---
title: "On the Figures in Hermogenes' On Invention and On Ideas"
title_greek: Περὶ Σχημάτων ὧν Ἑρμογένης ἐμνημόνευσεν ἐν τοῖς Περὶ Εὑρέσεων καὶ Ἰδεῶν Βιβλίοις Σύνοψις
author: Commentaries on Hermogenes
eul_wid: xrk-ab
eul_aid: xrk
canonical: "https://eulogikon.org/works/anonymous-hermogenes-figures-xrk-ab"
lang: grc
content_hash: "sha256:b5a093b700df224f855f59d38f34e2a7c72aedf59de2f4511001dfff54a56f1b"
content_modified_at: "2026-11-15"
license: "https://creativecommons.org/publicdomain/mark/1.0/"
---

# On the Figures in Hermogenes' On Invention and On Ideas

*Περὶ Σχημάτων ὧν Ἑρμογένης ἐμνημόνευσεν ἐν τοῖς Περὶ Εὑρέσεων καὶ Ἰδεῶν Βιβλίοις Σύνοψις*

**Author:** Commentaries on Hermogenes

**eul_wid:** `xrk-ab` · [HTML page](https://eulogikon.org/works/anonymous-hermogenes-figures-xrk-ab)

## Text

`3.704`

ΠΕΡΙ ΣΧΗΜΑΤΩΝ ΩΝ ΕΡΜΟΓΕΝΗΣ ΕΜΝΗΜΟΝΕΥΣΕΝ ΕΝ ΤΟΙΣ ΠΕΡΙ ΕΥΡΕΣΕΩΝ ΚΑΙ ΙΔΕΩΝ ΒΙΒΛΙΟΙΣ ΣΥΝΟΨΙΣ

Στρογγύλον σχῆμά ἐστι τόδε· «ὥσπερ γὰρ εἴ τις ἐκείνων ἑάλω σὺ τάδε οὐκ ἂν ἔγραψας, οὕτως ἂν σὺ νῦν ἁλῷς, ἄλλος οὐ γράψει.»

Ἀντίθετον δὲ, ἐπειδὴ ἡμέρα ἐστὶ, δεῖ ποιῆσαι τόδε, εἰ μὲν γὰρ μὴ ἡμέρα ἦν, ἀλλὰ νὺξ, ἴσως ἐχρῆν μὴ ποιεῖν. ἐπεὶ δέ ἐστιν ἡμέρα, ποιῆσαι προσήκει.

Περίοδος· «ὁ γὰρ οἷς ἂν ἐγὼ ληφθείην, ταῦτα πράττων καὶ κατασκευαζόμενος, οὗτος ἐμοὶ πολεμεῖ, κἂν μήπω βάλλῃ, μηδὲ τοξεύῃ.»

Κωλικὸν ἐν ταὐτῷ δὲ καὶ κομματικόν· «ἀλλʼ ὁ τὴν Εὔβοιαν ἐκεῖνος σφετεριζόμενος, καὶ καταλαμβάνων Ὠρεὸν, καὶ κατασκάπτων Πορθμὸν, καὶ τὰ ἑξῆς.»

`3.705`

Σχοινοτενὲς ἐκ τῶν Θουκυδίδου· «ὁ γὰρ Ἀχελῷος ποταμὸς ῥέων ἐκ Πίνδου ὄρους διὰ Δολοπίας καὶ Ἀγριάνων καὶ Ἀμφιλόχων ἄνωθεν παρὰ Στράτον πόλιν εἰς θάλασσαν ἔξεισι παρʼ Οἰνιάδας.»

Πνευματικόν· «ὅτε γὰρ περιιὼν ὁ Φίλιππος Ἰλλυριοὺς καὶ Τριβαλλοὺς, τινὰς δὲ καὶ τῶν Ἑλλήνων κατεστρέφετο, καὶ δυνάμεις πολλὰς καὶ μεγάλας ἐποιεῖτο ὑφʼ ἑαυτῷ, καί τινες τῶν ἐκ τῶν πόλεων ἐπὶ τῇ τῆς εἰρήνης ἐξουσίᾳ βαδίζοντες ἐκεῖσε διεφθείροντο, ὧν εἷς οὗτος ἦν, τότε δὴ τότε πάντες, ἐφʼ οὓς ταῦτα παρεσκευάζετο ἐκεῖνος, ἐπολεμοῦντο· εἰ δὲ μὴ ᾐσθάνοντο, ἕτερος λόγος οὗτος, οὐ πρὸς ἐμέ.» ἕτερον. «ἀλλʼ ὁ τὴν Εὔβοιαν, καὶ τὰ ἑξῆς.»

Ἀκμαῖον τὸ προειρημένον πνευματικόν.

Καταφορά·

  
Τί δὲ λαὸν ἀνήγαγεν ἐνθάδʼ ἀγείρας  
  
Ἀτρείδης; ἦ οὐχ Ἑλένης ἕνεκʼ ἠϋκόμοιο;  
  
ἦ μοῦνοι φιλέουσʼ ἀλόχους μερόπων ἀνθρώπων.  

Διλήμματον· «παρῆς τούτοις λεγομένοις, καὶ συνηυφραίνου, ἢ οὐ παρῆς· εἰ μὲν παρῆς, πῶς κατηγορεῖς τούτων, οἷς συνηυφραίνου· εἰ δὲ οὐ παρῆς, δίκης ἄξιος εἶ, τοῖς ἀγαθοῖς τῆς πόλεως μὴ συμπαρών.»

Παρήχησις·

  
ἤτοι ὁ καππεδίον τὸ Ἀλήιον οἶος ἀλᾶτο,  
  
ὃν θυμὸν κατέδων, πάτον ἀνθρώπων ἀλεείνων.  

`3.706`

Κύκλος· «σοὶ μὲν γὰρ ἦν κλέπτης ὁ πατήρ, εἴπερ ἦν ὅμοιός σοι· καὶ περιοδικῶς· οὐ γὰρ Αἰσχίνης ὑπὲρ τῆς εἰρήνης κρίνεται, οὔ.»

Ἐπιφώνημα· «σὺν δʼ Εὖρός τε Νότος τʼ ἔπεσε,» καὶ τὰ ἑξῆς· εἶτα τὸ ἐπιφώνημα· «ὀρώρει δʼ οὐρανόθεν νύξ.» ἕτερον. «Αἴας δʼ οὐκέτι μίμνε,» καὶ τὰ ἑξῆς· εἶτα τὸ ἐπιφώνημα· «πάντη δὲ κακὸν κακῷ ἐστήρικτο.» κόσμος γάρ ἐστι τοῦ λόγου τὸ ἐπιφώνημα, ἐοικὸς τοῖς τῶν πλουσίων γείσοις. ἄλλο· ἐν χειμῶνι καὶ νῦν ἐστι τὰ τῆς πόλεως πράγματα καὶ κλύδωνι, καὶ σαλεύεται τὰ καθεστηκότα καὶ δεῖται τοῦ κυβερνήσοντος.

Σεμνόν· Διονυσίων ἦν πομπὴ, ὁ δέ μοι ἠκολούθησε μέχρι τοῦ πρὸς τὴν θύραν· ἔπειτα φοιτῶν καὶ κολακεύων τὴν μητέρα ἔγνω με. ἄλλως·

  
λῦσε δὲ παρθενίην ζώνην, ἐπὶ δʼ ὕπνον ἔχευεν,  
  
ἡ δʼ ὑποκυσσαμένη Πελίην τέκε καὶ Νηλῆα.  

Κακόζηλον·

  
ἧκε δʼ ἀπορρήξας κεφαλὴν ὄρεος μεγάλοιο.  

Συγκριτικόν· ἐκ τοῦ Σωπάτρου· δεινὸν ἀποτυγχάνειν βάλλοντας Ἕλληνας, ἀλλὰ τοὺς τραυματίας γίνεσθαι χαλεπώτερον· λυπηρὸν, ὑπʼ ἀριστέως τιτρώσκεσθαι, ἀλλʼ ἔτι δεινότερον τὸ καὶ τοὺς ἀσθενεῖς καθʼ ἡμῶν ἐντρυφᾷν.

Ἰστέον, ὡς μέλλοντες τῶν παρὰ Ἑρμογένει ἰδεῶν τὰ σχήματα τοῦ λόγου διεξιέναι, κατὰ τάξιν αὐτὰ ἐκθησόμεθα, ὡς ἐκεῖνος ἐξέθετο.

`3.707`

Σχῆμα τὸ κατʼ ὀρθότητα· «Θουκυδίδης Ἀθηναῖος ξυνέγραψε τὸν πόλεμον τῶν Ἀθηναίων καὶ Λακεδαιμονίων.»

Κατʼ ἄθροισιν εἰς μερισμόν· τῶν μὲν ἱερῶν χρημάτων τοὺς θεοὺς, τῶν ὁσίων δὲ τοὺς οἰχομένους ἀποστερεῖ.

Ἀπαρίθμησις,

  
ἤτοι ἐμοὶ τρεῖς μὲν πολὺ φίλταταί εἰσι πόληες,  
  
Ἄργος τε Σπάρτη τε καὶ εὐρυάγυια Μυκήνη.  

Σχῆμα ὅταν τις ἑαυτὸν ἐρωτᾷ· «τίνος οὖν ἕνεκα ταῦτα λέγω· ἑνὸς μὲν, ὦ Ἀθηναῖοι, μάλιστα καὶ πρώτου, ἵνα μηδεὶς ὑμῶν, ἐπειδάν τι λέγοντος ἀκούῃ μου, θαυμάζῃ.»

Ἐπανάληψις· «πρώτου μὲν οὖν καὶ μάλιστα, οὗπερ ἕνεκα ταῦτα διεξῆλθον· δευτέρου δὲ τίνος; καὶ οὐδὲν ἐλάττονος ἢ τούτου.»

Ἐπίκρισις· καὶ οὐδεὶς πώποτε ἀντεῖπε, μὴ οὐ καλῶς ἔχειν αὐτούς· εἰκότως.

Σχῆμα τὸ εἰς τὴν ἑαυτοῦ γνώμην ἀναφέρειν τι τῶν ῥηθησομένων, οἶμαι γὰρ οὐδὲν οὕτω τοῖς δημοκρατουμένοις πρέπειν, ὡς περὶ τὸ δίκαιον σπουδάζειν.

Προστακτικόν· «τῆς Ἀριστογείτονος κρίσεως ἀναμνησθέντες ἐγκαλύψασθε.» καὶ, «ἀλλʼ ἴθι νῦν μετὰ λαὸν Ἀχαιῶν.»

Τὸ κατʼ ἐρώτησιν ἐλεγκτικόν· «εἶτα Ὀλύνθιοι μὲν ἴσασι τὸ μέλλον προορᾷν· ὑμεῖς δὲ ὄντες Ἀθηναῖοι ταὐτὸ τοῦτο οὐχὶ φυλάξεσθε.»

`3.708`

Τὸ κατὰ ἀποστροφήν· «ἀλλὰ τί ἐχρῆν, Αἰσχίνη, τὴν πόλιν ποιεῖν, ἀρχὴν καὶ τυραννίδα τῶν Ἑλλήνων ὁρῶσαν ἑαυτῷ κατασκευαζόμενον Φίλιππον.»

Τὸ κατʼ ἐρώτησιν·

  
πῶς τίς τοι πρόφρων ἔπεσι πείθηται Ἀχαιῶν;  
καὶ

  
τί δὲ λαὸν ἀνήγαγε ἐνθάδʼ ἀγείρας;  

Δεικτικόν· οὐ λέγω, ἀλλʼ ἔγωγε οἶμαί μοι προσήκειν ἀμφοτέροις ὑμῖν ἐπιδεῖξαι· ἄλλως·

  
ἀλλʼ ὅδʼ ἀνὴρ ἐθέλει περὶ πάντων ἔμμεναι ἄλλων.  

Ἀναίρεσις· «οὐ λίθοις ἐτείχισα τὴν πόλιν, οὐδὲ πλίνθοις ἐγώ· ἀλλὰ τὸν ἐμὸν τειχισμὸν ἐὰν βούλῃ σκοπεῖν, εὑρήσεις ὅπλα καὶ πόλεις καὶ συμμάχους.»

Ἀπόστασις· «αὕτη τῶν περὶ Θήβας ἐγένετο πραγμάτων ἀρχὴ καὶ κατάστασις πρώτη. Τοῦτο τὸ ψήφισμα,» καὶ τὰ ἑξῆς.

Τὸ κατὰ προτίμησιν, ὃ καὶ κατὰ ἀπαρίθμησιν λέγεται· «οἷον ἐγὼ δὲ ὑμῖν, ὦ Ἀθηναῖοι, βούλομαι πρῶτον μὲν περὶ ὧν Φίλιππος ἐπέσταλκε, περὶ τούτων διεξελθεῖν· ὕστερον δὲ, περὶ ὧν οἱ πρέσβεις λέγουσι, καὶ ἡμεῖς λέξομεν.»

Τὸ καθʼ ὑπόθεσιν· «εἰ μὲν τοίνυν πᾶσι ψηφιούμεθα ταῦτα, λήσομεν ὡς ἔοικε μισθοφόρων ἔργον ἀνθρώπων ποιοῦντες, τὴν ἑκάστου σωτηρίαν τούτων δορυφοροῦντες·» καὶ παρʼ Ὁμήρῳ·

  
εἴπερ γάρ κʼ ἐθέλοιμεν Ἀχαιοί τε Τρῶές τε.  

Πλαγιασμός· «πολλῶν ὄντων καὶ μεγάλων, ἃ τὴν ῥητορικὴν ποιεῖ.»

`3.709`

Ἐπιτρέχον· «ἐπειδὴ γὰρ δωροδοκεῖν ἤρξαντό τινες, καὶ διʼ ἀβελτερίαν οἱ πολλοὶ, μᾶλλον δὲ διὰ δυστυχίαν τούτους πιστοτέρους ἡγήσαντο τῶν ὑπὲρ αὐτῶν λεγόντων.»

Ἀπόστασις· «οὕτως ἀθλίως διέκειντο, ὥστε οὐ πρότερον ἐτόλμησεν οὐδεὶς τοιούτου κακοῦ προσιόντος ῥῆξαι φωνήν».

Τὸ κατʼ ἄρσιν καὶ θέσιν· «οὐχ ὡς τῶν ἀποδωσομένων τὰ ὑμέτερα, ἀλλʼ ὡς τῶν φυλαξόντων».

Ἐξ ἀναιρέσεως συμπλεκτικόν· «οὐ γὰρ μόνον εἴ τι χρήσιμον ἐσκεμμένος ἥκει τις, τοῦτʼ ἂν ἀκούσαντες λάβοιτε, ἀλλὰ καὶ τῆς ὑμετέρας τύχης ὑπολαμβάνω».

Τὸ κατὰ συστροφήν· «ὁ γὰρ οἷς ἂν ἐγὼ ληφθείην,» καὶ τὰ ἐξῆς· καὶ πάλιν· «τοῦ τʼ ἐκεῖνον, ὅπερ καὶ ἀληθὲς ὑπάρχει, φαῦλον φαίνεσθαι»

`3.710`

Παρίσωσις κατὰ συλλαβήν· «προσήκει προθύμως» κατὰ δὲ τέλειον μέρος λόγου· «προσιὼν μὲν τῇ βουλῇ, προσιὼν δὲ τῷ δήμῳ.» Τοῦτο δὲ ὀνομάζεται κατὰ κῶλον ἐπαναφορά· κατὰ δὲ τὸ τέλος παρίσωσις. Κατὰ μὲν συλλαβὴν, ὃ καὶ ὁμοιοτέλευτον λέγεται,

  
εὖ μέν τις δόρυ θηξάσθω· εὖ δʼ ἀσπίδα θέσθω.  
κατὰ δὲ τέλειον μέρος λόγου, ὅπερ καὶ ἀντιστροφὴ λέγεται· «πράττεταί τι τῶν ὑμῖν δοκούντων συμφέρειν, ἄφωνος Αἰσχίνης· ἀντέκρουσέ τι καὶ γέγονεν, οἷον οὐκ ἔδει· πάρεστιν Αἰσχίνης.»

Παρίσωσις καθʼ ὅλον κῶλον· «τὸ λαβεῖν οὖν τὰ διδόμενα ὁμολογῶν ἔννομον εἶναι, τὸ χάριν τούτων ἀποδοῦναι παρανόμων γράφῃ.»

Παρίσωσις ἐξ ἐπεμβολῆς· «τὸ μὲν γὰρ πολλὰ ἀπολωλεκέναι κατὰ τὸν πόλεμον, τῆς ἡμετέρας ἀμελείας ἄν τις θείη δικαίως· τὸ δὲ μήτε πάλαι τοῦτο πεπονθέναι, πεφηνέναι τέ τινα ἡμῖν συμμαχίαν τούτων ἀντίρροπον, ἂν βουλώμεθα χρῆσθαι, τῆς παρʼ ἐκείνων εὐνοίας εὐεργέτημʼ ἂν ἔγωγε θείην.»

Παρίσωσις κατʼ ἐναλλαγήν. «Τὸ μὲν τοίνυν ἐν τῇ πρεσβείᾳ πρῶτον Φιλίππου μὲν κλέμμα, δωροδόκημα δὲ τῶν ἀδικούντων τούτων τοιοῦτον ἐγένετο.»

Ἐπαναστροφή· «οὐ γὰρ δήπου Κτησιφῶντα μὲν δύναιτʼ ἂν διώκειν διʼ ἐμὲ, ἐμὲ δὲ, εἴπερ ἐνόμιζεν αὐτὸν ἐξελέγξειν, οὐκ ἂν ἐγράψατο».

Κλιμακωτόν· «οὐκ εἶπον μὲν ταῦτα, οὐκ ἔγραψα δὲ, οὐδὲ ἔγραψα μὲν, οὐκ ἐπρέσβευσα δὲ, οὐδὲ ἐπρέσβευσα μὲν, οὐκ ἔπεισα δέ».

Ὑπερβατὸν καθʼ ὑπέρθεσιν· «τὴν τοῦ διαπράξασθαι ταῦτα, ἃ μηδεὶς πώποτε ἄλλος βασιλεὺς Μακεδόνων, δόξαν ἀντὶ τοῦ ζῇν ἀσφαλῶς ᾑρημένος.»

`3.711`

Ὑπερβατὸν κατὰ παρένθεσιν· «τοῦ τʼ ἐκεῖνον, ὅπερ καὶ ἀληθὲς ὑπάρχει, φαῦλον φαίνεσθαι.»

Καινοπρεπές. «Θετταλοὶ δὲ οὐδένα πώποτε ὅν τινα οὔ.» καὶ ὁ Θουκυδίδης, «καὶ ὀλίγον ἔπρασσον οὐδέν.»

Πολύπτωτον· «οὗτοι γὰρ ἡγοῦνται, τούτοις πείθεσθε, ὑπὸ τούτων δέος ἐστὶ μὴ παρακρουσθῆτε.»

Τὸ καθʼ ὑποστροφήν· «ἔστι τοίνυν οὗτος ὁ πρῶτος Ἀθηναίων αἰσθόμενος, Φίλιππον, ὡς τότε δημηγορῶν ἔφη, ἐπιβουλεύοντα τοῖς Ἕλλησιν.»

Εἰρωνεία· «σφόδρα γε βούλεται, τοὺς Ἕλληνας ἐλευθέρους εἶναι καὶ αὐτονόμους, ὡς δηλοῖ τὰ ἔργα.»

Τὸ κατὰ ἀποσιώπησιν· «ὅσα μὲν οὖν τοὺς χορευτὰς ἐναντιούμενος ἡμῖν ἀφεθῆναι τῆς στρατείας ἠνώχλησεν, ἢ προβαλλόμενος, καὶ κελεύων ἑαυτὸν εἰς Διονύσια χειροτονεῖν ἐπιμελητὴν, ἢ τἄλλα πάντα, ὅσα τοιαῦτα, ἐάσω.»

Ἐπιδιόρθωσις· «ὡς ἔστι τῶν αἰσχρῶν, μᾶλλον δὲ τῶν αἰσχίστων.»

## License and provenance

Eulogikon publishes public-domain Greek texts in cleaned, structured, readable form and makes no copyright claim over that preparation (Public Domain Mark 1.0, https://creativecommons.org/publicdomain/mark/1.0/). Cite as `eul_wid: xrk-ab`.
