργεῖ, τέλος δέ ἐστιν, οὗ χάριν πάντα, αὐτὸ δὲ οὐδενός. ἐπὶ τῆς τεκτονικῆς δὲ γυμνάσωμεν τὸν λόγον· ἔχει ὑποκείμενον ἡ τεκτονικὴ τὰ ξύλα, τέλος δὲ τὸ ποιῆσαι θρόνον ἢ ἄλλο τι τοιοῦτο ἁρμόζον τῇ τεκτονικῇ· διὰ τοῦτο γὰρ πάντα γίνεται. «καθὰ ἔχει φύσεως» καλῶς προσέθηκεν ὁ τοῦ ὅρου πατήρ· αἱ γὰρ ἐπιστῆμαι περὶ τὰ καθόλου καταγίνονται καὶ ἀεὶ ὡσαύτως ἔχοντα, αἱ δὲ τέχναι περὶ τὰ μερικώτερα τὰ ἐν ῥοῇ ὄντα καὶ ἀπορροῇ· «καθὰ οὖν ἔχει φύσεως», αἱ ἐπιστῆμαι γιγνώσκουσι τὰ πράγματα, τουτέστιν ὄντως καὶ ἀληθῶς, ὡς ἐξ αὐτῆς τῆς φύσεως προῆλθον.

Μαθόντες, ὅ τί ἐστιν ἐπιστήμη, μάθωμεν, τί ἴδιον αὐτῆς. ἴδιον ἐπιστήμης ἐστὶ τὸ πάντα μετὰ λόγου γινώσκειν καὶ ἀεὶ τὰ αὐτὰ περὶ τῶν αὐτῶν. δεῖ γὰρ εἰδέναι, ὅτι, ἐάν τις πρᾶγμα ἐπίσταται ἐκ τύχης ἢ ἐκ φύσεως, πολλάκις μὲν αὐτὸ γινώσκει, ἀλλʼ ὅμως ἀγνοῶν τὴν αἰτίαν ὀλιγάκις σφάλλεται· ὁ δὲ πάντα μετὰ λόγου γιγνώσκων οὐδέποτε τῆς ἀληθείας τὴν αἴσθησιν ἀποδιδράσκει. «ἀεὶ» δὲ «τὰ αὐτά» πρόσκειται, ἐπειδὴ οὐκ ἐκ πλάνης τινὸς ἡ ἐπιστήμη βιαζομένη ἄλλοτε ἄλλως λέγει ἀλλʼ ἀεὶ τὰ αὐτά· ἐρωτώμενος γὰρ ὁ ἀστρολόγος, ποῦ ἐστιν ἡ σελήνη, ἐν τῇ πρώτῃ τῇ καθʼ ἡμᾶς σφαίρᾳ φήσει. καλῶς δὲ πρόσκειται καὶ τὸ «περὶ τῶν αὐτῶν»· οὐδὲ γὰρ περὶ τοῦ Ἑρμοῦ ὁ ἀστρολόγος ἐρωτώμενος τὰ περὶ τῆς σελήνης ἀποκρίνεται, ἀλλὰ «περὶ τῶν αὐτῶν» ἀποκρίνεται, περὶ ὧν καὶ ἐρωτᾶται.

`14.262–14.263`

Μάθωμεν δέ, τί ἐστι τέχνη καὶ τί ἴδιον αὐτῆς. «τέχνη ἐστὶ σύστημα ἐκ καταλήψεων ἐμπειρίᾳ συγγεγυμνασμένων πρός τι τέλος εὔχρηστον τῶν ἐν τῷ βίῳ», ἢ ὡς ἄλλοι ἐξηγοῦνται ἄνευ τοῦ «ἐμπειρίᾳ» ἐκτιθέμενοι τὸν ὅρον. ἑκάστην δὲ λέξιν κειμένην ἐν τῷ ὅρῳ βασανίσωμεν. «σύστημα» τουτέστιν ἄθροισμα· δεῖ γὰρ εἰδέναι, ὅτι πολλῶν θεωρημάτων σύστημά ἐστιν ἡ τέχνη, ὥσπερ καὶ ἡ ἰατρικὴ πολλῶν θεωρημάτων σύστημά ἐστι· τὸ γὰρ ἄθροισμα τῶν θεωρημάτων αὐτῆς αὐτὴν τὴν τέχνην συνίστησι· πολλὰ γὰρ θεωρήματα οἱ τῶν τεχνῶν ἐφευρεταὶ συναγαγόντες ἑκάστῃ τέχνῃ ἁρμοδίως συνῆψαν. «ἐκ καταλήψεων» τουτέστιν ἐξ ἐφευρέσεως· οὐ γὰρ ἐκ φύσεώς εἰσιν αἱ τέχναι ἀλλʼ ἐξ ἐφευρέσεως. «ἐμπειρίᾳ» τουτέστιν οὐχ ὡς ἔτυχε καὶ εἰκῇ τὰ θεωρήματα ἐξέθεντο οἱ παλαιοί, ἀλλʼ ἐμπειρίᾳ πρῶτον ἐδοκίμασαν τὴν τούτων ἀλήθειαν καὶ εἶθʼ οὕτως ἐξέθεντο. «συγγεγυμνασμένον» τουτέστιν ὅτι οὐκ ἠρκέσθησαν τῇ πείρᾳ μόνον οἱ θεωρημάτων διδάσκαλοι, ἀλλὰ καὶ συνεγύμνασαν τὰ θεωρήματα, ποίαν οἰκειότητα καὶ σχέσιν πρὸς ἄλληλα ἔχουσιν. «πρός τι τέλος εὔχρηστον τῶν ἐν τῷ βίῳ»· ἐντεῦθεν ὁ ὅρος διεχώρισε τὰς ἐπιστήμας καὶ τὰς κακοτεχνίας καὶ ματαιοτεχνίας ἀπὸ τῶν τεχνῶν. μέχρι γὰρ τούτου συμπεριελάμβανεν ὁ ὅρος καὶ ταύτας, ἐντεῦθεν δέ, ὡς εἴπομεν, διαχωρίζει τὰς μὲν ἐπιστήμας τοῦτον τὸν τρόπον· αἱ ἐπιστῆμαι οὐ πρός τι τέλος εὔχρηστον τῶν ἐν τῷ βίῳ εἰσίν, οἷον ὡς ἐπὶ τῆς φιλοσοφίας· αὕτη γὰρ οὐ κατὰ τὸν βίον ἡμῖν συμβάλλεται ἀλλʼ ὑπὲρ τὸν βίον· περὶ γὰρ ψυχῆς διαλαμβάνει. ἀλλὰ καὶ τὰς κακοτεχνίας διαχωρίζει· οὐδὲ γὰρ κακοτεχνία πρός τι τέλος εὔχρηστόν ἐστι τῶν ἐν τῷ βίῳ· πρὸς οἷς γὰρ οὐκ ὠφελεῖ ἡ κακοτεχνία, ἀλλὰ καὶ βλάπτει, ὡς ἐπὶ τῶν μαγγανευόντων ἢ τῶν κλεπτῶν. ἀλλʼ οὐδὲ ἡ ματαιοτεχνία συμβάλλεται τοῖς ἐν τῷ βίῳ, ὡς ἐπὶ τούτου τοῦ πολυτρήτου κέγχρου· τοῦτο γὰρ τί συμβάλλεται ἡμῖν εἰς τὸν βίον; τινὲς δὲ τὸ «ἐκ καταλήψεων» «ἐξ ὀργανικῶν» ἐξηγήσαντο, βιασάμενοι τὴν ἀλήθειαν· ἡ γὰρ ἐπιστήμη καὶ ἡ τέχνη ἕξις ἐστίν, ἡ δὲ ἕξις ἐν τῇ καρδίᾳ τῇ ἡμετέρᾳ ἐστί, τὰ δὲ ὀργανικὰ ὡς ἐπίπαν τῶν πλείστων τεχνῶν ὑλικά ἐστιν· ἀδύνατον δέ ἐστιν ἔχειν ὑλικὰ ὄργανα ἐν τῇ ἡμετέρᾳ καρδίᾳ.

`14.264`

Ἔλθωμεν δὲ καὶ εἴπωμεν, τί ἴδιον τέχνης ἐστίν. ἴδιον τέχνης ἐστὶ τὸ πάντα μετὰ λόγου εἰδέναι καὶ πολλάκις ἐπιτυχεῖν, ὀλιγάκις δὲ ἀποτυγχάνειν τῆς ἀληθείας. καίτοι εἰ ἴδιον τέχνης ἐστὶ τὸ πλειστάκις ἀληθεύειν, ὀλιγάκις δὲ ψεύδεσθαι, πῶς εὑρίσκομεν πολλοὺς πολλάκις μὲν ἀποτυγχάνοντας, ὀλιγάκις δὲ ἐπιτυγχάνοντας; καί φαμεν, ὅτι παρὰ τὴν τῶν μετιόντων ἀμαθίαν καὶ οὐ παρὰ τὴν τέχνην τοῦτο γίνεται, οὐ δεῖ δὲ τὰς τῶν προσώπων ἁμαρτίας ἐπὶ τὰ πράγματα μεταφέρειν. Πάλιν ἀποροῦσιν· εἰ ἴδιον τέχνης τὸ μετὰ λόγου πάντα εἰδέναι, διὰ τί εὑρίσκομεν πολλὰς τῶν τεχνῶν ἀλόγως δημιουργούσας τὰ αὐταῖς ὑποκείμενα; καὶ λέγομεν, ὅτι, κἂν κατὰ τοὺς μετιόντας ἄλογός ἐστι τῷ χρόνῳ ἡ παράδοσις εἰς λήθην ἐλθοῦσα, ἀλλʼ οὖν πᾶσα τέχνη κατὰ τοὺς οἰκείους λόγους ἤτοι κατʼ αὐτὴν τὴν ἀλήθειαν λόγους ἔχει καὶ αἰτίας τινάς· οὐκ ἔστι γὰρ τέχνη ποτὲ ἄνευ λόγου, ὥς φησι Πλάτων «τέχνην δὲ ἐγὼ οὐ καλῶ, ὃ ἂν εἴη ἄλογον πρᾶγμα». καίτοι εἰ πᾶσα τέχνη κατὰ τοὺς οἰκείους λόγους ἄπταιστός ἐστι, τί δήποτε μὴ λέγομεν καὶ αὐτὰς τὰς τέχνας ἐπιστήμας; ἐροῦμεν· ἡ ἐπιστήμη ἑκάστοτε ἄπταιστός ἐστι, πταίει δὲ παρὰ τὸν μετιόντα, ἡ δὲ τέχνη καὶ παρὰ τὸν μετιόντα πταιστή ἐστι καὶ παρὰ τὸ ὑποκείμενον. ὑποκείσθω γὰρ ἰατρὸς ἄριστος ὑγείαν τῷ κάμνοντι περιποιούμενος, κἀκεῖνος μὲν κατὰ τὴν οἰκείαν τέχνην ἄπταιστον τὴν ἰατρείαν προσφέροι τῷ κάμνοντι, ὁ δὲ κάμνων ἢ ἀπὸ ἀέρος ἢ ἀπὸ ἄλλου τινὸς βλαβεὶς πταιστὴν ἔδειξε τὴν τέχνην. οὐ γὰρ αἱ τέχναι περὶ τῶν καθόλου διαλαμβάνουσιν οὐδὲ περὶ τῶν ἀεὶ ὡσαύτως ἐχόντων, ἀλλὰ περὶ τῶν μερικωτέρων, τῶν ὄντων ἐν ῥοῇ καὶ ἀπορροῇ.

`14.265`

Πλατύτερον δὲ τὰ περὶ τῆς τέχνης διεξέλθωμεν καὶ εἴπωμέν τινα διαίρεσιν τῶν τεχνῶν· ἔστι δὲ αὕτη. τῶν τεχνῶν αἳ μὲν εἰσάπαξ εἰσὶ λογικαί, πράξεως κατὰ τὸ ἀναγκαῖον μὴ δεόμεναι, ὡς ἐπὶ τῆς ῥητορικῆς καὶ ποιητικῆς· θεωροῦμεν γὰρ πολλοὺς τῶν σκεπτομένων εἴτε ῥητορικὰ εἴτε ποιητικὰ μὴ γραφῇ τὰ ἑαυτῶν σκέμματα παραδόντας, εἰ καὶ τῷ Πλάτωνι οὐ δοκεῖ, τῷ τῆς διαιρέσεως πατρί· ὁ γὰρ Πλάτων καὶ πράξεως λέγει δεῖσθαι τὸν ῥήτορα, εἴ γε τῇ ὑποκρίσει κέχρηται· ἡ γὰρ ὑπόκρισις τὴν τῆς πράξεως ἀνεπλήρωσε χρείαν. αἳ δὲ τῶν τεχνῶν εἰσι πρακτικαί, λόγου κατὰ τὸ ἀναγκαῖον μὴ δεόμεναι, ὡς ἐπὶ τῶν βαναύσων τεχνῶν· αὗται γὰρ μᾶλλον πράξει ἤπερ λόγῳ κέχρηνται, ἐπεὶ δὲ ὁ λόγος σημαίνει τὴν αἰτίαν καὶ τὸν προφορικὸν καὶ ἕτερα, ἐνταῦθα λέγομεν λόγον οὐ τὸν σημαίνοντα τὴν αἰτίαν ἀλλὰ τὸν προφορικόν. αἳ δὲ τῶν τεχνῶν εἰσι μικταί. τῶν δὲ μικτῶν αἳ μέν εἰσιν ἐπʼ ἴσης λόγῳ καὶ πράξει κεχρημέναι, ὡς ἐπὶ τῆς κιθαρῳδίας. ἄλλο δέ ἐστι κιθαρῳδία καὶ ἄλλο κιθαριστική· κιθαρῳδία ἐστὶν ἡ εὔρυθμος συμφωνία τῶν χορδῶν καὶ τῆς ᾠδῆς, κιθαριστική ἐστιν ἡ μόνων τῶν χορδῶν εὐφωνία. αἳ δὲ τῶν τεχνῶν μᾶλλον λόγῳ κέχρηνται, ἧττον δὲ πράξει, ὡς ἐπὶ τῆς ὑποκριτικῆς· οἱ γὰρ ἐξηγηταὶ τὸν Ὀρέστην Εὐριπίδου ἐξηγούμενοι τοῦ Ὀρέστου πολλὰ λαλήσαντος ὀλίγῃ πράξει φασὶ κεχρῆσθαι τὸν ὑποκρινόμενον τὸν Μενέλαον· τοῦ γὰρ Ὀρέστου εἰρηκότος «ἀπόδος ὅσʼ ἔλαβες ἐμοῦ πατρὸς πάρα» σχηματίσασθαί φασι τὸν Μενέλαον ἤτοι τὸν ὑποκριτὴν καὶ ἀνανεῦσαι· ὅθεν καὶ ὁ ἐπιφερόμενος ἴαμβος, ὡς ἀνανενευκότος τοῦ Μενελάου νομίσαντος περὶ τῶν χρημάτων τὸν Ὀρέστην διαλέγεσθαι, ἐπιφέρεται οὕτως «οὐ χρήματʼ εἶπον.» εἰ δʼ οὖν, ἡ ὑποκριτικὴ λόγῳ μᾶλλον κέχρηται, ἧττον δὲ πράξει. τοῦτο δὲ καὶ ἐπὶ τῆς ῥητορικῆς ἔστω ἡμῖν παράδειγμα· λόγῳ γὰρ μᾶλλον κέχρηται, ἧττον δὲ πράξει. αἳ δὲ τῶν τεχνῶν πράξει μᾶλλον κέχρηνται, ἧττον δὲ λόγῳ  <span class="gap">…</span> ἐὰν ἐρωτήσῃ ὁ ἰατρός, πῶς παρῆλθε τὴν νύκτα ὁ κάμνων, καὶ τῆς τροφῆς εἴπῃ τὴν διαίτησιν τοῦ κάμνοντος.

`14.266`

Ἔλθωμεν δὲ καὶ εἴπωμεν, τί ἐστιν ἐμπειρία καὶ τί ἴδιον αὐτῆς. ἐμπειρία ἐστὶ κατά τινας τριβὴ ἄλογος ἐκ παρατηρήσεως γινομένη. «τριβὴ ἄλογος» τουτέστι γνῶσις ἄλογος· οὐδὲ γὰρ γινώσκει ὁ ἐμπειρικὸς ἰατρὸς τὰς αἰτίας. «ἐκ παρατηρήσεως δὲ γινομένη», ἐπειδὴ μιμητής ἐστιν ὁ ἐμπειρικὸς ἰατρὸς τοῦ δογματικοῦ· ὃ γὰρ ὁρᾷ ὁ ἐμπειρικός, τοῦτο καὶ μιμεῖται. —Ἄλλοι ὁριζόμενοι τὴν ἐμπειρίαν οὕτω λέγουσιν «ἐμπειρία ἐστὶ τήρησις καὶ μνήμη ἄλογος ἀνθρωπίνη τῶν πολλάκις καὶ ὡσαύτως ὀφθέντων». «μνήμη» καὶ «παρατήρησις» ἐκ παραλλήλου τὸ αὐτό. «ἄλογος» πρόσκειται διὰ τὸ μὴ γινώσκειν τοὺς ἐμπειρικοὺς τὰς αἰτίας. «ἀνθρωπίνη» πρόσκειται διὰ τὴν μνήμην καὶ τήρησιν τῶν ἀλόγων ζῴων· κἀκεῖνα γὰρ ἔχουσι μνήμην καὶ τήρησιν. «τῶν πολλάκις καὶ ὡσαύτως ὀφθέντων»· οὔτε γὰρ εἰσάπαξ θεωρῶν ὁ ἐμπειρικὸς ἀρκεῖται τῇ τηρήσει, ἀλλὰ πολλάκις θεωρῶν ταὐτὰ μιμεῖται ὡσαύτως γινόμενα.

`14.267`

Ἴδιον δὲ ἐμπειρίας κατά τινας τὸ ἀλόγως πάντα εἰδέναι καὶ ἄνευ αἰτίας. ἄλλοι δὲ λέγουσιν ἴδιον ἐμπειρίας τὸ πολλάκις μὲν ἀποτυγχάνειν, ὀλιγάκις δὲ ἐπιτυγχάνειν καὶ τοῦτο ἐκ τύχης. διὰ παραδείγματος δηλούσθω τὸ λεγόμενον. ἰατρός ποτέ τις ἄριστος θεωρήσας νέον τινὰ πυρέττοντα ἐν θέρει ἀπὸ ξανθῆς χολῆς προσήνεγκεν ὕδωρ τῷ νοσοῦντι μνησθεὶς τοῦ κανόνος τοῦ λέγοντος «τὰ ἐναντία τῶν ἐναντίων ἀναιρετικά» ἤτοι ἰάματα καὶ τοῦτο ποιήσας ἰάσατο τὸν κάμνοντα· τοῦτο θεωρήσας ὁ ἐμπειρικὸς ἰατρὸς προσήνεγκέ τισιν ὕδωρ πυρέττουσιν ἀγνοῶν τὰς αὐτῶν διαθέσεις, μὴ τὸν λόγον ἐπιστάμενος, καθʼ ὃν ἐκεῖνος ὁ ἰατρὸς προσήνεγκε τῷ πυρέσσοντι τὸ ὕδωρ, καὶ οὕτως ἀνεῖλε τοὺς πυρέσσοντας· μόλις δέ τις ἐξ αὐτῶν τῶν καμνόντων ἐσώθη ἐξ ἐκείνων ᾐτιωμένος, ὑφʼ ὧν κἀκεῖνος ὁ ἐκ τοῦ ἀρίστου ἰατροῦ ἰαθείς· καὶ ἰδού, ἡ ἐμπειρία πολλάκις μὲν ἀπέτυχεν, οὐδʼ ἅπαξ δὲ κατὰ τοὺς οἰκείους λόγους ἐπέτυχεν, ἀλλὰ κἀκεῖνος ὁ ἰαθεὶς ἐκ τύχης τινὸς ἐθεραπεύθη· εἰ μὴ γὰρ συνέβη ἐξ ἐκείνων αἰτιᾶσθαι, ἤμελλε καὶ αὐτὸς συναναιρεῖσθαι τοῖς ἄλλοις.

Τῆς ἐπιστήμης δὲ πρῶτον εἰκότως ἐμνημονεύσαμεν, ἐπειδὴ λογική ἐστι καὶ ἄπταιστος, τῆς δὲ τέχνης δεύτερον, ἐπειδὴ λογική ἐστι καὶ πταιστή, τῆς δὲ ἐμπειρίας τρίτης, ἐπειδὴ ἄλογός ἐστι καὶ πταιστή.

Ἀλλʼ ἔλθωμεν καὶ ζητήσωμεν καὶ ἐπὶ τῆς ῥητορικῆς τὰ εἰωθότα τέσσαρα κεφάλαια ζητεῖσθαι ἐπὶ παντὸς πράγματος ἀμφιβαλλομένου. δεῖ δὲ εἰδέναι, ὅτι οὐκ ἐπὶ παντὸς πράγματος ζητοῦμεν ταῦτα τὰ τέσσαρα κεφάλαια. οὔτε γὰρ ἐπὶ τοῦ πυρὸς ζητοῦμεν, εἰ ἔστι· καὶ γὰρ φανερὰν ὁρῶμεν τὴν ὕπαρξιν τούτου. οὕτως καὶ ἐπὶ τῆς ῥητορικῆς τὸ εἰ ἔστιν οὐ ζητοῦμεν· φανερὰ γάρ ἐστιν ἡ ὕπαρξις αὐτῆς. ἀλλʼ ἀντὶ τοῦ εἰ ἔστι ζητοῦμεν τὸ πόθεν τὴν ἔκπαλαι σύστασιν ἔσχεν ἡ ῥητορική. εἶτα τί ἐστι· καὶ τοῦτο γὰρ συμβάλλεται ἡμῖν, ὡς δειχθήσεται. εἶτα τὸ ὁποῖόν τί ἐστιν· ἐν τούτῳ γὰρ γινώσκομεν τὰς διαιρέσεις αὐτῆς. εἶτα διὰ τί ἐστιν· ἐν τούτῳ γὰρ τῷ κεφαλαίῳ τὸν σκοπὸν τῆς ῥητορικῆς ἔχομεν μαθεῖν.

`14.268`

Τούτων οὕτως ἡμῖν προτυπωθέντων  <span class="gap">…</span> . οἳ μὲν τῶν ἐξηγητῶν μυθικαῖς ἀπάταις τερπόμενοι ἐξηγοῦνται τὴν ῥητορικὴν εἶναί ποτε ἐν τοῖς θεοῖς καὶ παραφέρουσι τὸ Ὁμηρικὸν ἔπος ἐκεῖνο

  
«οἱ δὲ θεοὶ πὰρ Ζηνὶ καθήμενοι ἠγορόωντο»·  
τὸ γὰρ «ἠγορόωντο» εἶδος θέλουσι λέγειν τῆς ῥητορικῆς, τουτέστι τὸ δημηγορικόν. —Ἡμεῖς δέ φαμεν, ὅτι πάντα τὰ ἀγαθὰ ἡ θεία φύσις ἡμῖν ἐχαρίσατο. τὴν δὲ ῥητορικὴν ἡμεῖς παρὰ τοῖς θεοῖς οὐ λέγομεν γεγονέναι· τὴν γὰρ πλείστην δύναμιν τῆς ῥητορικῆς ἐν τῷ προφορικῷ λόγῳ θεωροῦμεν, ὁ δὲ προφορικὸς λόγος καὶ ὀδόντων χρῄζει καὶ ὑπερῴας καὶ τῶν ἄλλων σωματικῶν ὀργάνων, ἐπὶ δὲ τοῦ θεοῦ τὸ λέγειν τὰ τοιαῦτα πάσης ἐστὶν ἀτοπίας ἀνάμεστον· ἄλλως τε δὲ καὶ παρὰ τοῖς ποιηταῖς ἄλλως λέγονται καὶ ἄλλως νοοῦνται.

`14.269`

Εἶτα δὲ λέγουσιν, ὅτι μετὰ τοὺς θεοὺς εἰς τοὺς ἥρωας μεταβέβηκεν ἡ τέχνη, εἴ γε θεωροῦμεν τὸν Πρίαμον τῷ ἐγκωμιαστικῷ εἴδει κεχρημένον, ὡς ὅταν λέγῃ

  
«ὦ μάκαρ Ἀτρείδη, μοιρηγενές, ὀλβιόδαιμον»,  
τῷ δὲ συμβουλευτικῷ τὸν Νέστορα διαλεγόμενον πρὸς τὸν Ἀγαμέμνονα καὶ τὸν Ἀχιλλέα, τῷ δὲ δικανικῷ τὸν Ἰθακήσιον Ὀδυσσέα· φησὶ γὰρ περὶ αὐτοῦ ὁ ποιητὴς

  
«καὶ ἔπεα νιφάδεσσιν ἐοικότα χειμερίῃσιν».  
καὶ λοιπὸν βαθμηδὸν εἰς τὸ κοινὸν τῶν ἀνθρώπων ἦλθεν ἡ ῥητορική· θεωροῦμεν γὰρ ἀνδράποδα βάρβαρα παντὸς ἄμοιρα λόγου ἐπαινοῦντας ἀλλήλους καὶ ψέγοντας καὶ ἀπολογουμένους καὶ κατηγοροῦντας, ἅπερ εἰσὶν ἴδια τῆς ῥητορικῆς. —Πρὸς ταῦτα δέ φαμεν, ὅτι οὐδέποτε τὴν τῶν ἡρώων ἐκείνων εὔρυθμον προφορὰν ῥητορικὴν ἀποκαλοῦμεν, ἀλλὰ μᾶλλον εἴδησιν λογισμοῦ καὶ ὀξύτητα τῶν ἄλλων πλείονα· οὔτε δὲ τὴν ἐν τῷ κοινῷ ῥητορικὴν λέγομεν· τέχνην γὰρ πάντως οὐκ ἔχει. τοῦτο δὲ λέγομεν, ὅτι τῶν πραγμάτων τὰ μὲν ἐκ φύσεώς εἰσι μόνως, ὡς ἐπὶ τοῦ λίθου, τὰ δὲ ἐκ φύσεως καὶ τέχνης, ὡς ἐπὶ τοῦ θρόνου· ἐκ τῆς φύσεως γὰρ ἡ τέχνη λαβοῦσα τὴν ὕλην τὸν θρόνον ἀπετέλεσεν. ἡ οὖν ῥητορικὴ ἐν τῷ κοινῷ ὕλης τάξιν ἐπέχει.

`14.270–14.271`

Ἀλλʼ ἵνα γνῶμεν τὴν ἀρχαίαν αὐτῆς ὕπαρξιν, πέντε τινὰ περιστατικὰ ζητήσωμεν κεφάλαια, πρόσωπον, τόπον, χρόνον, τρόπον, αἰτίαν. περιστατικὰ δὲ λέγονται παρὰ τὸ περιίστασθαι αὐτὰ ἑκάστῳ πράγματι. ταῦτα δὲ διʼ ἱστορίας ὑφηγησόμεθα. Γέλα πόλις ἐστὶ τῆς Σικελίας. ταύτης τύραννος ἐγένετο Ἱπποκράτης τις. τούτῳ παραδυναστεύουσι δύο τινές, Γέλων καὶ Ἐναίσιμος. καὶ δὴ ἀποθανόντος τοῦ Ἱπποκράτους ἐπεθύμησαν οὗτοι οἱ παραδυναστεύοντες τῆς τυραννίδος. καὶ ὁ μὲν Ἐναίσιμος ἔρχεται εἰς τὴν Ῥόδον κἀκεῖ τυραννεῖ τῶν ἰδίων πολιτῶν· ἦν γὰρ Ῥόδιος. ὁ δὲ Γέλων ἔμεινε βασιλεύων ἐν τῇ Γέλᾳ τῇ πόλει· ὕστερον δὲ εἰς ἀτυχίαν τῆς τυραννίδος αὐτῷ καὶ τῶν πραγμάτων κατασταθέντων οὐκέτι ἔμεινεν ἐν τῇ πόλει τῇ Γέλᾳ, ἀλλʼ ἔρχεται ἐν τῇ Συρακούσσῃ—ἔστι δὲ ἡ Συράκουσσα μητρόπολις τῆς Σικελίας—κἀκεῖ διέτριβε τυραννῶν. μετὰ θάνατον τοῦ Γέλωνος ἐτυράννησεν Ἱέρων, οἳ δὲ λέγουσιν ὁ ἀδελφὸς αὐτοῦ, ἄλλοι λέγουσιν ὁ υἱὸς αὐτοῦ. παρεδυνάστευσε δὲ τούτῳ Κόραξ τις. οὗτος ὁ Κόραξ, ὅπερ ἂν ἐβούλετο παρὰ τῷ βασιλεῖ, μεγάλως ἠκούετο. μετὰ θάνατον τούτου τοῦ Ἱέρωνος τυραννεῖσθαι οὐκέτι ἤθελον οἱ Συρακούσσιοι. λέγεται γάρ, ὅτι τοσοῦτον ὠμότητι ἐχρήσατο κατʼ αὐτῶν, ὥστε προστάξαι τοῖς Συρακουσσίοις μηδὲ φθέγγεσθαι τὸ παράπαν, ἀλλὰ διὰ ποδῶν καὶ χειρῶν καὶ ὀμμάτων σημαίνειν τὰ πρόσφορα καὶ ὧν ἄν τις ἐν χρείᾳ γένοιτο. ἔνθεν καὶ τὴν ὀρχηστικήν φασι λαβεῖν τὰς ἀρχάς· τῷ γὰρ ἀποκεκλεῖσθαι λόγου τοὺς Συρακουσσίους ἐμηχανῶντο σχήματι δεικνύειν τὰ πράγματα. δεδιὼς οὖν ὁ τῶν Συρακουσσίων δῆμος, μή πως εἰς ὅμοιον ἐμπέσοι τύραννον, οὐκέτι τυράννῳ τὰ πράγματα κατεπίστευσε· λοιπὸν ἐγένετο δημοκρατία πάλιν ἐν τοῖς Συρακουσσίοις. καὶ ἤθελεν οὗτος ὁ Κόραξ πείθειν καὶ τὸν ὄχλον καὶ ἀκούεσθαι, καθάπερ καὶ ἐπὶ τοῦ Ἱέρωνος ἠκούετο. σκοπήσας δέ, ὡς ὁ δῆμος ἀστάθμητον καὶ ἄτακτον πέφυκε πρᾶγμα, καὶ ἐννοήσας, ὅτι λόγος ἐστίν, ᾧ ῥυθμίζεται ἀνθρώπου τρόπος, ἐσκόπησε διὰ λόγου ἐπὶ τὰ πρόσφορα τὸν δῆμον καὶ προτρέπειν καὶ ἀποτρέπειν. εἰσελθὼν οὖν ἐν τῇ ἐκκλησίᾳ, ἐν ᾗ ὁ πᾶς συνηθροίσθη δῆμος, ἤρξατο λόγοις πρότερον θεραπευτικοῖς καὶ κολακευτικοῖς τὴν ἐκκλησίαν καὶ τὸ θορυβῶδες καταπραῧναι τοῦ δήμου, ἅτινα καὶ προοίμια ἐκάλεσε. μετὰ δὲ τὸ καταπραῧναι καὶ κατασιγάσαι τὸν δῆμον ἤρξατο περὶ ὧν ἔδει συμβουλεύειν τῷ δήμῳ καὶ λέγειν ὡς ἐν διηγήσει καὶ μετὰ ταῦτα ἀνακεφαλαιοῦσθαι καὶ ἀναμιμνῄσκειν ἐν συντόμῳ περὶ τῶν φθασάντων καὶ ὑπʼ ὄψιν ἄγειν τὰ λεχθέντα τῷ δήμῳ· ἅπερ ἐκάλεσε προοίμιον, διήγησιν, ἀγῶνας, παρέκβασιν, ἐπίλογον. διὰ τούτων γὰρ ἐμηχανᾶτο τὸν δῆμον πείθειν καθάπερ ἕνα ἄνθρωπον. Προοίμιον δὲ λέγεται, τὸ προτιθέμενον τοῦ λόγου· οἶμος γάρ ἐστιν ἡ ὁδός. διήγησις, ἔνθα τις τὴν τοῦ πράγματος ποικιλίαν διηγεῖται. ἀγῶνες δέ, ἔνθα παράγει διʼ ἐναργῶν ἀποδείξεων ὁ ἐπιδεικνύμενος ὅτι ἀληθεύει. παρέκβασις δέ ἐστιν, ἡνίκα τις πρὸς ἐπικουρίαν τῶν λεγομένων παρʼ αὐτοῦ πειρώμενος δεῖξαι, ὅτι ἀληθεύει, καὶ τὰ πρὸ τοῦ πράγματος διηγεῖται. ἐπίλογος δὲ ἡ ἀνακεφαλαίωσις τῶν καιρίων πραγμάτων τῶν προτεθέντων ἐν τῷ λόγῳ. ταῦτα δὲ διὰ παραδείγματος σαφηνίσωμεν. Προοίμιόν ἐστιν, ὡς ὅταν τις ἐξευμενιζόμενος τοὺς δικαστὰς κατά τινος ποιούμενος τοὺς λόγους εἴπῃ «ἄνδρες δικασταὶ δικαιότατοι» καὶ ὅσα ἕτερά εἰσιν ἐξευμενιζόμενα τοὺς δικαστάς. διήγησις δέ ἐστιν, ὡς ὅταν εἴπῃ κατηγορῶν τοῦ τυχόντος, ὅπως παρηκολούθησαν τὰ κατʼ αὐτόν, οἷον «χρυσὸν παρακατεθέμην τῷ δεῖνι καὶ βούλεταί με τούτου στερίσκειν»· καὶ ἁπλῶς εἰπεῖν διήγησίς ἐστιν, ἡνίκα τις διηγεῖται τὴν τοῦ πράγματος ὑπόθεσιν. Ἀγῶνες δέ εἰσιν, ὅταν ὁ κατηγορῶν ἀγωνίζηται δεῖξαι ἀληθῆ τὰ παρʼ αὐτοῦ λεγόμενα. παρέκβασις δέ ἐστιν, ἡνίκα παρεξέρχεται τοῦ πράγματος καὶ φέρε εἰπεῖν διηγεῖται καὶ τὴν προτέραν τοῦ ἐναγομένου διαγωγήν, πειρώμενος δεῖξαι αὐτὸν καὶ πρὸ τούτου κάκιστον ὑπάρχοντα. ἐπίλογος δέ ἐστι τῶν καιρίων πραγμάτων ἀνακεφαλαίωσις.

Πέντε δέ εἰσί τινα περιστατικὰ ἑκάστου πράγματος, ταῦτα δὲ διὰ τῆς ἱστορίας καὶ ἐπὶ τῆς ῥητορικῆς ἐμάθομεν· πρόσωπον τὸν Κόρακα, τὸν ἐφευρόντα τὴν ῥητορικήν· τόπον τὴν Σικελίαν· χρόνον, ὅτι μετὰ θάνατον Γέλωνος καὶ Ἱέρωνος ἐφεῦρεν ὁ Κόραξ τὴν ῥητορικήν· τρόπον τὰ μέρη τὰ πέντε τοῦ λόγου· αἰτίαν διὰ τὸ πεῖσαι πάντας ὡς ἕνα ἄνθρωπον.

`14.272`

Οὗτος ὁ Κόραξ οὐ φθόνῳ κρατούμενος τὴν τῆς ῥητορικῆς κηρύττει διδασκαλίαν, πάντας διδάσκειν ἐπαγγελλόμενος ἐπὶ ὡρισμένῳ ποσῷ. Τισίας δέ τις ἀκούσας, ὅτι τὸ πείθειν ἐπαγγέλλεται διδάσκειν ἡ ῥητορική, προσέρχεται αὐτῷ ὡς μαθεῖν βουλόμενος τὴν τέχνην καὶ δὴ πᾶσαν εἰς ἄκρον διδάσκεται. στερίσκειν δὲ ἐπεχείρει τὸν Κόρακα τοῦ μισθοῦ· διὸ καὶ δικαστήριον συνεκροτήθη. ἐν δὲ τῷ δικαστηρίῳ φησὶν ὁ Τισίας πρὸς τὸν Κόρακα τῷ διλημμάτῳ σχήματι χρησάμενος— διλήμματον δὲ σχῆμά ἐστι λόγος ἐκ δύο προτάσεων ἐναντίων τὸ αὐτὸ πέρας συνάγων—«ὦ Κόραξ, τί ἐπηγγείλω διδάσκειν;» ὁ δὲ Κόραξ φησὶ «τὸ πείθειν ὃν ἂν θέλῃς». πρὸς ταῦτα δὲ ὁ Τισίας «εἰ μὲν τὸ πείθειν με ἐδίδαξας, ἰδοὺ πείθω σε μηδὲν λαμβάνειν· εἰ δὲ τὸ πείθειν με οὐκ ἐδίδαξας, καὶ οὕτως οὐδέν σοι παρέχω, ἐπειδὴ οὐκ ἐδίδαξάς με τὸ πείθειν». πρὸς ταῦτα λέγουσι φῆσαι τὸν Κόρακα τῷ αὐτῷ σχήματι χρησάμενον «εἰ μὲν τὸ πείθειν διδαχθεὶς πείθεις με μὴ λαβεῖν, δοῦναι ὀφείλεις τὸν μισθὸν ὡς διδαχθεὶς τὸ πείθειν· εἰ δὲ καὶ πάλιν οὐ πείθεις με μὴ λαβεῖν, καὶ οὕτως ὀφείλεις δοῦναι τὸν μισθόν· οὔτε γὰρ ἔπεισάς με τοῦ μὴ λαβεῖν τὸν μισθόν». πρὸς ταῦτα οἱ δικασταὶ ἀντὶ ψήφου εἶπον «κακοῦ κόρακος κακὰ ᾠά»· ὥσπερ γὰρ ὁ κόραξ καὶ τὰ τούτου ᾠὰ ἄχρηστα ἡμῖν εἰσι πρὸς βρῶσιν, οὕτως καὶ ὑμεῖς ἄχρηστοί ἐστε πρὸς διοίκησιν πραγμάτων διὰ τὴν ἄκραν δεινότητα, ἢ οὕτως «ὥσπερ οἱ νεοττοὶ τῶν κοράκων βρῶσιν ἱκανὴν παρὰ τῶν γονέων μὴ λαμβάνοντες τοὺς γονεῖς ἐσθίουσιν, οὕτως καὶ ὑμεῖς ἀλλήλους ἐσθίετε». λέγουσι δέ τινες, ὅτι προϋπῆρχεν αὕτη ἡ παροιμία καὶ προσφόρως οἱ δικασταὶ αὐτῇ ἐχρήσαντο.

`14.273`

Ὁ Τισίας δὲ ἐκεῖνος ἀπελθὼν ἤρξατο διδάσκειν καὶ πλατύνειν τὴν ῥητορικήν. Γοργίας δέ τις Λεοντῖνος— Λεοντίνη δέ ἐστι πόλις τῆς Σικελίας—μαθητεύει τῷ Τισίᾳ καὶ μετὰ τὸ μαθεῖν ὑποστρέφει οἴκαδε.

Εἴπωμεν δὲ καί, πῶς ἐν Ἀθήναις ἤκμασεν ἡ ῥητορική. γενομένου πολέμου μεταξὺ Λεοντίνων καὶ ἄλλων ἐπιχωρίων, ἐδεήθησαν οἱ Λεοντῖνοι συμμαχίας ἐκ τῶν Ἀθηναίων· καὶ δὴ βουλεύονται, τίνα ὤφελον στεῖλαι ἱκανὸν πρὸς αὐτούς, καὶ πέμπουσι τὸν Γοργίαν πρὸς Ἀθηναίους ὡς εἰδότα τὸ πείθειν. ἐλθόντος δὲ Γοργίου εἰς τὰς Ἀθήνας ἐπεδείξατο ἐκεῖ λόγον καὶ εὐδοκίμησε πάνυ, ὥστε, ἡνίκα ἐπεδείκνυτο λόγον ὁ Γοργίας, ἑορτὴν ἄπρακτον ἐποίουν οἱ Ἀθηναῖοι καὶ λαμπάδας τοὺς λόγους αὐτοῦ ὠνόμασαν. κατέσχον δὲ αὐτὸν ἐν Ἀθήναις, τὴν συμμαχίαν πέμψαντες ἐν τῇ Λεοντίνῃ. κατʼ ἐκεῖνο δὲ καιροῦ πολλοὶ τῶν Ἀθηναίων τῶν ἐπὶ φιλοσοφίᾳ διαπρεψάντων ἐάσαντες αὐτὴν τὴν φιλοσοφίαν τὴν ῥητορικὴν ἐπαιδεύοντο· διόπερ φασὶ καὶ Πλάτωνα διαφθονοῦντα ἐπὶ τῷ τοιούτῳ ποιῆσαι τὸν Γοργίαν τὸν διάλογον, ἐν ᾧ πολλὰ κατατρέχει τῆς ῥητορικῆς. —Ἐκ τῶν οὖν Ἀθηναίων καὶ οἱ δέκα ῥήτορες ἡμῖν ἐξεφάνησαν, ὧν πρῶτός ἐστιν Ἀντιφῶν ὁ Ῥαμνούσιος· Λυσίας ὁ Κεφάλου, Ἰσοκράτης, Ἰσαῖος, Ἀνδοκίδης, Δημοσθένης, Αἰσχίνης, Λυκοῦργος, Ὑπερίδης, Δείναρχος.

Ἐπεὶ δὲ δημοκρατίας ἀνωτέρω ἐμνήσθημεν, εἴπωμέν τινα διαίρεσιν περὶ πολιτειῶν. ἀλλʼ εἴπωμεν πρῶτον, τί ἐστι πολιτεία. πολιτεία ἐστὶ τρόπος, ᾧπερ ἕκαστος διοικεῖται τόπος, τουτέστι καθʼ ὃν νόμον ἕκαστος τόπος διοικεῖται· νόμον δὲ λέγω οὐ πάντως τὸν ἐγγράφως κείμενον ἀλλὰ καὶ τὸν ἀγράφως· πλεῖστα γὰρ ἔθνη ἀγράφοις νόμοις διοικεῖται.

`14.274`

Ἡ δὲ πολιτεία τριχῶς διαιρεῖται, τῆς φύσεως τῶν πραγμάτων οὕτως ἀναγκαζούσης· ἢ γὰρ εἷς ἄρχει καὶ λέγεται τὸ τοιοῦτο μοναρχία ἢ ὀλίγοι καὶ λέγεται ὀλιγαρχία ἢ πᾶσα ἡ πόλις καὶ λέγεται δημοκρατία. ταῦτα δὲ τὰ τρία διττῶς διαιροῦνται· ἢ γὰρ μοναρχία κατὰ νόμον ἐστὶ καὶ λέγεται βασιλεία ἢ παρὰ νόμον καὶ λέγεται τυραννίς· καὶ πάλιν ἡ ὀλιγαρχία ἢ κατὰ νόμον ἄρχει καὶ λέγεται ἀριστοκρατία ἢ παρὰ νόμον καὶ λέγεται ὀλιγαρχία ὁμοίως τῷ γενικῷ ὀνόματι· ὡσαύτως δὲ καὶ ἡ δημοκρατία ἢ κατὰ νόμον ἄρχει καὶ λέγεται δημοκρατία ἢ πραὰ νόμον καὶ λέγεται ὀχλοκρατία· τὸ γὰρ τοῦ ὄχλου ὄνομα ἐπὶ κακοῦ ἐλάμβανον οἱ παλαιοί.

Εἴπωμεν δὲ κοινωνίας αὐτῶν κατὰ τὸ ποιὸν καὶ διαφορὰς κατὰ τὸ ποσόν. Κοινωνεῖ τῇ βασιλείᾳ ἡ ἀριστοκρατία καὶ ἡ δημοκρατία κατὰ τὸ ποιόν· ἕκαστον γὰρ αὐτῶν κατὰ νόμον ἄρχει. διαφέρει δὲ κατὰ τὸ ποσόν· ἐπὶ γὰρ τῆς βασιλείας εἷς ἄρχει, τῆς ἀριστοκρατίας ὀλίγοι, τῆς δημοκρατίας πᾶσα ἡ πόλις. Κοινωνοῦσι πάλιν κατὰ τὸ ποσὸν ἡ τυραννὶς καὶ ἡ βασιλεία, ἐπειδὴ ἀμφοτέρων εἷς ἄρχει. διαφέρουσι δὲ κατὰ τὸ ποιόν· ἄλλο γάρ ἐστι τυραννὶς καὶ ἄλλο βασιλεία. Ὁμοίως καὶ ἡ ἀριστοκρατία καὶ ἡ ὀλιγαρχία κοινωνοῦσι κατὰ τὸ ποσόν· ἀμφοτέρων γὰρ ὀλίγοι ἄρχουσι. διαφέρει δὲ κατὰ τὸ ποιόν· ἄλλο γάρ ἐστιν ἀριστοκρατία καὶ ἄλλο ὀλιγαρχία. Πάλιν κοινωνοῦσι κατὰ τὸ ποσὸν ἡ δημοκρατία καὶ ἡ ὀχλοκρατία· ἀμφοτέρων γὰρ πολλοὶ ἄρχουσι. διαφέρει δὲ κατὰ τὸ ποιόν· ἄλλο γὰρ τοῦτο καὶ ἄλλο ἐκεῖνο.

`14.275`

Ἐντεῦθεν ἀξιοῦσί τινες τὰς πολιτείας ἓξ λέγειν, βασιλείαν, τυραννίδα, ἀριστοκρατίαν, ὀλιγαρχίαν, δημοκρατίαν, ὀχλοκρατίαν. ἡμεῖς δὲ τρεῖς εἶναί φαμεν· αἱ γὰρ ἄλλαι ἐκπτώσεις αὐτῶν εἰσιν· ὥσπερ γὰρ ἰατρικὴν οὐ λέγομεν τὴν ἀποτυχίαν τῆς ὑγείας ἀλλὰ τὴν ὑγείας περιποιητικήν, οὕτως καὶ ἐνταῦθα οὐ λέγομεν τὰς ἐκπτώσεις πολιτείας.

Ὁ Πλάτων δὲ περὶ πολιτείας μνημονεύσας λέγει, ὅτι ἡ πολιτεία διττή ἐστιν, ἢ κατὰ λόγον καὶ γίνεται βασιλεία ἤτοι ἀριστοκρατία — ἡ γὰρ ἀριστοκρατία καὶ ἡ βασιλεία παρὰ Πλάτωνι ταὐτόν ἐστιν — ἢ κατὰ πάθος, καὶ τοῦτο διττόν, ἢ κατὰ θυμὸν ἢ κατὰ ἐπιθυμίαν· καὶ εἰ μὲν κατὰ θυμόν, γίνεται ἡ δημοκρατία· οἱ γὰρ ἐν πόλεσι διατρίβοντες θυμικοὶ ὄντες λόγον τιμῆς ποιούμενοι ἄρχουσι. καὶ τὸ κατʼ ἐπιθυμίαν διττόν, ἢ κατὰ φιλοχρηματίαν καὶ γίνεται ἡ ὀλιγαρχία· ὀλίγοι γὰρ ἄρχουσιν· ἢ κατὰ φιληδονίαν καὶ γίνεται ὀχλοκρατία· ταῖς ἡδοναῖς γὰρ ἕκαστος ἁλισκόμενος ἄρχειν ἐπιθυμεῖ.

`14.276–14.277`

Μαθόντες δέ, ὅτι ἔστιν ἡ ῥητορική, ἔλθωμεν ἀκολούθως καὶ ἐπὶ τὸ τί ἐστιν· ἀλλὰ πρὸ τοῦ ταύτην ὁρίσασθαι μάθωμεν, τί ἐστιν ὅρος καὶ πόθεν εἴρηται καὶ πόθεν λαμβάνεται καὶ τί ἀρετὴ ὅρου. ὅρος τοίνυν ἐστὶ λόγος σύντομος, δηλωτικὸς τῆς φύσεως τοῦ ὑποκειμένου πράγματος. ἰστέον, ὅτι πάντα τὰ ὄντα ἢ διὰ μιᾶς λέξεως σημαίνονται ἢ διὰ πλειόνων, καὶ ὅτε μὲν διὰ μιᾶς, ἀκούει τὸ τοιοῦτο ὄνομα, ὅτε δὲ διὰ πλειόνων, ἀκούει τὸ τοιοῦτο λόγος. διὰ τοῦτο δὲ πρόσκειται «λόγος», ἐπειδὴ ἐκ πλειόνων λέξεων σύγκειται ὁ ὅρος. «σύντομος» πρόσκειται διὰ τοὺς διηγηματικοὺς λόγους, διὰ τὸν Παραπρεσβείας. «δηλωτικὸς δὲ τῆς φύσεως τοῦ ὑποκειμένου πράγματος» διὰ τὰ λεγόμενα ἀποφθέγματα, οἷον «μέτρον ἄριστον»· τὰ γὰρ ἀποφθέγματα λόγοι εἰσὶ καὶ σύντομοι ἀλλʼ οὐ δηλωτικοὶ τῆς φύσεως τοῦ ὑποκειμένου πράγματος· οὐδὲν γὰρ ὑπόκειται αὐτοῖς. —Ὅρος δὲ ὠνόμασται ἀπὸ μεταφορᾶς τῶν ὁροθεσίων. ὥσπερ γὰρ τὰ ὁροθέσια διαχωρίζουσι τήνδε τὴν γῆν ἀπὸ τῆς πλησιοχώρου ἤτοι ἀστυγείτονος, οὕτω καὶ ὁ ὅρος διαχωρίζει τὸ ὁριστὸν ἀπὸ τῶν κοινωνούντων αὐτῷ κατά τι· οἷον ὁ ἄνθρωπος ζῷόν ἐστιν, ἀλλὰ καὶ ὁ βοῦς, ἡνίκα δὲ λέγομεν «ζῷον λογικόν», διαχωρίζομεν τὸν ἄνθρωπον ἀπὸ τῶν ἀλόγων. «θνητόν» δὲ λέγοντες διαχωρίζομεν αὐτὸν ἀπὸ τῶν ἀγγέλων καὶ δαιμόνων. «νοῦ δὲ καὶ ἐπιστήμης δεκτικόν» προσθέντες ἐχωρίσαμεν αὐτὸν ἀπὸ τῶν μακραιώνων νυμφῶν· αὗται γὰρ οὔκ εἰσι νοῦ καὶ ἐπιστήμης δεκτικαί· ὅπερ γὰρ ἐκ φύσεως ἐπίστανται καὶ ἐκ τῆς πρώτης ἐκείνης γενέσεως, τοῦτο αὐτὸ ἀεὶ κέκτηνται. —Λαμβάνεται δὲ ὅρος ἀπὸ γένους καὶ συστατικῶν διαφορῶν. ἀλλʼ ἵνα σαφὲς ποιήσωμεν τὸ προκείμενον, μάθωμεν τί ἐστι γένος καὶ τί εἶδος καὶ τί διαφορά. Εἶδός ἐστι τὸ κατὰ πλειόνων καὶ διαφερόντων τῷ ἀριθμῷ ἐν τῷ τί ἐστι κατηγορούμενον, οἷον εἶδός ἐστιν ὁ ἄνθρωπος, ἀλλὰ καὶ «κατὰ πλειόνων» φέρεται, οἷον κατὰ Πλάτωνος, Σωκράτους, Ἀλκιβιάδου, ἀλλὰ καὶ «διαφερόντων τῷ ἀριθμῷ»· διαφέρουσι γὰρ ἀλλήλων Πλάτων καὶ Σωκράτης καὶ Ἀλκιβιάδης, κἂν μὴ κατὰ φύσιν, ἀλλʼ οὖν κατὰ τὸν ἀριθμόν· ἄλλη γὰρ ἡ μονὰς Σωκράτους καὶ ἄλλη Πλάτωνος. «ἐν δὲ τῷ τί ἐστι κατηγορούμενον», οἷον ἐν τῷ λέγειν ἡμᾶς «τί ἐστι Πλάτων;» λέγομεν «ἄνθρωπος», καὶ ἰδοὺ κατὰ Πλάτωνος φέρεται τὸ εἶδος. Γένος δέ ἐστι τὸ κατὰ πλειόνων καὶ διαφερόντων τῷ εἴδει ἐν τῷ τί ἐστι κατηγορούμενον, οἷον τὸ ζῷον κατὰ πλειόνων φέρεται, ἔστι γὰρ ζῷον ὁ ἄνθρωπος, λέγεται δὲ ζῷον καὶ ὁ ἵππος, καὶ ἰδοὺ κατὰ πλειόνων φέρεται, «διαφερόντων δὲ τῷ εἴδει»· διαφέρουσι γὰρ τῇ φύσει ὁ ἄνθρωπος καὶ ὁ ἵππος. «ἐν δὲ τῷ τί ἐστι κατηγορούμενον», ὡς ὅταν εἴπωμεν «τί ἐστιν ἵππος;» καὶ εἴπωμεν «ζῷον». Διαφορὰ δέ ἐστι τὸ κατὰ πλειόνων καὶ διαφερόντων τῷ εἴδει ἐν τῷ ὁποῖόν τί ἐστι κατηγορούμενον. «διαφορά» δέ ἐστιν οἷον τὸ λογικόν. καὶ φέρεται «κατὰ πλειόνων», κατὰ ἀνθρώπου, ἀγγέλου καὶ δαίμονος, ἀλλὰ καὶ «διαφερόντων τῷ εἴδει»· διαφέρει γὰρ τῷ εἴδει ἄνθρωπος, ἄγγελος, δαίμων. «ἐν δὲ τῷ ὁποῖόν τί ἐστι κατηγορούμενον», ἐν τῷ λέγειν ἡμᾶς «ὁποῖόν τί ἐστιν ἄνθρωπος;» λέγομεν ὅτι «ζῷον λογικόν». —Ἀρετὴ δὲ ὅρου ἐστὶ τὸ εἶναι αὐτὸν ἀπὸ οὐσιωδῶν φωνῶν. οὐσιώδης δὲ φωνή ἐστιν, ἧστινος χωρὶς οὐ δύναται εἶναι ἐκεῖνο, οὗ λέγεται εἶναι οὐσιώδης, οἷον τὸ λογικόν. τότε δέ εἰσιν οὐσιώδεις φωναὶ ἐν τῷ ὅρῳ, ὅτε συνέστηκεν ὁ ὅρος ἀπὸ γένους καὶ συστατικῶν διαφορῶν.

`14.278`

Ἀλλʼ ἔλθωμεν καὶ εἴπωμεν, τί ἐστι ῥητορική. οἱ περὶ Τισίαν καὶ Κόρακα ὁρίζονται αὐτὴν οὕτως «ῥητορική ἐστι πειθοῦς δημιουργός»· ἐπειδὴ γὰρ εὑρεταὶ αὐτῆς ἐγένοντο, ὡς βουλόμενοι αὐξῆσαι αὐτὴν ἐπιστήμην αὐτὴν ὡρίσαντο. εἰ δὲ τὸ τοῦ δημιουργοῦ ὄνομα οὐ κεῖται εἰ μὴ ἐπὶ τῶν ἀπταίστως τι ποιούντων, ἡ δὲ ῥητορικὴ οὐκ ἄπταιστός ἐστιν, ἄρα κακῶς ὡρίσαντο αὐτὴν εἰπόντες πειθοῦς δημιουργόν. κακῶς δὲ τῆς λέξεως ἐπελάβοντό τινες· οὐδὲ γὰρ ἐπὶ τῶν ἀπταίστως τι ποιούντων κεῖται μόνον τὸ δημιουργὸς ὄνομα, ἀλλὰ καὶ ἐπὶ τῶν τεχνιτῶν πολλάκις εὑρίσκεται λεγόμενον· ὤφειλον δὲ μᾶλλον ἐπιλαβέσθαι, ἐπειδὴ ἐπιστήμην αὐτὴν ὡρίσαντο. Ἐπιλαμβανόμενοι δὲ ἡμεῖς τοῦ ὅρου φαμὲν μὴ καλῶς ἔχειν αὐτόν· οὐδὲ γὰρ ἡ ῥητορικὴ μόνη ἐστὶ πειθοῦς δημιουργός, ἀλλὰ καὶ τὸ κάλλος καὶ τὰ χρήματα τὸ πείθειν ἐπίστανται. Ἄλλοι δὲ βουλόμενοι ὑγιᾶ τὸν ὅρον ποιῆσαι προστιθέασιν αὐτῷ τινας λέξεις ὁριζόμενοι οὕτως «ῥητορική ἐστι πειθοῦς δημιουργὸς διὰ λόγων ἢ ἐν λόγοις τὸ κῦρος ἔχουσα πιστευτικῶς, οὐ διδασκαλικῶς». διὰ τοῦτο εἰρήκαμεν «ἐν λόγοις τὸ κῦρος ἔχουσα» διὰ τὸ ἀντιδιαστέλλεσθαι αὐτὴν πρὸς τὰ χρήματα καὶ τὸ κάλλος· ἐκεῖνα γὰρ οὐ διὰ λόγων πείθουσιν. ἀλλʼ ἰδοὺ εὑρίσκομεν καὶ τὴν ἰατρικὴν διὰ λόγων πολλάκις πείθουσαν τοὺς ἀρρωστοῦντας εἴτε χειρουργηθῆναι εἴτε ἄλλο τι παθεῖν· μικτὴ δὲ οὖσα, ὡς ἀνωτέρω εἰρήκαμεν, ἡ ἰατρικὴ μᾶλλον πράξει κέχρηται, ἧττον δὲ λόγῳ. «πιστευτικῶς» δέ φησιν ὁ ὅρος, «οὐ διδασκαλικῶς». δεῖ γὰρ εἰδέναι, ὅτι ἡ διαλεκτικὴ ῥητορικὴ διδασκαλικὴ λέγεται· πάντῃ τε γὰρ καὶ πάντως πείθειν ἕκαστον ἐπαγγέλλεται. πιστευτικὴ δὲ λέγεται ἡ ῥητορικὴ αὕτη ἡ καθʼ ἡμᾶς, ἥτις οὐ πάντως ἐξ ἀνάγκης ἔχει τὸ πείθειν, ἀλλὰ θωπείᾳ τινὶ καὶ κολακείᾳ· διὰ γοῦν τὸ ἀντιδιαστέλλεσθαι αὐτὴν πρὸς τὴν διαλεκτικὴν τὸ «πιστευτικῶς» εἶπεν, «οὐ διδασκαλικῶς». ἀλλὰ καὶ οὗτος οὐ καλῶς ἔχει ὁ ὅρος· οὔτε γὰρ ἀντιστρέφει πρὸς ἑαυτόν· ἰδοὺ γὰρ ἡ φυσικὴ ῥητορικὴ καὶ πειθοῦς ἐστι δημιουργὸς καὶ διὰ λόγων ἔχει τὸ κῦρος καὶ πιστευτική ἐστιν.

`14.279`

Ἔλθωμεν δὲ καὶ εἴπωμεν καὶ τοὺς ὁριζομένους αὐτὴν ἐμπειρίαν καὶ τὸν ὅρον αὐτῶν. ἔστι δὲ Πλάτων ὁ φιλόσοφος ὁ λέγων αὐτὴν ἐμπειρίαν, φησὶ γὰρ «ῥητορική ἐστι πολιτικῆς μορίου εἴδωλον». ἀλλʼ ἵνα τοῦτο νοήσωμεν, εἴπωμέν τινα διαίρεσιν, ᾗτινι ὁ Πλάτων κέχρηται πρὸς τὸ σαφηνίσαι τὸν ὅρον αὐτοῦ λέγων οὕτως·

Ἔστι τι πρᾶγμα, ὃ καλεῖται χρηστὴ παρασκευή. αὕτη ἡ χρηστὴ παρασκευὴ πρόνοιαν ποιουμένη τοῦ ἀνθρώπου διεῖλεν ἑαυτὴν εἰς δύο καὶ τὸ μὲν τῇ ψυχῇ κατεμέρισε, τὸ δὲ τῷ σώματι, βουλομένη ἀμφότερα σῶσαι. καὶ τὸ μὲν τῆς ψυχῆς μέρος καλεῖται πολιτική, ἥτις πολιτικὴ ἢ τὴν παροῦσαν ὑγείαν διαφυλάττει τῆς ψυχῆς καὶ ποιεῖ τὸ νομοθετικόν—οἱ γὰρ νομοθέται παραλαβόντες ἡμᾶς πρὸ τοῦ ἁμαρτῆσαι ἐξέθεντο τοὺς νόμους—, ἢ τὴν ἀπολομένην ὑγείαν ἀνακαλεῖται καὶ ποιεῖ τὸ δικανικόν—οἱ γὰρ δικασταὶ διὰ μαστίγων καὶ ὀδυνῶν τὴν ἀπολομένην ὑγείαν ἀνακαλοῦνται—. τὸ δὲ τοῦ σώματος μέρος ἔμεινεν ἀπροσαγόρευτον καὶ οὐχ, ὡς τινὲς λέγουσιν, ὑπὸ τὴν πολιτικὴν ἀνάγεται· ὁ γὰρ Πλάτων οὐδὲν τοιοῦτο φαίνεται λέγων. εἰς δύο δὲ διεῖλε καὶ τοῦτο ἑαυτό· ἢ γὰρ τὴν παροῦσαν ὑγείαν διαφυλάττει καὶ ποιεῖ τὴν γυμναστικήν—ἡ γὰρ γυμναστικὴ διὰ τῶν συμμέτρων γυμνασιῶν ἀνακινοῦσα τὸ θερμὸν ὑγιῆ τὰ σώματα διαφυλάττει ἐξωθοῦσα τὰ περιττώματα—, ἢ τὴν ἀπολομένην ὑγείαν ἀνακαλεῖται καὶ ποιεῖ τὴν ἰατρικήν—ἡ γὰρ ἰατρικὴ τὴν ἀπολομένην ὑγείαν ἀνακαλεῖται—.

`14.280`

Παρυφέστηκε δὲ τῇ χρηστῇ παρασκευῇ εἴδωλόν τι, ὥσπερ καὶ ἐπὶ ἑκάστου πράγματος, ὡς ἡ σκιὰ τῷ σώματι, ὅπερ καὶ αὐτὸ δοκεῖ μιμεῖσθαι τὴν χρηστὴν παρασκευὴν καὶ διεῖλεν ἑαυτὸ εἰς δύο, ἀναμερίσαν ἑαυτὸ τῇ ψυχῇ καὶ τῷ σώματι· καὶ τὸ μὲν τῆς ψυχῆς μέρος τοῦ εἰδώλου καλεῖται κολακεία, τὸ δὲ τοῦ σώματος ἔμεινεν ὁμοίως ἀπροσαγόρευτον. αὕτη ἡ κολακεία ἢ τὴν παροῦσαν ὑγείαν τῆς ψυχῆς δοκεῖ διαφυλάττειν καὶ ποιεῖ τὴν σοφιστικήν—ἡ γὰρ σοφιστικὴ ἤτοι οἱ σοφισταὶ διὰ τῶν μύθων τοῖς νέοις παραινοῦσι τῇ κολακείᾳ μηδαμῶς τῆς ἀρετῆς ἀφίστασθαι—, ἢ τὴν ἀπολομένην ὑγείαν δοκεῖ ἀνακαλεῖσθαι καὶ ποιεῖ τὴν ῥητορικήν, ὥς φησι, τὴν καθʼ ἡμᾶς, ἥτις καὶ διὰ δικαίων καὶ ἀδίκων, πολλάκις δὲ τῶν ἀδίκων, σπανίως δὲ τῶν δικαίων  <span class="gap">…</span> . πάλιν τὸ τοῦ σώματος μέρος ἢ τὴν παροῦσαν ὑγείαν δοκεῖ διαφυλάττειν καὶ ποιεῖ τὴν κομμωτικήν—κομμωτικὴ δέ ἐστιν ὡς ἐπὶ τῶν γυναικῶν τῶν κεχρημένων ψιμυθίῳ καὶ φυκίῳ, δοκοῦσι γὰρ τὴν παροῦσαν τοῦ σώματος ὑγείαν συνιστᾶν—, ἢ τὴν ἀπολομένην δοκεῖ ἀνακαλεῖσθαι καὶ ποιεῖ τὴν μαγειρικήν—δοκεῖ γὰρ ἡ μαγειρικὴ διὰ τῶν ἐδεσμάτων καὶ τῶν καρυκειῶν τὴν ἀπολομένην ὑγείαν ἀνακαλεῖσθαι—.

`14.281`

Εἰς τέτταρα γοῦν, φησί, μόρια τεμνομένης τῆς πολιτικῆς τὰ μὲν δύο περὶ τὸ σῶμα γίνεται, τὰ δὲ δύο περὶ ψυχήν. ἔστιν οὖν τὰ μὲν περὶ ψυχὴν νομοθετικὴ καὶ δικαστική, τὰ δὲ περὶ τὸ σῶμα γυμναστικὴ καὶ ἰατρική. ταύτην δὲ τὴν πολιτικὴν ἑτέρα παρασκευή, φησίν, ὑποδύεται, εἰς τέτταρα καὶ αὐτὴ μέρη τεμνομένη, σοφιστικήν, ῥητορικήν, μαγειρικήν, κομμωτικήν. καὶ ὑποδύεται τὴν μὲν νομοθετικὴν σοφιστική—ὥσπερ γὰρ ἡ νομοθετικὴ ταῖς τῶν τιμωριῶν ἀπειλαῖς προαναστέλλει τὰ πλημμελήματα, οὕτω καὶ ἡ σοφιστικὴ εἴργειν δοκεῖ τῶν ἁμαρτημάτων τὴν ψυχήν—, ἡ δὲ ῥητορικὴ τὴν δικαστικήν—ὥσπερ γὰρ ἡ δικαστικὴ ταῖς τιμωρίαις τὸ νοσῆσαν εἰς τὴν προτέραν ἄγει κατάστασιν, οὕτω καὶ ἡ ῥητορικὴ δοκεῖ ταῖς κατηγορίαις τὸ πλημμελῆσαν ἐπανορθοῦσθαι—, πάλιν ἡ κομμωτικὴ τὴν γυμναστικὴν ὑπεισέρχεται—ὥσπερ γὰρ ἡ γυμναστικὴ τὸ ἔμφυτον τοῦ σώματος κάλλος τῇ γυμνασίᾳ φυλάττει, οὕτω καὶ ἡ κομμωτικὴ πειρᾶται διὰ τοῦ καλλωπίζειν μὴ συγχωρῆσαι διαφθαρῆναι τὴν τοῦ σώματος εὐκοσμίαν—, ἡ δὲ μαγειρικὴ τὴν ἰατρικήν—ὥσπερ γὰρ ἡ ἰατρικὴ τοῖς ὑγιεινοῖς τῶν σιτίων τὸ νοσῆσαν ἐπανορθοῦται σῶμα, οὕτω καὶ ἡ μαγειρικὴ τοῖς ἡδίστοις τῶν ὄψων ψυχαγωγεῖ τὸ νόσημα—.

`14.282–14.283`

Ταῦτα πρὸς σαφήνειαν τοῦ ὅρου. ἀλλʼ οὗτος ὁ ὅρος φιλονείκως μᾶλλον ἢ ἀληθῶς ἔχει· ἓν γάρ τι τῆς ῥητορικῆς εἶδος τὸ δικανικὸν παραλαβὼν ἐκ τούτου τὸν ὅρον ποιεῖται, οἱ δὲ ὅροι ἐκ τελείων πραγμάτων συνίστανται. ἀλλʼ ὁ φιλόσοφος ἐκ τοῦ δικανικοῦ μόνου τὴν ὅλην ὡρίσατο ῥητορικήν, παραπλήσιον ποιῶν, ὥσπερ ἂν εἰ καὶ φιλοσοφίαν τις διαβαλεῖν βουλόμενος σιωπήσει μὲν αὐτῆς τὰ χρησιμώτατα, μόνους δὲ τοὺς παραλογισμοὺς ὅρον εἶναι τῆς πάσης φιλοσοφίας εἴποι. Ἀπολογούμενοι δέ φαμεν πρὸς Πλάτωνα· μίαν, ὦ Πλάτων, λέγεις τὴν ῥητορικὴν ἢ πολλάς; καὶ εἰ μὲν μίαν, τοῖς οἰκείοις ἁλώσῃ δικτύοις· ἐν γὰρ τῷ Γοργίᾳ πολλὴν καταδρομὴν ποιούμενος τῆς ῥητορικῆς, ἐν τῷ αὐτῷ πάλιν ἔφης, ὃν τρόπον ἐστὶν ἰατρικὴ περὶ σώματα, τὸν αὐτὸν τρόπον ἐστὶν ἡ δικαστικὴ περὶ ψυχάς· καὶ ἐν τῷ Φαίδωνι πάλιν ἔφης, ὅτι ὃν τρόπον ἡ ἰατρικὴ περὶ σώματα, τὸν αὐτὸν τρόπον ἐστὶν ἡ ῥητορικὴ περὶ ψυχήν, σύνδρομον αὐτὴν φήσας τῇ δικαστικῇ· ἐν ἑτέροις δὲ συγγράμμασιν ἔφης, ὅτι ὁ τὸν αὐτὸν ἐπαινῶν καὶ τὸν αὐτὸν ψέγων οὐκ ἀνὴρ ἀγαθός, καὶ οὐδὲν ἕτερον εὑρίσκῃ ποιῶν ἢ σαυτοῦ καταψηφιζόμενος. εἰ δὲ πολλὰς λέγεις ῥητορικάς, καὶ ἡμεῖς συναινοῦμέν σοι εἰς τοῦτο. ἔστι γὰρ ἡ ἀληθὴς ῥητορική, ἥτις καὶ ἐπιστήμη ἐστίν· ἔστι δὲ καὶ ἄλλη ῥητορικὴ ψευδολογική, ἥτις ἐν δικαστηρίοις συκοφαντικὴ λέγεται, ἐν δὲ βουλευτηρίοις κολακεία· ἔστι δὲ καὶ ἄλλη τούτων μέση, ἥτις καὶ ἀληθείᾳ κέχρηται καὶ ψεύδει, ψεύδει δὲ λέγω ἐπὶ τῷ συμφέροντι. Καὶ διὰ τί ὅλως χρεία γέγονε τῆς μέσης καὶ μὴ τῇ πρώτῃ καὶ ἀληθινῇ πάντες ἐχρήσαντο; καὶ πολλὰς ἐπιδέδωκε λύσεις Ἀριστοτέλης, μίαν μέν, ὅτι οὐ κακὸν ἀεὶ τὸ ψεύδεσθαι, πρὸς γὰρ τὴν γνώμην τῶν χρωμένων ἢ διαβάλλεται ἢ ἐπαινεῖται τὸ ψεῦδος· εἰ μὲν γὰρ ἀεί τις χρῷτο τῷ ψεύδει, αὐτός τέ ἐστι κακὸς καὶ τὸ ψεῦδος ᾧ κέχρηται· εἰ δὲ ἐπὶ συμφέρονται καὶ διὰ τὸ βοηθῆσαι τῇ ἀληθείᾳ, οὐκ ἀποδοκιμαστέον ἐνταῦθα τὸ ψεῦδος. πρὸς δὲ τούτῳ δεῖ τὰ δύο εἰδέναι τὸν ῥήτορα, τό τε ἀληθὲς καὶ τὸ ψεῦδος, ὥσπερ τὸν ἰατρόν· καὶ γὰρ ἐκεῖνον ἀνάγκη εἰδέναι τά τε ὑγιεινὰ τῶν φαρμάκων καὶ τὰ νοσερά, ἵνα τοῖς μὲν χρήσηται, τὰ δὲ ὡς βλάπτοντα φεύγῃ· καὶ τὸν ῥήτορα τοίνυν ἀνάγκη εἰδέναι μὲν τὰ ψευδῆ, εἰδέναι δὲ καὶ τὰ ἀληθῆ, ἵνα τὰ μὲν ἑκὼν παραλίπῃ, τὰ δὲ λέγῃ. καὶ ἄλλη δέ τίς ἐστιν αἰτία τοῦ εἰδέναι δεῖν καὶ τὴν οὐκ ἀληθῆ ῥητορικήν· ἐπειδή τινες χρῶνται αὐτῇ ἢ κατὰ ἄγνοιαν ἢ πειράζοντες, χρὴ καὶ ταύτην εἰδέναι τὸν ῥήτορα καὶ δύνασθαι εἰς ἀμφότερα ἐπιχειρεῖν, ἵνα τῶν ψευδομένων αἰσθάνηται. ἔτι δὲ εἰ μὲν πάντες οἱ ἀκροώμενοι ἐδύναντο παρακολουθεῖν τοῖς ἐκ τῆς ἀληθευτικῆς λεγομένοις, οὐκ ἂν ἔδει τοῦ ψεύδους τοῖς ῥήτορσιν· ἐπειδὴ δὲ πρὸς δῆμον οἱ λόγοι λέγονται καὶ δικαστὰς ἀπαιδεύτους, ὀλίγοι δὲ τούτων εἰσὶν οἱ δυνάμενοι συνιέναι τὰ τῆς ἀληθευτικῆς, διὰ τοῦτο ταύτης ἐδέησε τῆς σοφιζομένης ῥητορικῆς, ἵνα ταῖς κοιναῖς ἐννοίαις χρωμένη πείθῃ τὸν δῆμον. Ὅτι δὲ ἔστι ψεῦδος ἐπὶ συμφέροντι, δηλοῖ καὶ αὐτὸς ὁ Πλάτων ἐν ἑτέροις αὐτοῦ συγγράμμασι λέγων· «ὑποθώμεθά τινα νήφοντα πάνυ τῷ πλησιοχώρῳ αὐτοῦ ἐν παρακαταθήκῃ σπάθην δόντα, εἶτα τοῦτον μανέντα ἀναζητεῖν ἐξ αὐτοῦ τὴν σπάθην, εἶτα ἐκεῖνον ἀρνεῖσθαι μηδὲν εἰληφέναι διὰ τὸ μηδὲν κακὸν πραχθῆναι εἰς τὸν μανέντα». ἄρα ἔστι ψεῦδος ἐπὶ συμφέροντι. Ὥστε οἱ τοῦ Πλάτωνος λόγοι οἱ κατὰ τῆς ῥητορικῆς οὐ πρὸς τὴν ἡμετέραν ῥητορικὴν ἁρμόζουσιν ἀλλὰ πρὸς τὴν συκοφαντικήν, ὡς δηλοῖ καὶ ὁ κορυφαῖος τῶν ῥητόρων Δημοσθένης, πολλάκις κατὰ κολάκων λέγων καὶ ἐπιπλήττων τοῖς ἀκροαταῖς, ὅπερ οὐκ ἔστι κόλακος.

`14.284`

Εἴπωμεν δὲ τὸν ὅρον τῶν λεγόντων αὐτὴν τέχνην, ἔστι δὲ οὗτος «ῥητορική ἐστι δύναμις τεχνικὴ πιθανοῦ λόγου ἐν πράγματι πολιτικῷ, τέλος ἔχουσα τὸ εὖ λέγειν». δύναμιν ἀπεκάλεσε τὴν ῥητορικήν, ἐπειδὴ πᾶν πρᾶγμα ἔχει δύναμίν τινα, δύναμις δέ ἐστι πρᾶγμα, ᾧτινι δύναταί τις καὶ καλῶς καὶ κακῶς κεχρῆσθαι. διὰ τοῦτο τὴν ῥητορικὴν δύναμιν ἀπεκάλεσεν, ἐπειδὴ τῇ ῥητορικῇ δύναταί τις καὶ καλῶς καὶ κακῶς κεχρῆσθαι προτρεπόμενος τοὺς λόγους τῶν ἐναντίων καὶ ἀποτρεπόμενος. ἀλλʼ ἐπειδὴ καὶ τὸ κάλλος δύναμίς ἐστι—δύναται γάρ τις καὶ καλῶς καὶ κακῶς αὐτῷ κεχρῆσθαι— καὶ τὰ χρήματα δὲ ὡσαύτως δύναμίς ἐστιν, ἀλλʼ οὐ τεχνική, διὰ τοῦτο πρόσκειται «δύναμις τεχνική». «πιθανοῦ δὲ λόγου» πρόσκειται, ἐπειδὴ καὶ ἡ τεκτονικὴ δύναμίς ἐστι τεχνική· δύναται γὰρ ὁ τέκτων καὶ καλῶς κεχρῆσθαι τῇ τεκτονικῇ καὶ κακῶς, καλῶς μέν, ὅτε κατασκευάζει πρὸς τὴν σωτηρίαν ἢ πρὸς τὴν χρείαν τὴν δέουσαν, κακῶς δέ, ὅτε κλίμακα τεκταίνεται πρὸς τὸ ἀνελθεῖν τινα καὶ τοιχωρυχῆσαι· διὰ τοῦτο πρόσκειται «πιθανοῦ λόγου»· λόγῳ γὰρ ὁ τέκτων οὐ κέχρηται. «ἐν πράγματι δὲ πολιτικῷ», ἐπειδὴ καὶ ἡ ἰατρικὴ δύναμίς ἐστι τεχνικὴ πιθανοῦ λόγου· πείθει γὰρ πολλάκις καὶ ὁ ἰατρός. «τέλος δὲ ἔχουσα τὸ εὖ λέγειν»· ἴδιον γὰρ ῥήτορος τὸ εὖ λέγειν· δεῖ γὰρ αὐτὸν καὶ καλῶς καὶ πιθανῶς λέγειν, καὶ εἰ οὐ μέλλει πεῖσαι.

`14.285`

Ἐπεξήγησις ἄλλη τοῦ ὅρου. Διὰ μὲν τοῦ εἰπεῖν «δύναμις» ἐσήμανε τὸ γένος—ἔστι γὰρ δύναμις ἔντεχνος καὶ ἄτεχνος—, διὰ δὲ τοῦ «τεχνική» τὴν διαφοράν· ἑτέραν δὲ διαφορὰν ἐπιτίθησιν εἰρηκὼς «πιθανοῦ λόγου». εἶτα ἐπειδὴ οὐ μόνος ὁ ῥήτωρ ἔχει τὸ πιθανὸν ἀλλὰ καὶ ἰατρικὴ καὶ γεωμετρική—καὶ γὰρ καὶ τὰς ἀποδείξεις οὐκ ἀπιθάνους δεῖ προσφέρειν ἀλλὰ πιθανάς—, προσέθηκεν ἰδικώτατόν τι τῆς ῥητορικῆς, ὃ ἄλλη τέχνη ἔχειν οὐ δύναται· τί δὴ τοῦτο; «ἐν πράγματι πολιτικῷ». πρόσκειται τῷ ὅρῳ «τέλος ἔχουσα τὸ εὖ λέγειν»· πᾶν γάρ, ὃ μὴ τέλος ἔχει εὖ καὶ καλῶς, ἢ ματαιοτεχνία ἐστὶν ἢ κακοτεχνία ἢ ψευδοτεχνία. καὶ κακοτεχνία μέν ἐστιν ἡ τῶν φαρμακῶν καὶ γοήτων· ἐπὶ γὰρ κακῷ τῆς πολιτείας τὰς τοιαύτας εὑρήκασι τέχνας. ἄλλο γάρ ἐστι φαρμακεία καὶ ἄλλο γοητεία καὶ ἄλλο μαγεία. φαρμακεία μέν ἐστιν ἡ διʼ ἐλλεβόρων διὰ στόματος ἢ διὰ χρίσματος προσφέρουσα τὴν ἀναίρεσιν. γοητεία δὲ ἡ ἀπὸ τῶν ἐνύλων καὶ ἀκαθάρτων καὶ κακοποιῶν δαιμόνων προσκαλουμένη· ἔλαβε δὲ ἡ γοητεία τὸ ὄνομα ἀπὸ τῶν γόων, τῶν θρήνων. μαγεία δέ ἐστιν ἡ διὰ τῶν μέσων δαιμόνων ἀγγελικῶν τε καὶ ἐνύλων ἐνεργοῦσα. ψευδοτεχνία ἐστίν, ἣ δοκεῖ μὲν δεικνύναι ποιεῖν τι, ψευδῆ δὲ δείκνυσι. ματαιοτεχνία ἐστίν, ἣ μετὰ τὴν ἐνέργειαν τέλος οὐ καταλιμπάνει ὡς ὀρχηστική. Καὶ ὁ μὲν ὅρος τῆς ῥητορικῆς οὗτος.

Ἔργα δὲ ῥητορικῆς προοιμιάσασθαι πρὸς εὔνοιαν, διηγήσασθαι πρὸς πίστιν, ἀγωνίσασθαι πρὸς ἀπόδειξιν, ἀνακεφαλαιώσασθαι δὲ πρὸς ἀνάμνησιν.

Τέλος δὲ τῆς ῥητορικῆς οὐ τὸ ἁπλῶς πεῖσαι ἀλλὰ τὸ πιθαναῖς χρήσασθαι μεθόδοις· ὥσπερ γὰρ ὁ ἰατρός, κἂν μὴ ὑγιάσῃ, ταῖς δὲ ὑγιαστικαῖς χρήσηται μεθόδοις, ἰατρός ἐστι, καὶ ὁ φιλόσοφος, κἂν μὴ πάντας ποιήσῃ καλοὺς καὶ ἀγαθούς, φιλόσοφός ἐστιν, οὕτω καὶ ὁ ῥήτωρ, κἂν μὴ πείσῃ, πιθαναῖς δὲ χρήσηται μεθόδοις, ῥήτωρ ἐστίν. εἰκότως δὲ συμβαίνει τῷ φιλοσόφῳ καὶ τῷ ῥήτορι τῷ μὲν μὴ ποιεῖν, τῷ δὲ μὴ πείθειν· ὑπόκειται γὰρ ψυχὴ αὐτοπροαίρετος, αὐτοκίνητος, αὐτεξούσιος, παλίμβολος, θᾶττον ἀφʼ ἑτέρου εἰς ἕτερον μεταπίπτουσα καὶ μᾶλλον ἐπιρρεπῶς ἔχουσα πρὸς τὸ ἑαυτῇ πείθεσθαι ἢ ἑτέροις.

`14.286`

Ζητῆσαι δὲ λοιπόν, πόσα εἴδη τῆς ῥητορικῆς, καὶ εἰ εἴδη ἀλλὰ μὴ μέρη, καὶ ἐκ ποίων μερῶν τῆς ψυχῆς ἕκαστον προελήλυθε, καὶ εἰς ποῖον ἕκαστον ἀφορᾷ τέλος, καὶ ποῖον ἕκαστον ἔλαβε χρόνον, καὶ τίς ὁ ἑκάστου τόπος, καὶ ποῖα τὰ ὑποβεβλημένα αὐτοῖς πρόσωπα. Τρία τοίνυν τὰ ἀνωτάτω εἴδη τῆς ῥητορικῆς, συμβουλευτικόν, δικανικόν, πανηγυρικόν. καὶ συμβουλευτικὸν μέν ἐστι, διʼ οὗ συμβουλεύομεν τὰ πρόσφορα γενέσθαι, δικανικὸν δέ, διʼ οὗ τὰς ἀμφισβητήσεις διακρίνομεν, πανηγυρικὸν δέ, διʼ οὗ τοὺς ἐπαινουμένους καὶ ψεγομένους δημοσιεύομεν. διαιρεῖται δὲ τὸ συμβουλευτικὸν εἰς δύο, προτροπὴν καὶ ἀποτροπήν, τὸ δὲ δικανικὸν εἰς κατηγορίαν καὶ ἀπολογίαν, τὸ πανηγυρικὸν εἰς ἔπαινον καὶ ψόγον.

Ἀλλὰ ταῦτα μὲν μέρη· εἴδη δὲ τὰ πρὸ αὐτῶν. τούτῳ δὲ διοίσει μέρος εἴδους τῷ τὸ μὲν εἶδος ὁλόκληρον ἀποτελεῖν ῥήτορα, τὸ δὲ μέρος μή· ὥσπερ γάρ, ὁλόκληρον εἶδος ἀνθρώπου εἰ ἐπιτεθείη λίθῳ ἢ χαλκῷ, εἶδος λέγομεν ἀποσῴζειν τὸν ἀνδριάντα, ἐὰν δὲ μέρος ἀνθρώπου, χεῖρα ἢ πόδα, οὐ λέγομεν ἅπαν ἀνειληφέναι τὸ εἶδος ἀλλὰ μέρος τοῦ ἀνθρώπου, οὕτως, εἰ μέν τι τῶν μερῶν ἐξήσκηταί τις, ῥήτωρ οὐ λεχθήσεται, εἰ δέ τινι τῶν εἰδῶν ἀσκήσεται, ῥήτωρ ἐξ ἀνάγκης ὁ τοιοῦτος.

`14.287`

Τριῶν δὲ ὄντων τῆς ψυχῆς μορίων, λογικοῦ, θυμικοῦ καὶ ἐπιθυμητικοῦ, ἕκαστον εἶδος εἰς ἓν τῶν τῆς ψυχῆς μορίων ἀναφέρεται· καὶ τὸ μὲν δικανικὸν ἐκ τοῦ θυμικοῦ τῆς ἡμετέρας ψυχῆς προῆλθε. συμφωνεῖ οὖν τῷ θυμικῷ τὸ δικανικόν· κατηγορία γὰρ ἐνταῦθα καὶ λοιδορία κατὰ τοῦ φεύγοντος, ἐξ ὧν ὀργὴ καὶ θυμὸς προσγίνεται. Τὸ δὲ συμβουλευτικὸν ἐκ τοῦ ἐπιθυμητικοῦ· πᾶς γὰρ ἄνθρωπος συμβουλεύεσθαι θέλων ἢ συμβουλεύειν ἐξ ἐπιθυμίας κινούμενος προάγεται ἐπὶ τὴν συμβουλήν. Ἄλλοι δὲ τῷ λογικῷ συμφωνεῖν φασι τὸ συμβουλευτικόν· ὥσπερ γὰρ ὁ λόγος ἄγει τὰ πάθη πρὸς ἃ βούλεται, οὕτω δὴ καὶ ὁ σύμβουλος ἰθύνει τὰ πλήθη τῷ λόγῳ, πρὸς ὃ νομίζει συμφέρειν. Τὸ δὲ πανηγυρικὸν ἐκ τοῦ λογιστικοῦ προῆλθε τοῦ ἐν ἡμῖν· πᾶς γὰρ ἄνθρωπος πανηγυρίζων λόγῳ κέχρηται. Ἀπορήσειε δʼ ἄν τις, πῶς λέγομεν «τὸ πανηγυρικὸν ἐκ τοῦ λογιστικοῦ», καὶ ταῦτα καὶ τοῦ δικάζεσθαι καὶ τοῦ συμβουλεύειν διὰ λόγων ἐχόντων τὴν κύρωσιν. φαμὲν οὖν, ὅτι ἐν ἑκάστῳ μὲν τῶν τριῶν εἰδῶν τῆς ῥητορικῆς κεχρήμεθα τῷ λογιστικῷ, ἀλλʼ ἀπὸ τῆς κυησάσης ἕξεως τῆς κινούσης ἡμᾶς ἢ ἐπὶ τὸ δικάζεσθαι ἢ ἐπὶ τὸ συμβουλεύειν ἢ ἐπὶ τὸ πανηγυρίζειν ἔλαβεν ἓν ἕκαστον τὴν ὀνομασίαν· ἐπειδὴ γὰρ πρώτη κίνησις γέγονεν ἀπὸ τοῦ θυμοῦ, ὑπηρέτησε δὲ καὶ οἷον ὄργανον γέγονεν ὁ λόγος τῷ θυμῷ, διὰ τοῦτο λέγομεν ἐκ τοῦ θυμοῦ ἔχειν τὸ δικανικὸν τὴν γένεσιν· καὶ πάλιν ἐπειδὴ ἐν τῷ συμβουλευτικῷ ἡ ἐπιθυμία ἐκίνησε τὸν λόγον καὶ ἐν τῷ πανηγυρικῷ τὸ λογιστικόν, ἐκ τῆς κυησάσης ἕξεως ἔλαβεν ἓν ἕκαστον τὴν προσηγορίαν. Ἄλλοι δὲ τὸ πανηγυρικὸν τῷ ἐπιθυμητικῷ φασι συμφωνεῖν· ἐγκωμιάζοντες γὰρ τόνδε τὸν ἀριστέα ἐπιθυμίαν κινοῦμεν τοῖς ἀκούουσι καὶ ἔρωτα τῆς ὁμοίας δόξης.

Τέλος δὲ τοῦ δικανικοῦ μὲν τὸ δίκαιον, τοῦ συμβουλευτικοῦ τὸ συμφέρον, τοῦ πανηγυρικοῦ δὲ τὸ καλόν.

Χρόνον δὲ εἰλήφασι τὸ μὲν δικανικὸν παρεληλυθότα, τὸ δὲ συμβουλευτικὸν τὸν μέλλοντα, τὸ δὲ πανηγυρικὸν τὸν ἐνεστῶτα.

Τόποι δὲ τῷ μὲν δικανικῷ τὰ δικαστήρια, τῷ δὲ πανηγυρικῷ τὰ θέατρα καὶ αἱ ἐκκλησίαι τῷ συμβουλευτικῷ.

Πρόσωπα τῷ μὲν δικανικῷ οἱ δικασταί, τῷ δὲ συμβουλευτικῷ οἱ βουλευταί, τῷ πανηγυρικῷ οἱ ἐκκλησιασταί.

`14.288`

Ἀναγκαῖον δέ, ὡς ἔοικεν, εἰ καὶ τοῖς ἄλλοις παρῶπται, τόν τε σκοπὸν ἐξηγήσασθαι τοῦ βιβλίου καὶ τὸ χρήσιμον, εἶτα τὸ γνήσιον, μετὰ ταῦτα τὴν τάξιν, εἶτα τὸν τῆς διδασκαλίας τρόπον· εἰσὶ γὰρ κατὰ τοὺς φιλοσόφους διδασκαλίας τρόποι τρεῖς, κατὰ διαίρεσιν μὲν οἷον «τοῦ ζῴου τὸ μὲν θνητόν, τὸ δὲ ἀθάνατον», κατὰ δὲ σύνθεσιν, ὡς ἐὰν εἴπω «ὁ ἄνθρωπος ζῷόν ἐστι λογικὸν θνητὸν νοῦ καὶ ἐπιστήμης δεκτικόν»· ὁριζόμενος γὰρ πάντα συνάγω· κατὰ δὲ ἀνάλυσιν, ὅταν τις ἀπὸ τῶν τελευταίων ἀρχόμενος ἀναβαίνῃ ἐπὶ τὰ πρῶτα, οἷά εἰσι τὰ κατὰ ἀναδρομὴν διηγήματα. ἔπειτα περὶ τῆς ἐπιγραφῆς εἰπεῖν, καὶ ἐπὶ τούτοις ἐπὶ ποῖον εἶδος ἀνάγεται ῥητορικῆς. ταῦτα γὰρ ἐν παντὶ συγγράμματι ζητητέον· οὕτω γὰρ σαφέστερον τὰ ἐφεξῆς καταμάθοιμεν.

Ὁ μὲν οὖν σκοπὸς τοῦ βιβλίου περὶ διαιρέσεως πολιτικῶν ζητημάτων καὶ περὶ προτάσεως γενικῶν προβλημάτων εἰπεῖν καὶ πρὸς τὴν τούτων μάθησιν ἡμᾶς ἀνάγειν.

Τὸ δὲ χρήσιμον τοῦτο ἂν εἴη τὸ τὰ πολλὰ τῆς ῥητορικῆς προβλήματα περιορίζειν καὶ οὐκ ἐᾶν εἰς ἀπέραντον τοὺς λόγους ἐκφέρεσθαι· καὶ γὰρ τὸ παρὸν βιβλίον ἅπαν ῥητορικὸν ζήτημα δέκα καὶ τρισὶ περιλαμβάνει στάσεσιν. ἄλλως τε δὲ τῆς ῥητορικῆς περὶ δύο ταῦτα θεωρουμένης, εἴς τε τὸ ἐξηγητικὸν καὶ λεκτικόν, οὔτε λόγον ἄν τις δύναιτο παλαιὸν διελεῖν μὴ ταύτην τὴν Τέχνην ἠκριβωμένος οὔτε νέον εἰπεῖν ταύτης ἄπειρος τῆς Τέχνης τυγχάνων.

`14.289–14.290`

Περὶ δὲ τοῦ γνησίου φαμέν, ὡς ἀμφισβητοῦσί τινες ἄλλον τινὰ Ἑρμογένην εἶναι τὸν γράψαντα ταύτην τὴν Τέχνην καὶ οὐ τὸν Ταρσέα. ἀλλὰ Φιλόστρατος ἐν τοῖς Βίοις τῶν σοφιστῶν μέμνηται λέγων ταυτί· «Ἑρμογένης δέ, ὃν Ταρσὸς ἤνεγκεν, πεντεκαίδεκα ἐτῶν γεγονὼς οὕτως ἐπὶ μέγα προὔβη τῆς τῶν σοφιστῶν δόξης, ὡς καὶ Μάρκῳ τῷ βασιλεῖ παρασχεῖν ἔρωτα ἀκροάσεως. ἐβάδισε γοῦν ἐπὶ τὴν ἀκρόασιν αὐτοῦ ὁ Μᾶρκος καὶ ἥσθη μὲν διαλεγομένου, δωρεὰς δὲ μεγάλας δέδωκεν αὐτῷ. εἰς δὲ ἄνδρας ἥκων ἀφῃρέθη τὴν ἕξιν τοῦ λέγειν ὑπʼ οὐδεμιᾶς φανερᾶς νόσου. ὅθεν γέλωτος παρέσχε πρόφασιν τοῖς βασκάνοις τῶν ἀνθρώπων· ἔφασαν γὰρ αὐτοῦ τοὺς λόγους ἀτεχνῶς καθʼ Ὅμηρον πτερόεντας εἶναι, ἀποβεβληκέναι γὰρ αὐτοὺς τὸν Ἑρμογένη καθάπερ πτερά. καὶ Ἀντίοχος δὲ ὁ σοφιστὴς ἀποσκώπτων εἰς αὐτὸν οὕτως ἔφη “Ἑρμογένης ὁ ἐν παισὶ γέρων, ἐν δὲ γέρουσι παῖς”. ἐτελεύτα μὲν οὖν ἐν βαθεῖ γήρᾳ, εἷς δὲ τῶν πολλῶν νομιζόμενος κατεφρονήθη ἀπολιπούσης αὐτὸν τῆς τέχνης.» ταυτὶ μὲν οὖν ὁ Φιλόστρατος. ὁπόθεν δὲ τοῦτο συμβέβηκε τῷ Ἑρμογένει, δῆλον· ὑπὸ γὰρ θερμότητος ὑπερβαλλούσης ταχὺ μὲν εἰς ἄκρον ἦλθε τῆς τέχνης, κατασβεσθείσης δὲ αὐτῷ τῆς θερμότητος εἰκότως καὶ τοῦ πλεονεκτήματος ἐστερήθη. Τινὲς μὲν οὖν τούτου ἔφησαν τὸ σύγγραμμα, ἕτεροι δὲ ἄλλου· πλὴν οὐδὲν περὶ τοῦ ὀνόματος διοισόμεθα. γνήσιον δὲ μάλιστα δείκνυται, ἀφʼ ὧν τῇ αὐτῇ ἀπαγγελίᾳ καὶ ἐν τῷ Περὶ ἰδεῶν κέχρηται, ὃ ἀναντιρρήτως Ἑρμογένους ἐστίν.

`14.291`

Ὥρα δὲ καὶ περὶ τῆς τοῦ βιβλίου τάξεως εἰπεῖν. τρεῖς μὲν οὖν εἰσιν αἱ συνεκτικώταται Τέχναι ῥητορικαί, ἃς ὁ αὐτὸς Ἑρμογένης συνέγραψεν, ἥ τε τῶν Προγυμνασμάτων καὶ ἡ Περὶ τῶν στάσεων αὕτη καὶ ἡ Περὶ τῶν ἰδεῶν. μέσην οὖν ἡ προκειμένη βίβλος ἐπέχει τάξιν, εἰκότως· μετὰ γὰρ τὴν διδασκαλίαν τῶν προγυμνασμάτων, ἅτινά ἐστι μερικὰ προβλήματα ῥητορικῆς, δεῖ καὶ περὶ τελείας ὑποθέσεως διδαχθῆναι· εἰ μὲν γὰρ οἷόν τε ἦν εὐθὺς ἐκ παιδὸς ἐπὶ τὴν τῶν ζητημάτων ἐργασίαν χωρεῖν, εὔδαιμον ἦν· ἐπειδὴ δὲ τῇ ἀνθρωπίνῃ φύσει τοῦτο ποιεῖν ἀδύνατον, τηλικαύτην τέχνην εὐθέως καὶ ἐκ τοῦ παραχρῆμα κατορθῶσαι, ὅπου οὐδὲ ἐπὶ τῶν βαναύσων τεχνῶν τοῦτο ῥᾴδιον, εὐλόγως οἱ παλαιοὶ τῶν σοφιστῶν ᾠήθησαν δεῖν τοῖς προγυμνάσμασι πρότερον ἐνασκεῖσθαι τοὺς νέους πρὸς παρασκευὴν τῶν τελείων ζητημάτων καὶ ὑποθέσεων. ὥσπερ γὰρ ἐπὶ τῶν παίδων τὸ γάλα πρὸ τῆς στερεᾶς τροφῆς αἱ μητέρες αὐτοῖς προσάγουσιν, οὕτω τὰ ἁπλούστερα πρότερον ἐκδιδασκόμεθα τῶν μαθημάτων, ὅ ἐστι τὰ προγυμνάσματα. ἔχει οὖν ἕκαστον αὐτῶν ἀναφορὰν πρὸς ἓν τῆς ῥητορικῆς εἶδος, οἷον ὁ μῦθος καὶ ἡ χρεία καὶ ἡ γνώμη ἐπὶ τὸ συμβουλευτικὸν ἀνάγονται, ὁ κοινὸς τόπος ἐπὶ τὸ δικανικόν, τὸ δὲ ἐγκώμιον καὶ ὁ ψόγος ἐπὶ τὸ πανηγυρικόν, τὰ δὲ ἄλλα κοινά· μετέχει γὰρ ἕκαστον ἑκάστου τῶν τριῶν εἰδῶν. τὸ δὲ Περὶ τῶν ἰδεῶν τρίτην ἔχει τάξιν, ἐπειδὴ πρότερον δεῖ γνῶναι, πῶς συνίσταται τὰ πολιτικὰ προβλήματα καὶ κατὰ τίνα τρόπον διαιρήσομεν τὰ ἑκάστης στάσεως ἴδια κεφάλαια, ὅπερ ἐκ τοῦ παρόντος μαθεῖν ὑπάρχει βιβλίου, εἶτα περὶ τῆς φράσεως καὶ τοῦ χαρακτῆρος διδαχθῆναι· δύο γὰρ ὄντων τῶν κοσμούντων τὴν ῥητορικήν, δυνατοῦ τε καὶ ἡδέος, τὸ μὲν δυνατὸν διὰ τῶν στάσεων καὶ τῆς διαιρέσεως τῶν κεφαλαίων ἐπιτηδεύομεν, τὸ δὲ ἡδὺ διὰ τῆς τῶν ἰδεῶν πραγματείας· καὶ γὰρ κάλλος καὶ ποικιλίαν φράσεως ἡμᾶς ἐκδιδάσκει αὕτη, ὅπως ἂν μὴ μονοειδῶς καὶ ἐπὶ ἑνὸς σχήματος ὁ λόγος προϊὼν ὕπτιός τε γένηται καὶ προσκορὴς τοῖς ἀκροαταῖς· ἡ γὰρ ἐξαλλαγὴ τῶν σχημάτων ἡδονὴν μνηστεύεται καὶ κόσμον τῷ λόγῳ, οἷόν ἐστι τὸ κατὰ ἀποστροφήν· «ἀπόκριναι γάρ», φησί, «δεῦρο ἀναστάς μοι». ἐπεὶ καὶ οἱ παλαιοὶ ὥσπερ τι ζῷον τὸν λόγον ὑπέθεντο ἐκ σώματός τε συνεστηκότα καὶ ψυχῆς, ψυχὴν μὲν καλοῦντες τὰ ἐνθυμήματα καὶ τὴν δύναμιν τὴν διὰ τῶν κεφαλαίων συνισταμένην, σῶμα δὲ τὴν φράσιν καὶ τὸ ἔξωθεν κάλλος, ὃ ποιεῖν εἰώθασιν αἱ ἰδέαι· ἐπεὶ οὖν ἡ ψυχὴ κρείττων τοῦ σώματος, καὶ τὸ τῇ ψυχῇ ἐοικὸς προτετάχθω· ἄλλως τε καὶ ἄτοπον περὶ κόσμου λόγου διδαχθῆναι, πρὶν μαθεῖν ὅπως ὅλως κατασκευάζεται λόγος. ὥστε τὴν ἀρίστην τάξιν ὁ τεχνογράφος ἔνειμε τῷ βιβλίῳ, μέσον θεὶς Προγυμνασμάτων τε καὶ τοῦ Περὶ τῶν ἰδεῶν βιβλίου.

`14.292`

Καιρὸς δὲ λοιπὸν ζητῆσαι, ποίῳ τῆς διδασκαλίας κέχρηται τρόπῳ. φαμὲν οὖν, ὅτι τοῖς τρισίν. ἐν μὲν γὰρ τῷ λέγειν «περὶ τῆσδε τῆς διαιρέσεως ποιοῦμαι τὸν λόγον καὶ οὐ περὶ τῆσδε» τῷ διαιρετικῷ κέχρηται τρόπῳ. ἐν δὲ τῷ λέγειν τὸν ὅρον τοῦ πολιτικοῦ ζητήματος τῷ συνθετικῷ κέχρηται· εἰρήκαμεν γάρ, ὅτι ὁ ὅρος τὸ σύνθετον ἔχει. τῷ δὲ κατὰ ἀνάλυσιν κέχρηται ἐν τῷ λέγειν οὕτως «τὸ ζήτημα τὸ πολιτικὸν ὕλην ἔχει τά τε πρόσωπα καὶ τὰ πράγματα. τῶν δὲ προσώπων τὰ μέν ἐστι τοιάδε, τὰ δὲ τοιάδε, καὶ τῶν πραγμάτων ὁμοίως. τὸ οὖν ἔχον τοιάδε πρόσωπα καὶ τοιάδε πράγματα συνέστηκε, τὸ δὲ μὴ τοιάδε οὐ συνέστηκεν.» ὁρᾷς τὸν κατὰ ἀνάλυσιν τρόπον· ἀπὸ γὰρ τῶν προσώπων καὶ τῶν πραγμάτων, ἅπερ ἐστὶ τῆς στάσεως δεύτερα, ἐπάνεισιν ἐπʼ αὐτὴν τὴν στάσιν, ἥ ἐστι πρώτη, καὶ τὸν περὶ ταύτης λόγον ποιεῖται. εἰπὼν γάρ, ὅτι τὰ τοιάδε οὐ συνίσταται, ἠναγκάσθη καὶ περὶ τῶν συνισταμένων διαλαβεῖν.

`14.293`

Χωρήσωμεν δὲ καὶ ἐπὶ τὴν ἐπιγραφήν· περὶ τῆς ἐπιγραφῆς οὖν τοῦ προκειμένου συγγράμματος ἐκεῖνο λέγομεν, ὡς ὅσοι μὲν ἐπέγραψαν Περὶ ῥητορικῆς ἁμαρτάνουσιν· οὐδὲ γὰρ περὶ πάσης ῥητορικῆς πρόκειται ἐνταῦθα εἰπεῖν, ὅτι μηδὲ περὶ προοιμίων μηδὲ διηγήσεων καὶ τῶν λοιπῶν ἐνταῦθα ἔνι μαθεῖν. ὅσοι δὲ Περὶ στάσεων ἐπέγραψαν, τὸν ἀληθῆ τοῦ τεχνογράφου σκοπὸν ἐποιήσαντο. Περὶ στάσεων οὖν ἐπιγέγραπται τὸ βιβλίον, ἐπειδὴ καὶ στάσις καλεῖται ἡ ἐν δικαστηρίοις ἀμφισβήτησις ἢ παρὰ τὸ στασιάζειν πρὸς ἀλλήλους τοὺς ἀγωνιζομένους ἢ παρὰ τὸ ἑκάτερον αὐτῶν ἵστασθαι, πρὸς ὃ νομίζει δίκαιον. ἐπέγραψε γοῦν Περὶ στάσεων δηλῶν, ὅτι περὶ μόνων τῶν ἐν δικαστηρίοις καὶ βουλευτηρίοις διδάσκει, ἀντιδιαστέλλων πρὸς τὰς ἄλλας ῥητορικὰς τέχνας· ἔστι γὰρ ὡς ἔφαμεν καὶ Περὶ τῶν ἰδεῶν αὐτοῦ τέχνη· καὶ Θεοφράστῳ δὲ γέγραπται Τέχνη ῥητορικὴ περὶ ἐνθυμημάτων καὶ Ἀλεξάνδρῳ τῷ τοῦ Νουμηνίου καὶ Λολλιανῷ Περὶ ἀφορμῶν ῥητορικῶν καὶ Ἀψίνῃ Περὶ προοιμίων καὶ πίστεων καὶ ἄλλοις πολλοῖς περὶ ἄλλων. δῆλον οὖν ὡς ἐλάχιστον μόριόν ἐστι ῥητορικῆς ἡ Περὶ τῶν στάσεων πραγματεία. καὶ εἰ μὲν περὶ πάντων ἅμα τῶν προειρημένων διελάμβανεν, εἶχε χώραν ἡ παρά τινων ἐπιγραφὴ φερομένη—ἐπιγράφουσι γάρ, ὡς ἔφημεν, τινὲς Τέχνη ῥητορική—, ἐπειδὴ δὲ περὶ μέρους ἐστίν, εἰκότως ἐπιγέγραπται Περὶ στάσεων.

Λείπεται δὲ ἄρα διδάξαι, ἐπὶ ποῖον εἶδος τῆς ῥητορικῆς ἀνάγεται ἡ παροῦσα τέχνη. λέγομεν οὖν ἐπὶ τὸ δικανικὸν καὶ συμβουλευτικόν· τὸ γὰρ πανηγυρικὸν ἀστασίαστόν ἐστιν, ἐπειδὴ ὁμολογουμένων ἀγαθῶν ἐστιν αὔξησις.

`14.294–14.295`

Ἐμέμψαντο δέ τινες τὸν Ἑρμογένη, διὰ τί τέχνην ῥητορικὴν μέλλων συγγράφειν τὸν ὅρον αὐτῆς πρό γε πάντων οὐκ ἀποδέδωκεν. καί φησι Πορφύριος, ὅτι τριῶν ὄντων τῶν τῆς ῥητορικῆς εἰδῶν, συμβουλευτικοῦ καὶ δικανικοῦ καὶ πανηγυρικοῦ, τὸ πανηγυρικὸν οὐχ ὑποπίπτει τῷ περὶ τῶν στάσεων λόγῳ, ἐπειδὴ αἱ μὲν στάσεις ἀμφιβολίαν ἔχουσιν ἀμφισβητουμένων πραγμάτων, τὰ δʼ ἐγκώμια ὁμολογουμένων αὔξησιν ἀγαθῶν. τοῦ τοίνυν πανηγυρικοῦ ὑπεξαιρουμένου εἴδους ἀτελὲς ἂν εἴη τὸ τῆς ῥητορικῆς· οἱ δὲ ὅροι οὐ τῶν ἀτελῶν ἀλλὰ τῶν τελείων εἰσὶ πραγμάτων· διὰ τοῦτο, φησί, ῥητορικῆς οὐκ ἀποδέδωκεν ὅρον ὡς οὐ περὶ πάσης διαλαμβάνων ἐν ταύτῃ τῇ πραγματείᾳ. Ἐροῦμεν οὖν ὅτι, εἰ καὶ περὶ τῶν δύο μόνων εἰδῶν σπουδάζει ὁ τεχνικὸς εἰπεῖν, ἀλλʼ ὅπερ εἰρήκαμεν φυσικῶς θεωρεῖται τὸ πανηγυρικὸν ἐν τῷ δικανικῷ καὶ τῷ συμβουλευτικῷ· οὐδὲ γὰρ ἐνδέχεται συμβουλεῦσαί τι δίχα τῆς τοῦ πανηγυρικοῦ γνώμης. ἔπειτα οὐδὲ ἀπηλλαγμένον καθάπαξ τὸ πανηγυρικὸν εἶδος ταύτης εὑρήσεις τῆς τέχνης· ἴσμεν γάρ, ὡς τὸν στοχασμὸν τὴν στάσιν δύο τινὰ συνέχει κεφάλαια, ἡ βούλησις καὶ ἡ δύναμις, ταῦτα δʼ οὐκ ἂν ἄλλως ἀποδειχθείη, πλὴν εἰ μή τις τοῖς ἐγκωμιαστικοῖς χρήσαιτο τόποις, οἷον «οὐκ ἂν ἐβουλόμην φονεῦσαι διὰ τὸ πατρὸς εἶναι τοιοῦδε καὶ πολιτείας τοιᾶσδε» ἢ πάλιν «οὐκ ἂν ἠδυνάμην ἐπιχειρῆσαι τῇ τυραννίδι, ἐπειδὴ χρημάτων ἠπόρουν, ἐπειδὴ τοὺς συλληψομένους οὐκ εἶχον». οὕτω διὰ τῶν τόπων τῶν ἐγκωμιαστικῶν τὰς συστάσεις λαμβάνει τὰ δύο ταῦτα κεφάλαια τοῦ στοχασμοῦ, δικανικῆς οὔσης τῆς στάσεως τοῦ στοχασμοῦ. Ἀναγκαῖον οὖν ἡμᾶς πιθανωτέρας λύσεις εἰπεῖν. πρῶτον μὲν οὖν ὁ σκοπὸς ὁ τοῦ τεχνικοῦ εἰς ἀπολογίαν ἐστὶν αὐτῷ τοῦ τὸν ὅρον παραλιπεῖν· περὶ γὰρ τῆς διαιρέσεως τῶν τοῦ πολιτικοῦ ζητήματος κεφαλαίων προθέμενος λέγειν πῶς ἔμελλεν ἑτέρους λόγους ἐπιφέρειν οὐ προσήκοντας ταύτῃ τῇ τέχνῃ; πῶς δὲ ὅρον ἀποδοῦναι προέθετο ῥητορικῆς ὁ μὴ τοῦτο ἐξ ἀρχῆς ἐνστησάμενος; τοῦτο γάρ ἐστι τὸ θαυμαστὸν τοῦ Ἑρμογένους, ὅτι οὐχ ὥσπερ ὁ Μινουκιανὸς ἑτέρους ἐπεισήνεγκε λόγους καὶ τὴν ὑπόθεσιν συνετάραξεν, ἀλλʼ αὐτὴν ἐφʼ ἑαυτῆς τὴν περὶ τῶν κεφαλαίων τοῦ ζητήματος τέχνην εἰσήγαγεν οὐδὲν αὐτῇ τῶν ἔξωθεν ἐπιμίξας. Δύναιτο δʼ ἄν τις καὶ ἑτέραν ἀπολογίαν ὑπὲρ Ἑρμογένους εἰπεῖν, ὡς Ἀριστοτέλει πειθόμενος τὸν τῆς ῥητορικῆς παρέλιπεν ὅρον· ἐκεῖνος γάρ ἐστιν ὁ διδάσκων τὰς ἀρχὰς ἐκ τῶν ὁμολογουμένων λαμβάνειν· ὁ δὲ τῆς ῥητορικῆς ὅρος παρὰ πολλοῖς ἐζητήθη τῶν ῥητόρων καὶ τῶν φιλοσόφων καὶ οὐκ ἔστιν ὁμολογούμενος. τοῦτον μὲν οὖν ὡς ἀμφισβητούμενον ἔτι παρέλιπεν, ἐποιήσατο δὲ τὴν ἀρχὴν ἐξ ὁμολογουμένου τινός· τὸ γὰρ «τέχνην» εἶναι τὴν ῥητορικὴν ὡς ὁμολογούμενον ἐκ προοιμίου λαβὼν οὕτως ἐπὶ τὸν τῶν ἄλλων φέρεται λόγον. αὕτη μὲν οὖν ἐκ τῶν Ἀριστοτέλους κανόνων ἡ λύσις.

`14.296`

Ἡ δὲ ἀληθεστέρα αἰτία αὕτη ἐστίν· τῶν μὲν θαυμάζειν πάνυ τὴν ῥητορικὴν βουλομένων, τῶν δὲ καθʼ ὑπερβολὴν κακίζειν, ὧν καὶ Πλάτων ἐστὶν ὁ φιλόσοφος ὁ καὶ πραγματείας ἰδίας κατʼ αὐτῆς ποιησάμενος, ὁ τεχνογράφος κινδυνευούσῃ τῇ τέχνῃ σύμμαχος γίνεται, μὴ συγχωρήσας αὐτὴν διαφθαρῆναι ταῖς τῶν πολεμίων ἐπιβουλαῖς, καὶ πρὸ τῶν ἄλλων τοῦτο προυργιαίτερον ὡρίσατο τὸ διδάξαι εὐθὺς τέχνην τὴν ῥητορικήν. τοῦτο δὲ βουλόμενος ποιῆσαι ἄντικρυς μὲν καὶ διαρρήδην οὐκ εἰσάγει τὸν ὅρον αὐτῆς, δριμέως δὲ καὶ πλαγίως καὶ ἐσχηματισμένως διὰ τῆς κατασκευῆς ἀποφαίνει τέχνην τὴν ῥητορικήν· τὰ γὰρ προσόντα πάντα τῇ ῥητορικῇ περιλαβὼν τῷ τῆς κοινῆς τέχνης ὅρῳ, ἀποδείκνυσι συμφωνοῦντα ταῦτα πρὸς τὸν ὅρον τῆς κοινῆς, ἅμα καὶ τὸ σπουδαζόμενον αὐτῷ ἀνύων καὶ φεύγων τὸ δοκεῖν φιλονεικεῖν πρὸς τοὺς διαβάλλοντας τὴν τέχνην. Τοῦτον δὲ τὸν ὅρον τῆς κοινῆς τέχνης ὡρίσαντο οἱ διαλεκτικοί, καθὼς ἀνωτέρω εἴπομεν, οὕτως «τέχνη ἐστὶ σύστημα ἐκ καταλήψεων καθολικῶν καὶ ἐμπειρίᾳ γεγυμνασμένων πρός τι τέλος εὔχρηστον τῶν ἐν τῷ βίῳ». πρὸς τοῦτον τὸν ὅρον ἀποτεινόμενος παρεμβάλλει τὸν τῆς ῥητορικῆς τέχνης ὅρον· ὥσπερ γὰρ τὸ ὑποπῖπτον τῷ ὅρῳ τοῦ ἀνθρώπου τοῦτό ἐστιν ἄνθρωπος, οὕτως καὶ τὸ ὑποπῖπτον τῷ ὅρῳ τῆς καθόλου τέχνης τοῦτό ἐστι τέχνη. ἴδωμεν οὖν πρῶτον, τί ἐστι τὸ «σύστημα»· ἡ ἐκ πολλῶν ὀργάνων συνδρομή· δεῖ γὰρ πολλὰ συνέρχεσθαι πρὸς ἑκάστην τέχνην. «Ἐκ καταλήψεων»· κατάληψίς ἐστιν ἡ ἐξ αἰσθήσεων καὶ ὁράσεων πίστις γινομένη· ἑωρακότες γάρ τινες καὶ αἰσθηθέντες τόδε τι ὀφειλόμενον τῇδε τῇ τέχνῃ καὶ λυσιτελὲς ὂν ἐχρήσαντο. «καθολικῶν»· ὅτι περὶ πάσης τέχνης ὁ ὅρος. «ἐμπειρίᾳ γεγυμνασμένων»· δεῖ γὰρ καὶ τῷ χρόνῳ βεβαιωθῆναι τὰ καταληφθέντα παρὰ τῆς αἰσθήσεως· ἡ γὰρ μελέτη προστεθεῖσα τῇ καταλήψει τὸ τέλειον ἀπεργάζεται. «πρός τι τέλος»· αἳ μὲν γὰρ τῶν τεχνῶν ἀναγκαῖαι καὶ χρήσιμοι, αἳ δὲ ψυχαγωγικαί, αἳ δὲ ἄμφω· ἀναγκαῖαι μὲν οὖν καὶ χρήσιμοι, ὡς οἰκοδομικὴ καὶ γεωργία καὶ ῥητορική, ψυχαγωγικαὶ δὲ ὡς ζωγραφία καὶ γλυπτική, ἄμφω δὲ ὡς μουσική. τοῦτο δὲ ἴδιόν ἐστι τῆς τέχνης τὸ πάντως τι χρήσιμον ἔχειν, ἵνα μὴ καὶ ἡ κολακεία νομισθῇ τέχνη οὖσα· καὶ γὰρ αὕτη ἐδύνατο εἶναι «σύστημα ἐκ καταλήψεων γεγυμνασμένων». εἰ δέ τις εἴποι «ἡ χαλκευτικὴ τέχνη ἐστίν, ἐπειδὴ ὠφελεῖ», λέγομεν ὅτι οὔ· οὐδὲ γὰρ ἔχει τὸν λόγον, ὅτι οὐδὲ τοῦτο προαιρεῖται, ἀλλὰ κατὰ περίστασίν τινα εἰς τὰ παρεπόμενα τῇ τέχνῃ ἐμπέπτωκεν.

Ἡ μὲν οὖν ἐξήγησις τοῦ ὅρου τῆς κοινῆς τέχνης αὕτη ἐστίν· ἴδωμεν δέ, πόθεν ὁ ῥήτωρ ἤρξατο.

## License and provenance

Eulogikon publishes public-domain Greek texts in cleaned, structured, readable form and makes no copyright claim over that preparation (Public Domain Mark 1.0, https://creativecommons.org/publicdomain/mark/1.0/). Cite as `eul_wid: xrk-aa`.
