---
title: Excerpts from the Introduction to On Issues on Defining Rhetoric
title_greek: Ἐκλογαὶ ἐκ τῶν Προλεγομένων εἰς τὸ Περὶ Στάσεων
author: Commentaries on Hermogenes
eul_wid: xrk-ad
eul_aid: xrk
canonical: "https://eulogikon.org/works/anonymous-hermogenes-excerpts-issues-xrk-ad-xrk-ad"
lang: grc
content_hash: "sha256:c4e2c0f92e51f06e06774b39c3c3fca7d17b690191514d218194ab7ea60758fa"
content_modified_at: "2026-11-15"
license: "https://creativecommons.org/publicdomain/mark/1.0/"
---

# Excerpts from the Introduction to On Issues on Defining Rhetoric

*Ἐκλογαὶ ἐκ τῶν Προλεγομένων εἰς τὸ Περὶ Στάσεων*

**Author:** Commentaries on Hermogenes

**eul_wid:** `xrk-ad` · [HTML page](https://eulogikon.org/works/anonymous-hermogenes-excerpts-issues-xrk-ad-xrk-ad)

## Text

`14.296–14.297`

Δεῖ εἰδέναι, ὅτι Τισίας καὶ Κόραξ, οἵτινες ἐφεῦρον τὴν ῥητορικήν, ὁρίζονται αὐτὴν οὕτως «ῥητορική ἐστι πειθοῦς δημιουργός». ἐπιλαμβάνονται δὲ αὐτῶν τινες διὰ τὸ «δημιουργός» οὐ καλῶς εἰρημένον· σημαίνει γὰρ ἡ λέξις τοὺς ἐν τῷ πείθειν μηδέποτε ἁμαρτάνοντας, ἡ δὲ ῥητορικὴ σφάλλεται πολλάκις.

Δεῖ δὲ εἰδέναι, ὅτι ἡ πειθὼ διττή ἐστιν, ἡ μὲν διδασκαλικὴ μετὰ ἀποδείξεως, ἡ δὲ πιστευτικὴ ἄνευ ἀποδείξεως.

Δεῖ δὲ εἰδέναι, ὅτι καὶ ἡ χρηστὴ παρασκευὴ πρόνοιάν τινα τοῦ ἀνθρώπου ποιεῖται· καὶ ἐπεὶ εὗρε τὸν ἄνθρωπον διαιρούμενον εἰς ψυχὴν καὶ σῶμα, διεῖλε καὶ αὐτὴ ἑαυτὴν εἰς ψυχὴν καὶ σῶμα, καὶ τὸ μὲν περὶ ψυχὴν καλεῖται πολιτική, τὸ δὲ περὶ σῶμα μεμένηκεν ἄκλητον ὡς περὶ σῶμα καλούμενον· οὕτω γὰρ καὶ Πλάτων διαρρήδην βοᾷ φανερῶν, ὅτι μεμένηκεν ἄκλητον.

Δεῖ δὲ εἰδέναι, ὅτι ἡ πολιτικὴ τὸ περὶ ψυχὴν τῆς χρηστῆς παρασκευῆς διαιρεῖ εἰς δύο· ἢ γὰρ φυλάττει τῇ ψυχῇ τὴν παροῦσαν ὑγείαν ἢ τὴν ἀπολομένην ἀνακαλεῖται. καὶ εἰ μὲν τὴν παροῦσαν φυλάττει, γίνεται νομοθετική, εἰ δὲ τὴν ἀπολομένην ὑγείαν ἀνακαλεῖται, δικαστική· αὕτη γὰρ ἡμαρτηκότας ἡμᾶς ἤδη βασάνοις τισὶ καὶ ἄλλοις τὴν ἀπολομένην ὑγείαν αὖθις ἀνακαλεῖται πρὸς διόρθωσιν ἄγουσα. ταῦτα μὲν οὖν εἴρηται περὶ τὴν ψυχήν. τὸ δὲ περὶ σῶμα διαιρεῖται πάλιν εἰς δύο· ἢ γὰρ τὴν παροῦσαν ὑγείαν φυλάττει τῷ σώματι ἢ τὴν ἀπολομένην ἀνακαλεῖται. καὶ φυλάττει μὲν τὴν ὑγείαν διὰ τῆς γυμναστικῆς μὴ συγχωρούσης τοῖς περιττώμασιν ἐνοχλεῖσθαι τὸ σῶμα καὶ πρὸς νόσον ὑποσύρεσθαι· ἀνακαλεῖται δὲ τὴν ἀπολομένην ὑγείαν καὶ ποιεῖ τὴν ἰατρικήν, ἧς ἔργον ἐστὶ τῆς νόσου φανείσης περὶ τὸ σῶμα διὰ τῶν οἰκείων μεθόδων τὴν ἀπολομένην ὑγείαν ἀνακαλεῖσθαι.

`14.298`

Χρὴ δὲ εἰδέναι, ὅτι παρυφέστηκε τῇ χρηστῇ παρασκευῇ εἴδωλόν τι, ἡ κολακεία. ὥσπερ τοίνυν ἡ χρηστὴ παρασκευὴ διαιρεῖται εἰς ψυχὴν καὶ σῶμα πρόνοιαν ποιουμένη τοῦ ἀνθρώπου, οὕτω καὶ ἡ κολακεία πάλιν πρόνοιαν ποιεῖται τοῦ ἀνθρώπου. καὶ τὸ μὲν περὶ ψυχὴν τῆς κολακείας διαιρεῖται εἰς τὴν παροῦσαν ὑγείαν καὶ τὴν ἀπολομένην. φασὶ γὰρ Πρόδικον τὸν Κεῖον σοφιστὴν θέλοντα τοὺς νέους πρὸς ἀνάγνωσιν παροξῦναι τοιοῦτον αὐτοῖς μῦθον εἰπεῖν, ὅτι τῷ Ἡρακλεῖ νέῳ ὄντι Ἑρμῆς κατὰ πρόσταξιν τοῦ Διὸς δύο ὑπέδειξεν λόφους· καὶ ὁ μὲν εἷς ὁμαλὴν καὶ εὔβατον εἶχε τὴν ἄνοδον, ἐν δὲ τῷ ἄκρῳ γυναῖκα καθεζομένην ἐπείσακτον ἔχουσαν κάλλος, τουτέστιν οὐ φυσικόν, ἀλλὰ ἀπὸ κοσμητικῶν καὶ φυκαρίων καὶ ἑτέρων τινῶν· ὁ δὲ ἕτερος λόφος ἀνάντη καὶ δύσβατον ἔχων τὴν ἄνοδον, ἐν δὲ τῇ κορυφῇ γυνὴ καθεζομένη φυσικὸν ἔχουσα κάλλος. ἐρωτῆσαι δὲ τὸν Ἑρμῆν· ὦ Ἡράκλεις, ποίαν βούλει γυναῖκα; τὸν δὲ ἀποκριθῆναι· τὴν ἀρετὴν αὐτῷ ἐμποιοῦσαν, ἤτοι τὴν φυσικὸν τὸ κάλλος κομίζουσαν· ἡ γὰρ αὐτὴ ὡς δυσχερὴς μᾶλλον αὐτῷ ἀρετὴν προσέφερεν. ταῦτα μὲν ὁ Κεῖος σοφιστής.

`14.299`

Δεῖ δὲ εἰδέναι, ὅτι πολλάκις ἐπαινεῖται τὸ ψεῦδος παρὰ τὴν ἀντικειμένην ἀλήθειαν τὴν ἐπὶ βλάβῃ τῶν ἀκουόντων ὑπάρχουσαν. οὐ θαυμαστὸν δέ, εἰ φαμὲν εἶναι τὸ λυσιτελές· καὶ Πλάτων γὰρ ὁμολογεῖ τοῦτο διὰ τοιούτου παραδείγματος λέγων «παρεκατέθετό τις ἑταίρῳ τινὶ ξίφος, εἶτα μετὰ ταῦτα μανεὶς ἀπῄτει τὸ ξίφος, ὃ δὲ μηδὲν ἔλεγεν εἰληφέναι διὰ τὸ μὴ λαβόντα τὸν δεδωκότα τὸ ξίφος κακόν τι διαπράξασθαι». τοῦτο τὸ ψεῦδος καὶ Πλάτων καὶ ἡ ἀλήθεια λυσιτελὲς εἶναί φασι καὶ ἐπαινούμενον· ὡς πολλάκις καὶ τὸ ὑβρίζειν, καθὼς Ἰωάννης ὁ Χρυσόστομος.

Ἰστέον, ὅτι ὁ συρισμὸς παρὰ τοῖς παλαιοῖς ἐπὶ κακῷ ἐλαμβάνετο. ἀπελθὼν οὖν ὁ Δημοσθένης ἐσκέψατο τὸν παρόντα λόγον, κατηγορῶν αὐτοῦ δημοσίων ἀδικημάτων· ἐν ᾧ καὶ διαβάλλει τὸν Μειδίαν ὡς κλέψαντα ἀπὸ τῶν χρυσῶν στεφάνων ἐκ τοῦ χρυσοχόου.

Τί διαφέρει εἶδος ἰδέας; καὶ ἔστιν εἰπεῖν τῷ τὸ μὲν διʼ ἑαυτὸ εἶναι, τὴν δὲ ἰδέαν διὰ τὸ εἶδος· εἶδος γάρ ἐστιν ὁ σκοπός, ἰδέα δὲ ἡ φράσις.

Ὑπόκρισίς ἐστι φωνῆς καὶ σχήματος πιθανὴ διάθεσις, πρέπουσα τῷ ὑποκειμένῳ προσώπῳ καὶ πράγματι. Δεῖ γὰρ εἰς τὰ πράγματα λόγους μὲν πρῶτον εὑρεῖν, ἔπειτα τάξαι, τρίτον ἑρμηνεῦσαι, τέταρτον μνημονεῦσαι, πέμπτον ὑποκρίνασθαι. τὸ γὰρ τεχνικὸν εἶδος τῆς ῥητορικῆς μέρη ἔχει πέντε· εὕρεσιν, οἰκονομίαν, φράσιν, μνήμην καὶ ὑπόκρισιν.

Εὕρεσίς ἐστιν ἐπίνοια οἰκείων λόγων τῷ ὑποκειμένῳ πράγματι.

Οἰκονομία ἐστὶν ἔντεχνος ἐπίκρισις τῶν εὑρεθέντων.

Φράσις ἐστὶν ἀπαγγελία τῶν εὑρεθέντων καὶ διαταχθέντων μετὰ τῆς προσηκούσης ἑρμηνείας.

`14.300`

Μνήμη ἐστὶν ἐπανάληψις καὶ κατοχὴ μεθοδικὴ διὰ τύπων καὶ ἰδιωμάτων τῶν προεπινοηθέντων καὶ διατυπωθέντων πραγμάτων καὶ ῥημάτων.

## License and provenance

Eulogikon publishes public-domain Greek texts in cleaned, structured, readable form and makes no copyright claim over that preparation (Public Domain Mark 1.0, https://creativecommons.org/publicdomain/mark/1.0/). Cite as `eul_wid: xrk-ad`.
