---
title: Commentary on On Issues
title_greek: Σχόλια εἰς τὸ Περὶ τῶν Στάσεων
author: Commentaries on Hermogenes
eul_wid: xrk-am
eul_aid: xrk
canonical: "https://eulogikon.org/works/anonymous-hermogenes-commentary-issues-xrk-am"
lang: grc
content_hash: "sha256:ac580898a1405f1e005cd839d5c8d0303503bd6742a47743b45e0b86ca648ef2"
content_modified_at: "2026-11-15"
license: "https://creativecommons.org/publicdomain/mark/1.0/"
---

# Commentary on On Issues

*Σχόλια εἰς τὸ Περὶ τῶν Στάσεων*

**Author:** Commentaries on Hermogenes

**eul_wid:** `xrk-am` · [HTML page](https://eulogikon.org/works/anonymous-hermogenes-commentary-issues-xrk-am)

## Text

`7`

ΕΡΜΟΓΕΝΟΥΣ ΤΕΧΝΗΣ ΡΗΤΟΡΙΚΗΣ ΠΕΡΙ ΤΩΝ ΣΤΑΣΕΩΝ.

`7.104–7.105`

αʹ. Ἐδόκει τισὶ χρῆναι τὸν τεχνικὸν εὐθὺς ἐν ἀρχῇ προτάξαι τὸν τῆς ῥητορικῆς ὅρον, εἴγε ἡ νῦν αὐτῷ προκειμένη πραγματεία ῥητορική ἐστιν· ἀλλὰ περὶ μέρους, φασὶν, ἔλεγε τῆς ῥητορικῆς· οἱ δὲ ὅροι περὶ τινῶν τελείων βούλονται εἶναι· εἰκότως οὖν οὐχ ὡρίσατο τὴν ῥητορικήν· οὐ γὰρ περὶ πάσης αὐτῷ προὔκειτο λέγειν· ἀλλὰ φαμὲν, ὅτι πολλῷ μᾶλλον περὶ μέρους αὐτῆς διαλεγόμενος ὤφειλε τὸν ὅρον τῆς ῥητορικῆς προτάξαι· μὴ γὰρ μαθόντες τὸ ὅλον οὐκ ἂν δυνηθείημεν τὰ μέρη αὐτοῦ γινώσκειν· πλαγίως οὖν καὶ λεληθότως ὡρίσατο τὴν ῥητορικήν. ἡ δὲ αἰτία λεχθήσεται· ὡρίσατο δὲ τοῦτον τὸν τρόπον· πᾶς ὅρος συνέστηκεν ἐκ γένους καὶ διαφορᾶς, καὶ ὧν οἱ ὅροι οἱ αὐτοὶ, τούτων τὰ πράγματα τὰ αὐτά. Ἀντὶ τοῦ γένους οὖν παραλαβὼν τὸν κοινὸν ὅρον καὶ συμπλέξας αὐτὸν ταῖς εἰδικαῖς διαφοραῖς οὕτω προηνέγκατο τὸν ὁρισμόν. Ἀντὶ γὰρ τοῦ εἰπεῖν τέχνη, εἶπε τὸν ὅρον τῆς τέχνης, καὶ ἔφη ὧδε· πολλῶν ὄντων καὶ μεγάλων καὶ τὰ ἑξῆς. Ταῦτα δὲ οὐδὲν ἕτερόν ἐστιν ἢ περιφανῶς εἰπεῖν σύστημα ἐγκαταλήψεων γεγυμνασμένων πρός τι τέλος εὔχρηστον τῶν ἐν τῷ βίῳ· ὅπερ ἐστὶν ὁ ὅρος τῆς τέχνης· τούτῳ οὖν συμπλέξας τὰς εἰδικὰς διαφορὰς τουτέστι τὸ κἀν ταῖς βουλαῖς κἀν τοῖς δικαστηρίοις καὶ πανταχοῦ αὐτοτελῆ τὸν ὅρον ἀπέδωκε τῆς ῥητορικῆς. Οὐχ ἁπλῶς δὲ οὐδʼ ἄνευ λόγου τινὸς πλαγίως καὶ λεληθότως ὡρίσατο, ἀλλʼ ἵνα καὶ τὴν ἀντίθεσιν τῶν φασκόντων μὴ εἶναι τέχνην τὴν ῥητορικὴν δόξῃ μὴ παραδέχεσθαι, ἀλλʼ ὡσπερεὶ καταφρονεῖν καὶ παραπέμπεσθαι τὸν λόγον αὐτῶν, καὶ διὰ τὸ συμπλέξαι τὸν ὅρον τῆς τέχνης τῇ ῥητορικῇ ἀποδείξῃ τέχνην αὐτὴν οὖσαν. δεδήλωται γὰρ, ὅτι ὧν οἱ ὅροι οἱ αὐτοὶ, τούτων τὰ πράγματα τὰ αὐτά· ἐν δὲ τῷ πλαγιάσαι πρὸς ἑκατέρους ἀπήντησε, τούς τε ὅλην ῥητορικὴν τὰς στάσεις λέγοντας καὶ τοὺς μὴ τέχνην αὐτὴν ὀνομάζοντας, τοὺς μὲν τῷ φάναι, μέγιστον εἶναί μοι δοκεῖ· τὸ γὰρ μέγιστόν τινων μεγάλων ἐπαναβέβηκεν, ὥστε οὐ τὸ πᾶν τῆς ῥητορικῆς ἐν ταῖς στάσεσι. τοὺς δὲ τῷ εἰπεῖν «σαφῆ τε τὴν ὠφέλειαν παρεχόμενα τῷ βίῳ». τοῦτο γὰρ ὁμολογουμένης τέχνης ἐστίν.

`7.106`

βʹ. Πολλῶν εἰπὼν οὐκ ἔστη μέχρι τούτου, ἀλλʼ ἐπήνεγκε κατὰ αὔξησιν τὸ μεγάλων. καὶ καθʼ ἕτερον εἶδος τοῦ ποσοῦ ἐπῄνεσε τὴν ῥητορικήν· τοῦ γὰρ ποσοῦ τὸ μέν ἐστι διακεκριμένον, τὸ δὲ συνεχὲς, καὶ ἐπὶ μὲν τοῦ διακεκριμένου λέγεται τὸ πολὺ, οἷον πολλοὶ ἄνθρωποι· ἐπὶ δὲ τοῦ συνεχοῦς τὸ μέγα, οἷον ὁ δεκάπηχυς κίων μέγας ἐστί. σημειωτέον δὲ, ὅτι ἐπὶ μὲν τοῦ συνεχοῦς τὸ μετρεῖν λέγεται, ἐπὶ δὲ τοῦ διακεκριμένου τὸ ἀριθμεῖν· οἷον μέτρησον μὲν τὸν κίονα, ἀρίθμησον δὲ τοὺς ἀνθρώπους.

γʹ. Τῶν τὴν ῥητορικὴν ὁρισάντων οἱ μὲν ἐπὶ τὸ χεῖρον, οἱ δὲ πρὸς τὸ μεῖζον ἀπέκλιναν, μεθʼ ὧν καὶ Πλάτων τὴν ῥητορικὴν ἐκωμῴδησε φήσας αὐτὴν ἐμπειρίαν εἶναι καὶ πολιτικῆς μορίου εἴδωλον, καὶ κακοτεχνίαν, ἢ ματαιοτεχνίαν. Ἑρμογένης οὖν μήτε προδήλως ἀντιταχθῆναι Πλάτωνι βουληθεὶς, αἰδοῖ τοῦ ἀνδρὸς, μήτε τὴν τέχνην σαλεύουσαν παριδεῖν ἐθελήσας σοφίᾳ τὴν τέχνην μετέρχεται, τὸν ὅρον τῆς καθόλου τέχνης αὐτῇ ἐπιθείς. ἔστι δὲ ὅδε· σύστημα ἐγκαταλήψεων· σύστημα δέ ἐστιν ἡ τῶν πολλῶν ὀργάνων συνδρομὴ, διʼ ὧν ἡ τέχνη.

δʹ. Διανίστησι τὸν ἀκροατὴν τῷ πολλῶν καὶ μεγάλων εἰπεῖν, οἷον τοῦ δικανικοῦ, τοῦ συμβουλευτικοῦ, τοῦ πανηγυρικοῦ, τῶν στάσεων, τῶν εὑρέσεων, τῶν ἰδεῶν, τῶν θεωρουμένων ταύταις προσώπων τε καὶ πραγμάτων, διαιρέσεως κεφαλαίων, τῶν πέντε μερῶν, ἐξ ὧν ὁ πολιτικὸς λόγος, τῶν ἑπτὰ ἰδεῶν, καὶ τῶν ὀκτὼ μερῶν, ἐξ ὧν γίνονται.

`7.107`

εʹ. Ζητητέον πῶς εἶπε «τέχνην ποιεῖ», καὶ «καταληφθέντα ἐξ ἀρχῆς»· δοκεῖ γὰρ ταῦτα ὥσπερ ἐναντία εἶναι ἀλλήλοις· ποιοῦμεν γὰρ τὰ μὴ ὄντα, καταλαμβάνομεν δὲ τὰ ἤδη προϋφεστῶτα· φήσαιμεν δʼ ἂν, ὅτι τὰ πράγματα φύσει ἐστὶ καὶ πρὸ τοῦ καταληφθῆναι ἐν ἡμῖν· ἐπειδὰν δὲ καταληφθῇ ὑφʼ ἡμῶν, τότε γίνεται ὡς πρὸς τὴν ἡμετέραν γνῶσιν ἢ τεχνικὴν ἢ ἐμπειρικήν. καλῶς οὖν πρὸς μὲν τὸ εἶναι τὴν ῥητορικὴν φύσει εἶπε τὸ καταληφθέντα ἐξ ἀρχῆς· πρὸς δὲ τὸ τέχνην αὐτὴν εἶναι τὸ ποιεῖ, τοῦτο δὲ ἴσον τῷ ἐγκαταλήψεων.

ϛʹ. Κατάληψις δέ ἐστιν ἐπὶ μὲν τῶν ἐπιστημῶν ἡ ἐκ τῶν καθόλου γνῶσις, ἐπὶ δὲ τῶν τεχνῶν ἡ ἐξ αἰσθήσεως γνῶσις, οἷον ἐν χειμῶνι γυμνός τις ὢν καὶ ῥιγώσας, εἶτα περιβαλλόμενος καὶ θαλφθεὶς ἔγνω ἐκ τῆς αἰσθήσεως, ὅτι χρήσιμος ἡ περιβολή. οὕτω πᾶσαι αἱ περὶ τὸν βίον εὕρηνται τέχναι ἐξ αἰσθήσεως, ὅτι χρειώδεις, παρασχοῦσαι τὴν κατάληψιν. οὕτω καὶ τὰ τῆς ῥητορικῆς, οἱ γὰρ παλαιοὶ ἐγνωκότες, ὅτι φιλότιμον ζῶον ὁ ἄνθρωπος, καὶ κολακείαις ὑπάγεται, τὰ προοίμια ἐφεῦρον, παρακαλοῦντες τοὺς δικαστὰς ἐπὶ τὸ ὑπακούειν αὐτοῖς· εὗρον δὲ καὶ διήγησιν καὶ τὰ λοιπὰ μέρη τοῦ πολιτικοῦ λόγου διʼ αἰτίας, ἃς ἐν ταῖς εὑρέσεσι μάθῃς.

ζʹ. Ἢ ἀφʼ οὗπερ ἡ τῶν ἀνθρώπων φύσις ὑπέστη, ἵνα ἅμα τοῖς ἀνθρώποις αὐτὴν ἀποδείξῃ, ὡς καὶ Πλάτων ὅτι τὸ λογικὸν συνεφύη τοῖς ἀνθρώποις, ἢ ὃ καὶ ἄμεινον, ἀφʼ οὗ ἄνθρωποι τέχνας κοσμεῖν ἤρξαντο καὶ διὰ λόγου ταύτας μετῆλθον.

`7.108`

ηʹ. Οὐ περιττὸν τὸ δηλαδὴ οὐδὲ ῥυθμοῦ μόνον χάριν καὶ κόσμου παραληφθὲν, ἀλλʼ ἐπίρρημα βεβαιώσεως ὂν μετὰ πληροφορίας τὸ πάγιον ἐμφαίνει τῆς καταλήψεως.

θʹ. Μετὰ γὰρ τὴν γνῶσιν καὶ κατάληψιν χρεία καὶ τῆς ἐν τῷ γυμνάζεσθαι διατριβῆς. ὅτι χρὴ δὲ πρὸς τῇ εὑρέσει καὶ γυμνασίαν ἀσκεῖν, ἐδήλωσε Δημοσθένης· εἰς μὲν γὰρ τὸ δικανικὸν καὶ τὸ συμβουλευτικὸν ἄμαχος ἦν ὁ ἀνὴρ, ἐπειδὴ τούτοις συνεγυμνάσατο, περὶ δὲ τὸ πανηγυρικὸν ἄτονος ἐδόκει καὶ ἀνίσχυρος διὰ τὸ μὴ πεῖραν καὶ τριβὴν ἐν τούτοις λαβεῖν.

ιʹ. Τὸ σαφῆ προσέθηκε φανερῶς πρὸς Πλάτωνα καὶ τοὺς λοιποὺς φιλοσόφους ἀποτεινόμενος, ὡσπερεὶ ἔλεγεν, ὅτι ἡ γεωμετρία καὶ ἡ ἀστρονομία ἄδηλον εἰ ὠφελεῖ· ἡ δὲ ῥητορικὴ δῆλον· ἡ τέχνη οὖν δῆλον, ὡς οὐ ματαιοτεχνία, οἷα ἡ ὀρχηστικὴ, οὐδὲ κακοτεχνία, οἷα ἡ φαρμακεία. ὅρα δὲ ὡς ὁ μὲν ὅρος τῆς καθόλου τέχνης ψιλῶς ἔχει πρός τι τέλος εὔχρηστον· οὗτος δὲ ἐπιτείνας σαφῆ, εἶπε, τὴν ὠφέλειαν παρεχόμενα.

`7.109`

ιαʹ. Λιὰ τούτων τῶν ῥημάτων τὰ εἴδη ἐνέφαινε τῆς ῥητορικῆς τρία ὄντα κατὰ μίμησιν τῶν τῆς ψυχῆς δυνάμεων, λογιστικοῦ τέ φημι καὶ θυμικοῦ καὶ ἐπιθυμητικοῦ. ἐκ μὲν γὰρ τοῦ λογιστικοῦ τὸ συμβουλευτικὸν εἶδος πρόεισιν, ἐκ δὲ τοῦ θυμικοῦ τὸ δικανικὸν, ἐκ δὲ τοῦ ἐπιθυμητικοῦ τὸ πανηγυρικόν· εἰ γὰρ καὶ πάντα ἐν πᾶσιν, ἀλλʼ ἑκάστῳ τῆς ψυχῆς μέρει μᾶλλον οἰκεῖον τὸ ἀποδεδομένον εἶδος πρὸς ἕκαστον. εἰπὼν οὖν κἀν ταῖς βουλαῖς τὸ συμβουλευτικὸν εἶδος ἐνέφηνε. κἀν τοῖς δικαστηρίοις δὲ εἰπὼν τὸ δικανικὸν ἐνεδείξατο. διὰ δὲ τοῦ πανταχοῦ τὸ πανηγυρικὸν, πανταχοῦ γὰρ τὸ τοιοῦτον συνανακέχυται εἶδος· καὶ δῆλον ἀπὸ τοῦ τέλους· τέλος γὰρ τοῦ πανηγυρικοῦ τὸ καλὸν, ὃ κἀν τοῖς τῶν ἄλλων εἰδῶν συναναφαίνεται τέλεσι, τῷ τε συμφέροντι, ὃ τέλος ἐστὶ τοῦ συμβουλευτικοῦ, τῷ τε δικαίῳ, ὃ τέλος ἐστὶ τοῦ δικανικοῦ. λέγεται γὰρ καλὸν τό τε συμφέρον καὶ δίκαιον. τὸ δὲ καλὸν οὐκ ἂν ῥηθείη πάντως οὔτε συμφέρον οὔτε μὴν δίκαιον. οὐ γὰρ ἀντιστρέφει· τὸ γὰρ κάλλος καλὸν μὲν, τοῖς δὲ πολλοῖς οὐ συμφέρον. ἀλλʼ οὐδʼ ἂν δίκαιον λέγοιτο. Τινὲς δέ φασι, μὴ δηλοῦσθαι διὰ τοῦ πανταχοῦ τὸ πανηγυρικόν. περὶ γὰρ τῶν στάσεων ὁ λόγος τῷ ῥήτορι. τὸ δὲ πανηγυρικὸν ἀστασίαστον. ἀλλὰ πρῶτον μὲν περιττῶς ἂν δόξῃ κεῖσθαι τὸ πανταχοῦ. ἔπειτα οὐδὲ ἀστασίαστον ἀεὶ τὸ πανηγυρικὸν, ἀλλʼ ἔστιν ὅτε καὶ αὐτὸ στασιάζεται. ὥσπερ ἐπὶ τοῦ πολιτικοῦ, περὶ οὗ φησὶν ἐν τῷ περὶ ἰδεῶν λόγῳ ὁ Ἑρμογένης, ἔνθα καὶ πρόβλημα τὸ περὶ Ἀλκιβιάδου προτίθησι λέγων, Ἀλκιβιάδης λαχὼν δᾳδουχεῖν δοκιμάζεται· καὶ ἐξαίρων οὖν τὸ πανηγυρικὸν τὸ πανταχοῦ εἶπε, καὶ ὅτι βουλευόμεθα μὲν ἐν βουλευτηρίοις μόνοις, δικαζόμεθα δὲ ἐν δικαστηρίοις, πανηγυρίζομεν δὲ πανταχοῦ· προτέθεικε δὲ τὸ συμβουλευτικὸν τοῦ δικανικοῦ διὰ τὸ τιμιώτερον καὶ πᾶσιν ἁρμόζειν καὶ δικαζομένοις καὶ μὴ, καὶ πανηγυρίζουσι καὶ οὐχί.

`7.110`

ιβʹ. Ἔθος τῷ ῥήτορι μᾶλλον δὲ καὶ πᾶσι τοῖς ῥήτορσιν, ἴδιον δὲ τῆς τέχνης αὐτῆς τὸ ἀεὶ ἐξαίρειν τὸ νῦν εἰς ἔπαινον προτιθέμενον. Κἀνταῦθα τοίνυν τοῦτο ποιεῖ· ἐν δὲ τῷ περὶ εὑρέσεως βιβλίῳ γενόμενος ἐκεῖνο πάλιν ἐξαίρει, κἀν τῷ περὶ ἰδεῶν δὲ ὡσαύτως. τεσσάρων δὲ τρόπων διδασκαλικῶν ὄντων, διαιρετικοῦ, ἀναλυτικοῦ, ὁριστικοῦ, καὶ ἀποδεικτικοῦ, περὶ μόνου τοῦ διαιρετικοῦ καὶ τοῦ ἀποδεικτικοῦ ἐμνημόνευσεν, ὡς ἐν τῷ διαιρετικῷ καὶ τοῦ ἀναλυτικοῦ ἀναφαινομένου κατὰ τὸ ἔμπαλιν, κἀν τῷ ἀποδεικτικῷ τοῦ ὁριστικοῦ. ἃ γὰρ ἡ ἀπόδειξις τινὶ προσόντα ἐξ ἀνάγκης δεικνύει, ταῦτα ὡς ἕν τι πάντα ὁ ὅρος κατηγορεῖ τοῦ αὐτοῦ. εἰπὼν δὲ μέγιστον εἶναι τὸ περὶ διαιρέσεως καὶ ἀποδείξεως, ἐπειδὴ κἀν ταῖς εὑρέσεσι κἀν ταῖς ἰδέαις διαιρεῖ τε καὶ ἀποδείκνυσιν, ἐπανέλαβε τὸν λόγον, ἵνα σαφηνίσῃ τὸ λεγόμενον καὶ δείξῃ περὶ ποίας αὐτῷ πρόκειται διαιρέσεως λέγειν καὶ ἀποδείξεως, καί φησι, λέγω δὲ οὐ τῆς ἀπὸ τῶν γενῶν εἰς εἴδη.

`7.111`

ιγʹ. Ἡ διαίρεσις ἑξαχῶς λέγεται· ἢ ἀπὸ γένους εἰς εἴδη, ὥσπερ τοῦ ζώου εἰς λογικὸν καὶ ἄλογον, καὶ ἀπὸ εἴδους εἰς ὅλον, οἷον τοῦ καθόλου ἀνθρώπου εἰς τὰ ἄτομα, τυχὸν Δημοσθένη καὶ Πλάτωνα, ἢ ἀπὸ ὅλου εἰς μέρη, Σωκράτους εἰς κεφαλὴν καὶ χεῖρας καὶ πόδας, ἢ ἀπὸ ὁμωνύμου φωνῆς εἰς διάφορα σημαινόμενα, ὡς φέρε εἰπεῖν Αἴας ὁ Ὀϊλέως καὶ Αἴας ὁ Τελαμώνιος, καὶ κύων χερσαῖος καὶ κύων θαλάσσιος. ἢ ἀπὸ οὐσίας εἰς συμβεβηκότα. τοῦ ἀνθρώπου τὸ μὲν λευκὸν, τὸ δὲ μέλαν, ὁ Σκύθης τυχὸν καὶ ὁ Αἰθίοψ· ἢ ἀπὸ συμβεβηκότος εἰς οὐσίαν, ὡς ἐὰν εἴπῃς, τοῦ λευκοῦ τὸ μὲν ψιμύθιον, τὸ δὲ κύκνος. ἔστι δὲ ἡ διαίρεσις αὕτη· ὡς ἀπὸ ὅλου εἰς μέρη. ταύτῃ δὲ τῇ διαιρέσει, λέγω δὴ τῇ ἀπὸ τοῦ ὅλου εἰς μέρη σημειωτέον, ὅτι ἐπὶ μόνης διδασκαλίας χρώμεθα.

`7.112`

ιδʹ. Τινὲς γένος λέγουσι τὴν λογικὴν ἐπιστήμην, εἴδη δὲ ταύτης ἰατρικὴν, ἀριθμητικὴν, ῥητορικήν. ὅλα δὲ συμβουλευτικὸν, δικανικὸν, πανηγυρικὸν, μέρη δὲ προτροπὴν, ἀποτροπὴν καὶ τὰ ἑξῆς· ἔνιοι δὲ γένος μὲν τὴν ῥητορικὴν, εἴδη δὲ συμβουλευτικὸν, ὅλον δὲ τὸν λόγον, μέρη δὲ προοίμια, διηγήσεις, ἀγῶνας καὶ ἐπιλόγους. ἔχει δὲ οὐχ οὕτως· οὐ γὰρ ἂν εἶπε γενῶν εἰς εἴδη, ἀλλὰ γένους, οὐδʼ αὖ ὅλων εἰς μέρη, ἀλλʼ ἀπὸ τοῦ ὅλου· μνημονεύσας δὲ πλειόνων γενῶν καὶ ὅλων ἔδειξεν, ὡς περὶ τῶν ἐν ταῖς ἰδέαις γενῶν ἐπὶ τὰ τούτων εἴδη αὐτῶν ἡ διαίρεσις, καὶ ἡ ἀπὸ τῶν ὑποκειμένων τοῖς εἴδεσιν ὅλων ἐπὶ τὰ μέρη· ὥσπερ γὰρ τὸ ζῶον γένος ὂν διαιρεῖται εἰς εἴδη, ἄνθρωπον καὶ βοῦν· τῷ δὲ ἀνθρώπῳ, εἴδει ὄντι, ὑπόκεινται οἱ καθʼ ἕκαστον ἄνθρωποι, Σωκράτης, Πλάτων. οἳ λέγονται ὅλα, ταῦτα δὲ τὰ ὅλα διαιρεῖται εἰς μέρη, χεῖρας καὶ πόδας, οὕτω καὶ τὰ γένη τῶν ἰδεῶν διαιροῦνται εἰς εἴδη, οἷς ὑπόκεινται ὅλα, ἃ διαιροῦνται εἰς μέρη. ἡ γὰρ σαφήνεια γένος οὖσα διαιρεῖται εἰς εἴδη, εὐκρίνειαν καὶ καθαρότητα, αἷς ὑπόκεινται ὅλα, ἔννοια, μέθοδος, καὶ τὰ λοιπὰ, ἅπερ διαιρεῖται εἰς μέρη καὶ διαφόρους μεθόδους. τῶν τοίνυν ἰδεῶν ἀποδιαστέλλων τὰς στάσεις φησί· λέγω δὲ οὐ τῆς ἀπὸ τῶν γενῶν εἰς εἴδη, καὶ ἀπὸ τῶν ὅλων εἰς μέρη· ἀπὸ δὲ τῶν εὑρέσεων αὐτὰς οὐ διέστειλεν, ὅτι ὁ περὶ τῶν στάσεων λόγος ὁ αὐτός ἐστι σχεδὸν τῷ περὶ εὑρέσεως.

ιεʹ. Ἵνα μὴ δοκῇ διὰ τὸ ἄχρηστον τοῦ πράγματος τὴν περὶ τούτου καταλελοιπέναι ζήτησιν, διὰ τοῦτο κἀκεῖνα ἐγκωμιάζει. οἶδε γὰρ ὡς ἐπιστήμην καὶ τὰς περὶ αὐτῶν τεχνολογίας πολλῆς ἐξετάσεως δεομένας, κἀντεῦθεν δὲ δῆλον, ὡς μόνας τὰς ἰδέας διεῖλεν ἀπὸ τῶν στάσεων· οὐ γὰρ εἶπε, μικρὰ μὲν γὰρ οὐδὲ ταῦτα ῥητορικῆς μέρη, ἀλλὰ μέρος, δηλῶν ὡς περὶ ἑνὸς μέρους αὐτῷ τῶν ἰδεῶν ἡ διαστολή.

ιϛʹ. Ἐκ πάντων τὸ περὶ ἰδεῶν διαστείλασθαι τὸν Ἑρμογένη συνάγεται, τὸ γὰρ εἰπεῖν, ἀλλʼ οὐ περὶ τούτων νυνὶ, δείκνυσιν αὐτὸν μέλλειν καὶ περὶ τῶν διαστελλομένων ἐρεῖν. Φαίνεται δὲ περὶ τῶν ἰδεῶν εἰς τὸ μετέπειτα λέγων, ἀλλʼ οὐ διαίρεσιν ἡμῖν τοιαύτην, οἵαν τινὲς ἔφασαν, παραδιδούς.

`7.113`

ιζʹ. Πολιτικὰ ζητήματα καλεῖ πάντα τὰ ὑπὸ τὰς ιγʹ ἀναγόμενα στάσεις. πολιτικὸν δὲ ζήτημα τὸ ῥητορικὸν πρὸς ἀντιδιαστολὴν τῶν φιλοσόφων καὶ τῶν λοιπῶν. ἐπεί ἐστι πολλὰ ζητήματα, ἅπερ μή ἐστι πολιτικὰ, οἷον τὰ περὶ γεωμετρίας καὶ ἀστρονομίας καὶ ὅσα τοιαῦτα, περὶ ἐκείνης, φησὶν, ὁ λόγος γινέσθω τῆς διαιρέσεως τῶν πολιτικῶν ζητημάτων εἰς τὰ λεγόμενα κεφάλαια, πολιτικὸν ζήτημα λέγων τὴν στάσιν, πολιτικὸν μὲν, ὅτι πρὸς σύστασιν τῆς πολιτείας ὁρᾷ τὸ στασιαζόμενον, ζήτημα δὲ, διὰ τὸ ἀμφιρρεπὲς καὶ τὸ παρʼ ἑκατέρων τῶν μερῶν ζητεῖσθαι καὶ ἐξετάζεσθαι. λεγόμενα δέ φησι τὰ ὀνομαζόμενα, τὰ οὕτω παρὰ τοῖς ἀρχαίοις καλούμενα. ἐκλήθησαν δὲ κεφάλαια ἐκ μεταφορᾶς τῆς κεφαλῆς· ὡς γὰρ ἐκείνη περιεκτική ἐστι τῶν αἰσθήσεων, ἐν μέρει γὰρ καὶ τὴν ἀρχὴν περιέχει, οὕτω καὶ τὸ ῥητορικὸν κεφάλαιον, τυχὸν βούλησις ἢ δύναμις, περιεκτικόν ἐστι τούτων τῶν πέντε ἐπιχειρημάτων, ἐργασιῶν, ἐνθυμημάτων, ἐπενθυμημάτων καὶ πλαστῶν. ὑπάλληλα γὰρ ταῦτα τοῖς κεφαλαίοις ἀρχῇ τινι ὄντι καὶ ῥίζῃ.

ιηʹ. Διὰ μὲν τοῦ ὁ αὐτὸς τὴν κοινωνίαν ἔδειξεν, διὰ δὲ τοῦ σχεδὸν τὴν διαφοράν. κοινωνεῖ μὲν γὰρ, ἐπειδὴ τὸ περὶ εὑρέσεως, περὶ τῶν ἐνθυμημάτων καὶ τῶν παραδειγμάτων ἐστὶν, ἐξ ὧν συνίστανται οἱ ῥητορικοὶ λόγοι. ἡ γὰρ εὕρεσις ἔκθεσις τόπων ἐστὶν, ἐξ ὧν δεῖ λαμβάνειν τὰ πολιτικὰ ἐνθυμήματα καὶ παραδείγματα, καὶ τὰ κεφάλαια δὲ ἐξ ἐνθυμημάτων συνίστανται καὶ παραδειγμάτων. Κοινωνεῖ μὲν οὖν τοῦτο τὸ βιβλίον τῷ περὶ εὑρέσεως τούτῳ τῷ λόγῳ, διαφέρει δὲ αὐτοῦ, καθὸ τὸ μὲν περὶ εὑρέσεως ἀναπληροῖ. τὸ δὲ περὶ τῶν στάσεων δύο ἢ τρεῖς ἔχει τόπους, ἐξ ὧν ἐστι λαβεῖν τὰ παραδείγματα καὶ τὰ ἐνθυμήματα.

ιθʹ. Τί δέ ποτε εἰπὼν σχεδὸν καὶ δείξας, ὅτι ἔν τισι διαλλάττει, ἐπήγαγε, πλὴν ὅσον οὐ πάντα ἔχει τὰ περὶ εὑρέσεως, ἐν οἷς διαφέρουσιν ἀλλήλων, ἐδήλωσεν· οὐ γὰρ ὅσα ἄν τις εἴποι μελετῶν, ταῦτα εἰς τὸν χαρακτηρισμὸν τῶν κεφαλαίων εἶπεν ὁ τεχνικός.

`7.114`

κʹ. Ῥητέον εἰκότως· ἐπεὶ γὰρ περὶ αὐτοῦ πᾶς ὁ λόγος, δεῖ τὴν φύσιν αὐτοῦ τί ποτέ ἐστιν, ἐξεπίστασθαι, ἵνα μὴ περὶ οὗ ζητοῦμεν ἀγνοοῦντες ὅπη τύχῃ περιφερώμεθα.

`7.115`

καʹ. Πᾶς ὅρος ἐκ γένους συνίσταται καὶ διαφορῶν. Ἰδοὺ γοῦν ἐνταῦθα γένος μὲν ἡ ἀμφισβήτησις, ἥτις ἐστὶ ζήτησις· εἶτα ἐπειδὴ εἰσὶν ἀμφισβητήσεις πρακτικαὶ, ὥσπερ ἐπὶ τῶν πυκτῶν, ἐπάγει διαφορὰν λογικὴν, ἵνα ἐκ τῶν ἔργων γινομένων ἀποστήσῃ τὸν ὅρον. ἐπειδὴ δὲ ζητήσεις εἰσὶ καὶ ἄλλαι λογικαὶ, οἷον φιλόσοφοι, ἐπάγει τὸ ἐπὶ μέρους· ὁ μὲν γὰρ φιλόσοφος τὸ καθόλου ζητεῖ, εἰ σφαιροειδὴς ὁ οὐρανὸς, ὁ δὲ ῥήτωρ μερικὸν δίκαιον· εἰ δέ τις φήσει, καὶ μὴν οἱ ῥήτορες πολλάκις τῷ καθόλου χρῶνται, ὡς Δημοσθένης ῥήτωρ ὢν πολλαχοῦ τῷ λόγῳ φαίνεται καθολικοῖς χρώμενος ἐπιχειρήμασιν· οἷον «πέρας μὲν γὰρ ἅπασιν ἀνθρώποις ἐστὶ τοῦ βίου θάνατος, κἂν ἐν οἰκίσκῳ τις αὑτὸν καθείρξας τηρῇ»· καὶ πάλιν ἐν Φιλιππικοῖς· «οὐ γὰρ ἔστιν, οὐκ ἔστιν ἀδικοῦντα καὶ ἐπιορκοῦντα καὶ ψευδόμενον δύναμιν βεβαίαν κτήσασθαι», πρὸς τοῦτο ἐροῦμεν, ὅτι ταῦτα πρὸς κατασκευὴν ἑτέρων ἔλαβεν· οὐ γὰρ σκοπὸς ἦν τῲ ῥήτορι, οὔτε περὶ ψυχῆς εἰπεῖν, εἰ ἀθάνατος, ἀλλʼ ὅτι πολεμοῦσιν ἐν Χαιρωνείᾳ ἐλυσιτέλει· οὔτε μὴν δεῖξαι, ὅτι κακὸν ἡ ἐπιορκία καὶ τὸ ψεῦδος, ἀλλʼ ὅτι συμφέρει πόλεμον ἄρασθαι πρὸς τὸν Φίλιππον· ἴσμεν δὲ ὅτι τὸ ἕνεκα ἄλλου παραλαμβανόμενον οὐ πέφυκε χαρακτηρίζειν τὴν ὑπόθεσιν, οὐκοῦν διὰ τὸ μερικὸν εἰς πίστιν παρέλαβε καὶ χρείαν τὸν καθόλου λόγον· ὥστε ὀρθῶς εἶπεν ἐπὶ μέρους.

`7.116`

κβʹ. Ἑρμηνεύει οὖν ὁ Ἑρμογένης, τί ποτέ ἐστι τὸ πολιτικὸν ζήτημα, λέγων ὅτι μάχη ἐστὶ καὶ στάσις· τοῦτο γὰρ δηλοῖ ἡ ἀμφισβήτησις ἐν λόγῳ κειμένη περὶ τῶν μερικῶν πραγμάτων, ἐκ τῶν νόμων ἢ τῶν ἐθῶν τῶν παρʼ ἑκάστῳ ἔθνει κειμένων· ἡ δὲ μάχη αὕτη ἡ περὶ τῶν μερικῶν πραγμάτων ὑπὲρ τοῦ νομισθέντος δικαίου γίνεται, τουτέστι τοῦ δόξαντος παρʼ αὐτοῖς καὶ νομοθετηθέντος δικαίου, ἢ ὑπὲρ τοῦ καλοῦ ἢ ὑπὲρ τοῦ συμφέροντος, ἢ ὑπὲρ τούτων τῶν εἰρημένων, ὅταν συμπεπλεγμένον ἢ τὸ πρόβλημα, ἢ ὑπέρ τινων· εἴρηκε δὲ τοῦ νομισθέντος δικαίου, διότι οὐ ζητεῖ ἡ ῥητορικὴ τὸ ἀληθινὸν δίκαιον, οὐδὲ τὸ καθόλου καλὸν, οὐδὲ τὸ τελείως συμφέρον, ἀλλʼ ὅπερ ἀγαπᾷ ἕκαστον ἔθνος καὶ ἑκάστη πολιτεία, οἷον ἔχουσιν οἱ Λακεδαιμόνιοι νόμον, ἵνα διώκωσι τοὺς ξένους· τοῦτο οὖν τὸ νόμιμον πῶς λεχθήσεται ἀληθινὸν δίκαιον, ὠμότατον ὄν· ἀλλὰ διὰ τὸν κείμενον νόμον ἐν τοῖς Λακεδαιμονίοις ἐπαινεῖται ἡ ξενηλασία καὶ δικαία νομίζεται· ὁμοίως καὶ οἱ Ἀθηναῖοι νόμον ἔχουσι τὸ ἀπαιτεῖν τοὺς ξένους ἐνοίκιον, καὶ ἐπαινοῦσιν αὐτό· τοῦτο δὲ οὐκ ἔστι δίκαιον ἀληθινὸν, οὐδὲ καθόλου καλὸν, ἀλλὰ ἐν τοῖς Ἀθηναίοις καλὸν καὶ δίκαιον ἔδοξεν· ὁ οὖν ῥήτωρ, ὅταν ἐπὶ τῶν Ἀθηναίων δικάζηται ἢ ἐπὶ τῶν Λακεδαιμονίων, οὐχ ὁρᾷ τὸ ὄντως καλὸν καὶ δίκαιον, ἀλλὰ τὸ ἀρέσκον τοῖς τοιούτοις ἔθνεσιν.

κγʹ. Ὅταν συμπεπλεγμένος ὁ λόγος ᾖ, πάντα εὑρίσκονται, οἷος ὁ περὶ τοῦ στεφάνου· ἐν αὐτῷ γὰρ τὰ τρία εἴδη εὑρίσκονται. Τέλος μὲν γὰρ αὐτοῦ τὸ δίκαιον, ὅπερ ἐστὶ τοῦ δικανικοῦ· κατασκευάζεται δὲ τῷ πανηγυρικῷ· στάσεως ἐστὶ πραγματικῆς, ἥπερ ἐστὶ τοῦ συμφέροντος· τὸ δὲ συμφέρον τέλος τοῦ συμβουλευτικοῦ· πολλάκις δὲ εὑρίσκομεν καὶ δύο μόνα εἴδη ἐν τῷ λόγῳ, ὡς ἔχει ὁ πρὸς Λεπτίνην· στάσεως γὰρ ὢν πραγματικῆς ἔχει τὸ συμφέρον, ὅπερ ἐστὶ τοῦ συμβουλευτικοῦ. Τέλος δὲ ἔχει τὸ δίκαιον, ὅπερ ἐστὶ τοῦ δικανικοῦ· ὅτε δὲ μονοειδὴς ὁ λόγος ἐστὶν, ἓν τούτων ἔχει, ἢ τὸ καλὸν ἢ τὸ συμφέρον, ἢ τὸ δίκαιον· τὸ δίκαιον μὲν, ἐὰν δικανικὸς ᾖ, τὸ καλὸν δὲ, ἐὰν πανηγυρικὸς, τὸ δὲ συμφέρον, ἐὰν συμβουλευτικός· ὅτι δὲ καὶ τὸ πανηγυρικὸν ἐνίοτε στασιάζεται, ἐκεῖθεν δῆλον· νόμος τὸν μέλλοντα δᾳδουχεῖν δοκιμάζεσθαι, Ἀλκιβιάδης λαχὼν δᾳδουχεῖν δοκιμάζεται· ἐνταῦθα γὰρ πᾶν τὸ ζήτημα διὰ τῶν ἐγκωμιαστικῶν διεξελθεῖν ἀνάγκη.

κδʹ. Ὡς τελείως ἔχοντα τῷ ὅρῳ σεμνῶς καὶ ἀξιωματικῶς τὴν ἐκ τοῦ ἐναντίου ἐπάγει ἀπόφασιν, ἥκιστα ῥητορικῇ προσέχειν ἀποφαινόμενος τὴν περὶ τῶν ἀληθῶς ὄντων καὶ καθόλου ζήτησιν· φιλοσοφίας γὰρ ἴδια τὰ τοιαῦτα.

`7.117`

κεʹ. Προσθεὶς τὸ ταύτην ἐχώρισεν αὐτὴν ἐκ τῶν ἄλλων τῶν μὴ ῥητορικῶν ἀμφισβητήσεων· εἰκότως δὲ προσέθηκε τὸ ἀνάγκη· πάντως γὰρ δεῖ τὸ μὲν πράττειν, τὸ δὲ ὑπό τινος πράττεσθαι· οἷον ὁ δεῖνα τόδε ποιήσας κρίνεται.

κϛ. Μετὰ τὸν ὅρον τοῦ ζητήματος ἀκολούθως καὶ τὸν περὶ τῆς ὕλης ὅρον διαλαμβάνει· ὥσπερ γὰρ ὕλη τοῦ λόγου παρὰ τοῖς γραμματικοῖς ὅλα τὰ μέρη, οὕτω καὶ τῶν ζητημάτων ὕλη πέφυκε τά τε πρόσωπα καὶ τὰ πράγματα· τὸ δὲ ἀνάγκη προσθεὶς πρὸς Μινουκιανὸν ἀποτείνεται· αὐτὸς γὰρ βούλεται ζήτημα γίνεσθαι ἐλλιπὲς, πῆ μὲν προσώπου, πῆ δὲ πράγματος.

κζʹ. Ἠλίθιον εἶναι δοκεῖ τὸ λεγόμενον· τούτων γὰρ δεῖ λέγειν διαφορὰν, ὧν κοινωνίαν ἴσμεν τινά· νῦν δʼ ὥσπερ ἂν εἰ ἔλεγε λίθου καὶ ἀνθρώπου διαφοράν· πολὺ γὰρ ἀλλήλων κεχώρισται πρᾶγμα καὶ πρόσωπον· ἀλλʼ οὐ τοῦτο λέγει· ἀλλὰ προσώπων πρὸς πρόσωπα, καὶ πραγμάτων πρὸς πράγματα· οὐχ ἁπλῶς δὲ εἶπε διαφορὰ, ἀλλὰ προσέθηκε τὸ πλείστη· πῶς γὰρ οὐ πολλὴ διαφορὰ τῶν κυρίων παρὰ τὰ κοινὰ, καὶ πάλιν τῶν κοινῶν παρὰ ἄλληλα.

κηʹ. Τὴν μάχην φησὶ ταύτην τῶν στάσεων ἣν εἴπομεν περὶ δύο ταῦτα ἀνάγκῃ γίνεσθαι, πρόσωπά τε καὶ πράγματα· πρόσωπα μὲν ὡς Αἰσχίνης, Περικλῆς· πράγματα δὲ πάντα τὰ γινόμενα, μοιχεῖαι, φόνοι, ὕβρεις καὶ τὰ λοιπά.

κθʹ. Ἀναγκαίως· εἰ γὰρ περὶ πράγματα καὶ πρόσωπόν ἐστι τὸ ζητούμενον, ὁ τὰς τούτων διαφορὰς μαθὼν δηλονότι κἀκείνοις ῥᾳδίως ἐπιβάλλειν δυνήσεται· καὶ τῶν κεφαλαίων εἴσεται τὴν διαίρεσιν.

`7.118`

λʹ. Οὐ γὰρ πάντα δύναται διαιρεῖσθαι· τὰ γοῦν ἰσάζοντα οὐχ οἷόν τε διαιρεθῆναι· οἷον νέοι πλούσιοι ἐκ τῶν ἀλλήλων οἰκιῶν ἐξιόντες ὡραίας ἔχοντες γυναῖκας κρίνουσιν ἀλλήλους μοιχείας· ἐνταῦθα γὰρ ἐπειδὴ καὶ τὸ πρόσωπον καὶ τὸ πρᾶγμα· ἰσάζει, οὐ δυνατὸν ποιήσασθαι διαίρεσιν, ἐπεὶ μηδὲ συνέστηκεν.

λαʹ. Τῶν γὰρ πραγμάτων τὰ μὲν ὁμολογούμενα καὶ μὴ ἔχοντα ἀντίρρησιν, οὐ κρίνεται· οἷον ἐφωράθη τις φονεύων τινὸ, οὐκ ἔχει ποιότητα οὔτε τὸ πρόσωπον· ὁμολογεῖται γὰρ ὁ φόνος καὶ οὐκ ἔχει κρίσιν, οὐδὲ ἐξέτασιν, ἀλλὰ κοινὸς γίνεται τόπος. ἐπὶ δὲ τῶν προσώπων τὸ ἐναντίον ἐξέτασιν ἔχει καὶ ἰσχὺν καὶ κρίσιν, ὅσα ὡμολόγηται· τὰ δὲ μὴ ὡμολογημένα οὐ κρίνεται, ὥσπερ τὸ τίς·

λβʹ. Τῶν προσώπων, φησὶ, τῶν ἐξεταζομένων καὶ πολυπραγμονουμένων τὰ μέν εἰσιν ἰσχυρότερα εἰς τὸ πιθανῶς εἰπεῖν, τὰ δὲ ἐλάττονα εἰς αὐτὸ τοῦτο· τὰ γὰρ ὡρισμένα καὶ γνώριμα καὶ κύρια πιθανώτερα τῶν ἄλλων· δῆλος γὰρ ὁ Δημοσθένης, ὅτι φιλόπολις καὶ πιθανός ἐστιν, ἐὰν λέγῃ ὅτι γινόμεθα κατὰ τοῦ Φιλίππου· πόθεν δὲ ἔχουσι τὴν εὐπορίαν τὰ κύρια ἀπὸ τῶν ἐγκωμιαστικῶν τόπων, οἷον γένους, ἀνατροφῆς, παιδείας καὶ τῶν τοιούτων· τὸ δὲ ὡρισμένα ἐνταῦθα τὸ γνώριμα καὶ ἐπίσημα δηλοῖ· οὐδὲν γὰρ ὠφελεῖ τὸ κύριον, Πέτρος, ἐὰν μὴ εἰδῶ ἀπὸ ἱστορίας ἢ πράξεως αὐτοῦ τίς ἐστιν.

`7.119–7.120`

λγʹ. Εἰκότως τῶν προσώπων προτέραν ἐποιήσατο τὴν τῶν πραγμάτων διδασκαλίαν, δεῖ γὰρ προϋπάρχειν τὸ πράττειν, εἶθʼ οὕτως εἶναι τὸ πραττόμενον, τὴν δὲ τῶν προσώπων διαίρεσιν ποιεῖται πρῶτον εἰς τὰ ἐξεταζόμενα καὶ εἰς τὰ ἀνεξέταστα· ἔπειτα τῶν ἀνεξετάστων μενόντων ἀδιαιρέτων, τὰ ἐξεταζόμενα διαιρεῖ εἰς κύρια καὶ κοινά· τὰ δὲ κοινὰ πάλιν διαιρεῖ κατὰ τοὺς ἐγκειμένους τρόπους ἐν τῷ ῥητῷ· ἰστέον δὲ, ὅτι ἐν πάσαις μὲν ταῖς στάσεσιν ἔστιν ἡ τῶν προσώπων ποιότης ἀναγκαία· ἐν δὲ τῷ στοχασμῷ πλέον· ἐνταῦθα γὰρ καὶ τῆς ποιότητος αὐτῆς εἰς ἀπόδειξιν δεόμεθα· ἰσχυρὰ δὲ καλεῖ τὰ ὡρισμένα οὐχ ἁπλῶς, ἀλλὰ τὰ πλείονα τὴν εὐπορίαν παρεχόμενα. ἔστι δὲ ταῦτα τὰ κύρια· οἷον ὁ Περικλῆς, ὁ Δημοσθένης· ἐνταῦθα γὰρ τῆς τῶν προσώπων διαιρέσεως ἄρχεται καὶ φυλάττει ἐπὶ πάντων τὴν τάξιν, προέταξε τοίνυν εἰκότως τὰ κύρια· πρῶτον μὲν ὅτι καὶ τὰ ἄλλα πρὸς γυμνασίαν τούτου λαμβάνομεν· προγυμναζόμεθα γὰρ ἐν ταῖς μελέταις, ἵνα ἐπὶ ταῖς ἀληθείαις δυνώμεθα λέγειν· ἔπειτα καὶ ὁ αὐτὸς Ἑρμογένης φησὶν, ἐπειδὴ τῷ κυρίῳ ἀκολουθεῖ τὰ ἄλλα· εἰ γὰρ λάβοι τις Δημοσθένην καὶ πολιτευόμενον ἔλαβε καὶ πατέρα καὶ στρατιώτην τυχεῖν καὶ πολλὰ ἕτερα, ἃ καὶ καθʼ αὑτὰ ἐμπίπτοντα τοῖς ζητήμασι κρίσιν ἐπιδέχεται, τρίτον δὲ, ὃ καὶ ἄμεινον, ὅτι πλείονα παρέχει τὴν εὐπορίαν ἡμῖν τὰ κύρια· παρέχει δὲ ἢ ἐκ τῆς ἡμετέρας αὐτῶν γνώσεως ἢ ἐκ τῆς ἱστορίας, οἷον τὴν μὲν Περικλέους ἴσμεν ποιότητα ἐκ τῆς ἱστορίας, τὴν δὲ τοῦ δεῖνος ἀνθρώπου ἐκ τῆς ἡμετέρας γνώσεως.

λδʹ. Πρός τι λέγονται τὰ πρόσωπα, ὅσα λεγόμενα συνεμφαίνεται, ὅτι καὶ δεσπότης ἐστὶ τοῦ δούλου καὶ πατὴρ τοῦ υἱοῦ· πῶς γὰρ λεχθήσεται υἱὸς ὁ πατέρα μὴ σχὼν, ἢ δοῦλος ὁ μὴ ἔχων δεσπότην; τὰ τοιαῦτα οὖν οἱ ἀρχαῖοι ἐκάλεσαν πρός τι· λέγει οὖν, ὅτι ταῦτα τὰ πρός τι οὐκ ἔχει δύναμιν οἵαν ἔχουσι τὰ ὡρισμένα καὶ κύρια, δευτέραν δὲ τῇ τάξει καὶ ὑποπίπτουσαν· ἐκεῖνα μὲν γὰρ γνώριμα ὄντα καὶ ἀπὸ τοῦ βίου ἔχουσι τὰ ἐγκωμιαστικὰ πάντα εἰς ἐξέτασιν· ταῦτα δὲ οἷον τὸ υἱὸς καὶ δοῦλος ἀπὸ τοῦ βίου μὴ ὄντα γνώριμα, ἀπὸ μόνης τῆς τοιᾶσδε σχέσεως ἐξετάζεται· οἷον ὅταν εἴπωμεν, ὅτι υἱὸς παρίσταται νεοσφαγεῖ σώματι πατρὸς ἐπʼ ἐρημίας, ἢ δοῦλος δεσπότου σώματι, ἀπὸ τῆς περὶ τὴν σχέσιν τοιᾶσδε ποιότητος ἕκαστον τῶν προσώπων τὴν ἐξέτασιν δέχεται.

`7.121`

λεʹ. Εἰκότως ταῦτα δευτέραν εἴληφε τάξιν· τῶν μὲν γὰρ κυρίων ἥττονά εἰσι, τῶν δὲ μετὰ ταῦτα ἰσχυρότερα· εἰ γὰρ καὶ μὴ ἐν ταῖς ἱστορίαις αὐτῶν ἔχομεν τὴν ποιότητα, ἀλλʼ οὐ δέδωκεν ἡμῖν ἡ φύσις κοινὴν περὶ αὐτῶν ἀναπλάσασθαι ποιότητα, καὶ πάντες τοιαύτην τινὰ περὶ αὐτῶν ὑπόληψιν ἔχομεν· περὶ πατέρων, ὅτι χρηστοὶ καὶ φιλόστοργοι, καὶ τὰ καθήκοντα βουλεύσασθαι διὰ τὴν ἡλικίαν δεινοί. Καὶ περὶ τῶν λοιπῶν ὁμοίως, περὶ υἱῶν λέγω καὶ δούλων· περὶ ἑκάστου γὰρ κοινὴν ὑπόνοιαν εἰλήφαμεν· ταῦτα οὖν πλείστην μὲν ὕλην ὑπὲρ τὰ λοιπὰ πάντα παρέχεται· λείπεται δὲ ὅμως τῶν ὡρισμένων· ἐκεῖνα μὲν γὰρ πεπηγυῖαν καὶ βεβαίαν ἔχει τὴν ποιότητα· τὰ δὲ πρός τι οὐ πάντως· εἰ γὰρ καὶ χρηστὸν τῶν πατέρων τὸ πρόσωπον, ἀλλʼ εὑρήσομέν τινας ἔλαττον φροντίσαντας τῆς φύσεως, λέγω δὴ τὰ πρός τι· οἷον πατὴρ, ἀδελφὸς, τὰ δὲ τῶν τρόπων, οἷον ἄσωτος, μοιχὸς, καὶ τὰ μὲν διπλᾶ ἐστιν ἑτέρου πάντως συνεπινοουμένου, οἷον τῷ πατρὶ συνεπινοουμένου τοῦ υἱοῦ· τὰ δὲ οὐχ οὕτως ἔχει· ζητοῦσι δὲ τοῦτο, πῶς τὸ τοῦ μοιχοῦ πρόσωπον ἐν τοῖς διαβεβλημένοις τέταχε· διαβεβλημένα γὰρ, φησὶ, καλεῖται τὰ μισούμενα, οὐχὶ τὰ κολαζόμενα· ὁ δὲ μοιχὸς τῶν κολαζομένων ἐστί· φαμὲν οὖν πρὸς τοῦτο, ὡς ὁ ῥήτωρ οὐ περὶ τοῦ ὁμολογουμένου μοιχοῦ ζητεῖ, ἀλλὰ περὶ τοῦ ἀμφιβαλλομένου· ὁ δὲ μὴ ὁμολογούμενος μοιχὸς οὐ κολάζεται.

`7.122`

λϛʹ. Τρίτην τάξιν ἔχει τὰ διαβεβλημένα· ἐπειδὴ τρόπων ἐστὶ κακία· δεύτερον δὲ τῆς φύσεως ὁ τρόπος· ταῦτα δὲ ἀσθενέστερα κατὰ τὴν ὕλην τῶν προτεταγμένων ἐστίν· ἐκεῖνα μὲν γὰρ παραλαμβάνομεν πρὸς ἀπόδειξιν καὶ ἀγῶνα, ταῦτα δὲ πρὸς καταδρομὴν μόνον· ὃ γὰρ δύναται ἐν τοῖς προτέροις ἡ ἀπόδειξις, τοῦτο συντελεῖ πρὸς ταῦτα ἡ τῶν δικαστῶν πρόληψις· προμεμίσηται γὰρ τὸ πρόσωπον, καὶ αὐτὰ δὲ τοσαύτην ἔχει τὴν εὐπορίαν, ὡς καὶ ζήτημα συγκροτεῖν ἕκαστον αὐτῶν καθʼ ἑαυτὸ λαμβανόμενον· ὡς ἔχει ἐκεῖνο τὸ πρόβλημα· ἀσώτου πατὴρ ἀφανὴς γέγονε, καὶ κρίνεται φόνου· ἐνταῦθα τὸ πρόσωπον πολλὴν παρέχει τὴν εὐπορίαν· διαβεβλημένα δὲ καλεῖ τὰ διὰ τὴν φαυλότητα τοῦ τρόπου μισούμενα· οὐ γὰρ ἐν ψιλῇ μόνον διαβολῇ ὑπάρχει τὰ τοιαῦτα, ἀλλὰ καὶ μεμίσηται· ἰστέον δὲ, ὅτι ταῦτα οὐ πρὸς ἀπόδειξιν συντελεῖ, ἀλλὰ πρὸς καταδρομήν· καὶ ἔστιν ἐπιλογικά· διὰ τί δὲ μετὰ τῶν διαβεβλημένων τοὺς μοιχοὺς ἔταξε, δῆλον γὰρ ὅτι μοιχὸς εἰς δικαστήριον οὐκ εἰσέρχεται· αὐτίκα γὰρ, εἴ τις φαίη ἐν ζητήματι, ὅτι μοιχός τις εὑρεθεὶς ἐπὶ γυναικὶ κρίνεται, ἀσύστατον· καί τινές φασιν, ὅτι μοιχὸν ἐνταῦθα τὸν μοιχικὸν ἄνδρα τὸν τρόπον, μήπω δὲ εἰς ἔλεγχον ἐλθόντα φησίν· οὐ τοῦτο δὲ μόνον, ἀλλὰ δεῖ καὶ τοῦτο νοεῖν, ὅτι μοιχὸν λέγει οὐ διὰ μοιχείαν κρινόμενον, ἀλλʼ ἐφʼ ἑτέρῳ πράγματι, ὡς ἐπὶ τοῦ ἀριστέως μοιχοῦ τοῦ ἀναθέντος τὰ ὅπλα εἰς τὸ ἱερὸν καὶ ἀσεβείας κρινομένου· ἐνταῦθα γὰρ ἡ μοιχεία εἰσῆλθεν εἰς δικαστήριον οὐ κρίσιν ὑπέχουσα, ἀλλὰ διὰ τὴν ἀσέβειαν ἐξεταζομένη· τὸ γὰρ ζητούμενον, εἰ ἠσέβηκεν ἢ μὴ, νόμῳ τῶν ἀριστέων τὴ πανοπλίαν ἀναθείς· καὶ θαυμαστὸν οὐδέν· ἐν πολλοῖς γὰρ καὶ ἡ μοιχεία εὑρίσκεται τεκμήριον γιγνομένη, ὡς ἐπὶ τοῦδε τοῦ ζητήματος· προσῆλθέ τις μνώμενος κόρην· εἶπεν ἡ μήτηρ, αὐτὴν θᾶττον ἀποθανεῖν, ἢ πρὸς γάμον ἐκείνῳ δοθῆναι, καὶ εὕρηται ἡ κόρη ἐπὶ σημείοις φαρμάκων ἀνῃρημένη· ἀνέκρινεν ὁ πατὴρ τὰς θεραπαίνας, ἐν οἷς περὶ μὲν τῶν φαρμάκων οὐδὲν ἀκήκοεν· μοιχείαν δὲ ἤκουσεν ἀπὸ τοῦ μνηστῆρος πρὸς τὴν γυναῖκα, καὶ κρίνει αὐτὴν φόνου· ἐνταῦθα γὰρ μοιχεία εἰς σημεῖον τοῦ φόνου παραλαμβάνεται, ἥτις καὶ αὐτὴ τοῖς τε τῶν θεραπαινίδων λόγοις καὶ τοῖς τῆς γυναικὸς ῥήμασι κατασκευάζεται.

`7.123`

λζʹ. Τὰ ἐξ ἡμετέρας ἐπιτηδεύσεως ὄντα πάντα ἢ μισεῖται καὶ καλεῖται διαβεβλημένα, ἢ καὶ γελᾶται καὶ καλεῖται ἠθικὰ, ἢ ψιλὴν μόνην ἔμφασιν παρέχει, τουτέστιν οὐδὲ μισεῖται οὐδὲ καταγελᾶται, ὡς ἔχει τὸ φιλόσοφος καὶ στρατηγὸς, ἅπερ τὴν ὑστάτην τάξιν ἀπείληφεν· εἰκότως δὲ τέτακται τὰ διαβεβλημένα πρὸ τῶν ἠθικῶν· τὰ μὲν γὰρ μισεῖται, ὡς ἔφαμεν, καὶ διὰ τοῦτο κινδυνεύει, τὰ δὲ καταγελᾶται· ὅσῳ τοίνυν μεῖζον τὸ κινδυνεύειν τοῦ καταγελᾶσθαι, τοσούτῳ ἰσχυρότερά ἐστι τὰ διαβεβλημένα τῶν ἠθικῶν.

ληʹ. Κατὰ μικρὸν ὑπερβαίνει τῆς ὕλης ἀσθενούσης, δηλονότι ἐκεῖνα μὲν γὰρ πρὸς καταδρομὴν λέγεται, τούτοις δὲ πρὸς ὑπόκρισιν μόνον κεχρήμεθα. Τίνος δὲ ἕνεκεν ταῦτα μόνα ἠθικὰ καλεῖ, καίτοι τοῦ ἤθους καὶ ἐν τοῖς ὡρισμένοις ὄντος, καὶ ἐν τοῖς πρός τι, καὶ ἐν τοῖς διαβεβλημένοις; φαμὲν οὖν ὅτι κυρίως ἠθικὰ ταῦτα προσηγόρευσεν· ἅμα γὰρ τῷ ὀνόματι καὶ τὸ ἦθος συνεισάγει· ἀλλὰ πρὸς τοῦτο δύναιτʼ ἄν τις εἰπεῖν, ὅτι καὶ τοῖς ὡρισμένοις τοῖς πρός τι καὶ τοῖς διαβεβλημένοις καὶ τὸ ἦθος ἅμα τῷ λέγεσθαι συνεισάγεται· λέγομεν οὖν, ὅτι τὰ τοιαῦτα τῶν ζητημάτων κωμῳδίας τρόπον ἐπέχει καὶ οὐδὲν ἀγωνιστικὸν συνεισάγεται· οἷον γεωργὸς μυριζομένην τὴν γυναῖκα ἀπέπεμψεν· ἐνταῦθα γὰρ εὐπορίαν τινὰ ἀπὸ μόνου τοῦ ἤθους λαμβάνομεν.

`7.124`

λθʹ. Προσηγορίας καλεῖ τὰ προσηγορικὰ ὀνόματα· ἰστέον δὲ, ὡς ταῦτα τὰ κατὰ συμπλοκὴν ἐκ τύχης ἐστὶ καὶ ἐξ ἡλικίας· οἷον νέος πλούσιος, πένης, πρεσβύτης· τέτακται δὲ εἰκότως μετὰ τὰ ἄλλα, ὅτι καθʼ ἑαυτὰ μὲν λεγόμενα ἀσθενέστατά ἐστι καὶ σύστασιν οὐ ποιεῖ, ὁμοῦ δὲ γινόμενα συνίσταται· ὅσῳ οὖν τὰ μὲν ἄλλα καθʼ ἑαυτὰ λέγεται, καὶ σύστασιν ποιεῖ, ταῦτα δὲ δύο ὄντα ἑνὸς χρείαν ἀποτελεῖ, τοσούτῳ ἀσθενέστερα ἐκείνων καθέστηκεν.

`7.125`

μʹ. Καινήν τινα διδασκαλίαν ἐνταῦθα ὁ τεχνικὸς ἡμῖν παραδίδωσι· περὶ γὰρ προσώπων προθέμενος λέγειν, περὶ πράγματος ἡμῖν διαλέγεται. ὅθεν καὶ σφάλλεσθαι τοῖς πολλοῖς, μᾶλλον δὲ πᾶσι σχεδὸν ἔδοξεν. ὁ δὲ βαθυτέραν τινὰ καὶ γλαφυρὰν ἡμῖν διδασκαλίαν ἐνταῦθα ἀνακαλύπτων ἔλαθε τοὺς πολλούς· ἐπεὶ γάρ εἰσί τινα μεταξὺ προσώπων τε καὶ πραγμάτων, ἤγουν ῥημάτων καὶ ὀνομάτων, οἷον αἱ μετοχαὶ μετέχουσαι καὶ προσώπου καὶ πράγματος, τουτέστι καὶ ῥήματος καὶ ὀνόματος, καθά φησι καὶ ὁ γραμματικὸς, μετοχή ἐστι λέξις μετέχουσα τῆς τῶν ῥημάτων καὶ τῶν ὀνομάτων ἰδιότητος, διδάξαι ἡμᾶς ὁ τεχνικὸς καὶ περὶ τούτων βουλόμενος, καὶ τίσιν ἄρα ταύτας συντάττειν χρεὼν, τοῖς προσώποις ἢ τοῖς πράγμασιν, οὕτω τὸν λόγον μεθώδευσε· τὰ μὲν γὰρ πράγματα διὰ ῥημάτων σημαίνεται, τὰ δὲ πρόσωπα διʼ ὀνομάτων· αἱ δὲ μετοχαὶ οὔτε ῥήματά εἰσιν, οὔτε ὀνόματα· τίσιν οὖν ταῦτα συντάξομεν; ἀλλʼ ἴσως ἔροιτό τις, τί οὖν αἱ μετοχαὶ τῶν προσηγορικῶν διαφέρουσι; οἷον ὁ κλέπτων τοῦ κλέπτου τί διαλλάττει; ἢ ὁ μοιχεύων τοῦ μοιχοῦ ἢ ὁ κολακεύων τοῦ κόλακος ἢ καὶ αὐτὸς ὁ καλλωπιζόμενος τοῦ καλλωπιστοῦ; διαφέρει, ὅτι αἱ μὲν μετοχαὶ ἐνέργειαν ἢ πάθος κατὰ ῥῆμα παριστῶσι, τὰ προσηγορικὰ δὲ οἷον ὁ κλέπτης, ὁ μοιχὸς καὶ τὰ τοιαῦτα ποιότητα μόνην, ἀπὸ τῆς προλαβούσης ἐγγενομένην ἕξεως· διὰ τοῦτο ὁ μὲν καλλωπιστὴς τῶν προσώπων ἐστὶν, ὥσπερ δὴ καὶ ὁ κλέπτης καὶ ὁ μοιχὸς καὶ ὁ κόλαξ· ὁ δὲ καλλωπιζόμενος πρᾶγμά ἐστιν οὐ ῥηματικῶς, ἀλλὰ μετοχικῶς ἐξενηνεγμένον, καὶ ὡς μετέχον καὶ τῆς τῶν ῥημάτων καὶ τῆς τῶν ὀνομάτων ἰδιότητος, ἐν τῇ τῶν προσώπων τάξει μᾶλλον ἐμνημονεύθη, ὅτι τὰ πρόσωπα τῶν πραγμάτων πρότερα, καὶ προσώπων χωρὶς οὐκ ἂν γένοιτο πράγματα· πράγματα γὰρ ἐνταῦθα τὰς πράξεις καὶ τὰς ἐνεργείας τὰς διὰ τῶν προσώπων ἐνεργουμένας, οὐ τὰς ὕλας φαμέν. Διὰ ταῦτα τοῖς προσώποις τὰ μετοχικῶς ἑρμηνευόμενα τῶν πραγμάτων ὁ ῥήτωρ συνέταξεν· οἷα τῶν μετοχῶν ἐν μεταιχμίῳ ῥημάτων καὶ ὀνομάτων, ἤγουν προσώπων τε καὶ πραγμάτων, κειμένων καὶ τῶν προσώπων ὡς προτέρων προϋφηρπακότων αὐτάς· ἔνθεν καὶ στάσις τὸ ἐξ αὐτῶν ἐστι καὶ τῶν προσώπων ἀποτελούμενον, οἷα μετεχουσῶν καὶ τοῦ ῥήματος ἤγουν τοῦ πράγματος καὶ τοῖς προσώποις διὰ τὰς εἰρημένας αἰτίας συγκατετάγησαν· ὃ καί τισιν ἀγνοηθὲν αἰτίαν προσῆψε τῷ τεχνικῷ ἀγνοήματος, οὐκ ὂν ἀγνόημα, ἀλλὰ βαθύτερον νόημα, καὶ βαθυτέρας καταλλήλως τῆς ἑρμηνείας ἀξιωθέν· καὶ τί, φησὶ, διαφέρει ἡ ἐνταῦθα τοῦ πράγματος μετὰ τοῦ προσώπου συμπλοκὴ τῆς μετὰ τῶν ἄλλων προσώπων ἑνώσεως, ὅταν συμπλακέντα στάσιν ἀποτελῶσι, κἀκεῖ γὰρ προσώπου καὶ πράγματος ὁρᾶται συνάφεια; ὅτι ἡ μὲν ἐνταῦθα συμπλοκὴ οἷον κρᾶσίς τίς ἐστι καὶ προσφυὴς ἀναπλοκὴ καὶ ἀνάχυσις τῆς συνεμφαινομένης τῷ πράγματι, κατὰ μετουσίαν, ὡς εἴρηται, ὀνομαστικοῦ, ἤτοι προσωπικῆς ποιότητος, συνδεούσης καὶ συγκιρνώσης τῷ προσώπῳ τὸ πρᾶγμα, ἡ δὲ μετὰ τῶν ἄλλων προσώπων τοῦ πράγματος συνάφεια κατὰ μίξιν συντίθεται, θετικὴν οἱονεί τινα ἔχουσα τὴν ἕνωσιν καὶ οὐ φυσικὴν τὴν ἀνάκρασιν.

`7.126`

μαʹ. Ταῦτα εἰκότως τὴν ὑστάτην τάξιν ἀπείληφε· τῶν γὰρ ἄλλων τὰ μὲν καθʼ ἑαυτὰ ἴσχυε, τὰ δὲ τῇ πρὸς ἕτερον συμπλοκῇ· ταῦτα δὲ καθʼ ἑαυτὰ ἀσθενέστατα τῶν ἄλλων ὑπάρχει, καὶ συμπλοκῆς ἑτέρου τινὸς καθέστηκεν ἄμοιρα.

μβʹ. Διελὼν τὴν τοῦ προσώπου ποιότητα ἐδίδαξεν, ὡς οὐκ ἀναγκαῖον ἰδίᾳ ἑκάστην ἐξετάζεσθαι, ἀλλʼ ἔστιν ὅτε καὶ πλείονες ποιότητες εὑρίσκονται κατὰ ταὐτὸν καὶ ἀφορμαί· καὶ τοῦτο διὰ τοῦ παραδείγματος ἐσήμανεν.

μγʹ. Παράδειγμα τοῦτο τῆς κατὰ πλείονα συνεμπτώσεως· ἓν γὰρ πρόσωπον ὁ Δημοσθένης κύριον καὶ ὡρισμένον· καὶ τῆς πρώτης ὂν τάξεως, καὶ ἴδε ὅσα κατὰ ταὐτὸ συνεμπέπτωκε· πατὴρ, ὃ τῆς δευτέρας ἐστὶ τάξεως, ῥήτωρ, πρεσβευτὴς, στρατιώτης, ἃ τῆς ἑβδόμης τάξεώς εἰσι· καὶ εἰς ταὐτὸν ἅπαντα συνελήλυθε καὶ συνέδραμε.

μδʹ. Ζητεῖται δὲ διὰ τί, εἴπερ τἄλλα τῷ κυρίῳ παρείπετο, οὐ περὶ τῶν κυρίων μόνων διέλαβεν· ἀλλὰ καὶ τῶν λοιπῶν ἐξέτασιν ἐποιήσατο· φαμὲν οὖν πρὸς τοῦτο, ὅπερ καὶ αὐτὸς ὁ τεχνικὸς, ὅτι οὐ δύναταί τις γνῶναι τῶν διπλῶν τὴν δύναμιν, μὴ πρότερον μαθὼν τὴν τῶν ἁπλῶν· οὕτω τοίνυν οὐχ οἷόν τε ἦν ἐπὶ τοῦ κυρίου εἰδέναι τὴν τῶν ἐμπιπτόντων δύναμιν, εἰ μὴ πρότερον ἕκαστον ἰδίᾳ ἐξήτασεν.

μεʹ. Εἰ περιέχει τὰ κύρια καὶ ἕτερα πρόσωπα, ἀναγκαῖον, περὶ ἑκάστου προσώπου πρῶτον διαγνῶναι τὴν δύναμιν καὶ τὴν ποιότητα· ὡς ἂν δὲ ὁ καιρὸς διδῷ, φησὶ, τουτέστιν ἡ ὕλη καὶ ἡ περίστασις καὶ ἡ μέθοδος πρὸς τὴν τῶν βίων ἐξέτασιν τῶν παρὰ ποιηταῖς τε καὶ ῥήτορσιν.

`7.127`

μϛʹ. Ἐγκωμιαστικοὺς λέγει τόπους, γένος, ἀνατροφὴν, ἐπιτήδευμα, πράξεις· ἰστέον δὲ, ὡς μόνον ἐπὶ τῶν κυρίων χρώμεθα τοῖς ἐγκωμιαστικοῖς, οὐκέτι δὲ καὶ ἐπὶ τῶν ἄλλων· οὐ γὰρ δύναταί τις πρὸς γένος εἰπεῖν ἢ ἀνατροφὴν, ὥστε ἐπὶ τῶν κυρίων μόνων ἰσχύει τὸ δεῖν χρῆσθαι πολλάκις τοῖς ἐγκωμιαστικοῖς. τὸ δὲ τοῖς ἐμπίπτουσιν, οὐ τοῖς εὑρισκομένοις φησίν· οὐδὲ γὰρ πάντως ἐξετάζειν ἕκαστα συμφέρει τῶν εὑρισκομένων, ἀλλὰ ἀντὶ τούτων τοῖς κατεπείγουσι καὶ συμφέρουσι δεῖ χρῆσθαι, τῶν δὲ ἄλλων οὐ μεμνῆσθαι.

μζʹ. Ἐγκωμιαστικοὺς λέγομεν τόπους, οἷς χρώμεθα ἐπὶ ἐπαίνου καὶ ἐπὶ ψόγου· οὐ γὰρ μόνον ἐπὶ ἐπαίνου· τὸ γὰρ ἐγκώμιον διαιρεῖται εἰς ἐγκώμιον καὶ ψόγον· τοῖς δʼ αὐτοῖς κεφαλαίοις καὶ ἐπαινοῦμεν καὶ ψέγομεν.

μθʹ. Τουτέστι τὸ τίς· θεραπεύομεν δὲ αὐτὸ τρόποις τίσιν; καὶ λογισμὸν ἀποδιδόντες ὧν λέγομεν· ἢ ἐξ ἐγκωμίου τοῦ εἰπόντος, ὡς ἔχει τό· «ὡς δὲ ἐγώ τινος ἤκουσα ἀνδρὸς οὐδαμῶς οἵου τε ψεύδεσθαι·» ἢ ἐξ ἐπικρίσεως ἡμετέρας. «καὶ μὰ Διʼ οὐδὲν ἄπιστον·» ἐπειδὴ γὰρ αὐτὸ καθʼ ἑαυτό τις οὐδεμίαν ἔχει ποιότητα, καὶ πίστιν τινὰ ἐντεῦθεν πρὸς τὸν ἀκροατὴν οὐ δυνάμεθα ποιήσασθαι, θεραπεύομεν αὐτὸ τοῖς εἰρημένοις τρόποις.

`7.128`

νʹ. Πληρώσας τὸν περὶ τῶν ἐξεταζομένων προσώπων λόγον, λέγει νῦν καὶ ποῖα τὰ ἀνεξέταστα, ἅ φησιν εἶναι τὸ τίς, καὶ τὰ διʼ ὅλου ἰσάζοντα· τὸ μὲν γὰρ τίς ἄγνωστον οὐδεμίαν παρέξει τῷ λέγοντι ἀφορμὴν εἰς τὸ κακῶς ἐρεῖν ἢ καλῶς τι περὶ αὐτοῦ· τὰ δὲ διʼ ὅλου ἰσάζοντα παρέξει μέν, ἀλλʼ ὅσα ἂν εἴποις κατὰ σαυτοῦ, ἔσῃ ταῦτα κατηγορῶν· διὰ τοῦτο ἀναγκαῖον τὸ σιωπᾷν.

ναʹ. Τούτῳ εἰκότως τὴν πρώτην ἀπένειμε τάξιν· διαβεβαιούμεθα γὰρ ἐνταῦθα ὑπὲρ τῆς ἡμῶν αὐτῶν γνώμης, ὡς αὐτοὶ πεπραχότες· ἐν δὲ τοῖς λοιποῖς στοχαζόμεθα τῆς τῶν πεπραχότων γνώμης· οὐ γὰρ δυνάμεθα διισχυρίζεσθαι, ἐπείτοι ὑπόνοιαν καθʼ ἡμῶν αὐτῶν παρέχομεν τοῦ εἰδέναι τὰ τῶν ἐχθρῶν ἀκριβῶς. διὰ τοῦτο ἐν μὲν τῷ πρώτῳ ζητήματι ἢ μίαν ἐροῦμεν ἀπολογίαν ἢ πολλὰς οὐκ ἐναντιουμένας ἀλλήλαις, ἐν δὲ τῷ δευτέρῳ καὶ πολλὰς ἐροῦμεν, καὶ ἀναιρετικὰς ἀλλήλων ἅτε δὴ στοχαζόμενοι.

Περὶ προσώπων μὴ ἐξεταζομένων.

νβ. Καὶ τούτῳ εὐλόγως τὴν δευτέραν ἀπένειμεν τάξιν· ἰσχυρότερον γάρ ἐστι τοῦ μετʼ αὐτό· τὸ γὰρ ἄντικρυς εἰς αὐτοὺς ἀναφερόμενον τοῦ μὴ ἄντικρυς ἀναφερομένου πῶς οὐ καθέστηκεν ἰσχυρότερον;

νγʹ. Δευτέραν ἔλαχε τάξιν ταῦτα, διότι πεπλανημένους ἐπιδέχεται τοὺς λογισμούς. ὧν γὰρ ἄλλοι πεπράχασι, πῶς ἂν ὡρισμένας ἀποδοίημεν αἰτίας;

`7.129–7.130`

Διανύσας τὴν τῶν προσώπων ἐξέτασιν μέτεισιν ἐπὶ τὴν τῶν πραγμάτων· ἡ δὲ αἰτία εἴρηται, διʼ ἣν τὴν τῶν προσώπων ἐξέτασιν προτέραν ἐποιήσατο· διαιρεῖ τοίνυν τὰ πράγματα κατὰ τρεῖς διαφορὰς, ἢ ἐφʼ οἷς αὐτὸς ὁ πράξας κρίνεται, ἢ ἐφʼ οἷς ἑτέρου πράξαντος ἄντικρυς εἰς αὐτὸν ἀναφέρεται τὸ πραχθέν, ἢ ἐφʼ οἷς ἑτέρου πράξαντος οὐκ ἄντικρυς ἀναφέρεται τὸ πραχθὲν εἰς αὐτόν· τὰς μὲν οὖν δύο τὰς πρώτας διαφορὰς ἅπαντες παραδέχονται, τὴν δὲ τρίτην μόνος εἰσήνεγκεν Ἑρμογένης, ἣν καλεῖ μεταξὺ, περὶ ἧς μικρὸν ὕστερον ἐροῦμεν· ἰστέον δὲ, ὥς τινες κατὰ ἕνδεκα τρόπους διαιροῦσι τὰ πράγματα· φασὶ γὰρ, ὅτι ἢ ἐφʼ οἷς εἶπέ τις κρίνεται, ἢ ἐφʼ οἷς δέον εἰπεῖν, οὐκ εἶπεν· ἢ ἐφʼ οἷς ἑτέρου εἰπόντος ἄντικρυς εἰς αὐτὸν ἀναφέρεται, ἢ ἐφʼ οἷς ἑτέρου εἰπόντος οὐκ ἄντικρυς ἀναφέρεται εἰς αὐτόν· καὶ πάλιν ἢ ἐφʼ οἷς ἔπραξέ τις ἢ ἐφʼ οἷς δέον πρᾶξαι, ἢ ἐφʼ οἷς ἑτέρου πράξαντος ἄντικρυς ἀναφέρεται εἰς αὐτὸν, ἢ ἐφʼ οἷς ἑτέρου πράξαντος οὐκ ἄντικρυς ἀναφέρεται εἰς αὐτόν. ἢ ἐκ πάθους, οἷον νέος πλούσιος συνεχῶς εἰς τὴν ἀκρόπολιν ἀφορῶν ἐδάκρυε, καὶ κρίνεται τυραννίδος ἐπιθέσεως· ἢ ἐφʼ οἷς κέκτηται· παρὰ Δημοσθένει εὑρέθη ἡ εἰκὼν Φιλίππου καὶ κρίνεται προδοσίας· ἑνδεκάτη διαφορὰ, φασὶν, ἡ τοῦ συμβουλευτικοῦ εἴδους, μηδὲ μίαν ἔχουσα κοινωνίαν πρὸς τὰς εἰρημένας. Γελοιοτάτη δὲ ἡ τοιαύτη διαίρεσις· ἀνάγεται γὰρ ἅπαντα ὑπὸ τὰς ἐκτεθείσας τῷ τεχνογράφῳ τρεῖς διαφοράς· εἴτε γὰρ ἐν λόγοις εἴη τὰ ζητούμενα, εἴτε ἐν πράξεσι, πράγματα καλεῖται· ὅσα γὰρ μὴ πρόσωπα, ταῦτα πράγματα ὀνομάζομεν· ταῦτά φασι παραλελοιπέναι τὸν τεχνικὸν οἱ τῆς τῶν πραγμάτων ἀπολελειμμένοι διαιρέσεως· ἐκεῖνα γὰρ, καθὰ μεμαθήκαμεν, δεῖ πράγματα καλεῖν, τὰ τὴν ἀφορμὴν τῆς κατηγορίας παρέχοντα, καὶ τὰ ἐν τῇ ὑποθέσει εὑρισκόμενα, καὶ πρὸς πίστιν φερόμενα τοῦ ἐγκλήματος· ταῦτα δὲ πάντα ἐν λόγοις καὶ ἐν ἔργοις ζητεῖται, καὶ πρὸς ἀπόδειξιν φέρεται τοῦ ἐγκλήματος· ἡ δὲ περὶ τοῦ συμβουλευτικοῦ ζήτησις οὐκ ἀπόβλητος· τὴν γὰρ συμβουλὴν, φασὶν, ὑπʼ οὐδεμίαν ἐστὶν ἀνάγειν τῶν εἰρημένων τῷ τεχνογράφῳ διαφορῶν· οἷον τὸ δεῖν βοηθεῖν Ὀλυνθίοις ὑπὸ ποίαν ἄν τις τῶν εἰρημένων ἀνάγοι διαφοράν; ἀλλʼ ἐκεῖνό γε ἐχρῆν εἰδέναι, ὡς ἕτερόν ἐστι τὸ πιστούμενον καὶ ἕτερα τὰ πιστωτικά· πιστούμενον γάρ ἐστιν αὐτὸ τὸ ζητούμενον, πιστωτικὰ δὲ τὰ πρὸς πίστιν λαμβανόμενα τοῦ ζητουμένου, ἅπερ καλεῖται πράγματα· οὕτως οὖν τὸ μὲν δεῖ βοηθεῖν Ὀλυνθίοις ἐστὶ τὸ ζητούμενον, ὅσα δὲ πρὸς πίστιν τούτου παραλαμβάνεται, καλεῖται πράγματα, καὶ πάντως ὑπὸ τὰς προειρημένας τῶν πραγμάτων διαφορὰς ἀνάγεται.

`7.131`

Ἑβδοματικὴν τὴν τῶν προσώπων διδάξας διαφορὰν, τρίτην τὴν τῶν πραγμάτων ἡμῖν παραδίδωσιν· ἢ ὅταν αὐτὸς ὁ κρινόμενος ποιήσῃ, ἢ ὅταν ἕτερος παρὰ τὸν κρινόμενον, ἢ ὅταν αὐτός τε καὶ ἕτερος, ἃ μεταξὺ τῶν προειρημένων ἐκάλεσε καὶ πρώτης δυνάμεως μὲν εἶναί φησιν, ὅταν ἀφʼ ὧν τις αὐτὸς πεποίηκε κρίνηται, καὶ εἰκότως· ἰσχυρότερον γὰρ εἰς κατηγορίαν τὸ ἐκ τῶν οἰκείων ἔργων καὶ πράξεων διελέγχεσθαι· καὶ παράδειγμα τίθησι τὸν τὸ νεοσφαγὲς σῶμα θάπτοντα· οὐκ αὐτὸς πλάσας, ἀλλʼ ἐκ τῶν παλαιῶν εἰληφώς· τὸ γὰρ εἰπεῖν ὡς ὁ θάπτων, τοῦτο αἰνιττομένου ἐστί· δευτέρας δὲ δυνάμεως, ὅταν ἑτέρου πράξαντος ἄντικρυς εἰς τὸν κρινόμενον τὸ γεγονὸς ἀναφέρηται· οἷον τρισαριστέως εἰκόνα ἔστησαν οἱ πολέμιοι, καὶ προδοσίας κρίνεται· ἀλλαχοῦ γὰρ οὐχί. εἰς αὐτὸν δὲ τὸν τρισαριστέα τὸ γενόμενον φέρεται, ἐφʼ ᾧ καὶ κρίνεται· τελευταίας δὲ καὶ τρίτης δυνάμεως τὰ μεταξὺ τῶν εἰρημένων ὠνόμασεν, ὅταν ἀφʼ ὧν τε αὐτὸς ὁ κρινόμενος καὶ ἕτερός τις ἔπραξε τὰ τῆς ἐξετάσεως γίνηται. Ὁ δὲ Ἑρμογένης τὰ μὲν ὑφʼ ἑτέρου πεπραγμένα ἐν τῷ παραδείγματι τέθεικε, τὰ δὲ ὑπʼ αὐτοῦ τοῦ κρινομένου παρέλιπεν· ἐν δὲ τῷ εἰπεῖν, ἃ μεταξὺ τούτων ἐστὶ, κἀκεῖνα ἐνέφηνε. μεταξὺ γὰρ τὸ ἑκατέρων ἐξηρτῆσθαι καὶ μετέχειν ἑκατέρων ἐστὶν, ἀλλὰ καὶ τῷ φάναι, διὰ δὲ τἄλλα ἐνδέχεται καὶ τοῦτο ἐξετασθῆναι, ὡς ἀναφερόμενον· τῷ δὲ εἰπεῖν τἄλλα τοῦτο ᾐνίξατο· δόξειε δʼ ἄν τις ἴσως μηδὲν διαφέρειν τῆς πρώτης τάξεως τὰ πεπραγμένα τῷ Ἀρχιδάμῳ, οἷον ὅτι μὴ τοὺς καρποὺς τοῦ Περικλέους ἐδῄωσε· τοῦτο γὰρ τὸ ὑπʼ αὐτοῦ πεπραγμένον· ὁ γὰρ αὐτός ἐστι καὶ πεπραχὼς καὶ κρινόμενος. ὥστε οὐδὲν τῆς πρώτης τάξεως διενήνοχε, καί φαμεν, ὡς εἰ μὲν, ἐξ ὧν ὁ Ἀρχίδαμος ἔπραξεν, ἐκρίνετο, εἶχε λόγον· νῦν δὲ οὐκ ἐξ αὐτῶν· οὐ γὰρ προδοσίας κρίνεται, ὡς τοὺς καρποὺς μὴ δῃώσας, ἀλλὰ δώρων φεύγει· ὅπερ ἀνοίκειον μὲν αὐτῷ, οἰκειότατον δὲ πρὸς τὰ τῷ Περικλεῖ γεγραμμένα· τὰ δʼ οὖν ὑπὸ τοῦ Ἀρχιδάμου γινόμενα εἰς οὐδὲν ἄλλο τῷ ζητουμένῳ συμβάλλεται, ἢ ὅσον εἰς αὐτὸν ἀναφέρειν τὸν Ἀρχίδαμον τὸ ὑπὸ τοῦ Περικλέους γραφέν· τοῦτο δὲ δηλοῖ τὸ «διὰ δὲ τἄλλα καὶ τοῦτο ἐνδέχεται ἐξετασθῆναι.»

`7.132–7.133`

νδʹ. Τὸ μεταξὺ λέγεται διχῶς, εἴτε ἐπὶ τόπου, ἢ τὸ μέσον δύο τινῶν· μέσον δέ ἐστι τὸ κοινωνοῦν ἀμφοτέροις· ζητοῦσιν οὖν τινες, πῶς εἶπεν ἐνταῦθα τὸ μεταξύ· ὅτι μὲν γὰρ οὐκ ἐπὶ τόπου ἐχρήσατο δῆλον· περὶ πραγμάτων γὰρ ὁ λόγος αὐτῷ. ἀλλʼ οὐδὲ μέσον τῶν προκειμένων καθεστὼς φαίνεται, καθὸ οὐδὲ κοινωνίαν ἔχει πρὸς αὐτά. πῶς γὰρ κοινωνεῖ, φασὶ, τὸ ὑφʼ ἑτέρου πεπραγμένον καὶ μὴ ἄντικρυς εἰς ἡμᾶς ἀναφερόμενον τῷ ὑφʼ ἡμῶν πεπραγμένῳ; ἢ πῶς κοινωνεῖ τὸ μὴ ἄντικρυς εἰς ἡμᾶς ἀναφερόμενον τῷ ἄντικρυς εἰς ἡμᾶς ἀναφερομένῳ, ὥστε λείπεται, φασὶ, μὴ εἶναι αὐτὸ μεταξύ. Φημὶ δὲ ἔγωγε κοινωνίαν αὐτὸ πρὸς ἑκάτερον ἔχειν. πρὸς μὲν οὖν τὸ δεύτερον, καθὸ ἑκάτερον ὑφʼ ἑτέρου πέπρακται· ἡ δὲ διαφορὰ, καθὸ τὸ μὲν ἄντικρυς εἰς ἡμᾶς ἀναφέρεται, τὸ δὲ οὐκ ἄντικρυς. πρὸς δὲ τὸ πρότερον, ὅτι ἑκάτερον διὰ τῶν ἀποδεικτικῶν σημείων κατασκευάζεται. διαφέρει δὲ τῷ τὸ μὲν προσεχῆ ἔχειν τὰ σημεῖα, τὸ δὲ οὐχ οὕτως, ἀλλʼ ἔξωθεν λαμβανόμενα. ἀλλʼ ἀντιλέγουσι πρὸς τοῦτό τινες. εὑρίσκεται γὰρ, φασὶν, ἐν τούτῳ τὸ σημεῖον αὐτὸ τὸ ἀποδεικτικὸν ἀφανές· ἐξ ἀφανοῦς δὲ ἀφανὲς οὐκ ἂν πιστωθείη. ἀλλʼ ἐροῦμεν, ὡς τοῦτο οὐκ ἐνταῦθα μόνον ὁρᾶται, ἀλλὰ καὶ ἐπὶ τοῦ συγκατασκευαζομένου σχηματισμοῦ ἤτοι στοχασμοῦ τὸ πρῶτον σημεῖον ἀφανές. τὰ δὲ ἐξ αὐτοῦ, τουτέστι τὰ τούτου κατασκευαστικὰ φανερὰ, οὕτως καὶ ἐπὶ τούτου τὸ μὲν πρῶτόν ἐστιν ἀφανὲς, τὰ δʼ ἑξῆς φανερά· οἷον ἐδωροδόκησας, Ἀρχίδαμε· τῷ δῆλον; Περικλῆς ἔγραψεν εἰς δέον ἀνηλωκέναι νʹ τάλαντα. τοῦτο ἀφανὲς τὸ σημεῖον. τὰ δὲ τούτου κατασκευαστικὰ φανερά· οἷον φίλος γὰρ ἦσθα τῷ Περικλεῖ, καὶ τοὺς αὐτοῦ οὐκ ἐδῄωσας ἀγρούς. ταῦτα γὰρ πάντα φανερά τε καὶ ἀναμφίλεκτα.

νεʹ. Τῷ κατὰ τοῦ Ἀρχιδάμου ζητήματι μηδὲν ἀπεοικέναι τὸ τοῦ ἀσώτου φησὶν, ὃς φόνου φεύγει ἐπὶ ἀφανείᾳ τῇ πατρικῇ. ἔστι γὰρ κατὰ πάντα καὶ προσφυές. ἐκεῖ τε γὰρ ὁ Περικλῆς εἰς δέον τὰ νʹ τάλαντα ἀναλῶσαι ἔγραψε· κἀνταῦθα ὁ πατὴρ ἀφανὴς ἐγένετο· ἐκεῖ Ἀρχίδαμος τοὺς καρποὺς οὐκ ἐδῄωσεν· ἐνταῦθα ὁ υἱὸς ἀσώτως ἐβίωσεν· διὰ τὰ πεπραγμένα τῷ Ἀρχιδάμῳ ἐκεῖ τὸ τῶν νʹ ταλάντων εἰς αὐτὸν ἀναφέρεται· διὰ τὰ βεβιωμένα τῷ ἀσώτῳ· ἐνταῦθα ἡ τοῦ πατρὸς ἀφάνεια εἰς αὐτὸν ἀπευθύνεται.

νϛʹ. Ἐπιλαμβάνονταί τινες οἷα δὴ κακῶς εἰπόντος ὅμοιον εἶναι τόδε τὸ ζήτημα τῷ προειρημένῳ· ἐν ἐκείνῳ μὲν γὰρ, φασὶ, τὸ πρόσωπον ὁ Περικλῆς κύριον, ἐν δὲ τούτῳ κοινὸν ὁ ἄσωτος. φαμὲν δὲ, ὡς ἐνταῦθα οὐ περὶ προσώπων αὐτῷ προϋπέκειτο λέγειν, ἀλλὰ περὶ πραγμάτων· εὑρίσκομεν δὲ τὸ πρᾶγμα ἐπʼ ἀμφοῖν παραπλήσιον, ὥστε λίαν ἀμούσως ἐπιλαμβάνονται τοῦ τεχνικοῦ· ἐμνήσθη δὲ τούτου τοῦ προβλήματος, ἐπειδὴ τοῦτο μάλιστα ἐζητεῖτο παρὰ τοῖς τεχνικοῖς.

`7.134–7.135`

νζʹ. Βιαστικώτερον εἰσενηνέχθαι βούλονται ὑπὸ τοῦ τεχνικοῦ τὴν τρίτην τάξιν τῶν πραγμάτων· ἀντιλεκτέον γὰρ αὐτῷ φασιν, ὅτιπερ, εἰ καὶ τὰ μάλιστα, ὥσπερ φῂς ἐν τῷ συγκατασκευαζομένῳ τὸ πρῶτον σημεῖόν ἐστιν ἀφανές. ἀλλʼ οὖν τὰ τούτου κατασκευαστικὰ ἐκ τοῦ πράγματος λαμβάνεται, ἐνταῦθα δὲ ἐκ τοῦ προσώπου· τοιγαροῦν ἐάν τις ἀμείψῃ τὸ πρόσωπον, οὐκέτι μένει ἡ ζήτησις· ὥστε τὸ πρόσωπόν ἐστι τὸ παρέχον τὴν ζήτησιν, καὶ οὐ τὸ πρᾶγμα· τοιοῦτοι μὲν τῶν ἐπιλαμβανομένων οἱ λόγοι· ὁ δὲ τεχνικὸς τοιοῦτό φησι. τῶν κεφαλαίων τὰ μέν ἐστι προσωπικὰ, τὰ δὲ πραγματικά. τουτέστι τὰ μὲν ἐκ τοῦ προσώπου λαμβάνεται, τὰ δὲ ἐκ τοῦ πράγματος. ὁ οὖν ἄσωτος κρινόμενος ἐρεῖ τι· ἐρεῖ δὲ, φασὶ, χρῶμα, τουτέστι μετάθεσιν αἰτίας, ὃ πραγματικόν ἐστι· τῷ πράγματι ἄρα ἡ ζήτησις· οἱ δὲ ἅπαξ ἐπιλαβόμενοι ἑξῆς καὶ πρὸς τοῦτο διαμάχονται· ψεῦδος γὰρ, φασὶ, τὸ εἰρημένον καὶ παραλογισμός· ἡ μὲν γὰρ πρώτη πρότασις ἀληθὴς, ὅτι τῶν κεφαλαίων τὰ μέν ἐστι προσωπικὰ, τὰ δὲ πραγματικὰ, ἡ δευτέρα δὲ παραλογιστική. οὐ γὰρ ἐρεῖ ὁ ἄσωτος κρινόμενος μετάθεσιν αἰτίας, ἀλλʼ ἐρεῖ μέντοι πάντα. οὐκ ἐρεῖ δὲ μετάθεσιν αἰτίας, ἀλλὰ βούλησιν ἢ δύναμιν, καὶ οἷα προσωπικὰ κεφάλαια. πρὸς δὲ τούτοις καὶ ἐκ τῶν παρὰ τῷ τεχνικῷ διελέγχειν πειρῶνται τὸν λόγον. εἰ γὰρ αὐτὸς δέδωκε, φησὶν, ἐν τοῖς διπλοῖς στοχασμοῖς εἶναί τινας ἐλλιπεῖς κατὰ τὸ πρᾶγμα, πολλάκις δὲ καὶ τὸ πρόσωπον· οἷον κατὰ μὲν πρόσωπον, ἀπώλετο ἐξ ἱεροῦ χρήματα. εὑρέθησαν δύο ῥήτορες· ὁ μὲν χρυσίον κατορύττων, ὁ δὲ λόγον ὑπὲρ ἱεροσυλίας γράφων· καὶ ἀντεγκαλοῦσιν ἀλλήλοις. Ἐνταῦθα γὰρ τὰ μὲν πρόσωπα ἰσάζοντα κρίσιν οὐκ ἐπιδέχεται· ῥήτορες γὰρ ἄμφω. τὸ δὲ πρᾶγμά ἐστι τὸ κρινόμενον. τοῦ δὲ κατὰ τὸ πρᾶγμα ἐλλιποῦς παράδειγμα τόδε· ἀριστεὺς ἀπέθανεν ἐπὶ σημείοις φαρμάκων, καταλιπὼν τὴν μητρυιὰν καὶ αἰχμάλωτον παλλακίδα, καὶ ἀντεγκαλοῦσιν ἀλλήλαις· πάλιν γὰρ ἐνταῦθα ἰσάζον ἐπʼ ἀμφοτέρων τὸ πρᾶγμα οὐκ ἐξετάζεται· ἀλλʼ ἡ τῶν προσώπων ποιότης παρέχει τὴν ζήτησιν, ὅτι ἡ μὲν μητρυιὰ, ἡ δὲ παλλακίς· εἰ τοίνυν, φασὶ, τοῦτο δίδωσιν αὐτὸς, καὶ ὁμολογεῖ εἶναι διπλοῦν τὸν στοχασμὸν ἀτελῆ κατὰ τὸ πρᾶγμα, ὅσπερ καὶ ἀληθὴς ὁ λόγος, τί δήποτε οὐ συγχωρεῖ κἀπὶ τῶν ἁπλῶν τοῦτο; ὁ γὰρ διπλοῦς στοχασμὸς οὐδὲν ἕτερόν ἐστιν, ἢ δύο ἁπλοῖ· ἀποδεικνύναι μὲν οὖν οὕτως ἐπειράθησαν τὴν τρίτην τῶν πραγμάτων τάξιν. ἡμῖν δὲ καὶ τοῦτο φαίνεται ὀρθῶς εἰρημένον τῷ τεχνικῷ· τὰς δὲ ἀποδείξεις ἐκθήσομεν ἐν τῷ περὶ τῶν εἰδῶν τοῦ στοχασμοῦ, ἔνθα καὶ αὐτὸς ὁ τεχνικὸς διείλεκται πλατύτερον.

νηʹ. Πρὸς Μινουκιανὸν ἀποτείνεται λέγοντα, δύνασθαι εἶναι στοχασμὸν ἀτελῆ ἁπλοῦν, ἀπὸ προσώπου μόνον ἐξεταζόμενον μὴ κρινομένου τοῦ πράγματος, ὅπερ Ἑρμογένης οὐ παραδέχεται· ἀλλὰ διπλοῦν μὲν εἶναι λέγει ἀτελῆ ἀπὸ τῶν προσώπων μόνων δυνάμενον ἐξετάζεσθαι· τῶν πραγμάτων μὴ κρινομένων, ὅταν ἰσάζοντα ᾖ· ὡς τὸ ἐπιὸν δηλώσει παρʼ αὐτοῦ προβεβλημένον παράδειγμα, ἁπλοῦν δὲ οὐδαμῶς, καὶ εἰκότως· ἀδύνατον γὰρ εἶναι τοῦτο καὶ ἀνεγχώρητον· ὡς ἐν τοῖς ἐφεξῆς ἐπαγωνιζόμενος δείκνυσιν.

`7.136`

νθʹ. Ἐνταῦθα πρὸς Μινουκιανὸν ἀντιλέγει καὶ πειρᾶται κατὰ συλλογισμὸν δεῖξαι, ὅτι καὶ τὸ πρᾶγμα ἐν τῷ ἀσώτῳ ἐξετάζεται· λέγω δὲ τὸ ἀφανές· ἔστι δὲ ὁ συλλογισμὸς οὕτως· εἰ συνέστηκε τὸ ζήτημα, ἀπολογίαν ἕξει ὁ ἄσωτος· εἰ δὲ ἀπολογίαν, καὶ μετάθεσιν αἰτίας ἐρεῖ· εἰ δέ ἐστι μετάθεσις αἰτίας, συνέχει καὶ τὰ ἀπʼ ἀρχῆς ἄχρι τέλους· εἰ δὲ ἔχει τὰ ἀπʼ ἀρχῆς ἄχρι τέλους, συνέστηκε τὸ πρᾶγμα· ἰστέον δὲ, ὅτι, ὅτε τὸ πρόσωπον ἐξετάζομεν, τὰ τοῦ προσώπου μόνον ἐμπίπτει κεφάλαια, οἷον βούλησις, δύναμις· ὅτε δὲ τὸ πρᾶγμα, μόνον τὰ τοῦ πράγματος, οἷον τὰ ἀπʼ ἀρχῆς ἄχρι τέλους, μετάθεσις, ὃ καὶ χρῶμα καλεῖται, ἀντίληψις, πιθανὴ ἀπολογία· τὸ δὲ παραγραφικὸν καὶ ἡ τῶν ἐλέγχων ἀπαίτησις ἔξωθέν ἐστι· ἐλλείποντος δὲ τοῦ προσώπου λείπει καὶ τὰ κεφάλαια αὐτοῦ.

ξʹ. Ἄνω ἐν τῇ τῶν προσώπων διδασκαλίᾳ περὶ προσώπων ἀνεξετάστων λέγων παρέλαβεν ἐξισάζοντα τὸ· δύο νέοι πλούσιοι, εἰ ἐπί τῳ κρίνοιεν ἀλλήλους, ἀόριστον τὸ τῶν πραγμάτων καταλιπών· ἐνταῦθα δὲ περὶ πραγμάτων ἀνεξετάστων λέγων ἀναπλάττει τὸ πρόβλημα, καὶ λαμβάνει διαφορὰν μὲν προσώπων, ἅτινα δύναται ἐξετάζεσθαι, πρᾶγμα δὲ ἐξισάζον· καὶ γὰρ ἐν τοῖς προσώποις διάφορός ἐστιν ἀπολογία· ἐν δὲ τοῖς πράγμασιν οὐδαμῶς· εἰ γὰρ ἕτερος αὐτῶν εἴποι τὴν ἐκ τῆς οἰκίας ἔξοδον τεκμήριον εἶναι τῆς μοιχείας, τούτῳ καὶ ὁ ἕτερος χρήσεται.

`7.137`

ξαʹ. Ἐνταῦθα τὸ παράδειγμα τοῦ διπλοῦ ἀτελοῦς στοχασμοῦ ἀπὸ προσώπων μόνων τὴν ἐξέτασιν ἔχον· οἷα διαλλαττόντων τῶν πραγμάτων, οὐ κρινομένων, ἅτε ἐξισαζόντων, ὅτε καὶ μόνον ὁ τεχνικός φησι μὴ δέχεσθαι τὸ πρᾶγμα ἐξέτασιν, ὅπερ ἐπὶ τῶν πλαστῶν στοχασμῶν οὐκ ἐγχωρεῖ γενέσθαι, ἑνὸς ὄντος τοῦ πράγματος, τῆς ἰσότητος περὶ δύο τὸ ἔλαττον φαινομένης. Ἐπεὶ, φησὶν, ἐν τοῖς ζητήμασίν εἰσι μὲν κεφάλαια προσωπικὰ, εἰσὶ δὲ καὶ πραγματικὰ, ὧν ἐστι καὶ ἡ τῆς αἰτίας μετάθεσις, τὸ οὕτω χρῶμα λεγόμενον, θαυμάζω εἰ τὸ τοιοῦτο κεφάλαιον ἀποδοίη τις μὴ κρινομένου τοῦ πράγματος· ἀπολογήσεται δὲ, οἶμαι, ὁ ἄσωτος, καὶ ἐρεῖ τι, τουτέστι κρινόμενος δώσει τῆς αἰτίας μετάθεσιν· ἐρεῖ γὰρ, διὰ τοῦτο ἀφανὴς ὁ πατὴρ, ἢ ὅτι ἀποδημῶν ἐτελεύτησε, τί γὰρ τοῦ ἀποθανεῖν ἄνθρωπον ῥᾷον καὶ εὐχερέστερον; ἢ ὅτι λῃσταῖς περιέπεσεν, ἢ ξενιτεύειν διὰ φιλοσοφίαν προείλετο, καὶ πολλὰ τοιαῦτα πεπλανημένως εἰπεῖν ἀνάγκη. τοιαύτη γὰρ, ὅταν ἐπὶ τοῖς ὑφʼ ἑτέρου πεπραγμένοις κρίνηταί τις, ἡ τῆς αἰτίας μετάθεσις· ὃ καὶ ὁ τεχνικὸς διὰ τοῦ ἐρεῖ τις ᾐνίξατο, ἀορίστως εἰπών· πῶς δὲ καὶ ἐγχωροίη πράγματος μὴ ξυμβάντος κριθῆναι πρόσωπον· ἐπεί τοί γε καὶ ἐπὶ τῶν διπλῶν στοχασμῶν, ἐφʼ ὧν ἀπὸ μόνων προσώπων ἡ κρίσις, αἴτια τὰ πράγματά ἐστιν, εἰ καὶ μὴ ἐξέτασιν ἐπιδέχεται τὸ ἰσάζειν.

`7.138`

ξβʹ. Διεξελθὼν τὴν τῶν προσώπων καὶ πραγμάτων διδασκαλίαν μέτεισιν ἐπὶ τὴν τῶν ἐξεταζομένων καὶ ἀνεξετάστων, καὶ συνῆψε τὸν περὶ τούτου λόγον τῷ προτέρῳ, ἵνα δόξῃ μὴ ἐξ ἀκαίρου πεποιῆσθαι τὸν περὶ τῶν προσώπων καὶ πραγμάτων λόγον, ἀλλὰ διὰ ταῦτα· διέξεισι τοίνυν, ὡς ἐν ὁρισμῷ περὶ τῶν ἐξεταζομένων καὶ ἀνεξετάστων κατὰ θέσιν καὶ ἀναίρεσιν· ἐν μὲν τῇ θέσει παραλαβὼν τὰ ἐξεταζόμενα, ἐν δὲ τῇ ἀναιρέσει τὰ ἀνεξέταστα· καί τινες ἐζητήκασιν, ἀνθʼ ὅτου κατὰ θέσιν καὶ ἀναίρεσιν τὸν λόγον προηνέγκατο, καὶ οὐχ ἁπλῶς κατὰ θέσιν· περὶ γὰρ μόνων βούλεται διδάξαι ἡμᾶς τῶν ἐξεταζομένων· φαμὲν δὲ, ὅτι καὶ τὰ ἀνεξέταστα παρέλαβε πρὸς σαφῆ διδασκαλίαν τῶν ἐξεταζομένων, ἵνα μὴ λάθωμεν πολλάκις ἀνεξετάστοις χρώμενοι ὡς ἐξεταζομένοις, ἀλλʼ εἰδότες φυλαξώμεθα· εἰ δέ τις ἀποροίη, διὰ τί τὴν μὲν θέσιν τοῖς ἐξεταζομένοις, τοῖς δʼ ἀνεξετάστοις δέδωκε τὴν ἀναίρεσιν, ἐροῦμεν, ὅτι δεικνὺς ἔργον μὲν αὐτῷ καθεστὼς περὶ τῶν ἐξεταζομένων διαλαβεῖν, πάρεργον δὲ καὶ διὰ τὸ προκείμενον παραλαμβανόμενον, τὸ περὶ τῶν ἀνεξετάστων· τριῶν δὲ τούτων εὑρισκομένων ἐν τοῖς δικαστηρίοις ἀεί, φημὶ τῶν λεγόντων προσώπων καὶ τῶν ἀκροωμένων καὶ τοῦ πράγματος, ἐκ μὲν τῶν λεγόντων τέσσαρα δεῖ ταῦτα ζητεῖν, τὸ διαφόρους εἶναι τοὺς λόγους, τὸ ἐξ ἑκατέρου μέρους, τὸ πιθανοὺς, τὸ ἰσχύοντας· τὸ μὲν οὖν διαφόρους, ὥστε φυγεῖν τὸ ἰσάζον, τὸ δὲ ἐξ ἑκατέρου μέρους διὰ τὰ μονομερῆ καὶ τὰ ἀπερίστατα, τὸ δὲ πιθανοὺς διὰ τὰ ἀπίθανα· τὸ δὲ ἰσχύοντας διὰ τὰ ἀντιστρέφοντα· ὥσπερ δὲ ἐκ τῶν λεγόντων προσώπων δεῖ ταῦτα ζητεῖν, καὶ ἐκ τῶν ἀκουόντων δύο ταῦτα ζητητέον, τό τε μὴ προειλῆφθαι αὐτοὺς, καὶ τὸ δύνασθαι πέρας δοῦναι τῷ ζητουμένῳ· τοῦτο δέ φημι διὰ τὰ ἄπορα, οἷον Ἀλέξανδρος ὄναρ εἶδεν, ὀνείροις μὴ πιστεύειν· ταῦτα τοίνυν ἀεὶ προσεῖναι δεῖ τῷ ζητήματι· εἰ δέ τι τούτων ἐλλείποι, ἀσύστατον εὐθέως γενήσεται.

ξγʹ Ἐκθέμενος, φησὶ, τῶν τε προσώπων καὶ τῶν πραγμάτων διαφορὰν, φησὶν, ἐξ αὐτῶν γινώσκομεν τὰ συνεστῶτα τῶν προβλημάτων καὶ διαιρεῖσθαι δυνάμενα· ἀπὸ γὰρ τῆς τούτων ποιότητος συνίσταται τὸ ζήτημα·

ξδʹ. Καλῶς ἡ προσθήκη τοῦ διαιρεῖσθαι δυνάμενα· τὰ γὰρ συνεστῶτα καὶ διαιρεῖται· εἰ δὲ μὴ συνεστήκοι, οὐδὲ διαίρεσιν ἐπιδέχεται· ἐζήτησαν δέ τινες πιθανῶς, διὰ τί κοινὸν τὸ ζήτημα λαμβάνει ἐπί τε τῶν συνεστώτων καὶ τῶν ἀσυστάτων· εἰ γὰρ ἀσύστατα, οὐ ζητήματα, προβλήματα μέντοι· οὐδὲν γὰρ κωλύει προβλήματα μὴ συνεστάναι· πρὸς ὅ φαμεν, ὅτι καταχρηστικῶς ἐκάλεσε ζητήματα.

`7.139`

ξεʹ. Μετὰ τὴν τῶν προσώπων, φησὶ, καὶ τῶν πραγμάτων διάγνωσιν ἔστιν ἐπιγνῶναι καὶ τὰ ἐξ αὐτῶν συντιθέμενα· ἀπὸ γὰρ τῆς τῶν ἁπλῶν ἀκριβοῦς διαγνώσεως ἀκριβέστερα καὶ τὰ συντιθέμενα διακρίνεται καὶ γινώσκεται.

ξϛʹ. Ἐπιλαμβάνονται αὐτοῦ ἐνταῦθά τινες, ὅτι ἐναντία φησὶν ἑαυτῷ, ὥσπερ ἐπιλανθανόμενος ὧν εἶπεν· ἐν μὲν γὰρ τοῖς προτέροις ἔφη μηδέποτε ἐλλείπειν τὸ πρᾶγμα· ἐνταῦθα δὲ τῷ εἰπεῖν ἢ τὸ ἕτερόν γε πάντως δηλοῖ ἢ τὸ πρᾶγμα ἢ τὸ πρόσωπον, καὶ οἶδε, φασὶν, ἐλλείπειν τὸ πρᾶγμα· ἐροῦμεν οὖν πρὸς τοῦτο, ὡς μάλιστα μὲν τὸ ἕτερον ἀντὶ ὡρισμένου δύναται νοεῖσθαι, ὥστε λέγειν αὐτὸν μόνον τὸ πρόσωπον· ἔπειτα οὐδʼ αὐτός φησι καθάπαξ μὴ ἐλλείπειν πρᾶγμά ποτε, ἀλλʼ ἐπὶ μόνων τῶν ἁπλῶν· ἐπὶ μέντοι τῶν διπλῶν στοχασμῶν πολλάκις φησὶν ἐλλείπειν, ὥστε τοῦ εἶναι κἀνταῦθα τὸ λεγόμενον· καὶ ἐλλείπειν πολλάκις μὲν τὸ πρόσωπον, ὅποι τύχοι, πολλάκις δὲ τὸ πρᾶγμα ἐν τοῖς διπλοῖς στοχασμοῖς.

`7.140–7.141`

ξζ. Ὁ μὲν Μινουκιανὸς πρῶτον περὶ τῶν ἀσυστάτων διαλαβὼν καὶ μετὰ ταῦτα βουληθεὶς τῶν συνεστηκότων λόγον ποιήσασθαι, τρεῖς περὶ τούτου παρέδωκε τρόπους· αἴτιον, συνέχον, κρινόμενον· αἴτιον μὲν καλέσας τὸν κατήγορον· αὐτὸς γάρ ἐστιν ὁ παρέχων ἀφορμὴν τῇ γραφῇ· συνέχον δὲ τὸν φεύγοντα, ἐξ αὐτοῦ γὰρ συνέχεται τὸ ζήτημα· οἷον ἐφόνευσας, οὐκ ἐφόνευσα· καὶ τούτων ἀμφισβήτησις γίνεται· κρινόμενον δὲ τὴν ψῆφον τῶν δικαστῶν· αὕτη γάρ ἐστιν ἡ κρίνουσα καὶ πέρας ἐπιτιθεῖσα τοῖς ἀμφισβητουμένοις· καὶ ὁ μὲν Μινουκιανὸς οὕτως· ὁ δὲ Ἑρμογένης πολλῷ σαφέστερον περὶ τούτου παραδιδοὺς τέσσαρας τρόπους τῶν συνεστώτων τιθέμενος ἅμα διʼ αὐτῶν καὶ τὰ μὴ συνεστῶτα διδάσκει, μεταξύ τινας λέξεις παρεμβαλὼν, ἢ γὰρ πρόσωπόν ἐστι καὶ πρᾶγμα κρινόμενον· καὶ ἔστιν οὗτος ὁ πρῶτος τρόπος· δεύτερος, ἡνίκα ἑκάτερος αὐτῶν λόγους πιθανοὺς ἔχει καὶ ἰσχυρούς· τρίτος, ἡνίκα μὴ παρὰ τοῖς δικάζουσι προείληπται· τέταρτος, ἡνίκα μὴ τὸ πέρας ἀδύνατον· τὰ μὲν οὖν τρία τοῦ Μινουκιανοῦ γενικά ἐστιν, ὥσπερ ἀσυστάτων· ἃ δὲ αὐτὸς ὁ τεχνικὸς καταλέγει, εἴδη τυγχάνει κἀκεῖνα εἰς ταῦτα ἀναφέρεται· οἷον τὸ μονομερὲς, ὃ αὐτὸς τέθεικεν, ἐπὶ τὸ συνέχον ἀνάγεται· ἔστι γὰρ ἀσθενὲς, ἀπὸ τοῦ φεύγοντος καὶ ἀσύστατον διὰ τὸ μὴ εὐπορεῖν ἀπολογίαν τὸν πορνοβοσκόν· ἔστι δὲ καὶ ἀπὸ τοῦ κατηγόρου μονομερὲς ἐπὶ τὸ αἴτιον ἀναγόμενον· οἷον ὡραίου μειρακίου πολλοὶ ἤρων· μὴ τυγχάνοντες ἀνήρτων ἑαυτούς· ἔφυγε τὸ μειράκιον· χρόνῳ ὕστερον κατῆλθε καὶ κρίνεται φόνου· ἐνταῦθα γὰρ ἡ τοῦ κατηγόρου ἐκλείπει φωνή· οὐ γὰρ ἂν εἴποι, ὅτι ὀφείλεις πορνεύειν· καὶ τὸ ἀπίθανον δὲ καὶ τὸ προειλημμένον ἐπὶ τὸ αἴτιον ἀνάγεται· οὔτε γὰρ ὁ κατηγορῶν μοιχείας Σωκράτους πιστεύεται, οὔτε ὁ τὴν γυναῖκα κρίνων τὴν ἐπιδείξασαν ἐπὶ τὸν τύραννον ἄνοδον ἰσχύει τι ἐκ τῆς κατηγορίας· τὸ δὲ ἄπορον ἐπὶ τὸ κρινόμενον· ἀπορεῖ γὰρ ὁ δικαστὴς, ποτέρῳ πρόσθοιτο, πότερον τοῖς λῃσταῖς ἢ τῷ μάντει, οὗ λαβόντες τὴν θυγατέρα ἐπηγγείλαντο δώσειν, εἰ τἀληθῆ μαντεύσαιτο· εἶτα ἐκείνου εἰπόντος, ὅτι οὐ δώσετε, ἀξιοῦσι μὴ διδόναι· εἴτε γὰρ δοῖεν, οὐ ποιοῦσιν ἃ εἶπεν· εἴτε μὴ δοῖεν, οὐ ποιοῦσιν ἃ αὐτοὶ εἰρήκασιν· οὕτως ἐπὶ τὰ τρία τἄλλα πάντα ἀνάγεται· ἔστι δὲ καὶ ἄλλα εἴδη ἀσυστάτων, ἀναγόμενα ἐπὶ τὰ ὀκτώ· ἃ ὡς μέρη λαμβάνεται· ὥστε εἴ τις ἀπὸ τῶν γενικῶν ἐθέλει δοκιμάζεσθαι τὰ ζητήματα, ἀπὸ τῶν τριῶν εἴσεται· εἰδικῶς δὲ ἀπὸ τῶν ὀκτώ.

`7.142`

ξηʹ. Ὁρίζεται τὰ συνεστῶτα ἐκ τῆς διαστολῆς φανεροποιῶν τά τε ἀσύστατα καὶ τὰ ἐγγὺς ἀσυστάτων· διὰ μὲν γὰρ τοῦ εἰπεῖν «τὰ μὲν γὰρ ἤτοι ἄμφω καὶ πρόσωπον ἔχοντα καὶ πρᾶγμα κρινόμενον» ἀντιδιέστειλε τὰ ἐξ ἑνὸς μέρους ἀσύστατα· διὰ δὲ τὸ εἰπεῖν «ἢ τὸ ἕτερόν γε» πάντως τὰ ἐξ ἀμφοῖν ἀσύστατα τοῖν μεροῖν διεστείλατο, ἤγουν τὰ διόλου ἰσάζοντα· ἐκ δὲ τοῦ φάναι καὶ τοὺς ἐξ ἑκατέρου μέρους λόγους τὰ μονομερῆ καὶ τὰ ἀπερίστατα καὶ τὰ ἑτερορρεπῆ· ἐκ δὲ τοῦ εἰπεῖν σὺν τῷ πιθανῷ τὰ ἀπίθανα· τὰ ἀντιστρέφοντα δὲ ἐκ τοῦ διαφόρους εἰπεῖν· ἐκ δὲ τοῦ ταῖς πίστεσιν ἰσχυροὺς τὰ ἀδύνατα καὶ τὰ κακόπλαστα· καὶ γὰρ κἀκεῖνα ἀδύνατα, κατὰ θανόντων τὴν κατηγορίαν ἐπάγοντα· ἐκ δὲ τοῦ «ἔτι τε, ὅπερ ἐστὶ παρὰ τοῖς δικασταῖς τὸ τῆς κρίσεως ἀφανὲς, καὶ μὴ προειλημμένον τῇ κρίσει» τὸ τῇ κρίσει προειλημμένον καὶ ἄδοξον· καὶ γὰρ τὸ ἄδοξον, εἰ καὶ μὴ τοῖς δικασταῖς προδιέγνωσται, ἀλλὰ τῇ γνώμῃ καὶ πρὸ διαγνώσεως παρʼ αὐτῶν τὸ πρᾶγμα μεμίσηται, καὶ ἅμα τῇ εἰσαγωγῇ τοῦ δικαστηρίου ἐκβάλλεται· διὰ δὲ τοῦ δυνάμενόν τε πέρας λαβεῖν τὸ ἄπορον ἀπέκρινε, καὶ τῶν συνεστώτων διέστειλε, καὶ οὕτω τά τε ἀσύστατα καὶ τὰ ἐγγὺς ἀσυστάτων διὰ τοῦ ὁρισμοῦ τῶν συνεστώτων τῇ ἀντιδιαστολῇ συμπεριλαβὼν ἐδήλωσε τοῦτο διὰ τῆς ἐπαγωγῆς ἐπειπών.

ξθʹ. Ὅρα πῶς διὰ τοῦ ὅρου τοῦ συνισταμένου ζητήματος δείκνυσιν ἡμῖν τὰ ἀσύστατα καὶ διπλῆν ἀνθʼ ἁπλῆς τὴν διδασκαλίαν ποιεῖται· διὰ μὲν γὰρ τοῦ εἰπεῖν τοῦ ἐξ ἑκατέρου μέρους τὸ μονομερὲς διδάσκει· διὰ δὲ τοῦ δεῖν σὺν τῷ πιθανῷ λέγειν τὸ ἀπίθανον καὶ ἀδύνατον· διὰ δὲ τοῦ διαφόρους λόγους τοὺς δικαζομένους μελετᾷν, τὸ ἐξισάζον καὶ ἀντιστρέφον· διὰ δὲ τοῦ εἰπεῖν ταῖς πίστεσιν ἰσχυροὺς τὸ ἄδοξον καὶ ἀπερίστατον· διὰ δὲ τοῦ εἰπεῖν καὶ μὴ προειλημμένον, τὸ προειλημμένον δηλοῖ· διὰ δὲ τοῦ εἰπεῖν, δυνάμενόν τε πέρας λαβεῖν, τὸ ἄπορον· ὥστε ὀκτὼ τρόπους εἶναι ἀσυστάτων ζητημάτων.

`7.143`

οʹ. Πρῶτόν φησιν οὐχ ἁπλῶς, ἀλλὰ κατὰ τάξιν τινὰ, κἀνταῦθα γὰρ φυλάττει τὴν τάξιν· καὶ ὥσπερ ἐπὶ τῶν προσώπων τῶν ἰσχυροτέρων ἀρξάμενος προῆλθεν ἐπὶ τὰ ἀσθενέστατα, οὕτως ἐνταῦθα ἐκ τῶν μᾶλλον ἀσυστάτων ἤρξατο· καθὸ γάρ ἐστιν ἀσύστατα, κατὰ τοῦτο τὴν ἰσχὺν ἔχει ἐν τῷ πλεῖον εἶναι ἀσύστατα· ἄρχεται οὖν ἐκ τοῦ μονομεροῦς· ἐν γὰρ τούτῳ παντελῶς οὐδὲν ἕξει λέγειν θάτερον τῶν μερῶν, ἀλλʼ ἀποτέτμηται ὁλοσχερῶς· ἐν γὰρ τῷ ἰσάζοντι, εἰ καὶ οὐκ ἰσχυρὰ τὰ λεγόμενα διὰ τὸ ἐπʼ ἀμφοῖν εἶναι ταῦτα, ἀλλʼ οὖν τὰ δύο πρόσωπα ὑφίσταται· ἐν δὲ τούτῳ παντελῶς τὸ ἕτερον ἀποτέμνεται· οἷον πορνοβοσκὸς δέκα νέους κωμάζοντας ἐπὶ τὴν οἰκίαν αὑτοῦ ὄρυγμα ποιήσας ἀπέκτεινε· τὸ μὲν οὖν πορνοβοσκὸς διὰ τὸ μὴ ἀντέγκλημα γενέσθαι, ἐὰν γὰρ εἴποι τις, Περικλέα δέκα νέους κωμάζοντας ἐπὶ τὴν οἰκίαν αὐτοῦ ἀπεκτονέναι, ἀντέγκλημά ἐστι, καὶ ζήτησιν ἐπιδέχεται· τὸ δέκα νέους πρὸς αὔξησιν εἴληπται· κωμάζοντας ἐπὶ τὴν οἰκίαν αὐτοῦ, οἰκεῖον τὸ πρᾶγμα πορνοβοσκῷ· ἐξῆν γὰρ δήπου κωμάζειν ἐπὶ πορνοβοσκοῦ οἰκίαν· ὄρυγμα ποιήσας, ἵνα μὴ πλάττηται ἄγνοιαν· ὑποδεξάμενος ἀπέκτεινεν, ἵνα μὴ εἴη ἀνάγκη προφασίσασθαι.

`7.144`

οαʹ. Ἐπὶ μὲν τῆς τῶν προσώπων καὶ τῶν πραγμάτων διαφορᾶς ἀπὸ τῶν δυνατωτέρων ἀρξάμενος κατέληξεν εἰς τὰ ἀσθενέστερα· καὶ εἰκότως· περὶ γὰρ ἐξεταζομένων προσώπων καὶ πραγμάτων ἦν ὁ λόγος αὐτῷ, καὶ ὡς εἰκὸς προέταξε τὰ μᾶλλον ἐξεταζόμενα· ἐνταῦθα δὲ ἀπὸ τῶν ἀσθενεστέρων χωρεῖ ἐπὶ τὰ ἧττον τὸ ἀσθενὲς ἔχοντα, ὡς περὶ ἀσυστάτων τὸν λόγον ποιούμενος· καὶ ἄρχεται μὲν ἀπὸ τῶν ἀσυστάτων, συμπεραίνει δὲ τὸν λόγον εἰς τὰ ἐγγὺς ἀσυστάτων· ἐπʼ αὐτῶν δὲ τῶν ἀσυστάτων ἄρχεται μὲν ἀπὸ τοῦ μονομεροῦς· ἐν ᾧ ὁ μὲν ἀπολογούμενος παντάπασιν ἀσθενὴς, ὁ δὲ κατήγορος ἰσχυρός· καταλήγει δὲ εἰς τὸ ἀπερίστατον, ἐν ᾧ ἰσχυρὸς μὲν ὁ ἀπολογούμενος, τῷ κατηγόρῳ δὲ οὐδεμία ἰσχύς· τὰ δʼ ἄλλα μέσον εἰσάγει· ἐν οἷς ὑφʼ ἑαυτῶν ὅ τε κατηγορούμενος καὶ ὁ κατηγορῶν ἁλισκόμενοι φαίνονται· ἐπὶ δὲ τῶν ἐγγὺς ἀσυστάτων ἀπὸ τοῦ ἑτερορρεποῦς μὲν ἄρχεται· ἐν ᾧ ἧττον ὁ ἐναγόμενος δύναται· εἰς δὲ τὸ κρίσει προειλημμένον καταπαύει τὸν λόγον· ἔνθεν ὁ κατηγορῶν διὰ τὸ προειλῆφθαι τοὺς δικαστὰς ἀποσοβεῖται καὶ ἀποπέμπεται· ἐν δὲ τῷ μεταξὺ τὸ κακόπλαστον, καθὸ τῷ τοῦ ἐναγομένου θανάτῳ ἀδυνατεῖ ὁ ἐνάγων· ταύτῃ τῇ τάξει καὶ τῇ μεθόδῳ χρώμενος προτίθησι μὲν, ὡς λέλεκται, τὸ μονομερές· παράδειγμα δὲ πεποίηται τὸν πορνοβοσκὸν, ὃς τοὺς κωμάζοντας νέους ὑποδεξάμενος ἔκτεινε, καὶ οὐδὲ μία χώρα ἀπολογίας αὐτῷ, ἅτε πορνοβοσκῷ ὄντι καὶ τὰ εἰς θεραπείαν τῶν νέων ἐπιτηδεύοντι καὶ μὴ ἔχοντι πρόφασιν ἐπʼ αὐτῷ κωμάζοντας ἀποκτεῖναι τοὺς νέους.

`7.145`

οβʹ. Εἴδη γενικώτατα τῶν ἀσυστάτων δύο· ἢ γὰρ τὰ ἐναργῆ καὶ αὐτόθεν πρόδηλα οὐ ζητεῖται, ὡς ἐν ἡμέρᾳ οὐ ζητοῦμεν, εἰ ἡμέρα ἐστίν· ἢ τὰ ἀδύνατα εὑρεθῆναι, οἷον εἰ ἄρτιοι οἱ ἀστέρες· λοιπὸν ἐκεῖνα εἶναι λείπεται ζητήματα, ἃ καθʼ ἑαυτὰ μὲν ἄγνωστά ἐστιν, ἀπὸ δὲ ζητήσεως εὑρεθῆναι δύναται· διὰ τί δὲ ἐν μὲν τῷ ὅρῳ τοῦ συνεστῶτος ζητήματος καὶ πρώτου ἐδήλωσε περὶ τοῦ ἀπεριστάτου· ἐνταῦθα δὲ περὶ τοῦ μονομεροῦς· καὶ τελευταῖον τάττει τὸ εἶδος τῶν ἀπεριστάτων; λέγομεν ὅτι ἐκεῖ μὲν ἁπλῶς τὴν διδασκαλίαν ἐποιήσατο, διαλαβὼν πάντα διὰ τῶν ἐναντίων τὰ ἀσύστατα· οὐ μέντοι κατὰ τάξιν· ἐνταῦθα δὲ τῇ προσηκούσῃ τάξει χρῆται καὶ πάνυ ἀσύστατα τάττει ἐν ἀρχῇ· εἶτα τὰ ἥττονα, καὶ οὕτω προβαίνει κατὰ μικρὸν ἐπὶ τὰ ἰσχυρότατα.

ογʹ. Παρὰ τὸν πρῶτον κανόνα πράγματα ἔχει κρινόμενα, ἀλλὰ τῷ ἰσάζειν ἀσύστατον ποιοῦσι τὴν κρίσιν· ἰσχυρότερον δὲ τὸ ἰσάζον τοῦ μονομεροῦς· διὸ καὶ δευτέραν εἶχεν τάξιν, ἀμφότερα γὰρ ἐνταῦθα λόγους ἔχουσι· κατὰ δὲ τὸ κρινόμενον ἀσύστατόν ἐστιν· ἀπορεῖ γὰρ ὁ δικαστὴς παραπλησίων ὄντων τῶν λόγων, τίνι ψηφίσηται· ἰαθείη δὲ, ἐὰν λάβῃ ἕν τι τῶν περιστατικῶν τρόπων οὕτως· πεφωράκασιν ἀλλήλους, ὁ μὲν πέμποντα τὸν ἄλλον γράμματα, ὁ δὲ διαλεγόμενον· τόπον δὲ, ὁ μὲν ἐπʼ ἀγορᾶς, ὁ δὲ ἐπʼ οἰκίας· πρόσωπον δὲ, ὁ μὲν ταῖς θεραπαινίσιν, ὁ δὲ τῇ γυναικὶ αὐτῇ· χρόνον δὲ, ὁ μὲν νύκτωρ, ὁ δὲ μεθʼ ἡμέραν· αἰτίαν, ἐμπρησμοῦ γενομένου· ὁ μὲν ἐξιόντα τὸν ἄλλον εἰς τὴν αὐτοῦ οἰκίαν, ὁ δὲ χρυσία τῆς γυναικὸς εὗρε παρὰ τῷ ἑτέρῳ.

οδʹ. Περὶ μὲν οὖν τῆς τάξεως ἁπάντων τῶν ἀσυστάτων ὕστερον ἐροῦμεν· νυνὶ δὲ τὴν ἄλλην τεχνολογίαν περὶ τούτων διεξίωμεν· τὸ διʼ ὅλου τοίνυν εἰκότως προσέθηκεν· ἂν γὰρ κατά τι διαλλάξῃ, εὐθέως συνεστηκὸς γίνεται.

`7.146`

οεʹ. Ζητεῖται, τίνι διαφέρει τὸ ἀντιστρέφον τοῦ ἰσάζοντος· ὁρῶμεν γὰρ, ὅτι ἐπʼ ἀμφοτέρων καὶ τοῖς ἀλλήλων χρῶνται λόγοις καὶ ὑπὸ τούτων ἁλίσκονται· ἡ διαφορὰ οὖν κατὰ τὸν χρόνον· ἐν μὲν γὰρ τῷ ἐξισάζοντι ὑφʼ ἑαυτοῦ κατὰ τὸν αὐτὸν ἐλέγχεται χρόνον, ἐν δὲ τῷ ἀντιστρέφοντι ὑφʼ ἑαυτοῦ μὲν, ἀλλʼ ἐν διαφόροις αἱ πρῶται προτάσεις συνεστηκυῖαί εἰσιν· ἡ γὰρ προσθήκη ποιεῖ τὸ ἀσύστατον, λέγω δὴ ἡ ἀποκοπὴ τῶν χρεῶν· ἐν δὲ τῷ ἐξισάζοντι οὐ τοῦτό ἐστιν, ἀλλʼ εὐθέως ἐκ πρώτης ἀσύστατον φαίνεται.

οϛʹ. Περὶ τὸν δεύτερον κανόνα· οὐ γὰρ ἰσχυρὰ τὰ τῶν πίστεων αὐτοῖς, ἀλλὰ σαθρότατα· γίνεται δὲ κατὰ τὸν κρινόμενον· ἰᾶται δὲ μᾶλλον ἐκ περιστάσεως· οἷον ἀπῄτει τις δάνειον καὶ τόκους· ὁ δὲ παρακαταθήκην φάσκων εἶναι οὐκ ἀπεδίδου, διήρπασέ τε τῶν αὐτοῦ χρημάτων· ὁ δῆμος χρεῶν ἀποκοπὰς ἐποιήσατο· καὶ ὡς δάνειον ὀφείλων ἀπαιτεῖ τὰ διαρπαγέντα χρήματα· ἔστιν οὖν ἀπὸ χρόνου περίστασις· χρὴ δὲ εἰδέναι, ὅτι τὰ μὲν διηγηματικὰ ἐκ τῶν ἓξ περιστατικῶν γίνονται· οἷον προσώπου, Ἰάσονος καὶ Μηδείας, Σκυθίδος· πράγματος, τοῦ ἔρωτος καὶ τοῦ φόνου τοῦ ἀδελφοῦ· χρόνου, πρὸ τῶν Τρωικῶν· αἰτίας, τοῦ χρυσοῦ δέρους· τρόπου, τῆς φαρμακείας· ἐν δὲ τοῖς ζητήμασι πέντε ἐστί· τὸ γὰρ πρᾶγμα ἐν τοῖς ἄλλοις εὑρίσκεται, καὶ οὐδεὶς μέμφεται τὸ πρᾶγμα ἐν μεταλήψει.

οξʹ. Ἰστέον, ὅτι ἐπράχθη τι τοιοῦτον Ἀθήνησιν ἀληθῶς· πολλῶν γὰρ πενήτων δανεισαμένων παρὰ τῶν πλουσίων καὶ ὑποτιθεμένων γῆν, ἣν εἶχεν ἕκαστος, ἐνίων δὲ καὶ πιπρασκομένων ὁ δῆμος ἐβουλεύετο τὴν πᾶσαν γῆν ἀναδάσασθαι τῶν Ἀθηναίων, ὡς μὴ μόνον ἀποστερηθῆναι τοὺς ἰδίους, ἃ ἦσαν δεδανεικότες, ἀλλὰ καὶ τῆς πολλῆς, ἧς ἐκέκτηντο γῆς, τὸ πλέον προσλαβεῖν· οὐ μὴν ἀπέβη. Σόλων γὰρ ὑπʼ ἀμφοτέρων αἱρεθεὶς τῶν μερίδων χρεῶν ἀποκοπὰς ποιησάμενος κατέλυσε τὴν στάσιν· καὶ ἐκλήθη τὸ τοιοῦτον σεισάχθεια παρὰ τὸ ἀποσείσασθαι τὸ ἄχθος τοὺς πένητας.

`7.147`

οηʹ. Καίτοι διαφορά ἐστιν· ἀλλά φαμεν, ὅτι δεῖ λαβεῖν τὴν ἐπέκτασιν τοῦ χρόνου· εὑρήσομεν γὰρ οὕτως ἴσως παρεχομένους ἀλλήλοις τοὺς λόγους· ἐκεῖ μὲν κατὰ ταὐτὸν ἀμφότεροι παρέχονται λόγους· ἐνταῦθα δὲ ἑτέρῳ καὶ ἑτέρῳ χρόνῳ· καὶ ἐκεῖ μὲν οὐκ ἐναντιοῦται ἑαυτῷ ἑκάτερος, ἀλλὰ τοὺς αὐτοὺς παρέχεται λόγους, ἴσους μέντοι τοῖς τοῦ ἐναντίου· ἐνταῦθα δὲ ἐναντία λέγει ἑκάτερος οἷς εἶπε πρότερον.

`7.148`

οθʹ. Ζητητέον, διὰ τί ἄπορον αὐτὸ καλοῦμεν, ὡς τῶν ἄλλων ἀπόρων μὴ ὄντων; ῥητέον δʼ οὖν, ὅτι δύο ἐστὶν ἐν τοῖς λόγοις, τὰ μὲν κατασκευαστικὰ τῶν ἡμετέρων, τὰ δὲ ἀνατρεπτικὰ τῶν ἐναντίων· ἐν μὲν τοῖς ἄλλοις τῶν κατασκευαστικῶν ἡ ἀσθένεια ποιεῖ τὸ ἀσύστατον· οὐ δυνάμεθα γὰρ ἐν ἐκείνοις τὰ οἰκεῖα· ἐν δὲ τούτῳ οὐ μόνον τὰ οἰκεῖά τις οὐ δύναται κατασκευάζειν, ἀλλὰ καὶ τὰ ἐναντία ὧν βούλεται πάντως κατασκευάσει· ἐν γὰρ τῷ ἐξισάζοντι οὐχ ὧδε ἔχει, ἀλλʼ ἄμφω κατασκευάζει τε καὶ βεβαιοῖ· εἰ καὶ τὰ μάλιστα καθʼ ἑαυτοῦ τὸ ἕτερον· καὶ ὅλως ἐπὶ μὲν τῶν προλαβόντων ἡ διαχείρισις τῶν προσώπων ποιεῖ τὸ ἀσύστατον· ἐπὶ δὲ τούτου τοῦ προβλήματος καὶ ἡ φύσις τοῦ πράγματος· ὁπότερον γὰρ αὐτῶν Ἀλέξανδρος ἕληται, παραβαίνει τὸ ἕτερον· καὶ ὅπερ ἐπὶ τῶν ἄλλων πρὸ τῆς κρίσεως ὡμολόγηται, τοῦτο καὶ σιωπώντων ἐνταῦθα τῶν ῥητόρων ἀσύστατον γίνεται καὶ ἀναπόδεικτον· ἔσται δὲ τοῦτο καὶ προϊοῦσι φανερώτερον ἐν τῷ περὶ τῆς τάξεως λόγῳ τῶν ἀσυστάτων, εἰ μὴ νῦν ἀρκούντως διασεσαφήνισται· πῶς οὖν ἑτέρως ἐνῆν καλεῖν τὸ καὶ τῇ φύσει τοῦ πράγματος καὶ τῇ διαχειρίσει τῶν προσώπων ἀσύστατον· οὔτε γὰρ ἡ ἰσότης ἐρωμένων τῶν πραγμάτων ἐποίησε τὸ ἀσύστατον, οὔτε πάλιν τὸ τῶν χρόνων διάφορον, ἀλλὰ τὰ ὑποκείμενα πράγματα διὰ τὴν προσοῦσαν ἀσθένειαν αὐτοῖς· περιγίνεται γὰρ τῷ βουλομένῳ συμβουλεύειν οὐδὲν ἕτερον, ἢ τἀναντία πείθειν, ὧν βούλεται· ταῦτα περὶ τῆς ὀνομασίας· καὶ τοῦτο μὲν οὕτως ἐπελυσάμεθα. οἷον Ἀλέξανδρος ὄναρ εἶδεν ὀνείροις μὴ πιστεύειν· τινὲς βούλονται αὐτὸ συνεστάναι, καί φασιν, ὅτι κατὰ Ἀριστοτέλην τὰ ἀπροσδιόριστα, ἐὰν μὲν εἴη κατὰ θέσιν, μερικόν τι σημαίνει, ἐὰν δὲ κατὰ ἀπόφασιν τὸ καθόλου· οἷον τοῦ μὲν προτέρου παράδειγμά ἐστιν ἄνθρωπος καλός· τοῦ δὲ δευτέρου, οὐκ ἔστιν ἄνθρωπος καλός· ἀντὶ τοῦ οὐδείς ἐστιν ἄνθρωπος καλός· οὕτω φασὶ καὶ ἐνταῦθα· κατὰ θέσιν ὄντος τοῦ ἀπροσδιορίστου, ἐξ ἀνάγκης τὸ μερικὸν νοοῦμεν, ὡς οὐκέτι ἄπορόν ἐστιν, ἀλλὰ συνεστηκός· ἐροῦμεν οὖν πρὸς τοῦτο· ὡς μάλιστα μὲν οὐ δεῖ φιλοσόφων λεπτολογίας εἰσάγειν ῥητορικῇ· ἔπειτα τοῦτο πλάττων οὐ καταδέχεται, ἀλλά φησι τὰ κατὰ ἀναίρεσιν ἀπροσδιόριστα πολλάκις ὡς μερικόν τι σημαίνειν· οἷον τὸ, οὐκ ἔστιν ἄνθρωπος καλὸς, δύναται καὶ μερικόν τι σημαίνειν, ὅταν περὶ τοῦ δεῖνος διαλεγώμεθα· τρίτον τὸ παρακείμενον οὐδὲ κατὰ θέσιν ἐστὶν, ἀλλὰ κατὰ ἀναίρεσιν· φησὶ γὰρ μὴ πιστεύειν· ἐπλάνησε δὲ αὐτοὺς πρὸς τὸ μὴ νομίσαι ἀναίρεσιν τὸ τὸν Ἀριστοτέλην ἀεὶ τὴν κατὰ ἀναίρεσιν διὰ τῆς οὐ προφέρεσθαι ἀρνήσεως, οὐ διὰ τῆς μὴ ἀπαγορεύσεως,

`7.149`

πʹ. Παρὰ τὸν δʹ κανόνα· οὐ γὰρ δύναται πέρας λαβεῖν· καὶ τοῦτο δὲ κατὰ τὸν κρινόμενον γίνεται ἀσύστατον· θεραπεύεται δὲ προσδιορισμῷ, τῷ περιστατικῷ, τῷ ἀπὸ χρόνου καὶ τόπου, οἷον εἰ ἐν Θρᾴκῃ εἴποιμεν, ὄναρ εἶδεν Ἀλέξανδρος, ὀνείροις μὴ πιστεύειν· τοῖς πρότερον ἢ τοῖς ὕστερον συνέστηκε· καὶ ἐπὶ τοῦ μάντεως εἰ εἴποιμεν, ὅτι νῦν οὐ δώσετε, συνίσταται· ἐνδέχεται γὰρ ὕστερον δοῦναι τὴν κόρην αὐτῷ· κοινωνεῖ δὲ τὸ ἄπορον τῷ ἀντιστρέφοντι κατὰ τὸ ἀμφότερα ἄπορον ἔχειν τὴν ἔκβασιν· διαφέρει δὲ, ὅτι ἐν μὲν τῷ ἀπόρῳ ἀδύνατον εὑρεῖν πέρας, καὶ ὁ δικαστὴς εἰς ἀμφιβολίαν γνώμης ἀφικνεῖται, ἐν δὲ τῷ ἀντιστρέφοντι ὁ δικαστὴς δυνηθείη ἂν ἴσως τὸ δάνειον ἔχοντι ψηφίσασθαι ἢ τῷ ἑτέρῳ.

παʹ. Ἐν τοῖς προτέροις μὲν ἀσυστάτοις εἶπεν ὅρους, οἷον ἐν τῷ μονομερεῖ ἔφη, ὅτι μονομερής ἐστιν, ἐν ᾧ τὰ τῶν λόγων μὴ ἑκατέρωθεν ἰσχυρά· ἐνταῦθα δὲ οὐ καταλέγει οὐδένα ὅρον· δεῖ οὖν ἀναπληρῶσαι τὴν τοῦ τεχνικοῦ χρείαν· ἔστιν οὖν τὸ ἀπίθανον ἔγκλημα, ἐναντίαν ἔχον ποιότητα τῇ τοῦ κρινομένου προσώπου· εἰ γὰρ ἐφʼ ᾧ τις εὐδοκιμεῖ κρίνοιτο, οὐ προσδέξονται τοῦτο οἱ δικασταί· οἷον λειποταξίου κρίνοντες Σωκράτην ἢ Ὀδυσσέα οὐκ ἀπίθανον δόξομεν λέγειν· εἰ δὲ τὸν μὲν ἀνοίας, τὸν δὲ μοιχείας κρίνομεν, ἀσύστατον ἔσται τὸ πρόβλημα.

`7.150`

πβʹ. Ζητοῦσι πῶς τοῦτο λέγεται ἀπίθανον· καίτοι, φασὶ, θάνατος ἐτιμήθη παρὰ Ἀθηναίων Σωκράτει καὶ Ἀριστείδῃ ἐξοστρακισμός· φαμὲν οὖν ὅτι τὸ ἀπίθανον γράφει κατονομαζόμενον παρὰ πᾶσι προσεῖναι τῷ προσώπῳ· οὐ καθʼ ἕτερόν τί, οἷον Σωκράτης σώφρονος εἶχε δόξαν· κατὰ γοῦν τὸ ἐναντίον τούτου, τουτέστι τὴν πορνείαν, τὸ ἀπίθανον γίνεται, οὐ κατʼ ἄλλο τι· ὁ δὲ Σωκράτης οὐκ ἐπὶ πορνείᾳ, ἀλλʼ ἐπʼ ἀσεβείᾳ τετελευτηκὼς φαίνεται.

πγʹ. Ζητεῖται, πῶς τάττει ἰδίᾳ τὸ ἀδύνατον; σαφὲς γὰρ, ὅτι καὶ τὸ ἀδύνατον ἀπίθανόν ἐστι· ἔδει οὖν, φασὶν, εἰπεῖν ἀπίθανον καὶ ὑποδιελεῖν, ὅτι τοῦ ἀπιθάνου τὸ μὲν δυνατὸν, τὸ δὲ ἀδύνατον· λεκτέον δὲ, ὡς τὸ μὲν ἀπίθανον ἐκ τῆς ποιότητος τοῦ προσώπου γίνεται, τὸ δὲ ἀδύνατον ἐκ τῆς φύσεως τοῦ πράγματος· πῶς οὖν τὰ τοσοῦτον ἀλλήλων κεχωρισμένα ἔμελλεν ὑπὸ μίαν ἀρχὴν καὶ τὸ αὐτὸ γένος ἀνάγειν· ζητεῖται ἐπὶ τούτοις, πῶς λέγει τοὺς Σιφνίους βουλεύεσθαι περὶ τῆς τῶν Ἑλλήνων ἀρχῆς ἀδύνατον εἶναι· τὸ γὰρ βουλεύεσθαι ἀπίθανον μέν ἐστιν, οὐκ ἀδύνατον δέ· ἡ δὲ λύσις, ὅτι τὸ Δημοσθενικὸν παρῴδησεν· οὗτος γὰρ ἐν τοῖς ἰδιωτικοῖς φησιν· ὥσπερ γὰρ ἀδύνατον Σιφνίους καὶ Μαρωνείτας περὶ τῆς Ἑλλήνων ἀρχῆς βουλεύεσθαι, εἶτα ἐπειδὴ τοῦτο εἶδεν ἀμφιβαλλόμενον, ἐπήνεγκε τὸ βεβαιότερον καὶ ταῖς ἀληθείαις ἀδύνατον, ἢ τὸν Πύθιον ψεύδεσθαι.

`7.151`

πδʹ. Τινὲς μέμφονται τὸν τεχνικὸν λέγοντες· καὶ τί ἄλογον Σιφνίους εὐτελεῖς ὄντας χρόνῳ δυνηθῆναι ἄρξαι τῶν Ἑλλήνων; λέγομεν, ὅτι τὰ ζητήματα πρὸς τὴν ἱστορίαν μέχρι τῶν Ἑλληνικῶν πλάττομεν· ἐπεὶ οὖν ἐν ταύτῃ ἀσθενὲς δείκνυται, διὰ τοῦτο καὶ ἀδύνατον αὐτὸ παραλαμβάνομεν τὸ ἄρχειν· κοινωνεῖ δὲ τῷ ἀπόρῳ, καθὸ ἐν ἀμφοτέροις ἄπορον τὸ τέλος· ἀλλʼ ἐκεῖ μὲν τῆς βουλῆς, ἐνταῦθα δὲ τῆς πράξεως· διὸ καὶ τὸν ὅρον τοῦ ἀδυνάτου τοιοῦτον ἐκτιθέμεθα· λόγος ἔκβασιν οὐκ ἔχων· ἰᾶται δὲ ἢ πράγμασιν ἢ προσώπου μεταβολῇ· εἰ γὰρ εἴποιμεν ἀντὶ Σιφνίων Ἀθηναίους, συνίσταται· καὶ ἀντὶ τοῦ ἐπιθεῖναι τὴν Ὄσσαν τῷ Ὀλύμπῳ εἴποιμεν, ὅτι βουλεύονται φράξαι τὸν Πηνειὸν, ὡς ἦν πρότερον κατὰ Ἡρόδοτον, συνίσταται· ἐπὶ δὲ τῆς Πυθίας, εἰ τὴν πρόμαντιν εἴπω ψεύδεσθαι· παραπλησίως δὲ τῷ πέμπτῳ παρὰ τὸν δεύτερόν ἐστι κανόνα· οὔτε γὰρ πιθανοὶ οὔτε ταῖς πίστεσιν ἰσχυροὶ οἱ ἐν αὐτῇ λόγοι· γίνεται δὲ ἀσύστατον κατὰ τὸ κρινόμενον.

`7.152`

πεʹ. Τὸ ἄδοξον ἔρρωται τοῖς λόγοις· ἀλλʼ ὅσον κατὰ τὴν κρίσιν τοῦ δικαστοῦ ἀσύστατον φαίνεται· οὐ τὸ εὐτελὲς δὲ ἄδοξον λέγεται, ἐπεὶ καὶ τῶν εὐτελεστάτων πραγμάτων πολλὰ ἐξέτασιν ἐπιδέχεται, ἀλλὰ τὸ κακόδοξον καὶ αἰσχρόν· παρὰ δὲ τὸν δεύτερόν ἐστι τοῦτο κανόνα καὶ τὸν τρίτον, οὔτε γὰρ προβαλεῖται πίστιν ἀνὴρ προαγωγὸς τῆς αὐτοῦ γυναικός· οὔτε δικαστὴς σωφρονῶν, ὃς οὐ καὶ πρὸ κρίσεως τὸν τοιοῦτον καταλεύσει· δοκεῖ δὲ τὸ εἶδος ἐπινοεῖσθαι ἐκ τοῦ τοῦ Αἰσχίνου λόγου· ἐν ᾧ φησι κατὰ ὑπόθεσιν, ὅτι εἴ τις ἐπὶ πραγμάτων ὢν μισθώσαιτό τινα ἑταῖρον, εἶτα μετὰ τὴν πρᾶξιν μὴ δοὺς τὸν μισθὸν ἀπαιτοῖτο, καὶ παρελθὼν ἐπὶ ὑμῶν λέγοι τὰ πεπραγμένα, οὐ πολλὴ κραυγὴ καὶ θόρυβος ἀπαντήσεται παρʼ ὑμῶν; ἐπειδὴ οὖν, ὥσπερ ὁ κατήγορος ὑπέθετο τοιούτου πράγματος μὴ δεχομένους τοὺς δικαστὰς τοὺς λόγους, ἀσύστατα ἐνομίσθη εἰκότως τὰ πεπραγμένα τούτῳ.

πϛʹ. Ἠπόρηται, τίνι διαφέρει τὸ ἄδοξον τοῦ ἀπιθάνου· διαφέρει δὲ, καθὸ ἐν μὲν τῷ ἀπιθάνῳ τὰ περὶ τὸ πρόσωπον μερικά ἐστι καὶ εἰς αὐτὸ μόνον τείνοντα τὸ ὑποκείμενον, ἐν δὲ τῷ ἀδόξῳ καθολικὰ τὰ περὶ τὸ πρόσωπον, ἅπερ ἐστὶ πράγματα· τὸ γὰρ ἀνήρ τις ἐξεμίσθωσε τὴν ἑαυτοῦ γυναῖκα οὐχ ὑποκειμένου ἑνὸς ἔχει ποιότητα, ἀλλὰ καθολικά τινα· ἀνὴρ γὰρ καὶ ὁ δικαστὴς καὶ ὁ κατήγορος καὶ ὁ ἀπολογούμενος· τὸ οὖν ἀπίθανον καὶ κατὰ πρόσωπον ἀπίθανον· τὸ δὲ ἄδοξον κατὰ μόνον πρᾶγμα.

`7.153–7.156`

πζʹ. Ζητήσειαν ἄν τινες, πῶς αὐτὸ ἀπερίστατον ἔφη, εἴπερ αὐτόθι πρόσωπον ὑποτίθεται καὶ τόπον δὲ πάντως που καὶ χρόνον· ἐροῦμεν δὲ, ὅτι τῶν περιστατικῶν τὸ κυριώτερον ἡ αἰτία ἐστίν· ἐπεὶ οὖν αὕτη ἐλλείπει, οὐδὲ ταῦτα εὑρισκόμενα τὴν οἰκείαν δύναμιν ἀποπληροῖ· ἔνθεν ἐκάλεσεν αὐτὸν ἀπερίστατον· ζητοῦσι δὲ, τίνι διαφέρει τοῦ μονομεροῦς, εἴγε παντελῶς κἀνταῦθα τὸ ἕτερον μέρος ἀποτέμνεται. πρῶτον μὲν οὖν τὸ μονομερὲς οὐκ ἔχει ἐλλείπουσαν τὴν αἰτίαν· τὸ δὲ ἀπερίστατον κατὰ τὸ μὴ ἔχειν αἰτίαν γίνεται ἀπερίστατον· ἔπειτα ὁ κατήγορος ἐν τῷ μονομερεῖ ὅλην τὴν ἰσχὺν ἔχει· ἐνταῦθα δὲ ὁ ἀπολογούμενος· τρίτον δὲ, ὅτι τὸ μονομερὲς εἰσάγεται εἰς δικαστήριον, ἐπειδὴ ὁ κατήγορος ἰσχύει, ὁ δὲ κατήγορος συνίστησι τὰ δικαστήρια. τὸ δὲ ἀπερίστατον οὐδὲ εἰσάγεται· οὐδὲν γὰρ ἔχει λέγειν παντελῶς ὁ διώκων. πῶς οὖν φασιν αὐτὸ ἀδύνατον, οὐ λέγομεν· εἴγε ἀδύνατον συστῆναι ἐπὶ τούτῳ δικαστήριον· λεκτέον δὲ, ὡς τὸ μὲν ἀδύνατον οὐκ ἔχει φύσιν γενέσθαι· τὸ δὲ ἀπερίστατον ἐνδέχεται μὲν γενέσθαι, οὐ γίνεται δέ· εἰ δέ τις ζητοίη καὶ τὴν πρὸς τὸ ἀπίθανον αὐτοῦ διαφορὰν, ὡς ὁμοίως ἀπιθάνων ὄντων τοῦ τε Σωκράτη πορνοβοσκεῖν καὶ τοῦ ἀποκηρύττειν υἱὸν ἐπʼ οὐδεμιᾷ αἰτίᾳ, εἰδέτω, ὅτι τὸ μὲν ἀπερίστατον κατά γε τὸ μὴ εἰσενεχθῆναι ὅλως εἰς δικαστήριον ἔχει τὴν ἀπιθανότητα, τὸ δὲ ἀπίθανον μένει καὶ μετὰ τὸ εἰσενεχθῆναι ἀπίθανον· ὑπόλοιπον ἔτι διαλαβεῖν καὶ περὶ τῆς τάξεως τῶν ἀσυστάτων· ἣν τῶν μὲν παλαιοτέρων ἀνδρῶν οὐδὲ εἷς, ὁ δὲ ἡμέτερος ἀνεῦρε διδάσκαλος. ἐφʼ ᾧ καὶ μάλιστα ἄξιον ἄγασθαι τὸν ἄνδρα τῆς δεξιότητος· ὁμολογηθέντος ὅτι τῶν μᾶλλον ἀσύστατον τὸ μονομερὲς, ὅτι ἐν αὐτῷ ὅλως θάτερον τῶν μερῶν ἐκλείπει, περὶ τῶν ἄλλων οὕτως ἐπιβλητέον, ὅτι μᾶλλον ἀσύστατον ἂν εἴη τὸ ὑφʼ ἑαυτοῦ τινα ἁλίσκεσθαι ἢ ὑφʼ ἑτέρου· ἐν μὲν οὖν τῷ ἐξισάζοντι καὶ τῷ ἀντιστρέφοντι τοῦτο συμβαίνει ὑπὸ τῶν ἰδίων λόγων ἐν ἀμφοτέροις ἁλίσκεσθαι· τούτων δὲ αὐτῶν εἰκότως τὸ ἐξισάζον προτέτακται, ἐπειδὴ ἐν τούτῳ μὲν ὑφʼ ἑαυτοῦ ἐλέγχεται κατὰ τὸν αὐτὸν καιρόν· ἐν δὲ τῷ ἀντιστρέφοντι ὑφʼ ἑαυτοῦ μὲν, ἀλλʼ ἐν διαφόροις καιροῖς· ἃ γὰρ εἶπέ ποτε πρότερον, νῦν εἰς ἔλεγχον αὐτοῦ προφερόμεθα· τὰ δὲ ὑπόλοιπα ἐλέγχει μὲν τὸν λέγοντα, ἐπειδὴ καὶ ἀσύστατα, ἐλέγχει δὲ οὐκ ἐξ ὧν λέγει, ἀλλʼ ἐξ ὧν ἔχει τὰ πράγματα· καὶ γοῦν αὐτόθεν τὸ ἄπορον διὰ τὸ μὴ ἐπιδέχεσθαι πέρας τὸ πρᾶγμα περιτρέπει τὸ λεγόμενον εἰς τὸ ἐναντίον, ὅθεν καὶ πρῶτόν ἐστιν εἰκότως, τῶν ἐκ τοῦ πράγματος ἐχόντων τὸν ἔλεγχον, ὅτι οὐ μόνον τὸν σκοπὸν τοῦ λέγοντος ἀνατρέπει, ἀλλὰ καὶ φέρεται πρὸς κατασκευὴν τοῦ ἀντικειμένου· λέγοι δʼ ἄν τις, ὡς αὐτὸς ὁ λέγων ἐνταῦθα ἑαυτὸν τοῖς λόγοις ἐλέγχει· ὥσπερ ἐν τῷ ἐξισάζοντι· τοῦτο γάρ φησιν ὁ τεχνικός· ὅτι γὰρ ἂν συμβουλεύῃ τις, τὸ ἐναντίον αὐτοῦ ποιεῖ, πρὸς ὃ ῥητέον, ὅτι ἐκεῖ μὲν ἡ ἐναντιότης τῶν λόγων ἐκ τῆς τῶν ἀποδεικτικῶν ἀσθενείας συμβέβηκεν· ἐνταῦθα δὲ ἐκ τῆς τῶν ὑποκειμένων, ἤτοι ἐναντιότητα ἀποδεικνυμένων· καὶ γοῦν εἴ τις τοὺς λόγους περιέλοι τοῦ ῥήτορος, ἐάσει δὲ ἐφʼ ἑαυτῆς μένειν τὴν ὕλην, εὑρίσκεται ἑαυτὴν ἀναιροῦσα καὶ ὅλως κἂν βουλῇ χρήσηται κἂν μὴ χρήσηται Ἀλέξανδρος, πάντως τὸ ἕτερον ἀποβήσεται· οὐ γὰρ ἔνεστιν ἄλλως ποιεῖν· ἔστω οὖν αὕτη καθαρωτάτη διαφορὰ τοῦ ἀπόρου πρὸς τὰ ἄλλα, ὅτι ἐν ἐκείνοις μὲν ἀμφισβητεῖται τὸ ζητούμενον, ἐνταῦθα δὲ ἑαυτὸν ἀναιρεῖ· οὗτος δὲ ὁ λόγος γέγονεν ἅπας, ὡς ἔλεγχος τοῦ λέγοντος γέγονεν, οὐκ ἐξ ὧν λέγει, ἀλλʼ ἐξ ὧν ἔχει τὰ πράγματα· ἐφεξῆς δὲ εἰκότως τέτακται τὸ ἀπίθανον πρότερον τοῦ ἀδυνάτου· ἐπειδήπερ καὶ αὐτὸ ἐκ τῆς φύσεως τοῦ πράγματος παρέχει τὸν ἔλεγχον· οὐ μέντοι χρεὼν ἄλλως ὑπὸ τοῦ ῥήτορος ἢ οὕτως τετάχθαι· τριῶν γὰρ ὄντων περὶ ἕκαστον τῶν πραγμάτων, χρήσεως τε καὶ δόξης καὶ φύσεως, τὰ μὲν δύο τῷ ῥήτορι ἀπονενέμηται· χρῆσίς τε καὶ δόξα, τὸ δὲ τρίτον τοῖς φιλοσόφοις, ὅπερ ἔστιν ἡ φύσις· αὐτῶν δὲ τῶν δύο παρὰ τοῖς ῥήτορσι κυριώτερον οἶμαι ἡ χρῆσις παρʼ αὐτοῖς, ἐπειδήπερ ἐξ αὐτῆς καὶ ἡ δόξα προέκυψεν· εἰ γὰρ τὰς φύσεις ἐπιζητοῦσι τῶν πραγμάτων ἐκ τῆς φύσεως, οἶμαι, τόδε τι νομίζουσι περὶ τοῦ πράγματος ἢ οὐ νομίζουσι· διόπερ πρῶτον μὲν τὸ ἄπορον ἔταξεν· ἀπὸ γὰρ τῆς χρήσεως εἶχε τὴν βλάβην. δεύτερον δὲ τὸ ἀπίθανον, ὅπερ αὐτοῦ τοῦ ῥήτορος ἴδιον· τρίτον δὲ τὸ ἀδύνατον, ὡς πάρεργον εἰπεῖν καὶ μάλιστα μὲν οὐδέποτε παρὰ τοῖς ῥήτορσιν ἀξιούμενον λόγων, εἰ δέ ποτε παραληφθῇ, εἰς ἄλλου κατασκευὴν λαμβάνεται. ὥσπερ καὶ ἐπὶ τοῦ δευτέρου παραδείγματος, ὅπερ καὶ ταῖς ἀληθείαις ἐστὶν ἀδύνατον· ἕβδομον τὸ ἄδοξον· καὶ αὐτὸ μὲν ἐκ τῆς δόξης τῶν ἀκουόντων βλαπτόμενον, διαφορὰν δὲ ἔχον ἐλάττονα πρὸς τὸ ἀπίθανον· τοῦτο γάρ ἐστι τὸ ἐκ τῆς δόξης καὶ αὐτὸ βεβλαμμένον, ὅτι ἐν μὲν τῷ ἀπιθάνῳ ὁμοῦ τὸ πρόσωπον καὶ τὸ πρᾶγμα ἐναντιοῦται τῷ λέγοντι· ἐπεὶ γὰρ συνῆλθε τὸ πορνεύειν καὶ ὁ Σωκράτης, ἡ ἀπιθανότης τῷ λόγῳ προσγέγονεν, ἐνταῦθα δὲ τὸ πρᾶγμά ἐστι τὸ τῷ λέγοντι ἐναντιούμενον, ὅσῳ δὲ διαφέρει ὑπὸ δυοῖν πολεμεῖσθαι, ἢ ὑφʼ ἑνὸς, τοσοῦτον εἰς τὸ εἶναι ἀσύστατον ἔλαττόν ἐστι τὸ ἄδοξον τοῦ ἀπιθάνου· τί οὖν, ἐρεῖ τις, οὐ καὶ αὐτὸ πρὸ τοῦ ἀδυνάτου τέτακται, εἴγε τῶν περὶ τὴν δόξαν βεβλαμμένων ἐστὶν, ὡς αὐτὸ δήπου βοᾷ τὸ ὄνομα· φήσαιμεν δʼ ἂν, ὅτι περὶ τὴν καθόλου δόξαν βεβλαμμένον ἐστίν. τὸ γάρ τις μόριον αὐτῷ πρόσεστιν, ὅπερ ἀόριστον καὶ ἐπὶ πάντας ἧκον· τὸ δὲ καθόλου οὐ ῥητορικὸν, ἀλλὰ φιλοσόφοις πρέπον· ὥστε καὶ τοῦτο κατὰ τὸ πάρεργον βέβλαπται· προταχθέντος οὖν τοῦ ἀπιθάνου, καθὸ ἐκ τῆς παρὰ τὸ μερικὸν βέβλαπται δόξης, ἐκ τῶν παρέργων καὶ οὐ ῥητορικῶν τὴν κατὰ φύσιν παρετήρησε τάξιν. ἓξ δέ εἰσι τὰ περιστατικά. καὶ τούτων μετά γε τὸ πρόσωπον καὶ τὸ πρᾶγμα συνεκτικώτατον ἡ αἰτία· ἀπερίστατον οὖν καλεῖ τὸ μηδεμίαν προφανῆ τῆς κατηγορίας ἔχον αἰτίαν. καὶ ἰστέον, ὅτι διὰ τοῦτο καὶ χρῶμα ἡ μετάθεσις τῆς αἰτίας λέγεται, ὅτι ἡ αἰτία ἐστὶν ἡ χρωννῦσα τὸ ζήτημα καὶ τοιόνδε ἢ τοιόνδε ποιοῦσα. ἐνταῦθα οὖν ἐκλείπει τό τε πρᾶγμα καὶ τὸ τεκμήριον· ἐξαιρέτως δὲ τὴν αἰτίαν καλεῖ περίστασιν διὰ τὸ μὴ δύνασθαι ἄνευ ταύτης, εἰ πρόσωπα εἴη καὶ πράγματα, τὸ ζήτημα σύστασιν ἐπιδέξασθαι, ὥσπερ ἐπὶ τοῦ προκειμένου· ἔστι μὲν γὰρ πρόσωπον ὁ πατήρ· ἔστι δὲ καὶ πρᾶγμα τὸ ἀποκηρῦξαι· ἀλλʼ ἐπεὶ τὸ κυριώτερον ἡ αἰτία λείπει, ἀσύστατον· εἰ δὲ λέγοι τις, ἀλλʼ ἔχει τὴν τοῦ πατρὸς ἐξουσίαν, ἐροῦμεν, ἀλλʼ οὐκ ἀρκοῦσαν πρὸς δικαστάς· ζητοῦσι γὰρ αἰτίαν· πῶς γὰρ οὐκ ἄτοπον τὴν φύσιν ἑαυτῇ πολεμεῖν καὶ ἀλλοτριοῦν τοὺς παῖδας μὴ ὑποκειμένης αἰτίας· τὸ γὰρ συνέχον ταῦτα μάλιστα ἡ αἰτία ἐστίν· ἐπὶ γὰρ τῶν προσώπων καὶ τῶν πραγμάτων τῶν δύο ἐκλελοιπότων γίνεται τὸ ἀσύστατον· ἐνταῦθα δὲ τῆς αἰτίας μόνης, καὶ οὕτως δὲ ὁ τρόπος παρὰ τὸν τρίτον ἐστὶ κανόνα, μηδεμίαν ἰσχυρὰν πίστιν ἐφʼ οἷς ἐγκαλεῖ παρεχομένου τοῦ πατρός.

`7.157`

πηʹ. Ὃν τρόπον ἀσύστατα ἐξέθετο τῶν συνισταμένων ἐξαίρων αὐτὰ, οὕτω καὶ τὰ ἐγγὺς ἀσυστάτων προαναιρεῖ, ἵνα καθαρὰν ἡμῖν τὴν τῶν συνεστώτων παράδοσιν ποιήσηται· καλῶς δὲ τὸ ἐγγὺς προσέθηκεν. οὐ γὰρ τέλεια ἀσύστατά ἐστιν, ἀλλὰ μελετώμενα· τὸ γὰρ ἐγγὺς οὐκ αὐτό τί ἐστιν, ἀλλὰ προοίμιον· οὐκ ἀθρόως δὲ ἐπὶ τὰ συνεστῶτα χωρεῖ· ἀλλʼ ἐπὶ τὰ μετὰ τῶν τε συνεστώτων καὶ τῶν ἀσυστάτων· ταῦτα δὲ αὐτὸς ἐπενόησε τὰ τρία εἴδη, ὧν ἕκαστον πάλιν ἐπὶ τρία ἀνάγεται· τὸ ἑτερορρεπὲς ἐπὶ τὸ αἴτιον· τὸ κακόπλαστον ἐπὶ τὸ ἀδύνατον· τὸ γὰρ τετελευτηκότα πεμφθῆναι στρατηγὸν ἀδύνατον· τὸ δὲ προειλημμένον ἐπὶ τὸ κρινόμενον· ἀμοιβῇ γὰρ τῶν δικαστῶν συνίσταται.

Περὶ τῶν ἐγγὺς ἀσυστάτων.

πθʹ. Ἐν τῷ ἑτερορρεπεῖ οἱ λόγοι γίγνονται περί τινος ἔξω τοῦ πράγματος· βουλεύονται γὰρ, φησὶν, Ἀθηναῖοι, εἰ δεῖ Κριτίαν ἀποσπᾷν· τοῦτο δὲ οὐ περὶ Κριτίου ἐστὶν, ἀλλʼ εἰ δεῖ πειθαρχεῖν τῷ νόμῳ ἢ μή· ἑτερορρεπεὶς δὲ λέγει, ἐπειδὴ τὸ ἓν μέρος πλεονεκτεῖ ἐκ τῆς μεταφορᾶς τῆς πλάστιγγος· ὁ μὲν γὰρ κατήγορος φήσει, ὅτι οὐ τιμὴ τὸ γιγνόμενον, ἀλλʼ ἀτιμία. Ἁρμόδιος μὲν γὰρ καὶ Ἀριστογείτων αὐθένται τυράννων, Κριτίας δὲ τύραννος, ὥστε τὸ σώζειν αὐτὸν διʼ ἐκείνων ὕβρις ἐστὶ κατʼ ἐκείνων φανερά· ὁ δὲ ἀπολογούμενος τούτοις ἀντιλέγειν οὐκ ἔχων ἐπὶ τὸν τῶν εἰκόνων μόνων καταφεύξεται νόμον, καὶ τοῦτον προβαλεῖται κατὰ τὰ δίκαια τῆς δημοκρατίας, καὶ ὅτι ταῦτα ἀνατρέπειν οὐκ εὔλογον· κοινωνεῖ δὲ τὸ ἑτερορρεπὲς τῷ μονομερεῖ κατὰ τὸ μὴ ἔχειν λόγους τὸν φεύγοντα· διαφέρει δὲ τῇ περιστάσει· ἐνταῦθα γὰρ αἱ τοῦ Ἁρμοδίου εἰκόνες ἐργάζονται τὴν σύστασιν.

`7.158`

ρʹ. Ὅτι οὐ συνεστηκὸς τὸ ἑτερορρεπὲς, ἐξ αὐτοῦ τοῦ ὀνόματος δῆλον· τὸ γὰρ ἕτερον τῶν μερῶν μᾶλλον ἰσχύον ἔχει· τοῦτο δὲ οὐ συνεστηκός· θέλει γὰρ τὰ συνεστηκότα ἑκατέρωθεν ἰσχυροτάτων πίστεων τὴν δύναμιν ἔχειν, ἀλλʼ οὐδὲ μὴν ἀσύστατόν ἐστιν παντελῶς· ἔχει γάρ τινα τὴν ἀπὸ τοῦ νόμου καὶ ὁ φεύγων ἀπολογίαν· ἰσχύει μὲν γὰρ μάλιστα ὁ κατήγορος· σχεδὸν γὰρ αἱ στῆλαι αὐταὶ θάνατον τοῦ Κριτίου καταψηφίζονται· ἔχει μέντοι καὶ ὁ φεύγων ἀπολογίαν τὸν νόμον.

ραʹ. Τὸ κακόπλαστον ἀεὶ ἐν μελέταις καὶ πλάσμασιν εὑρίσκεται· οὐδέποτε δὲ ἐπὶ τῆς ἀληθείας, ἀεὶ μέντοι ἐκ τοῦ χρόνου ἔχει τὸ ἁμάρτημα.

`7.159`

ρβʹ. Τοῦτο ἀδυνάτου τάξιν ἐπέχει καὶ ἔστι παρʼ ἱστορίαν· πανταχόθεν μὲν γὰρ συνέστηκεν· μόνην δὲ τὴν πρὸς τὰ πρόσωπα ἐξέτασιν χωλεύουσαν ἔχει, διότι τοὺς τεθνεῶτας ὡς ζῶντας ὑποτίθησι· διαφέρει δὲ τοῦ ἀδυνάτου τῷ χρόνῳ μόνον· οὐ γὰρ ὡς ἀδύνατα τῇ φύσει πλάττεται· φησὶ γὰρ, ὅτι μετὰ τὴν Νικίου ἐπιστολὴν γράφει τις Κλέωνα στρατηγὸν πέμπειν· ἰδοὺ γὰρ ἐνταῦθα περὶ χρόνον ἐστὶ τὸ ἁμάρτημα. ἡ μὲν γὰρ ἐπιστολὴ ἐν τοῖς Σικελοῖς γέγονε πράγμασιν, ἐν τῇ ἑβδόμῃ ἱστορίᾳ· Κλέων δὲ ἦν τετελευτηκὼς ἐν τοῖς κατʼ Ἀμφίπολιν· ὅτε δὴ καὶ Βρασίδας ἐν τῇ πέμπτῃ, καὶ οὐ τοῦτο τῇ φύσει ἀδύνατον ὥσπερ ἐκεῖνο τὸ ζήτημα, ὅτι βούλεται Ἀλέξανδρος εἰς ἤπειρον μεταθεῖναι τὰς νήσους· αὐτίκα γὰρ, εἰ τὸν καιρὸν μεταθέντες ἐν τῇ τρίτῃ ἱστορίᾳ τὸ πλάσμα ποιήσομεν, συνέστηκεν· ᾧ δῆλόν ἐστιν, ὅτι οὐ τῇ φύσει ἀδύνατον. εἰ γὰρ ἦν οὕτως, οὐδʼ ἂν μετάθεσις τοῦ χρόνου συνίσταται. ἔστι δὲ παντελῶς ἀσύστατον τὸ πρόβλημα, μωρὸν γὰρ τὸ πλάσμα. Τί οὖν, εἴποι τις ἂν, καὶ πάντα τὰ ἀσύστατα οὐκ ἔστι κακόπλαστα; ναί· ἀλλʼ ἔνθα μὲν ὁ τεχνικὸς εὕρισκεν ἴδιον ἐπιθεῖναι ὄνομα, ἐπετίθει· τὸ μὲν τυχὸν ἀπίθανον, τὸ δὲ ἀδύνατον· ἐνταῦθα δὲ ἐπειδὴ ἰδιάζον οὐχ εὗρεν ὄνομα, τῷ κοινῷ αὐτὸ ἐκάλεσεν. οὐ πάντως δὲ τὸ παρʼ ἱστορίαν ἀσύστατόν ἐστιν, ἀλλὰ τὸ μὴ ἐνδεχόμενον γενέσθαι, ὥσπερ τοῦτο τὸ Κλέωνος ζήτημα.

ργʹ. Τρίτον εἶδος τῶν ἐγγὺς ἀσυστάτων τοῦτο, ὅπερ οἱ δικασταὶ οὐκ ἀνέχονται τοῦ κρινομένου καταψηφίσασθαι. ζητητέον δὲ, διὰ τί τὸν ὅρον ἐκτιθέμενος τοῦ ὑγιοῦς ζητήματος καὶ εἰπὼν, ὅτι τὸ μὴ προειλημμένον οὐ συνέστηκε, νῦν αὐτὸ εἰς τὰ μεταξὺ τέταχε, καὶ λέγομεν, ὅτι πολλαὶ μὲν καὶ ἄλλαι φέρονται ἐξηγήσεις· ἡ δʼ οὖν ἀκριβεστέρα αὕτη ἐστὶν, ὅτι δύναται καὶ ἀσύστατον καὶ συνεστηκὸς, ἀσύστατον μὲν, ἐὰν κρίνηται ἐν αὐτῇ τῇ πόλει· τῶν γὰρ ἀπʼ αὐτῆς εὐεργετηθέντων οὐδεὶς καταψηφίζεται, συνιστάμενον δὲ, ἐὰν εἰς ἄλλην πόλιν ἡ κρίσις ᾖ· διὰ τί δὲ μὴ συνέστηκε παντελῶς, ἀλλὰ τῶν ἐμμέσων ἐστίν; ὅτι οὐ πάνυ καταψηφιοῦνται τῆς γυναικὸς, κἂν ἀλλαχοῦ κρίνοιτο· ἐπειδὴ πᾶσα δημοκρατία μισεῖ τύραννον καὶ τῆς ἀλλαχοῦ πρόνοιαν ποιεῖται· τὸ ζήτημα οὖν τοῦτο· εἰ μὲν παρʼ ἄλλοις μελετηθείη ἂν ἴσως κατὰ αἴτημα καὶ ἐσχημάτισται, εἰδὼς γὰρ ὁ ἀνὴρ ἐκ τῆς μηνύσεως ὑποψίαν οὖσαν, ἀπολύεται τὸ ἔγκλημα διὰ τοῦ δοκεῖν κατηγορεῖν.

`7.160–7.161`

ρδʹ. Ἐν τῷ προειλημμένῳ δεῖ τὰ αὐτὰ πρόσωπα εἶναι, τό τε τὴν εὐεργεσίαν δεξάμενον καὶ τὸ κρινόμενον· ἐπείτοι ἐὰν ἀμείψῃ τις πρόσωπον, εὐθέως συνεστηκὸς γίνεται. οἷον ἂν γυνή τις αἰτία τοῦ ἀναιρεθῆναι τὸν Ἀθήνησι τύραννον, κρίνοιτο παρὰ Λακεδαιμονίοις μοιχείας, συνεστηκὸς ἔσται· οὐκέτι γὰρ προείληπται· ζητοῦσι δὲ, τίνι διαφέρει τοῦτο τῆς ἀντιστάσεως· κἀκεῖ γὰρ μείζων εὐεργεσία τοῦ φερομένου ἐγκλήματος ἀντεισφέρεται, ὥσπερ ἐνταῦθα· ἀλλʼ ἐν μὲν τῇ ἀντιστάσει ὁμολογεῖται τὸ ἔγκλημα. ἀντεισφέρεται δὲ μεῖζον εὐεργέτημα διʼ αὐτοῦ, ἐνταῦθα δὲ οὐχ οὕτως· οὐ γὰρ ὁμολογεῖται· ἔπειτα ἐν μὲν τῇ ἀντιστάσει καὶ τὸ ἔγκλημα καὶ τὸ εὐεργέτημα δεῖ δημόσιον ὑπάρχειν, ἢ εἴπερ ἰδιωτικὸν τὸ ἔγκλημα, ἰδιωτικὸν εἶναι καὶ τὸ εὐεργέτημα· ἐνταῦθα δὲ τὸ μὲν ἔγκλημα ἰδιωτικὸν τὸ δὲ εὐεργέτημα δημόσιον· πρὸς δὲ τούτῳ ζητεῖται, πῶς ἀνωτέρω εἰπὼν χρῆναι τὰ ζητήματα ἔχειν τὸ τῆς κρίσεως ἀφανὲς, καὶ μὴ προειλημμένον, οὐκ ἔταξεν αὐτὸ ἐν τοῖς ἀσυστάτοις· ἀπολελόγηνται οὖν πρὸς τοῦτό τινες, ὅτι τὸ τῆς κρίσεως προειλημμένον γίνεται ἢ περὶ τὸ πρόσωπον, ἢ περὶ τὸ πρᾶγμα· τὸ μὲν οὖν περὶ τὸ πρόσωπον τὸ ἀπίθανον. τὸ δὲ περὶ τὸ πρᾶγμα τὸ προειλημμένον· ὅτε οὖν φησὶν ἀνωτέρω προσετίθει τὸ τῆς κρίσεως ἀφανὲς καὶ μὴ προειλημμένον περὶ τοῦ ἀπιθάνου ἔλεγον ὅπερ ἔταξεν ἐν τοῖς ἀσυστάτοις, ἀλλʼ εὕρομεν ψεῦδος ἄντικρυς εἶναι τὸ εἰρημένον· ἰδίᾳ γὰρ περὶ τοῦ ἀπιθάνου εἶπεν, διʼ ὧν προσέθηκε καὶ τοὺς ἐξ ἑκατέρου μέρους λόγους σὺν τῷ πιθανῷ· φαμὲν οὖν τὴν ἀληθεστάτην λύσιν, ὅτι ἀνωτέρω οὐ περὶ ἀσυστάτων ἔλεγεν· ἀλλὰ περὶ τῶν μὴ συνεστηκότων· οὐκέτι δὲ μὴ συνέστηκε τοῦτο εὐθέως ἀσύστατον· ἀλλʼ ἐγγὺς, ὥστε λέλυται τὸ ἄπορον· περὶ δὲ τῆς τάξεως αὐτῶν ῥητέον, ὡς κἀνταῦθα ἀπὸ τῶν ἀσθενεστέρων ἐπὶ τὰ ἰσχυρότερα προελήλυθεν. ἀσθενέστερον τοίνυν τῶν ἄλλων τὸ ἑτερορρεπές· σχεδὸν γὰρ ἐκινδύνευεν εἶναι μονομερές· ἐκ δὲ τῶν ὑπολειπομένων ἀσθενέστερον τὸ κακόπλαστον· τοῦτο γὰρ εἰς ἑαυτὸ βέβλαπται· τὸ δὲ προκατειλημμένον οὐκ εἰς ἑαυτὸ ἀλλʼ εἰς τὸ ἔξωθεν, τουτέστιν εἰς τὸν ἀκροατήν. Ὅρα πῶς διὰ τοῦτο βαθέως δείκνυσιν, ὅτι καὶ καταψηφίσαιντο ἂν οἱ δικασταὶ πολλάκις, οὔτε εἶπεν ἀποφαντικῶς, ἀλλὰ ἀμφιβάλλων, ἡ δὲ ἀμφιβολία τῆς γνώμης σαφηνίζει τὸ ἡμῖν ἀγνοούμενον.

ρϛʹ. Ὅτι περ καὶ εἴ τινα τοιαῦτα ἕτερα ἀναπλάττοιντο ἐν τοῖς εἰρημένοις συναχθήσονται, δῆλον ἀφʼ ὧν τινες ἀνεπλάσαντο· τὰ δέ εἰσι τὸ πάντη φανερὸν, ὡς εἴ τις ἀπροφασίστως ἐγκαλοῖτο φόνου ἢ κλοπῆς ἐπί τινι ἀδήλως ἀνηρημένῳ, ἢ ἐπὶ χρήμασιν ἀσυμφανῶς συλληφθεῖσι· τοῦτο δὲ ὑπὸ τὸ ἀπερίστατον. ὅσον γὰρ εἰς κλοπὴν οὐδεμίαν αἰτίαν εἰσενεγκὼν εὑρίσκεται ὁ κατηγορούμενος· διʼ εἶδος αὐτοῖς τὸ ἀπρεπὲς ἀνεπλάσθη, οἷον ἠράσθη τις παῖς τῆς ἰδίας μητρός· συνεχωρήθη παρὰ τοῦ πατρὸς ἑνωθῆναι αὐτῇ· καὶ κρίνεται παρὰ τοῦ πατρὸς ἀθεμιτομιξίας ὁ παῖς· ὑπὸ τὸ ἄδοξον δὲ τὸ τοιοῦτον ἀνενεχθήσεται· ἐντεῦθεν δῆλον, ὡς εἰ καί τι ἕτερον προσεξευρεῖν δυνηθείη τις, ἐν τοῖς προανατεταγμένοις τῷ τεχνικῷ ἀναχθήσεται.

`7.162–7.164`

ρζʹ. Φαίνεται ὁ Ἑρμογένης μὴ πάντα τοῖς πρὸ αὐτοῦ πειθόμενος, ἀλλὰ προσεπινοῶν ἐξ ἑαυτοῦ τὰ παρειμένα τοῖς παλαιοτέροις, οὐδὲ μὴν πάντα τῇ φύσει τῇ οἰκείᾳ πιστεύων, ἀλλʼ ὑπονοῶν καὶ τοῖς ἑαυτοῦ τινα παρʼ ἑτέρων ἐπινοηθήσεσθαι· ἔνθεν προσέθηκε τὸ τάχα δʼ ἂν εὑρεθείη παρὰ ταῦτα εἴδη τινά. εἰ δὴ ζητοῖέν τινες, πῶς, εἴπερ εἴδη τινὰ ἐλλείποντα ᾔδει, οὐ ζητήσας αὐτὸς προσέθηκεν; ὅτι πρῶτον μὲν, ὡς ἔφαμεν, οὐ πάντα πιστεύει φύσει τῇ ἑαυτοῦ, ἔπειτα τὰς μὲν ἀρετὰς περιορίζομεν, αἱ δὲ κακίαι ἀπεριόριστοι· οὕτως οὖν τὰ μὲν συνεστηκότα περιορίζει, τὰ δὲ ἀσύστατα ἐνόμιζε μὴ παντελῶς περιορίζεσθαι. προσέθηκε δὲ καὶ τὸ ἄλλα τοιαῦτα, δηλῶν ὡς, εἰ καὶ εὑρίσκοιντο τοιαῦτα, ἀναιρεθείη. προστιθέασι δέ τινες τοῦτο τὸ πάντη δῆλον καὶ πάντη ἄδηλον, ἀχρώματον καὶ ἀναπολόγητον, πρίονα ἢ κροκοδειλίτην, ἦθος καὶ μάχην· τὸ κατὰ κακοήθειαν πάντα μὲν οὖν δῆλόν ἐστιν. οἷον πατὴρ φονεύσας τὸν υἱὸν κρίνεται, ὅπερ ὁμολογουμένως ὑπὸ τὸ μονομερὲς ἀναχθήσεται· πάντη δὲ ἄδηλον, οἷον πατήρ τις ἐτελεύτησεν ἐπὶ δύο παισὶ, τελευτῶν θατέρῳ τῶν υἱῶν εἰς ὦτα διελέχθη καὶ ἀπαιτεῖ ὁ ἕτερος θησαυρὸν, ὅπερ πάλιν ὑπὸ ἀπερίστατον ἀνάγομεν. δεῖ γὰρ τὰ σημεῖα προσεχῆ εἶναι. οὐδένα δὲ ἐνταῦθα ἔχει λόγον ἀποδεικτικὸν τοῦ, ὅτι περὶ θησαυροῦ διελέχθη· τί γὰρ μὴ μᾶλλον περὶ τοῦ φυλάττεσθαι τὸν ἀδελφὸν ἐπιβουλεύοντα, ὥστε ἡ παραλαμβανομένη αἰτία οὐ συμβαίνουσα πρὸς τὴν κατηγορίαν οὐδὲ αἰτία ἐστί· καὶ οὕτως καθέστηκεν ἀπερίστατον. ἀχρώματον δὲ καὶ ἀναπολόγητον, οἷον νόμου ὄντος, παρθένους καὶ καθαρὰς εἶναι τὰς ἱερείας, ἱέρειά τις εὑρέθη ἀτόκιον φέρουσα, καὶ κρίνεται· ὅπερ ἀνάγομεν ὑπὸ τὸ μονομερές. οὐδὲν γὰρ ἕξει λέγειν ἱέρεια. ἀλλʼ ἐρεῖ, φασὶ, διὰ τὰς τῶν δαιμόνων ἐπιφοιτήσεις καὶ ἐπιβουλὰς περιτεθεῖσθαι, καὶ πῶς οὐκ ἀνόητον κομιδῇ τὸ τοιοῦτον· ἔδει γὰρ πρὸς τὸ μὴ ἀφαιρεθῆναι τὴν παρθενίαν φορεῖν τι ἀποτρόπαιον, οὐ μὴν πρὸς τὸ τεκεῖν. πρίων δὲ ὁ καὶ κροκοδειλίτης· οἷον κατὰ τὸν Αἰγύπτιον μῦθον γυνή τις ἔχουσα παιδίον ἐβάδιζε πρὸς ταῖς ὄχθαις τοῦ ποταμοῦ· ταύτης κροκόδειλος ἀφείλετο τὸν παῖδα· καὶ προστίθησιν, ὡς, εἴπερ τἀληθὲς ἐρεῖ, ἀπολήψεται τὸν παῖδα· ἡ δὲ ἔφη, οὐκ ἀποδώσεις· καὶ ἀξιοῖ τὸ παιδίον ἀπολαβεῖν· ἐκφυγόντες οὖν ἀπὸ τοῦ μύθου ἕτερον τοιοῦτο πλάττουσιν· ὑπὸ λῃσταῖς ἐγένετο μάντις ἔχων θυγατέρα· ταύτην ἀφείλοντο ἐκεῖνοι· καὶ ὑπισχνοῦνται τἀληθὲς λέγοντι δώσειν τὴν θυγατέρα· ὁ δὲ ὡς οὐκ ἀποδώσουσιν ἀπεκρίνατο, καὶ ἀξιοῖ τὴν παῖδα λαβεῖν· κροκοδειλίτην μὲν τοῦτο τὸ πρόβλημα προσαγορεύουσι διὰ τὸν κροκόδειλον· πρίονα δὲ ὅτι ὥσπερ ἐκεῖνος τῶν τεμνομένων σωμάτων ἀντέχεται, οὕτω καὶ ἐν τούτῳ ἀλλήλων αἱ προτάσεις ἀντέχονται. Ἰστέον, ὅτι ὁμολογουμένως ὑπὸ τὸ ἄπορον ἀναχθήσεται· ἔθος δὲ καὶ μάχη. οἷον πλούσιος καὶ πένης ἐχθροὶ τὰ πολιτικὰ πρεσβεύειν ἐκρίθησαν· νόμου κελεύοντος μὴ συμπλεῖν τοὺς πρεσβευτὰς, ναυαγίῳ περιπεσὼν ὁ πένης ἀξιοῖ δεχθῆναι ἐπὶ τῆς νεὼς, ἔνθα καὶ ὁ πλούσιος ἔπλει· ὁ δὲ αὐτὸν οὐχ ὑπεδέξατο· καὶ τελευτήσαντος κρίνεται δημοσίων ἀδικημάτων· τοῦτο δὲ σχεδὸν καὶ συνεστηκός ἐστιν· καί τινες αὐτὸ μετάστασιν νενομίκασιν ἐπὶ τὸν νόμον ἄγοντος τοῦ πλουσίου τὴν αἰτίαν, καὶ καλῶς ἂν ἔλεγον, εἰ μὴ τὸ πρόσωπον προείληπτο· τοῦτο γὰρ ἡ μετάστασις ἔχειν οὐ βούλεται· ἀνάγομεν οὖν αὐτὸ ὑπὸ τὸ προκατειλημμένον· προκατείληπτο γὰρ, ὅτι ἐχθροὶ τὰ πολιτικὰ, ἀλλʼ ἐναντιοῦται πρὸς τοῦτο ἡμῖν τὸ μὴ ἐξ ὠφελείας τοῦ δικαστοῦ εἶναι τὴν πρόληψιν, ἀλλʼ ἔξωθεν· ἐν γὰρ τῷ προειλημμένῳ, εἴπερ ἀνέλοι τις τὸ τὴν εὐεργεσίαν δεξάμενον πρόσωπον καὶ παρʼ ἑτέρῳ ποιεῖ τὸ δικανικὸν, εὐθέως συνεστηκὸς γίνεται τῆς προλήψεως ἀναιρουμένης· τοῦτο δὲ οὐχ οὕτως ἐστίν· ἔστιν οὖν ἑτερορρεπὲς τοῦ κατηγόρου ἰσχύοντος· τὸ κατὰ κακοήθειαν δὲ, οἷον νόμος τὸν νόθον ἐξ ἴσου τῷ γνησίῳ κληρονομεῖν· διανέμειν δὲ τὴν οὐσίαν τὸν γνήσιον· ἐτελεύτησέ τις ἐπὶ παιδὶ γνησίῳ καὶ νόθῳ ἐκ δούλης· διανέμων ὁ γνήσιος τὴν οὐσίαν ἐν μιᾷ θεὶς μοίρᾳ τὴν τοῦ νόθου παιδὸς μητέρα, τὰ ἄλλα πάντα ἐν τῇ ἑτέρᾳ ἔθηκεν· καὶ κρίνεται κακοηθείας, ἀλλὰ καὶ τοῦτο ἀνάγομεν ὑπὸ τὸ ἑτερορρεπές.

`7.165`

ρηʹ. Αἱ ὠφέλειαι γίνονται διχῆ κατὰ τὸ ἐκκόπτειν τὰ βλάπτοντα καὶ προστιθέναι τὰ χρήσιμα· οὕτω τοίνυν ὁ τεχνογράφος προκαθάρας τὴν διδασκαλίαν, καὶ τὰ ἀσύστατα προανελὼν ἔρχεται ἐπὶ τὴν τῶν χρησίμων, τουτέστι συνεστηκότων, διέξοδον· καὶ οὐ μόνον φησὶ περὶ ὅτου ποιήσεται τὸν λόγον, ἀλλὰ καὶ περὶ οὗ σιωπήσεται, σαφεστέραν τὴν διδασκαλίαν ποιούμενος· τί δέ ἐστιν, ὅ φησιν εἴδους καὶ τρόπου. τὸ μὲν εἶδος ἐπὶ τῆς ἀπαγγελίας λαμβάνεται, τουτέστιν ἡ ἰδέα· ἔστι δὲ πενταχὴς, πανηγυρικὴ καὶ λαμπρὰ καὶ πομπικὴ, δικανική τε καὶ εὔζωνος· ὁρῶμεν γὰρ τοὺς ἰδιωτικοὺς Δημοσθένους κομιδῇ κατὰ τὴν ἑρμηνείαν εὐζωνεστέρους· οἱ δὲ δημόσιοι σεμνότεροι μὲν τούτων, οὐ καθὸ δικανικοὶ, ἀλλὰ καθὸ δημόσιοι, ἥττους δὲ ὅμως τῶν συμβουλευτικῶν· ὁ δὲ τρόπος ἐπὶ τῶν ὑποθέσεων λαμβάνεται τετραχῶς· ἢ γάρ ἐστιν ἔνδοξος καὶ κατὰ τὸ πρᾶγμα καὶ κατὰ πρόσωπον, ἢ ἄδοξος κατʼ ἀμφότερον, ἢ ἀμφίδοξος, ἀδόξου μὲν τοῦ πράγματος ὄντος, ἐνδόξου δὲ τοῦ προσώπου, ἢ τοὐναντίον, ἢ παράδοξος· ἄδοξος μὲν κατʼ ἀμφότερα· οἷον πορνοβοσκὸς τὰ τῶν Μουσῶν ὀνόματα ταῖς πόρναις ἐπιθεὶς κρίνεται ἀσεβείας· ἔνδοξος δὲ κατʼ ἀμφότερον. οἷον Θεμιστοκλῆς μετὰ τὴν ἐν Σαλαμῖνι ναυμαχίαν συμβουλεύει θύειν τοῖς ἀνέμοις· καὶ γὰρ τὸ πρόσωπον ἔνδοξον Θεμιστοκλῆς· καὶ τὸ πρᾶγμα ἡ εὐσέβεια· ἀμφίδοξος δὲ τοῦ μὲν προσώπου ὄντος ἐνδόξου, τοῦ δὲ πράγματος ἀδόξου· οἷον Περικλῆς ταῖς θεραπαίναις τὰ τῶν Μουσῶν ὀνόματα ἐπιθεὶς κρίνεται ἀσεβείας· ἀμφίδοξος δὲ, τοῦ προσώπου ὄντος ἀδόξου, τοῦ δὲ πράγματος ἐνδόξου· οἷον εἰ Σίφνιόν τινα ὑποθώμεθα, μετὰ τὰ ἐν Σαλαμῖνι συμβουλεύοντα τοῖς Ἀθηναίοις θύειν τοῖς ἀνέμοις· παραδόξου δὲ, ὡς ἐν τῷ κατὰ Ἀριστοκράτους· παρανόμου γὰρ καθεστηκυίας τῆς γραφῆς εὑρίσκεται περὶ τῆς Χερσοννήσου φυλακῆς διαλεγόμενος· ὅπερ παρὰ τὴν ὑπόνοιαν καὶ δόξαν τῶν τηνικαῦτα συνόντων αὐτῷ ἦν.

`7.166`

ρθʹ. Ὁ Μινουκιανὸς τῷ περὶ τῶν στάσεων λόγῳ καὶ τὸν περὶ ἰδεῶν συνανέφυρεν, οὐ γενναῖόν τι καὶ λόγου ἄξιον διδάσκων ἡμᾶς· οὐδὲ περὶ τοῦ καθόλου τῶν προβλημάτων εἴδους ἢ τῶν τρόπων, ὥσπερ ὁ τεχνικὸς ἐν τῷ περὶ ἰδεῶν λόγῳ ἐδίδαξεν, ἀλλὰ ψεκάδας τινὰς εἰδῶν καὶ τρόπων ἰσχνῶς καὶ μικρολόγως ὑποτιθεὶς, καὶ πέντε δή τινα εἴδη προβλημάτων εἰσάγων, πανηγυρικὸν, δικανικὸν, ἠθικὸν, παθητικὸν καὶ μικτόν· τέσσαρας δὲ τρόπους· ἔνδοξον, ἄδοξον, ἀμφίδοξον καὶ παράδοξον· εὑρεσιλογίας τινὰς ἀνευρίσκων καὶ ἀσάφειαν ἐντεῦθεν καὶ σύγχυσιν ἐργαζόμενος, ὅπερ ὁ τεχνικὸς εὐκρινείας καὶ τοῦ σαφοῦς ἐπιμελόμενος οὐ ποιεῖ.

σʹ. Εἶδος μὲν ὁ τοιόσδε χαρακτὴρ, ὁ λαμπρὸς, ὁ ἀνθηρὸς, τρόπος δὲ ἡ ὑποκειμένη ὕλη τῷ προβλήματι, πρὸς ἣν γίγνεται ὁ χαρακτήρ. ὥσπερ δὲ πέντε εἴδη τοῦ προβλήματος ὑποτίθεται, οὕτω καὶ τέσσαρας τρόπους· καὶ τὸν μὲν λέγει ἔνδοξον, τὸν δὲ ἄδοξον, τὸν δὲ ἀμφίδοξον, τὸν δὲ παράδοξον· διαφέρει δὲ ἡ ἰδέα τοῦ εἴδους, τῷ τὸ μὲν εἶδος ἀπὸ γένους διαιρεῖσθαι, οἷόν φημι ἀπὸ τῆς ῥητορικῆς τὸ δικανικὸν καὶ συμβουλευτικόν· τὴν δὲ ἰδέαν ποιότητα εἶναι τῆς φράσεως, οἷον τὴν σφοδρότητα ἢ τραχύτητα ἢ λαμπρότητα, καὶ τἄλλα ὁμοίως, περὶ ταῦτα γὰρ τὰ τῆς ἰδέας καθέστηκεν. ἐνίοτε δὲ εἰς ταὐτὸ ἄμφω συνέρχεται τό τε εἶδος καὶ ἡ ἰδέα, καὶ τὸ δικανικὸν εἶδος, εἰ τύχοι, δικανικῆς ἀπολαύει τῆς ἰδέας· ἐνίοτε δὲ ἐναλλὰξ καὶ εἴδει δικανικῷ πανηγυρικὴ ἰδέα συμπλέκεται, καὶ πανηγυρικὴ συμβουλευτικῷ, καὶ συμβουλευτικὴ δικανικῷ.

`7.167`

αʹ. Τὰ εἴδη φησὶ καὶ οἱ τρόποι, ἤγουν αἱ ἰδέαι καὶ τὰ, διʼ ὧν αὗται γίγνονται, οἷον ἔννοια μέθοδος καὶ τὰ λοιπὰ διὰ τὰ προβλήματα καὶ τὰς στάσεις εἰσίν· ἵνα ταῖς οἰκείαις ἰδέαις ταῦτα μελετῶμεν. ὅταν μὲν ᾖ δικανικὸν τὸ πρόβλημα ταῖς προσφυέσι τῷ δικανικῷ, οἷον τῇ ἀφελείᾳ μᾶλλον καὶ ἐπιεικείᾳ καὶ τῷ ἠθικῷ πλεονάζοντας· ὅταν δὲ συμβουλευτικὸν ταῖς προσφόροις τῷ συμβουλευτικῷ, οἷον τῷ μεγέθει πλέον καὶ τῷ ἀξιώματι τοῦ λόγου χρωμένους, ὅταν δὲ πανηγυρικὸν ταῖς ἐπιπρεπούσαις τῷ πανηγυρικῷ, οἷον τῷ κάλλει καὶ τοῖς τοῦ κάλλους καὶ τῷ ὡραίῳ καὶ ἁβρῷ λόγῳ ἐπὶ μᾶλλον προσέχοντας.

βʹ. Τοῦ πολιτικοῦ λόγου τὰ μὲν μέρη καλοῦνται ὡς προοίμιον, διήγησις καὶ ἑξῆς. τὰ δὲ κεφάλαια, ὡς τὰ στοχαστικὰ, ὁρικὰ, ἀντιληπτικὰ, ἅπερ τοῖς μέρεσι τοῦ λόγου συνεπιπλέκονται· λεγόμενα δὲ ταῦτα καλεῖ διὰ τὴν πολυωνυμίαν· οἱ μὲν γὰρ συμπεράσματα αὐτὰ καλοῦσιν, οἱ δὲ ἐπιφορὰς, οἱ δὲ ζητήματα, οἱ δὲ περιεχόμενα. τὰ μερικώτερα τοίνυν ἀγνοοῦντας πρὸς τὴν τῶν ὁλικωτέρων τρέπεσθαι ζήτησιν, ἅπερ ἐστὶ τά τε εἴδη καὶ οἱ τρόποι, παντελῶς ἀνόητον.

γʹ. Εἰ διὰ τὰ προβλήματα, φησὶ, καὶ τὰς στάσεις αἱ ἰδέαι εἰσὶν, ἵνα ταύταις ἐκεῖνα μελετῶμεν, καὶ διʼ ἐκεῖνα αὗται ἐπενοήθησαν, κἀκεῖνα τούτων τὰ αἴτια, ἀμήχανον πρὸ τῆς τῶν προβλημάτων καὶ στάσεων διαγνώσεως καλῶς τὰς ἰδέας γινώσκειν. ὥσπερ ἀδύνατον πρὸ τῆς ὑποκειμένης ὕλης τὴν μορφὴν θεωρεῖν καὶ περιεργάζεσθαι, ἢ πρὸ θεμελίων τὴν ὀροφὴν ἢ πρὸ τῆς ὑλωδεστέρας καὶ παχυτέρας οὐσίας τὴν λεπτοτέραν τε καὶ δυσθεωρητοτέραν ὑπάρχουσαν.

`7.168`

δʹ. Εὐηθείας φησὶ καὶ ἀνοίας μεστὸν, τὸ πρὸ τῶν αἰτίων τὰ αἰτιατὰ πειρᾶσθαι διδάσκειν καὶ προτιθέναι εἰς μάθησιν.

εʹ. Τρίτην ἀποδίδωσιν αἰτίαν τοῦ μὴ περὶ τῶν ἰδεῶν διαλαβεῖν νῦν, μίαν μὲν, ὅτι ἀναγκαῖον τὴν εἰς τὰ κεφάλαια διαίρεσιν γνῶναι, καὶ τὴν στάσιν ἥτις καθέστηκε, καὶ τὰ πρόσωπα καὶ τὰ πράγματα, πρὸς ἃ ἀνάγκη τοὺς λόγους ἐπενεγκεῖν· δευτέραν δὲ, ὅτι οὐ τοῦ παρόντος καιροῦ περὶ τούτων εἰπεῖν· ἢ γὰρ μικρὰ περὶ αὐτῶν εἰπόντες ἀτελῆ τὸν λόγον ἐάσομεν, ἢ σαφῶς περὶ αὐτῶν εἰπεῖν βουλόμενοι περιττόν τι καὶ ἀπειρόκαλον ὑποίσομεν, πέρα τοῦ δέοντος τὸν λόγον ἐκτείνοντες· τρίτον δὲ, ὅτι τὸ περὶ ἰδεῶν ἐντελέστερόν ἐστι τοῦ περὶ διαιρέσεως· ἄτοπον δὲ τὸ ἐντελέστερον ἐν τῷ ἀτελεστέρῳ λέγειν· διὸ τάξιν τῷ λόγῳ τῷ περὶ τῶν ἰδεῶν ὁ τεχνικὸς ἐφύλαξεν. ἔστι γὰρ ἡ πρώτη τῶν αὐτοῦ συγγραμμάτων τάξις ἡ τῶν προγυμνασμάτων. δευτέρα ἡ παροῦσα τῶν στάσεων· τρίτη ἡ περὶ τῶν ἰδεῶν.

ϛʹ. Οὐ μόνον ἀνόητόν φησι τὸ περὶ τῶν ἰδεῶν διδάσκειν πρὸ τῆς διδασκαλίας τῶν στάσεων, ἀλλὰ καὶ ὁ τοῦ παρέργου λόγος ὑπερβαλεῖ πάντως. καὶ μεῖζον ἔσται τοῦ ἔργου τὸ πάρεργον, πάρεργον δὲ αὐτὸ διὰ τὴν ἀκαιρίαν, οὐ διὰ τὴν τοῦ πράγματος ὀνομάζων εὐτέλειαν.

ζʹ. Τὸ εἰπεῖν τίς ἑκάστῃ αὐτῶν χρεία, καὶ πότε χρηστέον καὶ πῶς, οὐ τῆς τυχούσης πραγματείας· ποίᾳ χρηστέον ἰδέᾳ· ποίοις μετασχηματισμοῖς, οἷον τῇ σφοδρότητι καὶ τραχύτητι καὶ ἑξῆς· ποῖον εἶδος λόγου ποιεῖ καθαρὰν ἔννοιαν, ἀνάπαυσιν καὶ ἑξῆς, ἃ τῇ περὶ ἰδεῶν βίβλῳ διεξέρχεται.

`7.169`

ηʹ. Ὃ καὶ ἐν προθύροις εἴρηκε τῆς διδασκαλίας, ὅτι περὶ τῆς τῶν πολιτικῶν ζητημάτων διαιρέσεως εἰς τὰ λεγόμενα κεφάλαια ὁ λόγος αὐτῷ, τοῦτο καὶ νῦν φησιν, ὅτι περὶ ἐκείνης τῆς διαιρέσεως λεκτέον τῆς ἀφʼ ἑκάστης στάσεως εἰς τὰ οἰκεῖα τούτων κεφάλαια.

θʹ. Πάλιν τῶν προτέρων μέμνηται ἐπικυρῶν τὰ οἰκεῖα· ὅτι ἐκεῖνος ὀρθῶς καὶ ὡς ἄριστα διελεῖν δυνήσεται ὁ τὴν ἡμῖν εἰρημένην διαφορὰν τῶν προσώπων καὶ τῶν πραγμάτων ἐπεγνωκὼς, καὶ προσέτι τὴν λεγομένην στάσιν, περὶ ἧς μέλλει λέγειν ἐπιγνοὺς, τοῦ ζητήματος· ἐπεὶ γὰρ ἑκάστη στάσις ἰδίοις κεφαλαίοις διῄρηται, δεῖ καὶ στάσιν ἑκάστην, ὁποία τίς ἐστιν, ἐπιγνῶναι, διʼ ἧς μέλλομεν ὑποθέσθαι μεθόδου· ὥσπερ καὶ περὶ τῆς τῶν προσώπων καὶ πραγμάτων διαφορᾶς ὑπεθέμεθα, καὶ μετὰ τὸ καὶ τὴν τῶν στάσεων προσλαβέσθαι διάγνωσιν, οὕτως ἐπὶ τὴν τῶν κεφαλαίων χωρῆσαι διαίρεσιν.

ιʹ. Τοῦτό φησιν ἐνταῦθα, ὅτι ὁ εἰδὼς τὴν τῶν προσώπων ποιότητα καὶ τῶν πραγμάτων ὀρθῶς διαιρήσει· ἐπὶ μὲν τῶν προσώπων πόσην ὕλην ἔχει τὰ κύρια, καὶ τὰ λοιπά. καὶ τί ἀλλήλων διενηνόχασιν. ἐπὶ δὲ τῶν πραγμάτων σκοπεῖν δεῖ τὸ κρινόμενον, εἰ αὐτοῦ τοῦ φεύγοντος ὡς ποιήσαντος ἐγκαλουμένου, ἢ ἑτέρου πράξαντος καὶ ἐπὶ τῶν ἄλλων ὁμοίως. Προστίθησι δὲ καὶ τὰ τῆς στάσεως. δεῖ γὰρ εἰδέναι πρότερον καὶ τὴν στάσιν τοῦ ζητήματος. τοῦτο γὰρ συμβάλλεται πρὸς τὸ ἐπιγνῶναι τὴν διαίρεσιν. οὐ γὰρ τῆς αὐτῆς στάσεώς εἰσι πάντα τὰ ζητήματα. τοῦτο δὲ λέγει, ἐπειδὴ ἀκολουθεῖν τῇ ποιότητι τῶν προσώπων καὶ τῶν πραγμάτων δεῖ καὶ τὸν στοχασμόν· πρὸς τὰ κεφάλαια δὲ εἰπὼν αἰνίττεται, ὅτι καὶ μία τοῦ στοχασμοῦ τυγχάνει διαίρεσις. πρόσωπα γὰρ καὶ πράγματα λαμβάνει τὴν διαίρεσιν.

`7.170`

ιαʹ. Μετὰ τὸν τῶν ἄλλων ἁπάντων λόγον ἀνακεφαλαιοῦται πάλιν τὴν πραγματείαν καὶ τὸν σκοπὸν τοῦ βιβλίου. τὰ μὲν κατὰ ἀνακεφαλαίωσιν λαβὼν, τὰ δὲ κατὰ ἀπαγγελίαν. δῆλον δὲ, ὅτι ἀνακεφαλαιούμεθα τὰ εἰρημένα, ἀπαγγέλλομεν δὲ περὶ τῶν μελλόντων εἰρήσεσθαι· τὸ μὲν γὰρ προσώπων καὶ πραγμάτων κατὰ ἀνακεφαλαίωσιν εἴρηται, τὸ δὲ ἔτι τὴν λεγομένην στάσιν κατὰ ἀπαγγελίαν.

ιβʹ. Πανταχοῦ δείκνυσιν ἑαυτὸν μὴ τῶν ὀνομάτων ἀντιποιούμενον, ὥσπερ καὶ ἀνωτέρω εἶπεν, εἰς τὰ λεγόμενα κεφάλαια, καὶ ἁρμόσουσιν οἱ ἐπʼ ἐκείνου λόγοι καὶ ἐνταῦθα.

`7.171`

ιγʹ. Παραλείπει τὴν ἐτυμολογίαν τῆς στάσεως γραμματικῆς ἐρεσχελίας τὸ τοιοῦτον οἰόμενος· ἀποτείνεται δὲ πρὸς Μινουκιανὸν ἐτυμολογήσαντα· τὴν δὲ στάσιν οἱ μὲν παρὰ τὸ στασιάζειν λελέχθαι φασὶν, οἱ δὲ παρὰ τὸ ἵστασθαι· ἑκάτερον ἐπὶ τῆς οἰκείας προτάσεως. τὸ μὲν οὖν παραλελοιπέναι τὴν ἐτυμολογίαν τὸν τεχνικὸν οὐκ ἄν τις διʼ ἐγκλήματος αὐτῷ ποιοῖτο δίκαιον. τὸ δὲ καὶ τὸν ὅρον παραλελοιπέναι τῆς στάσεως, οὐ μέμψεως ἐλεύθερον καθεστάναι δοκεῖ· οὐ γὰρ ἔνεστι λέγειν, ὡς ἀλλότριον ῥήτορος ἦν· φαμὲν δὲ, ὡς οὐ βούλεταί τι τῆς προκειμένης ἔξωθεν πραγματείας τεχνολογεῖν· πρόκειται δὲ αὐτῷ περὶ τῆς διαιρέσεως τῶν ζητημάτων εἰπεῖν· συνεβάλλετο δὲ αὐτῷ οὐδὲν ὁ τῆς στάσεως ὅρος πρὸς τὴν διαίρεσιν· ἀλλʼ οὐχ ἡ μέθοδος, ἣν οὐχὶ παρέδραμεν, ὡς εἴγε οὐδὲ αὕτη ἐδόκει συμβάλλεσθαι, οὐχ ἥκιστα ἂν καὶ ταύτην παρεπέμψατο· διὰ τί οὖν, φαίη ἄν τις, τὸ ζήτημα ὡρίσατο; οὐ γὰρ δήπου συνεβάλλετο πρὸς τὴν διαίρεσιν ὁ τοῦ ζητήματος ὅρος, πρὸς ὃ ῥητέον, ὡς διʼ ἕτερον ἐκεῖσε λόγον τὸν ὁρισμὸν ἀπέδωκεν· ἐπεὶ γὰρ ἀντίκειται τῷ ἀσυστάτῳ τὸ ζήτημα· τῶν γὰρ προβλημάτων τὰ μὲν ζητήματα, τὰ δὲ ἀσύστατα. λέγειν δὲ περὶ ἀσυστάτων ἐβούλετο, ἐξ ἀνάγκης ὡρίσατο τὸ ζήτημα, ἀποχωρίζων αὐτὸ τῆς περὶ ἐκείνων διδασκαλίας.

ιδʹ. Ἐπειδὴ ἐμνήσθη στάσεως, οὐκ ἀξιοῖ περὶ τὴν ἐτυμολογίαν διατρῖψαι τὸν λόγον καὶ ζητεῖν, πόθεν εἴρηται τὸ τῆς στάσεως ὄνομα. τινὲς γὰρ ἤδη καὶ περὶ τούτου ἠμφισβήτησαν· φησὶν οὖν, ὅτι λεπτολογία ἂν εἴη γραμματικῶν τὸ περὶ τούτων ποιεῖν, ῥήτορος δὲ οὐδαμῶς.

`7.172–7.174`

ιεʹ. Ἰστέον, ὅτι πανταχοῦ τὴν στάσιν ἐπὶ τοῦ ζητήματος τάττων φαίνεται· οὐκέτι δὲ καὶ τὸ ζήτημα ἐπὶ τῆς στάσεως· ἡ γὰρ στάσις τὸ ζήτημα ποιεῖ· οὐ μὴν τὸ ζήτημα τὴν στάσιν· στάσεις γάρ εἰσιν αἱ ἀνωτάτω προτάσεις· ἐφόνευσας καὶ οὐκ ἐφόνευσα, αὗται δὲ συνιοῦσαι ποιοῦσι ζήτημα· τὸ εἰ ἐφόνευσεν· ἐὰν οὖν ἀναλῦσαι τοῦτο πάλιν βουλώμεθα, ἀναλύομεν αὐτὸ εἰς τὴν στάσιν, τουτέστιν εἰς τὸ ἐφόνευσας, οὐκ ἐφόνευσα· τοῦτο δὲ ἔφην ἐπιδεικνὺς λεγομένην τὴν στάσιν καὶ ἐπὶ τοῦ ζητήματος· λανθάνει γὰρ τοὺς πολλοὺς τὸ τοιοῦτο· ὥστε οὐ δυνατὸν πυνθανομένου τινὸς τὸ ζήτημα τόδε, ποίας εἴη στάσεως, ἀναστρέφειν τὴν ἐρώτησιν· ἡ γὰρ στάσις, φαίημεν ἂν, οὐκ ἔστι ζήτησις· εἰ δὲ λέγει τις τὴν μὲν στάσιν καθολικόν τι εἶναι, τὸ δὲ ὑποκείμενον ζήτημα μερικὸν, ἡ πρὸς τοῦτο ἀπάντησις ῥᾳδία· ὥσπερ γάρ ἐστί τις καθολικὴ στάσις καὶ μερικὴ, οὕτω καὶ μερικὸν ζήτημα καὶ καθολικόν· ὥστε λέγοντες, ποίας στάσεως εἴη τόδε τὸ ζήτημα, οὐδὲν ἕτερόν φαμεν ἢ ποίου ζητήματός ἐστι τοῦτο τὸ ζήτημα· ταῦτα ἄν τις παραλογίσαιτο τοὺς ἀμαθεστέρους, ἐπεί τοι δῆλον, ὅτι λέγεται μὲν ἡ στάσις ἐπὶ τοῦ ζητήματος κατὰ τὸ περιεκτικώτερον, ἐξ αὐτῆς γὰρ γίνεται· οὐ πάντως δὲ ἡ στάσις ἡ αὐτή ἐστι τῷ ζητήματι· ἡ μὲν γὰρ ποιεῖ, τὸ δὲ γίνεται· τοῦ μὲν οὖν γινομένου, τουτέστι τοῦ ζητήματος, κατʼ ἀρχὴν τὸν ὅρον ἀποδέδωκε· περὶ δὲ τοῦ ποιοῦντος, τουτέστι τῆς στάσεως ἐνταῦθα ἐμνήσθη· ὅρον δὲ αὐτῆς οὐκ ἀποδέδωκεν, καθʼ ὃν προείπομεν λόγον, δεῖ μέντοι τοὺς εἰρημένους παρʼ ἄλλοις ὅρους τῆς στάσεως ἡμᾶς ἐκθέσθαι· τινὲς μὲν οὖν τοιῶσδε αὐτὴν ὡρίσαντο· στάσις ἐστὶ τὸ ἐκ τῶν πρώτων προτάσεων συνιστάμενον ζήτημα· ἀλλʼ οὗτοι μέγιστον διήμαρτον· εἰ γὰρ πᾶς ὅρος συνίσταται ἐκ γένους καὶ διαφορᾶς, εὑρεθήσεται κατὰ τὸν τούτων λόγον γένος τῆς στάσεως τὸ ζήτημα, ὅπερ ἄτοπον· τὸ γὰρ ζήτημα ἐκ τῆς στάσεως, ὥσπερ ἔφαμεν, γίνεται· ἕτεροι δὲ ὁρίζονται οὕτως· φάσις ἡ ἀνωτάτη, πρὸς ἣν αἱ κατὰ μέρος ἀποδείξεις ἀναφέρονται· ἀλλὰ καὶ οὗτοι πταίουσι· διδόασι γὰρ ἐκ μιᾶς προτάσεως εἶναι τὴν στάσιν· τοῦτο δὲ τῶν ἀτοπωτάτων· διὰ τοῦτο γὰρ ἀεὶ ἐκ τοῦ φεύγοντος τὴν στάσιν παραλαμβάνομεν, ὡς οὐκ ἐνὸν ἐκ μιᾶς προτάσεως, φημὶ τῆς τοῦ κατηγόρου, τοῦτο ποιεῖν· τοῦ γὰρ φεύγοντος προΰπεστιν ὁ κατήγορος· ἄμεινον οὖν κατὰ τὸν Ἑρμαγόραν οὕτως ὁρίσασθαι· στάσις ἐστὶν, καθʼ ἣν ἀντιλαμβανόμεθα τοῦ ὑποκειμένου πράγματος· διὰ γὰρ τοῦ ἀντιλαμβανόμεθα τὰ δύο παρέστησε πρόσωπα· τουτέστι πρὸς ἑαυτοὺς ἀνθέλκομεν· εἰ δέ τις ἀποροίη, διὰ τί εἶπεν ἑνικῶς, ἡ αἰτία δήλη· οἱ γὰρ ὅροι πρὸς ἑνικόν τι ἐκφέρεσθαι βούλονται· κἂν πλῆθος ᾖ τὸ ὁριζόμενον, οἷον τί εἰσιν ἄνθρωποι; ζῶον λογικόν· καὶ ἡ αἰτία τούτου καταφανής· εἰ γὰρ πᾶς ὅρος συνίσταται ἐκ γένους καὶ διαφορᾶς, δῆλον ὅτι καὶ πρὸς ἑνικὸν ἐξενεχθήσεται· ἓν γὰρ δήπου ἐπὶ παντὸς ὁριζομένου τὸ γένος· τί δέ ἐστιν, ὅπερ ὁ τεχνογράφος ἔφησεν, ὄνομα δὲ ἀφεὶς τοῦτο κοινὸν ἢ καὶ συμβεβηκὸς τῶν ζητημάτων ἁπάντων· τινὲς μὲν ἐξηγοῦνται, ὡς ἄρα κοινὸν μὲν λέγει, ὃ αὐτοῦ τοῦ πράγματος καὶ τῆς οὐσίας καθάπτεται· ὥσπερ ἔχει τὸ ζῶον· συμβεβηκὸς δὲ ὥσπερ τὸ λευκόν· ἄμεινον δὲ ἑτέρως ἐξηγεῖσθαι, ὅτι κοινὸν μὲν τὸ ἔτι μηδέπως ἐπικείμενον, ἀλλʼ ἐν μόνῃ ὂν προφορᾷ· ὃ γίνεται ἰδιωτικὸν, ὅταν ἐπί τινα ἐνεχθῇ, ὡς τὸ Δημοσθένης ὄνομα, ὅταν μηδενὸς ἀντιλαμβανώμεθα, συμβεβηκὸς δὲ τὸ ἔκ τινος συμβάντος ἐπιτεθὲν, μήπω πρότερον εὑρεθὲν ἐν τῇ κοινῇ προφορᾷ· ὡς ἔχει τὸ Νεῖλος ὄνομα, ἐκ τοῦ νέαν ἰλὺν ἕλκειν τὸν ποταμόν· οὐ γὰρ ἐπʼ ἄλλου ποταμοῦ δύναται λέγεσθαι, ὥσπερ τὸ Δημοσθένης ἐπὶ παντὸς ἀνθρώπου.

ιϛʹ. Παραλιπεῖν εἰπὼν τὸ περὶ τῆς ἐτυμολογίας τι τῆς στάσεως ἐξειπεῖν ὅμως, ἵνα μὴ δόξῃ διαπορεῖν, ἐν παραλείψεως σχήματι, καὶ περὶ τούτου διδάσκει· ἢ κοινὸν εἶναι τοῦτο λέγων ὄνομα καὶ φυσικὸν τῶν στάσεων ἁπασῶν, ὡς ἡμῶν τὸ ἄνθρωπος, ἢ συμβεβηκὸς, ὡς ἔκ τινος αἰτίας ἐπισυμβὰν, καθάπερ τὸ Αἰθίοψ ὄνομα ἐκ τῆς ἡλιακῆς καύσεως ἐπιτεθὲν τοῖς Αἰθίοψιν· εἶτα τὴν μέθοδον ἡμῖν εἰπεῖν ἐπαγγέλλεται, διʼ ἧς ἑκάστην τῶν στάσεων ἐπιγνωσόμεθα· καὶ οὕτως ἐπὶ τὴν τῶν κεφαλαίων ἥξειν διαίρεσιν, ἀρξάμενον ἀπὸ τοῦ στοχασμοῦ, ἀναγκαίως καὶ φυσικῶς ὡς καὶ αὐτὸ δηλώσειν τὸ πρᾶγμα φησὶ, καθάπερ δήπου διαφανῶς δεδήλωται· ὡς γὰρ φύσει τὸ μὴ ὂν ἐν τοῖς γεννητοῖς προηγεῖται τοῦ ὄντος, οὕτω καὶ ὁ στοχασμὸς τῶν ἄλλων πρόκειται στάσεων, περὶ τῆς τοῦ πράγματος οὐσίας ἔχων τὴν ζήτησιν τῶν λοιπῶν, τοῦ μὲν ὅρου περὶ τελειότητος, τῶν δὲ ἄλλων περὶ ποιότητος καταγινομένων· ἐφεξῆς δὲ μετὰ τὸν στοχασμὸν καὶ περὶ τῶν ἄλλων λελέξεται, ὡς ἡ φύσις ἑκάστης στάσεως καὶ ἡ ποιότης τὴν τάξιν αὐτῶν παραδίδωσιν.

`7.175`

ιζʹ. Εἰπὼν, ὅτι τὴν περὶ τοῦ ὀνόματος ζήτησιν ἑτέροις παρίημι, φησὶν, ὅτι ἐγὼ ἁπλῶς συγχωρῶ οὕτω λέγεσθαι τὸ ὄνομα τοῦτο, ἐπὶ πάντων τῶν ζητημάτων, εἴτε ὄνομα κοινὸν εἴη αὐτῶν, εἴτε συμβεβηκὸς, οὐ πολυπραγμονῶν ὅθεν εἴρηται· καὶ κοινὸν μέν φησιν τὸ ἁπλῶς τεθειμένον ἐπὶ πάντων· κοινὸν γὰρ καλεῖται ὃ καὶ ἄλλῳ ἐπιτεθήσεται ὄνομα, καὶ ᾧ κληθείη ἂν καὶ ἕτερος· οὐ διʼ αἰτίαν τινὰ, ἀλλʼ ἁπλῶς τῆς προσηγορίας τεθείσης, οἷον Περικλῆς, Δημοσθένης· συμβεβηκὸς δὲ τὸ διά τινα αἰτίαν τεθέν· ὥσπερ καὶ τὸ Νεῖλος διὰ τὸ νέαν ἰλὺν φέρειν, καὶ ἵππος παρὰ τὸ ἴεσθαι τοῖς ποσίν.

ιηʹ. Ἅπαντα προειπὼν ὁ τεχνικὸς ὅσα ἔδει πρὸς διδασκαλίαν ῥηθῆναι περὶ τῆς ὕλης τῶν ζητημάτων, καὶ διδάξας, ὅσα συνέστηκε, καὶ ὅσα μηδὲ ἀκολούθως ἐπὶ τὴν τῶν κεφαλαίων διαίρεσιν ἦλθε· καί φησι πρῶτον ἄρχεσθαι ἀπὸ τοῦ στοχασμοῦ, ὕστερον δὲ τὴν αἰτίαν προτίθησι, διὰ τί ἀναγκαίως; ὅτι, φησὶ, καὶ ἐν ταῖς ἄλλαις τῶν στάσεων ταῖς πλείοσιν ἐμπίπτει ὁ στοχασμός· καὶ διὰ τοῦτο αὐτὸν προέταξεν, ἵνα μαθόντες μὴ ξενισθῶμεν ἐν ταῖς ἄλλαις στάσεσιν αὐτὸν εὑρόντες· ταύτην μὲν αὐτὸς εἶπεν αἰτίαν· ἀληθεστέρα δέ ἐστιν ἑτέρα· ἐπειδὴ ἐν τῷ στοχασμῷ περὶ τῆς οὐσίας τοῦ πράγματός ἐστιν ἡ ζήτησις· τῇ δὲ φύσει πρῶτον ζητοῦμεν τὴν αἰτίαν· ἐντεῦθεν προτέτακται τῶν ἄλλων στάσεων ὁ στοχασμός.

ιθʹ. Ἐζήτηται, ἀνθʼ ὅτου ἔλαβεν ἐκ στοχασμοῦ τὴν ἀρχήν· καί τινες αἰτίαν ταύτην ἀπέδοσαν· ὅτι κατὰ ἄρνησιν τοῦ πράγματος γίνεται· φύσει δὲ οἱ ἄνθρωποι ἐπὶ τὸ ἀρνεῖσθαι τὰ ἐπιφερόμενα ἐγκλήματα καταφεύγομεν. καὶ μεῖζόν ἐστι τὸ μηδὲ προσίεσθαι τὸ πρᾶγμα, ἢ αὐτὸ μὲν προσίεσθαι, λέγειν δὲ ὡς δικαίως εἴη πεπραγμένον ἢ συμφερόντως· ἄμεινον δὲ λέγειν ὅτι τῶν ζητημάτων ἢ κατʼ οὐσίαν ὄντων, ἢ κατὰ ἰδιότητα, ἢ κατὰ ποιότητα, τὸ κατʼ οὐσίαν δεῖ προϋπάρχειν τῶν ἄλλων· ὅπερ ἐστὶ στοχασμὸς, ὥσπερ καὶ πάντων ἡ οὐσία φαίνεται προτέρα.

ηʹ. Μέθοδός ἐστιν οἱονεὶ τάξις καὶ ὁδηγία ὁδῷ τινι καὶ ἀκολούθως προάγουσα ἡμᾶς ἐπὶ τὴν τοῦ ζητήματος διάγνωσιν, ἣν ἡμῖν νῦν ὁ τεχνικὸς ὑποτίθησιν εἰς διάγνωσιν τῆς τῶν στάσεων οὐσίας καὶ φύσεως.

`7.176`

Διαίρεσις τῆς μεθόδου τῶν στάσεων.

αʹ. Τοῦ διδασκαλικοῦ τρόπου τετραχῶς θεωρουμένου, διαιρετικοῦ τε ὄντος καὶ ὁριστικοῦ, ἀναλυτικοῦ τε αὖ καὶ ἀποδεικτικοῦ, τῷ διαιρετικῷ τε καὶ ὁριστικῷ ὁ Ἑρμογένης πανταχοῦ τῆς μεθόδου ταύτης χρώμενος ἀναφαίνεται· καὶ σκοπητέον καθεξῆς τὸ λεγόμενον παντὸς οὑτινοσοῦν προτεθέντος ζητήματος, εἰ συνεστήκοι, ὡς πρὸς εἰδότας φησὶ τὸ εἰ συνεστήκοι· ὡς ἤδη περὶ ἀσυστάτων σαὶ συνεστώτων διδάξας· εἰ οὖν συνεστήκοι, φησὶν, ἐπισκοπεῖν τὸ κρινόμενον, εἰ ἀφανές ἐστιν ἢ φανερόν· ὁ διαιρετικὸς οὗτος τρόπος ἐστὶν, ὃν καὶ πυρὶ παμφανόωντι ἐοικέναι ἀπεφήνατο διὰ τὸ πάντα ὑπʼ αὐτὸν ποιεῖσθαι καὶ διαφωτίζειν· καὶ μηδὲν τὴν διαιρετικὴν διαφεύγειν μέθοδον.

`7.177–7.178`

βʹ. Ἀκολουθῶν τῇ φύσει τῶν πραγμάτων ὁ τεχνογράφος ἀπὸ τοῦ στοχασμοῦ ἄρχεται ποιεῖσθαι τὴν διδασκαλίαν, ἀπʼ αὐτῆς ὡς εἰπεῖν τῆς ῥίζης τῶν πραγμάτων· ἡ γὰρ ὕπαρξις καὶ οὐσία τοῦ πράγματος προϋπάρχει· μὴ γὰρ οὔσης οὐσίας οὔτε ἰδιότης οὔτε ποιότης εἶναι δυνήσεται· ἐπειδὴ τοίνυν περὶ στοχασμοῦ πρόκειται νῦν εἰπεῖν, πῶς γίνεται στοχασμὸς, καὶ τί ἴδιον, καὶ κατὰ πόσους τρόπους· ἰστέον τοίνυν, ὅτι ἐν παντὶ στοχασμῷ ἀμφίβολόν ἐστι τὸ περιεχόμενον ἔγκλημα τῷ τὸν φεύγοντα τοῦτο ἀρνεῖσθαι, ἀλλὰ δόξειεν ἂν κοινὸν εἶναι τοῦτο καὶ πρὸς τὰς ἄλλας στάσεις· ἐν πάσαις γὰρ ὁ φεύγων ἀρνεῖται τὸ ἐπιφερόμενον· λέγομεν δὲ, ὅτι οὐχ ὁμοίως ἡ ἄρνησις γίνεται· τριῶν γὰρ οὐσῶν τῶν ποιουσῶν τὰς στάσεις, ὑπάρξεως, ἰδιότητος, ποιότητος, ἐν μὲν τῷ στοχασμῷ περὶ αὐτὴν τὴν ὕπαρξιν ἡ ἄρνησις γίνεται καὶ ὁ φεύγων παντελῶς ἀρνεῖται πεποιηκέναι· ἐν δὲ τῷ ὅρῳ τὸ μὲν τοῦ πράγματος ὁμολογεῖ πεποιηκέναι, τὸ δὲ οὐχ ὁμολογεῖ· καὶ γίνεται περὶ τῆς ἰδιότητος ἡ ζήτησις· ἐν δὲ ταῖς ἄλλαις ὁμολογεῖ μὲν πεποιηκέναι, τὰ δὲ τῆς ποιότητος ἔξαρνος γίνεται· ὥστε ἡ τοῦ στοχασμοῦ ζήτησις περὶ τὴν ὕπαρξιν γίνεται· καὶ ἐπειδὴ ἐν τούτῳ παντελῶς ἀρνεῖται ὁ φεύγων πεποιηκέναι, ἐφεῦρεν ἡ τέχνη ἐν ταῖς τοιαύταις ζητήσεσι σημεῖά τινα φανερά· ἐξ ὧν δύναται γενέσθαι φανερὸν τὸ ἔγκλημα· εἰ γὰρ μὴ ἔχομεν φανερὰ σημεῖα, διʼ ὧν δείκνυται τὸ ἔγκλημα, μάτην ἡμῖν ἡ ζήτησις γίνεται· δεῖ γὰρ, ὥς φησιν Ἰσοκράτης, τὰ ἀφανῆ ἐκ τῶν φανερῶν ταχίστην ἔχειν τὴν διάγνωσιν· φανερὰ δὲ λέγομεν τὰ σημεῖα, οὐχ ὡς τοῦ πράγματος ὄντα δηλωτικὰ πάντως, ἀλλʼ ὁμολογούμενα ὑπὸ τοῦ κατηγόρου καὶ τοῦ φεύγοντος, καὶ δεῖ τὰ σημεῖα ταῦτα ἀνεύθυνα εἶναι· οὕτω γὰρ καὶ ὁ φεύγων παρρησιαζόμενος ὁμολογήσει αὐτά· ὅθεν ἡμῖν ἡ τῆς κατηγορίας ἀπορία καθίσταται· ἐκεῖθεν γὰρ τὸ ζητούμενον κατασκευάζομεν· καὶ δεῖ τὸν φεύγοντα πρὸς ταῦτα τῆς αἰτίας τῇ μεταθέσει χρήσασθαι· εἰ γὰρ μὴ χρήσεται, οὐδὲ ζήτησις ἔτι καταλείπεται· ἵνα δὲ σαφέστερον γένηται, ὃ λέγομεν, εἴπωμεν ἐπὶ παραδείγματος, ᾧ καὶ ὁ τεχνικὸς καὶ οἱ ἄλλοι πάντες κέχρηνται· πεφώραταί τις ἐπʼ ἐρημίας θάπτων νεοσφαγὲς σῶμα, καὶ φόνου φεύγει· ἰδοὺ γὰρ τὸ ἔγκλημα, ὡς ἔφαμεν, ἀφανές· ἄδηλον γὰρ, τίς ἐστιν ὁ ἀνῃρηκώς· τὸ δὲ σημεῖον φανερὸν καὶ ὁμολογούμενον ὑπʼ ἀμφοῖν, τὸ θάπτειν τὸ νεοσφαγὲς σῶμα, καὶ ἀνεύθυνον πάντη· ἀπὸ δὲ τούτου πειρᾶται ὁ μὲν κατήγορος δεῖξαι, ὅτι πεφόνευκεν, ὁ δὲ φεύγων, ὅτι οὐ πεφόνευκεν· ἀλλʼ ἀναφέρει ἐπί τινα ἀνεύθυνον αἰτίαν, ἐπὶ ἔλεον τυχὸν ἤ τι τοιοῦτον.

Φησὶ τὸ συνεστηκὸς ἐκ τοῦ ζητήματος χρῆναι σκοπεῖν, οὐκ ἐκ τῶν προτάσεων, ἀλλʼ ἐρεῖ τις, ὅτι καὶ αἱ προτάσεις ἔχουσιν ἐν αὐταῖς τὸ ζήτημα, καὶ τὸ ζήτημα ἔχει ἐν αὐτῷ τὰς προτάσεις· ὥστε ταὐτὸν ἂν εἴη τὰς προτάσεις σκοπεῖν καὶ τὸ ζήτημα· καὶ ἔστι μὲν ὁ λόγος ἀληθής· ἐκ τοῦ ζητήματος δὲ λέγει δεῖν ὁ τεχνογράφος σκοπεῖν διὰ τὸ ἁπλούστερον· τὸ μὲν γὰρ ζήτημα ἓν καθεστὼς ἔχει τὰς προτάσεις ἐν αὐτῷ, αἱ δὲ προτάσεις δύο οὖσαι ἓν ἔχουσι τὸ ζήτημα ἐν ἑαυταῖς· ὅσῳ δὴ μεῖζον τὸ ἔχεσθαι ὑφʼ ἑνὸς τὰ δύο, ἢ ὑπὸ τῶν δύο τὸ ἓν, τοσούτῳ δικαιότερον ἐκ τοῦ ζητήματος ἢ ἐκ τῶν προτάσεων διασκέπτεσθαι τὸ συνεστηκός· ζητοῦσι δὲ, πῶς εἶπε τὸ προτεθέντος ζητήματος εἰ συνεστήκοι· εἰ γὰρ ζήτησις, πάντως καὶ συνεστηκός· φαμὲν δὲ, ὡς πρὸ τοῦ διασκέψασθαι, πότερον συνέστηκεν ἢ μὴ, συνέστηκεν, ὡς ζήτημα δὲ προφέρεται· τοιγαροῦν ὁ προτιθεὶς οὐκ ἂν τὸ ποιὸν ἐζήτει τῆς στάσεως, εἰ μὴ συνεστηκὸς αὐτὸ εἶναι ᾤετο.

`7.179`

δʹ. Φασί τινες, ὡς οὐδὲ τὸ φανερόν ἐστι ζήτημα. τὸ μὲν γὰρ ἀφανὲς ἀνυπόστατόν τε καὶ ἄδηλον· περὶ ὧν δὲ μὴ οἶδε, πῶς ἄν τις ζητήσειε, τὸ δὲ φανερὸν καὶ ὁμολογούμενον ἀνεξέταστον, ἀλλὰ πρὸς τοῦτό φαμεν, ὅτι οὐδὲ τὸ ἀφανὲς καθάπερ ἐστὶν ἀφανές. Τριῶν γὰρ ὄντων ἢ τὸ πρόσωπον ἢ τὸ πρᾶγμα ἢ τὴν γνώμην πάντως βούλεται ἔχειν ἐν τῷ φανερῷ, ὥστε ἐκ τοῦ φανεροῦ γίνεσθαι τὴν περὶ τοῦ ἀφανοῦς ζήτησιν· ἔπειτα οὐδὲ τῇ φύσει τοῦ πράγματός ἐστιν ἀφανὲς, ἀλλὰ τῇ γνώμῃ τοῦ δικάζοντος· οὐδὲ τὸ φανερὸν πάντη ἐστὶ φανερὸν, ἢ γὰρ κατὰ τὴν οὐσίαν ἐστὶ φανερόν, κατὰ δὲ τὴν ἰδιότητα οὐκέτι, ἢ κατὰ μὲν τὴν ἰδιότητα φανερὸν, οὐκέτι δὲ κατὰ τὴν ποιότητα· οἷον ἐν οἰκίσκῳ πόρρωθεν ὁρῶμέν τι καὶ ἐπιστάμεθα μὲν, ὅτι ἔστι τι ἐν αὐτῷ· τὴν δὲ ἰδιότητα αὐτοῦ ἀγνοοῦμεν, οὐ γὰρ οἴδαμεν, πότερον λίθος ἢ ξύλον ἢ ἄνθρωπος· ἢ πάλιν οἴδαμεν, ὅτι ἄνθρωπος, τουτέστι τὴν ἰδιότητα, οὐκέτι δὲ τὴν ποιότητα, πότερον Λάκων ἢ Ἀθηναῖος ἢ Ἴων· ἰστέον δὲ, ὅτι ἀφανὲς λέγεται τὸ κατʼ οὐσίαν· ἀφανὲς γὰρ κυρίως· τουτό ἐστι τὸ κατὰ αὐτὴν τὴν ὕπαρξιν ἄδηλον.

εʹ. Λέγει τήν τε εὕρεσιν ὁμοῦ, τουτέστι πῶς δεῖ εὑρίσκειν τὰς στάσεις καὶ ἑκάστης τῶν στάσεων ἀκριβῆ τὴν διδασκαλίαν ποιεῖται· οὐ γὰρ λέγει μόνον τὸ εὑρίσκον, ἀλλὰ καὶ τὸ εὑρισκόμενον.

`7.180`

ϛʹ. Ἐπιλαμβάνονται τοῦ ὅρου ὡς πλεονάζοντος καὶ ἐλλείποντος· πλεονάζει μὲν γὰρ, φαοὶ, διʼ ὧν εἶπεν, ἀδήλου πράγματος ἔλεγχος· συμπεριλαμβάνει γὰρ, φασὶ, καὶ ἄλλας τῶν στάσεων, εἴγε περὶ τῶν ἀδήλων καὶ ἐν ἄλλαις ζητοῦμεν, ἀλλὰ πρόκειται τὸ οὐσιωδῶς, ὅπερ οὐδεμιᾷ τῶν ἄλλων στάσεων κοινωνεῖ· τὸ μὲν οὖν δοκεῖν πλεονάζειν ταύτῃ ἐπελυσάμεθα· φασὶ δὲ αὐτὸν καὶ ἐλλείπειν· πρῶτον μὲν καθὰ τὸ σημεῖον οὐκ ἐν παντὶ στοχασμῷ καθέστηκε φανερόν· ἀλλʼ εἰσί τινες, οἳ καὶ τὸ σημεῖον ἀφανὲς ἔχουσιν, ὡς οἱ συγκατασκευαζόμενοι, οἷον ἐν τῷ παραπρεσβείας, ἀπώλεσας, φησὶν, Αἰσχίνη Φωκέας, τῷ δῆλον; ἐδωροδόκησας γὰρ, τοῦτο αὐτὸ ἀφανὲς καὶ δεῖται κατασκευῆς ἑτέρας· πρὸς οὖν τοῦτο λεκτέον, ὡς ἐν τῷ τοιούτῳ στοχασμῷ, φημὶ δὴ τῷ συγκατασκευαζομένῳ, τὸ μὲν πρῶτον ἀφανές ἐστι τὸ σημεῖον· τὰ δʼ ἑξῆς, τουτέστι τὰ τούτου κατασκευαστικὰ, φανερά· εἰ γὰρ εἴη καὶ ταῦτα ἀφανῆ, οὐκ ἂν ἀπόδειξις ἐντεῦθεν γένοιτο· πῶς γὰρ ἄν τις τὸ ἀφανὲς ἐξ ἀφανῶν πιστώσαιτο· ὥστε καὶ οὗτοι ἀπό τινος ὁρμῶνται φανεροῦ σημείου· οὐ γὰρ εἶπε πρώτην ἢ δευτέραν τυχὸν, ἀλλʼ ἁπλῶς ἀπό τινος φανεροῦ σημείου· ἔπειτα, φασὶ, καὶ καθʼ ἕτερον ἐλλείπει ὁ ὅρος· ἔδει γὰρ εἰπεῖν εἰκότων ἢ σημείου· τὰ μὲν γὰρ τοῦ προσώπου ἀποδεικτικὰ εἰκότα καλεῖν εἰώθαμεν, τὰ δὲ τοῦ πράγματος σημεῖα, καὶ αὕτη διαφορὰ σημείου καὶ εἰκότων· ἠγνοήκασι δὲ, ὅτι τὸ σημεῖον γενικόν ἐστι, καὶ διαιρεῖται εἴς τε εἰκὸς καὶ ὁμώνυμον αὐτῷ σημεῖον· εἴρηται οὖν ἐνταῦθα σημεῖον γενικώτερον, ὅπερ ἔχει ἐν αὐτῷ καὶ τὸ εἰκὸς καὶ τὸ σημεῖον.

`7.181–7.182`

ζʹ. Ὑπογράψας διὰ τῆς μεθόδου τὴν στάσιν, ἀποδίδωσιν αὐτῆς καὶ τὸν ὁρισμόν· «στοχασμός ἐστιν ἄρνησις παντελὴς τοῦ ἐπιφερομένου ἐγκλήματος·» σαφέστερον δʼ ἂν εἴη εἰρηκὼς ὁ Ἑρμογένης προσθεὶς τὸ οὐσιωδῶς· ἐν ἁπάσαις γὰρ ταῖς στάσεσιν ὁ φεύγων ἀρνεῖται τὸ ἐπιφερόμενον ἔγκλημα· πρόσκειται δὲ ἔλεγχος, ἀλλʼ οὐ ζήτησις πρὸς ἀντιδιαστολὴν τῶν ἐν ταῖς ἄλλαις τέχναις ζητημάτων· ζήτημα γὰρ λέγομεν καὶ ἐπὶ τῶν κατὰ φιλοσοφίαν ἀδήλων, καὶ ἐπὶ τῶν ἰατρικῶν, καὶ ἐν ταῖς ἄλλαις τέχναις ὡσαύτως· ἔλεγχον ἐπὶ μόνων τῶν κατὰ ῥητορικὴν, διὰ τὴν ἐπιφερομένην παρὰ τοῦ δικαστοῦ ψῆφον· ἐπὶ γὰρ τῶν τοιούτων ἐφʼ οἷς ὥρισται τιμωρία ἔλεγχος λέγεται, τὸ δὲ οὐσιώδης καλῶς ἔφη, ἵνα μάθωμεν τὴν πρὸς τὰς ἄλλας στάσεις διαφορὰν τοῦ στοχασμοῦ τὸ περὶ τῆς οὐσίας καὶ ὑπάρξεως ἔχειν τὴν ζήτησιν· ζητεῖται μὲν γὰρ καὶ ἐν ἐκείναις ἀφανές· οὐ μέντοι καὶ οὐσιωδῶς· στοχασμοῦ γὰρ τοῦτο μόνου· τοῦ δὲ ὁρισμοῦ γένος ἐστὶ τὸ ἀδήλου πράγματος· ἐν πάσῃ γὰρ στάσει ἄδηλόν ἐστι πρᾶγμα ἐξεταζόμενον, ὡς ἐν ἀντιλήψει ἄδηλον, ἔξεστιν ἢ μὴ, εἰ γὰρ δοίημεν ἐξεῖναι ὁμολογουμένου πράγματος ἀσύστατον ἔσται καὶ ἐν πράγματι καὶ τὸ μέλλον ἄδηλον· τὸ δὲ ἴδιον τοῦ στοχασμοῦ οὐσιωδῶς· καλῶς δὲ καὶ τὸ ἀπό τινος φανεροῦ σημείου· ἀφανὲς γὰρ ἀφανεῖ οὐ δύναται κατασκευασθῆναι· τινὲς δέ φασιν ἐναντιοῦσθαι ἑαυτῷ τὸν τεχνικὸν, ἐν μὲν τῷ τοῦ ἀσώτου ζητήματι πρᾶγμα εἶναι λέγοντι ἐξεταζόμενον τὴν ἀφάνειαν, ὡς σημεῖον τοῦ τεθνάναι αὐτὸν, ἐνταῦθα δὲ ἀπό τινός φησι φανεροῦ σημείου· ἀλλὰ δεῖ εἰδέναι, ὅτι εἰ καὶ βούλεται ὁ τεχνικὸς ἐν τῷ ἀσώτῳ ἐξετάζεσθαι τὸ ζήτημα, καὶ ὡς σημεῖον παραλαμβάνεσθαι τὴν ἀφάνειαν, οὐ διαμάχεται ἑαυτῷ, ἔστι γὰρ φανερὸν τὸ πρᾶγμα καὶ ὁμολογούμενον. τὰ γὰρ σημεῖα φανερά φαμεν εἶναι οὐχ ὡς ὄντα τῶν ἐγκλημάτων δηλωτικά· ἢ γὰρ ἂν οὐδὲ ζήτημα κατελείπετο, εἰ φανερῶς καὶ αὐτόθεν τὸ σημεῖον ἐδήλου τὸ ἔγκλημα· ἀλλά φαμεν τὰ σημεῖα φανερὰ εἶναι, ὡς πράγματα γεγενημένα ὑπὸ τοῦ κατηγόρου καὶ τοῦ φεύγοντος· εἰ τοίνυν ὁμολογεῖ εἶναι καὶ ὁ ἄσωτος ἀφανῆ τὸν πατέρα, πάντως ὁμολογεῖται, ὅτι φανερόν ἐστι τὸ σημεῖον· καὶ οὐκ ἐναντιοῦται ὁ τεχνικὸς ἑαυτῷ.

ηʹ. Ἀτελοῦς στοχασμοῦ παράδειγμα δίδωσιν, ἵνα μὴ τελείου δοὺς δόξῃ τὸν ἀτελῆ ἀποδιιστᾷν ἐκ τῶν στοχασμῶν· ἀτελὲς γὰρ δέδωκε καὶ τὸν τέλειον συνεισήνεγκεν· εἰ γὰρ ἐκεῖνος ἐν στοχασμοῖς, πολλῷ μᾶλλον ὁ τέλειος· ἀλλʼ ἐνταῦθα μὲν ἀπὸ τοῦ θάπτειν φανεροῦ ὄντος ἀφανές τι πρᾶγμα οὐσιωδῶς, τίς ὁ φονεύσας, ζητοῦμεν· τί δʼ ἂν εἴποιμεν ἐπὶ τοῦ ἀπὸ γνώμης στοχασμοῦ· ἄνωθεν ἔλαβεν· ἡ μητρυιὰ ἐν δόξῃ μανίας τὸν υἱὸν ἔτρωσε, τὸν δὲ πρόγονον ἀπέκτεινε· δῆλον γὰρ ἐνταῦθα καὶ τὸ φονεῦσαν πρόσωπον· πῶς οὖν οὐσιωδῶς, τίς ὁ φονεὺς, ζητοῦμεν; καί φαμεν ὡς ἄδηλον ἐὰν ἡ μητρυιὰ πεφόνευκεν· εἰ γὰρ ἡ μανία αἴτιος, ἡ μητρυιὰ πάντως ἀναίτιος.

Περὶ ὅρου.

`7.183`

Τὸ κρινόμενον διελὼν εἰς τὸ ἀφανὲς καὶ τὸ φανερὸν, εἶτα τὸ ἀφανὲς ἀπολαβὼν καὶ τὸν στοχασμὸν ὁρισάμενος, νῦν τὸ φανερὸν ὑποδιαιρεῖ εἰς τὸ ἀτελὲς καὶ τὸ τέλειον, ἵνα ἀπὸ τοῦ ἀτελοῦς τὸν ὅρον δείξῃ γινόμενον· ἑρμηνεύει δὲ τί ποτέ ἐστι τὸ ἀτελές.

`7.184`

βʹ. Διελὼν τὸ κρινόμενον πρᾶγμα, τουτέστι τὸ ἔγκλημα εἰς ἀφανές τε καὶ φανερὸν, καὶ εἰπὼν, ὅτι τὸ ἀφανὲς ποιεῖ τὴν στοχαστικὴν στάσιν, καὶ διδάξας αὐτῆς ἐν συντόμῳ τὴν δύναμιν, νῦν καὶ τὸ φανερὸν διαιρεῖ καί φησιν, ὅτι τὸ φανερὸν ἢ ἀτελές ἐστιν ἢ τέλειον· φανερὸν δὲ λέγει οὐ τὸ τοῖς δικασταῖς ὁμολογούμενον, ἢ γὰρ ἂν οὐδὲ κρίσις ἦν, ἀλλὰ προειλημμένον ἐγίνετο· ἀλλὰ φανερὸν τῇ οὐσίᾳ· κρινόμενον δὲ νῦν λέγει τὸ ἐνεργηθὲν ἤτοι τὸ ἐκ τῆς ἐνεργείας γεγονὸς, περὶ οὗ ἡ κρίσις· πάλιν τὸ ἀτελὲς διττόν ἐστιν ἐνταῦθα· ἢ γὰρ τῇ ἐνεργείᾳ καὶ τῇ πράξει τοῦ φεύγοντός ἐστιν ἀτελὲς ἢ πρὸς τὴν φωνὴν τοῦ κατηγόρου· τῇ μὲν ἐνεργείᾳ, ὡς ἐπὶ τοῦ τὸ κενοτάφιον ὀρύξαντος, καὶ κρινομένου τυμβωρυχίας· τὸ μὲν γὰρ ὀρύξαι τὸν τάφον καὶ αὐτὸς ὁμολογεῖ ὁ φεύγων· τὸ δὲ τυμβωρυχῆσαι οὐδʼ ὅλως πέπρακται· κατὰ δὲ τὴν φωνὴν τοῦ κατηγόρου, ὡς ἐφʼ οὗ παρέθετο ζητήματος· ἐνταῦθα γὰρ ἡ μὲν φωνὴ τοῦ κατηγόρου μείζων ἐστὶν, ὁ δὲ φεύγων ἀνθαιρεῖται τὸ ἔλαττον· καὶ ἡ μὲν πρᾶξις τελεία· εἰσῆλθε γὰρ εἰς τὸ ἱερὸν, καὶ τὰ χρήματα ἀφείλετο· πρὸς δὲ τὴν τοῦ κατηγόρου φωνὴν ἀτελὴς ἡ πρᾶξις.

γʹ. Μετὰ τὸ ἀφανὲς ἐπὶ τὸ φανερὸν μέτεισιν· ὑποδιαιρεῖ δὲ αὐτὸ εἴς τε ἀτελὲς καὶ εἰς τέλειον· καὶ διαλαμβάνει πρῶτον περὶ τοῦ ἀτελοῦς, εἰκότως· τὸ γὰρ ἀτελὲς πρότερον φύσει τοῦ τελείου· εἴγε τὸ τέλειον ὅλον ἐστὶ, τὸ δὲ ὅλον μερῶν ἐστιν ὅλων. τὸ δὲ μέρος ἀτελὲς ὡς τέλος ἐκ τοῦ ἀτελοῦς γίνεσθαι πέφυκεν· ἔπειτα καὶ καθʼ ἕτερον λόγον εἰκότως τὸν περὶ ἀτελοῦς λόγον ἐποιήσατο πρῶτον οἷα δὴ μονοειδοῦς ὄντος· μένει γὰρ οὐχ ὑποδιαιρούμενον. τὸ δὲ τέλειον οὐχ οὕτως· πρῶτον ἄρα εὐλόγως τὸν περὶ τοῦ ἁπλουστέρου πεποίηται λόγον.

δʹ. Ἀκριβῶς τὸ ὡς λείποντος πρόσκειται· τὸ γὰρ πρᾶγμα τέλειόν ἐστι φύσει· οὐδὲν γὰρ ἀτελὲς εἰς δικαστήριον εἰσάγεται· ἀλλὰ περὶ τοῦ ὀνόματός ἐστιν ἡ ζήτησις. τοίνυν ἡ τοῦ ὅρου ἀτέλεια περὶ τὸ σχεῖν ὄνομα, διὸ καὶ ἐπάγει, ὄνομά τε εὐθὺς γίνεται καὶ οὐκέτι λαμβάνει, φησὶν, ὄνομα τὸ πραχθὲν καὶ οὐκέτι περὶ τοῦ ὀνόματος ἀμφιβάλλεται, ἀλλὰ τέλειον γίνεται.

εʹ. Εἴπερ τῷ ἀτελεῖ κατὰ τὸν αὐτοῦ λόγον προστιθέμενόν τι ὡς λεῖπον ἀσύστατον αὐτὸ ποιεῖ διὰ τὸ ὁμολογούμενον γίνεσθαι, πῶς τὸ τέλειον συνεστάναι δύναται; ἐλέγομεν γὰρ τοῦ φανεροῦ τὸ μὲν ἀτελὲς, τὸ δὲ εἶναι τέλειον· ῥητέον οὖν, ὅτι ζήτημα αὐτό φησι μὴ ἐπιδέχεσθαι περὶ τῆς ἰδιότητος, ὅπερ ἔστι τῆς ὁριστικῆς στάσεως· ζητεῖσθαι δὲ κατὰ τὴν ποιότητα.

`7.185`

ϛʹ. Ἐκεῖνο ἀτελὲς, ὃ καθʼ ἑαυτὸ μὲν ὀνομασθῆναι, τί ποτέ ἐστιν, οὐ δύναται· διὰ γὰρ τοῦτο καὶ τὴν ἰδιότητα λέγομεν ἐν τῷ ὅρῳ ζητεῖσθαι. ὥσπερ τὴν ὕπαρξιν ἐν τῷ στοχασμῷ· προστεθέντος δὲ αὐτῷ τινος τηνικαῦτα καὶ ὀνομάζεται· τὸ δὲ τοιοῦτον δηλονότι τὸ ἀτελές.

ζʹ. Πάλιν ἐνταῦθα ἐκ γένους καὶ συστατικῶν διαφορῶν διαστελλουσῶν τὸ ὁριζόμενον ὁ ὅρος τέθειται· οὗ ἑκάστης λέξεως τὰ ἀντιδιῃρημένα καὶ αὐτὸς ἀναθεωρῶν γνοίης.

`7.186`

ηʹ. Ἠπόρηται, πῶς εἶπεν ὀνόματος ζήτησις, τὸ γὰρ περὶ ὀνομάτων ἀμφισβητεῖν γραμματικῶν, οὐ ῥητόρων. ὑποληπτέον δὲ πρὸς τοῦτο, ὡς μάλιστα μὲν προσέθηκε τὸ περὶ πράγματος· ὥστε οὐχ ἁπλῶς ὄνομα· ἔπειτα τὸ ὄνομα ἐπὶ τούτῳ ὁμολογουμένην ἔχει τὴν τιμωρίαν· ὥσπερ εἴπερ ἐφαρμόσει τὸ ὄνομα τῷ ὑποκειμένῳ, καὶ τὸ τῆς μωρίας εὐθὺς ἕπεται· ἐπιλαμβάνονται δὲ τοῦ ὅρου κατὰ τὸ ἐλλεῖπον. φασὶ γὰρ, ὅτι τεττάρων ὄντων εἰδῶν τοῦ ὅρου ἓν παρέθετο μόνον τὸ ἔχον τὸ μὲν πεπραγμένον, τὸ δὲ ἐλλεῖπον· τὸ δὲ τέλειον ἢ τὸ ἀτελὲς πάντη ἢ τὸ πλεονάζον, οὐδαμῶς· τέλειον μὲν οὖν, οἷον νόμος, τὸν καινὸν ὅπλον ἀνευρίσκοντα δωρεὰν αἰτεῖν· ἵππον τις πρῶτος διδάξας πολεμιστὴν ἀξιοῖ τυχεῖν τῆς δωρεᾶς· ἐνταῦθα γάρ φασιν οὐδὲν ἐλλείπειν· λέληθε δὲ αὐτοὺς, ὅτι τὸ μὲν αὐτοῦ πέπρακται, τὸ δὲ ἐλλείπει· πέπρακται μὲν τὸ ἀνευρεῖν ἵππον πολεμιστὴν, ἐλλείπει δὲ τὸ, εἰ τῷ νόμῳ τοῦτο ὅπλον δοκεῖ καινόν. εἰ δὲ μὴ βούλονται οὕτως ἐλλείπειν αὐτὸ, ἀσύστατον ἔσται, ὡς οὐκ ἐπιδεχόμενον ζήτημα τῷ ὁμολογούμενον εἶναι· ἀτελὲς δέ φασι πάντη, οἷον ἀνασχόμενός τις τὰς χεῖρας πολλάκις ἐπὶ τῷ πλῆξαι μὴ πλήξας ὕβρεως κρίνεται· ἐνταῦθα γὰρ, φασὶν, οὐδὲν πέπρακται· ἀλλʼ ἐροῦμεν, ὅτι πέπρακται μὲν τὸ ἀνασχεῖν τὰς χεῖρας, ἐλλείπει δὲ τὸ πλῆξαι. ὁ ἀτελὴς, οὗ τὸ μὲν πέπρακται, τὸ δὲ λείπει, εἴρηται τῷ τεχνικῷ· τοῦ δὲ πλεονάζοντος, οἷον νόμος, τοὺς τελείους ἱερᾶσθαι, τοὺς δὲ μὴ τελείους ἀπείργεσθαι, περιττόν τις ἔχων δάκτυλον πρόσεισι τοῖς ἱεροῖς καὶ κωλύεται· ἀλλὰ κἀνταῦθα πέπρακται μὲν τὸ πέντε κεχρῆσθαι δακτύλοις, λείπει δὲ τὸ περιττὸν ἔχειν· τὸ γὰρ περιττὸν οὐ κατὰ φύσιν, τὸ δὲ μὴ κατὰ φύσιν ἀτελές· ταῦτα περὶ τοῦ μὴ δεῖν οἴεσθαι ὅρον ἄλλως ἔχειν, ἢ κατὰ τὸ ἐλλεῖπον καὶ τὸ πεπραγμένον, οἷον τὸ ἐξ ἱεροῦ, μετὰ δὲ τὸν ὅρον ἐπάγει παράδειγμα. ἐφʼ ἑκάστης γὰρ στάσεως πρῶτον μὲν τὴν μέθοδον, εἶτα τὸ ὄνομα τῆς στάσεως, εἶτα τὸν ὅρον, εἶτα τὸ παράδειγμα ἀποδίδωσιν, ἕνεκα τοῦ σαφῆ τὴν διδασκαλίαν ποιήσασθαι.

θʹ. Τὸ μὲν ὄνομα ὁ ἱερόσυλος, περὶ οὗ ἡ ζήτησις, τὸ ἀμφισβητήσιμον ἐκ τοῦ πράγματος ἔχει, οὗ τὸ μὲν πέπρακται, ἡ ἐξ ἱεροῦ ἀφαίρεσις, τὸ δὲ ἐλλείπει, τὸ ἱερὰ εἶναι τὰ χρήματα· καὶ διὰ τοῦτο ἀμφίβολος ἡ κλῆσις, μήτε κλέπτου καλουμένου τῷ ἐξ ἱεροῦ γεγενῆσθαι τὴν ἀφαίρεσιν, μήτε ἱεροσύλου τῷ μὴ ἱερὰ εἶναι τὰ χρήματα, ὅπερ εἰ προστεθῇ, σαφὴς ὁ κεκλοφὼς ἱερόσυλος καὶ τὸ κρινόμενον ἀνεξέταστον.

Περὶ πραγματικῆς.

`7.187`

αʹ. Φυσικωτάτη ἡ τάξις ἀπὸ τοῦ ἀφανοῦς ἐπὶ τὸ φανερὸν μὲν, ἀτελὲς δὲ, ἀπὸ τοῦ ἀτελοῦς ἐπὶ τὸ τέλειον καὶ τὴν ποιότητα καταντήσασα, περὶ ἣν αἱ ἄλλαι τῶν στάσεων καταγίνονται· οὐ γὰρ εἰ γέγονε ζητοῦμεν ἐν αὐταῖς ἢ οὐ γέγονεν ἢ παρὰ τίνος γέγονεν· οὐδʼ εἰ ἀπήρτισται τὸ γεγονὸς ἢ οὐκ ἀπήρτισται, ἀλλὰ τοῦ πράγματος φανεροῦ καὶ τελείου τυγχάνοντος, εἰ δίκαιον ζητοῦμεν ἢ ἄδικον, εἰ λυσιτελὲς ἢ ἀσύμφερον ἢ ἔννομον τὸ συμβὰν ἢ παρὰ νόμον, ὃ καὶ ποιότητα γενικὴν ὀνομάζομεν. ποιότητα μὲν, ὅτι ὁποῖόν τι καὶ ποταπὸν τὸ πρᾶγμα ἐξετάζομεν· γενικὴν δὲ ὅτι περιεκτικὴ πλειόνων καὶ διαφόρων γίνεται στάσεων. Γένος γὰρ λέγεται τὸ κατὰ πλειόνων καὶ διαφερόντων τῷ εἴδει ἐν τῷ τί ἐστι κατηγορούμενον· ἀλλʼ ἐνταῦθά τις ἡμῖν μεγίστη ζήτησις ἀνεφύη, πῶς καὶ τὴν πραγματικὴν περὶ πράγματος μήπω γεγονότος ἀλλὰ γενέσθαι μέλλοντος τὴν ζήτησιν ἔχουσαν, οὐ μετὰ τοῦ στοχασμοῦ καθʼ ὃν ἡ οὐσία τοῦ πράγματος, ἀλλὰ μετʼ ἐκείνων ὁ τεχνικὸς τῶν στάσεων ἔταξε, καθʼ ἃς ἡ ποιότης τοῦ πράγματος ἐξετάζεται· καί φαμεν ὅτι καὶ κατὰ τὴν πραγματικὴν εἰ καὶ μέλλοντος πράγματος ἔχει τὴν ζήτησιν, οὐ τὴν οὐσίαν ζητοῦμεν, εἰ ἔχει φύσιν γενέσθαι ἢ μὴ, ἀλλὰ τὴν ποιότητα, εἰ συμφέρον τὸ πρᾶγμά ἐστιν ἢ ἀσύμφορον· ἐπὶ δὲ τοῦ στοχασμοῦ ἡ μὲν ποιότης δήλη καὶ φανερά· οἷον ὅτι κακὸν ὁ φόβος. ἀλλὰ ζητεῖται, εἰ γέγονε περὶ τοῦ τὸ νεοσφαγὲς σῶμα θάπτοντος· καὶ ὅτι καλὸν ἡ τοῦ τυράννου ἀναίρεσις· ἀλλὰ ζητεῖται, εἰ παρὰ τοῦ μάγου ἀνῄρηται τοῦ ἐπαγγελλομένου τριάκοντα ἐντὸς ἡμερῶν τὸν τύραννον ἀνελεῖν· ἀστραπῆς δὲ κατενεχθείσης καὶ ἀνελούσης αὐτόν· καλῶς ἄρα καὶ ἡ πραγματικὴ ταῖς ὑπὸ τὴν ποιότητα τεταγμέναις συνηρίθμηται στάσεσιν, εἰ καὶ περὶ μέλλοντος πράγματος ἔχει τὴν ζήτησιν.

`7.188`

βʹ. Ἐπιλαμβάνονται αὐτοῦ τινες, ὡς οὐ καλῶς εἰπόντος γενικόν· ἔδει γὰρ, φασὶν, εἰπεῖν γενικώτατον, εἴγε ἔχει γένος ὑφʼ ἑαυτὸ ἐπάλληλον, ἀλλʼ ἐροῦμεν, ὡς οὐ πᾶν ἔχον γένος ὑπάλληλον τοῦτο πάντως γενικώτατον γένος· ἀκριβῶς γὰρ σκοποῦντι ἓν μόνον ἐστὶ γένος τὸ γενικώτατον ἡ οὐσία.

γʹ. Ζητοῦσι διὰ τί ἐν τῇ διαιρέσει περί τε τὴν ποιότητα τὸ ἴδιον αὐτῆς βουλόμενος εἰπεῖν καὶ περὶ τί καταγίνεται, φησίν· οἷον εἰ δίκαιον, εἰ συμφέρον, εἰ νόμιμον, δοκεῖ γὰρ τὴν πραγματικὴν ἐνταῦθα περιλαμβάνειν· πρὸς ὅ φαμεν, ὅτι ἀληθῶς μὲν καὶ ἡ πραγματικὴ περὶ ταῦτα καταγίνεται· οὐ μέντοι περὶ αὐτῆς νῦν, ἀλλὰ καθόλου περὶ τῆς ποιότητος ἀποφαινόμενός φησιν, ὅτι δίκαιόν ἐστιν ἢ συμφέρον ἢ νόμιμον· τινὲς δέ φασιν, ὅτι διὰ μὲν τοῦ δικαίου δηλοῖ τὰς δικαιολογίας, διὰ δὲ τοῦ συμφέροντος τὴν ἀνάστασιν, διὰ δὲ τοῦ ἐννόμου τὰς νομικάς· ἀλλά φαμεν, ὅτι ἡ ἀντίστασις μία τῶν δικαιολογικῶν ἐστιν, εἰ τοίνυν ἐδήλου τὰς δικαιολογικὰς διὰ τοῦ δικαίου, συμπεριελάμβανε καὶ τὴν ἀντίστασιν, μέρος γὰρ τῆς δικαιολογίας· δεῖ οὖν νοεῖν, ὅτι κοινῶς, φησὶν, περὶ ταῦτα τὰ τρία εἰλοῦνται αἱ στάσεις, οἷον ἡ δικαιολογικὴ περὶ τὸ δίκαιον καὶ συμφέρον, ἡ πραγματικὴ, ὁμοίως ἡ ἔγγραφος· αἱ νομικαὶ περὶ τὸ δίκαιον καὶ νόμιμον ἢ ὅτι ἐν πάσαις ταῖς ὑπὸ τὴν ποιότητα στάσεσι ταῦτα κοινῶς ζητοῦμεν, εἰ δίκαιον, εἰ συμφέρον, εἰ νόμιμον.

δʹ. Τοῦτο περιττῶς κεῖται· κατασκευάζοντες γὰρ τὸ νόμιμον, εἰ δίκαιον, εἰ συμφέρον, καὶ τὰ ἐναντία τούτων ἀνατρέπομεν, ἢ ὡς πρὸς τὰ δύο πρόσωπα τοῦ κατηγόρου καὶ τοῦ φεύγοντος, ὁ μὲν γὰρ κατασκευάζει ὅτι νόμιμον, ὁ δὲ, ὅτι παράνομον, ἐκ τῶν ἐναντίων ὡρμημένος.

`7.189`

εʹ. Κοινὸν ὄνομα τὴν ποιότητα εἶπε τῶν κατὰ ποιότητα ἐξεταζομένων στάσεων· ἡ γὰρ ποιότης ὡς οὖσα πολυειδὴς οὐ στάσις ἀλλὰ μήτηρ ἐστὶ στάσεων· πλὴν γὰρ στοχασμοῦ καὶ ὅρου αἱ λοιπαὶ πᾶσαι ἐντεῦθεν ὥρμηνται· ὥσπερ δέ φαμεν κοινὸν εἶναι τὸ ζῶον, εἴδη δὲ, οἷον ἄνθρωπος, κύριον δὲ, οἷον Σωκράτης, οὕτως κοινὸν μὲν ἡ ποιότης οἷον γενικώτατον· γένος δὲ γενῶν ἐστιν· εἴδη δὲ ταύτης, οἷον αἱ λογικαὶ καὶ νομικαὶ, κύριαι δὲ, οἷον ἀντίληψις, ἀντίστασις καὶ αἱ λοιπαί· ἡ οὖν δικαιολογία εἰδικὸν οὖσα καὶ γένος τῶν ὑπʼ αὐτὴν καὶ ἐξ αὐτῆς στάσεών ἐστι· καὶ αἱ ἀντιθέσεις ὁμοίως ὑπὸ τὴν ποιότητά εἰσιν, οὖσαι καὶ αὗται γένη μερικώτερα.

ϛʹ. Ἐὰν πρόκειται, φησὶ, στάσεως ἐξέτασις, ἂν μήτε ἀφανὲς παντάπασιν ᾖ, μήτε ἐν μέρεσι μὲν ὁμολογούμενον, ἐν μέρει δὲ τὴν ἀμφισβήτησιν ἔχον· οἱονεὶ περὶ τὴν ἰδιότητα ἐπισκοπεῖν χρὴ καὶ ζητεῖν εὐθέως τὴν ποιότητα γνῶναι, πότερον κατὰ ῥητόν ἐστιν ἡ ἀμφισβήτησις ἢ κατὰ πρᾶγμα· κἂν μὲν περὶ πρᾶγμα ᾖ, ἀνάγκη ἢ περὶ μέλλοντος εἶναι ἢ περὶ παρῳχημένου· ἐὰν δὲ περὶ ῥητὸν, τὰς νομικὰς ἀμφισβητήσεις ποιεῖ.

ζʹ. Ζητητέον, πῶς πρότερον τῶν περὶ ῥητὸν ἐμνήσθη· εἶθʼ οὕτως τῶν περὶ τὸ πρᾶγμα· φησὶ μὲν τοίνυν ὁμολογουμένως μὲν προτιμότερα καθεστάναι τὰ πράγματα τῶν νόμων· διὰ γὰρ τὰ πράγματα οἱ νόμοι παρελήφθησαν, οὐ διὰ τοὺς νόμους τὰ πράγματα. ἔπειτα καὶ πρεσβύτερα τῶν νόμων τὰ πράγματα· οὐ μὴν ἀλόγως ἀντεστράφθαι τὴν τάξιν ὑπὸ τοῦ τεχνικοῦ· ἀνωτέρω μὲν γὰρ εὐθὺς εἰκότως κατὰ τὸν τούτων λόγον προέταξε τὸ πρᾶγμα τοῦ ῥητοῦ· ἐνταῦθα δὲ προέταξε τὸ ῥητὸν, ἐπειδὴ περὶ τούτου μὲν ἀναβάλλεται τέως εἰπεῖν.

`7.190`

ηʹ. Διελὼν τὸ κρινόμενον εἰς τὸ ἀφανὲς καὶ τὸ φανερὸν, τὸ δὲ φανερὸν ὑποδιελὼν εἰς τὸ ἀτελὲς καὶ τὸ τέλειον, εἶτα τὸ τέλειον γενικῶς ὀνομάσας ποιότητα, ὑποδιαιρεῖ πάλιν ταύτην εἰς πρᾶγμα καὶ εἰς ῥητόν· καὶ τὸ μὲν ῥητὸν νομικὴν στάσιν ἀποκαλεῖ γενικῶς, ὡς πλειόνων ὂν στάσεων περιεκτικόν· ὅθεν καὶ εἰς ὕστερον εἰπεῖν ἐπαγγειλάμενος τὰ περὶ ἑαυτοῦ οὐκ εἶπε, περὶ οὗ ὕστερον ἐροῦμεν, ἀλλὰ περὶ ὧν ὕστερον ἐροῦμεν· πρὸς τὰ εἴδη τὸν λόγον, οὐ πρὸς τὸ γένος ἀποδιδοὺς, ἀποστὰς δὲ τοῦ ῥητοῦ καὶ τὸ πρᾶγμα ἀπολαβὼν λογικὴν τὸ τοιοῦτο κατονομάζει.

`7.191`

θʹ. Ἀπορήσει τις, πῶς διαιρεῖ φάσκων ἕτερον εἶναι τὴν νομικὴν καὶ ἕτερον τὴν λογικὴν, ὡς μὴ οὔσης τῆς νομικῆς λογικῆς, εἴγε ἡ πᾶσα ῥητορικὴ λογική ἐστιν· ἐλέγομεν γὰρ δύο τέχνας εἶναι λογικάς· τὴν διαλεκτικήν τε καὶ ῥητορικήν· ῥητέον οὖν, ὅτι τῶν πίστεων αἱ μέν εἰσιν ἄτεχνοι, αἱ δὲ ἔντεχνοι· ἔντεχνοι μὲν αἱ διʼ ἐνθυμήματος καὶ παραδείγματος· ἄτεχνοι δὲ αἱ διὰ νόμων τε καὶ μαρτύρων· τὴν οὖν διὰ πίστεων ἐντέχνων γινομένην κατʼ ἐξαίρετον καλεῖ λογικὴν, ἀλλὰ τοῦτο οὐκ ἄν τις παραδέξαιτο· καὶ γὰρ αἱ νομικαὶ διὰ ἐνθυμημάτων καὶ παραδειγμάτων ἔχουσι πολλάκις τὰς στάσεις· καὶ ἔμπαλιν αἱ νομικαὶ διὰ νόμων τε καὶ μαρτύρων· δεῖ οὖν ἐκεῖνο λέγειν, ὅτι δυοῖν ὄντοιν, τοῦ ἀποδεικνυμένου καὶ τοῦ ἀποδεικνύντος, κυριώτερον τὸ ἀποδεικνύμενον· πρὸς οὖν τοῦτο καὶ τὰς στάσεις λαμβάνομεν· ἐὰν μὲν οὖν νόμος ᾖ ὁ ἀποδεικνύμενος, νομικὴν καλοῦμεν τὴν στάσιν· ἐὰν δὲ πρᾶγμα, ἁπλῶς λογικὴν εἶναι τὴν στάσιν ἐκδεξόμεθα, κἂν μυρίοι νόμοι πρὸς κατασκευὴν αὐτοῦ λαμβάνωνται· ζητοῦσι δὲ, πῶς κατὰ τὴν διαίρεσιν τῆς λογικῆς εὑρίσκομεν οὐδὲ τὸν στοχασμὸν οὐδὲ τὸν ὅρον περιεχόμενον; ἐροῦμεν δὲ ὡς οὐ περὶ πάσης ποιεῖται τῆς λογικῆς τὴν διαίρεσιν, ἀλλὰ περὶ τῆς ποιότητος μόνης. Ὁ δὲ στοχασμὸς ἢ ὁ ὅρος οὐ περὶ τὴν ποιότητα τὴν ζήτησιν ἔχουσιν, ἀλλʼ ὁ μὲν κατʼ οὐσίαν, ὁ δὲ κατὰ τὴν ἰδιότητα.

ιʹ. Ζητεῖται πῶς τὰ κατὰ μέλλοντα χρόνον τῶν κατὰ παρελθόντα προτέταχε. καὶ ἔστι μὲν ἀποδεῖξαι τὸν πρῶτον τοῦ παρῳχημένου θεωρητῷ λόγῳ τινὶ, ἀλλʼ ἵνα μὴ δόξῃ γραμματικῆς ἐρεσχελίας τὸ τοιοῦτο ἔχεσθαι, ἐκεῖνό φαμεν, ὅτιπερ συντομωτέρα ἡ τούτων διδασκαλία· βούλεται οὖν ἀπαλλαγεὶς ἐντεῦθεν οὕτως ἐπὶ τὰ πλείονος λόγου δεόμενα τραπέσθαι, ὅπερ πολλαχῶς ποιῶν φαίνεται.

ιαʹ. Ἐπιλαμβάνονταί τινες ὡς κακῶς εἰπόντος τὸ ἀμφισβήτησις· ἐν γὰρ τοῖς ὅροις, φασὶν, οὐ τὰ γενικώτερα, ἀλλὰ τὰ προσεχῆ γένη λαμβάνειν εἰώθαμεν. ἀλλʼ εἰ μὲν ὅρον ἀπεδίδου, τάχα ἂν οὐ κακῶς ἐπελαμβάνοντο· νῦν δὲ ὑπογραφὰς πασῶν ἀποδίδωσιν· ἡ δὲ ὑπογραφὴ, ὅπως ἂν ἔχοι, σημαίνειν μόνον τὸ ὑποκείμενον βούλεται.

`7.192`

ιβʹ. Τετάρτην διαίρεσιν· ὑποδιαίρεσις δὲ τρίτη· μετά γε τὴν πρώτην διαίρεσιν ὑποδιαιροῦσι τὰς λογικὰς εἴς τε τὸ παρῳχηκὸς καὶ τὸ μέλλον· τὸ δʼ οὖν μέλλον ἅπαν μίαν συλλήβδην περιλαβὼν στάσιν πεποίηται· οἷα μήπω ἐκβεβηκὸς εἰς ἐνέργειαν· ὡς γὰρ ἐπὶ τῶν μήπω εἰς φῶς ἐξεληλυθότων ἀνθρώπων ἑνὶ ὀνόματι τοῦ ἐμβρύου ἀρκούμεθα, τὰς ποικίλας μετὰ τὴν γένεσιν προσηγορίας ποιούμενοι, οὕτω καὶ ὁ τεχνικὸς τὴν φύσιν ἀπομιμούμενος τὸ τοῦ μέλλοντος χρόνου εἰς μίαν ἀπεκορύφωσε στάσιν. τὸ δὲ παρῳχηκὸς εἰς πλείους διεῖλε· τὴν δὲ περὶ τοῦ μέλλοντος στάσιν ὠνόμασε πραγματικὴν, ὡς ἐπὶ πρᾶξιν προτρέπουσαν, ὅπερ ἐπὶ τῶν ἄλλων οὐκ ἐποίησε στάσιν. οὐ γὰρ ἐπὶ πράξεις ἐκεῖναι προτρέπονται. ἀλλὰ τὸ ἤδη γεγονὸς ἢ γενέσθαι δοκοῦν ζητοῦσι καὶ δοκιμάζουσιν.

`7.193`

ιγʹ. Ἐδόκει τισὶν ὁ ὅρος οὐ περὶ πραγματικῆς καθεστάναι μόνης, ἀλλὰ περιλαμβάνειν καὶ ἑτέρας τῶν στάσεων. εἰσὶ γὰρ στοχασμοὶ, φασὶ, κατὰ τὸ μέλλον ἔχοντες τὴν ζήτησιν· οἷον νέος πλούσιος ἀποβλέψας εἰς τὴν ἀκρόπολιν ἐδάκρυσε, καὶ κρίνεται τυραννίδος ἐπιθέσεως. τὸ γὰρ εἰ τυραννήσει μέλλοντος καὶ οἱ κατὰ αἴτησιν δὲ ὅροι, φασὶ, περὶ τὸ μέλλον τὴν ζήτησιν ἔχουσιν· οἷον φιλόσοφος συνεχῶς παρὰ τὸν τύραννον εἰσιὼν, πείσας αὐτὸν καταθέσθαι τὴν τυραννίδα ὡς τυραννοκτόνος ἀξιοῖ δωρεὰν λαβεῖν. πᾶσα γὰρ αἴτησις, φησὶ, περὶ μέλλοντος πράγματος· ἐχρῆν δʼ αὐτοὺς ἀκριβέστερον διεξελθεῖν τὸν ὅρον· οὐ γὰρ εἶπεν ἁπλῶς ἀμφισβήτησις περὶ μέλλοντος πράγματος, ἀλλὰ προσέθηκεν· εἰ δεῖ γενέσθαι, τόδε τι ἢ μὴ γενέσθαι, ἢ δύναται ἢ μὴ δύναται· ὅπερ ἐν τῷ στοχασμῷ οὐκ ἔστιν. ἐκεῖ μὲν γὰρ περὶ τῆς οὐσίας ζητοῦμεν ἁπλῶς, εἰ γενήσεται· ἐνταῦθα δὲ περὶ τῆς ποιότητος, εἰ δεῖ γενέσθαι τόδε ἢ μὴ γενέσθαι· καὶ οὕτω μὲν τὸ τοῦ στοχασμοῦ ἀπολυόμεθα· τὸ δὲ τοῦ ὅρου ἐκείνως. Τινὲς μὲν προσγράφουσι τῷ κειμένῳ· ἢ δοῦναι τόδε τι ἢ μὴ δοῦναι· ἄμεινον δὲ μὴ παρεντιθέναι. ἀλλὰ κατὰ κοινοῦ τὸ ἄνω ἐκδέχεσθαι· εἰ δεῖ γενέσθαι τόδε τι ἢ μὴ γενέσθαι· ἢ δοῦναι ἢ μὴ δοῦναι, ἵνα ἀπὸ κοινοῦ τὸ τόδε τι λάβωμεν· τούτου δὲ οὕτως ἔχοντος οὐδὲ μία ἀμφιβολία καταλείπεται. ἐν μὲν γὰρ τῷ ὅρῳ ἡ ἰδιότης ἐστὶν ἡ ζητουμένη, εἰ τυραννοκτόνος· καὶ εἰ δεῖ λαβεῖν αὐτὸν ὅλως δωρεάν· ἐν δὲ τῇ πραγματικῇ οὐ περὶ τοῦ δοῦναι ὅλως ζητοῦμεν, ἀλλὰ περὶ τῆς ποιότητος, εἰ τήνδε χρὴ δοῦναι ἢ μή. ὡς εἰ πλάττοιμεν οὕτως· ἀνελών τις τύραννον ἀξιοῖ τὴν οὐσίαν αὐτοῦ λαβεῖν· ὅτι μὲν γὰρ δεῖ δοῦναί τινα δωρεὰν, ὁμολογούμενον· ἀλλʼ εἰ δεῖ ταῦτα δοῦναι, ἐστὶν ἡ ζήτησις· τυραννήσεις γὰρ, φησὶν, ὥσπερ ἐκεῖνος, εἰ λάβοις τὴν οὐσίαν αὐτοῦ.

`7.194`

ιδʹ. Ὁρᾷς, ὡς οὐκ ἔξω τοῦ δεδομένου ὅρου βέβηκεν ἡ ἐξήγησις· ἡ γὰρ βουλὴ καὶ ἡ σκέψις περὶ τοῦ γενέσθαι ἢ μὴ γενέσθαι ἢ δύνασθαι ἢ μὴ δύνασθαι, οἷον χρὴ, φησὶ, θάπτειν τοὺς ἐν Μαραθῶνι πεσόντας τῶν βαρβάρων. καὶ ὅλως περὶ τοῦ ποιῆσαι ἢ μὴ ποιῆσαι· καὶ περὶ πραγμάτων ὁ λόγος καὶ τῷ διώκοντι καὶ τῷ φεύγοντι· τοῦ μὲν προτρέποντος, τοῦ δὲ ἀποτρέποντος· ὥστε καὶ εἰκότως πραγματικὴ ἡ στάσις τῷ τεχνικῷ κατωνόμασται· φασὶν οὖν τινες, ὡς ἀπὸ τοῦ περιέχειν τὰς ὅλας ἐν ἑαυτῇ στάσεις πραγματικὴ ὠνομάσθη. τότε γὰρ νόμιμον αὐτῆς κεφάλαιον κατὰ μίαν τῶν νομικῶν ἐξετάζεται· καὶ τὸ δίκαιον κατὰ μίαν τῶν δικαιολογικῶν, ὥστε οὖν ταύτας ἐν ἑαυτῇ περιέχει· κἀντεῦθεν μᾶλλον πραγματικὴ ὠνομάσθη· ἀλλʼ εἰ διὰ τοῦτο φαίημεν αὐτὴν οὕτως ὀνομασθῆναι, ἔδει καὶ τὴν μετάληψιν ἐν τῷ παραγραφικῷ μὲν αὐτῆς μέρει τὰς νομικὰς περιέχουσαν, ἐν δὲ τῇ εὐθυδικίᾳ τὰς λοιπὰς τῶν στάσεων ὁμοιοτρόπως κληθῆναι· ἀλλʼ οὐκ ὠνόμασται οὕτως· φασὶ δὲ πάλιν, ὅτι διὰ τὸ τὸ ὅλον εἶδος τοῦ συμβουλευτικοῦ ἐν αὐτῇ ἀπειλῆφθαι πραγματικὴ ἐκλήθη· ἀλλʼ ἐχρῆν καὶ τὸ ἐγκωμιαστικὸν διὰ τὸ τὸ πανηγυρικὸν ἅπαν εἶδος ἐμπεριέχειν πραγματικὸν ὀνομάζεσθαι. ἀλλʼ οὐχ οὕτως ὠνόμασται· οὔκουν διὰ ταῦτα, ἀλλὰ διὰ τὴν προειρημένην αἰτίαν ἁρμόδιον ἂν εἴη τοῦ τῆς πραγματικῆς ὀνόματος ταύτην μεταλαχεῖν.

Περὶ ἀντιλήψεως.

`7.195`

αʹ. Καὶ μὴν καὶ αἱ νομικαὶ καὶ ὁ ὅρος πεπραγμένον ἔχουσι τὸ κρινόμενον· καὶ καλοῖντο ἂν κἀκεῖναι δικαιολογίαι δικαίως· ἄλλως τε καὶ δικαιολογίας ἀντιποιούμεθα· ἐν πάσαις γὰρ στάσεσι καὶ τῷ στοχασμῷ δικαιολογίας ἀντιποιοῦνται οἱ ἀγωνιζόμενοι· ἀλλʼ ὥσπερ λογικὰς πάσας οὔσας, ἅτε καὶ λόγου μετεσχηκυίας, τὰς μετὰ τὴν τῶν νομικῶν ὑπεξαίρεσιν λογικὰς προσηγόρευσεν, ἐξ ἰδιοτήτων οἰκείων τῶν ἄλλων ὠνομασμένων, οὕτω δὴ καὶ νῦν πεπραγμένον, καὶ τῶν νομικῶν ἐχουσῶν τὸ κρινόμενον, πρὸς δὲ καὶ τοῦ ὅρου καὶ τοῦ δικαιολογικοῦ μετεχουσῶν τῶν στάσεων ἁπασῶν, ὅμως τὰς περὶ τὴν πραγματικὴν δικαιολογικὰς ἀπεκάλεσεν, ὡς τῶν λοιπῶν ἰδιοσήμοις προσηγορευμένων ὀνόμασι· ταύτῃ οὖν αἱ μετὰ τὴν πραγματικὴν δικαιολογικαὶ ὠνομάσθησαν, ὥσπερ αἱ μετὰ τὸν στοχασμὸν καὶ τὸν ὅρον ποιότητες· καὶ διὰ τί οὐκ εἶπεν, ὄνομα κοινὸν τούτῳ δικαιολογία, ὥσπερ ἐκείνῳ λογικὴ, τὰς μετὰ τὰς νομικὰς ὀνομάσας; ὅτι πρὸς τὸ γενικώτερον τὸν λόγον καὶ τὸ καθολικώτερον ἀνήγαγεν, ὡς καὶ γνωριμώτερον· τῶν γὰρ μερικωτέρων τὰ καθολικὰ μᾶλλόν εἰσιν ἐμφανέστερα.

βʹ. Διὰ τοῦ πεπραγμένον τὸν παρεληλυθότα λαμβάνει, διεῖλε γὰρ τὸ πρᾶγμα εἰς παρῳχημένον καὶ μέλλοντα, καὶ πρῶτον περὶ τοῦ μέλλοντος εἰπὼν νῦν πάλιν διαιρεῖ τὸν παρῳχημένον. Κρίσις δὲ εἶπεν ἐντεῦθεν καὶ οὐ ζήτησις, ἐπειδὴ καθόλου ἐν ταῖς δικαιολογικαῖς ἐγκλήματα ἔχομεν καὶ κατηγορίας.

`7.196`

γʹ. Μέτεισιν ἐπὶ τὸ ἕτερον τμῆμα, ὅπερ ἐστὶ κατὰ τὸν παρῳχημένον· ζητοῦσι δέ τινες, πῶς τοῦτο μόνως καλεῖ δικαιολογίαν· καὶ γὰρ ἐν στοχασμῷ καὶ ἐν ὅρῳ περὶ τοῦ δικαίου πολλάκις ζητοῦμεν, καὶ ἐν ταῖς νομικαῖς δὲ τῶν στάσεων· ὑποληπτέον οὖν πρὸς τοῦτο, ὡς οὐδὲ ἐν στοχασμῷ οὐδὲ ἐν ὅρῳ δύναταί τις περὶ τοῦ δικαίου ποιεῖσθαι τὴν ζήτησιν· ὁ μὲν γὰρ στοχασμὸς κατʼ αὐτήν ἐστιν ἀφανὴς τὴν οὐσίαν· περὶ δὲ τοῦ ἀφανοῦς πῶς ἄν τις ζητήσειε, πότερον δίκαιον ἢ οὔ; ὁ δὲ ὅρος ἀτελὴς, τὸ δὲ ἀτελὲς οὐκ ἄν τις ὑπὸ τὴν τοῦ δικαίου ζήτησιν ἄγοι. οὔτε γὰρ δίκαιον τέως οὔτε ἄδικον· περὶ δὲ τῶν νομικῶν ἐκεῖνό φαμεν, ὅτι διαιρεῖται τὸ δίκαιον εἰς ἔγγραφόν τε καὶ ἄγραφον· τὸ μὲν οὖν ἔγγραφον καλεῖται νόμιμον, τὸ δὲ ἄγραφον καλεῖται ὁμωνύμως τῷ γένει δίκαιον· τί δὲ ἂν λέγοις περὶ τῆς πραγματικῆς, φαίη τις ἂν, ἔνθα τὸ δίκαιον αὐτὸ μὲν γίνεται· ναὶ φήσομεν, ἀλλʼ οὐ τῶν ἀποδεικνυμένων, τῶν ἀποδεικτικῶν δέ· ἐν μὲν γὰρ τῇ ἐγγράφῳ τὸ νόμιμον ἀποδείκνυται, ἐν δὲ τῇ ἀγράφῳ τὸ συμφέρον· ἐνταῦθα δὲ τὸ δίκαιον πέρας ἐστὶ καὶ ἀποδεικνύμενον· εἰκότως οὖν ταύτας μόνας καλεῖ δικαιολογίας.

δʹ. Ἐχρῆν οὕτως εἰπεῖν· ἢ γὰρ ἐρεῖ τι πεποιηκέναι ὁ φεύγων, ἢ οὔ· πῶς γὰρ οἷόν τε τὸν ἠδικηκότα ὁμολογεῖν ἀδικεῖν· πλὴν ὡς ἀδίκημα εἶπεν, ὡς ἀπὸ τοῦ κατηγόρου· ἐκεῖνος μὲν γὰρ ὡς ἀδίκημα προβάλλεται· ὁ δὲ φεύγων οὐχ ὁμολογεῖ ὡς ἀδίκημα, ἀλλὰ προβάλλεταί τι δίκαιον.

εʹ. Φέρεται Ἀντιοχὶς ἀπορία γελοιοτάτη· καὶ γάρ φασι τὸ Δημοσθενικὸν προβαλλόμενοι ἐκ τοῦ τῆς παραπρεσβείας, μὴ ἂν δικαστήριον συστῆναί ποτε, ὁμολογοῦντος ἠδικηκέναι τοῦ φεύγοντος, ἀφʼ οὗ δὲ γέγονε δικαστήριον παρʼ ἡμῖν, οὐδεὶς ὁμολογῶν ἀδικεῖν ἑάλω· τοῦτο δὲ πολλῆς ἀνοίας μεστόν· πρόσκειται γὰρ, ὡς ἐρεῖ τι πεποιηκέναι ὡς ἀδίκημα.

`7.197`

ϛʹ. Κατὰ τί εἶπε καὶ οὐ καθόλου· ἐμφαίνων ὡς ἐν ταῖς ἀντιθέσεσιν ἀδίκημα μέν ἐστι φύσει τὸ πεπραγμένον· κατὰ δὲ τὴν περίστασιν οὐ κεκώλυται, ἀλλʼ ἔχει ταύτην ἐπικουροῦσαν τῷ ἀδικήματι.

`7.198`

ζʹ. Λαμβάνεται ἡ ἀντίληψις τριχῶς, ἢ ἐξ ἔθους, ἢ ἐκ νόμου, ἢ ἐκ φύσεως· ἢ γὰρ ἔθος λέγεται παρέχειν ἡμῖν τὴν ἐξουσίαν τοῦ πράγματος, ἢ νόμον ἢ φύσιν, οἷον φύσει οἱ ἄνθρωποι τόδε τι πάσχειν εἰώθαμεν· τινὲς δὲ προστιθέασι τούτοις τὸ ἐκ τέχνης· οἷον ζωγράφος ναυάγια γράψας πρὸ τοῦ λιμένος ἀνέθηκεν· οὐ κατάγονται ἔμποροι, καὶ κρίνεται δημοσίων ἀδικημάτων· ἀναφέρει γὰρ, φασὶν, ἐπὶ τὴν τέχνην, ὅτι δίδωσι γράφειν, ὅπερ ἄν τις βουληθείη· ἀλλʼ ἐροῦμεν, ὡς καὶ τοῦτο ὑπὸ ἔθος πάντως ἢ ὑπὸ νόμον ἀναχθήσεται· ἐπιδιαιροῦμεν δὲ οὕτως· τῆς ἀντιλήψεως τὸ μέν ἐστι κατὰ τὸ μὴ κεκωλυμένον, τὸ δὲ κατὰ τὸ ἐπιτετραμμένον· τοῦ μὲν οὖν μὴ κεκωλυμένου παράδειγμα, Ἀλκιβιάδης δᾳσὶ μυστικαῖς κωμάζων κρίνεται ἀσεβείας· ἐρεῖ γὰρ, ὡς οὐ κεκώλυται τὸ δᾳσὶ μυστικαῖς κωμάζειν· ἐπεί τοι ἄν τις αὐτὸ κεκωλυμένον ἐκδέξηται, εὐθέως ἀσύστατα γίνεται· τοῦ δὲ ἐπιτετραμμένου τοιόνδε παράδειγμα· νόμος τὸν μοιχὸν ἀναιρεῖν· τρισαριστεύς τις εὑρὼν μοιχὸν ἀνεῖλε, καὶ κρίνεται δημοσίων ἀδικημάτων· ἐπιτέτραπται γὰρ τὸ τὸν μοιχὸν ἀναιρεῖν, καὶ πάλιν καθʼ ἑτέραν διαίρεσιν τῆς ἀντιλήψεως· τὸ μὲν ἔχει τὴν κρίσιν, ἀφʼ ὧν ἐποίησε, τὸ δὲ ἀφʼ ὧν οὐκ ἐποίησεν· ἀφʼ ὧν ἐποίησεν, ὡς ἐπὶ τοῦ ζωγράφου τοῦ προτιθέντος ἐν τῷ λιμένι τὰ ναυάγια· τὸ δὲ ἀφʼ ὧν οὐκ ἐποίησεν, οἷον ζωγράφος μὴ γράψας ποτὲ θεοὺς κρίνεται ἀσεβείας· ἔτι δὲ τῆς ἀντιλήψεως· τὸ μὲν ἔχει τι ἐπισυμβαῖνον ἄτοπον, τὸ δὲ οὔ· οἷον τοῦ μὲν προτέρου παράδειγμα ὁ ζωγράφος, ὁ πρὸ τοῦ λιμένος θεὶς τὰ ναυάγια· ἄτοπον γάρ τι συνέβη τὸ μὴ καταίρειν τοὺς ἐμπόρους· τοῦ δὲ δευτέρου παράδειγμα ὁ Ἀλκιβιάδης δᾳσὶ μυστικαῖς κωμάζων, εἶτα κρινόμενος· προτέτακται δὲ εἰκότως ἡ ἀντίληψις τῶν ἀντιθετικῶν· τοῦτο μὲν, ὅτι οὐδὲ προσίεται τὴν ἀρχὴν τὸ ἀδίκημα, τοῦτο δὲ, ὅτι ἁπλούστερος ὁ περὶ αὐτῆς λόγος· ἀδιαίρετος γὰρ μένει τῆς ἀντιθέσεως διαιρουμένης εἰς ἕτερα τέσσαρα.

ηʹ. Πῶς εἰ ἀνεύθυνον τὸ πεπραγμένον, συνίσταται τῇ στάσει ὑπεύθυνον γινόμενον; δοκοῦντος δὲ εἶπεν ἀνευθύνου, ἀλλʼ οὐχὶ πάντως ἀνεύθυνον· οὐδὲ γὰρ εἶπεν ὄντος καὶ πάλιν οὐκ εἶπεν ἄντικρυς ὑπεύθυνον, ἀλλʼ ὡς ὑπευθύνου· γίνεται δὲ ἀντίληψις, ὅτε ὁ φεύγων ὁμολογῶν πεπραχέναι προβάληται τὴν ἐξουσίαν, φάσκων ἐξεῖναι αὐτῷ τοῦτο ποιεῖν.

`7.199`

θʹ. Καὶ τὸ τῆς δικαιολογίας ὄνομα γενικόν ἐστιν· ἐφʼ ὅσον γὰρ κάτεισι διαιρῶν ὁ τεχνικὸς καὶ μὴ ὁριζόμενος τὰ διαιρούμενα, γενικά εἰσιν, ὑπάλληλα ὄντα γένη τε καὶ εἴδη· γένη μὲν τῶν ὑποκειμένων, εἴδη δὲ τῶν ὑπερκειμένων, ἕως ἂν ἢ ἀνιόντες εἰς γένος καταντήσωμεν γενικώτατον, μὴ ἔχον ἕτερον ὑπερκείμενον γένος, ἢ κατιόντες εἰς εἶδος τὸ εἰδικώτατον, μὴ ἔχον ἕτερον ὑποκείμενον εἶδος· ὃ καὶ στάσις ἐστὶ καὶ τὸν ὁρισμὸν παρὰ τοῦ τεχνικοῦ ἐπιδέχεται· εἰσὶ μέντοι καὶ εἴδη τινὰ στάσεων διαιρούμενα εἰς διάφορα εἴδη, ὥσπερ ὁ στοχασμὸς, ὁ ὅρος, ἡ ἀντίληψις, ἡ πραγματικὴ, ὁ συλλογισμός τε καὶ ἡ μετάληψις· ὡς ἐν τῇ τῶν κεφαλαίων διαιρέσει γνωσόμεθα· οὐ πολὺ μέντοι ἀλλήλων τὰ ἐν αὐτοῖς διαφέρει, ἀλλʼ ἰδιώμασί τισιν, ὥσπερ Σκύθης τῷ χρώματι καὶ Αἰθίοπες, ἄνθρωποι ὄντες καὶ φύσει τοῦ αὐτοῦ εἴδους ἑκάτερον, ὑποδιαιρεῖται οὖν ὡς γένος καὶ ἡ δικαιολογία εἰς δύο, ὡς εἶναι τοῦτο τέσσαρας ὑποδιαιρέσεις· ὑποδιαιρεῖται δὲ εἴς τε τὸ κεκωλυμένον κατά τι· οὐ γὰρ εἰς τὸ πάντη κεκωλυμένον· ἢ γὰρ ἂν καὶ ἀσύστατον ἦν καὶ εἰς τὸ πάντη ἀκώλυτον· ὡς ὁ κατηγορούμενος ἀπομάχεται. ἐπεὶ ὅ γε κατήγορος κεκωλύσθαι αὐτὸ καὶ μὴ ἁπλῶς ἀφειμένον εἶναι διισχυρίζεται· εἰ μὲν οὖν οὐδαμῶς, φησὶ, φάσκει κεκωλύσθαι τὸ γεγονὸς ὁ κατηγορούμενος, ἀντίληψις ἡ στάσις ἐστὶν, ἣν καὶ ὁρίζεται λέγων· ἀντίληψίς ἐστιν ἀνευθύνου πράγματος εἶναι δοκοῦντος ὡς ὑπευθύνου κατηγορία, καὶ παρὰ πόδας τίθησι τὸ παράδειγμα· οἷον γεωργὸς φιλοσοφοῦντα τὸν υἱὸν ἀποκηρύττει. Πῶς αἱ ἄτεχνοι πίστεις διαλευκαίνουσι τρανῶς καὶ διαφωτίζουσι τὰ λεγόμενα, μηδὲ ἑρμηνείας δεόμενα· διὰ γὰρ τοῦτο καὶ ἄτεχνοι λέγονται, ἀνεπιτήδευτον τῷ ἀκροατῇ ἐμποιοῦσαι τὴν τῶν λεγομένων διάγνωσιν· ὁ γὰρ ὅρος ἀσυμφανῶς διηγόρευσεν καὶ εἰς προῦπτον τὸ παράδειγμα προτεθὲν ἐξενήνοχεν· ἀνευθύνου πράγματος εἶναι δοκοῦντος ὡς ὑπευθύνου κατηγορία· τὸ φιλοσοφεῖν γὰρ ἀνεύθυνον· εἰ δὲ καὶ φύσεως ἢ ἔθους ἢ τέχνης ἡ ἀντίληψις ἐπιλάβοιτο, λαμπροτέρα φανήσεται· φύσεως δὲ, ὡς Ἀλκιβιάδης γελάσας τὰ κατὰ Πύλον τοῦ Κλέωνος ἀπαγγέλλοντος, καὶ κρινόμενος ὕβρεως· ἔθους, ὡς ὁ αὐτὸς ἐν ἐκπώμασι γράψας τὰ περὶ Σικελίαν καὶ δημοσίων κατηγορούμενος· τέχνης δὲ, ὡς ὁ τὰ ναυάγια γράψας ἐπὶ τοῦ λιμένος ζωγράφος καὶ μὴ καταιρόντων τῶν πλοίων κρινόμενος δημοσίων.

`7.200`

Περὶ τῶν ἀντιθετικῶν.

αʹ. Καλῶς προσέθηκε τὸ γενικὸν, ἵνα μὴ πλάνη τις ἐμπέσῃ· πλὴν γὰρ Μινουκιανοῦ πάντες ἀντιθέτων μίαν ἴσασι στάσιν· δηλοῖ οὖν διὰ τούτου, ὅτι οὐ στάσις ἐστὶν, ἀλλὰ γένος στάσεως.

βʹ. Ἔστι καὶ τοῦτο τῶν οὐχ ἥκιστα ἠπορημένων, πῶς ταύτην ἀντίθεσιν οἰκείως καλεῖ· πανταχοῦ γὰρ, φασὶν, ἐξ ἀντιθέσεως ἡ στάσις γίνεται, οἷον ἐφόνευσας· ἀντίθεσις, οὐκ ἐφόνευσα· οὐκ ἀκριβῶς δὲ κατενόησαν τὴν φύσιν τῆς ἀντιθέσεως· ἐν ταύτῃ γὰρ αὐτὸς ἑαυτῷ τρόπον τινὰ ὁ κατηγορούμενος ἀντιτίθησιν, ὥστε εἶναι δύο ἀντιθέσεις σχεδὸν, τὴν μὲν τοῦ κατηγόρου, τὴν δὲ αὐτοῦ τοῦ κατηγορουμένου, ἣν αὐτὸς ἑαυτῷ ἀντιτίθησι τῷ δέχεσθαι τὸ ἔγκλημα, ὥστε αὕτη κατʼ ἐξαίρετον καλεῖται ἀντιθετική.

`7.201`

γʹ. Πάλιν ἐνταῦθα γενικὸν ἐξεῦρεν ὄνομα τὴν ἀντίθεσιν, ὅταν ὁ φεύγων ὁμολογῇ πεποιηκέναι τι ὡς ἀδίκημα, ἐξ ἧς τέσσαρας ἀπογεννᾶσθαι στάσεις, τὰς ἀντιθετικὰς λεγομένας, ἀντίστασιν, ἀντέγκλημα, μετάστασιν καὶ συγγνώμην, ἃς ἰδιώμασιν οἰκείοις ἀποδιαιρεῖ ἀλλήλων καὶ διίστησιν οὕτως· εἰ μὲν γὰρ εἰς ἑαυτὸν ὁ φεύγων τὸ γεγονὸς ἀναδέχοιτο, θαρρούντως ποιεῖ, ὥς τι μεῖζον ἐπιδεδειγμένος κατόρθωμα· καὶ καλεῖ ἀντίστασιν, ἣν καὶ ὁριζόμενός φησιν· γίνεται γὰρ ἀνθίστασις, ὅταν ὁμολογῶν ὁ φεύγων πεποιηκέναι τι ὡς ἀδίκημα ἀνθίστησιν ἕτερον εὐεργέτημα διʼ αὐτοῦ μεῖζον τοῦ ἀδικήματος πεπραγμένον. Σκόπει τοῦ ὁρισμοῦ τὴν ἀκρίβειαν, πῶς ἐκόλασε τὸ ὁμολογῶν ἀπό τε τοῦ εἰπεῖν τι, καὶ ἀπὸ τοῦ προσθεῖναι τὸ ὡς· οὐ γὰρ καθάπαξ οὐδὲ ἁπλῶς ἀδικῆσαι ὁμολογεῖ, ἀλλὰ καὶ μικρὸν καὶ δοκοῦν ἀδίκημα· διὰ μὲν γὰρ τοῦ τί τὸ μέτριον καὶ μικρὸν ἐσήμανε· διὰ δὲ τοῦ ὡς τὸ δοκοῦν τε καὶ νομιζόμενον· καὶ τὸ διʼ αὐτοῦ πάλιν, οἷον διὰ τοῦ τοιούτου μετρίου καὶ νομιζομένου ἀδικήματος· οὐ γὰρ ἐξ ἄλλης αἰτίας, ἦ γὰρ ἀναπολόγητος ὁ φεύγων ἦν, ἀλλὰ διὰ τοῦ ἀδικήματος αὐτοῦ μεῖζον ἀνθίστησιν εὐεργέτημα, καὶ ταῦτα μὲν ὁ φεύγων ἀγωνιεῖται· ὁ δὲ διώκων τἀναντία δηλονότι ἀνθυποφέρων ἐρεῖ· πλὴν ἀλλʼ ὁ τεχνικὸς οὐ τέθεικε παράδειγμα· ἡμεῖς δὲ ἐνεργείας ἕνεκα πλείονος θήσομεν, ἐξ αὐτοῦ λαβόντες, ὅπερ ἐν τῇ διαιρέσει τῶν κεφαλαίων τῶν ἀντιθετικῶν ἐξέθετο στάσεων· ἐν λιμῷ, φησὶ, καὶ πολιορκίᾳ συμβουλεύων ὁ στρατηγὸς ἐξιέναι καὶ μάχεσθαι οὐκ ἔπεισε. διέκοψε λαθὼν μέρος τοῦ τείχους, καὶ νενικήκασι μὲν ἐξελθόντες, δημοσίων δὲ ὕστερον φεύγει· δείκνυσι γὰρ ἐνταῦθα ὁ στρατηγὸς μεῖζον τῆς καθαιρέσεως τοῦ τείχους τὸ ἀπὸ τῆς νίκης εὐτύχημα διʼ αὐτοῦ γενόμενον τοῦ ἀδικήματος, ὃ εἰ μὴ ὁ στρατηγὸς ἐτεχνάσατο, σὺν αὐτοῖς ἂν τείχεσι καὶ ἡ πόλις ἄρδην ἅπασα συναπόλωλεν.

Περὶ ἀντιστάσεως.

`7.202`

αʹ. Τεσσάρων οὐσῶν τῶν ἀντιθετικῶν κοινωνοῦσιν ἀντίστασις καὶ ἀντέγκλημα τῷ ἀμφοτέρας ἔχειν τὸ ἑκούσιον· εἰ καὶ μὴ ἐπίσης· ἄλλο γάρ ἐστι τὸ ἑκούσιον ἐν τῇ ἀντιστάσει, ἄλλο τὸ ἐν τῷ ἐγκλήματι· ἀλλʼ οὖν κοινὸν ἀμφοτέρων τὸ ἑκούσιον· κοινωνεῖ δὲ καὶ ἡ μετάστασις τῇ συγγνώμῃ, καθὸ ἐν ἀμφοτέροις ἐστὶ τὸ ἀκούσιον, γίνεται τοίνυν ἡ ἀντίστασις, ὅταν μηδὲ μίαν ἔχῃ χώραν, μήτε ἀρνεῖσθαι τὸ γεγενημένον, ὡς ἐν στοχασμῷ, μήτε μέρος ὡς ἐν ὅρῳ, μήτε περὶ μέλλοντος ἔχῃ τὴν ζήτησιν, ὡς ἡ πραγματικὴ, μήτε δύνηται ὁμολογῶν τὸ ἔγκλημα εἰς ἐξουσίαν καταφυγεῖν· ἀλλʼ ἐκ πάντων τούτων ἐγκλειόμενος ὁμολογῇ μὲν πεποιηκέναι, προτείνῃ δὲ γεγενημένην εὐεργεσίαν, διʼ ἣν ἀξιοῖ μὴ εἶναι ἔγκλημα τὸ πραχθέν· γίνεται δὲ τοῦτο, ἡνίκα τὸ μὲν γεγενημένον φύσει ἐστὶν ἀδίκημα, ἐκ περιστάσεως δὲ ἀνεύθυνον· ἀντεστραμμένον τῇ ἀντιλήψει· ἐκεῖ γὰρ οὐ φύσει μέν ἐστιν ἀδίκημα τὸ ἔγκλημα, ἐκ περιστάσεως δὲ δοκεῖ εἶναι ὑπεύθυνον· ἐνταῦθα δὲ τοὐναντίον φύσει μὲν πονηρὸν, τῇ δὲ περιστάσει οὐ δοκεῖ ἔγκλημα εἶναι.

`7.203–7.204`

βʹ. Σημειωτέον, ὅτι χρὴ διʼ αὐτοῦ τοῦ ἀδικήματος ἀντεισάγειν τὸ εὐεργέτημα· οὐ γὰρ δυνατὸν τὸν καθελόντα τὰ τείχη λέγειν, ὥς ποτε εἰσενεγκὼν εἴη χρήματα τῇ πόλει· δεῖ γὰρ ἐξ αὐτοῦ τοῦ γενομένου ἀδικήματος εἰσφέρειν τὸ εὐεργέτημα· ἔστι δὲ ἀεὶ ἐναντία τῇ ἀντιλήψει ἡ ἀντίστασις, ἐν μὲν γὰρ τῇ ἀντιλήψει αὐτὸ τὸ πεπραγμένον ἀνεύθυνόν ἐστι· διὰ δὲ τὴν παράστασιν ὑπεύθυνον γίνεται, διὰ δὲ τῆς περιστάσεως ἀνεύθυνον γίνεται· ζητοῦσι δὲ διαφορὰν τῆς συγγνώμης καὶ τῆς μεταστάσεως· αὐτὸς μὲν ὁ τεχνογράφος διορίζεται, ὡς ἐὰν μὲν εἰς ὑπεύθυνόν τινα μεταφέρῃ τὴν αἰτίαν, μετάστασιν ποιοῦμεν, ἐὰν δὲ εἰς ἀνεύθυνον, συγγνώμην. Ἀλλʼ ἐναντιοῦνται αὐτῷ πολλοὶ, αὐτίκα ὁ Μινουκιανὸς δίδωσι πρόβλημα τοιοῦτο· πρεσβύτης ἐξελθὼν οἰκείῳ παιδὶ τελευτήσαντι χοὰς ἐπενεγκεῖν γέγονεν ὑπὸ τοῖς πολεμίοις, εἶτα μαστιζόμενος ἐξεῖπε τὰ ἀπόρρητα· καὶ ἐπανελθὼν κρίνεται δημοσίων ἀδικημάτων· καὶ τοῦτο μεταστατικῶς μελετᾷ· ὅπερ ἂν εἴη συγγνώμη κατὰ τὸν τεχνικόν· ἕτεροι δὲ ἄλλην διαφορὰν οἱ ἀμφὶ τὸν Ἄβαντα ἀποδιδόασιν· ἐὰν μὲν γὰρ εἰς πάθος οἰκεῖον, φασὶν, μεταφέρῃ τὴν αἰτίαν ὁ κρινόμενος, οἷον μέθην, ὀργὴν, ἔρωτα, συγγνώμην ποιεῖ· ἐὰν δὲ εἰς ἄλλο τι, μετάστασιν· ἄλλοι δὲ διαφέρειν αὐτὰς ἀλλήλων ἔφασαν, καθὸ ἡ μὲν συγγνώμη εὐτελοῦς προσώπου ὑποκειμένου γίνεται, ἡ δὲ μετάστασις περιφανοῦς· οἷον εἰ μὲν κρίνοιντο οἱ δέκα στρατηγοὶ εὐθὺς, ὅτι οὐκ ἀνείλοντο τὰ τῶν πεσόντων σώματα ἐν Ἀργινούσαις, συγγνώμη γενήσεται, ἐπειδὴ οὐ λαμπρὰ τὰ πρόσωπα· ἐὰν δὲ Περικλῆς ὁ κρινόμενος ᾖ, μετάστασις· περιφανὲς γὰρ τὸ Περικλέους πρόσωπον καὶ οὐκ ἄν ποτε ἕλοιτο συγγνώμην αἰτεῖν, ἀλλὰ μεταστατικῶς ἐπὶ τὸν χειμῶνα χωρήσει· ἄμεινον δὲ ταύτην παρέντας τὴν Πορφυρίου διαφορὰν παραδέχεσθαι· ἔστι δὲ αὕτη· εἰ μὲν εἴη τὸ ἀδίκημα οἷον ἐνδεχόμενον μὴ γενέσθαι ἀλλὰ θεραπείας τετυχηκέναι τινὸς, μετάστασις γίνεται· οἷον νόμος τὸν πρεσβευτὴν εἴσω λʹ ἡμερῶν ἐξιέναι, λαβόντα παρὰ τοῦ ταμίου χιλίας δραχμὰς εἰς ἐφόδιον· μὴ λαβών τις καὶ καταμείνας κρίνεται· τοῦτο γὰρ ἐνεδέχετο μὴ γενέσθαι τὸ ἀδίκημα, δυναμένου τοῦ πρεσβευτοῦ ἢ δανείσασθαι, ἢ οἰκεῖα ἔχοντα ἐφόδια ἐξελθεῖν· ἐὰν δὲ ᾖ μὴ ἐνδεχόμενον ἑτέρως γεγενῆσθαι, συγγνώμην ποιεῖ· οἷον χειμῶνος ἐπιλαβόντος οὐκ ἀνείλοντο οἱ στρατηγοὶ τὰ σώματα τῶν πεσόντων ἐν Ἀργινούσαις κατὰ τὴν μάχην καὶ κρίνονται, οὐ γὰρ ἠδύναντό τινα θεραπείαν προσάγειν τῷ ἐκ χειμῶνος κωλύματι· ζητοῦσι δὲ, εἴ τινι διοίσει τὸ ἀντέγκλημα τοῦ ἀντεγκληματικοῦ στοχασμοῦ· λάβωμεν δὲ ἐπὶ παραδείγματος ἀντεγκληματικὸν στοχασμόν· ἐξ ἱεροῦ ἀπώλετο χρήματα, εὑρέθησαν δύο ῥήτορες, ὁ μὲν κατορύττων χρυσίον, ὁ δὲ γράφων ὑπὲρ ἱεροσυλίας λόγον, καὶ ἀντεγκαλοῦσιν· καὶ γὰρ ἐνταῦθα, φασὶν, ἀντικατηγορήσουσιν ἑαυτῶν, ὥσπερ ἐν τῷ ἀντεγκλήματι· σαφὴς δὲ καὶ ἡ τούτου διαφορά· ἐν μὲν γὰρ τῷ ἀντεγκλήματι διακεκριμένοι εἰσὶν ὅ τε κατήγορος καὶ ὁ ἀπολογούμενος καὶ δῆλον τὸ πεπραγμένον, ὑφʼ ὅτου πέπρακται· οὐ μόνον δὲ, ἀλλὰ καὶ τὸ ἑκουσίως πεπρᾶχθαι πρόσεστιν· ἐν δὲ τῷ ἀντεγκληματικῷ στοχασμῷ ἄδηλον, τίς κατηγορεῖ ἢ τίς ἀπολογούμενος· ἀντεγκαλοῦσι γὰρ ἀλλήλοις· καὶ τίς ὁ πεπραχὼς ἄδηλον· ἔπειτα ἐν μὲν τῷ ἀντεγκλήματι μεταλλαγή τις εἴωθε γίνεσθαι· συμβαίνει μὲν γὰρ τὸν κατηγορούμενον κατηγορεῖν, τὸν δὲ διώκοντα ἀπολογεῖσθαι· ὁ μὲν γὰρ φεύγων κατηγορήσει, φάσκων, ἄξιον εἶναι παθεῖν τὸν πεπονθότα ὃ πέπονθε, καὶ χρήσεται τοῖς τοῦ κατηγόρου κεφαλαίοις· ὁ δὲ διώκων ἐκ τοῦ ἐναντίου ἀπολογήσεται· ἐν δὲ τῷ ἀντεγκληματικῷ στοχασμῷ οὐκ ἔστι τὸ τοιοῦτον εὑρεῖν, ὅπου γε οὐδὲ διακέκριται, τίς μὲν ὁ κατήγορος, τίς δὲ ὁ κατηγορούμενος.

`7.205`

Περὶ ἀντεγκλήματος.

αʹ. Τὸ ἕτερον τῆς διαιρέσεως σκέλος ἀπολαβὼν τὸ εἴς τι τῶν ἔξωθεν μεθιστῶν τὸ ἀδίκημα, πάλιν ὑποδιαιρεῖ τοῦτο διχῶς· ἢ γὰρ εἰς τὸν παθόντα, φασὶν, ἢ εἰς ἄλλο τι μεθίστησιν· ἂν μὲν οὖν εἰς τὸν παθόντα, ἀντέγκλημα γίνεται καὶ τὸν ὅρον ἐπήνεγκε λέγων ἀντέγκλημα, ὅταν ὁμολογῶν ὁ φεύγων πεποιηκέναι τι ὡς ἀδίκημα διὰ τοῦ ὡς πάλιν καθαιροῦντα δεικνὺς τὸν κατηγορούμενον τὸ ἀδίκημα, ἀντεγκαλεῖ τῷ πεπονθότι ὡς ἀξίῳ παθεῖν. Τὸ ὡς ἐνταῦθα βεβαιωτικὸν, οὐχ ὑφέσιμον ἀπὸ τοῦ φεύγοντος κατὰ τοῦ παθόντος λεγόμενον, εἴτε αὐτὸς ὁ κατήγορος εἴη εἴτε καὶ ἕτερος· παράδειγμα δὲ οὐδʼ ἐνταῦθα δίδωσιν, ὥσπερ οὐδὲ ἐν τῇ ἀντιστάσει· κείσθω δὲ παράδειγμα ὁ ἀριστεὺς, ὃς πορνεύοντα τὸν υἱὸν ἀπέκτεινε καὶ φόνου φεύγει· ἀντεγκαλέσας γὰρ τῷ πεπονθότι ὡς ἀξίῳ παθεῖν, αἰσχροῦ βίου ὄντως ὡς καὶ πατρικὰ παρακινῆσαι σπλάγχνα διʼ ὑπερβολὴν τῆς αἰσχρότητος.

Περὶ μεταστάσεως.

`7.206`

Ὅταν μήτε εἰς ἑαυτὸν μήτε εἰς τὸν παθόντα μεθιστᾷ ὁ φεύγων τὸ ἔγκλημα, ἀλλʼ εἴς τι ἕτερον τούτου πάλιν ὑποδιαιρούμενον, εἴς τε τὸ ὑπεύθυνον καὶ ἀνεύθυνον, δύο στάσεις ἡμῖν ἀπογεννῶν ἀναφαίνεται, μίαν μὲν ἐκ τοῦ ὑπευθύνου τὴν μετάστασιν, ἑτέραν δὲ ἐκ τοῦ ἀνευθύνου τὴν λεγομένην συγγνώμην· ὅρους μὲν οὖν τῶν εἰρημένων οὐ δίδωσι στάσεων, διὰ δὲ παραδειγμάτων τρανότερον τοῦ ὁρισμοῦ ταύτας ἡμῖν παραδίδωσι.

βʹ. Ζητοῦσι πῶς εἶπεν ὑπεύθυνον πρᾶγμα· πῶς γὰρ δυνατὸν ὑπὸ κρίσιν καὶ εὐθύνας πρᾶγμα γενέσθαι· τοῦτο γὰρ προσώπων ἐστί. ῥητέον δὲ, ὡς ὑπεύθυνα λέγει πράγματα τοὺς νόμους καὶ τὰ ψηφίσματα· ὅσα γὰρ μὴ πρόσωπα, ταῦτα δηλονότι πράγματα. εἴπερ οὖν οὐδαμοῦ κατηρίθμησεν ἐν τοῖς προσώποις τὸν νόμον ἢ τὸ ψήφισμα, λείπεται πράγματα καθεστάναι αὐτά· ὑπεύθυνα δὲ γίνεται τῷ λυθῆναι ἢ τὸν τεθεικότα κολασθῆναι.

Περὶ συγγνώμης.

`7.207–7.208`

αʹ. Πρὸς Μινουκιανὸν καὶ νῦν ἀποτείνεται λέγων, «εἰ δέ τις περὶ τούτων ἀμφισβητεῖ·» ἐκεῖνος γὰρ ἄλλως διαιρεῖ τὴν συγγνώμην τῆς μεταστάσεως, καὶ οὐ τῷ ἀνευθύνῳ καὶ ὑπευθύνῳ, ὥσπερ ὁ Ἑρμογένης, καὶ τοῖς τῆς ψυχῆς πάθεσι καὶ τοῖς περὶ τὰ πάθη τὰ ψυχικά. τὸ μὲν γὰρ εἴς τι τῶν ψυχικῶν καθιστᾷν παθῶν συγγνώμης εἶναι ὁρίζεται, τὸ δὲ ἄλλο τι μετάστασιν, κἂν ὑπὸ εὐθύνην δύνηται γίνεσθαι κἂν μή· ὡς εἶναι αὐτοῖς τὴν διαφορὰν περὶ τῶν μήτε εἰς πάθη ἀναφερομένων ψυχῆς, μήτε εὐθύνης δεκτικῶν. οἷον φέρε εἰπεῖν, χειμὼν, χάλαζα, ὑετὸς, σκηπτὸς καὶ εἴτι ἕτερον τοιουτότροπον. τὸ γὰρ εἰς τοιαῦτα μεθιστᾷν Ἑρμογένης μὲν ὑπὸ τὴν συγγνώμην τάττεσθαι βούλεται, ὥστε καὶ τὸ εἴς τι πάθος ἀναφέρειν ψυχῆς. ὁ δὲ Μινουκιανὸς ὑπὸ τὴν μετάστασιν· ὥσπερ καὶ αἰτιώμεθα τὸν ὑπʼ εὐθύνην γενέσθαι δυνάμενον· ἐν μὲν γὰρ τοῖς ὑπʼ εὐθύνην καὶ τοῖς ψυχικοῖς συμφωνοῦσιν ἑκάτερα. ἐν δὲ τοῖς τούτων μεταξὺ διαφέρονται· ὁ μὲν τῇ συγγνώμῃ, ὁ Ἑρμογένης, ὁ δὲ τῇ μεταστάσει, ὁ Μινουκιανὸς, ταῦτα συνάπτοντες· ἀλλʼ ἵνα τῷ τεχνικῷ συνασπίσωμεν, ἄριστα περὶ αὐτῶν διεσκέψατο εἰρηκὼς, ὅτι τὰ τοιαῦτα καὶ μετάστασιν ἄν τις ἐν καιρῷ καὶ συγγνώμην ἀποκαλέσειεν· ὅτε μὲν ἀντιστῆναι τῷ προσισταμένῳ μηχανή τις προσῇ, ὑπὸ συγγνώμην ἄγων αὐτὰ, ὁπηνίκα δὲ τοῦτο ἀδύνατον, ὑπὸ τὴν μετάστασιν τιθεὶς, ὅπερ μεθόδου δεινότητος, οὐ τοῦ διαιρετικοῦ τρόπου ἴδιον, ὡς ἐν τῇ περὶ τῶν ἀντιθετικῶν διαιρέσει ὁ Ἑρμογένης ἡμῖν παραδίδωσιν. ἀλλʼ ἡ μὲν περὶ τῶν ἀντιθετικῶν στάσις διάγνωσις ἐν τοσούτῳ· πλὴν οὐδʼ ἐκεῖνο παραδραμεῖν ἄξιον, τί δήποτε τῶν ἀντιθετικῶν ἁπασῶν ἐν τοῖς αὐτοῖς τεμνομένων κεφαλαίοις οὐ μιᾶς καὶ τῆς αὐτῆς στάσεως, οἷον τῆς ἀντιθέσεως, εἴδη αὐτὰς ὁ τεχνικὸς ἀπεκάλεσεν, ὥσπερ ἐπὶ τοῦ στοχασμοῦ καὶ τοῦ ὅρου, καὶ μέντοι καὶ τῆς ἀντιλήψεως πεποιηκὼς καταφαίνεται, ἀλλʼ ἑκάστην αὐτῶν ἰδίαν στάσιν ὠνόμασε, πρὸς ὅπερ ἐπιλύοντες λέγομεν, ὅτι ταυτότητα στάσεως οὐχ ἡ ταυτότης τῶν κεφαλαίων, ἀλλʼ ἡ τοῦ ὁρισμοῦ ταυτότης ἐργάζεται. καὶ οὐ χρὴ τῇ ταυτότητι τῶν κεφαλαίων προσέχοντας μίαν δὲ καὶ τὴν αὐτὴν στάσιν τὰς ὅλας ἀποκαλεῖν, ὁπόσαι τοῖς αὐτοῖς κεφαλαίοις διῄρηνται, ἀλλὰ τῷ ὁρισμῷ δεῖ προσέχειν, κἂν τῷ αὐτῷ ταύτας ὑποκειμένας ἐφεύροιμεν, τῆς αὐτῆς εἶναι στάσεως εἴδη ταύτας ἀποκαλέσομεν· εἰ δὲ διάφορον ὁρισμὸν ἑκάστῃ τούτων ἀποδεδομένον εὑρήσομεν, διαφόρους εἶναι καὶ τὰς στάσεις ἐπιγνωσόμεθα. Ἐπεὶ τοίνυν ἐν μὲν τῷ στοχασμῷ καὶ τῷ ὅρῳ καὶ τῇ ἀντιλήψει ἕνα καὶ τὸν αὐτὸν ὁρισμὸν, τὸν ὑπὸ τοῦ τεχνικοῦ καθʼ ἑκάστην τῶν εἰρημένων στάσεων ἀποδεδομένον, ἐφαρμόζοντα καὶ πᾶσι τοῖς λεγομένοις αὐτῶν εἴδεσι καταγνοοῦμεν, εἰκότως καὶ εἴδη τούτων εἶναι αὐτὰς, ὧν τοῖς ὁρισμοῖς ὑπόκεινται, δεδιδάγμεθα. ἐπὶ δὲ καὶ τῶν ἀντιθετικῶν ἑκάστης αὐτῶν ἴδιον ὅρον ἀφωρισμένον λαχούσης, εὐτέχνως καὶ στάσιν ἑκάστην εἶναι τούτων ὑπὸ τοῦ τεχνικοῦ παρελάβομεν.

`7.209`

βʹ. Τὴν περὶ τῶν λογικῶν τελέσας στάσεων μέθοδον καὶ ταῖς νομικαῖς εἰσβαλεῖν ἤδη μέλλων, συμπληρωτικῇ ἐννοίᾳ καὶ καταστατικῇ ἅμα χρῆται, τὰς μὲν διὰ τῆς συμπληρωτικῆς ἀναπαύων ἐννοίας, τῶν δὲ καταστατικῶς ἀναρχόμενος· καὶ, φησὶ, τὰς μὲν οὖν λογικὰς τῶν στάσεων ἐκ τούτων ἐπιγνωσόμεθα· ποίων τούτων; ἐκ τῆς διαιρέσεως καὶ τῶν ὁρισμῶν, ἐκ τῶν παραδειγμάτων αὐτῶν· ἀλλὰ ταῦτα μὲν κοινὰ τῶν στάσεων ἁπασῶν· οἷς δὲ ἀλλήλων διενηνόχασι, ποῖα; ὅτι αἱ μὲν λογικαὶ οὐ περὶ ῥητὰ, περὶ δὲ πράγματα καταγίνονται, καὶ τὴν τούτων ποιότητα, αἱ νομικαὶ δὲ περὶ ῥητὰ τὴν ζήτησιν ἔχουσι. ταύτῃ τοι καὶ μετὰ τὰς λογικὰς εἰκότως ἐτάχθησαν. ὑστερόχρονοι γὰρ οἱ νόμοι τοῦ λόγου· καὶ πᾶς μὲν νόμος καὶ λόγος, οὐ πᾶς δὲ λόγος καὶ νόμος, ἔνθεν καὶ συντελέσας τὰ περὶ τῶν λογικῶν, καὶ τῇ συμπληρωτικῇ ἐννοίᾳ ἐπισφραγίσας αὐτὰς καὶ περὶ τῶν νομικῶν ἐπήγαγε λέγων. τὰς δὲ αὖ νομικὰς οὕτως καταστατικῶς εἰς ἀρχὴν ἀνάγων τὸν λόγον· καὶ ὥσπερ ἐπʼ ἐκείνων ἱστῶν τὸν ἀκροατὴν, οὕτως ἐπὶ ταύτας διανιστῶν.

γʹ. Διεῖλε τὴν ποιότητα εἰς λογικὰς καὶ νομικάς· διεξελθὼν οὖν τὰς λογικὰς ἔρχεται ἀκολούθως ἐπὶ τὰς νομικὰς καὶ λέγει πρῶτον, ὅ τί ποτέ ἐστι καθόλου νομικὴ στάσις, καὶ οὕτως ἐπὶ τὰ κατὰ μέρος ἔρχεται· λέγει δὲ νομικὴν στάσιν τὴν ἀπὸ ῥητοῦ ἀρχομένην, καὶ περὶ αὐτὸ τὴν ζήτησιν ἔχουσαν· ἂν γὰρ μὴ γένηται περὶ αὐτὸ ἡ ζήτησις, οὐκ ἔστι νομική.

Περὶ τῶν νομικῶν στάσεων.

`7.210`

αʹ. Πρὸ τῶν ἄλλων τοῦτό σε χρῆ γινώσκειν, τὴν διαφορὰν τῶν νομικῶν, ἣν ἔχουσι πρὸς τὰς λογικὰς, ἀλλὰ καὶ τὰς ἄλλας στάσεις, ὅτι περὶ ῥητὰ ἀνάγκη καὶ νόμιμα τὴν ζήτησιν ἐνταῦθα γίνεσθαι, ἃ τῶν λόγων ὡς ἔγγραφα ὑστερίζουσι, μήτις ἄρα μάτην οἴηται ἡμᾶς ἐκείνων ταῦτα ἀποδιελόντας καὶ ἀποκρίναντας ὑστεραίαν τὴν περὶ αὐτῶν ταμιεῦσαι ζήτησιν, ὅτι καὶ νόμοι πρὸς λόγους τὸ μεταχρόνιον ἔχουσι· καὶ οὐκ εἴ τι λόγος, καὶ νόμος, εἴ τι δὲ νόμος, καὶ λόγος, καὶ καλῶς ἄρα ταύταις τὴν ἐσχάτην ἀπενείμαμεν χώραν ὡς εἰδικωτέραις καὶ ὑποβεβηκυίαις τοῦ λόγου προτερεύοντος καὶ γενικωτέραν τὴν φύσιν καὶ καθολικωτέραν λαχόντος, εἰ καὶ τὴν μετάληψιν αὐταῖς ὑπελάβομεν, καὶ εἰκότως ὡς κατὰ μίαν τῶν νομικῶν καὶ τῶν ἄλλων στάσεων ἐξεταζομένην, καὶ διὰ τοῦτο μετὰ πάσας ταχθεῖσαν, ἵνα τῶν ἐξ ὧν ἐστιν ἤδη προεγνωσμένων τὸ εὔληπτον αὐτὴ καὶ τὸ εὐδιάγνωστον ἕξει. εἰ γὰρ καὶ τὸ ἔγγραφον αὐτῆς μέρος ἰδίοις ἐξετάζεται κεφαλαίοις, ἀλλὰ τῷ μείζονι μέρει καὶ κρείττονι συναπήχθη, καὶ τῆς αὐτῆς αὐτὸ τάξεως εἴληχε· κρείττων γὰρ ἡ ἀπὸ νόμου παραγραφὴ τῆς ἀγράφου· διαπορήσειε δʼ ἄν τις περὶ τῆς πραγματικῆς, διὰ τί μὴ καὶ αὐτὴ πασῶν τῶν στάσεων μετετάγη, τῶν αὐτῆς κεφαλαίων, τοῦ τε νομίμου καὶ τοῦ δικαίου, κατὰ μίαν τῶν νομικῶν καὶ τῶν δικαιολογικῶν ἐξεταζομένων· αὐτόθεν ἡ λύσις· ὅτι τῶν δύο μόνων αὐτῆς κεφαλαίων κατʼ ἐκείνας ἐξεταζομένων τὰ λοιπὰ πλείονα ὄντα ἰδίαν ἔχει ἐξέτασιν, καὶ τῷ πλείονι καὶ αὕτη μέρει αὐτῆς συναπήχθη, καὶ ἣν ἐκείνῳ τάξιν ἡ διαίρεσις ἔταξε, ταύτης εἰκότως καὶ ἡ πραγματικὴ πᾶσα τετύχηκεν, ἄλλως δὲ καὶ ἡ μετάληψις τῆς διαιρετικῆς μεθόδου ἔξωθεν πίπτουσα μετὰ τὴν διαιρετικὴν εἰκότως τέτακται μέθοδον· ἡ πραγματικὴ δὲ τοιαύτης ἔλαχε τάξεως, οἵαν ἡ διαίρεσις παραδέδωκεν· εἰ δὲ ἐν τῇ μεθόδῳ οὕτω τὴν τάξιν αὐτῶν διαθεὶς ἐν τῇ τῶν κεφαλαίων διαιρέσει τὴν αὐτὴν μὴ ἐτήρησε τάξιν, ἑτέρου λόγου, ὃν ἐν τοῖς ἐκεῖσε γενόμενοι λέξομεν.

βʹ. Εἴπομεν, ὅτι κατὰ ῥητὸν ζήτησις γίνεται, ὅταν ὁμολογουμένων τῶν πραγμάτων ἐκ τῶν νόμων ἡ ζήτησις ἀνακύπτῃ· κἂν γὰρ ἐν ταῖς λογικαῖς εὑρίσκωνται νόμοι, ἀλλʼ οὖν ἀπὸ ῥητῶν μὲν ἡ ζήτησις· οὐ μὴν δὲ καὶ περὶ ῥητά· σκόπει γὰρ ὅπως ἀκριβῶς ὡρίσατο εἰπὼν περὶ τὸ ῥητόν· οὐ γὰρ ἁπλῶς, ὅπου δʼ ἂν ἐμπίπτῃ ῥητὸν, νομικὴν ποιήσει τὴν στάσιν, ἀλλʼ ὅταν περὶ τὸ ῥητὸν ἡ ζήτησις ᾖ.

`7.211–7.212`

γʹ. Εἴπερ αἱ κατὰ ῥητὸν στάσεις νομικαὶ αἱ μὲν διαθήκας, αἱ δὲ ψηφίσματα ἔχουσιν ὑποκείμενα, πῶς οὐ καὶ διαθετικὰς, εἰ τύχοι, λέγομέν τινας στάσεις καὶ ψηφισματικὰς, ἀλλʼ ἐκ τοῦ ἑνὸς κοινῶς νομικάς; λεκτέον δὲ, ὡς ἐκ τοῦ κυριωτέρου ἡ ἐπὶ πάντα ὀνομασία κεχώρηκεν, τοῦ δὲ κατὰ ῥητὸν ἀνάγκην φησὶν ἢ περὶ ἓν ῥητὸν, ἢ περὶ πλείονα γίνεσθαι· ἐὰν μὲν οὖν, φησὶ, περὶ ἓν ῥητὸν γένοιτο, ἀντιτίθεμεν αὐτῷ ἢ τὴν διάνοιαν ἢ πρᾶγμά τι εἰς ταὐτὸν ἄγον τὸ ἄγραφον τῷ ἐγγράφῳ. τοῦ μὲν οὖν προτέρου παράδειγμα τὸ τὸν ξένον ἐπὶ τὸ τεῖχος ἀνιόντα θανάτου ζημιοῦσθαι· ἀνελθών τις ἠρίστευσε καὶ ὑπάγεται τῷ νόμῳ· ἀντιτίθησι γὰρ τὴν διάνοιαν τοῦ νομοθέτου, ὅτι τοὺς ἐπὶ βλάβῃ ἀνιόντας ἐκώλυσε· τοῦ δὲ δευτέρου νόμου, τὸν ἐκ πόρνης μὴ δημηγορεῖν, ἐκ πόρνου τις γενόμενος κωλύεται λέγειν· συνάγει γὰρ τόν τε νόμον καὶ τὸ πρᾶγμα, φάσκων ταὐτὸν εἶναι, ἄν τε ἐκ πόρνου τις ἄν τε ἐκ πόρνης γεγένηται· ἀλλὰ κἀνταῦθα φαίη ἄν τις τὴν διάνοιαν ἐξετάζεσθαι τοῦ ὑποκειμένου ῥητοῦ. Τίς οὖν ἡ διαφορὰ τοῦ συλλογισμοῦ πρὸς τὸ ῥητὸν καὶ τὴν διάνοιαν; πρῶτον μὲν τῷ ῥητῷ καὶ τῇ διανοίᾳ αἰτίαν ἀποδίδομεν· οἷον διὰ τὸ μὴ βλάβην τινὰ γενέσθαι, ἀνιόντος ἐπὶ τὸ τεῖχος τοῦ ξένου, ἔθηκε τοῦτον ὁ νομοθέτης τὸν νόμον, ἐγὼ δὲ ὠφέλησα· ἐν δὲ τῷ συλλογισμῷ οὐκ αἰτίαν ἀποδώσομεν, ἀλλʼ αὐτὸ τοῦτο εἶναι φήσομεν, τὸ ἐκ τοῦ νόμου διηγορευμένον· ἔπειτα μὲν τῷ συλλογισμῷ ὁ διώκων συνάγει τό τε ῥητὸν καὶ τὸ ἔξωθεν φερόμενον. ἐν δὲ τῷ ῥητῷ καὶ τῇ διανοίᾳ διίστησι· τὸ γὰρ ῥητὸν μόνον προβάλλεται, τὴν δὲ τῆς διανοίας ἐξέτασιν οὐ παραδέχεται. τοῦτο γὰρ ὁ φεύγων ποιήσει· τρίτη διαφορὰ, ὅτι ἐν μὲν τῷ ῥητῷ καὶ τῇ διανοίᾳ τὸ ἔξωθεν παραλαμβανόμενον ὁ κατηγορούμενος ἔχει, τουτέστι τὸν τῆς διανοίας ἐξετασμὸν, τὸ δὲ ῥητὸν ἀεὶ ὁ κατηγορῶν. ἐν δὲ τῷ συλλογισμῷ ὡς ἐπὶ πᾶν ὁ φεύγων τὸ ῥητόν· προσέθηκε δὲ τὸ ὡς ἐπὶ τὸ πλεῖστον. τινές φασιν, ὧν ἐστι καὶ Μινουκιανὸς, ὅτι γε οὐκ ἐν παντὶ ῥητῷ καὶ διανοίᾳ τὸ ῥητὸν ὁ κατήγορος ἔχει· ἐν γὰρ τοῖς κατὰ αἴτησιν ὁ φεύγων αὐτῷ χρήσεται, οἷον νόμος τὸν πηρὸν ἐκ τοῦ δημοσίου τρέφεσθαι, πηρώσας τις ἑαυτὸν ἀξιοῖ ἐκ τοῦ δημοσίου κομίζεσθαι τὰς τροφάς. ἐνταῦθα γὰρ, φησὶν, ὁ μὲν κατηγορῶν χρήσεται τῇ διανοίᾳ, ὅτιπερ ὁ νόμος κελεύει τοὺς κατὰ περίστασιν πηρωθέντας ἐκ τοῦ δημοσίου τρέφεσθαι, οὐ τοὺς ἐξεπίτηδες τοῦτο ἑαυτοὺς δεδρακότας· ὁ δὲ ἀπολογούμενος χρήσεται τῷ ῥητῷ. τοῦτο δὲ οὐκ ἀληθὲς, ἀεὶ γὰρ τὸ ῥητὸν ἔσται τοῦ κατηγόρου, ἀλλʼ ἵνα μὴ δόξῃ πάντα ἐναντιοῦσθαι Μινουκιανῷ, διὰ τοῦτο προσέθηκε τὸ ὡς ἐπὶ τὸ πλεῖστον ὁ τεχνικός.

`7.213`

δʹ. Ῥητὰ, φησὶν, ἀκούσας μὴ μόνον νόμους νοήσῃς ἀλλὰ καὶ διαθήκας, ἐπεὶ καὶ αὗται ὡς νόμος παρὰ τοῖς κληρονόμοις κρατοῦσι καὶ ψηφίσματα· ἀπὸ γὰρ νόμων καὶ ταῦτα ὥρμηνται· καὶ ἐπιστολὰς οὐ τὰς ἐν τύπῳ φιλίας, ἀλλὰ διαταγῆς δυνάμει ἐκ βασιλέων τοῖς ἄρχουσι τῶν ἐπαρχιῶν στελλομένας, αἳ ὅρος αὐτοῖς καὶ νόμος ἐστὶν ἀπαράγραπτος. Κηρύγματα ὡρισμένα, οὐχ ἁπλῶς κηρύγματα, ἀλλʼ ὡρισμένας διατάξεις ἐπιτελεστικάς τινας ἔχοντα. πάντα ἁπλῶς τὰ ἐν ῥητοῖς· τί φησι λέγειν διαθήκας, ψηφίσματα, ἐπιστολὰς, κηρύγματα καὶ ταῦτα δὴ τὰ κατὰ μέρος νοούμενα, συνελόντα εἰπεῖν ἅπαν ῥητὸν ἢ πρὸς τὸ ὑπήκοον ἐν διατάγματος ἐκφωνούμενον τρόπῳ ἢ ἐν συμφώνοις τισὶν ἢ συναλλάγμασιν οἱοισδήποτε κείμενα, εἰ μὴ ἐναντιοῦται νόμῳ, ἰσχὺν ἔχει νόμου· καὶ ὡς νόμος καὶ πράττεται καὶ συνδεῖ καὶ συνέχει τοὺς συναλλάξαντας. ἢ τοίνυν οὕτως ἑρμηνευτέον· ἢ τὸ μὲν κηρύγματα στικτέον, τὸ δὲ ὡρισμένα τῷ πάντα ἁπλῶς τὰ ἐν ῥητοῖς προσθετέον, ἵνʼ ᾖ πάντα ἁπλῶς τὰ ἐν ῥητοῖς ὡρισμένα, τουτέστι προστεταγμένα, εἴτε νόμος εἶεν εἴτε διαθῆκαι εἴτε ψηφίσματα εἴτε ἐπιστολαὶ εἴτε κηρύγματα εἴτε τινὰ ἕτερα ἐν ῥητοῖς θεωρούμενα, ὡς εἶναι τὰ ὡρισμένα οἷον κλεῖδά τινα καὶ σύνδεσμον, συνδέοντα πάντα τὰ προρρηθέντα.

`7.214`

εʹ. Τὴν περὶ τὰ ῥητὰ συμβαίνουσαν ζήτησιν ἤτοι περὶ ἓν ῥητὸν ἢ καὶ περὶ πλείονα συμβαίνειν γίνεσθαί φησι, πλείονα λέγων, κἂν ἓν εἰς δύο σχίζηται καὶ τὸ μὲν τοῦ ῥητοῦ ὁ ἕτερος· τὸ δʼ ὁ ἕτερος πρὸς ἑαυτὸν ἐπισπᾶται· λέγει δὲ τοῦτο τὴν διαφορὰν τῶν δύο στάσεων ῥητοῦ καὶ τῆς ἀντινομίας ἐντεῦθεν ἡμῖν ὑπανοίγων· καὶ δεικνὺς, ὅτι κἂν ἓν ᾖ ῥητὸν τοῖς δυσὶ, τῷ τε διώκοντι καὶ τῷ φεύγοντι, κατʼ αὐτὰ τὰ ῥητὰ μεριζόμενα ἀντινομία γίνεται· κατʼ αὐτὰ δὲ εἶπεν, ὅτι τοὐναντίον πάλιν, κἂν πολλὰ ᾖ ῥητὰ, πάντα δὲ αὐτὰ τὰ ῥητὰ τὸ ἓν ἀπολαβὸν μέρος ἔχῃ, εἰ καὶ ταῖς διανοίαις τὸ ἕτερον κέχρηται, ῥητόν ἐστι καὶ διάνοια· σκόπει δὲ τὸν τεχνικὸν, πῶς τῆς μεθόδου τῆς διαιρετικῆς οὐκ ἀφίσταται· ἀλλʼ ἄνωθεν τὸ περὶ τῶν νομικῶν σκέλος ἀπολαβὼν πάλιν διαιρεῖ λέγων, ἤτοι περὶ ἓν ἔσεσθαι ῥητὸν ἢ περὶ πλείονα τὴν ζήτησιν· εἶθʼ οὕτως περὶ τὸ ἓν στὰς ῥητὸν τὴν περὶ τούτου ἐξήγησιν ποιεῖται καὶ τὸ ῥητὸν ἀνευρίσκει καὶ τὴν διάνοιαν· παραθεὶς δέ τις ἔξωθεν τῷ ῥητῷ ἀγράφῳ καὶ ἑτέραν στάσιν ἐφώρασε τὸν συλλογισμὸν, πρὶν ἢ ἐπὶ τὰ πλείονα μετασταίη ῥητά· ἐπειδὴ καὶ μετὰ τὴν πρόσθεσιν ἓν ἔτι φαίνεται τὸ ῥητόν· καὶ οὕτω μετὰ τὸν συλλογισμὸν ἐπὶ τὰ πλείονα μέτεισιν· ἀεὶ γὰρ φίλον αὐτῷ· ἀλλὰ καὶ τῇ διαιρετικῇ μεθόδῳ ἀπὸ τῶν ἁπλουστέρων χωρεῖν ἐπὶ τὰ συνθετώτερα· καὶ τὴν ἀντινομίαν ἐντεῦθεν πάλιν ἐθήρευσεν, οὐδὲν ἄλλο οὖσαν, ἀλλʼ ἢ διπλῆν τινα ζήτησιν ῥητοῦ καὶ διανοίας· μεριζομένων τῶν ῥητῶν ἑκατέροις τοῖς μέρεσι· καὶ τοῦτο ἡ διαφορὰ ἑκατέρων τῶν στάσεων, τὸ τὰ ῥητὰ ἐπὶ τῆς ἀντινομίας τοῖς δυσὶν ἐπιδιασχίζεσθαι μέρεσιν, παρʼ ἑνὶ μέρει ἐπὶ τοῦ ῥητοῦ καὶ τῆς διανοίας εὑρισκομένων· τἄλλα δʼ ἂν ἐπικοινωνοῦσιν ἐν ἅπασι· διὰ γὰρ τοῦτο καὶ περὶ τοῦ ῥητοῦ καὶ τῆς διανοίας ὁ τεχνικὸς προδιέλαβεν ὡς ἐκεῖθεν τῇ ἀντινομίᾳ μετοχετευομένων τῶν ἀφορμῶν.

`7.215`

ϛʹ. Σαφῶς ὁμοῦ καὶ ἀσφαλῶς, ἀλλὰ μὴν καὶ συντόμως τῷ τεχνικῷ ταῦτα ἐκπέφρασται· ἂν μὲν γὰρ ᾖ, φησὶ, περὶ ἓν ῥητὸν ἡ ζήτησις, καὶ θάτερον τῶν μερῶν ὁ διώκων ἢ ὁ φεύγων, ἀορίστως γὰρ εἴρηκεν, ἢ περὶ τὰς τούτου διανοίας μόνας, ἢ κατʼ αὐτό γε πάντως ἱστάμενον τὸ ῥητὸν, εἶδος δὲ ἡ διάνοια, τηνικαῦτα ἡ στάσις ῥητόν ἐστι καὶ διάνοια, καὶ τὸν ὁρισμὸν εὐθὺς ἀποδέδωκεν εἰπών.

ζʹ. Ἀκόλουθος τῇ διδασκαλίᾳ ὁ ὁρισμὸς ἀποδέδοται, γίνεσθαι γάρ φησι ῥητὸν καὶ διάνοιαν, ὅταν τοῦ ἑτέρου οἷον ἑνὸς τῶν μερῶν, εἴτε τοῦ διώκοντος εἴτε τοῦ φεύγοντος τῷ ῥητῷ χρωμένου, καὶ ὡς ἐπὶ τὸ πλεῖστόν γε τοῦ διώκοντος, σπανίως γὰρ τῷ φεύγοντι τὸ ῥητὸν ἐφαρμόζεται, θάτερον μέρος, ὁποῖον ὂν ἂν καὶ τύχοι, τὰς διανοίας μεταχειρίζεται καὶ τὸ παράδειγμα ἐγγύθεν· ξένος ἐπὶ τὸ τεῖχος ἀνιὼν νόμου κωλύοντος καὶ διὰ τοῦτο κρινόμενος· κἀνταῦθα μὲν ὁ διώκων τῷ ῥητῷ χρήσεται· ἐπʼ ἐκείνου δὲ τοῦ προβλήματος ὁ φεύγων, οἷον πατὴρ τῷ διδασκάλῳ ἐπέταττε φονεῦσαι τὸν υἱὸν, εἰ μὴ ἐκμανθάνοι καλῶς, μὴ μανθάνοντα τοῦτον ἀπέκτεινε καὶ φόνου φεύγει· τῷ γὰρ ῥητῷ ἐνταῦθα φεύγων ὢν ὁ διδάσκαλος χρήσεται.

ηʹ. Προτέτακται τὸ ῥητὸν καὶ ἡ διάνοια εἰκότως· ἐν μὲν γὰρ τῷ συλλογισμῷ ἔξωθέν τι παραλαμβάνει καὶ συνάγει εἰς ταὐτὸν τῷ ῥητῷ. ἐνταῦθα δὲ τὴν διάνοιαν αὐτοῦ τοῦ ῥητοῦ ἀντεισάγει· ὅσῳ δὴ μεῖζον τὸ ἐξ αὐτοῦ τι παρεισφέρειν τοῦ ἔξωθεν παραλαμβάνειν, εἶτα συνάγειν, τοσούτῳ μᾶλλον ἔδει πρὸ τοῦ συλλογισμοῦ τὸ ῥητὸν τετάχθαι καὶ τὴν διάνοιαν.

`7.216`

θʹ. Περὶ τοῦ ῥητοῦ καὶ τῆς διανοίας ἀπαρτίσας διδασκαλίαν, ἐπείπερ εὕρισκεν τῷ ῥητῷ καὶ ἔξωθέν τι ἀγράφως παραφυόμενον, ἵνα μὴ τὴν περὶ ἑνὸς ῥητοῦ διακόψῃ διδασκαλίαν, παρενείρει καὶ αὐτὸ κατὰ καιρὸν τὸν ἁρμόζοντα καί φησιν· ἢ τοῦτο μὲν οὐχὶ· τὸ τὸ μὲν τοῖν μεροῖν περὶ τὸ ῥητὸν, τὸ δὲ περὶ τὴν διάνοιαν ἵστασθαι, ἀλλὰ τοῦ ἑνὸς τῷ ῥητῷ μετὰ τῆς διανοίας χρωμένου, θάτερον μέρος πρᾶγμά τι τῷ ῥητῷ παρατίθησιν, εἰς ταὐτὸν ἄγον τὸ ἄγραφον τῷ ἐγγράφῳ καὶ συλλογισμὸν ἀπεργάζεται οὕτως εἰπών· καὶ τὸν ὁρισμὸν συνήθως ἐπήνεγκεν ἐπειπών.

`7.217–7.219`

ιʹ. Ἡ τοῦ συλλογισμοῦ φύσις παράθεσίς ἐστι καὶ σύγκρισις καὶ συνεξέτασις ἀγράφου πρὸς ἔγγραφον, τοῦ μὲν λέγοντος ταὐτὸν εἶναι ἄγραφον τῷ ἐγγράφῳ, καὶ μηδὲν διαφέρειν μηδὲ διαλλάττειν αὐτοῦ, ἀλλʼ ἢ τῷ ἀγράφῳ μόνον καὶ τῷ ἐγγράφῳ, τοῦ δὲ πάμπολυ διαφέρειν καὶ διαλλάττειν· καὶ κατὰ μηδὲν κοινωνεῖν, καὶ τοῦτό ἐστιν ἑκατέρῳ τῷ τε διώκοντι καὶ τῷ φεύγοντι ἅμιλλα· τὸ τὸν μὲν συνάγειν καὶ συνάπτειν ἀμφότερα, τὸν δὲ ἀπάγειν ἀλλήλων καὶ ἀποκρίνειν καὶ διιστᾷν· οἷον ὅτι οὐδὲν τὸ διάφορον, εἴτε ἐκ πόρνης εἴτε ἐκ πόρνου τις γεννηθείη· τὸ γὰρ ἁμάρτημα τῶν γεννητόρων ταὐτόν· καὶ αἰσχρότης ἡ αὐτή· ἢ ὅτι πάνυ διαφέρει· ὁ μὲν γὰρ ἐκ πόρνης ἀμφίβολον, τίνος ἂν καὶ εἴη παῖς, ὁ δὲ ἐκ πόρνου δῆλος, σώφρονος οὔσης τῆς τετοκυίας, καὶ ἁπλῶς τοιαῦτα ἑκάτεροι κοινωνεῖν δὲ τῷ ὅρῳ ἡ στάσις αὕτη καὶ ἐμφερὴς εἶναι πάνυ δοκεῖ, ἐπεὶ καὶ ὁ τεχνικός φησιν, ἐν τῇ τῶν κεφαλαίων τοῦ συλλογισμοῦ διαιρέσει, ὅτι ὅλος ὁ συλλογισμὸς πλὴν τῆς ἐναλλαγῆς τῶν πρώτων κεφαλαίων καὶ τὸν ὅρον διαιρεῖται· καὶ γάρ εἰσιν, ὡς εἴρηται, πάνυ ἀλλήλαις προσεοικυῖαι αἱ στάσεις, οἷον ὅτι ταὐτόν ἐστι, κἂν ἱερὰ, κἂν ἰδιωτικὰ εἴη τὰ ἐξ ἱεροῦ ἀποσυλούμενα χρήματα· καὶ πάλιν ταὐτόν ἐστιν κἂν ἐκ πόρνης κἂν ἐκ πόρνου τις εἴη γεγεννημένος· κἀκεῖ νόμος τὸν ἱερόσυλον τεθνάναι, κἀνταῦθα νόμος τὸν ἐκ πόρνης μὴ λέγειν· τίς οὖν ἡ διαφορά; καί φαμεν, ὅτι ἐπὶ μὲν τοῦ ὅρου οὐκ αὐτὸ ἐκεῖνο τὸ πεπραγμένον ὁ κατήγορος ἐγκαλεῖ, οἷον ὅτι ἰδιωτικὰ ἀφείλου χρήματα ἐκ τοῦ ἱεροῦ, καὶ ἐπὶ τούτῳ ἱερόσυλος εἶ· ἀλλὰ τὸ ἰδιωτικὰ εἶναι τὰ χρήματα ὑπεκκλίνων, ὡς καθαιροῦν καὶ ὑποβιβάζον τὸ ἔγκλημα, τοῦτο μόνον φησὶν, ὅτι ἱερόσυλος εἶ, ὡς συλήσας ἐξ ἱεροῦ, καὶ τὴν ἐξ ἱεροῦ ἀφαίρεσιν μόνον προβάλλεται τὸ ἰδιωτικὰ εἶναι τὰ χρήματα ὑπεκφεύγων· ἐπὶ δὲ τοῦ συλλογισμοῦ αὐτὸ τὸ πρᾶγμα, αὐτὸ τὸ ὂν ὁ κατήγορος λέγει· οὐ γὰρ δύναται ἄλλως ἐρεῖν, ἀλλʼ ὅτι ἐκ πόρνης εἶ καὶ οὐ δεῖ σε λέγειν· τὸ δʼ αὐτὸ εὑρήσεις καὶ ἐπὶ τοῦ εὐνούχου ἁλόντος ἐπὶ μοιχείᾳ ἀναιρεθέντος· εἰ γὰρ καὶ τὸν γεγονότα φόνον προβάλλεται ὁ κατήγορος, ἀλλʼ οὐκ αὐτό ἐστι τὸ ζητούμενον, εἰ φόνος ἢ μὴ, ἀλλʼ εἰ μοιχὸς ὁ εὐνοῦχος ἢ μή· καὶ ὁ φεύγων κατηγορῶν τοῦ εὐνούχου διὰ τὸ ἀντεστράφθαι τὴν τάξιν, οὐ λέγει, ὅτι εὐνοῦχον ἀπέκτεινα ὡς μοιχὸν, ἀλλʼ ὡς καθαιρετικὸν τοῦτο τοῦ ἐγκλήματος φεύγων· ἐκεῖνο μόνον φησὶν, ὅτι μοιχὸν ἀπέκτεινα· ἦν δʼ ἂν ἐξ εὐθείας τὸ ἔγκλημα, εἰ μήπω ὁ εὐνοῦχος ἀνῄρητο, ἀλλὰ περιὼν ἔτι κατηγορεῖται μοιχείας· καὶ γὰρ ἂν ἦν ὁ φεύγων τηνικαῦτα διώκων, καὶ ἐξ εὐθείας ἐκινεῖτο τὸ ἔγκλημα· ἀλλʼ ἡ μὲν διαφορὰ αὕτη τοῦ συλλογισμοῦ πρὸς τὸν ὅρον, τὸ ἐκεῖσε μὲν μὴ τὸ πεπραγμένον προβάλλεσθαι, ἀλλʼ οἷον σπεύδειν συγκαλύπτειν αὐτὸ, καὶ πρὸς τὸ μεῖζον ἀεὶ φέρεσθαι τὸν κατήγορον, εἴτε καὶ τὸν φεύγοντα, ὅταν ἡ τάξις ἐναμειφθῇ· ἐνταῦθα δὲ αὐτὸ τὸ γενόμενον λέγειν καὶ ἐξ αὐτοῦ τὴν ἰσχὺν λαμβάνειν καὶ μὴ ἑτέρωθεν· περὶ δὲ τῆς πόρνης τὰς ἄλλας στάσεις διαφορᾶς, εἴτε τοῦ συλλογισμοῦ, εἴτε καὶ τῶν ἄλλων πρὸς ἄλληλα, περίεργον ἂν εἴη λέγειν ἐν τῷ παρόντι· ἄλλως τε καὶ οὐδʼ οὕτως ἐκείνων ἰσχνὴ ἡ διαφορὰ, τοῦ δὲ συλλογισμοῦ πρὸς τὸν ὅρον, ἄξιον ἦν ἐξετάσεως· τῷ καὶ τὸν τεχνικὸν παρεικάσαι ἀμφοτέρας τὰς στάσεις καὶ τὴν αὐτὴν τομὴν καὶ διαίρεσιν, πλὴν ὀλίγων τινῶν κεφαλαίων αὐτὰς ἐπιδέχεσθαι, ἐκεῖνο δὲ μᾶλλον οἷον ἥδυσμά τι τῷ ῥητορικῷ συλλογισμῷ ἀπὸ τοῦ τῆς φιλοσοφίας ἀπολαβὼν συλλογισμοῦ παραμίξαιμι, καὶ τιμήσω τοῦτον ἀπὸ τοῦ φύσαντος· ἐκεῖθεν γὰρ αὐτῷ τὸ οὕτως ὀνομασθῆναι προσγέγονεν· ὡς γὰρ ἐκεῖνος συλλέγει τὸ ἀληθὲς καὶ τὸ κυρίως καλὸν ἢ φαῦλον καὶ δηλοποιὸς τῶν ἀδήλων ποιῶν συμπερασμάτων καθίσταται, οὕτως καὶ οὗτος· συλλέγει τὸ δοκοῦν ἀληθὲς καὶ τὸ ἐν ὑπολήψει καλὸν ἢ κακὸν, καὶ πιθανουργὸς τῶν ἀπιθάνων προβλημάτων καθίσταται, οἷον ὅτι ἐκεῖνος συνάγει, ὅτι ἀθάνατος ἡ ψυχή· συνάγει δὲ οὕτως· ἡ ψυχὴ αὐτοκίνητος πρὸς τὴν ἐπʼ ἄμφω τοῦ καλοῦ τε καὶ τοῦ ἐναντίου ῥοπήν· τὸ αὐτοκίνητον πρὸς τὴν ἐπʼ ἄμφω τοῦ καλοῦ τε καὶ τοῦ ἐναντίου ῥοπὴν ἀθάνατον, ἡ ψυχὴ ἄρα ἀθάνατος· οὗτος συμπεραίνει, ὅτι τὸν ἐκ πόρνου λέγειν οὐ χρὴ, συμπεραίνει δὲ οὕτως· ὁ πόρνος τὸν αὐτὸν τῇ πόρνῃ βίον ἐπιδεικνύμενος φαίνεται· τὸν ἐκ πόρνης λέγειν ὁ νόμος οὐ συγχωρεῖ, τὸν ἐκ πόρνου ἄρα λέγειν ὁ νόμος οὐ συγχωρεῖ· καὶ τοῦτο τὸ διʼ ὅλης κατασκευαζόμενον τῆς στάσεως· καὶ ἔστι τὸ μὲν τοῦ κυρίως καὶ ἀψευδῶς ἀληθοῦς· τὸ δὲ τοῦ δοκοῦντος εἶναι δικαίου τε καὶ καλοῦ· ὡς οὖν τὸν κυρίως συλλογισμὸν τῆς φιλοσοφίας ὑποδυόμενος συλλογισμὸς καὶ οὗτος κατʼ ἐκεῖνον ἐπωνομάσθη· ἀλλʼ ἐπανίτω ὁ λόγος πρὸς τὸ ἀκόλουθον, καὶ τῶν τοῦ τεχνικοῦ ῥημάτων πάλιν ἁπτέσθω.

Περὶ ἀντινομίας.

αʹ. Μετὰ τὴν τοῦ ῥητοῦ καὶ τῆς διανοίας καὶ τοῦ παρεζευγμένου ταύτῃ συλλογισμοῦ παράδοσιν ἐπὶ τὴν ἀντινομίαν χωρεῖ, οὐκ εἰδὼς διάφορον, εἰ δύο ἢ καὶ πλείονα ῥητὰ εἴη, ἢ καὶ ἓν εἰς δύο διαιρούμενον, ἀλλʼ ἓν τοῦτο ἀντινομίαν τὴν ἐξ οὑτινοσοῦν τούτων διαμάχην ἀποκαλεῖ· μόνον εἰ τοῖς δυσὶ μέρεσιν τὸ ῥητὸν ἢ τὰ ῥητὰ τῷ τε διώκοντι ἐπιμερίζοιτο καὶ τῷ φεύγοντι.

`7.220`

βʹ. Ἡ ἀντινομία, φησὶν, δύο βούλεται ἔχειν ἢ καὶ πλείονα ῥητὰ, ἢ καὶ ἓν διαιρούμενον, τουτέστι διπλοῦν, οἷον εἰ λέγοι τις· νόμος τὸν ξένον μὴ ἀνιέναι εἰς τὸ τεῖχος· ἁπλοῦν ἐστι τὸ ῥητόν· καὶ οὐκ ἂν εἴς τινα διαιροῖτο, ἁπλοῦν γε ὄν· οὐδὲ ποιήσαι ἀντινομίαν· εἰ δὲ λέγομεν, νόμος τοῖς πατράσι βοηθεῖν, μαχομένου πρὸς τὴν μητέρα τοῦ πατρὸς ἐπήμυνέ τε τῇ μητρὶ καὶ ὑπάγεται τῷ νόμῳ· τί δέ ἐστι μὴ φύσει ἐναντίων κατὰ περίστασιν μάχη; οὐ γὰρ δεῖ τὰ ῥητὰ ἐκ τῆς ἑαυτῶν φύσεως ἐναντία καθεστάναι πρὸς ἄλληλα, τοῦτο γὰρ ἀμαθὲς, ἀλλʼ ἐκ τῆς περιστάσεως γίνεσθαι· οἷον οὐκ ἄν τις λέγοι, ὅτι νόμος τὸν κλέπτην κολάζεσθαι καὶ νόμος ἕτερος τὸν κλέπτην στεφανοῦσθαι· καὶ οὕτω πλέκοι ἀντινομίαν· ταῦτα γὰρ φύσει ἐναντία ἀλλήλοις ὄντα οὐχ ὑγιαινούσης ἐστὶ πολιτείας, ἀλλὰ δεῖ αὐτοῖς μὴ εἶναι ἐναντία, γενέσθαι δὲ ἔκ τινος περιστάσεως· οἷον νόμος τὸν ἀποκήρυκτον τῶν πατρῴων ἀποστερεῖσθαι, καὶ νόμος τὸν ἐπιμείναντα χειμαζομένῃ νηῒ λαμβάνειν αὐτήν· ἀποκήρυκτος ἐπὶ πατρῴας διαπλέων νηὸς ἐπέμεινε χειμαζομένῃ καὶ ἀντιποιεῖται αὐτῆς· οὐ γὰρ ἐναντία φύσει τὸ τὸν ἐπιμείναντα χειμαζομένῃ νηῒ λαμβάνειν αὐτὴν, τῷ τὸν ἀποκήρυκτον ἀποστερεῖσθαι τῶν πατρῴων· γίνεται δὲ διὰ τὸ συμβὰν καὶ τὴν περίστασιν· ἐζητήκασι δὲ περὶ τῆς τάξεως αὐτῆς καί φασι χρῆναι αὐτὴν τετάχθαι δευτέραν μετὰ τὸ ῥητὸν καὶ τὴν διάνοιαν· εἴτε, καθάπερ αὐτὸς ἔφη, διπλῆ τις οὕτως ἐστὶ ζήτησις ῥητοῦ καὶ διανοίας· καὶ πρῶτον μὲν οἱ τοῦτο λέγοντες οὐ νενοήκασι τὸ εἰρημένον τῷ Ἑρμογένει, ὡς δειχθήσεται μικρὸν ὕστερον· ἔπειτα ἐκεῖνό φαμεν, ὅτι τὸ ῥητὸν καὶ ἡ διάνοια ἐξ ἐνός ἐστιν ἁπλοῦ ῥητοῦ, καὶ ὁ συλλογισμὸς ὅμοιος, ἡ δὲ ἀντινομία ἐκ πλειόνων· ἐπεὶ οὖν κεκοινωνήκασι κατὰ τὸ ποσὸν τοῦ ῥητοῦ ὅ τε συλλογισμὸς καὶ τὸ ῥητὸν, καὶ ἡ διάνοια εἰκότως μετὰ ἀλλήλων ἐτάγησαν.

`7.221`

γʹ. Τρίτην ἔταξε τὴν ἀντινομίαν τῆς προσηκούσης εὐταξίας γενόμενος· ἠβουλήθη γὰρ τὰς μὲν περὶ ῥητὸν ἓν καταγινομένας πρῶτον εἰπεῖν, εἶτα ἀκολούθως τὰς περὶ δύο ῥητά· μετὰ τὸ ῥητὸν οὖν καὶ τὴν διάνοιαν ἔταξε καὶ τὸν συλλογισμόν· ἑκάτερα γὰρ περὶ τὸ ἓν ῥητὸν καταγίνεται· εἶτα εἶπε τὴν ἀντινομίαν, ἥτις περὶ δύο ῥητὰ ἔχει τὴν ζήτησιν· εἰ γὰρ πάλιν ἀνέδραμεν εἰς τὸν συλλογισμὸν τὸν περὶ ῥητὸν ἐνιστάμενον, πολλὴν ἐποίει τῷ λόγῳ σύγχυσιν, καὶ τάξιν οὐκ εἶχε τὰ τῆς τεχνολογίας· οἱ δὲ λέγοντες εἶδος εἶναι ῥητοῦ καὶ διανοίας τὴν ἀντινομίαν, ὡς ἐν στοχασμῷ εὑρίσκεται ἁπλοῦν τε καὶ διπλοῦν εἶδος καὶ ἐν ὅρῳ, οὐκ ἴσασιν, ὅτι τὰ εἴδη τῶν στάσεων οὐ ποιεῖ τῶν κεφαλαίων ἐναλλαγὴν, προσθήκην μέντοι, διττῶς τῶν κεφαλαίων προερχομένων· τὸ γὰρ ἓν διαιρούμενον ἀναπληροῖ δύο νόμων τάξιν· τέλειον γάρ ἐστιν ἕκαστον τῶν μερῶν, καὶ οὐδὲ ἐναντίον ἕκαστον αὐτῶν τῷ ἄλλῳ κατὰ φύσιν, ἀλλʼ ἡ περίστασις καὶ ἡ πλοκὴ τὴν μάχην ἐποίησεν· ἐμέμψαντό τέ τινες, ἀφʼ ὧν εἶπεν, «ἢ καὶ ἑνὸς διαιρουμένου·» οὐ γὰρ δύναται ὁ εἷς διαιρεῖσθαι εἰς δύο νόμους, οὐδὲ αὐτὸς ἑαυτῷ ἐναντίος εἶναι· ἀλλʼ ὥσπερ τοὺς μὴ φύσει ἐναντίους νόμους ἡ περίστασις ποιεῖ ἐναντίους, οὕτω καὶ τὸν ἕνα νόμον ἡ περίστασις ἀντιφάσκειν ἑαυτῷ ποιεῖ.

εʹ. Μάχην μὲν εἶναί τινα ἐκ διαφόρων ἢ καὶ ἑνὸς διαιρουμένου ῥητοῦ τὴν φύσιν τῆς ἀντινομίας ὁρίζεται, οὐκ ἐκ φύσεως δὲ τὴν ἐναντιότητα, οὐδʼ ἀπʼ αὐτῶν εἶναι τῶν τοῦ νόμου ῥητῶν· ἀλλʼ αὐτὰ μὲν πρὸς ἄλληλα τὸ ἀστασίαστον ἔχειν παραβαλλόμενα καὶ τὸ ἄμαχον, ἐκ περιστάσεως δὲ καὶ συμβολῆς πραγμάτων τὴν στάσιν αὐτοῖς ἀναφύεσθαι.

`7.222`

ϛʹ. Εἰ γὰρ περὶ ῥητὸν ἢ ἑτέρῳ ῥητῷ ἢ διανοίᾳ λύεται, ἕκαστον δὲ τῶν ῥητῶν παρὰ τοῦ ἐναντίου τῇ διανοίᾳ λύεται, διπλοῦν ἂν εἴη ῥητὸν καὶ διάνοια, καὶ εἰ διπλῆ ἐστιν ἐξέτασις ῥητοῦ καὶ διανοίας, διὰ τί μὴ διπλοῦν ῥητὸν καὶ διάνοια καλεῖται, ὥσπερ διπλοῖ εἰσι στοχασμοὶ καὶ ὅροι; ὅτι ἐν ῥητῷ καὶ διανοίᾳ παράβασις εὑρίσκεται νόμου, ἐνταῦθα δὲ τῶν νόμων ὁ ἕτερος εὑρίσκεται φυλαττόμενος· τὸ οὖν διάφορον ἐποίησε στάσιν ἑτέραν· ὀλίγη γὰρ ἐναλλαγὴ στάσιν ἑτέραν ἐργάζεται· ἐν δὲ τῷ στοχασμῷ καὶ ὅρῳ ἐπὶ πάντων τῶν εἰδῶν τὸ ὅμοιον σώζεται· διπλῆ δὲ, ἐπεὶ ἀμφότερα διπλᾶ δείκνυνται, οὐχ ὡς ἐν ῥητῷ καὶ διανοίᾳ ὁ μὲν τὸ ῥητὸν ἀπενείμαντο, ὁ δὲ τὴν διάνοιαν, ἀλλʼ ἀμφότεροι ἀμφοτέροις κέχρηνται. ἑκάτερος γὰρ λύσας τῇ διανοίᾳ τὸ τοῦ ἐναντίου ῥητὸν, οὕτως ἐπεισάγει τὸ ἴδιον, καθολικὸν γὰρ τοῦτο τοῖς βλάπτουσι ῥητοῖς ἀντιτάττειν τὰς διανοίας.

ζʹ. Τὸ ὅλον τοῦτό ἐστιν· ἡ ἀντινομία, φησὶ, διπλῆ ῥητοῦ καὶ διανοίας ἐξέτασις, τοῦ μὲν παρὰ τῷ διώκοντι ῥητοῦ τὴν διάνοιαν τοῦ φεύγοντος ἔχοντος, τοῦ δὲ παρὰ τῷ φεύγοντι τοῦ διώκοντος, καὶ οὕτως ἀλλήλοις ἀντιδιατιθεμένων τοῖς τε ῥήμασιν αὐτοῖς καὶ ἀμοιβαδὸν τοῖς νοήμασιν ἡ ἀντινομία συνίσταται· τὸ δὲ παράδειγμα σαφέστερον παριστᾷ τὰ λεγόμενα.

`7.223`

ηʹ. Ἴδε πῶς οἱ νόμοι οὐ μάχονται ἀλλήλοις, οὐδὲ ἐναντίωσιν ἔχουσιν, καὶ σκόπει πῶς ἐκ περιστάσεως διαμάχη τις αὐτοῖς καὶ ἐναντίωσις συμπέπτωκε· λεγέσθω γὰρ καὶ τὸ ἑξῆς τοῦ παραδείγματος· ἀποκήρυκτος ἐπέμεινε χειμαζομένῃ νηΐ· ὁρᾷς ὅπως ἐκ τῆς περιστάσεως αὐτοῖς καὶ διαμάχη συμβέβηκεν· ἐνταῦθα γὰρ τοῦ μὲν πατρὸς λέγοντος, «ὁ ἀποκήρυκτος μὴ μετεχέτω τῶν πατρῴων,» τῇ διανοίᾳ ἀπαντᾷ ὁ υἱὸς λέγων· ἀλλὰ σκόπει, πάτερ, πότε ὁ νόμος τὸν ἀποκήρυκτον εἴργει; οὐχ ὅτε ἐπιμείνῃ χειμαζομένῃ νηΐ, οὐδʼ ὅτε ἀπολλυμένῃ καὶ κινδυνευούσῃ μὴ εἶναι τοῦ πατρὸς, ἀλλʼ ὅτε παρὰ τῷ πατρί ἐστι καὶ παρʼ αὐτῷ διασώζεται καὶ τῆς τούτου δεσποτείας οὖσα γνωρίζεται, οὐχ ὅτε ξένη καὶ ἀλλοτρία καὶ τοῦ κλύδωνος μᾶλλον καὶ τῆς θαλάσσης ἢ τοῦ πατρός· πάλιν δὲ τοῦ υἱοῦ τὸν ἕτερον νόμον ἀντιπροβαλλομένου καὶ λέγοντος, ὁ ἐπιμείνας χειμαζομένῃ νηῒ δεσπότης ἔστω τῆς νεὼς, ἀντιτίθεται αὐτῷ ὁ πατὴρ λέγων· ἀλλὰ νόησον, τέκνον, πότε φησὶν ὁ νόμος τὸν ἐπιμείναντα χειμαζομένῃ νηῒ δεσπότην εἶναι τῆς διασωθείσης νεώς; ὅτε οὐκ ἀποκήρυκτος, ὅτε οὐ πατρῴα ἡ ναῦς· καὶ τῶν εἰργομένων γίνεσθαι παρὰ τῷ παιδὶ, ἀλλʼ ἑτέρου τινὸς ξένου καὶ ἀλλοτρίου καὶ οὐ κατὰ πατρότητα τῷ ἐπιμείναντι ἀποκηρύκτῳ προσήκοντος· ἢ ὁ ἐπιμείνας ἕτερός ἐστι καὶ οὐ μεμισημένος υἱὸς καὶ ἀπόκληρος, καὶ τῶν πατρῴων ὑπὸ τοῦ νόμου παντάπασιν ἐξειργόμενος, καὶ ἐφεξῆς διʼ ὅλης τῆς στάσεως οὕτως ἀλλήλοις κατὰ τὴν τοῦ παρʼ ἑκάστου ῥητοῦ καὶ τῆς διανοίας δύναμιν ἀντιφέρονται·

`7.224`

θʹ. Καὶ οὗτος τὸ ἀστασίαστον ὁ νόμος ἔχων καθʼ ἑαυτὸ ἐκ τῆς κατὰ τὴν βίαν περιστάσεως στασιώδης ἐγένετο· κἀνταῦθα τοίνυν τὸ τοῦ νόμου ῥητὸν ἐκ μέρους ἑκάστη τῶν βιασθεισῶν διελόμεναι ταῖς διανοίαις ἀμοιβαδὸν ἀλλήλαις ἀντιτεθήσονται· καὶ διὰ τῶν λοιπῶν οὕτω κεφαλαίων ἀγωνιοῦνται, δίαυλον ἀγῶνα τοῦ ῥητοῦ καὶ τῆς διανοίας ἀγωνιζόμεναι· ὁ δὲ πραγματικῆς εἶναι στάσεως τὰ εἰρημένα τιθεὶς παραδείγματα ἠγνόησεν ἀντινομίαν καὶ πραγματικὴν, κἀντεῦθεν ἐξηπατῆσθαι τὸν τεχνικὸν αὐτὸς ἠπατημένος ὑπέλαβεν· ἦν γὰρ τότε πραγματικῆς τὸ παράδειγμα· εἰ πρὸ τοῦ ἐπιμεῖναι τῇ νηῒ ὁ υἱὸς προσῆλθε τῇ βουλῇ, γνῶσιν ἐπιζητῶν, εἰ δοθήσεται αὐτῷ ἡ ναῦς ἐπιμείναντι· νῦν δὲ περὶ πράγματος ἤδη γεγονότος τοῦ πατρὸς ἀπομαχομένου καὶ τοῦ υἱοῦ, εἰ δίδοται τῷ υἱῷ, ἐξ ὧν ἤδη πέπραχε, τὸ δεσπόσαι τῆς νεὼς ἢ μὴ, ἀναμφίλεκτος ἡ ἀντινομία· ἐπεὶ ἄρα καὶ τὰ κατʼ αἴτησιν πάντα προβλήματα, οἷον τὸ τοῦ φιλοσόφου τοῦ ἀποθέσθαι τὴν τυραννίδα τὸν τύραννον πείσαντος, καὶ τὸ γέρας αἰτοῦντος καὶ εἴτι τοιουτότροπον πραγματικὰς εἶναι λέγει, μᾶλλον δὲ καὶ τὰς στάσεις ἁπάσας, ὅτι αἱ μὲν πρὸς ποινὰς, αἱ δὲ πρὸς γέρα προτρέπονται, πραγματικὰς ὀνομάζεσθαι. Ἔδοξε δέ τισι περὶ τῆς ἀντινομίας διπλοῦν εἶδος εἶναι ῥητοῦ καὶ διανοίας αὐτὴν, ὥσπερ ἐπὶ τοῦ στοχασμοῦ καὶ τοῦ ὅρου ὁ διπλοῦς στοχασμὸς καὶ ὁ διπλοῦς ὅρος ἐστὶν, οὐ μέντοι στάσιν ἑτέραν παρὰ τοῦ ῥητοῦ καὶ τῆς διανοίας, ὡς κατʼ οὐδὲν αὐτῆς διαλλάττουσαν· ἀλλʼ ἢ μόνον τὸ διπλοῖς τέμνεσθαι τοῖς κεφαλαίοις, οἷον ἐπὶ τοῦ στοχασμοῦ καὶ τοῦ ὅρου τεθεωρήκασι· τὸ δʼ αὐτὸ κανταῦθά φαμεν, ὁποῖον καὶ περὶ τῶν ἀντιθετικῶν προειρήκαμεν, ὅτι ταυτότητα στάσεως οὐχ ἡ ταυτότης τῶν κεφαλαίων, ἀλλʼ ἡ τοῦ ὁρισμοῦ ταυτότης οἶδεν ἐργάζεσθαι· ὅθεν ὁ μὲν διπλοῦς στοχασμὸς καὶ ὁ διπλοῦς ὅρος ὡς ὑπὸ τὴν αὐτὴν ἐκείνοις φύσιν ὄντες καὶ τὸν αὐτὸν ὁρισμὸν ἔχοντες, εἰ καὶ εἴδη ἕτερα ὠνομάσθησαν, καθάπερ Αἰθίοψ καὶ Σκύθης τῷ τῆς μορφῆς εἴδει, οὐ τῷ φυσικῷ διαλλάττοντες, ὃ δὴ καὶ παραγραφὴν οὐχ ὁρισμὸν ὁ λόγος οἶδεν ἀποκαλεῖν, ὡς οὐκ ἐκ φυσικῶν διαφορῶν, οἷον λογικοῦ ἢ ἀλόγου, θνητοῦ ἢ ἀθανάτου, ἐξ ὧν ὁ ὁρισμὸς οἶδε γίνεσθαι, ἀλλʼ ἀπὸ λευκοῦ καὶ μέλανος χρώματος συμβεβηκότων, ἐξ ὧν ἡ περιγραφὴ, ἀλλήλων διαφέροντες· ἡ μέντοι ἀντινομία ἕτερον ὁρισμὸν παρὰ τὸν τοῦ ῥητοῦ καὶ τῆς διανοίας ἔχουσα εἰκότως ἑτέρα στάσις ἡμῖν ὑπὸ τοῦ τεχνικοῦ παραδέδοται.

`7.225–7.226`

ιʹ. Τινὲς τὸ παράδειγμα τῶν οὐ συνεστώτων φασί· πῶς γὰρ οἷόν τε κατὰ ταὐτὸ τὰς δύο βιάσασθαι· ἄλλως τε δὲ καὶ ἐξισάζει· ἐπʼ ἀμφοῖν γὰρ ὁ νόμος τὴν ἐξουσίαν δίδωσι τὴν αὐτὴν, εἰ καὶ διαφόροις αἰτήσεσι· καὶ οὐδὲ τὸ μὲν τοῦ νόμου πέπρακται, τὸ δὲ παραβέβασται, ὅπερ ἀντινομίας ἴδιον, ἀλλὰ καὶ ἡ βία ἴση καὶ τὰ πρόσωπα· καὶ ὁ καιρὸς ἄδηλος· ἀλλʼ ὁ μὲν Μινουκιανὸς οὐκ ἰσάζειν φησὶ διὰ τὸ ἀνόμοιον τῆς αἰτήσεως· ἀλλʼ εἰ καὶ διάφορα τὰ τῆς αἰτήσεως, ἀλλʼ οὖν ἰσάζει τῷ ἀμφοτέρας αἰτεῖν τι· ὑπάρχει δέ τις ἑτέρα διαφορά· δύναται γὰρ ἡ αἰτοῦσα θάνατον λέγειν· ὡς εἰ τεθνήξεται, ἀμφότεραι λήψονται δίκην τῆς βίας, καὶ οὐδὲν μᾶλλον ὑπὲρ αὑτῆς ἢ ὑπὲρ ἐκείνης αἰτεῖ· τῇ δʼ αὖ γάμον αἰτούσῃ δύναται χρήματα δώσειν ἐπαγγείλασθαι ὑπὲρ τῆς βίας· ἔστι μὲν οὖν καὶ ἀπὸ τῆς διαφορᾶς συκοφάντας δεῖξαι τοὺς μεμψιμοίρους· πλὴν καὶ εἴ τις ἀκριβῶς σκοπήσοι, οὐδὲ ἓν τὸ τοῦ νόμου ῥητὸν, ἀλλὰ τῇ προφορᾷ μὲν ἓν, διττὸν δὲ τῇ διανοίᾳ· ἄλλο γάρ ἐστιν, ὡς εἴπομεν, ἡ τοῦ θανάτου αἵρεσις, καὶ ἄλλο ἡ τοῦ γάμου· εἰκὸς δὲ καὶ πρότερον θατέραν ἐγνωκέναι καὶ τῇ ἐλπίδι τοῦ γάμου ἡσυχάζουσαν ταύτην οὐδὲν κατʼ αὐτοῦ κινῆσαι. ἀκούσασαν δὲ μετὰ μικρὸν, ὡς καὶ ἑτέραν διέφθειρε, τότε τὴν τοῦ θανάτου κινῆσαι κατʼ αὐτοῦ αἵρεσιν, ὡς εἶναι τὴν περίστασιν διττὴν, ἀπό τε τοῦ χρόνου καὶ τοῦ προσώπου· ἀλλὰ καὶ τοῦ ῥητοῦ παραβέβασταί τι· τουτέστιν ἡ τῆς προγενεστέρας ἐλπὶς τοῦ γάμου· οὐδὲ γὰρ ἐνῆν τὰς δύο εἰς ὑμέναιον ἄγεσθαι. Ἔστι παράδειγμα ἀντινομίας κατὰ διαίρεσιν τόδε· νόμος τιμωρεῖν τοῖς πατράσιν· Ὀρέστης τὴν μητέρα ἀνεῖλε τιμωρῶν τῷ πατρὶ· δῆλον γὰρ ὡς ἐφʼ οἷς τὴν μητέρα ἀνεῖλεν, εὐθύνοιτʼ ἂν, εἴγε διὰ τοῦ πατράσιν, ὡς ἔφαμεν, οὐχ ὁ πατὴρ παραλαμβάνεται μόνος, ἀλλὰ καὶ ἡ μήτηρ· τῆς δὲ κατὰ δύο ῥητὰ ἀντινομίας παράδειγμα τόδε· νόμος τὸν στρατιώτην μὴ πωλεῖν τὰ ὅπλα, καὶ νόμος θάπτειν τὸν πατέρα· ἐπὶ στρατοπέδου τις ἀποθανόντος τοῦ πατρὸς πωλήσας τὰ ὅπλα θάπτει αὐτὸν καὶ κρίνεται.

Περὶ ἀμφιβολίας.

`7.227`

αʹ. Μετῆλθεν ἐπὶ τὴν ἀμφιβολίαν ὑστάτην τάξας αὐτὴν, ὅπου γε πρός τινων καὶ ἀπεβάλλετο τῶν στάσεων, καθάπερ ὑπὸ Νέστορος τοῦ Στοϊκοῦ, οὐδὲ μία γὰρ στάσις, φασὶ, περὶ ποιότητα φωνῆς ἔχει τὴν ζήτησιν, περὶ τόνου λέγω καὶ διαστάσεως συλλαβῶν, ἅπερ γραμματικοῖς δικαίως ἂν καταλείποιτο· ἔπειτα, φασὶν, ἀσύστατα ἂν εἴη, οὐ γὰρ δυνατὸν πέρας ἢ λύσιν αὐτῆς εὑρεθῆναί τινα, ἰσάζει γὰρ τὰ λεγόμενα· ἀλλʼ ὅπερ ἐλέγομεν περὶ τῆς ἀντινομίας, τοῦτο κἀνταῦθά φαμεν, ὡς εἰ μὲν ἐφʼ ἅπασι τὸ ἐξισάζειν εἶχεν, ἀσύστατα ἂν ἦν, νῦν δὲ διαφόρους ἐστὶ τὰς τῶν προσώπων ποιότητας εὑρεῖν, ἐξ ὧν ἂν γίνοιτο τὸ συνεστηκός. δείκνυσι δὲ καὶ Δημοσθένης, ὅτι τῶν στάσεων ἡ ἀμφιβολία, καὶ ὅπως μεταχειριστέον αὐτήν. ἐν γὰρ τῷ τῆς παραπρεσβείας ἐνέπεσεν τοιόνδε αὐτῷ κεφάλαιον· ἔχρησεν, φησὶν, ὁ θεὸς, τοὺς ἡγεμόνας φυλάττεσθαι, καὶ ἀμφισβητοῦσιν οἱ μὲν τοὺς ῥήτορας, οἱ δὲ τοὺς στρατηγοὺς λέγοντες· ἀμφιβάλλεται γὰρ, τίνας εἶπεν ὁ Δημοσθένης ἡγεμόνας, πότερον τοὺς στρατηγοὺς ἢ τοὺς ῥήτορας· ἐπιχειρεῖ οὖν ὁ Δημοσθένης ἐκ τοῦ καιροῦ· εἰ μὲν γὰρ ἦν, φησὶ, πολέμου καιρὸς τοὺς στρατηγοὺς ἂν ἔλεγε, νῦν δὲ οὐκ ὄντος πολέμου, τίνας ἑτέρους ἢ τοὺς ῥήτορας προσαγορεύει δεῖν φυλάττεσθαι;

`7.228`

βʹ. Τῶν λίαν ἠπορημένων ἐστὶ, πῶς τοῦτο ὡς ἐξαίρετον ἐπὶ τῆς ἀμφιβολίας ἔφη. δῆλον γὰρ, ὡς ἐφʼ ἁπάντων ταὐτόν ἐστιν. καὶ γὰρ ἡ ἀντινομία ἀπὸ τοῦ ὀνόματος καθέστηκε φανερὰ, ὅτι νόμων ἐναντίωσιν ἔχει. καὶ τὸ ῥητὸν δήπου καὶ ἡ διάνοια ἐκ τοῦ ὀνόματος τὴν ἑαυτῆς ὑποδείκνυσι φύσιν· καὶ ὅλως τὰ τεχνικὰ τῶν ὀνομάτων δηλοῦν τὴν σημασίαν τῶν ὑποκειμένων βούλεται· τῶν γὰρ ὀνομάτων τὰ μὲν φυσικὰ, ἅπερ ἐξ ἀρχῆς ἐπί τινος τεθεμάτισται, ἃ καὶ οὐ πάντως ἔχει τινὰ ἐξ αὐτοῦ πρὸς τὸ ὑποκείμενον σημασίαν, τὰ δὲ τεχνικὰ, ἃ πάντως αὐτόθεν ἅπτεσθαι βούλεται τούτων, ὧν ἐστι καὶ ὀνόματα. ἐροῦμεν οὖν κομψότατον λόγον, εὕρημα ὄντα τοῦ ἡμετέρου διδασκάλου. ὅτι γε ὄνομα πᾶσα λέξις καλεῖται, καὶ δηλοῖ Δημοσθένης, εἰπὼν ἐν τῷ ἑβδόμῳ τῶν Φιλιππικῶν, «ὅτι διʼ ἀμφοτέρων ὀνομάτων, ὁποτέρῳ ἂν χρῆσθε ὑμεῖς, ἕξετε τὴν νῆσον, ἄν τε λάβητε, ἄν τε ἀπολάβητε», τὸ γὰρ λάβητε καὶ ἀπολάβητε ῥήματα ὄντα εἶπεν ὀνόματα. καὶ ἐν τῷ δεκάτῳ· «ἀλλʼ ἔστιν, ὦ πρὸς τοῦ Διὸς, ὅστις εὖ φρονῶν οὐκ ἐκ τῶν ὀνομάτων μᾶλλον ἢ τῶν πραγμάτων τὸν ἄγοντα εἰρήνην ἢ πολεμοῦντα αὐτῷ σκέψαιτο»; εἰ οὖν, ὡς ἐδείχθη, πᾶσα λέξις ὄνομα κληθήσεται, λέγει Ἑρμογένης τὴν ἀμφιβολίαν καὶ ἐξ αὐτοῦ τοῦ ὀνόματος εἶναι φανεράν. οὐκ ὄνομα τὸ τῆς στάσεως παραλαμβάνει, ἀλλʼ ὄνομά φησι τὴν λέξιν, περὶ ἣν ἡ ἀμφιβολία γίνεται, οἷον τὸ Πανταλέων, καὶ πάντα λέων· ἐξ αὐτοῦ γὰρ δὴ τοῦτο φανερὸν τὸ τῆς ἀμφιβολίας γίνεται.

`7.229`

γʹ. Ἐκ τῶν σαφεστέρων ὑπέγραψεν αὐτὴν, ἐπείτοι οὐκ ἐκ μόνης προσῳδίας καὶ διαστάσεως συλλαβῶν ἡ ἀμφιβολία γίνεται, ἀλλʼ ἐπειδὴ νῦν οὐ διαίρεσιν ἀμφιβολίας ἡμῖν εἰπεῖν βούλεται, ἀλλʼ ὑπογραφὴν, εἰκότως τὰ φανερώτερα παρέλαβεν. ἰστέον μέντοι, ὡς γίνεται ἡ ἀμφιβολία κατὰ τούσδε τοὺς τρόπους, κατὰ πνεῦμα, κατὰ τόνον, κατὰ διάστασιν συλλαβῶν, καὶ καθʼ ὑπέρθεσιν λέξεως; καὶ κατὰ ὁμωνυμίαν. κατὰ μὲν οὖν πνεῦμα, οἷον συνωμολόγησαν δύο πόλεις, ἐν δέκα ἔτεσι μὴ ἄρασθαι πόλεμον πρὸς ἀλλήλας. τοῦ δεκάτου διανυσθέντος ἔτους πόλεμον αὐτῶν ἑτέρα κινεῖ, καὶ κρίνεται ὡς παραβεβηκυῖα τὰς σπονδάς· ἡ μὲν γὰρ ἀναγινώσκει δασέως, ἵνα σημαίνηται ἓν πρὸς τοῖς δέκα, ἡ δὲ ψιλῶς ἐν δέκα, ὥστε τὴν ἐν παραλαμβάνεσθαι πρόθεσιν. ἀλλὰ καὶ κατὰ προσῳδίαν τοῦτο δύναται καὶ κατὰ διάστασιν συλλαβῶν εἶναι, ἵνα ἡ μὲν ἀναγινώσκῃ προπαροξυτόνως ἕνδεκα, ὡς μιᾶς λέξεως καθεστηκυίας, ἡ δὲ προπαροξυτόνως ὡς προθέσεως μετʼ ὀνόματος οὔσης. καὶ ἔτι κατὰ διάστασιν συλλαβῶν, ἵνα ἡ μὲν ὑφʼ ἓν, ἡ δὲ κατὰ διάστασιν ἀναγινώσκῃ· διὸ παραιτητέον τὴν κατὰ πνεῦμα λεγομένην ἀμφιβολίαν, ὥστε ἡμῖν τέσσαρα λείπεσθαι ἀμφιβολίας εἴδη. τοῦ μὲν οὖν κατὰ τόνον καὶ κατὰ διάστασιν συλλαβῶν αὐτὸς παραδείγματα δέδωκε, τοῦ δὲ καθʼ ὑπέρθεσιν λέξεων τοῦτο ἔσται παράδειγμα. τελευτῶν τις τοῖς παισὶν ἐπέτρεψε κατασκευάσαι Ἡρακλέα χρυσοῦν ῥόπαλον ἔχοντα, καὶ ἀναθεῖναι τὸ ἄγαλμα τῷ θεῷ. ὁ μὲν γὰρ τὸ χρυσοῦν τῷ ῥοπάλῳ προσνέμει, ὥστε εἶναι μόνον τὸ ῥόπαλον χρυσοῦν, ὁ δὲ ἐφʼ Ἡρακλέος αὐτὸ ἐκδέχεται, ὥστε εἶναι χρυσοῦν ποιεῖν Ἡρακλέα· τοῦ δὲ καθʼ ὁμωνυμίαν παράδειγμα τὸ ἀνωτέρω εἰρημένον, ὅπερ ἐν τῷ παραπρεσβείας ἐμπεπτωκέναι ἐφάσκομεν. οἷον Δημοσθένης· ἔχρησεν Ἀπόλλων δεῖν τοὺς ἡγεμόνας φυλάττεσθαι, καὶ ἀμφισβητοῦσιν, οἱ μὲν περὶ τῶν στρατηγῶν, οἱ δὲ περὶ τῶν ῥητόρων αὐτὸν εἰρηκέναι λέγοντες· ἕτερον δὲ ἔχομεν ἐκ τῆς ἱστορίας παράδειγμα. ἔχρησεν ἐν τοῖς Μηδικοῖς Ἀπόλλων τοῖς Ἀθηναίοις ξυλίνῳ τείχει πρὸς τὸν πόλεμον χρήσασθαι, καὶ οἱ μὲν συνεβούλευον τὴν ἀκρόπολιν καταλαβεῖν, Θεμιστοκλῆς δὲ ἐμβῆναι προὔτρεπεν εἰς τὰς ναῦς, ταύτας ὑπὸ τοῦ χρησμοῦ φάσκων ξύλινον τεῖχος εἰρῆσθαι· ἐνταῦθα γὰρ ὁμωνυμία. δύναται γὰρ ἐπʼ ἀμφοτέρων νοεῖσθαι τὸ ξύλινον, ὃ ἐποίει τὴν ἀμφισβήτησιν.

`7.230`

δʹ. Ζητῆσαι ἄξιον πῶς τῶν ἄλλων νομικῶν τὴν ἀμφιβολίαν μετέταξεν ἐξ ἑνὸς οὖσαν ῥητοῦ, καὶ ἔστιν εἰπεῖν, ὡς εἰ καὶ ἐξ ἑνὸς εἶναι δοκεῖ ῥητοῦ, ἀλλʼ οὐδὲν ἧττον ἐκ δυοῖν οὖσα εὑρίσκεται· ἄλλο γὰρ τό· ἑταίρα χρυσία εἰ φοροίη δημοσία ἔστω, καὶ ἄλλο τό· δημόσια ἔστω· καὶ ἕτερον τὸ ἐχέτω τὰ ἐμὰ πάντα λέων, καὶ τὸ Πανταλέων ἐχέτω ἕτερον· διὰ τοῦτο ὡς ἐκ δύο οὖσαν σχεδὸν ῥητῶν, οὔτε τοῦ ῥητοῦ καὶ τῆς διανοίας, οὔτε τοῦ συλλογισμοῦ δεῖν ἔκρινε προτάξαι αὐτὴν, τῆς δὲ ἀντινομίας πάλιν αὐτὴν οὐ προτέθεικεν, ὡς ἐχομένης ἐκείνης τοῦ ῥητοῦ καὶ τῆς διανοίας καὶ μὴ χρῆναι διασπασθῆναι αὐτῆς· εἰκότως οὖν μετετάγη· εἶναι δὲ αὐτὴν καὶ ἀπʼ αὐτοῦ τοῦ ὀνόματος εἴρηκε φανεράν· ὅτι ἐξ ἐπιπολῆς ἔχει καὶ ἀπερικάλυπτον τὸ ἀμφίβολον, ἐξ αὐτῆς προφορᾶς ἐληλεγμένον καὶ φανερώτατον· τί γὰρ ἐκδηλότερον τοῦ δημόσια καὶ τοῦ δημοσία, καὶ τοῦ πάντα Λέων καὶ Πανταλέων· ὁ μὲν οὖν τεχνικὸς ἐκ προσῳδίας ἢ διαστάσεως συλλαβῶν τὴν ἀμφιβολίαν ἔφη συνίστασθαι, καὶ ἀπʼ αὐτῶν παραδειγμάτων δῆλον ἑκάτερον παρεσκεύασεν. ἔστι μέντοι ἐξ ὁμωνυμίας ἀμφιβολία. οἷον δύο ἦσάν τῳ δοῦλοι, ὁμωνυμοῦντες ἀλλήλοις, Λέων καὶ Λέων. τελευτῶν ὁ δεσπότης διέθετο, βούλεσθαι τὸν Λέοντα εἶναι ἐλεύθερον. καὶ ἀμφισβητοῦσιν οἱ δοῦλοι τῆς ἐλευθερίας· ὁ γοῦν τεχνικὸς ἐκ τοῦ ὀνόματος γνωρίζεσθαι τὴν ἀμφιβολίαν εἰπὼν, καὶ ταύτην ἐδήλωσε μᾶλλον ἐκείνων ἀπʼ αὐτοῦ τοῦ ὀνόματος, ἑνὸς καὶ τοῦ αὐτοῦ ἀμφοτέρων τῶν δούλων κατηγορουμένου τὸ ἀμφίβολον ἔχουσαν.

εʹ. Γίνεται καὶ καθʼ ὁμωνυμίαν ἀμφιβολία, ὅταν ἡ αὐτὴ λέξις ἐπὶ διαφόρων λαμβάνηται πραγμάτων, οἷον δὶς μὴ εἶναι δίκας περὶ τῶν αὐτῶν· φόνου τις κρινόμενος ἀπέφυγε. χρωμένῳ τούτῳ ἔχρησεν ὁ θεὸς, ἀνδροφόνοις οὐ χρῶ, καὶ κρίνεται φόνου πάλιν· καὶ τὸν νόμον προβάλλεται· ἐνταῦθα γὰρ ὁ μὲν φεύγων λαμβάνει τὴν δίκην ἐπὶ τοῦ δικάσασθαι, λέγων, ὅτι περὶ τῶν αὐτῶν δὶς ὁ νόμος ἀπαγορεύει δικάζεσθαι· ὁ δὲ κατήγορός φησιν, ὅτι δίκην ὁ νόμος λέγει τὴν τιμωρίαν, σὺ δʼ οὔπω δέδωκας τιμωρίαν οὐδεμίαν.

`7.231`

Περὶ μεταλήψεως.

αʹ. Τελευταία ἡ μετάληψις διὰ τὸ μὴ περὶ τὸ πρᾶγμα τὴν ζήτησιν ἔχειν, ἀλλʼ ὁμολογουμένου τοῦ πράγματος παρὰ μόνην τὴν περίστασιν στρέφεσθαι· αἱ μὲν γὰρ ἄλλαι στάσεις ἢ ἄρνησιν ἔχουσι τοῦ κρινομένου πράγματος, ἢ τὸ μὲν ὁμολογοῦσι, τὸ δʼ οὔ. ἤ τι τῶν τοιούτων· αὕτη δὲ οὐδὲ ὁμολογίας ἀξιοῖ τὸν κατήγορον.

`7.232`

βʹ. Περὶ τῶν προρρηθεισῶν στάσεων ὅπως διαγινώσκονται εἴρηκεν· ὅτι ζητούντων ἡμῶν εἰ ἔστιν ἢ τί ἐστιν, ἢ ὁποῖόν τί ἐστιν, οἷον τὴν ὕπαρξιν, τὴν ἰδιότητα, τὴν ποιότητα, τὴν δὲ μετάληψιν οὐχ ὁμοίως ἔφη διαγινώσκεσθαι· ἀλλʼ ὅταν ζητῆται, εἰ τὸν ἀγῶνα δεῖ εἰσελθεῖν ὅλως· μήτε γὰρ τὸ εἰ ἔστι ζητεῖσθαι, ὥσπερ ἐν στοχασμῷ, μήτε τὸ τί ἐστιν, ὡς ἐν ὅρῳ, μήτε τὸ ὁποῖόν τί ἐστιν, ὥσπερ ἐν ταῖς λοιπαῖς τῶν στάσεων· ἀλλʼ αὐτὸ τοῦτό φησιν, εἰ δεῖ εἰσαχθῆναι τὸν περὶ τούτων ἀγῶνα. παραγραφὴ γάρ ἐστιν ἤγουν παραίτησις καὶ παρωθισμὸς τοῦ ἀγῶνος· μετάληψις δὲ εἴρηται, ὅτι κατʼ ἔνστασιν εἰσάγεται καὶ ἀντιπαράστασιν, καθάπερ ἡ μετάληψις τὸ κεφάλαιον. ὥσπερ ἐπὶ τοῦ παρεστῶτος τῷ νεοσφαγεῖ σώματι τοῦ κρινομένου λέγοντος ἀντιληπτικῶς, ὅτι ἐξῆν μοι παρίστασθαι, μεταληπτικῶς ὁ κατήγορος ἀντικαθίσταται, λέγων ὅτι οὐκ ἐξῆν σοι, ὅπερ ἐστὶν ἡ ἔνστασις· εἶτα, ὅτι εἰ καὶ ἐξῆν, ἀλλʼ οὐχ οὕτω, ξίφος κατέχοντα καὶ ᾑμαγμένον τὰς χεῖρας, ὅπερ ἐστὶν ἡ ἀντιπαράστασις, οὕτω καὶ ἡ μετάληψις, ἡ στάσις. πρῶτον μὲν παραγραφὴ, διωθουμένη τὸν ἀγῶνα ἐνστατικῶς. ἔνθεν καὶ παραγραφὴ λέγεται· εἶτα δεχομένη πάλιν ἀντιπαραστατικῶς ἀγωνίζεται, ὡς ἐπὶ τῶν παραδειγμάτων ἐν τοῖς ἐφεξῆς σαφέστερον δηλωθήσεται.

γʹ. Μέμφονται αὐτόν τινες ὡς πᾶσαν τὴν μετάληψιν περὶ τοῦ, εἰ δεῖ τὸν ἀγῶνα εἰσελθεῖν, ἀποφηνάμενον. δύο γὰρ τῆς ἀντιλήψεως ὄντων εἰδῶν, τῆς μὲν ἐγγράφου, τῆς δὲ ἀγράφου, μόνης τῆς ἐγγράφου τὸ εἰρημένον ἐστίν· ἡ γὰρ ἄγραφος οὐ περὶ εἰσαγωγῆς ἔχει τὴν ζήτησιν, ἀλλὰ περὶ τῆς τοῦ πράγματος περιστάσεως· ἔδει οὖν οὕτως ὁρίσασθαι. τὴν δὲ μετάληψιν οὐκέτι ὁμοίως ἐπιγνωσόμεθα, ἀλλʼ ὅταν ἡ ζήτησις ᾖ, ἢ περὶ τοῦ τὸν ἀγῶνα εἰσελθεῖν, ἢ περί τινα τῶν περιστατικῶν. οὕτως γὰρ ἂν καὶ τὴν ἄγραφον περιελάμβανεν.

`7.233`

δʹ. Χαρακτηρίζει αὐτὴν διʼ ὧν καὶ νομίζει· τριῶν γὰρ οὐσῶν τῶν ζητήσεων, εἴ ἐστι, τί ἐστι, καὶ ὁποῖόν τί ἐστιν, οὐδὲν, φησὶ, τούτων ἐν τῇ μεταλήψει ζητοῦμεν· ἀλλʼ εἰ δεῖ τούτων εἰσενεχθῆναί τι· καὶ τίνες λέγουσι πρώτην αὐτὴν ταχθῆναι, ἐπειδὴ παραγράφει τὸν ἀγῶνα, σπουδάζουσι δὲ πάντες ἄνθρωποι, αὐτὸ τοῦτο οὐδὲ εἰσελθεῖν, ἀλλὰ παραγράφει τὸν ἀγῶνα. ἀλλὰ πρὸς τοῦτο ἀσφαλῶς ὡρίσατο, εἰ δεῖ τούτων εἰσενεχθῆναι φήσας. ἀδύνατον δὲ τούτων ἦν τι παραγράφεσθαι μὴ μαθόντας ὅλως, τί ταῦτά ἐστιν. καὶ φασί τινες, ὅτι, ἐπεὶ τρία εἰσὶ τὰ ζητούμενα, τούτων δὲ οὐδέν ἐστιν ἡ μετάληψις, οὐκ ἂν εἴη στάσις, ἀλλʼ οὐκ ἀνεῖλεν αὐτὴν καθόλου, ἀλλὰ προηγουμένως φησὶ, περὶ τούτων οὐκ ἔχει τὴν ζήτησιν. καλῶς δὲ προσέθηκε τὸ προηγουμένως. ἐν γὰρ τῇ ἐγγράφῳ μεταλήψει, ἣν καὶ καλοῦμεν παραγραφὴν, ἐμπίπτει πάντως καὶ δεύτερον ζήτημα παρὰ τὸ τῆς γραφῆς, κατὰ μίαν τῶν ἄλλων στάσεων, οὐ μὴν προηγουμένως· ἀλλʼ ἐν δευτέρῳ λόγῳ δύο ἐν παραγραφῇ τὰ ζητούμενα· ὧν τὸ μὲν πρότερον ἔχει τὴν παραγραφὴν, ἀπαγωγὴν οὖσαν τῆς εὐθυδικίας. τὸ δὲ δεύτερον κατὰ μίαν τῶν προειρημένων στάσεων.

`7.234–7.235`

εʹ. Διδάξας τὸν ὅρον τῆς μεταλήψεως, ὅτι παραγραφή ἐστιν, εἰ δεῖ τὸν ἀγῶνα εἰσελθεῖν τὸν περὶ τοῦ εἰ ἔστιν ἢ τί ἐστιν ἢ ὁποῖόν τί ἐστιν, τοῦτο γὰρ ὅρος τῆς μεταλήψεως, διδάσκει καὶ περὶ τῶν ταύτης εἰδῶν καινόν τι πρᾶγμα ποιῶν, ὅπερ οὐδεμία τῶν ἄλλων πεποίηκε στάσεων· πρὶν ἢ προθεῖναι τὴν περὶ τῶν κεφαλαίων διαίρεσιν διδάσκει περὶ εἰδῶν· ἀλλʼ ἐπειδὴ τὰ εἴδη τῆς μεταλήψεως ἰδίοις ἕκαστον τέμνεται κεφάλαιον, ὡς ἐν τῇ διαιρέσει τούτων εἰσόμεθα, τούτου ἕνεκα καὶ τάξεως αὐτὰ τῆς μετὰ τῶν στάσεων ἠξίωσεν· ἀλλʼ ἐνταῦθα ἕτερόν τι πάλιν ἀνεφύη ἄπορον, ὡς εἴγε ἰδίοις τέμνεται κεφαλαίοις ἑκάτερον εἶδος τῆς μεταλήψεως, πῶς οὐ στάσις εἶναι τούτων ἕκαστον καὶ νομίζεσθαι λέγεται· ἀλλʼ ὡς εἴδη ἡμῖν παρὰ τοῦ τεχνικοῦ παραδέδονται· ἐντεῦθεν οὖν ἔστιν ἐπιγνῶναι, ὅτι ὥσπερ οὐ στάσιν τὴν αὐτὴν ἡ ταυτότης τῶν κεφαλαίων ποιεῖ, οὕτως οὐδὲ ἡ ἑτερότης ἑτερότητα στάσεων, ἀλλʼ ἡ τοῦ ὅρου ταυτότης ἢ ἑτερότης, αὕτη ταυτότητα στάσεων ἢ ἑτερότητα στάσεων κατεργάζεται· καὶ διὰ ταῦτά φησιν, ὅτι δύο δὲ αὐτῆς εἴδη. εἰπὼν δὲ τὴν ποσότητα τῶν εἰδῶν, ὅτι δύο, μέτεισιν καὶ ἐπὶ τὴν τούτων ποιότητα· λέγων ὅτι ἡ μὲν ἔγγραφός ἐστιν, ἡ δὲ ἄγραφος· τὸ ἔγγραφον ἐνταῦθα εἶδος τῆς μεταλήψεως τοῦ ἀγράφου προτίθησι· τοὐναντίον τῆς κατὰ τὴν διαίρεσιν τῶν λογικῶν τε καὶ νομικῶν στάσεων ἐνδεικνύμενος τάξεως· ἐκεῖ μὲν γὰρ διὰ τῆς διαιρετικῆς μεθόδου τὰς στάσεις παραδιδοὺς τῇ διαιρετικῇ ἑπόμενος φύσει τὰς λογικὰς ὡς ἁπλουστέρας τῶν νομικῶν προηγόρευσεν· ἐνταῦθα δὲ, ὡς ἤδη τὴν φύσιν τῶν στάσεων παραδοὺς καὶ περὶ τῶν ὑπʼ αὐτὰς εἰδῶν τὸν λόγον ποιούμενος τὴν ἔγγραφον ὑλωδεστέραν καὶ παχυτέραν τῆς ἀγράφου προτέθεικεν· ἐπεὶ δὲ καὶ αἱ νομικαὶ ἐξ ἐγγράφων εἰσὶν, ἵνα τὴν πρὸς ἐκείνας δείξῃ διαφορὰν, ἐπήνεγκε· καὶ ἡ μὲν ἔγγραφός ἐστιν ἀπαγωγὴ τῆς εὐθυδικίας κατὰ παραγραφὴν ἀπὸ ῥητοῦ τινος, περὶ οὗ ἡ ζήτησις· ἐκεῖναι, φησὶ, κατʼ εὐθὺ χωροῦσι τῆς εὐθυδικίας. καὶ περὶ αὐτῆς αὐτίκα καὶ κατʼ ἀρχὰς ἀγωνίζονται· ἡ δὲ ἔγγραφος μετάληψις καὶ παραγραφὴ διωθεῖται τὸν ἀγῶνα, καὶ ἀποκρούεται, καὶ μὴ δεῖν αὐτὸν εἰσαχθῆναι πρότερον ἀγωνίζεται· εἶτα ἐπειδὰν διʼ ὅλης στάσεως τῆς ἀπὸ ῥητοῦ κατὰ μίαν τῶν νομικῶν ἐξεταζομένης δείξῃ τὸ κατʼ αὐτὸν ὁ κατηγορούμενος μὴ δεῖν τὸν ἀγῶνα εἰσενεχθῆναι, κατὰ περιουσίαν χωρεῖ καὶ ἐπὶ τὴν εὐθυδικίαν αὐτὴν, καθʼ ὁποτέραν ἂν ἐμπίπτῃ τῶν στάσεων, ἀγωνιζόμενος κἀνταῦθα ἀνεύθυνον ἑαυτὸν ἀποδεῖξαι καὶ καταδίκης ἀνώτερον· ἀπὸ δὲ τοῦ παραδείγματος σαφέστερον δειχθήσεται τὸ λεγόμενον. Εἴη ἂν ἀκριβῶς διαφορὰ ἀντιλήψεως καὶ μεταλήψεως αὕτη· τὸ ἐν μὲν τῇ ἀντιλήψει τὸ πεπονθὸς πρόσωπον λαμπρὸν εἶναι, τὸ δὲ ἀδικῆσαι εὐτελές· ὥσπερ ἐπὶ τοῦ ζωγράφου τοῦ προτιθέντος ἐπὶ λιμένος τὰ ναυάγια. ἠδίκηται μὲν γὰρ ἡ πόλις· ὁ δὲ ἀδικήσας ζωγράφος· καὶ ὁ ἀνελὼν τὸν τρισαριστέα μοιχὸν εὑρὼν ἀριστέα ἀνεῖλεν εὐεργέτην τῆς πόλεως, λαμπρὸν τὸ πρόσωπον καθʼ ὑπερβολήν· ἐν δὲ τῇ μεταλήψει οὐχ οὕτως· ἀλλὰ τὸ μὲν πεπονθὸς εὐτελές· καὶ τοῦ ταῦτα παθεῖν, ἅπερ ἔπαθεν, ἄξιον ὡς εἰπεῖν. τὸ δὲ πρᾶξαν λαμπρόν. καὶ αὕτη μὲν ἡ διαφορά· ἔνθα πάθος τι καὶ ἄδικος πρᾶξις ὑπόκειται· ἔνθα δὲ μὴ τοῦτο, ὡς ἐν ἐκείνῃ τῇ ἀντιλήψει· Κλέωνος ἐπαγγελλομένου τὰ περὶ Πύλον, Ἀλκιβιάδης ἐγέλα, καὶ κρίνεται ὕβρεως. ἑτέρα ἐστὶ διαφορὰ ἡ κατὰ Πορφύριον· ἐν μὲν γὰρ τῇ ἀντιλήψει ὅλον τὸ πρᾶγμα συγκεχώρηται, ἐν δὲ τῇ μεταλήψει οὐχ ὅλον, οἷον τὸ γελᾷν Ἀλκιβιάδην κατὰ πάντα συγκεχώρηται καὶ χρόνον καὶ τόπον· τὸ δὲ ἀποκτιννύναι τὸν πένητα κατάκριτον ὄντα οὐ συγκεχώρηται πάντη· καὶ ἡ Ἀντιπάτρου δὲ οὐ παραδεχθήσεται, λεγόντων ἡμῶν ὡς κατὰ τὸ πρόβλημα ἔπταισε, μᾶλλον δὲ ἐφʼ ἅπασι τοῖς εἰρημένοις. Κατὰ Παῦλον δὲ τὸν ἡμέτερον ἀκριβεστέραν διαφορὰν προσθετέον, ὅτι ἡ μὲν μετάληψις ἀπὸ νόμου τινὸς ἀεὶ λαμβάνεται, ἡ δὲ ἀντίληψις ἢ ἀπὸ ἔθους ἢ ἀπὸ φύσεως ἢ ἀπὸ νόμου. πρὸς μὲν οὖν τὸ ἀπὸ φύσεως καὶ ἔθους οὐδὲ μία ἂν γένοιτο κοινωνία ὅλως, πρὸς δὲ τὸ ἀπὸ νόμου, ἔνθα κοινωνοῦσι μόνον· ἀπόχρη οὖν ἡ Πορφυρίου διαφορὰ, ἐπιστάσεως δὲ ἄξιον, μήποτε ἐπὶ τῶν κατὰ νόμον ἀντιλήψεων πάντως λυπηρὰ ἕπηται ἔκβασις, ἐπὶ δὲ τῶν ἐχόντων πρᾶξιν ἐκβᾶσαν ἡ κατὰ τὰ πεπονθότα πρόσωπα διαφορὰ πάνυ ἔρρωται.

`7.236`

Ἄλλαι μὲν παρʼ ἄλλων τάξεις τῇ μεταλήψει ἀπεδόθησαν, ὁ δὲ Ἑρμογένης καλῶς ποιῶν πασῶν αὐτὴν ἐν τῇ μεθόδῳ μετατάττει· οὐ τοσοῦτον πρὸς τὴν φύσιν ἀπιδὼν, ὅσον πρὸς τὸ τῆς διδασκαλίας ἀναγκαῖον· ἐπεὶ γὰρ οὐχ οἷόν τε τὴν παραγραφὴν καθʼ αὑτὴν εἶναί ποτε, ἀλλὰ δεῖ πάντως ἑτέρας ἔχειν στάσεως συμπλοκὴν, οἷον παραγραφὴ κατὰ τὸν στοχασμὸν, παραγραφὴ κατὰ τὸν ὅρον καὶ κατὰ ῥητὸν καὶ διάνοιαν· ἐπεὶ οὖν δεῖ πάντως ἑτέραν αὐτῇ συνυπάρχειν στάσιν, εὐλόγως ἐκεῖνο προδιεξῆλθεν, ἵνʼ ὅταν τὴν συμπλεκομένην τῇ παραγραφῇ στάσιν ἀκούωμεν, μηδὲν ταραττώμεθα πρὸς τὴν ἄγνοιαν, οὕτως οὖν ἐν μὲν τῇ μεθόδῳ τάττει αὐτὴν μετὰ πάσας, ἐν δὲ τῇ διαιρέσει μέσην· οὐκέτι γὰρ ὁ προειρημένος λόγος ἐκώλυεν ἤδη τὰς στάσεις ἐπισταμένων ἡμῶν.

`7.237`

Μετάληψις λέγεται, ὅτι μεταλαμβάνει ἀπὸ τοῦ πράγματος ἕτερόν τι τῶν περὶ τὸ πρᾶγμα, τουτέστι τῶν περιστατικῶν, καὶ περὶ αὐτοῦ ποιεῖται τὴν ζήτησιν, καὶ παραγραφὴ ὁμοίως, ὅτι παραγράφει καὶ παραχαράττει τὸ πρᾶγμα ἤ τι τῶν περὶ τὸ πρᾶγμα, φημὶ τῶν περιστατικῶν· μία γοῦν αὕτη τούτου συγγένεια, καθὸ διαγράφει αὐτῶν ἑκάτερον τὸ πρᾶγμα. ὥστε εἰ ἔργον ἀμφοτέρων ἓν, καὶ τὸ πρᾶγμα αὐτῶν διαφόρως ἐφʼ ἑκατέρας ταχθήσεται· ἔστι δὲ καὶ ἑτέρα κοινωνία· ἄμφω γὰρ ἀπὸ ῥητοῦ τινος ἄρχεσθαι βούλονται. ἀλλʼ ἐπειδὴ κοινωνίας αὐτῶν διεξήλθομεν, καθʼ ἃς καὶ τὸ ὄνομα καὶ τὸ πρᾶγμα κοινὸν ἕξουσιν, ἀναγκαῖον καί τινας διαφορὰς προσθεῖναι, ὅπως μὴ παντελῶς ἓν καὶ τὸ αὐτὸ νομισθεῖεν. διαφέρει τοίνυν ἀλλήλων πρῶτον μὲν, τῷ τὴν μετάληψιν ἄρχεσθαι ἀπὸ ῥητοῦ, καὶ εὐθέως αὐτοῦ ἀφίστασθαι, τὴν δὲ παραγραφὴν περὶ αὐτῶν καταγίνεσθαι· ἔπειτα ἡ μὲν παραγραφὴ ἔχει πρόδηλον τὴν ἑαυτῆς φύσιν· μόνη γὰρ αὕτη τῶν στάσεων οὐδὲ μίαν περὶ τὴν εὕρεσιν ἔχει τὴν ζήτησιν· ὁ γὰρ λέγων τὸ πρόβλημα προστίθησι καὶ τὸ παραγραφικὸν, καὶ δηλοῖ τὴν στάσιν ἅμα τῷ προβλήματι προενέγκασθαι· ἡ δὲ μετάληψις οὐχ οὕτως· ὥσπερ οὐδὲ αἱ ἄλλαι τῶν στάσεων· ὁ δὲ χρόνος διαιρεῖται εἰς τὸ μὴ νῦν, εἰς τὸ μηκέτι, εἰς τὸ μήπω· τοῦ μὴ νῦν παράδειγμα· νόμος ἐν ἱερομηνίᾳ μηδένα δικάζεσθαι· κατηγορεῖ τις ἐν ἱερομηνίᾳ τινὸς ὡς ἠσεβηκότος, ὁ δὲ παραγράφει αὐτόν. κατά γε τὸν ἐνεστῶτα χρόνον παραγράφει, οὐκ ἀποσειόμενος παντελῶς τὴν κατηγορίαν, ἀλλὰ πρὸς τὸ παρὸν ἐκβάλλων· τοῦ δὲ μηκέτι παράδειγμα. δύο πλούσιοι πένητι καθεστήκασιν ἐχθροὶ τὰ πολιτικὰ, ἐπὶ πρεσβείαν ἐξελθόντος τοῦ πένητος εὑρέθη ὁ υἱὸς νεκρὸς ἀσκύλευτος· καὶ ἀντεγκαλοῦσιν ἀλλήλοις οἱ πλούσιοι, ἀπέφυγον ἀμφότεροι, καὶ ἐπανελθὼν ὁ πένης βούλεται κρίνειν αὐτούς· οἱ δὲ παραγράφονται αὐτὸν κατὰ τὸν νόμον τὸν κελεύοντα δὶς περὶ τῶν αὐτῶν μὴ κρίνεσθαι· ἐνταῦθα γὰρ τὴν κατηγορίαν παντελῶς παραγράφονται, μὴ οἷόν τε εἶναι περὶ τούτων κρίνεσθαι τοῦ λοιποῦ, ἐφʼ οἷς ἤδη ἐκρίθησαν· τοῦ δὲ μήπω ἐκεῖνο ἔστω ἡμῖν παράδειγμα· νόμος τριάκοντα ὕστερον ἡμερῶν εἰσιέναι τὴν δίκην· δύο πένητες ἐγράψαντο πλούσιον· εὑρέθη ὁ ἕτερος αὐτῶν νεκρὸς ἀσκύλευτος· καὶ ὁ ἕτερος πρὸ τῶν λʹ ἡμερῶν τὴν δίκην ἀξιοῖ κρίνεσθαι· τοῦτο γὰρ οὐ παντελῶς, ἀλλὰ κατὰ τὸ μήπω παρεῖναι τὸν καιρὸν τῆς προόδου παραγραφῆς, ἀναμένειν γὰρ αὐτὸν ἀξιώσει τὸν προσήκοντα χρόνον.

`7.238`

ϛʹ. Πᾶσα, φησὶ, παραγραφὴ, ἥτις ἐστὶ καὶ ἔγγραφος μετάληψις, μεταλαμβάνεται γὰρ, εἴδη ἔχει δύο· ἡ μὲν γάρ ἐστιν ἔγγραφος, ἡ δὲ ἄγραφος ὥσπερ καὶ πραγματική· καὶ ἡ μὲν ἔγγραφος κυρίως παραγραφὴ καλεῖται, καταχρηστικῶς δὲ καὶ ἔγγραφος μετάληψις, ἡ δὲ ἄγραφος λέγεται μὲν κυρίως ὁμωνυμίως τῷ γένει μετάληψις· λέγεται δὲ ὅμως καταχρηστικῶς καὶ παραγραφή. ἀμφότερα οὖν τὰ εἴδη μετάληψίς ἐστι· μεταλαμβάνει γὰρ ἑκάστη τὴν περίστασιν· καὶ γὰρ ὁ νόμος ἀπὸ περιστατικοῦ τινος· ἀλλὰ μὴν καὶ ἀμφότεραι πάλαι παραγραφαί. παραγράφεται γὰρ ἡ μὲν φανερῶς, ἡ δὲ τὴν ἐξουσίαν τῆς πράξεως, καθάπερ τὴν κατηγορίαν ἐκβάλλουσα, καὶ κατὰ τοῦτο διαφέρει, ὅτι ἡ μὲν παντελῶς ἐκβάλλει τὸν ἀγῶνα, ἡ δὲ δεχομένη τὴν ἐξουσίαν τοῖς περιστατικοῖς κέχρηται καὶ γνωρίζεται· ἡ μὲν ἀπὸ τοῦ φεύγοντος, ἡ ἔγγραφος, ἡ δὲ ἀπὸ τοῦ διώκοντος, ἡ ἄγραφος· γίνεται δὲ αὕτη σπανίως ἀπὸ τοῦ φεύγοντος.

ζʹ. Ἀπαγωγὴ, τουτέστιν ἐκβολὴ τῆς τοῦ πράγματος κρίσεως· εἰς ἀπολογίαν γὰρ ἑλκόμενος νόμον προβάλλεται, καθʼ ὅν φησι δεῖν μὴ ὑποκεῖσθαι κατηγορίᾳ, ἀλλʼ ἐπειδὴ ὕποπτοι ἐκ τούτου γινόμεθα πρὸς τοὺς δικαστὰς, ὡς οὐ τοῖς δικαίοις θαρροῦντες, ἐφεῦρεν ἡμῖν ἡ τέχνη τὴν εὐθυδικίαν· ἀλλʼ οὐ πανταχοῦ ταύτῃ χρηστέον, ἀλλʼ ὅπου ὁ καιρὸς ἐπιτρέπει· εὐθυδικία δέ ἐστι τὸ κατʼ εὐθὺ τῆς δίκης ἰέναι, καὶ μὴ μόνον ἀπὸ τοῦ νόμου προβάλλεσθαι ἄδειαν, ἀλλὰ καὶ τὴν ἀπὸ τῶν πραγμάτων ἀπολογίαν ποιεῖσθαι· οἷον ἐφʼ οὗ λέγει ὁ τεχνικὸς ὑποδείγματος· ἑλκόμενος γὰρ εἰς ἀπολογίαν τοῦ μὴ πεποιηκέναι τὸν φόνον προβάλλεται μὲν τὸν νόμον τὸν μὴ ἐξεῖναι δὶς περὶ τῶν αὐτῶν διαγορεύοντα ἀγωνίζεσθαι· προσθήσει δὲ καὶ τὴν εὐθυδικίαν λέγων οὕτως, ὅτι εἰ καὶ μὴ νόμος ἐξαιρεῖταί με τοῦ κινδύνου, οὐδʼ οὕτως ὑπεύθυνός εἰμι τιμωρίας· οὐ γὰρ ἔδρασα φόνον καὶ ταύτῃ καὶ τὴν πρὶν ἀπέφυγον δίκην.

`7.239`

ηʹ. Τοῦ μὲν φεύγοντος ἐνταῦθα προτεινομένου τὸ ῥητὸν, τοῦ δὲ κατηγόρου τὴν διάνοιαν. λέξει γὰρ ἔχειν μὲν οὕτω τὸν νόμον, οὐ μὴν ἐπὶ τούτοις, οὐδὲ ἐπὶ τῶν οὕτω μεγάλων καὶ δεινῶν, ἀλλʼ ἐπὶ τῶν εὐτελῶν ἅπαξ κρίνεσθαι προστάττει· ἄλλοι δὲ κατὰ ἀμφιβολίαν τὴν πρώτην εἰρήκασι γίνεσθαι· ὁμωνύμως γὰρ τὰς δίκας νοεῖσθαι καὶ τὰς τιμωρίας, οἷον τιμωρεῖσθαι μὲν δεύτερον κωλύει, κρίνεσθαι δὲ δεύτερον οὐ κωλύει· παρατηρητέον δὲ, ὡς διπλῆ τις ἡ τοιαύτη στάσις, τουτέστιν ἡ ζήτησις· δύο γὰρ ἐν ταύτῃ τὰ ζητήματα· καὶ τὸ μὲν πρῶτον, εἰ μὴ δεῖ κρίνεσθαι τὴν ἀρχὴν ἐπὶ τούτοις· τὸ δὲ δεύτερον τουτέστι τὸ τῆς εὐθυδικίας ἐκ τῆς φύσεως τοῦ πράγματος ἀναφυόμενον, καθʼ ἣν ἂν ἐμπέσῃ στάσιν, μελετᾶται.

θʹ. Τὸ μὲν οὖν παραδειγματικὸν πρόβλημα τοιοῦτόν ἐστιν, ἐφʼ ᾧ καὶ φόνου κρινόμενος ὁ κατηγορούμενος ἐπὶ τὸν νόμον καταφεύγει· καὶ διʼ αὐτοῦ τὸν περὶ τοῦ φόνου διωθεῖται ἀγῶνα, μὴ δεῖν περὶ τῶν αὐτῶν αὖθις κρίνεσθαι λέγων· ὁ δὲ κατήγορος τῆς τοῦ ῥητοῦ διανοίας ἀντέχεται, τότε λέγειν τὸν νόμον μὴ παλινδικεῖν ἐνιστάμενος, ὅτε μὴ τὸ θεῖον κατηγορεῖ, ὅτε οὐ χρησμῷ τὰ τῆς μιαιφονίας ἐλέγχεται, ὅτε μὴ αὐτὸς ὁ Πύθιος κατὰ στόμα προσαπαντᾷ τῷ φονεύσαντι· νῦν δὲ διὰ τῶν λοιπῶν τῆς στάσεως κεφαλαίων τῆς ζητήσεως προϊούσης μετὰ τὸν ἀπαρτισμὸν τῆς παραγραφῆς τὰ τῆς εὐθυδικίας εἰσάγεται κατὰ τὸν στοχασμὸν μελετώμενα, ἀντὶ σημείων λαμβανομένων τῶν τοῦ Πυθίου ῥημάτων, εἰρηκότος ὅτι ἀνδροφόνοις οὐ χρῶ. καὶ τούτων στοχαστικῶς ἐξεταζομένων, καὶ τοῦ μὲν ὑπʼ εὐθύνην τὸν κατηγορούμενον ἄγοντος, τοῦ δὲ εὐθύνης ἑαυτὸν ὑπεξάγοντος.

`7.240`

ιʹ. Τὸ ἕτερον, φησὶ, ζήτημα τὸ τῆς εὐθυδικίας, ὅ ἐστι τοῦ πράγματος ἡ ἐξέτασις, ὅπερ ἐξ ἀρχῆς προεγράψατο. ἐπλανήθησάν τινες ἀφʼ ὧν εἶπεν ὁ τεχνικὸς, «εἶτα ἕπεται τὸ στοχαστικόν·» ὅτι κατὰ μόνον στοχασμὸν ἡ εὐθυδικία μελετᾶται, οὐκ ἔστι δὲ, ἀλλὰ καὶ κατὰ τὰς ἄλλας στάσεις, πλὴν τῆς μεταλήψεως, τῆς ἐγγράφου τε καὶ ἀγράφου· οὐ γὰρ οἷόν τε στάσιν εὑρεθῆναι ἐν τῇ αὐτῇ στάσει. χρὴ οὖν διαιροῦντα ζητεῖν μετὰ τὴν παραγραφὴν, ὑπὸ τίνα τῶν στάσεων ἀνάγεται ἡ εὐθυδικία· καὶ κατὰ ταύτης κεφάλαιον διαιρεῖν τὸ ζήτημα, περὶ οὗ ἡ παραγραφή· οὐ πάντως οὖν ἐπὶ πάσης παραγραφῆς στοχαστικὸν, ἑκάστοτε δὲ πρὸς τὸ προκείμενον· ἐνταῦθα γοῦν ἡ μὲν παραγραφὴ ἐκ τοῦ ῥητοῦ καὶ διανοίας, ἢ ἐξ ἀμφιβολίας, ἡ δὲ εὐθυδικία κατὰ τὸν στοχασμόν· στοχαστικὸν δὲ λέγει οὐ κεφάλαιον, ἀλλὰ ζήτημα. χρὴ δὲ καὶ τοῦτο γινώσκειν, ὡς τῆς παραγραφῆς ἡ μὲν τελεία ἐστὶν, ἡ δὲ ἀτελής. τελεία μὲν, ὅτι τοῦ πράγματός ἐστι παραγραφή· ὡς ἐπὶ τοῦ φεύγοντος φόνου καὶ λέγοντος, ὅτι ἐκρίθην· οὔτε γὰρ τὸν κατηγοροῦντα νῦν, οὔτε ἄλλον τινὰ δέχεται· λέγει γὰρ ὅτι οὔτε σοι, οὔτε ἄλλῳ τινὶ δικάζομαι περὶ τούτου· ἀτελὴς δὲ, ὅτε προσώπου μόνου γίνεται παραγραφή· λέγει γὰρ, ὅτι σοι μὲν οὐ δικάζομαι, ἑτέρῳ δὲ τῷ βουλομένῳ.

`7.241`

ιαʹ. Περὶ τῆς ποιότητος τῆς ἐγγράφου μεταλήψεως εἰρηκὼς νῦν καὶ περὶ τῆς ἀγράφου, ὁποία τίς ἐστιν, διαλέγεται· ὅτι ἔστιν ἀπαγωγὴ μὲν τῆς εὐθυδικίας καὶ αὐτὴ κατὰ παραγραφὴν ἀπὸ ῥητοῦ· οὐχ ἵσταται δὲ περὶ τὸ αὐτὸ ῥητόν· ἦ γὰρ ἂν οὐδὲν τῆς ἐγγράφου διέφερε μεταλήψεως, παραγραφὴ καὶ αὐτὴ οὖσα, ἀλλʼ ἀφισταμένη τοῦ ῥητοῦ περί τι τῶν περιστατικῶν καταγίνεται καὶ εἰς αὐτὸ περιίσταται, ἐν ταὐτῷ καὶ τὴν ἔγγραφον ὁμοῦ μετάληψιν καὶ τὰς νομικὰς διαφεύγουσα, τὴν μὲν ὡς μετὰ τοῦ ῥητοῦ καὶ τῆς παραγραφῆς ἀποχωροῦσαν· καὶ πρὸς τὴν εὐθυδικίαν μεταχωροῦσαν· εἰ καὶ πρὸς βραχὺ παραγράφει, τὰς δὲ ὡς τοῦ ῥητοῦ μεθισταμένη καὶ πρός τι τῶν περιστατικῶν ἀποκλίνουσα, τόπον ἢ χρόνον, ἢ πρόσωπον καὶ τὰ ἑξῆς καὶ τούτων ἑνὸς μεταλαμβάνουσα καὶ περὶ αὐτὸ τὴν δύναμιν τοῦ ἀγῶνος συνάγουσα.

ιβʹ. Παραδείγματι τὸ πᾶν ἐσαφήνισε· καὶ γὰρ ἐπὶ τοῦ δοθέντος προβλήματος τὸ μὲν πραχθὲν συγχωροῦμεν τὸν νόμον αἰδούμενοι, τὸν μοιχὸν καὶ τὴν μοιχευομένην ἀναιρεῖσθαι κελεύοντα, τὸν τόπον δὲ καὶ τὸν χρόνον μεταλαμβάνοντες αἰτιώμεθα, ὅτι οὐκ ἐξῆν ἐπὶ τοῦ τάφου φονεύειν· οὐδὲ χρόνῳ ὕστερον τῆς γυναικὸς κατατρέχειν· τοσαῦτα καὶ περὶ τῆς μεταλήψεως.

ιγʹ. Ἐν τῇ μεταλήψει, φησὶν, ἥτις ὁμώνυμός ἐστιν τῷ οἰκείῳ γένει, περὶ τοῦ ποῖόν τί ἐστι ζητοῦμεν· λέγομεν πὰρ μεταλαμβάνοντες, ὡς οὐ δικαίως γέγονεν ὁ φόνος ἐνταῦθα, ἢ ἀπὸ τοῦδε τοῦ προσώπου, ἢ ἐν τῷ νῦν χρόνῳ, ἢ ἀπό τινος τῶν περιστατικῶν· ἀπὸ προσώπου μὲν, ὡς ἐπὶ τοῦ τὴν μητέρα μοιχευομένην ἀνελόντος· ἀπὸ προσώπου δὲ καὶ πράγματος, ὡς ἐπὶ τῆς ἱερείας τῆς μυούσης τὸν τύραννον καὶ ἀποκτεινάσης· τὸ πρᾶγμα γὰρ μεταλαμβάνοντες λέγομεν, ὅτι οὐκ ἐχρῆν ἀποκτεῖναι, ἀλλὰ καὶ τὸ πρόσωπον, ὅτι καὶ ἱέρεια, καὶ τὸν χρόνον δέ· παρὰ γὰρ τὸν καιρὸν τῆς μυήσεως καὶ τὸν τόπον, ἐν ἱερῷ γὰρ ἀθέμιτον φονεύειν· ἀπὸ τρόπου δὲ, ὡς ἀπὸ τοῦ καταφλέξαντος σὺν τῷ μοιχῷ τὴν οἰκίαν· ὁ τρόπος γὰρ ἐνταῦθα μέμφεται τῆς τιμωρίας· τόπον δὲ καὶ χρόνον ὡς ἐφʼ οὗ ὑποδείγματος εἶπεν ὁ τεχνικός.

`7.242`

ιδʹ. Μέλλων ἤδη περὶ τὴν τῶν κεφαλαίων διαίρεσιν εἰσβαλεῖν, καὶ ἀπὸ τοῦ στοχασμοῦ ἀναγκαίως ἄρξασθαι καὶ ἐνδιατρῖψαι μᾶλλον τοῖς κατʼ αὐτὸν τῶν ἄλλων, καὶ τὴν αἰτίαν προλέγει καὶ προκαθιστᾷ καὶ παρασκευάζει τὰ ῥηθήσεσθαι μέλλοντα, ὅτι τε ἀπὸ τοῦ στοχασμοῦ ἡ ἀρχὴ αὐτῷ γενήσεται κατὰ πρόφασιν ἀναγκαίαν εὔλογον, καθʼ ἣν καὶ τῆς διαιρετικῆς αὐτόθεν μεθόδου ἤρξατο τῶν στάσεων, καὶ ὅτι μακρότερα τὰ περὶ αὐτοῦ ῥηθησόμενα ἔσται, τῷ εἰς ἅπαντα σχεδὸν τὰ μετὰ ταῦτα συντελεῖν καὶ συμβάλλεσθαι.

`7.243`

ιεʹ. Γίνεται κατὰ δʹ μόνας τῶν στάσεων ἡ παραγραφὴ, κατὰ στοχασμὸν, κατὰ ὅρον, κατὰ ῥητὸν καὶ διάνοιαν, κατὰ ἀμφιβολίαν· κατὰ μὲν στοχασμὸν παραγραφῆς ὁ κατὰ Τιμάρχου παράδειγμα· κατὰ δὲ ὅρον, ἱέρειάν τις ἐγράψατο ἀσεβείας ὡς προαγωγεύσασαν· ἡττᾶται τὴν δίκην ὁ κατήγορος, καὶ ὕστερον βούλεται αὐτὴν γράφεσθαι οὐκέτι ἀσεβείας, ἀλλὰ προαγωγείας· ἡ δὲ παραγραφὴ κατὰ τὸν νόμον τὸν κελεύοντα δὶς περὶ τῶν αὐτῶν μὴ κρίνεσθαι· ζητοῦμεν γὰρ ὁρικῶς, ἄρα τὸ πάλαι μὲν ἀσεβείας γεγράφθαι, νῦν δὲ προαγωγείας διαφορὰν ἔχει, καὶ οὐχ ἁρμόττει ὁ νόμος, ἢ ταὐτόν ἐστι καὶ ἁρμόττει· κατὰ ῥητὸν καὶ διάνοιαν παραγραφῆς δέδωκεν ὁ Ἑρμογένης παράδειγμα, δὶς περὶ τῶν αὐτῶν δίκας μὴ εἶναι· φόνου κρινόμενός τις ἀπέφυγεν· ὕστερον χρωμένῳ αὐτῷ ἀνεῖλεν ὁ θεὸς, ἀνδροφόνοις οὐ χρῶ, καὶ πάλιν φεύγει· ἐξετάζει γὰρ ὁ νόμος, πότερον ἐπὶ τῶν ἐλαττόνων ἁμαρτημάτων λέγει μὴ εἶναι δὶς περὶ τῶν αὐτῶν δίκας, ἐπὶ τηλικούτων δὲ οὐκέτι ἢ τὸ ῥητὸν δεῖ ψιλῶς ἐπὶ πάντων ἐκδέχεσθαι· αὐτὸ δὲ τὸ πρόβλημα τοῦτο δύναται κατὰ ἀμφιβολίαν εἶναι, ὥσπερ παρέλαβον αὐτὸ κατὰ ἀμφιβολίαν ἤδη τινές· ἢ ἀμφιβολίας τῆς καθʼ ὁμωνυμίαν· πότερον δίκας λέγει ὁ νόμος τιμωρίας ἢ δίκας ἁπλῶς τὰς εὐθύνας· φαίη γὰρ ἂν ὁ διώκων τὸν νόμον μὴ δεδωκέναι δὶς περὶ τῶν αὐτῶν δίκας· δίκας δὲ εἶναι τὰς τιμωρίας, τὸν δὲ φεύγοντα οὔτε τιμωρεῖσθαι ἤδη· ἔχομεν οὖν τὸ αὐτὸ παράδειγμα καὶ τῆς κατὰ ῥητὸν καὶ διάνοιαν παραγραφῆς καὶ τῆς κατὰ ἀμφιβολίαν· ἡ μὲν οὖν παραγραφὴ κατὰ ταύτας τῶν στάσεων γίνεται· ἡ δὲ εὐθυδικία, τουτέστιν ὁ ἐκβαλλόμενος λόγος, κατὰ πάσας· καλεῖται γὰρ ὁ μὲν ἐκβάλλων λόγος παραγραφὴ, καὶ γίνεται κατὰ τὰς εἰρημένας τῶν στάσεων· ὁ δὲ ἐκβαλλόμενος εὐθυδικία, καὶ κατὰ πάσας εὑρίσκεται.

`7.244`

Γίνεται πάντως ἡ μετάληψις καθʼ ἕν τι τῶν περιστατικῶν· ἀπὸ προσώπου, ἀπὸ τόπου, ἀπὸ χρόνου, ἀπὸ τρόπου, ἀπὸ αἰτίας· ἀπὸ μὲν οὖν προσώπου μεταλήψεως παράδειγμα τόδε· πλούσιος τῷ δήμῳ δοὺς χιλίας δραχμὰς πένητα ἑαυτοῦ ἐχθρὸν κατάκριτον ὄντα ἀνεῖλε, καὶ κρίνεται φόνου, τὸ γὰρ πρόσωπον μεταλαμβάνει, ὅτι γε οὐ σοὶ ἐξῆν φονεύειν αὐτόν· ἀπὸ δὲ τόπου, οἷον τύραννόν τις καταφυγόντα εἰς τὸ ἱερὸν ἀνεῖλε καὶ κρίνεται φόνου· λέγει γὰρ, ὡς οὐκ ἐν ἱερῷ ἐχρῆν φονεύειν αὐτόν· ἀπὸ δὲ χρόνου· κυβερνήτης ἰδὼν ἀπό τινος τῶν ἐπιβατῶν ἐν τῷ πλῷ μοιχευομένην τὴν ἑαυτοῦ γυναῖκα τέως μὲν ἐπέσχεν· ἐν δὲ τῷ λιμένι γενόμενος ἀνεῖλε τὸν μοιχόν· μεταλαμβάνει γὰρ ὁ διώκων τὸν χρόνον, ὅτι ἔδει σε παρʼ αὐτὰ φονεύειν αὐτὸν, ἡνίκα κατέλαβες· ἀπὸ δὲ τρόπου, καταλαβών τις ἐπὶ τῇ γυναικὶ μοιχὸν ἐνέπρησε τὸ δομάτιον καὶ κρίνεται· ὁ γὰρ τρόπος παρέσχε τῷ κατηγόρῳ τοὺς λόγους· ὅτι παρὰ τὸ καθεστηκὸς ἀεὶ καὶ τοῖς νόμοις δοκοῦν ἡ ἀναίρεσις γέγονε· τοῦ δὲ ἀπὸ αἰτίας ἐκεῖνο παράδειγμα· κατέλαβέ τις ἐπὶ τῇ γυναικὶ μοιχόν· ὁ δὲ ληφθεὶς ἐπηγγείλατο δώσειν χιλίας δραχμὰς, εἰ ἐάσοι αὐτόν· πεισθέντος τοῦ ἀνδρὸς ἐπὶ τούτοις, ἐχθρός τις ὢν τῷ μοιχῷ ἀνθυπέσχετο χιλίας δραχμὰς, εἰ ἀνέλοι αὐτόν· ὁ δὲ ἐπείσθη καὶ ἀνεῖλε, καὶ ἀνελὼν κρίνεται· κρίνεται γὰρ ἐπὶ τῇ αἰτίᾳ, ὅτι τὰς χιλίας λαβὼν ἐφόνευσε καὶ οὐκ ἐπὶ τῇ μοιχείᾳ ἀχθόμενος.

`7.245`

Ἐπειδὴ ἐλέγομεν, τὴν μετάληψιν ἐκ τοῦ κατηγόρου λαμβάνεσθαι, καὶ τοῦτο θαυμαστὸν παρὰ τὰς ἄλλας στάσεις πεπονθέναι αὐτὴν, ὅτι αἱ μὲν ἄλλαι πᾶσαι ἐκ τοῦ φεύγοντος χαρακτηρίζονται, αὕτη δὲ μόνη ἐκ τοῦ κατηγόρου, ὁ Μινουκιανὸς δέ φησι καὶ ἐκ τοῦ φεύγοντος μετάληψιν γίνεσθαι, καὶ δίδωσιν ἡμῖν τοιοῦτο παράδειγμα· νόμος παρὰ Ἀθηναίοις τὸν φθείραντα κόρην ἐκτιννύναι χιλίας δραχμάς· παρὰ δὲ Λακεδαιμονίοις θάνατος ἐτιμᾶτο τῷ φθείραντι· Λακεδαιμόνιός τις Ἀθήναζε πρεσβευτὴς ἀφικόμενος φθείρει κόρην ἀστὴν, καὶ κατὰ τὸν νόμον ἐξέτισε τὰς χιλίας· μετὰ ταῦτα ἐλθὼν εἰς Λακεδαίμονα τῷ ἐκεῖσε νόμῳ ὑπάγεται· Τὸ δʼ αὐτὸ τῷ Μινουκιανῷ πέπονθε καὶ Ἀντίπατρος· ἐοίκασι δʼ ἀμφότεροι παρηγμένοις καὶ παρεωρακόσι τὸ ἀληθές· διὰ τοῦτο ἐν τούτῳ τῷ προβλήματι δύο ἐστὶ μεταληπτικὰ, τὸ μὲν τοῦ διώκοντος, οὐκ ἀλλαχόσε χρὴ διδόναι τὴν δίκην, ἀλλʼ ἐνθάδε Λακεδαιμόνιόν γε ὄντα, τὸ δὲ τοῦ φεύγοντος, ἀλλʼ οὐκ ἐβιασάμην ἐνθάδε, Ἀθήνησι δέ· ὄντων οὖν δύω μεταληπτικῶν τὸ πρωταγωνιστοῦν ἐστι τὸ τοῦ διώκοντος, ποτερόν ποτε Ἀθήνησι δεδωκότα τὴν δίκην χρὴ δοῦναι τὰ ἐν Σπάρτῃ, ἢ οὔ· τοῦτο δὲ ἐκ τῆς τοῦ κατηγόρου φωνῆς γίνεται· πρὸς δὲ τὸν τούτου λόγον, ὅτι ἐνταῦθά σε χρὴ δοῦναι δίκην, ὁ παρὰ τοῦ φεύγοντος ἀντιτίθεται, ἐν ᾧ φησιν· ἀλλʼ οὐκ ἐνταῦθα βεβίασμαι, ὥστε εὑρίσκεται καὶ τοῦτο τὸ ζήτημα ὑπὸ τὴν τοῦ κατηγόρου πίπτον φωνήν.

ΠΕΡΙ ΤΗΣ ΔΙΑΙΡΕΣΕΩΣ ΤΩΝ ΣΤΑΣΕΩΝ. Περὶ στοχασμοῦ.

`7.246–7.250`

αʹ. Ἀρχόμενοι σὺν θεῷ τῆς διαιρέσεως, φέρε γε πρό γε πάντων ζητήσωμεν, τί ὅλως ἐστὶ διαίρεσις, ἵνα μὴ περὶ ἀγνοουμένων τοὺς λόγους ποιήσωμεν. Ἰστέον τοίνυν, ὅτι τὴν διαίρεσιν πολλοὶ πολλαχῶς ὡρίσαντο· ὁ δέ γε δόξας ἐν πᾶσι καλῶς ἔχειν ὅρος ἐστὶν οὗτος· διαίρεσις, φασὶν, ἐστὶ τομὴ τοῦ περιέχοντος εἰς τὰ περιεχόμενα· καὶ εὖγε τοῦ προκειμένου ὅρου, περιλαμβάνει γὰρ πᾶσαν κυρίως οὖσαν διαίρεσιν, καὶ τὴν παρὰ φύσιν οὖσαν ἐλέγχει· ἐκβληθήσεται γὰρ τῷ προκειμένῳ ὅρῳ ἡ λεγομένη ἀπὸ συμβεβηκότος εἰς οὐσίαν διαίρεσις, ἐπεὶ μήτε συμβεβηκὸς περιέχεται ἐν οὐσίᾳ, οὔτε μὴν ἡ οὐσία περιέχεται ἐν συμβεβηκότι, οὐκοῦν οὐκ ἂν γένοιτο ἐπʼ αὐτῶν τομὴ τοῦ περιέχοντος εἰς τὰ περιεχόμενα. Ὡς οὖν εἴρηται, ὀρθῶς ἔχει οὗτος ὁ τῆς διαιρέσεως ὅρος, ἀλλὰ μαθόντες, τίς ὁ τῆς καθόλου διαιρέσεως ὅρος, φέρε λοιπὸν ἐξετάσωμεν, εἰ καὶ τῇ τῷν κεφαλαίων διαιρέσει οὗτος ἁρμόσει ὁ ὅρος· ἀλλὰ πρὸς ζήτησιν τὸ τοιοῦτο προθέμενοι προλάβωμεν ταῦτα. Ἰστέον τοίνυν, ὅτι διττὸς ὁ στοχασμὸς, διττὸν δὲ καὶ τὸ κεφάλαιον· ὁμώνυμα γὰρ ταῦτα· λέγεται γὰρ στοχασμὸς αὐτὴ ἡ στάσις, ἡ χαρακτηρίζουσα τὴν ζήτησιν· λέγεται δὲ στοχασμὸς καὶ τὸ στοχαστικὸν ζήτημα, οἱονεὶ τὸ σύνθετον, τὸ χαρακτηρισθὲν ἐκ τῆς στάσεως· ἔτι κεφάλαιον λέγεται αὐτὴ ἡ ψιλὴ μέθοδος, φημὶ δὲ τὸ ὄργανον· λέγεται πάλιν ὁμωνύμως κεφάλαιον καὶ αὐτὸ τὸ μεθοδευθὲν, οἱονεὶ τὸ ἀποτέλεσμα· ὅτι μὲν οὖν στοχασμὸς λέγεται αὐτὴ ἡ στάσις, παντὶ προῦπτον, ὅτι δὲ καὶ τὸ στοχαστικὸν ζήτημα λέγεται στοχασμὸς, ἐδήλωσαν μὲν καὶ ἄλλοι, ἀρκέσει δὲ ὅμως πρὸς πίστιν ἡμῖν Σώπατρος· οὕτως γὰρ ἐν τῷ περὶ διαιρέσεως τοῦ στοχασμοῦ φησι·» προκατεσκευασμένος στοχασμός· πένης καὶ πλούσιος ἐχθρὸς τὰ πολιτικά· πολέμου καταλαβόντος τὴν πόλιν ὁ πλούσιος κεχειροτόνηται στρατηγὸς, καὶ τοῦ πένητος παῖδες τρεῖς κατελέγησαν στρατεύεσθαι· φήμης γενομένης ἐν τῷ στρατοπέδῳ, ὅτι προδιδόασιν οἱ τοῦ πένητος παῖδες, ὁ στρατηγὸς λαβὼν ἐβασάνισεν· οὐδὲν ἐξειπόντα τὸν πρῶτον ἀπέκτεινεν, ὡσαύτως καὶ τὸν δεύτερον· τὸν τρίτον καὶ πρὸ τῶν βασάνων ἐξειπόντα ἀπέκτινεν, οὐκ ἐπέξεισιν ὁ πατὴρ, καὶ κρίνεται συνειδότος. «Ἰδοὺ φανερῶς ἐνταῦθα ὁ Σώπατρος στοχασμὸν ἐκάλεσε τὸ στοχαστικὸν ζήτημα· εἰρηκὼς γὰρ προκατασκευαζόμενος στοχασμὸς ἐπήνεγκε πρόβλημα, αὐτὸ καλέσας τὸ πρόβλημα στοχασμόν· φησὶ γὰρ, προκατασκευαζόμενος στοχασμὸς, οὐ προκατασκευαζομένου στοχασμοῦ· καὶ πάλιν ἐν τοῖς ἑξῆς ὁ αὐτὸς ἀνήρ φησιν·» στοχασμός· γυνὴ καὶ ἀνὴρ κατὰ τὸ αὐτὸ ἐκακώθησαν τῷ αὐτῷ νοσήματι· μετεπέμψαντο ἰατρὸν, φίλον τοῦ ἀνδρὸς, καὶ ὁ μὲν ἀνὴρ ἀπέθανεν, ἡ δὲ γυνὴ ὑγίανε, μετὰ ταῦτα ἔγημεν ὁ ἰατρὸς τὴν γυναῖκα, καὶ κρίνεται φαρμακείας· ἰδοὺ κἀνταῦθα ὁμοίως στοχασμὸν ἐκάλεσε τὸ στοχαστικὸν ζήτημα· οὐκ ἐπὶ τοῦ στοχασμοῦ δὲ μόνον, ἀλλὰ καὶ ἐπὶ τῶν ἄλλων στάσεων τὸ αὐτὸ ποιεῖ, ὅρον καλῶν τὸ ὁρικὸν ζήτημα, καὶ ἀντίληψιν τὸ ἀντιληπτικὸν ζήτημα, καὶ ταῦτα μὲν, ὅτι διττὸς ὁ στοχασμὸς, διττὸν δὲ, ὡς προείρηται, καὶ τὸ κεφάλαιον· καὶ ὅτι μὲν ἡ ψιλὴ μέθοδος κεφάλαιον λέγεται οὐδεὶς ἂν ἀμφιβητήσειεν, ὅτι δὲ καὶ αὐτὸ τὸ ἀποτέλεσμα κεφάλαιον λέγεται, μαρτυροῦσιν οἱ περὶ διαιρέσεως διαλαβόντες. Μένανδρος γὰρ διαίρεσιν τῶν λόγων ποιούμενος «ἐπληρώθη,» φησὶν, «μέχρι τοῦ ἐνθάδε τὸ δίκαιον κεφάλαιον, ἄρχεται δὲ λοιπὸν τοῦ συμφέροντος.» οἶδεν οὖν ὁ Μένανδρος αὐτὸ τὸ ἀποτέλεσμα, φημὶ δὴ τὸ μετὰ τοῦ ζητήματος κεφάλαιον καλούμενον· ἀλλὰ τὸ τοιοῦτο μαθόντες φέρε δὴ κἀκεῖνο ζητήσωμεν, τί ἂν εἴη ἄρα τῶν ζητημάτων ἡ στάσις, Φασὶ τοίνυν τινὲς, ὅτι συμβεβηκός ἐστιν ἡ στάσις, συμβέβηκε γὰρ, φασὶ, τοῖς ζητήμασι στασιάζεσθαι· ἔστι δὲ λίαν οὗτος εὐήθης ὁ λόγος· εἰ γὰρ συμβεβηκὸς ἡ στάσις, ἐχρῆν αὐτὴν ἐν τοῖς ζητήμασι γίνεσθαι, χωρὶς τῆς τοῦ ὑποκειμένου φθορᾶς, τοῦτο γὰρ τῶν συμβεβηκότων πέφυκε γνώρισμα, ἀλλʼ οὐκ ἂν τὸ τοιοῦτο γένοιτο· ἀφαιρουμένης γὰρ τῆς στάσεως ἀφαιρεῖται αὐτίκα τὸ ζήτημα, καὶ οὐκ ἂν εἴη ὅλως ζήτησις, τῆς γὰρ στάσεως ἀφαιρουμένης, τί ἂν εἴη λοιπὸν τὸ ζητούμενον· οὐκ ἂν οὖν εἴη συμβεβηκὸς ἡ στάσις, ἀλλʼ εἶδος μᾶλλον τοῦ ζητήματος· κατʼ αὐτὴν εἰδοποιεῖται καὶ χαρακτηρίζεται τὰ ζητήματα· τὰ γὰρ πολιτικὰ πράγματα ἤτοι ζητήματα ὥσπερ ὕλης ἐπέχουσι τρόπον· ἡ δὲ στάσις αὐτοῖς, ὥσπερ εἶδος πρόσεισι, καὶ αὕτη ἐστὶν ἡ μεταμορφοῦσα αὐτὰ καὶ τοιῶσδε μετασχηματίζουσα καθʼ αὑτὰ τὰ πράγματα ὥσπερ ἀζήτητα ἦσαν, ἡ δὲ στάσις συνελθοῦσα καὶ εἰδοποιήσασα ἐποίησεν αὐτὰ στασιάζεσθαι· καὶ ταῦτα μὲν περὶ τῆς στάσεως· φέρε δὲ λοιπὸν ἀκολούθως ἐπὶ τὸ προκείμενον ἀναδραμόντες τὴν τῶν κεφαλαίων ἐξετάσωμεν διαίρεσιν· Ὡς οὖν εἴρηται, διττὸς ὁ στοχασμός· ἥ τε στάσις καὶ τὸ στοχαστικὸν ζήτημα, διττὸν δὲ καὶ τὸ κεφάλαιον, τό τε ἀποτελοῦν καὶ τὸ ἀποτελούμενον· τεσσάρων δὲ ὄντων τῶν ὅρων ἓξ γίνονται συζυγίαι, οἷον στοχασμὸς εἰς στοχασμὸν καὶ κεφάλαιον εἰς κεφάλαιον· ἔτι στοχασμὸς ἡ στάσις εἰς τὸ κεφάλαιον, φημὶ δὲ τὴν ψιλὴν μέθοδον, καὶ στοχασμὸς τὸ στοχαστικὸν ζήτημα εἰς τὸ μεθοδευθὲν κεφάλαιον, ἔτι στοχασμὸς ἡ στάσις εἰς τὰ κεφάλαια τὰ μεθοδευθέντα, καὶ τὸ στοχαστικὸν ζήτημα εἰς τὰ κεφάλαια τὰς ψιλὰς μεθόδους· τούτων δὲ τῶν εἰρημένων ἓξ δύο μέν εἰσιν ἀζήτητοι, τρεῖς δὲ ἀδιαίρετοι, μία δὲ μόνη διαιρεῖται. Ἀζήτητοι μὲν οὖν εἰσιν αὗται· ἡ ἀπὸ στοχασμοῦ εἰς στοχασμὸν, καὶ ἀπὸ κεφαλαίου εἰς κεφάλαιον· οὐ γὰρ ζητοῦμεν διαίρεσιν στοχασμοῦ εἰς στοχασμὸν, οὐδὲ κεφαλαίου εἰς κεφάλαιον, ἀλλὰ στοχασμοῦ εἰς κεφάλαιον· αὗται μὲν οὖν ἀζήτητοι· αἱ δὲ ἄλλαι τρεῖς ἀδιαίρετοι· ὁ γὰρ στοχασμὸς ἡ στάσις οὐκ ἂν διαιρεθείη εἰς τὰ κεφάλαια, ἤτοι εἰς τὰς ψιλὰς μεθόδους, πῶς γὰρ τὸ εἶδος εἰς ὄργανον διαιρεθήσεται, τὸ θρόνιον εἰς σκέπαρνόν φημι καὶ πρίονα καὶ τὰ λοιπά; ἔστι δὲ τοῦ ζητήματος ἡ μὲν στάσις εἶδος, ἡ δὲ μέθοδος ὄργανον· ἀλλʼ οὐδὲ μὲν εἰς τὰ μεθοδευθέντα κεφάλαια ἡ στάσις διαιρεθήσεται, οὐ γὰρ ἂν τὸ εἶδος εἰς τὰ μέρη τοῦ συνθέτου διαιρεθήσεται, εἴγε τὸ εἶδος τοῦ θρόνου οὐ φαμὲν εἰς τὰ μέρη διαιρεῖσθαι τοῦ θρόνου· ἔτι τὸ στοχαστικὸν ζήτημα οὐκ ἂν διαιρεθήσεται εἰς κεφάλαια τὰς μεθόδους, ἐπεὶ μὴ διαιρεῖται ὁ θρόνους εἰς τὰ ὄργανα, διʼ ὧν κατασκευάζεται. Αἱ γοῦν μέθοδοι κατασκευάζουσι τὰ ζητήματα, ἀλλὰ τὰ ἀδιαίρετα διελέγχοντες σκέλη φέρε λοιπὸν ἐπὶ τὴν κυρίως μετέλθωμεν διαίρεσιν. Διαιρεῖται τοίνυν τὸ στοχαστικὸν ζήτημα εἰς τὰ μεθοδευθέντα κεφάλαια, καὶ γὰρ τὸ μὲν ζήτημα ὅλον, μέρη δὲ αὐτοῦ τὰ μεθοδευθέντα κεφάλαια, καὶ ἔστιν ἡ διαίρεσις· τῶν κεφαλαίων ἀπὸ ὅλου εἰς μέρη, ταύτην γὰρ ὁ τεχνικὸς παραδίδωσι τὴν διαίρεσιν, τὴν τοῦ ζητήματος εἰς τὰ μεθοδευθέντα κεφάλαια, οὐχ ὥς τινες ἐπλανῶντο, οἰόμενοι τὴν στάσιν αὐτῶν εἰς τὰ κεφάλαια διαιρεῖσθαι, φημὶ δὲ τὰς μεθόδους, τοῦτο γὰρ ἤδη καὶ ἀδιαίρετον ὂν διηλέγξαμεν· ὅτι δὲ καὶ ὁ τεχνικὸς τὴν ἀπὸ τοῦ ζητήματος εἰς τὰ μεθοδευθέντα κεφάλαια λέγει διαίρεσιν, δῆλον ἐκ τῶν εἰρημένων αὐτῶν ἐν τῇ μεθόδῳ, οὕτως γὰρ ἐκεῖσε φησίν· «ἀλλʼ οὐ περὶ τούτων νῦν, περὶ δὲ τῆς τῶν πολιτικῶν ζητημάτων διαιρέσεως εἰς τὰ λεγόμενα κεφάλαια ὁ λόγος γινέσθω.»

βʹ. Ἀρχομένης ἤδη τῆς διαιρέσεως ἀναγκαῖον τοῦ παρὰ τῷ τεχνικῷ ἐπινοηθῆναι παρατηρήματος· εἴωθεν δὴ περὶ ὧν ἂν μέλλῃ λέγειν ταυτὶ πρότερον τὰ τρία ποιεῖν, ὀνόματα φράζειν, ὁρισμοὺς ἀποδιδόναι, ἐκτίθεσθαι μέθοδον, ὅπως εὑρεθείη τὸ περὶ οὗ ὁ λόγος αὐτῷ. ζητητέον τοίνυν κἀνταῦθα ταυτὶ τὰ εἰρημένα. ὅτι μὲν οὖν τὰ ὀνόματα προκαταλέγει τῶν κεφαλαίων, πάρεστιν ἐκ τοῦ βιβλίου μανθάνειν· ὁρισμοὺς δὲ ἤτοι ὑπογραφὰς οὐκ ἀποδίδωσιν αὐτῶν· οὐ γὰρ οἷόν τε τὰ οὕτω μερικώτατα ὑπογράφειν, τὴν δὲ μέθοδον ἑκάστου ἐκτίθησιν.

`7.251`

γʹ. Ἔστιν αἰτία τοιαύτη, ἡ πρώτην παρέχουσα τῷ στοχασμῷ τάξιν· κατʼ οὐσίαν γὰρ ἔχει τὴν ζήτησιν, ἡ δὲ οὐσία πάντων πρωτεύει δικαίως· ἐζήτησαν δέ τινες, πῶς οὐκ ἐνταῦθα, ᾗ καὶ πρῶτον εἶπον, ἀνωτέρω τὸν ὅρον διεξῆλθεν τοῦ στοχασμοῦ καὶ τὴν μέθοδον· ἐχρῆν γὰρ ἐνταῦθα τοῦ σπουδαζομένου καὶ τῆς πραγματείας ἄρχεσθαι μέλλοντα ἐπιμνησθῆναι τῶν εἰρημένων περὶ τοῦ στοχασμοῦ· ἀλλʼ ἠγνοήκασιν, ὡς τὸ βιβλίον διαιρεῖται εἰς τὴν μέθοδον καὶ τὴν διαίρεσιν· εἰπὼν οὖν ἐν τῇ μεθόδῳ τὸν ὁρισμὸν τοῦ στοχασμοῦ ἀρκεῖν ᾠήθην· ἐπεὶ εἰ ἀεὶ τὰ τῆς μεθόδου λέγων περὶ ταῦτα διέτριβεν, οὐκ ἄν ποτε ἤρξατο τῆς διαιρέσεως· τὸν μὲν οὖν ὁρισμὸν ἤδη μεμαθήκαμεν ἑκάστης τῶν στάσεων· ἀναγκαῖον δὲ ἐνταῦθα, τουτέστιν ἐν τῇ διαιρέσει, καὶ τὸ ἴδιον ζητῆσαι ἐφʼ ἐκάστης, ἡνίκα γενώμεθα, στάσεως· λεγέσθω οὖν ἤδη τὸ ἴδιον τοῦ στοχασμοῦ.

`7.252`

Καὶ πρῶτόν γε ἐκεῖνο ἰστέον, ὡς τὸ ἴδιον ἢ μόνου ἐστὶν ἴδιον καὶ ἀεὶ, ἢ μόνου μὲν, οὐκ ἀεὶ δέ· οἷον μόνου μὲν καὶ ἀεὶ τὸ γελαστικὸν ἀνθρώπου, εἰ γὰρ μὴ ἀεί τις γελᾷ, ἀλλʼ οὖν τῇ γε φύσει αὐτοῦ σύνεστι δυνάμει ἀεὶ τὸ γελᾷν. μόνου δὲ καὶ οὐκ ἀεὶ τὸ κυβερνητικὸν ἀνθρώπου, ἀλλʼ οὐκ ἀεί. εἰ γὰρ μὴ τύχοιμεν διδαχῆς, οὐδὲ δυνάμεθα χρῆσθαι αὐτῇ· οὕτως οὖν καὶ ἐπὶ τοῦ στοχασμοῦ τὸ διʼ ἑτέρου ἕτερον εὐθύνεσθαι, τουτέστι τὸ ἕτερον μὲν ἔχειν τὸ πεπραγμένον, ἕτερον δὲ τὸ κρινόμενον· οἷον παρίσταταί τις νεοσφαγεῖ σώματι ἐπʼ ἐρημίας ξίφος κατέχων καὶ κρίνεται φόνου· τὸ μὲν γὰρ πεπραγμένον ἐστὶ τὸ παρεστάναι καὶ τὸ ξίφος ἔχειν καὶ ἐπʼ ἐρημίας, τὸ δὲ κρινόμενον φόνος. ὥστε ἄλλο μὲν πέπρακται, ἄλλο δὲ κρίνεται· τοῦτο γὰρ ἀεὶ καὶ μόνον στοχασμοῦ· οὐ γὰρ ἐν ἄλλῃ στάσει τὸ τοιοῦτον εὑρίσκομεν· ἐν γὰρ ταῖς ἄλλαις αὐτὸ τὸ πεπραγμένον κρίνεται, καὶ ἀεὶ αὐτὸ παραπέπηγε· μόνου δὲ καὶ οὐκ ἀεὶ τὸ ἔχειν τὸ μὲν ἀποδεικτικὸν σημεῖον ἀνεύθυνον, τὸ δὲ ἀποδεικνύμενον ὑπεύθυνον· τοῦτο γὰρ μόνου μὲν στοχασμοῦ. οὐ γὰρ ἐν ἄλλῃ στάσει τὸ ἀποδεικτικὸν τοῦ ζητουμένου ἀνεύθυνον· ἀλλʼ ἐρεῖ ὁ διώκων αὐτὸ τὸ εἶναι τὸ ἔγκλημα, οἷον τὸ εἰληφέναι τὸν Δημοσθένην φοροῦντα τὴν στολὴν κόνδυλον ὑπὸ Μειδίου· οὐ γάρ ἐστι τοῦτο ἀνεύθυνον, ἀλλʼ αὐτὸ τοῦτο ἡ ἀσέβεια. μόνου τοίνυν τοῦ στοχασμοῦ τὸ τοιοῦτον, ἀλλʼ οὐκ ἀεί. ἐν γὰρ τῷ συγκατασκευαζομένῳ στοχασμῷ καὶ τὸ δεύτερον σημεῖον τὸ ἀποδεικτικὸν ὑπεύθυνόν ἐστιν· οἷον ἀπώλεσας Φωκέας. πίστις τούτου· ἐδωροδόκησας γάρ. οὐ γὰρ ἡ δωροδοκία ἀνεύθυνος, ὥστε λίαν ἀμαθεῖς οἱ ἡγούμενοι τὸν παραπρεσβείας εἶναι ἐμπίπτοντος στοχασμοῦ· εἰ γὰρ ἦν, ἐχρῆν καθεστάναι ἀνεύθυνον τὸ σημεῖον.

`7.253–7.254`

δʹ. Σαφὴς ἐνταῦθα ἀπόδειξις, ὅτι ὡς εἶδός ἐστιν ὁ στοχασμὸς εἰδικώτατον οὐχ ὑπάλληλον· εἰ καὶ ὑποβέβηκεν αὐτῷ ἕτερον εἶδος, ἅτινα οὐ κυρίως εἴδη ἐστίν, ὡς προείρηται, ἀλλʼ ἰδιώμασί τισιν ἀλλήλων διενηνόχασιν· ὡς Αἰθίοψ καὶ Σκύθης, ἢ γένος γιγάντων τε καὶ πιθήκων, ἢ καὶ ἄρρεν καὶ θῆλυ ὑπὸ τὸ αὐτὸ τοῦ ἀνθρώπου εἶδος ὄντα καὶ οὐχ ὑφʼ ἕτερον. ἐπεὶ εἰ εἴδη κυρίως τὰ τῷ στοχασμῷ ὑποβεβηκότα ἐτύγχανεν, ἢ τοῖς ἄλλοις ὅσοις τοιαῦτα εἴδη ἐμπεριέχεται, οὐκ ἂν ὁ στοχασμὸς εἰς τοσαύτην τῶν κεφαλαίων οἵων τινῶν ἀτόμων ἐξεχεῖτο διαίρεσιν, εἰ μήπω εἰς εἶδος κατηνέχθη τὸ εἰδικώτατον· τὰ γὰρ ὑπάλληλα εἴδη· ταὐτὸν δὲ εἰπεῖν γένη· ὡς δὲ καὶ γένη τὰ γενικώτατα κατὰ συζυγίαν διαιρεῖται, μέχρις ἂν εἰς εἶδος κατίῃ τὸ εἰδικώτατον, ὅπερ οὐκέτι κατὰ συζυγίαν ἀλλʼ εἰς πολυσχεδῆ διαίρεσιν κατατέμνεται, καθὰ δὴ καὶ ἐπὶ τῆς προκειμένης διαιρετικῆς μεθόδου τῶν στάσεων προτεθεώρηται, κατὰ συζυγίαν προϊούσης τῆς διαιρέσεως μέχρις ἂν εἰς εἶδος κατίῃ τὸ εἰδικώτατον· ἐπειδὰν δὲ εἰς τὸ εἰδικώτατον περισταίη εἶδος ἡ πολυσχεδὴς τῶν κεφαλαίων διαίρεσις διαδέχεται· ἄθρει δὲ τὸ λεγόμενον· πᾶν τὸ κρινόμενον ἢ ἀφανὲς ἢ φανερόν· τὸ ἀφανὲς στοχασμὸς, τὸ φανερὸν ἢ τέλειον ἢ ἀτελές, τὸ ἀτελὲς ὅρος, τὸ τέλειον ἢ ἐν ῥήμασιν ἢ ἐν πράγμασιν· τὸ ἐν ῥήμασι νομικὸν, τὸ ἐν πράγμασιν ἢ ἐν μέλλοντι χρόνῳ ἢ ἐν παρῳχηκότι· τὸ ἐν μέλλοντι πραγματικὴ, τὸ παρῳχηκὸς ἢ ἀκώλυτον τὸ πράγμα ἔχει, ἢ κατά τι κεκωλυμένον· τὸ ἀκώλυτον ἀντίληψις· τὸ κατά τε κεκωλυμένον ἢ εἰς ἑαυτὸν ὁ πεπραχὼς ἀναδέχεται, ἢ εἴς τι τῶν ἔξωθεν μεθιστᾷ· τὸ εἰς ἑαυτὸν ἀντίστασις, τὸ εἴς τι τῶν ἔξωθεν ἢ εἰς τὸν παθόντα ἢ εἰς ἄλλο τι· τὸ εἰς τὸν παθόντα ἀντέγκλημα· τὸ εἰς ἄλλο τι ἢ εἰς ὑπεύθυνον ἢ εἰς ἀνεύθυνον· τὸ εἰς ὑπεύθυνον μετάστασις, τὸ εἰς ἀνεύθυνον συγγνώμη· πάλιν αἱ νομικαὶ ἢ ἐν ἑνὶ ῥητῷ τὴν ἀμφισβήτησιν ἔχουσιν ἢ ἐν πλείοσιν· τὸ ἐν πλείοσιν ἀντινομία, τὸ ἐν ἑνὶ ἢ μετὰ προσθήκης τινὸς ἢ ἄνευ προσθήκης· τὸ μετὰ προσθήκης συλλογισμός· τὸ ἄνευ προσθήκης ἢ περὶ διάνοιαν ἀμφισβητεῖται ἢ περὶ προσῳδίαν ἢ περὶ διάστασιν συλλαβῶν· τὸ περὶ διάνοιαν ῥητὸν καὶ διάνοια· τὸ περὶ προσῳδίαν ἢ διάστασιν συλλαβῶν ἀμφιβολία, ἐφʼ οἷς ἔξωθεν ὡς παραγραφὴ ἡ μετάληψις. Ὁρᾷς ὅπως κατὰ συζυγίαν ἡ πᾶσα κατηνέχθη διαίρεσις, ἀλλʼ εἰ τὸν στοχασμὸν ἢ τὸν ὅρον ἤ τι τῶν ἄλλων εἰδῶν ἐφʼ ἃ κατέπαυεν ἡ διαίρεσις διελεῖν ἐθελήσαιμεν, οὐκέτι κατὰ συζυγίαν, ἀλλʼ εἰς πλῆθος τεμνομένην εὑρήσομεν τὴν διαίρεσιν. ὥστε οὐκ ἂν εἴη ταῦτα ὑπάλληλα εἴδη καὶ γένη, ἀλλὰ μόνον εἶδος κυρίως καὶ εἰδικώτατον· τὰ δʼ ὑπʼ αὐτὰ οὐ κυρίως, ὥσπερ οὐδʼ ὁ Σκύθης καὶ ὁ Αἰθίοψ· τοῦ γὰρ αὐτοῦ εἰσέτι ἔχομαι ὑποδείγματος· οὐκ ἀτελοῦς δὲ ἀλλὰ τελείου στοχασμοῦ ὁ τεχνικὸς ποιεῖται διαίρεσιν, ὡς συνεμφαινομένου τῷ τελείῳ κἀκείνου. διό φησιν, «ὅτε καὶ πρόσωπον ἔχει καὶ πρᾶγμα κρινόμενον,» ἵνα μήτε τὰ προσωπικὰ ἐλλείπῃ κεφάλαια, ἅτινά εἰσι βούλησις, δύναμις καὶ κοινὴ ποιότης, μήτε τὰ πραγματικὰ, ἅπερ εἰσὶν ἐλέγχων ἀπαίτησις, τὰ ἀπʼ ἀρχῆς ἄχρι τέλους, μετάθεσις αἰτίας, πιθανὴ ἀπολογία, μήτε μὴν τὰ κοινὰ, ἅ εἰσι παραγραφικὸν, μετάληψις, καὶ ἀντίληψις, ἀλλὰ διὰ πάντων τούτων προχωρῇ τὰ τῆς διαιρέσεως. Χρὴ δὲ εἰδέναι, ὡς αὐτῶν τούτων πάλιν τὰ μέν ἐστι τοῦ διώκοντος, ὡς τὰ ἀπʼ ἀρχῆς ἄχρι τέλους καὶ ἡ μετάληψις, τὰ δὲ τοῦ φεύγοντος, ὡς τὸ παραγραφικὸν, ἡ τῶν ἐλέγχων ἀπαίτησις, ἡ ἀντίληψις, ἡ μετάθεσις τῆς αἰτίας, καὶ ἡ πιθανὴ ἀπολογία, τὰ δὲ κοινὰ ἀμφοῖν, ὡς ἡ βούλησις καὶ ἡ δύναμις καὶ ἡ κοινὴ ποιότης. ἀλλὰ ταῦτα μὲν καὶ διὰ τῶν ἐφεξῆς διαλευκανθείη σαφέστερον, ἴωμεν λοιπὸν καὶ ἐπὶ τὴν ἑκάστου τούτων ἐξήγησιν τοῖς τοῦ τεχνικοῦ κατακολουθοῦντες καὶ ἑπόμενοι ῥήμασιν.

εʹ. Ἔστι τὴν ἀληθεστάτην αἰτίαν φάναι τὴν κατὰ Ἁρποκρατίωνα περὶ τῆς προταγῆς τοῦ παραγραφικοῦ, εἰ καὶ τὰ μάλιστα ἡ προσθήκη αὐτῷ διημάρτηται. φησὶ γὰρ τὸ παραγραφικὸν τῶν ἄλλων πρωτεύειν κεφάλαιον, καθὸ οὐδεὶς, εἰ ἐξὸν αὐτῷ μηδʼ εἰς ἀγῶνα καθίστασθαι τὴν ἀρχὴν, ζητεῖ λόγους τοὺς ἐξαιροῦντας αὐτὸν τοῦ ἐγκλήματος· ἔλαβε δὲ τοῦτο ἐκ τῆς ἱστορίας· λέγει γὰρ διασκεπτομένῳ τῷ Περικλεῖ, ὅπως ἂν δοίη τὸν τῶν χρημάτων λόγον, ἐπιστάντα Ἀλκιβιάδην ἔτι νέον ὄντα φάναι, ὅτι ἐχρῆν, ὦ Περίκλεις, σκέψασθαι μᾶλλον περὶ τοῦ μὴ δοῦναι ἢ περὶ τοῦ εἰς εὐθύνας σεαυτὸν καταστῆναι.

`7.255`

ϛʹ. Ζητητέον, πῶς ἐπὶ τοῦ παραγραφικοῦ μόνον τὸ ἔστιν ὅτε προσέθηκεν, ὡς τῶν ἄλλων ἁπάντων ἐν πᾶσιν εὑρισκομένων καὶ μὴ ἐλλειπόντων ποτέ. φαμὲν δὲ τελείου ἐξετάζειν αὐτὸν στοχασμοῦ κεφάλαιον· τοῦ μὲν οὖν παραγραφικοῦ πολλάκις ἐλλείποντος μένει τέλειος ὁ στοχασμός· τῶν δὲ ἄλλων οὐδὲν ἐλλείπειν δύναται· ἀλλὰ πάντα μὲν εὑρίσκεται, τεχνίτου δὲ διασκοπεῖν ποτέροις χρηστέον· ἐπεὶ δὲ ἀρχόμενος ἔλεγε τὸν στοχασμὸν διαιρεῖσθαι, ὅτε πρόσωπα ἔχοι καὶ πράγματα κρινόμενα, ἐζήτησάν τινες, μᾶλλον δὲ ἄντικρυς ἀπεφήναντο, ἐναντιοῦσθαι τὸν τεχνικὸν ἑαυτῷ· εἰπὼν γὰρ, φασὶν, ἀνωτέρω ὡς πρᾶγμα οὐ κρίνοιτο κατʼ αὐτὸν τὸ ἐξισάζον μόνον, ἐνταῦθα προσέθηκεν, ὡς ἡνίκα πρόσωπα ἔχοι καὶ πράγματα, εἰδὼς δήπουθέν τινας καὶ ἐλλειπῶς ἔχοντας τοῦ πράγματος· ἀλλὰ μάλιστα μὲν δύναταί τις ἐκδέχεσθαι αὐτὸ ἐπὶ μόνου τοῦ προσώπου. ἔπειτα οὐδὲ αὐτὸς ἀπεφήνατο μηδέποτε ἐλλείπειν τὸ πρᾶγμα. τὸ γοῦν ἰσάζον ἐλλείπειν οἴεται, ὥστε πρὸς τοῦτο ἀφορῶν εἶπεν, ὅτε πρόσωπα ἔχοι καὶ πράγματα.

`7.256–7.258`

ζʹ. Χρήσιμον οἶμαι πρὸ τῆς τάξεως αὐτῶν διακρῖναι, ποῖα μέν ἐστι τὰ τοῦ προσώπου κεφάλαια, ποῖα δὲ τοῦ πράγματος, καὶ ποῖα κοινὰ προσώπου καὶ πράγματος, καὶ αὖθις, τίνα μὲν τοῦ κατηγόρου, τίνα δὲ τοῦ φεύγοντος, τίνα δὲ κοινὰ τοῦ φεύγοντος καὶ τοῦ διώκοντος; τοῦτο γὰρ ἡμῖν καὶ εἰς τὴν τάξιν αὐτῶν οὐ μικρὰ συμβαλεῖται. ἐπὶ τοίνυν τοῦ προσώπου κεφάλαια τάδε· βούλησις, δύναμις, ποιότης κοινή. τοῦ δὲ πράγματος ἐλέγχων ἀπαίτησις, ἀπʼ ἀρχῆς ἄχρι τέλους, μετάθεσις αἰτίας, πιθανὴ ἀπολογία· κοινὰ δὲ ἀμφοῖν τὸ παραγραφικὸν, ἡ ἀντίληψις, ἡ μετάληψις· καὶ ἔστι κατὰ τὴν ἑτέραν διαίρεσιν τοῦ μὲν διώκοντος κεφάλαιον τὸ ἀπʼ ἀρχῆς ἄχρι τέλους, τούτου γάρ ἐστι μάλιστα· χρῆται μέντοι καὶ ὁ φεύγων αὐτοῖς, ὥστε εἶναι κοινὸν τὸ κεφάλαιον. ἡ γοῦν μετάληψις ἰδία μόνως τοῦ κατηγόρου· τοῦ δὲ φεύγοντος τὸ παραγραφικὸν, ἡ τῶν ἐλέγχων ἀπαίτησις, ἡ ἀντίληψις, ἡ μετάθεσις τῆς αἰτίας, ἡ πιθανὴ ἀπολογία· κοινὰ δὲ τούτων βούλησις, δύναμις, τὰ ἀπʼ ἀρχῆς ἄχρι τέλους, εἰ καὶ τὰ μάλιστα τῷ πλείονι λόγῳ τοῦ κατηγόρου ὄντα φαίνεται· πρὸς δὲ τούτοις ἡ κοινὴ ποιότης. Λεκτέον δὲ ἤδη καὶ περὶ τῆς τάξεως· τέτακται τοίνυν τὸ παραγραφικὸν πρῶτον, διʼ ὧν πολλάκις ἔφαμεν λόγων· ἔχει γὰρ ἐκβολὴν τοῦ ἀγῶνος. καὶ ὅσον γε τὸ ἐπὶ τούτῳ οὐδὲ εἰς ἀγῶνα καθίσταται ὁ φεύγων· ἀπὸ γὰρ τῶν ἰσχυροτάτων ὁ τεχνικὸς ἐπὶ τὰ ἧττον ἰσχυρὰ πρόεισι· δεύτερον κεφάλαιον ἡ τῶν ἐλέγχων ἀπαίτησις, εἰκότως· τοῦ μὲν γὰρ παραγραφικοῦ ἀσθενέστερον, τῶν δὲ ἄλλων ἰσχυρότερον· εἰ γὰρ καὶ προσήκατο τὸν ἀγῶνα, καὶ ἧττον κατὰ τοῦτο γέγονε τοῦ παραγραφικοῦ, ὅμως οὔπω παντελῶς καθῆκεν ἑαυτὸν ὁ φεύγων εἰς τὴν περὶ τοῦ πράγματος ζήτησιν, ἀλλʼ ὥσπερ δικαστοῦ τινος τρόπον ἐπέχων ἐλέγχους ἀπαιτεῖ· τρίτον καὶ τέταρτον ἡ βούλησις καὶ ἡ δύναμις. ταῦτα γὰρ συστατικὰ τοῦ προσώπου καθέστηκεν· δεῖ δὲ τὰ τοῦ προσώπου πρὸ τῶν συστατικῶν εἶναι τοῦ πράγματος, ἐπεὶ καὶ πρότερον τὸ πρᾶττον τοῦ πραττομένου· ὅτι δὲ ἡ βούλησις εὐλόγως πρὸ τῆς δυνάμεως τέτακται, παντὶ καταφανές· ἀρχὴ γὰρ ἡμῖν πάντων τῶν πραγμάτων ἡ βούλησις· τέτακται δὲ μετὰ τὴν βούλησιν καὶ τὴν δύναμιν τὰ ἀπʼ ἀρχῆς ἄχρι τέλους, καὶ ζητήσειεν ἄν τις, πῶς οὐ τὴν πρώτην ἔλαβε τάξιν κατʼ αὐτὸ δηλαδὴ τὸ ὄνομα; καλεῖται γὰρ ἀπʼ ἀρχῆς ἄχρι τέλους, ὅτι ἄνωθεν καὶ ἐξ ἐκείνου, ἐξ οὗ ἂν ἄρχηται τὰ ζητήματα, λαμβάνεται ἄχρι τῶν τελευταίων, τουτέστιν αὐτῆς τῆς κρίσεως· καὶ διʼ αὐτῶν αἱ ἀποδείξεις προΐασιν· ἔδει οὖν τὴν πρώτην ἀπειληφέναι τάξιν τὸ κεφάλαιον· ῥητέον δὲ, ὡς ὁμολογουμένως τοῦ παραγραφικοῦ καὶ τῆς τῶν ἐλέγχων ἀπαιτήσεως ἔλαττον ὁρᾶται, καθὸ τοῦτο μὲν ἀποδεικτικόν ἐστι τοῦ πράγματος, ἐκείνων δὲ τὸ μὲν οὐδὲ προσίεται τὸν ἀγῶνα, τὸ δὲ, τουτέστιν ἡ τῶν ἐλέγχων ἀπαίτησις, εἰ καὶ παρεδέξατο τὸν ἀγῶνα, οὐχ οὕτω παντελῶς προσήκατο, ὥστε καὶ εἰς ἀπόδειξιν στῆναι, ἀλλὰ δικαστοῦ τρόπον προστάττει τῷ κατηγόρῳ παράγειν ἐλέγχους· τοῦ μὲν οὖν παραγραφικοῦ καὶ τῆς τῶν ἐλέγχων ἀπαιτήσεως οὕτως ἧττον τὰ ἀπʼ ἀρχῆς ἄχρι τέλους· ἀλλὰ μὴν ὅτι καὶ τῆς βουλήσεως καὶ τῆς δυνάμεως εὐλόγως μετατέτακται σαφές· τὰ μὲν γὰρ τοῦ προσώπου ἐστὶ συστατικὰ, τὰ δὲ τοῦ πράγματος· δεῖ δὲ, ὡς ἔφαμεν, πρῶτον εἶναι τὸ ποιοῦν τοῦ πραττομένου· ἕκτον κεφάλαιον ἡ ἀντίληψις, κατὰ τὸν διώκοντα τὴν τῶν κεφαλαίων τάξιν ποιησαμένου τοῦ τεχνικοῦ· ὁ μὲν γὰρ διώκων μετὰ τὰ ἀπʼ ἀρχῆς ἄχρι τέλους χρῆται τῷ ἀντιληπτικῷ, ἵνα μετὰ τὰς οἰκείας ἀποδείξεις ἐπενεγκὼν τὸ τοῦ φεύγοντος ἀντιληπτικὸν τυραννικὸν αὐτοῦ δείξῃ τὸ φρόνημα· ὁ δὲ φεύγων τοῦτο αὐτὸ δὴ, τὸ τυραννικὸν εἶναι δοκεῖν, φυλαττόμενος μετὰ τὴν μετάθεσιν τῆς αἰτίας καὶ τὴν πιθανὴν ἀπολογίαν τάττει τὸ ἀντιληπτικόν· μετὰ δὲ τὸ ἀντιληπτικὸν ἡ μετάληψις· ἀεὶ γὰρ πρὸς τὸ ἀντιληπτικὸν φέρεται τὸ μεταληπτικόν· διʼ ἀλλήλων γὰρ λύεται τὰ κεφάλαια· ἐχρήσατο δὲ τοῖς ὀνόμασι τῶν στάσεων ἀντὶ τῶν κεφαλαίων, εἰπὼν ἀντίληψις καὶ μετάληψις· ἡ μὲν γὰρ στάσις καλεῖται ἀντίληψις, ἀντιληπτικὸν δὲ τὸ κεφάλαιον· ὀγδόην ἔχει τάξιν ἡ μετάθεσις τῆς αἰτίας κατὰ τὸν κατήγορον· καὶ ἡ αἰτία εἴρηται, ἡ μὲν γὰρ ἀντίληψις μετὰ τὰ ἀπʼ ἀρχῆς ἄχρι τέλους τάττεται, ἵνα τυραννικὸν δείξῃ τὸν φεύγοντα, ἡ δὲ μετάληψις οὐ δύναται χωρισθῆναι ἀπὸ τῆς ἀντιλήψεως· ὀγδόη οὖν εἰκότως ἡ μετάθεσις τῆς αἰτίας· ἔννατον κεφάλαιον πιθανὴ ἀπολογία μετὰ τὴν μετάθεσιν τῆς αἰτίας τεταγμένη· ἡ μὲν γὰρ αἰτίαν ἔχει τοῦ πεπραγμένου, ἡ δὲ ἀναίρεσις τῆς ἀντεισφερομένης αἰτίας ἐκ περιτροπῆς τοὐναντίον εἰσάγει· ἀρνεῖται γὰρ τὸ ὅλως πεπρᾶχθαι· μεῖζον δὲ τὸ πραχθὲν τοῦ μὴ πραχθέντος.

ηʹ. Κοινή ἐστιν αὕτη πασῶν τῶν στάσεων· τῶν ἐπιλόγων γάρ ἐστιν· αὕτη μὲν ἡ τάξις τῶν τοῦ στοχασμοῦ κεφαλαίων· εἰσὶ δʼ ὁμοῦ θʹ. ἡ γὰρ ποιότης κοινή· τούτων δὲ τὰ μὲν ἀπὸ τοῦ προσώπου κρίνεται, ὡς βούλησις καὶ δύναμις, τὰ δὲ ἀπὸ τῆς τῶν πραγμάτων ποιότητος, ἀπʼ ἀρχῆς ἄχρι τέλους, ἀντίληψις εἰ ἐμπίπτοι, μετάληψις, χρῶμα, πιθανὴ ἀπολογία, τὰ δὲ ἔξωθεν ἐμφαίνεται· παραγραφικὸν, καὶ ἐλέγχων ἀπαίτησις, ἅπερ κοινά ἐστι τοῦ τε προσώπου καὶ τοῦ πράγματος· τούτων δὲ πάλιν τοῦ κατηγόρου μέν ἐστι δύο, ἀπʼ ἀρχῆς ἄχρι τέλους, μετάληψις· τοῦ δὲ φεύγοντος πένητος, παραγραφικὸν, ἐλέγχων ἀπαίτησις, ἀντίληψις, χρῶμα, πιθανὴ ἀπολογία· κοινὸν δὲ βούλησις καὶ δύναμις· τὸν κατὰ φύσιν δὲ ὁ Ἑρμογένης διαιρεῖ στοχασμόν· τοῦ γὰρ κατὰ τέχνην ἑτέρα διαίρεσις, ὡς πρὸς τὴν ὕλην τὴν ἐμπίπτουσαν· ἡ γὰρ τέχνη διδάσκαλος ὡς πρὸς τὴν ὕλην, τί μὲν λεκτέον, τί δὲ σιωπητέον· καὶ τί μὲν ἐμπίπτει, τί δὲ οὐκ ἐμπίπτει.

`7.259–7.260`

θʹ. Τὸ μὲν οὖν κεφάλαιον κοινὸν προσώπου καὶ πράγματος· ὅτε μὲν γάρ τις ἀπὸ τῆς προσωπικῆς ποιότητος παραγράφει, ὡς οἱ δέκα νέοι, ἕκαστος αὐτῶν ἰδίᾳ κρίνεσθαι ἀξιῶν, διὰ τὴν ἐμφαινομένην παρʼ ἑκάστῳ ποιότητα, καὶ ὁ τρισαριστεὺς ἀπὸ τοῦ τῶν πολεμίων προσώπου παραγραφόμενος, ὅτε δὲ ἀπὸ τοῦ πράγματος, ὡς ὁ ἄσωτος ἀξιῶν δεικνύναι πρότερον, εἰ ἀνῄρηται ὁ πατὴρ, καὶ ἡ τοῦ δειλοῦ γυνὴ παραγραφομένη διὰ τὸ τοῦ πράγματος μεταχρόνιον· προβάλλεται δὲ ἀπὸ τοῦ φεύγοντος τὸ τοιοῦτον κεφάλαιον, ἐπεὶ καὶ ἴδιον αὐτοῦ ἐστι· διὸ καὶ ἀπορῆσαι ἄξιον, πῶς ἐπὶ τοῦ στοχασμοῦ προέταξεν ὁ τεχνικὸς τὸ τοῦ φεύγοντος κεφάλαιον, οὐκ ἔχοντος ἀνάγκην ἀπολογεῖσθαι, εἰ μὴ ὁ διώκων πρότερος ἐνοχλήσοι, ὥσπερ ἐπὶ τῶν ἄλλων δείκνυται στάσεων πρότερος ὁ διώκων τῇ προβολῇ χρώμενος· καὶ οὕτως ἀκολούθως τὸ ἀπὸ τοῦ διωκομένου κεφάλαιον εἰσαγόμενον, καὶ ἐφεξῆς τὰ λοιπά· ἔστιν οὖν εἰπεῖν, ὅτι ἐπὶ μὲν τῶν ἄλλων στάσεων φανεροῦ ὄντος τοῦ κρινομένου, καὶ μόνης τῆς ποιότητος ἐξεταζομένης, θαρρούντως ὁ διώκων τῇ προβολῇ κέχρηται, ἥτις ἐστὶν αὐτὸ τὸ κρινόμενον, ὡς ἐπὶ τοῦ μεμοιχευκότος εὐνούχου τὸ ἁμάρτημα δῆλον· καὶ οὐ βαρὺς δοκεῖ λέγων ὁ διώκων, ὅτι μεμοίχευκας· καὶ ἐπὶ τοῦ τὰ ναυάγια γράψαντος καὶ ὅτι μὴ καταίρουσι τὰ πλοῖα κρινομένου φανερὸν τὸ ἔγκλημα· καὶ οὐ θροήσει λέγων ὁ κατήγορος, ὅτι δημοσίᾳ ἠδίκηκας, καὶ ἐπὶ τῶν ἄλλων ὁμοίως· ἐπὶ δὲ τοῦ στοχασμοῦ, ἐπὶ τὸ κρινόμενον ἄδηλον, καὶ ἀπὸ μόνων τῶν σημείων ἡ κρίσις γίνεται, οὐ δύναται τὸ ἀφανὲς ὡς φανερὸν προβάλλεσθαι ὁ διώκων, καὶ τὸν νεκρῷ σώματι παριστάμενον λέγειν, ὅτι πεφόνευκας, ἀδήλου τοῦ φόνου τυγχάνοντος, ἀλλὰ τῇ διηγήσει μόνῃ τῶν σημείων ἀρκούμενος, ἀφεὶς τὴν προβολὴν τὴν ὅτι πεφόνευκας· τοῦτο γὰρ ἐπὶ πάντων ἡ προβολὴ, τὸ λέγειν αὐτὸ τὸ ἁμάρτημα καὶ ἐπισείειν τῷ κατηγορουμένῳ τὸ ἔγκλημα· ἀφεὶς οὖν τοῦτο ἐπὶ τοῦ στοχασμοῦ ὁ διώκων μετὰ τὴν τῶν σημείων διήγησιν ἐπὶ τὴν λύσιν τῆς παραγραφῆς, εἰ ἐμπίπτοι, χωρεῖ, καὶ τῆς τῶν ἐλέγχων ἀπαιτήσεως· εἶθʼ οὕτως ἐπὶ τὰ κοινὰ κεφάλαια, τὴν βούλησιν καὶ τὴν δύναμιν, καὶ ἀκολούθως ἐπὶ τὸ μόνως ἴδιον κεφάλαιον τοῦ κατηγόρου, τὰ ἀπʼ ἀρχῆς ἄχρι τέλους, ἐν μὲν τῇ διηγήσει πλατύτερον καὶ ὑφειμένως λεγόμενα, ἐν δὲ τῇ προβολῇ ἀθρόον καὶ μετὰ κατασκευῆς εἰσαγόμενα, ἥτις, λέγω δὴ ἡ προβολὴ, ἐπὶ τοῦ στοχασμοῦ διὰ τὰς εἰρημένας αἰτίας ἐκλέλειπται, μετὰ δὲ τὴν τῶν κεφαλαίων τοῦ ἀναγομένου ἀνάλυσιν τὰ ἀπʼ ἀρχῆς ἄχρι τέλους ἀντὶ ταύτης ὑπὸ τοῦ κατηγόρου εἰσάγεται, κατατρέχοντος ἐν αὐτοῖς τοῦ ἀναγομένου σφοδρότερον, ἅτε τὰ ἀντικείμενα λύσαντος καὶ θαρραλεώτερον τούτου καταδιώκοντος. Διὰ δὴ τὰς τοιαύτας αἰτίας ἡ προβολὴ ἐπὶ τοῦ στοχασμοῦ ἐπιλέλοιπε καὶ τὸ τοῦ ἐναγομένου κεφάλαιον τὸ παραγραφικὸν προσάγεται ὑπὸ μὲν τοῦ κατηγόρου λυόμενον, ὑπὸ δὲ τοῦ κατηγορουμένου σθενούμενον καὶ κατασκευαζόμενον· εἰσάγεται δὲ κατὰ τέσσαρας τρόπους, οὓς ὁ τεχνικὸς τοῖς παραδείγμασιν ἐσαφήνισεν, ὧν ἐκλειπόντων καὶ τὸ παραγραφικὸν ἐπιλέλοιπε· διὰ ταῦτα, φησὶν, «παραγραφικῷ ἔστιν ὅτε·» ὥσπερ ἐκλέλοιπε τούτων τῶν τρόπων ἐπιλελοιπότων, οὕτως ὑπερηύξηται πάλιν, καὶ εἰς τελείαν στάσιν ἐκ κεφαλαίου μετάγεται, εἰ ἀπὸ ῥητοῦ τινος γίνοιτο, ἐπάγει οὖν.

`7.261`

ιʹ. Ἄρχεται ἀπὸ τοῦ παραγραφικοῦ, καὶ εἰπὼν ὡς οὐ τῶν ἀεὶ ἐμπιπτόντων εἴη τὸ κεφάλαιον, οὐ μέχρι τούτου ἔστη, ἀλλὰ καὶ τελείαν ποιούμενος τὴν διδασκαλίαν προσέθηκε καθολικὰς μεθόδους, διʼ ἃς ἐπιγνωσόμεθα, πότε ἐμπίπτει καὶ πότε ἐλλείπει, καὶ παραδίδωσιν ἡμῖν δʹ τρόπους, καθʼ οὓς παραλαμβάνεται μόνους· ἢ γὰρ ἀπὸ τοῦ λείποντος, φησὶν, ἐμπίπτει, ὡς ἐπὶ τοῦδε τοῦ παραδείγματος, ἀσώτου πατὴρ ἀφανὴς γέγονε καὶ φόνου φεύγει, κατὰ γὰρ τὸ λεῖπον ἐνταῦθα τὸ παραγραφικὸν ἐγένετο· λείπει δὲ τὸ καθεστάναι ἀφανῆ τὸν ἀνῃρημένον, πρότερον γὰρ ἀξιώσει ὁ φεύγων δειχθῆναι τὸν φόνον, εἶθʼ οὕτως κρίνεσθαι, ἢ ἀπὸ τοῦ ὑπερβάλλοντος, ὅταν πλέον τι συνάπτηται τῇ τοῦ κρινομένου ὑποθέσει ἐκ τῆς πράγματος περιστάσεως· οἷον δέκα νέοι συνώμοσαν μὴ γῆμαι, καὶ κρίνονται κακοῦ βίου· τούτων γὰρ ἕκαστος τὸ μὲν ἅμα κριθῆναι παραιτήσεται, ἰδίᾳ δὲ ἀξιώσει εὐθύνεσθαι· ἢ ὅταν ἐφʼ οἷς ἕτεροι πεποιήκασι κρινώμεθα· οἷον στρατηγοῦ εἰκόνα ἔστησαν οἱ πολέμιοι, καὶ κρίνεται προδοσίας· ἐνταῦθα γὰρ παραγραφικῷ χρήσεται, φάσκων, μὴ ὀφείλειν ἐφʼ οἷς οἱ πολέμιοι ἔπραξαν, κρίνεσθαι· ἢ κατὰ χρόνον, ὅταν πολλοῖς ὕστερον χρόνοις ἐπὶ τὴν κατηγορίαν ἀπηντηκώς τις φαίνηται, οἷον, δειλοῦ παῖς ἠρίστευσε καὶ τὴν γυναῖκα κρίνει μοιχείας· παρʼ αὐτὰ γὰρ φαίη ἂν χρῆναι κατηγορῆσαι, μὴ νῦν, τοσοῦτον ὕστερον χρόνον.

`7.262`

ιαʹ. Ὡς μὲν ἀπλῶς εἰπεῖν τὸ παραγραφικὸν γίνεται ἐκ τῶν περιστατικῶν, οἷον προσώπου καὶ πράγματος, χρόνου, τόπου, αἰτίας, τρόπου, ὡς δʼ αὐτός φησιν κατὰ τρόπους δʹ. ἀλλʼ εἰ καὶ τέσσαρας ἀπαριθμεῖται, τρεῖς εἰσι τῇ ἀληθείᾳ· τὸ τοῦ ἀσώτου γὰρ ἀπὸ τοῦ πράγματός ἐστι· ζητεῖται γὰρ, εἰ ἀνῄρηται ὁ πατήρ· τὸ δέ γε τοῦ τρισαριστέως καὶ τῶν δέκα νέων ἀπὸ τοῦ προσώπου καὶ τοῦ δειλοῦ ἀπὸ τοῦ χρόνου· διὰ τῶν περιστατικῶν δὲ γίνεται τὸ παραγραφικὸν, καὶ ὅτε μὴ ἐκ τούτων ἔχομεν διαβαλεῖν τὴν κατηγορίαν, ἐκλείπει.

ιβʹ. Ἐρεῖ γὰρ ἕκαστος αὐτῶν, ὅτι οὐχ ὁμοῦ πάντας ἔδει κρίνειν, ἀλλʼ ἀνὰ μέρος· ἀντέστησαν δέ τινες ἐπὶ τούτῳ, ὡς οὐκ ἔχει τὸ παραγραφικὸν χώραν· εἰ γὰρ καὶ τὰ μάλιστα οἱ δέκα νέοι πλῆθός εἰσιν, ἀλλʼ οὖν γε μίαν ἔχουσι ποιότητα τοῦ ἀόριστον εἶναι, καί φασιν, ὅτι τότε τὸ παραγραφικὸν τὸ ἀπὸ τοῦ ὑπερβάλλοντος θέλει ἐμπίπτειν, ὅταν διάφοροι τῶν πολλῶν αἱ γνῶμαι, ὅταν δὲ μία ἡ ποιότης ἢ ῥητόρων ἢ νέων, οὐκ ἔχει χώραν τὸ κεφάλαιον· ἐπὶ γοῦν τούτου διὰ τὸ ἀόριστον εἶναι τὴν ποιότητα οὐ συνίσταται τὸ παραγραφικόν· ἐπὶ δὲ τῶν δέκα στρατηγῶν τῶν μὴ ἀνελομένων τὰ ναυάγια συνίσταται· ἕκαστος γὰρ διαφόρους ἐρεῖ τοῦ μὴ ἀνελέσθαι τὰ ναυάγια τὰς αἰτίας· ὁ μὲν γάρ τις αὐτῶν ἐπὶ τῆς συμβολῆς ἐτέτακτο, ὁ δὲ ἐπὶ τῆς φρουρᾶς, ὁ δὲ ἐπὶ τῆς ἀναιρέσεως τῶν νεκρῶν.

ιγʹ. Οὐκέτι, φησὶ, κεφάλαιον οὐδὲ μέρος τοῦ στοχασμοῦ· ἀλλʼ ἀπηρτισμένη στάσις ἐστὶ καὶ παραγραφὴ τελεία· ἣν δὴ καὶ μετάληψιν προσηγόρευσεν, ὁπηνίκα ῥητοῦ τινος ἐπιλάβοιτο· καὶ πολὺ τηνικαῦτα τὸ ἰσχυρὸν ἀποφέρεται.

`7.263`

ιδʹ. Τὴν διαφορὰν τῆς παραγραφῆς καὶ τοῦ παραγραφικοῦ διὰ τούτου δηλοῖ, ὅτι ἡ μὲν ὅλον ἐκβάλλει τὸν ἀγῶνα, τὸ δὲ μέρος τι τῶν περὶ τὸ πρᾶγμα αἰτιᾶται· καθὸ μὲν γὰρ διαβάλλει τὴν κατηγορίαν, ὠφέλιμόν ἐστι, καθὸ δὲ ὅλως δοκεῖ παραγράφεσθαι, καθαιρετικόν ἐστι τῶν ἀξιωμάτων· κατὰ ταῦτα δὲ διαφέρει τὸ παραγραφικὸν τῆς παραγραφῆς, ὅτι ἡ μὲν στάσις, τὸ δὲ κεφάλαιον· καὶ ἡ μὲν νόμον ἔχει, τὸ δὲ οὔ· καὶ ὁ μὲν ἐκβάλλει τὸν ἀγῶνα, τὸ δὲ διαβάλλει· καὶ τὸ μὲν κατὰ τοὺς εἰρημένους γίνεται τρόπους, ἡ δὲ διʼ ἑτέρων γίνεται θεωρημάτων· ἔστι δὲ τὰ παρεπόμενα τῷ παραγραφικῷ τοσαῦτα· πρῶτον, ὅτι τῶν οὐκ ἀεὶ ἐμπιπτόντων ἐστί· δεύτερον, κατὰ πόσους τρόπους ἐπιγινώσκεται· τρίτον, τίνα διαφορὰν πρὸς τὴν παραγραφὴν ἔχει, τέταρτον, τί δύναται ἐν τῷ λόγῳ, ὅτι διαβολὴν μόνην τοῦ ἀγῶνος ἐργάζεται· πέμπτον, ὅτι τῶν ἀξιωμάτων ἐστὶ καθαιρετικὸν, ὡς ἁπτόμενον τῆς τῶν προσώπων ὑπολήψεως, ὡς ἐὰν κρίνηται τυραννίδος ἐπιθέσεως Περικλῆς καὶ παραγράψηται, ἢ Δημοσθένης παραπρεσβείας.

`7.264–7.268`

ιεʹ. Ἤδη μὲν εἴρηται καὶ ἐπὶ τῆς διαιρετικῆς μεθόδου τῶν στάσεων περὶ τοῦ τοιούτου προβλήματος, ὅτι τε παραγραφὴ τελεία ἐστὶ καὶ στάσις ἡ λεγομένη μετάληψις ἔγγραφος· καὶ ἐν ἐν τοῖς ἐφεξῆς δὲ ῥηθήσεται, ἡνίκα ἐν τῷ περὶ διαιρέσεως τῶν κεφαλαίων τῆς μεταλήψεως τόπῳ γενώμεθα· νῦν δὲ τοσοῦτον τῷ τεχνικῷ περὶ τούτου διείληπται, ὅσον παραστῆσαι διαφορὰν παραγραφῆς κεφαλαίων καὶ στάσεων, καὶ ὅτι ἡ μὲν στάσις ἀπὸ ῥητοῦ ἐστι καὶ τελεία ὑπάρχει παραγραφὴ, τὸ δὲ κεφάλαιον οὐκ ἀπὸ ῥητοῦ ἀλλὰ ψιλῶς εἰσάγεται, ὅσον διηγεῖσθαι τὸν ἀγῶνα, καὶ καθελεῖν ποσῶς τὸ φρόνημα τοῦ ἐνάγοντος· ἡ μὲν οὖν φύσις τῶν κεφαλαίων τοιαύτη· ἐπεξεργάζεται δὲ αὐτό τε τοῦτο καὶ τὰ λοιπὰ τῶν κεφαλαίων, καὶ οὐ τοῦ στοχασμοῦ μόνον, ἀλλὰ καὶ τῶν λοιπῶν στάσεων ἐπιχειρήμασιν, ἐργασίαις, ἐνθυμήμασιν, ἐπενθυμήμασι, πλαστοῖς, περὶ ὧν ἐν τῷ περὶ εὑρέσεων βιβλίῳ ὁ Ἑρμογένης ἡμῖν διαλέγεται· ἐνταυθοῖ δὲ περὶ μόνης ἡμῖν τῆς τούτων διέξεισι φύσεως· εἰ δὲ δεῖ τι καὶ περὶ τῆς ἐξεργασίας αὐτῶν κἀνταῦθα μικρὸν ἀπομνημονεῦσαι, ὅσον πρὸς ἔνδειξιν ἐπὶ τοῦ παραγραφικοῦ, φέρε περὶ αὐτῶν διαλάβωμεν· τὰ μὲν οὖν ἐπιχειρήματα ἀπὸ τῶν ἓξ περιστατικῶν λαμβάνονται, προσώπου, πράγματος, τόπου, τρόπου, χρόνου τε καὶ αἰτίας· ἀπὸ μὲν τοῦ προσώπου, οἷον ὡς ἐπὶ τοῦ τρισαριστέως, οὗ εἰκόνα ἔστησαν οἱ πολέμιοι, καὶ προδοσίας φεύγοντος, ὅτι οὐ δώσω λόγον, ἐφʼ οἷς ἕτεροι πεποιήκασιν· οὐ γὰρ δεῖ ἐξ ὧν ἄλλοι πράττουσιν εὐθύνας ὑπέχειν, οὐδʼ εἰ προσήκοντες εἶεν γένει, μήτι γε δὴ πολέμιοι καὶ μηδὲν προσήκοντες· ἕκαστος γὰρ ἐκ τῶν οἰκείων, οὐκ ἐξ ὧν ἕτεροί τινες ἐνεδείξαντο, κρίνεται· καὶ ἁπλῶς ὅσα ἐρεῖν δυνατὸν τῇ φύσει χρώμενον ἀπὸ τοῦ πράγματος, ὅτι οὐδὲ ἐπὶ τοῖς τυχοῦσι πράγμασι κατηγορεῖσθαι εἰκός· τοῦτο γὰρ συκοφαντίας ἴδιον, τὸ ἐξ εἰκότων καὶ σημείων καὶ τῶν τυχόντων τεκμηρίων πλάττειν ἀδεῶς τὰς κατηγορίας ἐθέλειν· οὐ γὰρ εἰκόνα ἔστησαν ἐμὴν οἱ πολέμιοι τὴν ἀνδρείαν θαυμάζοντες, τοὺς οἰκείους πρὸς ζῆλον θήγοντες, ἢ καὶ ὑμᾶς εἰς τὸ κατʼ ἐμοῦ τι φαῦλον ὑπονοῆσαι διανοούμενοι, οὐ τοῦτο σκοπεῖν δεῖ, ἀλλʼ εἰ δώροις ἐμὲ παρέφθειραν· εἰ τὰ ἀνέκφορα αὐτοῖς ἐγὼ τῆς πόλεως ἐξεκάλυψα, εἴ τι τοιοῦτον κατηγορεῖν τις ἔχοι, τοῦτο εἰς μέσον κινείτω· εἰ δὲ στήλην ἀνήγειραν τὰς ἀριστείας θαυμάζοντες, καὶ τὴν πόλιν θαυμάζειν, οὐκ ἐγκαλεῖν δεῖ, κροτεῖν, οὐ κατηγορεῖν, ὅτι καὶ παρὰ πολεμίων θαυμαστὸς ὁ ὑμέτερος ἀριστεύς· αἰδεῖσθαι γὰρ ἀνδρὸς ἀρετὴν εἴωθεν καὶ πολέμιος· ἀπὸ δὲ τοῦ τόπου, ὅτι καὶ παρὰ τῇ πόλει μᾶλλον τῶν Ἀθηνῶν οὐ χρὴ προχείρως οὕτω καὶ ἑτοίμως κατηγορεῖν, ἔνθα πολὺ τἀκριβὲς, ἔνθα πολὺ τὸ φιλάληθες καὶ τὸ συκοφαντεῖν ἐκποδών· καὶ τούτοις τὴν πόλιν καὶ τοῖς τοιούτοις ἐγκωμιάσει· ἀπὸ τοῦ τρόπου, εἰ ἐμπίπτοι, οἷον ὅτι οὐ δεῖ οὕτως οὐδὲ τὸν τρόπον τοῦτον κατηγορεῖν· οὐδὲ γὰρ πάντα ἐν πᾶσιν ἐμπίπτειν δύναται, καὶ ὅταν ἐμπίπτῃ, οὐ πᾶσι πάντως χρηστέον, ἀλλὰ τοῖς λυσιτελεῖν δυναμένοις· ἀπὸ τοῦ καιροῦ, ὅτι οὐ νῦν ἐν ἀπράκτοις καὶ ἑορτασίμοις ἡμέραις καὶ τοῖς νόμοις κεκωλυμέναις, ὅτι εἰρήνης καὶ θυμηδίας καὶ εὐφροσύνης καιρὸς, ὅτι φιλοφροσύνης καὶ δεξιώσεως, ἢ ὅτι οὐ νῦν ἐν θέρους καιρῷ καὶ συλλογῆς τῶν καρπῶν, ὅτε περὶ τὰ καίρια καὶ ἀναγκαῖα ἡ σπουδὴ καὶ τὰ τὸν βίον καὶ τὴν ζωὴν τὴν ἀνθρωπίνην συνέχοντα, οὐ δεῖ τηνικαῦτα πρὸς διαβολὰς καὶ συκοφαντίας καὶ κατηγορίας ὁρμᾷν, καὶ ἁπλῶς ὅσα εἰπεῖν ἐγχωρεῖ· ἡ δὲ αἰτία ἐν τούτοις ἅπασιν ἀναφαίνεται, οἷον ὅτι οὐ δεῖ ἀφʼ ὧν ἕτεροι, ἵνα μὴ τοῖς πᾶσι πάντες εὐθύνας ὑπέχωσιν· οὐ δεῖ ἀπὸ τοιούτων σημείων, ἵνα μὴ πάντες μάθοιεν ἐκ τῶν τοιούτων κατηγορεῖν· οὐ δεῖ ἐν Ἀθήναις, ἵνα μὴ πονηρὸν ὄνομα φιλοσυκοφαντίας τοιᾷδε πόλει προστριβῇ· οὐ τοιόνδε δεῖ τὸν τρόπον κατηγορεῖν, ἵνα μὴ ἀσχημονῶμεν καὶ ἀναιδεύεσθαι διδαχθῶμεν· καὶ ἐν τῷδε οὐ χρὴ τῷ καιρῷ, ἵνα μὴ ἀσεβεῖν δόξωμεν, ἵνα μὴ ἐν ἐνδείᾳ καταστῇ τὰ ἡμέτερα· καὶ πολλά ἐστι λέγειν, ἃ νῦν παρεῖται, ὅτι μὴ μελέτη ἀλλὰ τεχνολογία ἡμῖν τὸ προκείμενον· ἐπιχειρεῖν μὲν οὖν ἐντεῦθέν ἐστιν· αἱ δὲ ἐργασίαι λαμβάνονται ἀπὸ παραβολῆς, ἀπὸ παραδείγματος, καὶ ταῦτα ἀπὸ μείζονος, ἀπὸ ἐλάττονος, ἀπὸ ἴσου, ἀπὸ τοῦ ἐναντίου· ἀπὸ μὲν μείζονος, ὡς ἐπὶ τοῦ παρόντος προβλήματος οὕτως, ὥσπερ γὰρ βασιλεὺς οὐκ ἂν προδοσίας διαβληθείη, ἀνδριάντος αὐτῷ παρὰ τῶν πολεμίων ἀνισταμένου, οὐ γὰρ ἂν τῶν ἑαυτοῦ προδότης καὶ ἐπίβουλος γένοιτο, οὕτως οὐδὲ τρισαριστεὺς ἀγαθὸς, ὡς ἐγὼ, φιλόπολις δίκαιος ἂν εἴη προδοσίας ὑποπτευθῆναι, οὐδʼ εἰ μυρίας αὐτῷ στήλας οἱ πολέμιοι ἀνεγείροιεν. ἀπὸ δὲ ἴσου, οἷον εἰ στρατηγὸν ὁμοίως φιλόπολιν λάβοιμεν τὰ παραπλήσια περὶ αὐτοῦ εἰσηγούμενοι. ἀπὸ δὲ ἐλάττονος, εἰ στρατηγὸν ἤ τινα ἄλλον τῶν τρισαριστέως ὑποδεεστέρων τῷ λόγῳ καθυποθώμεθα. ἀπὸ δὲ τοῦ ἐναντίου, ὥσπερ γὰρ περὶ τοῦ πολλάκις κακὰ τῇ πόλει διαθεμένου οὐκ ἄν τις ἀγαθὸν οὐδέποτε ὑποπτεύσειεν, οὕτως οὐδὲ περὶ τοῦ πλειστάκις ταύτην εὐεργετήσαντος ἐναντίον χρεὼν καὶ δύσνουν διανοεῖσθαι, ὡσαύτως καὶ εἰ ἀπὸ παραδείγματος τὴν ἐργασίαν λάβοιμεν· καὶ περὶ μὲν ἐργασιῶν, ὅσον εἰς ὑποδείγματος λόγον, ἐπὶ τοσοῦτο· τὰ δὲ ἐνθυμήματα ὥρμηται μὲν ἀπὸ τῶν ἐργασιῶν· πλατύνεται δὲ τοῖς ἓξ περιστατικοῖς· ὡς γὰρ τὰ ἐπιχειρήματα ἀπὸ τῶν κεφαλαίων ἔχει τὰς ἀφορμὰς, τοῖς δὲ περιστατικοῖς τὸν πλατυσμὸν ἐπιδέχεται, οὕτω δὴ καὶ τὰ ἐνθυμήματα ἐκ τῶν ἐργασιῶν προσφερόμενα τοῖς περιστατικοῖς ἐμπλατύνεται συγκριτικῶς κατὰ αὔξησιν, ὡς ἐπὶ τοῦ προτεθέντος προβλήματος. ἐξ ἐργασίας τῆς ἀπʼ ἐλάττονος· ἀπὸ μὲν προσώπων λεγόντων ἡμῶν ἐνθυμηματικῶς οὕτως· καίτοι ἕτερόν τί ἐστι στρατιώτης, καὶ ἕτερον τρισαριστεὺς, καὶ πολὺ τὸ μεταξὺ ἑκατέρων διάφορον, ὅμως οὐκ ἄν τις οὐδὲ στρατιώτου τῇ πόλει εὐγνωμονοῦντος οὕτως ῥᾳδίως ἐξ εἰκότων καὶ τεκμηρίων παρʼ ἐχθροῖς γενομένων, οὐδʼ εὐχερῶς καταγνοίη· πολλοῦ γε καὶ δεῖ, τρισαριστέως τοσαῦτα καὶ τηλικαῦτα τῇ ἑαυτοῦ πατρίδι ἐνδειξαμένου τὰ βέλτιστα, καὶ κατὰ τοσοῦτο πρὸς τὴν πόλιν εὐποιεῖν ὑπερφέροντος, καθόσον ὑπερφέρει, καὶ ὑπερανέστηκε τῇ λαμπρότητι· οὕτως καὶ ἐκ τῶν λοιπῶν εἰ ἔχοι περιστατικῶν αὐξητικῶς ὁ κατηγορούμενος τοῖς ἐνθυμήμασι χρήσεται, συνάγων ἑαυτῷ τὸ μεῖζον ἐκ παραθέσεως, τὸ δʼ αὐτὸ καὶ ὁ κατήγορος μεθοδεύσει κατὰ τὸ ἔμπαλιν· εἰ δὲ ἀπὸ τοῦ αὐτοῦ περιστατικοῦ καὶ δευτέρου τις αὔξησις δυνηθείη ληφθῆναι ἐπιφερομένη τῇ προτέρᾳ κατὰ περιουσίαν αὐξήσεως, τοῦτʼ ἂν εἴη τὸ ἐπενθύμημα, δριμυτέρας τῷ πράγματι προστιθεμένης αὐξήσεως, οἷον· καίτοι ὁ μὲν στρατιώτης καταγνωσθεὶς καὶ εὐθύνῃ καθυπαχθεὶς οὐκ ἂν τοσαύτην τῇ πόλει προξενήσοι ζημίαν. ἀλλʼ οὖν καὶ οὕτως ὀκνηροί πως πρὸς τὴν κατάγνωσιν οἱ πολῖται τοῦ κατά τι αὐτοὺς εὐηργετηκότος καθίστανται· οὐ πολλῷ μᾶλλον δεῖ ὀκνηροτέρους αὐτοὺς φανήσεσθαι εἰς τὸ τρισαριστέως οὕτω γενομένου ἐξ εἰκότων τινῶν καὶ σημείων καταιτιάσασθαι· τοσαῦτα καὶ περὶ ἐνθυμημάτων τε καὶ ἐπενθυμημάτων· τὰ δὲ λοιπὰ ῥᾳδίαν ἔχει καὶ εὐχερῆ τὴν διάγνωσιν· εἰ καθʼ ὑπόθεσιν προσάγει τις τῷ ἀντικαθισταμένῳ ἐρώτησιν τῇ προκειμένῃ ὑποθέσει συμβαίνουσαν καὶ τὸν ἐρωτώμενον τὰ ὑπὲρ τοῦ ἐρωτῶντος ἀναγκάζουσαν ἀποκρίνεσθαι· οἷον εἰπέ μοι, ὦ βέλτιστε, εἴτινες τῶν ὑπὸ σοῦ πολλάκις εὐεργετηθέντων, καὶ πλειστάκις εὖ πεπονθότων, ἐξ ὧν ἐχθροὶ ἔπραττον, καταψηφιεῖσθαί σου ἐβούλοντο· ἆρα ἂν ἤνεγκας τοιαῦτα παρὰ τῶν εὖ πεπονθότων παροινούμενός τε καὶ μάτην συκοφαντούμενος· οὐκ ἔγωγε οἶμαι· εἰ δὲ αὐτὸς τοιαῦτα πάσχων οὐκ ἄν ποτε ἤνεγκας, πῶς ἡμῶν τὰ ἴσα καταψηφιζόμενος οὐκ ἐρυθριᾷς; Τοιαύτη καὶ ἡ περὶ τῶν πλαστῶν λεγομένων διάπλασις· ἐν τούτοις ἡ τῶν κεφαλαίων ἁπάντων, ὡς διʼ ἑνὸς δυνατὸν ἐνδείξασθαι κεφαλαίου, κατασκευὴ καὶ ὑφάπλωσις καὶ πέρα τούτων οὐκ ἂν εὕροις ἐπεκτεινομένην τὴν τέχνην, ἀλλʼ ἐν τούτοις ἐπανακυκλουμένην καὶ ἐμπλατυνομένην, ἐφʼ ὅσον τις βούλοιτο, καὶ τὸ δυνατὸν πρόσεστιν.

ιϛʹ. Ταῦτα τὰ δύο κεφάλαια, φημὶ δὴ τὸ παραγραφικὸν καὶ τὴν τῶν ἐλέγχων ἀπαίτησιν, ἐξ ἀρχῆς ἡ τέχνη παρέσχε τῷ φεύγοντι· ἐπειδὴ γὰρ ἐκ τῆς τοῦ κατηγόρου καταφορᾶς ἐξασθενεῖν ὁ φεύγων δοκεῖ, ἡ τέχνη ἐπιρρωννῦσα αὐτὸν ταῦτα τὰ κεφάλαια πρῶτον αὐτῷ παραδίδωσιν. ἐλέγχων δὲ ἀπαίτησις ὠνόμασται ἀπὸ τοῦ τὸν φεύγοντα ἐλέγχους ἀπαιτεῖν τοῦ πράγματος, περὶ οὗ ἡ κρίσις, καὶ τῷ διώκοντι μὴ συγχωρεῖν ἀμαρτύρους ποιεῖσθαι τὰς κατηγορίας. ἡ δὲ τῶν ἐλέγχων ἀπαίτησις ἐκ τῶν ἀτέχνων πίστεων γίνεται, μαρτύρων, διαθηκῶν, νόμων, ψηφισμάτων, ἐπιστολῶν, βασάνων. ἄτεχνοι δὲ λέγονται πίστεις, ἐπειδὴ ἡ ὕλη τοῦ προβλήματος ἔχει αὐτὰς καὶ τοῦ πράγματος· καὶ οὐκ ἔξωθεν γίνονται ἀπὸ τῆς τοῦ ῥήτορος τέχνης.

`7.269`

ιζʹ. Ζητεῖται, πῶς ἄρνησιν οὐσιώδη ἔχοντος τοῦ στοχασμοῦ ἐλέγχων ἀπαίτησις γίνεται; τοῦ γὰρ ἀφανοῦς εὔηθές ἐστι μάρτυρας ἀπαιτεῖν· καί τινες μὲν τοῦ σημείου τοὺς μάρτυρας ἀπαιτεῖν κακῶς λέγουσιν, οὐδὲ γὰρ περὶ αὐτοῦ ἡ κρίσις ἢ ἡ κατηγορία, ἄλλοι δὲ ἄμεινον ἀπολογούμενοί φασιν, ὡς φύσις ἐστὶ τοῖς φεύγουσιν ἀπαιτεῖν μάρτυρας, ἐν οἷς ἴσασι μὴ ὑφεστῶτας. εἰ γὰρ ᾔδεσαν ὄντας, οὐκ ἂν ἀπῄτουν· τοσοῦτον δὲ εἰδέναι χρὴ, ὅτι ἐν μὲν τοῖς ἀληθέσι τῶν ἀγώνων μάρτυρες προφέρονται, ἐν τοῖς πλασματικοῖς δὲ οὔ. διὸ ἀδιορίστως εἰπὼν, «εἰσὶ μάρτυρες ἢ οὒ», ἔπταισεν· ἀδύνατον γὰρ ἐν τοῖς πλασματικοῖς μάρτυρας παρενεχθῆναι· ἄλλως τε καὶ ἀσύστατον γίγνεται διὰ τούτων. καὶ δῆλον ὅτι περὶ μόνων τῶν ἀληθῶν ζητημάτων διαλαμβάνει, ὅμως ὁ τεχνογράφος τελείαν αὐτοῦ τὴν ἐργασίαν ποιούμενος διττὸν εἶναί φησι τὸ κεφάλαιον. ἢ γάρ εἰσι μάρτυρες, ἢ οὐκ εἰσὶν, ἔθει γὰρ κεκρατηκότι ἐν τοῖς ζητήμασι καὶ τοῖς πλάσμασιν ἀπαιτεῖν μὲν ὁ φεύγων μάρτυρας, παρενεγκεῖν δὲ ὁ κατήγορος οὐ δύναται.

`7.270`

ιηʹ. Ζητοῦσιν, ὡς εἴρηται, τινὲς, τίνος ἂν εἴη τὸ κεφάλαιον τοῦτο· καὶ εἰ μὲν τοῦ σημείου, εὔηθες. φανερὸν γὰρ εἶναι δεῖ τὸ σημεῖον· εἰ δὲ τοῦ ἐγκλήματος, καὶ τοῦτο ἄτοπον. οὐκέτι γὰρ ἀδήλου πράγματος ἔσται ἔλεγχος, ὥστε φασὶ περιττὸν τὸ κεφάλαιον. καὶ φαμὲν, εἰ μὲν εὐθέως πᾶς μαρτυρῶν καὶ τὴν τοῦ πιστεύεσθαι δύναμιν εἶχεν, εἶχεν ἂν λόγον ἡ ἀπορία· ἐπειδὴ δὲ καὶ μαρτύρων ὄντων ἐπιζητεῖται, εἰ ἀληθὲς ἢ ψευδὲς τὸ ἐκ τῆς μαρτυρίας λεγόμενον, οὐδὲν ἄτοπον καὶ μαρτύρων ἐπιφερομένων ἔτι συνίστασθαι τὸ ζήτημα, ὡς ἔχομεν ἔν τε πλείοσι τῶν Λυσιακῶν λόγων καὶ παρὰ τοῖς ἄλλοις ἀρχαίοις· καὶ ταῦτα μὲν ἐν τοῖς ἀληθέσιν ἰσχύει· ἐν μέντοι τοῖς πλάσμασιν οὐ δύναται μάρτυς εἶναι, ἀλλʼ ὁ φεύγων εἰς ἀπορίαν καταστῆσαι τὸν διώκοντα βουλόμενος ἀπαιτήσει τοὺς μάρτυρας κατὰ τὴν προειρημένην μέθοδον. Διὸ καὶ τὸ πλᾶσμα Ἑρμογένης πάνυ τεχνικῶς παρέθετο· ἵνα γὰρ δείξῃ, ὅτι καὶ μάρτυρας ἐνίοτε ὁ στοχασμὸς ἐπιδέχεται, οὕτως αὐτὸ παρήνεγκεν. ἐν τούτῳ γὰρ καὶ μάρτυρές εἰσιν καὶ οὐκ εἰσίν. εἰσὶ μὲν γὰρ τῆς μοιχείας αἱ θεραπαινίδες, οὐκ εἰσὶ δὲ τῆς φαρμακείας.

`7.271`

ιθʹ. Ὅτε εἰσὶ μάρτυρες, ἢ δοῦλοί εἰσιν ἢ ἐλεύθεροι. καὶ δοῦλοι ἢ τῶν ἔξωθεν ἢ αὐτοῦ τοῦ καταμαρτυρομένου, ὡς ἐνταῦθα· ἐνίοτε γὰρ καὶ οἰκέτας κατὰ τῶν οἰκείων δεσποτῶν εἰς μαρτυρίαν παράγουσιν, καὶ τῶν μὲν ἔξωθεν διαβαλοῦμεν ἐκ τῆς τύχης τὴν μαρτυρίαν, καὶ εἰ μὲν μετὰ βασάνων μαρτυροῦσι, φήσομεν ὡς οὐδὲν φροντίζουσι τῶν βασάνων. κατεπήγγελται γὰρ αὐτοῖς ἀντὶ τούτου ἐλευθερία. εἰ δὲ βασάνων ἐκτὸς, ἐροῦμεν, ὅτι οὐδὲ μετὰ βασάνων ἀληθὴς ἡ μαρτυρία. πολλοὶ γὰρ ἑάλωσαν τὰ ψευδῆ μαρτυροῦντες, μήτι γε βασάνων ἐκτός. τῶν δὲ οἰκείων καὶ ὥσπερ εἶπεν ὁ τεχνικὸς δεῖ καθόλου διαβάλλειν, καὶ ὅτι πονηροὶ τὸν τρόπον καὶ ἐπὶ τὸ πλεῖστον· καὶ ὅτι ἀκόλαστοι· ἂν δὲ ἐλεύθεροι ὦσιν ἢ ξένοι ἢ πολῖται, τοὺς μὲν οὖν ξένους αὐτὸ τοῦτο διαβαλοῦμεν, ὅτι μὴ γνήσιον ἔχοντες τὸ γένος οὐδὲν θαυμαστὸν, εἰ φόνῳ πολιτῶν ἐφήδονται, εἰ δὲ πολῖται, ἢ πένητες ἢ πλούσιοι. τοὺς μὲν οὖν πένητας ἐκβαλοῦμεν ὡς ῥᾳδίως χρήμασι διεφθάρησαν, εἰ δὲ πλούσιοι, ἢ πονηροὶ ἢ ἐπιεικεῖς· πονηρῶν μὲν τούτων ὄντων ἐκβαλοῦμεν τὴν μαρτυρίαν, καὶ μάλιστα εἰ, ὥς εἰσι φιλόδικοι, διαβάλλοιντο, ἢ εἰ καὶ πρότερον μαρτυροῦντες ψευδομαρτυριῶν ἑάλωσαν, εἰ δὲ ἐπιεικεῖς δοκοῖεν ἐκ τῶν ἐνόντων πρὸς τὴν ὑπόθεσιν, ἐκβαλοῦμεν τὴν μαρτυρίαν ἢ φιλίαν τοῦ κατηγόρου αἰτιώμενοι ἢ οἶκτον, ἢ καὶ τὸν πλοῦτον αἰτιασόμεθα, ὅτι θαρροῦντες διʼ αὐτὸν ὡς οὐδὲν πείσονται ἐπὶ τὴν μαρτυρίαν ἀπήντησαν.

`7.272`

κʹ. Ἐναργῶς ἡμῖν καταλείπει ἐν τῷ κατὰ Κόνωνος αἰκίας παράδειγμα Δημοσθένης, ἀντεξετάσας ἐκεῖ τοὺς μάρτυρας καὶ διαφορὰς ἐξευρὼν γενναιοτάτας, ὁ μὲν γὰρ, φησὶ, τοὺς ἑταίρους καὶ ἡλικιώτας μάρτυρας παρέχεται, πρὸς χάριν μαρτυροῦντας· ἐγὼ δὲ ξένους, οὐδὲν ἐμοὶ προσήκοντας, οὐδὲ διʼ ἄλλο τι μαρτυροῦντας, πλὴν τὴν ἀλήθειαν. θαυμάσειε δʼ ἄν τις, πῶς στοχασμοῦ ὄντος εἰσὶν οἱ μάρτυρες εἰς αὐτὸ τὸ ἔγκλημα, οὐ γὰρ δύναται, ὡς ἔφαμεν, τὸ ἔγκλημα ἄδηλον ὂν, μάρτυρας ἔχειν· καί φαμεν, ὡς ἐν τῷ κατὰ Κόνωνος ἡ ἀλήθεια ἐβιάζετο τὴν τέχνην, ὡς καὶ ἐν τοῖς ἄλλοις ἡ ἀλήθεια τῶν ἀγώνων τὴν τέχνην βιάζεται πολλάκις· καὶ εἰσηγεῖταί τινα ἀναγκαῖα μὴ ὄντα ἐν τῇ τέχνῃ, ἀμέλει ἐν αὐτῷ τούτῳ τῷ κατὰ Κόνωνος αἰκίας τὸ ὁμολογῆσαι τὸν φεύγοντα τυπτῆσαι τὸν κατήγορον ἀδύνατόν ἐστιν ἐν στοχασμῷ· ἄλλως τε ἀμφοτέρων τῶν μερῶν ἐχόντων μάρτυρας, καὶ τὰ ἀλλήλων ἀναιρούντων, εἶτα ἐξισαζόντων, οὐκέτι προσάγονται μάρτυρες, ἀλλʼ ἀναιρεθείσης τῆς ἀπὸ τούτων ἀπωλείας ἐπιστώθη ἡ τοῦ στοχασμοῦ φύσις τῷ εἶναι ἄδηλος καὶ ἐξ ἄλλων ἀποδείκνυσθαι.

`7.273–7.274`

καʹ. Τοῖ περιστατικοῖς λέγει, οἷον προσώπῳ, τίς ὁ δούς; τίς ὁ συνειδώς; τὸ δὲ πρόσωπον ἐξετάζεται, ἀπὸ τῶν ἐγκωμιαστικῶν, γένους, ἀγωγῆς καὶ τῶν ἄλλων· ὑποδιαιρέσει οὖν ἐνταῦθα χρήσεται, συγκλείων τὸν κατήγορον, οἷον πολίτης ἢ ξένος, οἰκεῖος ἢ ἀλλότριος, δοῦλος ἢ ἐλεύθερος· ἐν τόπῳ δὲ, οἷον ἐν ἄστει ἢ ἔξω τείχους, ἐν ἐρημίᾳ, ἐν ἀγορᾷ, ἐπʼ οἰκίας. τρόπῳ δὲ, τίνα τρόπον, λαθὼν ἢ ἐκ τοῦ προφανοῦς βιασάμενος ἢ ἀπατήσας; χρόνῳ, νύκτωρ ἢ μεθʼ ἡμέραν, ἐν πολέμῳ ἢ ἐν εἰρήνῃ; πράγματι, οἷον τί δούς; τί ποιήσας; αἰτίᾳ, διὰ τί, ἆρα, ἵνα κληρονομήσω, ἵνα τῶν αὐτοῦ γένωμαι κύριος, ἵνα ἐχθροῦ ἀπαλλαγῶ; ἢ διὰ φιλίαν ἢ ἔχθραν; καὶ τούτοις ἅπασιν ἐπεξέρχεται, κατὰ διαίρεσιν προϊών. ἐν μέντοι τῇ αἰτίᾳ καὶ ἀκριβέστερον ἐπεξετάσει· τοῦτο γάρ ἐστιν ἐν ταῖς δίκαις· οἷον τί λέγω; εἰ μὲν γὰρ εἴη ὁ τὴν αἰτίαν φεύγων τοῦ φόνου πλούσιος, ὁ δὲ ἀνῃρημένος πένης, ἐρεῖ ὁ τὴν αἰτίαν ἔχων, τίνος ἕνεκα τὸν φόνον εἴργασμαι· χρημάτων ἐρῶν; καὶ μὴν εὐπορώτερος ἐγὼ, ὁ δὲ πένης ἐτύγχανεν. εἰ δὲ τοὐναντίον ὁ μὲν ἀνῃρημένος πλούσιος, ὁ δὲ φονεύων πένης, ἐρεῖ, ὅτι τὸν φόνον τί βουλόμενος εἰργασάμην; ἆρα χρημάτων ἐρῶν; καὶ μὴν παῖδες εἶχεν ὁ τεθνηκὼς, ἂν οὕτω τύχοι, ἢ συγγενεῖς· οὐ δεῖ δὲ τὴν μαρτυρίαν ἀπαιτεῖν ὡς ἔτυχεν, ἀλλὰ πρῶτον ἐφορᾷν, εἰ ἐνδέχεται διὰ μαρτύρων συστῆναι τὴν ὑπόθεσιν ἢ μή. καὶ ὅταν εὕρωμεν πανταχοῦ μαρτύρων ἀπορίαν, τότʼ ἐπιθησόμεθα ἀπαιτοῦντες τοὺς ἐλέγχους· εἰ γάρ εἰσιν, εἶτα ἡμεῖς ἀπαιτήσομεν αὐτοὺς, ἐκείνων παρεχομένων οὐ χαλεπῶς ἁλισκόμεθα. Δεῖ τοίνυν μὴ ὄντων ἀπαιτεῖν, καὶ ἀπαιτεῖν οὐ τοῖς περιστατικοῖς, ὡς εἶπεν ὁ τεχνικὸς, μόνον ἀλλὰ καὶ πηλικότητι καὶ συγκρίσει καὶ τοῖς πρός τι καὶ ἔθει καὶ νόμοις καὶ δικαστηρίοις· πηλικότητι μὲν, μέγα, ὥς φησιν, ὁμολογουμένως τὸ ἔγκλημα. οὐ χρὴ οὖν περὶ τηλικούτου πράγματος ἀπόντων μαρτύρων ποιεῖσθαι τὴν σύγκρισιν· συγκρίσει δὲ, ὅτι καὶ ἐπὶ πάντων ὁμοίως ἔχει τῶν παραπλησίων, οἷον φόνου, παραπρεσβείας, ἅπερ ἅπασαν ἀνατρέπει τὴν πόλιν. ἀλλʼ οὐδʼ ἐκείνων τις πώποτε μαρτύρων ἀπόντων ὑπέσχε τὴν κρίσιν. τοῖς πρός τι δὲ, ὅτι ἄτοπον, ἐπὶ μὲν ὕβρεως καὶ κλοπῆς μηδένα ἐξ ὑποψίας κρίνεσθαι, ἐπὶ δὲ τῶν τηλικούτων ἀμαρτύρους ποιεῖν τὰς κατηγορίας. ἡ σύγκρισις δὲ τῶν πρός τι διαφέρει, ὅτι ἡ μὲν ἀπὸ τῶν ἴσων λαμβάνεται, τὰ δὲ ἀπὸ τῶν ἐλαττόνων. ἔθει δὲ, ἔθος γὰρ ἡμῖν ποιεῖν τὰ τοιαῦτα· νόμῳ δὲ, καὶ οἱ νόμοι οὕτως κελεύουσι τὰς ἀποδείξεις ἐκ τῶν φανερῶν ἐλέγχων καὶ ἀναμφισβητήτων ποιεῖν. δικαστηρίοις δὲ, οἷον, καὶ γὰρ τούτου χάριν καὶ τὰ δικαστήρια συγκροτεῖται.

κβʹ. Λεκτέον ἤδη περί τε τῆς βουλήσεως καὶ τῆς δυνάμεως· ἡ μὲν οὖν τάξις εἴρηται ἡμῖν ἐν τοῖς ἔμπροσθεν. νυνὶ δὲ ζητητέον, τίνος ἕνεκα συνῆπται τὰ δύο κεφάλαια, καὶ μία ἡ τούτων τεχνολογία γίνεται, τῶν ἄλλων ἁπάντων διακεκριμένων ἑκάστου· λυθήσεται οὖν τὸ ἀπορούμενον τούτῳ τῷ λόγῳ· οὐ δύναται θάτερον τούτων ἄνευ τοῦ ἑτέρου ἐξέτασιν ἐπιδέξασθαι, ἀλλὰ θέλει πάντως συμπαρεῖναι ἀλλήλοις ἀμφότερα, εἰ μέλλοι οὕτω συστήσασθαι τὸ λεγόμενον· φέρε γάρ τινα βούλεσθαι μέν τι πράττειν, μὴ δύνασθαι δέ. δῆλον ὅτι καὶ τὸ τῆς βουλήσεως ἀνόνητον, ἀπολειπομένου τοῦ δύνασθαι καὶ πάλιν τοὐναντίον. ἠδύνατο μέν τι πράττειν, ἀπείη δὲ τὸ βούλεσθαι. οὐδεὶς οὐδὲ τῆς δυνάμεως ἐνταῦθα καιρὸς, οὐδὲ ὄνησις· ἂν μέντοι παρῇ συναμφότερον, τηνικαῦτα ἂν πραχθείη τι, καὶ τότε τὸ ὑποκείμενον ἐξέτασιν ἐπιδέξεται. εἰκότως τοίνυν ἀλλήλοις συνῆπται, εἴγε χωριζόμενα χωλεύει καὶ οὐδένα καιρὸν παρέχεται τῷ λαμβάνοντι. καὶ καθʼ ἕτερον δὲ λόγον μίαν ἀπείληφε ταῦτα τεχνολογίαν. ὃ γὰρ ἄν τι ἐπὶ τῆς βουλήσεως ἐπιχείρημα λέγοι καὶ ὅπερ ἂν εἰς τεχνολογίαν περὶ ταύτης λαμβάνοι, τοῦτο ἁρμόζον κἀπὶ τῆς δυνάμεως εὑρίσκοιτο, καὶ ὅπερ ἐπὶ τῆς δυνάμεως, τοῦτο καὶ ἐπὶ τῆς βουλήσεως. ἵνα μὴ τοίνυν διελὼν τὰ κεφάλαια ταυτολογεῖν ἀναγκάζηται, εἰκότως ἑνὶ λόγῳ τὴν ἀμφοτέρων ἐποιήσατο τεχνολογίαν.

`7.275`

κγʹ. Ἐνταῦθα ἡ τοῦ τεχνογράφου ἀκρίβεια φαίνεται, τί δή ποτε βουλόμενος τὸ πολιτικὸν ζήτημα παραδοῦναι τὴν ὕλην τῶν προσώπων καὶ τῶν πραγμάτων παρέλαβε; δείκνυται γὰρ ἐνταῦθα, ὅτι καὶ τὰ κεφάλαια τῆς πρὸς ἑκάτερον αὐτῶν ἀναμεμέρισται· ἰδοὺ γὰρ εἰπὼν τὰ κεφάλαια τὰ μήτε ἐκ προσώπου μήτε ἐκ πράγματος παραλαμβανόμενα, ἀλλʼ ἔξωθεν ἐπεισαγόμενα, φημὶ δὴ τὸ παραγραφικὸν καὶ τὴν τῶν ἐλέγχων ἀπαίτησιν, νῦν τρέπεται ἐπὶ τὰ κεφάλαια τὰ τοῦ προσώπου καὶ τοῦ πράγματος, καὶ διδάσκει, πόσα μὲν τοῦ προσώπου, πόσα δὲ τοῦ πράγματος· καί φασιν εὐθέως μετὰ τὴν ἐλέγχων ἀπαίτησιν τήν τε βούλησιν καὶ δύναμιν ἐμπίπτειν, ἅπερ μόνου τοῦ προσώπου ἐστί, τοῦ τε κατηγόρου καὶ τοῦ φεύγοντος. Πῶς δὲ χρήσεται αὐτῷ ὁ κατήγορος λεκτέον· βουλόμενος γὰρ κατασκευάσαι καὶ δεῖξαι, ὅτι τὴν κατηγορίαν ὁ κρινόμενος ἔδρασεν, ἐκ τῶν εἰκότων τοῦτο κατασκευάζει λαμβάνων τήν τε βούλησιν καὶ τὴν δύναμιν· ἰστέον γὰρ, ὅτι ταῦτα ἀλλήλοις συνέζευκται καὶ τῇ φύσει τῶν πραγμάτων ἀκολουθεῖ· δεῖ γὰρ τὸν ποιεῖν τι βουλόμενον πρότερον ἐθελῆσαι, εἶτα καὶ δυνηθῆναι. ὠνόμασται δὲ ἀπὸ τοῦ τήν τε διάνοιαν καὶ τὴν δύναμιν τοῦ δεδρακότος πανταχόθεν ἐπισκοποῦντας τὸ βούλεσθαί τε καὶ δύνασθαι διὰ τῶν προσηκόντων ἐπιχειρημάτων κατασκευάζειν.

`7.276`

κδʹ. Τὸ γένος τέμνεται εἰς προγόνους καὶ πατρίδα, οἷον φέρε εἰπεῖν, ὅτι οὐκ ἂν Ἀθηναῖος ὢν καὶ ἐν δημοκρατουμένῃ πόλει ἀνατραφεὶς ἠβουλόμην τυραννεῖν· ἀπὸ δὲ τῶν προγόνων, ὅτι Ἡρακλείδης τυχὸν ὢν ἢ Ἀλκμαιωνίδης, οἳ ὑπὲρ τῆς δημοκρατίας ἔφευγον στασιάσαντες πρὸς τοὺς τυράννους.

κεʹ. Ἀγωγὴ, οἷον οὐχὶ τοιούτοις ὡμίλησα, Σωκράτει καὶ Περικλεῖ, τοῖς δημοτικωτάτοις τῶν πολιτῶν.

κϛʹ. Δοκεῖ τὸ αὐτὸ τῇ ἀγωγῇ εἶναι παίδευσις, ἀλλὰ λέγομεν, ὅτι οὐκ εἶπε παιδεία ἀλλὰ παίδευσις, οἷον λόγοι, ὅταν ῥήτορα ἔχωμεν κρινόμενον, τὴν παίδευσιν ἐξεταζόμεθα.

κζʹ. Οἷον γῆρας, νεότης· μάτην δὲ τὴν ἡλικίαν ἐν τοῖς ἐγκωμιαστικοῖς ἔταξε, κοινὴ γὰρ ποιότης ἐστίν.

κηʹ. Ψυχῆς μὲν, ὅταν εἴπωμεν ὀξὺν εἶναι τὸν κατηγορούμενον ἢ δεινὸν, ἢ ἄλλο τι τῶν εὐχερῶς τὴν τόλμαν αὐτῷ ποιῆσαι δυναμένων· σώματος δὲ φύσιν ἐξετάσωμεν, λέγοντες ἐρρωμένον, εἰ τύχοι, καὶ διὰ τοῦτο πρὸς τὴν πρᾶξιν οὐκ ἀδύνατον, ἔνθα καὶ παράθεσίν τινα ποιησόμεθα, ἐξετάζοντες, τίνα εἰκός ἐστιν ἐπελθεῖν καὶ πατάξαι ἢ ἄλλο τι τοιοῦτον. καὶ μάλιστα εἰ κρίνομέν τινα αἰκίας ἢ τραύματος ἢ ἄλλου τινὸς τοιούτου.

`7.277`

κθʹ. Διαβαλοῦμεν καὶ ἐκ τοῦ ἐπιτηδεύματος, οἷον εἰ τύχοι ἰατρὸς ὁ κατηγορούμενος, ἐροῦμεν, ὅτι οὐκ ἀπίθανον τὸν τοιαύτην ἔχοντα τέχνην φάρμακον παρασχεῖν, εἰ φαρμακείας αὐτὸν κρίνομεν. ἔχων γὰρ ἀπὸ τῆς τέχνης τὴν ἄδειαν προσχήματι τῆς ἰατρείας ἐδίδου τὸ φάρμακον. καὶ ἐπὶ ῥητόρων· ῥήτωρ ὢν ἠδύνω πεῖσαι προδοῦναι. καὶ ἐπὶ τῶν ἄλλων τεχνῶν παραπλησίως.

λʹ. Ἐπιτήδευμα πράξεως φέρε· ἐπιτήδευμα μέν ἐστι βίου αἵρεσις, οἷον ῥητορεύειν, χαλκεύειν, φιλοσοφεῖν, ἰατρεύειν, πολιτεύεσθαι· πρᾶξις δὲ αὐτὰ τὰ ἔργα, τὸ κατορθοῦν, τὸ ἀριστεῦσαι, τὸ ὑγιᾶσαι· συντρέχουσι δὲ ταῦτα ὡς ἐπὶ τὸ πλεῖστον, καὶ τὸ αὐτὸ ἐπιτήδευμα καὶ πρᾶξις· ἐν ὅσῳ μὲν γὰρ φιλοσοφοῦσιν ἤ τι τῶν ἄλλων διδάσκονται, ἐπιτήδευμα ἔχουσι τοῦτο· ἐπειδὰν δὲ καὶ τοῖς ἔργοις χρήσονται, τότε καὶ πρᾶξις γίνεται τὸ πρὶν ἐπιτήδευμα.

λαʹ. Ἰσχυρότατον διὰ τοῦτο λέγεται· τὸ μὲν γὰρ γένος τύχης ἔργον ἐστίν· οὐ γάρ τις ὁπόθεν βούλεται, τίκτεται, καὶ ὁ πλοῦτος τύχης ἐστὶ δώρημα, καὶ ἡ ἀγωγὴ, εἰ τύχοι, χρηστὴ, οὐ τοῦ ἀχθέντος, ἀλλὰ τοῦ ἀγαγόντος ἐστὶν ἐγκώμιον· καὶ τὸ ἐπιτήδευμα μέχρι τοῦ ἐπαίνου ἕστηκε μόνου· οἷον ὅτι χρηστὸν εἵλετο βίον· ἐν δὲ ταῖς πράξεσι τὸ τέλειον ἐπιγίνεται, καὶ οἱονεὶ βεβαίωσις τοῦ ἐπιτηδεύματος.

λβʹ. Καὶ τὴν τύχην μάτην ἐν τοῖς ἐγκωμιαστικοῖς ἔταξεν, ὡς καὶ τὴν ἡλικίαν· κοιναὶ γάρ εἰσι ποιότητες, διὸ οὐκ ἰσχυραὶ, καθʼ ἑνὸς ἐκφερόμεναι πρὸς ἀπόδειξιν. ὅταν γὰρ εἴπω, νέος πλούσιος, κοινὴ ποιότης ἐστὶ καὶ οὐκ ἀρκεῖ πρὸς ἀπόδειξιν ὁ πλοῦτος ἢ ἡ νεότης· διὸ δεῖ ἀναμιγνύναι τούτοις τὰ ἀπʼ ἀρχῆς ἄχρι τέλους, κοινῶς καὶ καθολικῶς λέγοντας, ὡς οἱ πλούσιοι ἀλαζόνες καὶ βίαιοι οἱ νέοι πρὸς πᾶν τολμηροί.

`7.278`

λγʹ. Ἐπειδὴ ταῦτα, ἃ κατέλεξεν ἀναμὶξ, ἐστὶ πρέποντα τῇ δυνάμει, πρέποντα τῇ βουλήσει, διὰ τοῦτο, φησὶ, ταῦτα ἐπʼ ἀμφοῖν, καὶ ἐπὶ τῆς βουλήσεως καὶ ἐπὶ τῆς δυνάμεως, ἁρμόττει· τὸ δὲ ἐφʼ ἑκατέρου μέρους, τοῦ τε διώκοντος καὶ τοῦ φεύγοντος δηλονότι, ἀμφοτέρων γὰρ τὸ κεφάλαιον.

`7.279–7.280`

λδʹ. Κοινὰ μὲν ἀμφοτέρων, προσεχέστερα δὲ τῇ βουλήσει ταῦτα, γένος, ἀγωγὴ, ἡλικία. εἶτα τὸ γένος ὑποδιαιρεῖται τριχῆ, εἰς τὸ ἔθνος, εἰς τὴν πατρίδα, εἰς τοὺς οἰκείους. οἱ δὲ οἰκεῖοι εἰς προγόνους καὶ πατέρας· καὶ ἀπὸ μὲν τοῦ ἔθνους ἐπιχειρήσομεν οὕτως· οἷον εἰ περὶ φόνου τις ἐγκαλοῖτο, Θρᾷξ ὢν, ἢ περὶ λῃστείας Αἰτωλός, ἐροῦμεν ὡς οὐδὲν θαυμαστὸν οὐδὲ παράδοξον, εἰ ἐφόνευσε Θρᾷξ ὢν, καὶ πάλιν οὐδὲν παράδοξον εἰ ἐλῄστευσεν Αἰτωλὸς ὤν. ἀπὸ δὲ τῆς πατρίδος, εἰ ἔχοιμεν λέγειν, ὡς οὐ μόνον Αἰτωλὸς, ἀλλὰ Καλυδώνιος, παρʼ οἷς μάλιστα τὸ λῃστεύειν διὰ σπουδῆς· καὶ οὐ μόνον ὁ Θρᾷξ, ἀλλὰ καὶ Ἀβδηρίτης, εἰ τύχοι· ἀπὸ δὲ τῶν οἰκείων, εἰ μὲν ἔχοιμεν λέγειν, ὅτι καὶ ἐκ πατέρων τοιῶνδε προῆλθεν· οἷον πολλοὺς μὲν πεφονεύκασιν, οὐκ ὀλίγους δὲ σεσυλήκασι· δεῖ γὰρ ἐπὶ τὰ προσεχέστερα ἀεὶ ἡμᾶς χωρεῖν· εἰ δὲ πατέρων τοιούτων γεγενημένων τὴν φύσιν ἀπορήσομεν, τοὺς προγόνους παραληψόμεθα, ὡς καὶ οἱ πρόγονοι παραπλήσια δεδράκασιν αὐτῷ, μᾶλλον δὲ οὗτος παραπλησίως ἐβίωσεν αὐτοῖς· τὰ μὲν τοῦ γένους οὕτως ἐξετάσομεν· εἰδέναι δὲ χρὴ, ὅτι καὶ ὁ ἀπολογούμενος ἐκ τοῦ ἐναντίου διὰ τῶν αὐτῶν ἐπιχειρήσει. οἷον εἰ ἔχοι λέγειν ὡς οὐκ ἂν ἔδρων τοιαῦτά γε Ἕλλην ὢν, καὶ οὐχ Ἕλλην ἁπλῶς, ἀλλὰ καὶ Ἀθηναῖος. καὶ οὐ μόνον Ἀθηναῖος, ἀλλὰ καὶ παῖς Περικλέους, καὶ ἀπόγονος, εἰ τύχοι, Μιλτιάδου· τὴν δὲ ἀγωγὴν ἐκ τοῦ παρελθόντος βίου ληψόμεθα, ὡς ἔδει τὸν οὕτως ἀνατραφέντα ἐπὶ τοῦτο προελθεῖν, οἷον ἐπὶ μοιχείαν τὸν ἀκοσμίᾳ καὶ ἀκολασίᾳ ἐκ παιδὸς συμβεβιωκότα καὶ ἐκτραφέντα πονηροῖς ἤθεσιν· οὕτως ἐν τῷ ὑπὲρ Κτησιφῶντος ὁ Δημοσθένης ἐκ τῆς ἀγωγῆς διαβάλλει τὸν Αἰσχίνην. «Σοὶ μὲν γὰρ ὑπῆρχεν, Αἰσχίνη, παιδὶ μὲν ὄντι ἅμα τῷ πατρὶ τῷ διδασκαλείῳ προσεδρεύειν, τὸ μέλαν τρίβοντι, καὶ τὰ βάθρα σπογγίζοντι καὶ τὸ παιδαγωγεῖον κοροῦντι.» εἶτα ἐκ τοῦ ἐναντίου τὰ ἑαυτοῦ παρατίθησιν. «ἐμοὶ δὲ φοιτᾷν εἰς τὰ προσήκοντα διδασκαλεῖα,» καὶ τὰ ἑξῆς· εἰ δέ τις λέγοι τοῦτο μᾶλλον ἐκ τύχης εἶναι, οὐ τῆς ἀγωγῆς, πλούτου γάρ ἐστι τὰ τοιαῦτα, ἐκεῖνο εἰδέτω, ὡς τὸ ἐκ τοῦ πλούτου ἐπιχείρημα διαιρεῖται, κἂν μὲν κατὰ τὸ παρελθὸν λαμβάνηται, τὴν ἀγωγὴν ποιεῖ· ἐὰν κατὰ τὸ ἐνεστὼς, οἷον ὅτι πλουτεῖ, ἢ οἰκετῶν εὐπορεῖ, τότε τὴν τύχην, ἥτις μᾶλλον τῇ δυνάμει προσήκει, ἐροῦμεν· τρίτον ἐπὶ τῷ γένει καὶ τῇ ἀγωγῇ ἡ ἡλικία, ὅπερ οὐ μόνον ἐπὶ νεότητος παραλαμβάνεται ἐν διαβολῆς μέρει, ἀλλὰ περινενοημένως πως καὶ ἐπὶ γήρως· ἐπὶ μὲν γὰρ τοῦ νέου πρόχειρον εὐθὺς εἰπεῖν, ὅτι τὸν ἐν ἀκμῇ τῆς ἡλικίας οὐκ ἀπεικὸς μοιχείας ἢ κλοπῆς ἐπιθυμῆσαι ἢ καὶ, νὴ Δία, τυραννίδος, εἴπερ ἀληθὲς τό·

`7.281–7.282`

  
Ἀιεὶ δʼ ὁπλοτέρων ἀνδρῶν φρένες ἠερέθονται.  
οὐ μὴν ἀλλὰ καὶ ἐπὶ πρεσβυτέρου ἕξομεν τὴν διαβολὴν ἐκ τοῦ γήρως ποιεῖσθαι, οἷον ὅτι πρεσβῦται ὄντες καὶ προσδοκῶντες ὀλίγῳ ὕστερον τεθνήξεσθαι καινοτέροις ἐπιχειρεῖν ἐθέλουσι πράγμασι, κέρδος ποιούμενοι τὸ μετὰ ῥᾳστώνης τὸν ὑπόλοιπον τοῦ βίου ὀλίγον ὄντα χρόνον διαζῆσαι, ὡς προληψομένης τῆς τελευτῆς τὴν τιμωρίαν· οἱ δὲ νέοι οὐκ ἂν ὁμοίως τοῦτο πάθοιεν, ἐλπίδα πολλὴν ἔχοντες ἔτι τοῦ βίου καὶ προσδοκῶντές ποτε δίκην ὑποσχεῖν, ἐὰν ἁμαρτάνοντες ἁλῶσι· ταῦτα μὲν ἐπιρρεπέστερα πρὸς τὴν βούλησιν. πάλιν δʼ αὖ πρὸς τὴν δύναμιν ἐπιτηδεύματα, τύχη, πράξεις· ἐπιτηδεύματα μὲν, ὅτι ἠδύνασο συκοφαντεῖν ῥήτωρ γε ὢν, ἢ προδιδόναι στρατηγὸς ὤν· τύχη δὲ, ὅτι χρημάτων εὐπορῶν, οἰκέτας ὑπὲρ τὴν χρείαν ἔχων, φίλων πλῆθος κεκτημένος ἠδύνασο τυραννεῖν· δεῖ δὲ μὴ μεῖζον ποιῆσαι τῆς τύχης τὸ ἔγκλημα, ἐπεί τοι ἀπίθανος ὁ λόγος γίνεται· τρίτον αἱ πράξεις, ὃ καὶ ἰσχυρότατον κεφάλαιον ὁ τεχνικὸς ἐκάλεσε. μέγιστα γὰρ ἐν τῇ δυνάμει ἰσχύει· διχῆ δὲ κατασκευάζεται ἔκ τε τῶν ὁμοίων καὶ τῶν ἀνομοίων, τουτέστι τῶν μειζόνων ἢ τῶν ἐλαττόνων. λαμβάνεται δὲ κατὰ τὰ προσεχῆ μάλιστα. οἷον εἰ κλοπῆς κρινομένου τινὸς ἔχοιμεν λέγειν, εἰ καὶ ἄλλοτε πολλάκις ἐπὶ τοῖς αὐτοῖς ἑάλω, ὅπερ ἐστὶν ἐκ τοῦ ὁμοίου κατὰ τὸ μεῖζον καὶ ἔλαττον· κατὰ τὸ μεῖζον, ὅτι τὸν ἱερόσυλον οὐδὲν θαυμαστὸν ἰδιωτικῶν χρημάτων μὴ φείσασθαι, τὸν ἀνδροφόνον οὐκ ἀπεικὸς πληγὰς ᾡτινιοῦν προστρίψασθαι· κατὰ δὲ τὸ ἔλαττον, ὅτι τὸν ἐπὶ μικροῖς ἀρξάμενον ἀδικεῖν εἰκὸς καὶ ἐπὶ τὰ μείζω χωρεῖν· ταῦτα κοινὰ μὲν ἀμφοτέρων, θατέρων δὲ μᾶλλον προσεχέστερα· λεκτέον δὲ ἤδη καὶ ἴδιά τινα ἑκατέρου κεφάλαια· ἔστι τοίνυν ἴδια μὲν τῆς βουλήσεως ταῦτα· προκαταρκτικὰ, τελικὰ, τὸ κατὰ σχέσιν· προκαταρκτικὰ μὲν, οἷον εἰκὸς βουληθῆναι αὐτὸν ἀνελεῖν, ἐχθρὸς γὰρ ἦν καὶ πάλαι πολέμιος. τελικὰ δὲ, ἡνίκα τε κέρδος αὐτῷ ἐντεῦθεν ἀποβήσεσθαι φάσκομεν, κληρονομήσειν, εἰ τύχοι, τῆς οὐσίας αὐτοῦ ἢ χρήματα παρʼ ἑτέρων λαβεῖν· τὸ δὲ κατὰ σχέσιν, ὅτι φίλῳ χαρίζεσθαι βουλόμενος ἢ λυπεῖν ἐχθρὸν ἐπὶ τὴν τοῦδε ἦλθεν ἀναίρεσιν· τῆς δὲ δυνάμεως ἴδια, τόπος, καιρὸς, ποιότης τοῦ πράξαντος καὶ παθόντος προσώπου· τόπος μὲν, ὅτι ἐπʼ ἐρημίας· καιρὸς δὲ, ὅτι νυκτός· ποιότης δὲ, τοῦ πράξαντος καὶ τοῦ παθόντος προσώπου, ὅταν ἀσθενέστερον μὲν τὸν παθόντα, τὸν δὲ πράξαντα δυνατώτερον ἀποφαίνωμαι· ἔτι ζητητέον περὶ τῆς πράξεως, πότερον χρὴ τὴν βούλησιν ἡγεῖσθαι ἢ τὴν δύναμιν. συνῆπται γὰρ ἀλλήλοις, ὡς ἔφαμεν, τὰ κεφάλαια, καὶ θάτερον θατέρου χρῄζει· ῥητέον δὲ, ὅτι συμπλέκεται μὲν ἀλλήλοις, ἐπὶ δὲ τῷ ἰσχυροτέρῳ τελευτᾷν χρὴ τὴν ἀπʼ αὐτῶν αὔξησιν· οἷον ἐὰν τῇ δυνάμει μᾶλλον ἰσχύωμεν, τὸ συμπέρασμα πρὸς τὴν δύναμιν ποιησόμεθα, καὶ αὖ πάλιν· εἰ ἐν τῇ βουλήσει τὰ ἰσχυρότατα εἴη ἐπιχειρήματα, ἡ βούλησις πέρας τῇ ἐξετάσει γενήσεται, ὥσπερ ἐπὶ τοῦ προκειμένου παραδείγματος ὁ Δημοσθένης· «ἀλλʼ ὦ τᾶν οὐχὶ βουλήσεται·» τῇ γὰρ βουλήσει μάλιστα ἰσχύων ταύτῃ ἐχρήσατο συμπέρασμα.

λεʹ. Οὕτως ὠνόμασται, ἐπειδὴ ἀπὸ τῆς ἀρχῆς τοῦ ζητήματος μέχρι τέλους ταῦτά ἐστι τὰ ἐξεταζόμενα, καλεῖται δὲ καὶ εἰκότα, διότι περὶ τὴν τοῦ ἐνδεχομένου φύσιν ἐξετάζεται· ἐνδέχεται γὰρ τὸν παρεστῶτα τῷ νεοσφαγεῖ σώματι καὶ πεφονευκέναι τὸν κείμενον ἢ καὶ διʼ οἶκτον παρεστάναι γῇ κρύπτειν ἐπειγόμενον· μετὰ τὴν βούλησιν δὲ καὶ τὴν δύναμιν ἔταξεν αὐτά. δεῖ γὰρ τὸ βούλεσθαι πρῶτον κατασκευάσαι καὶ τὸ δύνασθαι· καὶ οὕτως ἐπενεγκεῖν τὸ πρᾶγμα· εἰ μὴ γὰρ τὸ πράττειν ὑπάρχοι, τὸ πρόσωπον τὸ πεπραγμένον οὐχ ὑπάρχει.

`7.283`

λϛʹ. Ἡ τάξις ἡμῖν τῶν ἀπʼ ἀρχῆς ἄχρι τέλους ἀνωτέρω σεσαφήνισται, ὅτι εἰκότως μετὰ τὴν βούλησιν καὶ τὴν δύναμιν τέτακται· τὰ μὲν γὰρ τοῦ προσώπου ἐστὶ, τὰ δὲ τοῦ πράγματος συστατικά. Δεῖ δὲ προϋπεῖναι τὸ πρᾶττον τοῦ πραττομένου· ζητοῦμεν δὲ περὶ τοῦ ὀνόματος αὐτῶν· καί τινες ἔφασαν ἀπʼ ἀρχῆς ἄχρι τέλους εἰρῆσθαι, ἐπεὶ διὰ παντὸς τοῦ λόγου χρώμεθα αὐτοῖς· καὶ γὰρ ἐν προοιμίοις προκατασπείρομεν, καὶ ἐν τοῖς ἀγῶσι σχεδὸν πανταχοῦ παραλαμβάνομεν. καὶ ἐν τοῖς ἐπιλόγοις πάλιν ἀναλαμβάνομεν· ἀλλὰ τοῦτο ἄτοπον· ἔφαμεν γὰρ, ὡς ἐν τοῖς ἰσχυροῖς τῶν κεφαλαίων ἐνδιατρίψομεν καὶ κατακόρως χρησόμεθα· οὐκοῦν καὶ ὅταν ἰσχύωμεν τῇ τῶν ἐλέγχων ἀπαιτήσει, ληψόμεθα αὐτὴν πανταχοῦ τοῦ λόγου· καὶ οὐ δή που διὰ τοῦτο ἡ τῶν ἐλέγχων ἀπαίτησις ἄχρι τέλους ὄνομα ἕξει, ἔπειτα εἰ τοῦτο φαίημεν οὕτως ἔχειν, διαφθαρήσεται ἡ τάξις τοῦ κεφαλαίου. πῶς γὰρ ἂν ἔχοι τάξιν ὡρισμένην τὸ πανταχοῦ τοῦ λόγου εὑρισκόμενον; καλεῖται οὖν ἀπʼ ἀρχῆς ἄχρι τέλους, ὅτι ἀπʼ ἀρχῆς τῆς ἐν τῇ ὑποθέσει περιστάσεως ἔρχεται μέχρι τῶν τελευταίων αὐτῆς, φημὶ τῆς κρίσεως· οἷον ἐπὶ παραδείγματος· ὑπώπτευσέ τις τὸν οἰκέτην ἐπὶ τῇ γυναικὶ, δήσας αὐτὸν ἀπεδήμησε· τῆς τῶν θεσμοφορίων ἐνστάσης ἑορτῆς, νόμου κελεύοντος μηδένα εἶναι τηνικαῦτα δεσμώτην, ἀπέλυσε τὸν οἰκέτην ἡ γυνὴ, ὁ δὲ ἀπολυθεὶς ἀπέδρα· εὑρέθη ὁ ἀνὴρ ἐπʼ ἐρημίας νεκρὸς ἀσκύλευτος, καὶ κρίνεται ἡ γυνὴ συνειδότος· ἐξετάζοντες γὰρ τὰ ἀπʼ ἀρχῆς ἄχρι τέλους οὐ τὴν ἀναίρεσιν μόνην παραλαμβάνομεν, ἀλλʼ ἄνωθεν ἀρξάμενοι μέχρι τῶν τελευταίων κάτιμεν, λέγοντες τὸ ὑπωπτευκέναι τὸν ἄνδρα, τὰ δεσμὰ τοῦ οἰκέτου, τὴν τῶν δεσμῶν λύσιν, τὸν δρασμὸν, τὴν ἐπʼ ἐρημίας τοῦ ἀνδρὸς ἀναίρεσιν· ὠνόμασται οὖν τὰ ἀπʼ ἀρχῆς ἄχρι τέλους ἐντεῦθεν· ἐπεὶ δὲ ἐφάσκομεν τῶν κεφαλαίων τὰ μὲν εἶναι τοῦ διώκοντος, τὰ δὲ τοῦ φεύγοντος, τὰ δὲ ἀμφοῖν κοινὰ, λεκτέον, τίνος εἴη τὰ ἀπʼ ἀρχῆς ἄχρι τέλους· καὶ δῆλον, ὡς τοῦ διώκοντος, ἔσθʼ ὅτε δὲ κοινὰ τοῦ τε κατηγόρου καὶ τοῦ φεύγοντος, μόνου δὲ τοῦ φεύγοντος οὐδέποτε.

λζʹ. Τῶν ἀπʼ ἀρχῆς ἄχρι τέλους τὰ μέν ἐστιν ἐν λόγοις, τὰ δὲ ἐν πράξεσι, τὰ δὲ ἐν πάθεσιν· ἐν μὲν λόγοις, ὡς ἐπʼ ἐκείνου τοῦ παραδείγματος· νέος πλούσιος, νύκτωρ διὰ τοῦ δεσμωτηρίου βαδίζων, θαρρεῖτε, ὦ δεσμῶται, ἔφη, αὖθις λυθήσεσθε· καὶ κρίνεται τυραννίδος ἐπιθέσεως· τὰ γὰρ ἀπʼ ἀρχῆς ἄχρι τέλους ἐκ τοῦ λόγου λαμβάνεται, τοῦ θαρρεῖτε, ὦ δεσμῶται, λυθήσεσθε γάρ· ἐν δὲ πράξεσιν, οἷον παρίσταταί τις ἐπʼ ἐρημίας νεοσφαγεῖ σώματι, ξίφος ἔχων καὶ κρίνεται φόνου· ἀφʼ ὧν γὰρ ἔπραξεν τὰ ἀπʼ ἀρχῆς ἄχρι τέλους λαμβάνεται· ἐν πάθεσι δὲ, ὡς ἔχει τόδε τὸ παράδειγμα· νέος πλούσιος ἀπιδὼν εἰς τὴν ἀκρόπολιν καὶ δακρύσας κρίνεται τυραννίδος ἐπιθέσεως· τὸ γὰρ δακρῦσαι πάθος.

`7.284–7.285`

ληʹ. Ἐζητήκασί τινες, εἰ τῆς διηγήσεως διαφέρει τὰ ἀπʼ ἀρχῆς ἄχρι τέλους· καὶ γὰρ ἐν τῇ διηγήσει πᾶσαν ἄνωθεν διεξερχόμεθα τὴν ἐν τῇ ὑποθέσει περίστασιν· δήλη οὖν ἡ διαφορά· ἐκεῖ μὲν γὰρ ψιλῶς ἐκτίθεμεν, ἐνταῦθα δὲ μετὰ κατασκευῆς καὶ πρὸς τούτῳ ἕτερον ἀποροῦσιν· εἰ γὰρ ἔφη ὁ τεχνικὸς διὰ τῶν αὐτῶν τὰ ἀπʼ ἀρχῆς ἄχρι τέλους λαμβάνεσθαι, διʼ ὧν καὶ ἡ τῶν ἐλέγχων ἀπαίτησις, τουτέστι διὰ τῶν περιστατικῶν, τίνι διοίσει, φησὶ, τὰ ἀπʼ ἀρχῆς ἄχρι τέλους τῆς τῶν ἐλέγχων ἀπαιτήσεως; τινὲς μὲν οὖν ἔφασαν, διαφέρει ἀλλήλων τάδε κεφάλαια, καθὸ τριῶν ὄντων, ἐκθέσεως, ἀποδείξεως, αὐξήσεως, ἡ μὲν ἔκθεσις ἐν τῇ διηγήσει ἐστὶν, ἡ δὲ ἀπόδειξις ἐν τῇ τῶν ἐλέγχων ἀπαιτήσει, ἡ δὲ αὔξησις ἐν τοῖς ἀπʼ ἀρχῆς ἄχρι τέλους· ἀπʼ αὐτοῦ γὰρ, φασὶ, τοῦ παρὰ τῷ τεχνικῷ ῥητοῦ ἡ διαφορὰ δείκνυται· εἶπε γὰρ, «τὰ ἀπʼ ἀρχῆς ἄχρι τέλους αὔξεται, διʼ ὧνπερ καὶ ἡ τῶν ἐλέγχων ἀπαίτησις, ἡ δὲ τῶν ἐλέγχων ἀπαίτησις οὐκ αὔξεται, ἀλλʼ ἀποδείκνυται·» ῥᾴδιον δὲ ἐξ αὐτοῦ ἐλέγχειν αὐτοὺς τοῦ ῥητοῦ ὅπερ προΐσχονται· ὁ γὰρ τεχνικὸς οὐκ ἔφη μόνον τὸ αὔξεται, ἀλλὰ γίνεται καὶ αὔξεται, διὰ τὸ γίνεται τὸ κατασκευάζεται καὶ ἀποδείκνυται δηλῶν· εἰσὶ δὲ ἀκριβεῖς ἕτεραι διαφοραί· πρῶτον γὰρ τὰ μὲν ἀπʼ ἀρχῆς ἄχρι τέλους ἢ τοῦ διώκοντός ἐστι μόνως ἢ τοῦ φεύγοντος· μόνου δὲ τοῦ φεύγοντος οὐδέποτε, ὡς ἐδείξαμεν· ἡ δὲ τῶν ἐλέγχων ἀπαίτησις μαρτυρίας ζητεῖ, ὅ ἐστι μέρος τι τῆς πάσης ὑποθέσεως τὰ δὲ ἀπʼ ἀρχῆς ἄχρι τέλους τοῦ παντὸς ποιεῖται πράγματος ἐξέτασιν, ἀμέλει τῆς τῶν ἐλέγχων ἀπαιτήσεως μὴ εὑρισκομένης ἔτι συνίσταται ἡ ζήτησις, τὰ δὲ ἀπʼ ἀρχῆς ἄχρι τέλους, ἐὰν ἐλλείπῃ, οὐδέποτε ὁ ἄγων καταλείπεσθαι δύναται· τρίτη ἡ μὲν τῶν ἐλέγχων ἀπαίτησις εἰς αὐτὸ τὸ ἔγκλημα φέρεται· ἐπὶ γὰρ τοῦ ζητουμένου αὐτοῦ ἀπαιτεῖ τοὺς μάρτυρας, τὰ δὲ ἀπʼ ἀρχῆς ἄχρι τέλους τῶν σημείων ἐστὶ τῶν ἀποδεικτικῶν τοῦ ἐγκλήματος.

λθʹ. Ἔστι μὲν, ὡς ὁ τεχνικός φησι, τὸ κεφάλαιον τοῦτο τοῦ κατηγόρου, ὡς ἐπὶ τὸ πλεῖστον κατὰ τοῦ ἀντιδίκου· ἐπεὶ γὰρ ὁ φεύγων ἔχει μὲν τὸ παραγραφικὸν ἐξ ἀρχῆς, ἔχει δὲ καὶ τὴν τῶν ἐλέγχων ἀπαίτησιν, καὶ πρὸς τούτοις κοινὰ πρὸς τὸν κατήγορον τήν τε βούλησιν καὶ τὴν δύναμιν, ἡ τέχνη καὶ τῷ κατηγόρῳ βοηθοῦσα τὰ ἀπʼ ἀρχῆς ἄχρι τέλους αὐτῷ προσδέδωκεν ἰσχυρότατον κεφάλαιον, δυνάμενον διαλῦσαι τὰ τοῦ φεύγοντος ἰσχυρά· φήσει γὰρ, τί μοι χρόνους προβάλλῃ καὶ διὰ τοῦτο ἀξιοῖς ἀποφεύγειν; ἐξ ὧν ἔπραξας ἑάλως· τί μοι δεῖ μαρτύρων καὶ τεκμηρίων; αὐτὸς σεαυτοῦ διὰ τῶν ἔργων προῆλθες κατήγορος· εὑρίσκεται δέ ποτε καὶ κοινῶς, ὡς ἑξῆς ἐρεῖ.

`7.286`

μʹ. Ἀπὸ τῶν περιστατικῶν λέγει· πᾶν γὰρ τὸ πραχθὲν καὶ ὑπό τινος πέπρακται καὶ κατὰ τρόπον τινὰ καὶ ἐν χρόνῳ τινὶ καὶ ἐν τόπῳ καὶ διʼ αἰτίαν τινὰ, καὶ ἐκ τῶν αὐτῶν περιστατικῶν γίνεται τὰ ἀπʼ ἀρχῆς ἄχρι τέλους, ἐξ ὧν καὶ ἡ τῶν ἐλέγχων ἀπαίτησις· καὶ τί διαφέρει; ὅτι ἐκεῖ μὲν κατασκευάζομεν ἐκ τῶν περιστατικῶν, ἐνταῦθα δὲ αὔξομεν, ὡς ἐπὶ τοῦ τρισαριστέως, οὗ εἰκόνα ἔστησαν οἱ πολέμιοι· ἐρεῖ γὰρ ὁ κατήγορος αὔξων τὸ ἔγκλημα, πολέμιοι τὸν ἀριστέα τετιμήκασι, καὶ ταῦτα εἰκόνι, τῇ μεγίστῃ τιμῇ· εἶτα ἐρεῖ καὶ τὸν τόπον αὔξων· παρʼ ἑαυτοῖς τὴν εἰκόνα στήσαντες· τρόπον, φιλοτίμως τοῖς χρώμασιν· ὅρα δὲ καὶ, πῶς καὶ τὴν κοινωνίαν ἔδειξε τῆς τῶν ἐλέγχων ἀπαιτήσεως πρὸς τὰ ἀπʼ ἀρχῆς ἄχρι τέλους καὶ τὴν διαφορὰν ὑπέφηνε· τῷ μὲν γὰρ εἰπεῖν γίνεται τὴν κοινωνίαν ἐδήλωσεν· ἀμφότερα γὰρ ἐκ τῶν περιστατικῶν γίνονται· τῷ δὲ προσθεῖναι τὸ αὔξεται τὴν διαφορὰν ἐσήμανεν· ἐκεῖ μὲν γὰρ ψιλῶς τὰ περιστατικὰ ἐξετάζεται, ἐν δὲ τοῖς σημείοις μετὰ αὐξήσεως.

`7.287`

μβʹ. Ὡς ὁ Δημοσθένης· τίς ὢν Αἰσχίνης ἠδίκησε τὴν πόλιν, ὅτι πρεσβευτὴς ὢν, τί; οἷον τί ἔπραξεν; οἷον ὅτι τὰ πράγματα προέδωκε· πῶς; ἐν Μακεδονίᾳ γενόμενος· πῶς; ἀπαγγείλας τὰ ψευδῆ πότε; ὅτε Φίλιππος ἐπὶ Φωκέας ἐστράτευσε· διὰ τί; ἵνα δωροδοκήσῃ· οὐ μόνον δὲ ἀπὸ τούτων γίνεται τῶν ἀπʼ ἀρχῆς ἄχρι τέλους, ἀφʼ ὧν καὶ ἡ τῶν ἐλέγχων ἀπαίτησις, ἀλλὰ καὶ ἀπὸ τῶν παρειμένων, οὐ μόνον ἀφʼ ὧν ἔπραξεν, οὕτω καὶ ὁ Δημοσθένης ἐν τῷ παραπρεσβείας· κρίνων γὰρ τὸν Αἰσχίνην ἐπήνεγκε τὸ τοῦ Φιλοκράτους ψήφισμα, ἐν ᾧ ἦν, παραδοῦναι τοὺς Φωκεῖς τὰς πόλεις τοῖς Ἀμφικτύοσι· καὶ τοῦτο εἰπὼν οὐκ ἠρκέσθη· ἀλλʼ ἐπήνεγκε καὶ τὰ ἀφʼ ὧν οὐκ ἐποίησε, καί φησιν, ὅτι οὐκ ἔδει γράψαι, ἀναμεῖναι τοὺς Ἀμφικτύονας, βοηθῆσαι δὲ τὸν Πρόξενον καὶ τὰ λοιπά· οὕτω καὶ Λυσίας ἐν τῷ πρὸς Σμικρίνην καὶ ἐξ ὧν ἐποίησε καὶ ἐξ ὧν οὐκ ἐποίησεν ἀποδεικνύειν πειρᾶται· φησὶ γὰρ, ὅτι «τὴν νύκτα ἐκάθητο ἐν τῷ ἱερῷ τὴν ὄψιν κατακαλυψάμενος»· ἔτι δὲ ἀφʼ ὧν οὐκ ἐποίησε λέγων, ὅτι «οἱ μὲν ἄλλοι συγγενεῖς παρεγένοντο, μόνος δʼ ἀπελείφθη·» καὶ ἐν τούτῳ πειρᾶται δεῖξαι πεποιηκότα τὸν φόνον.

μγʹ. Πᾶσι λέγει τοῖς ἐφεξῆς κεφαλαίοις, καλῶς δὲ τὸ εἰ ἐγχωρεῖ· ἐνίοτε γὰρ ἐκλείπει τινὰ τῶν κεφαλαίων, ὥσπερ ἡ ἀντίληψις, ἐν τοῖς ἀφʼ ὧν ἕτεροι ἐποίησαν· οἷον τρισαριστέως εἰκόνα ἔστησαν οἱ πολέμιοι, καὶ κρίνεται προδοσίας· ἐνταῦθα γὰρ οὐ δύναται λέγειν, ὅτι ἐξῆν αὐτοῖς· εἰ γὰρ τοῦτο φήσει, ὑπόνοιαν παρέχει τῆς προδοσίας ὡς τὰ παρʼ ἐκείνοις ἐπιστάμενος νόμιμα· σιωπήσεται δὲ τοῦτο, ἵνα καὶ δόξῃ τὴν ἐκείνων πολιτείαν καὶ τὰ ἤθη παντάπασιν ἠγνοηκέναι· τὸ γὰρ εἰ ἐγχωρεῖ, οὐ μόνον διʼ ἀντίληψιν, ἀλλὰ καὶ διὰ τὴν πιθανὴν ἀπολογίαν· καὶ γὰρ καὶ αὕτη ἐκλείπει, ὅταν τὰ σημεῖα σύμφωνα ᾖ καὶ ἀναγκαῖα τῷ ἐγκλήματι, εἰ καὶ ἐπεισέρχεται ἀντʼ αὐτῆς τὸ μὴ ἀντιστρέφον καλούμενον νόημα, ὡς ἐπὶ τοῦ Περικλέους τοῦ κρινομένου ἐπὶ τυραννίδι διὰ τὰς πανοπλίας· οὐ γὰρ ἀντιστρέφει, ὅτι ὁ ἔχων ὅπλα πάντως καὶ τύραννος.

`7.288`

μδʹ. Ὁ μὲν γὰρ κατήγορος τὴν ἀρχὴν προβαλεῖται φάσκων, ὅτι οὕτως ᾔδεις τὸν ἀδελφὸν τυραννήσοντα, ὅτι λύσιν αὐτοῦ εἰς τὴν σὴν ᾔτησας δωρεάν· ὁ δὲ φεύγων ἀπὸ τοῦ τέλους τὴν ἀπολογίαν πορίζεται λέγων, ὅτι εἰ συνῄδειν αὐτῷ μέλλοντι τυραννήσειν, οὐκ ἂν αὐτὸν ἀπέκτεινα, ὅτε πρὸς ἔργον ἦλθεν ἡ βούλησις· καὶ ταῦτα μέν ἐστι τὰ ἀπʼ ἀρχῆς ἄχρι τέλους· μεμέρισται δὲ πρὸς τοῦτο καὶ ἡ τῆς αἰτίας μετάθεσις· ὁ μὲν γὰρ φήσει, ὅτι τὴν λύσιν ᾐτησάμην τοῦ ἀδελφοῦ, τῆς συγγενείας καὶ τῆς φύσεως εἰς τοῦτο παρακαλουμένης, ὁ δὲ κατήγορος λύσει τὰ τοῦ φεύγοντος ἀπʼ ἀρχῆς ἄχρι τέλους, ὅτι διὰ τοῦτο ἀπέκτεινας τὸν ἀδελφὸν, γνοὺς ὅτι ἀσθενές τι πέφυκεν ἡ τυραννίς· καὶ δέει τοῦ μὴ παθεῖν τὰ παραπλήσια λαβὼν ἀνῄρηκας ἐκεῖνον τὴν ὑποψίαν τοῦ πράγματος ἀποτριβόμενος.

`7.289`

μεʹ. Ἔδειξεν, ὡς μᾶλλον τῷ κατηγόρῳ πρόσκειται τὸ κεφάλαιον, ποτὲ δὲ καὶ τοῦ φεύγοντος εὑρίσκεται, ὅταν ᾖ κοινὰ, μόνου δὲ τοῦ φεύγοντος οὐδέποτε, μέχρι δὲ τούτου Ἑρμογένης συνῳδὰ καὶ τοῖς πρὸ αὐτοῦ καὶ τοῖς μετʼ αὐτὸν ἐφθέγξατο. τούτῳ δὲ ἐναντιοῦνταί τινες λέγοντες, ὅτι εἰσὶ καὶ τοῦ φεύγοντος τὰ ἀπʼ ἀρχῆς ἄχρι τέλους μόνον· οἷον πατήρ τις τρεῖς ἔχων παῖδας καὶ τοὺς δύο ἀποβαλὼν ἀπάγξασθαι ἤμελλεν, ὁ ὑπολειφθεὶς υἱὸς καταλαβὼν ἔλυσεν ἀπὸ τοῦ βρόχου· ἱεροσυλία γέγονε κατὰ τὴν πόλιν· ὁ πατὴρ ὡμολόγησε τὴν ἱεροσυλίαν αὐτὸς τολμῆσαι, καὶ τοῦ πατρὸς ἀξιοῦντος τεθνάναι ὁ παῖς ἀντιλέγει· ἐνταῦθα φεύγει τρόπον τινὰ ὁ παῖς, καὶ προβάλλει τόν τε τῶν ἀδελφῶν θάνατον καὶ τὴν λύσιν τοῦ βρόχου· ὁ μέντοι πατὴρ οὐδενὶ τοιούτῳ χρήσεται· εἰ γάρ τι φήσει, δείκνυσιν ἑαυτὸν οὐκ ἔνοχον τῇ ἱεροσυλίᾳ· καὶ ἐν μὲν τοῖς κατʼ ἀξίωσιν ὡς ἐπὶ τούτου ἴσως τοῦτο συμβήσεται, ἐν δὲ τοῖς κατὰ φυγὴν καὶ δίωξιν ἀδύνατον, ὃ καὶ αὐτὸς ἔοικε λέγειν.

`7.290–7.291`

μϛʹ. Λεκτέον ἤδη καὶ περὶ τῆς ἀντιλήψεως, πρῶτον μὲν περὶ τῆς τάξεως, εἶτα δὲ εἰ καὶ τῶν μὴ ἀεὶ ἐμπιπτόντων ἐστὶ, καὶ ποτὲ μὲν ἐμπίπτει, ποτὲ δὲ ἐλλείπει, τήν τε δύναμιν ἐπὶ τούτοις ἢ τὴν ἐργασίαν τοῦ κεφαλαίου· περὶ μὲν οὖν τῆς τάξεως ἡμῖν εἴρηται, ἔνθα κοινῇ περὶ τῆς τάξεως τῶν κεφαλαίων στοχασμοῦ διελαμβάνομεν· ἀκόλουθον δὲ εἰπεῖν, εἰ ἐμπίπτει καὶ πότε· ὅτι μὲν οὖν τῶν ἀεὶ ἐμπιπτόντων τὸ κεφάλαιον, σαφῶς δεδήλωται ὑπὸ τοῦ τεχνικοῦ, πότε δὲ ἐμπίπτει καὶ δὴ λεκτέον· ὅτε μὲν γὰρ ἀφʼ ὧν ἄλλοι πεπράχασι κρινόμεθα, οὐδέποτε ἐμπίπτει τὸ ἀντιληπτικὸν, ὅτε δὲ ἀφʼ ὧν αὐτοὶ ἐπράξαμεν, ἀεὶ ἐμπεσεῖται, πλὴν εἰ μὴ μισούμενον εἴη τὸ πρᾶγμα, ἢ προσφερὲς τῷ ἐπιφερομένῳ ἐγκλήματι· μισούμενον μὲν ὡς ἐπὶ τοῦδε τοῦ παραδείγματος· νέος πλούσιος ἐν δημοκρατίᾳ πολιτευόμενος ἐξ ἀστυγείτονος πόλεως ἠγάγετο τυράννου θυγατέρα, καὶ κρίνεται τυραννίδος ἐπιθέσεως· ἐνταῦθα γὰρ οὐκ ἔχει χώραν τὸ ἀντιληπτικὸν, ὅτι ἐξῆν μοι ἣν ἐβουλόμην γαμεῖν, ἐπειδὴ μισεῖται τὸ τοῦ τυράννου πρόσωπον παρὰ τοῖς δικασταῖς· προσφερὲς δὲ τῷ ἐπιφερομένῳ ἐγκλήματι, οἷον τῆς Περικλέους ἐμπρησθείσης οἰκίας εὑρέθησαν χίλιαι πανοπλίαι, καὶ κρίνεται τυραννίδος ἐπιθέσεως ἐνταῦθα γὰρ τῷ μὲν ἀντιληπτικῷ οὐ χρήσεται, διὰ τὸ προσεχὲς εἶναι τῷ ἐγκλήματι τὸ πεπραγμένον· χρήσεται δὲ ἀντὶ τούτου τῷ κατὰ ἀντιστροφὴν σχήματι, ὡς οὐκ εἴ τις ὅπλων εὐπορεῖ οὗτος πάντως τυραννήσει, οὐδὲ ὁ λόγον ποιούμενος ὅπλων πάντως ἐπὶ κακῷ ποιεῖται τῆς πόλεως· οὐ γὰρ δύναται τῷ ἀντιληπτικῷ χρῆσθαι, ὅτι ἐξῆν μοι, εἰ ἐβουλόμην, καὶ πλείονα ὅπλα ἔχειν· ἡ γὰρ τῶν ὅπλων ὑπὲρ τὴν χρείαν κτῆσις προσφερής πως εἶναι δοκεῖ τῇ τυραννίδι· τοσαῦτα μὲν περὶ τοῦ πότε ἐμπίπτει τὸ ἀντιληπτικόν· λεκτέον δὲ καὶ περὶ τῆς δυνάμεως αὐτοῦ, τουτέστι τίνα ἡμῖν χρείαν παρέχεται· ἀλλὰ καταφανὲς, οἶμαι, ὡς τὸ ἀντιληπτικὸν βούλεται τὸ σημεῖον τοῦ ἐγκλήματος ἀνεύθυνον δεικνύναι· ἀεὶ γὰρ πρὸς τὰ σημεῖα τοῦ ἐγκλήματος, οὐ πρὸς αὐτὸ τὸ ἔγκλημα φέρεται. ὥστε ὅσον ἡμῖν ἐπάγεται κίνδυνον ὑπεύθυνον ὑπάρχον τὸ ἔγκλημα, τοσαύτην τὸ ἀντιληπτικὸν ὠφέλειαν παρέχεται, ἀνεύθυνον ἀποφαῖνον τὸ σημεῖον τοῦ ἐγκλήματος· ζητητέον δὲ καὶ περὶ τῆς διαφορᾶς τοῦ ἀντιληπτικοῦ, ἣν ἔχει πρὸς τὴν ἀντίληψιν· τὸ μὲν οὖν ἀντιληπτικὸν κεφάλαιον, ὡς ἔφαμεν, οὐ πρὸς τὸ ἔγκλημα, ἀλλὰ πρὸς τὸ σημεῖον τοῦ ἐγκλήματος φέρεται, ἡ δὲ ἀντίληψις αὐτὸ τὸ ἐπιφερόμενον ἔγκλημα ἀνεύθυνον ἀποδείκνυσι· κατασκευάζεται δὲ καὶ τὴν ἐργασίαν λαμβάνει τὸ ἀντιληπτικὸν ἐκ τούτων, ἐξ ὧν καὶ ἡ ἀντίληψις, ἢ ἀπὸ νόμου ἢ ἀπὸ ἔθους ἢ ἀπὸ φύσεως· οἷον ὅτι ἢ νόμος ἐπιτρέπει, ἢ ἔθος, ἢ φύσις ἀναγκάζει, ὡς ὁ ἀπιδὼν εἰς τὴν ἀκρόπολιν καὶ δακρύσας, καὶ ὁ Ἀλκιβιάδης ὁ ἐπὶ ταῖς ὑποσχέσεσι Κλέωνος γελάσας. ἐὰν δὲ μηδὲν τούτων ἐμπέσῃ, καὶ γὰρ δὴ καὶ τὸ τοιοῦτον συμβαίνει ποτὲ, τηνικαῦτα βιαστικώτερόν πως ἑτέρᾳ μεθόδῳ χρηστέον, τῇ ἐξ ἀντιφάσεως τοῦ ἐναντίου, ἔξεστι καὶ οὐκ ἔξεστι, κεκώλυται καὶ οὐ κεκώλυται· ἡνίκα γὰρ τὸ ἔξεστι μὴ ἔχομεν ἀπὸ νόμου, ἢ ἔθους, ἢ ἀπὸ φύσεως κατασκευάζειν, τηνικαῦτα ἐπὶ τὸ οὐκ ἔξεστι, ὅπερ ἐστὶ τοῦ ἐναντίου ἀντίφασις, ἐρχόμεθα, καὶ τούτου τὸν ἀντίδικον ἀπαιτοῦμεν ἀπόδειξιν· οἷον εἰ μὴ ἔχοιμεν τὸ οἰκεῖον μεθιστᾷν νόμῳ, ἢ ἔθει, ἤ τινι τούτων· ὅτι ἐξῆν μοι τόδε τι πρᾶξαι, ἢ γὰρ νόμος, ἢ φύσις, ἢ ἔθος ἐπιτρέπει, ἀπαιτοῦμεν τῶν ἐναντίων τῆς αὐτοῦ ἀντιφάσεως ἀπόδειξιν· οἷον δεῖξον ὅπως οὐκ ἔξεστι τόδε τι ποιεῖν· τίς ἐκώλυσε νόμος; ποῖος νομοθέτης τὴν τοιαύτην ἀπηγόρευσε πρᾶξιν; καθάπερ ἐν τῷ ὑπὲρ Κτησιφῶντος Δημοσθένης· «τίς γὰρ νόμος τοσαύτης ἀδικίας καὶ μισανθρωπίας μεστὸς, ὥστε τὸν δόντα τι τῶν ἰδίων καὶ ποιήσαντα πρᾶγμα φιλάνθρωπον καὶ φιλόδωρον τῆς χάριτος μὲν ἀποστερεῖν, εἰς δὲ τοὺς συκοφάντας ἄγειν, καὶ τούτους ἐπὶ τὰς εὐθύνας ὧν ἔδωκεν ἐφιστάναι; οὐδὲ εἷς δήπου· εἰ δέ φησιν οὗτος, δειξάτω, κἀγὼ στέρξω καὶ σιωπήσομαι·» τὸ γὰρ οἰκεῖον οὐκ ἔχων αὐτὸς νόμῳ βέβαιον ἀποφῆναι, ἐπὶ τὴν τοῦ κατηγόρου ἦλθεν ἀντίφασιν καὶ τὴν ἀπόδειξιν ἐκεῖνον τοῦ ἐναντίου λόγον ἀπαιτεῖ οὕτω πως· περινενοημένην ταύτην ληψόμεθα, ἀποροῦντες τῆς τῶν οἰκείων κατασκευῆς.

`7.292`

μζʹ. Τῶν πραγμάτων ὄντων ἢ ἃ αὐτοὶ ἐποιήσαμεν ἢ ἄλλοι ἐποίησαν, καὶ τούτων διχῶς ἐξεταζομένων, καὶ ἢ ἄντικρυς εἰς ἡμᾶς ἀναφερομένων ἢ ἐξ ὑποψίας, ὅταν ᾖ τὰ πράγματα, ἅπερ αὐτοὶ ἐποιήσαμεν, ἢ κατὰ φύσιν ἢ κατὰ νόμον, ἢ κατὰ τέχνην, ἢ κατὰ ἔθος, τότε μόνον ἐμπίπτει. κατὰ νόμον μὲν, ὡς ὁ θάπτων τὸ νεοσφαγὲς σῶμα· ἐρεῖ γὰρ, ὅτι νόμῳ κελεύοντι μὴ περιορᾷν ἀτάφους τοὺς οἰχομένους ἐπειθόμην. κατὰ φύσιν δὲ, ὡς ὁ δακρύων εἰς τὴν ἀκρόπολιν ἀφορῶν· ἐρεῖ γὰρ φύσιν ἀνθρώποις δάκρυα χορηγεῖν· κατὰ τέχνην δὲ, ὡς ὁ γράφων Δημοσθένης ὑπὲρ ἱεροσυλίας λόγον· ἐρεῖ γὰρ, ὡς ἐξουσίαν αὐτῷ δέδωκεν ἡ τέχνη μελετᾷν, ἃ δὴ καὶ βούλοιτο· κατʼ ἔθος δὲ, ὡς ὁ τρέφων τοὺς ἀποκηρύκτους πλούσιος· ἐρεῖ γὰρ ἔθος εἶναι τοῖς ἀποροῦσι πολλοὺς ἀεὶ τῶν πενομένων διατρέφειν· καλῶς δὲ σφόδρα προσέθηκεν, ὅτι ἡ ἀντίληψις οὐ γίνεται, εἰ μὴ ἀφʼ ὧν αὐτός τις ποιήσας κρίνηται· οὐδεὶς γὰρ ἑτέρῳ ἐξουσίαν κατασκευάζει, ἀλλʼ ἑαυτῷ, οὐδὲ ἔξεστιν εἰπεῖν ὅτι ἔξεστιν ἐκείνῳ.

`7.293`

μηʹ. Ὅταν, ἐφʼ οἷς ἄλλος πεποίηκε, κρίνηταί τις, οὐκ ἐμπίπτει, φησὶ, τὸ ἀντιληπτικὸν, ἀλλʼ ὅταν μόνον ἐν οἷς αὐτός τις ἔπραξεν καὶ οὐδʼ ἐν τούτοις ἀεὶ, ἀλλʼ ὅταν τὰ πεπραγμένα μὴ μόνον ὡς σημεῖα τυγχάνῃ, ἀλλὰ καὶ ἐπʼ αὐτοῖς δυνατὸν εἴη συστῆσαι τὴν κρίσιν, ἥν τις βούλοιτο κατηγορεῖν. πολλὰ γὰρ καὶ τῶν ὑφʼ ἡμῶν πραττομένων ὑπεύθυνά ἐστιν. ὅταν οὖν ᾖ μεμισημένον τὸ πραχθὲν ἢ ἀκόλουθον τῷ ἐγκλήματι, οὐδαμῶς ἐμπεσεῖται· μεμισημένον μὲν, οἷον ὥσπερ ὁ Κύλων ὁ γαμήσας τὴν Θεαγένους θυγατέρα τοῦ Μεγαρέων τυράννου, καὶ κρινόμενος παρʼ Ἀθηναίοις τυραννίδος ἐπιθέσεως. οὐ δύναται γὰρ εἰπεῖν, ἐξῆν μοι· οὐ γὰρ ἀνεύθυνον τὸ γῆμαι τυράννου θυγατέρα τὸν ἐν δημοκρατίᾳ πολιτευόμενον· ἀκόλουθον δὲ τῷ ἐγκλήματι, ὡς ἐπὶ Περικλέους, οὗ τῆς οἰκίας κεραυνωθείσης εὕρηνται χίλιαι πανοπλίαι. οὐ δύναται γὰρ εἰπεῖν, ἐξῆν μοι ἔχειν ὅπλα· δῆλον οὖν, ὅτι καὶ τὰ τεκμήρια ἐν πολλοῖς τῶν στοχαστικῶν προβλημάτων ὑπεύθυνά ἐστιν, οὐ μέντοι ἐκεῖνα τὰ κρινόμενά ἐστιν, ἀλλʼ ἕτερον διʼ αὐτῶν.

μθʹ. Ἐνταῦθα, ἐπεί φησι νόμον οὐκ ἔχειν τὸν ἐπιτρέποντα τρέφειν τοὺς ἀποκηρύκτους, τὸ μὴ κεκωλύσθαι νόμον ποιεῖται ὁ φεύγων ἐκ τῆς ἐναντίου ἀντιφάσεως, καὶ ἀπαιτήσει τὸν κατήγορον δεῖξαι νόμον τοῦτο κωλύοντα· ἐπεὶ δὲ μήτε ὁμολογούμενόν ἐστι, μήτε πάντη ἀνεύθυνον, δυνήσεται καὶ αὐτὸ τοῦτο κατηγορεῖν, ὅτι ἀδικεῖς εἰς τὴν οἰκίαν ἀναλαμβάνων ἀνθρώπους πονηροὺς, περιέργους, ἀνοσίους περὶ τοὺς φύσαντας, ἀχαρίστους. σχεδὸν δὲ ἀπὸ τῶν αὐτῶν λαμβανομένου τοῦ ἀντιληπτικοῦ, ἀφʼ ὧν καὶ ἡ ἀντίληψις ἡ στάσις, ζητητέον, τί διαφέρει ἀλλήλων. καὶ λέγομεν, ὅτι ἡ ἀντίληψις πρὸς τὸ ἐπιφερόμενον ἔγκλημα γίνεται· τὸ μέντοι ἀντιληπτικὸν τὸ ἐν τῷ στοχασμῷ πρὸς τὸ σημεῖον λαμβάνεται, ὅθεν ἐλέγομεν τὸν στοχασμὸν ἔλεγχον ἀδήλου πράγματος οὐσιωδῶς ἀπό τινος φανεροῦ σημείου κατασκευαζόμενον, καὶ προσετίθεμεν ἀνευθύνου, καὶ ἔστι τὸ κεφάλαιον οὐ τῶν ἀεὶ ἐμπιπτόντων. ὅτε γάρ ἐστιν ἀτελὴς ἀπὸ τοῦ πράγματος, οὐκ ἐμπεσεῖται· τίνος γὰρ ἔσται ἀντίληψις; καὶ ὅτε ἀφʼ ὧν ἕτερος ἐποίησεν, ὡς ἤδη εἴρηται.

`7.294`

μιʹ. Μετὰ τὴν ἀντίληψιν εἰκότως τέτακται ἡ μετάληψις· ἕπεται γὰρ ἀλλήλοις καὶ διʼ ἀλλήλων λύεται ταῦτα τὰ κεφάλαια. ὃν γὰρ τρόπον ἐφάσκομεν συνυπάρχειν ἀεὶ τὴν βούλησιν καὶ τὴν δύναμιν διὰ τὴν συγγένειαν καὶ διὰ τὸ πάντως θάτερον τοῦ ἑτέρου ἀπολειπομένου χωλεύειν, οὕτω διὰ τὴν ἐναντιότητα καὶ τὴν πρὸς ἀλλήλας μάχην ἡ ἀντίληψίς ἐστι καὶ μετάληψις, εἴπερ οἷόν τε εἰπεῖν τὸ συγγενὲς ἐκ τῆς ἐναντιότητος ἔχουσιν· ἀεὶ γὰρ τοῦ φεύγοντος καθεστηκυίας τῆς ἀντιλήψεως ἡ μετάληψις προφερομένη πρὸς τὴν ἀντίληψιν τοῦ κατηγόρου καθέστηκεν.

`7.295–7.298`

νʹ. Ζητοῦσι, πῶς εἶπεν ἀεὶ τὴν μετάληψιν ἐναντίαν εἶναι τῆς ἀντιλήψεως, τὸ ἀεὶ προσθείς· εἰ γὰρ ἀεὶ ἐναντία ἡ μετάληψις τῇ ἀντιλήψει, δῆλον ὡς καὶ τῇ ἀντιληπτικῇ στάσει ἀντικείσεται ἡ μετάληψις, καὶ μελετωμένης τῆς ἀντιλήψεως κατὰ τὸ ἐναντίον, οὐκ ἀντίληψις, ἀλλὰ μετάληψις μελετηθήσεται, ὥστε μηδέποτε ἐπʼ ἀμφοῖν τοῖν μεροῖν, τοῦ κατηγόρου φημὶ καὶ τοῦ φεύγοντος, εἶναι τὴν ἀντίληψιν, ἀλλὰ τὸν μὲν χρῆσθαι τῇ ἀντιλήψει, τὸν δὲ τῇ μεταλήψει, ὅπερ ἄτοπον, οὐ γάρ ἐστι μονομερὴς οὐδὲ μία στάσις· οὐ γὰρ καθʼ ἑτέρου μὲν ὁ διώκων κατηγορήσει, καθʼ ἑτέρου δὲ ὁ φεύγων ἀπολογήσεται· ἐχρῆν δὲ ἀναμνησθῆναι δήπου τοὺς ἀποροῦντας τὸν Ἐνδυμίωνος ἀπορρίψαντας ὕπνον, ὡς πρόκειται νυνὶ λέγειν τῷ τεχνικῷ περὶ μεταλήψεως καὶ ἀντιλήψεως τῶν κεφαλαίων τῶν ἐν τῷ στοχασμῷ, οὐ τῶν στάσεων αὐτῶν· ἀεὶ οὖν τὸ εἰρημένον ἐπὶ τῶν κεφαλαίων ἐκδέχεσθαι, περὶ ὧν καὶ τὸν πάντα λόγον ποιεῖται· φησὶ γὰρ τὴν μετάληψιν ἀεὶ ἐναντίαν εἶναι τῇ ἀντιλήψει, κεφάλαιον ἐναντιότητος λέγων καὶ φύσεως, οὐχὶ δὲ τῶν στάσεων· ἀεὶ δὲ, φησὶν, ἐναντία ἡ μετάληψις, τῇ ἀντιλήψει, τουτέστιν οὐκ ἐν στοχασμῷ μόνον, ἀλλʼ ἐν ᾗπερ ἂν εὑρεθείη τῶν στάσεων ἀντιληπτικὸν, πάντως ἔχει τὸ μεταληπτικὸν ἀντικείμενον, καὶ ὅτι δὴ κατὰ φύσιν μάχεται ἀεὶ ἀντιλήψει μετάληψις, ἀναιρεῖ γὰρ αὐτὴν, ὥστε κἂν ἐπὶ τῶν στάσεων λάβοις, τῆς τε ἀντιλήψεώς φημι καὶ τῆς μεταλήψεως, εὑρεθήσεται καὶ ἐν ἐκείναις μαχόμενον τὸ ἀντιληπτικόν τε καὶ μεταληπτικὸν, οὐχ αἱ ὑποθέσεις αὐταὶ, ἀλλὰ τὰ κεφάλαια· χρωμένου γὰρ τοῦ φεύγοντος τῷ ἀντιληπτικῷ πάντως τὸ μεταληπτικὸν ἐν τῇ ὑποθέσει ὡς μέρος ὁ κατήγορος παραλήψεται· τοῦτο μὲν οὕτως ἀπελυσάμεθα· ἔτι δὲ ζητοῦσι καὶ τόδε, πῶς φησιν, ὁποτερῳοῦν τούτων χρήσεται, τῇ ἀντιλήψει λέγω, ἢ τῇ μεταλήψει, τῷ ἑτέρῳ τὸ ἕτερον πάντως χρήσεται. περὶ γὰρ τῶν ὡρισμένων, φησὶν, ἀορίστως εἶπεν· ὥρισται γὰρ, τίνος μὲν ἡ ἀντίληψις, τίνος δὲ ἡ μετάληψις· καὶ δῆλον, ὡς πᾶσα μὲν ἀντίληψις τοῦ φεύγοντος, πᾶσα δὲ μετάληψις τοῦ διώκοντος· τί οὖν; ὁποτέρῳ οὖν χρήσεται· τοῦτο γὰρ ἀορίστως ἐστὶν ἀποφήνασθαι, τινὲς μὲν οὖν φασὶν ἐν τῇ μεθόδῳ αὐτὸν ἀκριβέστερον εἰπόντα περὶ τούτων καὶ ὁρισάμενον αὐτὸ δὴ τοῦτο ἐκεῖσε, τὸ μὲν εἶναι τοῦ φεύγοντος, τὴν ἀντίληψιν φημὶ, τὸ δὲ τοῦ διώκοντος, ἐνταῦθα ὡς πρὸς ἐπισταμένους ἤδη διαλέγεται· ἡ οὖν τῶν ἀκουόντων γνῶσις οὐκ ἐᾷ τὸ χωρίον εἶναι ἀόριστον· καὶ ἔστι μὲν οὐδʼ ἐν τούτῳ ἀμουσίαν προσάψαι τῷ λόγῳ, ἄμεινον δὲ ἐκείνως εἰπεῖν, ὡς τὴν ἐναντιότητα βουλόμενος ἡμῖν τοῦ τε ἀντιληπτικοῦ καὶ τοῦ μεταληπτικοῦ παραστῆσαι, ἔφη ἀντικεῖσθαι αὐτὰ διηνεκῶς ἀλλήλοις· τουτέστιν οὐκ ἐν μόνῳ στοχασμῷ, ἀλλʼ ὅπη ἂν τύχῃ παραληφθέντα. καὶ γὰρ ὡς ἐπιχειρήματα λαμβάνεται ἀδιαφόρως, καὶ πολλάκις ἀντιληπτικὸν μὲν εὑρίσκεται παρὰ τῷ διώκοντι, μεταληπτικὸν δὲ παρὰ τῷ φεύγοντι. ὡς ἐπιχειρήματα μέντοι οὐχ ὡς κεφάλαιον ἔτι παραδίδωσιν ἐχομένως καὶ τὴν ἐργασίαν τοῦ κεφαλαίου, κατασκευάζεται γὰρ, φησὶ, διʼ ἐνστάσεως καὶ ἀντιπαραστάσεως· τῶν γὰρ ἀποδείξεων, ὡς πολλάκις ἔφαμεν, αἱ μέν εἰσι πιστωτικαὶ, αἱ δὲ ἀντιρρητικαί· πᾶσα τοίνυν ἀντιρρητικὴ ἀπόδειξις ἢ κατὰ μάχην γίνεται ἢ κατὰ μέθοδον, ὅταν μὴ ἐκ μάχης εὐθὺς καὶ ἀναιρέσεως τοῦ παντὸς ποιώμεθα τὴν ἀνασκευὴν, ἀλλʼ ἑτέρως πως μεταχειριζόμενοι· μιμεῖται οὖν τὸ μὲν κατὰ μάχην ἡ ἔνστασις, τὸ δὲ κατὰ μέθοδον ἡ ἀντιπαράστασις· ἀνατρέψομεν γὰρ τῇ ἐνστάσει, ὅτι οὐκ ἐφεῖται ὅλως ἀνδρὶ καλλωπίζεσθαι, γυναικῶν γὰρ οὐκ ἀνδρῶν τὸ τοιοῦτον, εἶτα καὶ τῇ ἀντιπαραστάσει, ὡς εἰ καὶ ἐφεῖτο καλλωπίζεσθαι, οὐχ οὕτως ἐχρῆν ἀναιδῶς, οὐδʼ ἐπʼ ἀκολασίᾳ τε καὶ φθορᾷ· φύσει μὲν οὖν ἐκ τῆς ἀντιπαραστάσεως ἀρχομένους ἐπὶ τὴν ἔνστασιν ἰέναι προσήκει, ἀπὸ γὰρ τῶν ἐλαττόνων ἐπὶ τὰ μείζω χωρεῖν εἰώθαμεν, οὐκ ἀπὸ τῶν μειζόνων ἐπὶ τὰ ἐλάττω· μεῖζον δὲ τὸ παντελῶς ἀναιρεῖν τὸ πρᾶγμα τοῦ συγχωρεῖν μὲν αὐτὰ, μέμφεσθαι δὲ τὸν τρόπον, ὡς ἐπὶ φαύλῳ γενόμενον· αὕτη μὲν φυσικὴ ἀκολουθία· ἐπεὶ δὲ πολλάκις ἡ τοῦ πράγματος ἀνάγκη βιάζεται προτάττειν τὴν ἔνστασιν τῆς ἀντιπαραστάσεως, καθὸ δειχθήσεται μικρῷ ὕστερον, ζητητέον οἶμαι, πῶς ἐκφύγοιμεν τὴν ἐκ τῆς μεταθέσεως αὐτῶν βλάβην· ἡ γὰρ φυσικὴ ἀκολουθία μὴ φυλαττομένη βλάπτει πάντως ἡμᾶς, ἢν μὴ κατὰ μέθοδον αὐτῇ τινα χρησώμεθα. ὅταν τοίνυν προτάττωμεν τὴν ἀντιπαράστασιν τῆς ἐνστάσεως, χρὴ τὴν μὲν ἔνστασιν λαμβάνειν ὡς προηγουμένην καὶ ἐκ τῆς τοῦ πράγματος ἀπαιτουμένην περιστάσεως, τὴν δὲ ἀντιπαράστασιν ἐκ τῆς περιουσίας ἔξωθεν. οἷον οὐκ ἔξεστιν ὅλως ἀνδρὶ καλλωπίζεσθαι, τοῦτο γὰρ τοῖς γυναίοις δέδοται, εἶτα ἐκ περιουσίας τὸ κατὰ ἀντιπαράστασιν, ὅτι δέδεικται μὲν ὁ καλλωπισμὸς παντελῶς οὐ προσήκων ἀνδράσιν, ἀλλʼ ὡς ἔνι μάλιστα ἀλλότριος καὶ ἀνάρμοστος. ἵνα δὲ καὶ τοῦτο συγχωρῶμεν καὶ τὸ καλλωπίζεσθαι μὴ ποιώμεθα διʼ ἐγκλήματος, οὐδὲ οὕτως ἀπολέλυται τῆς κρίσεως. οὐ γὰρ ἐπʼ ἀκολασίᾳ καλλωπίζεσθαι οὐδένα προσήκει· λεκτέον δὲ ἤδη, πότε προτάξομεν τὴν ἔνστασιν τῆς ἀντιπαραστάσεως· ὁ μὲν οὖν τεχνικὸς περὶ τούτου διαλαβεῖν παρῃτήσατο, δυσκολίαν προσεῖναι φήσας τῷ λόγῳ· ἡμᾶς δὲ ὑπερδραμεῖν οὐ καλόν· ὅτε τοίνυν βιαία ἡ ἔνστασις καὶ τραχεῖα εὐθὺς φαίνεται τῷ δικαστῇ, τότε προτακτέα ἡ ἀντιπαράστασις πιθανωτέρα οὖσα καὶ μᾶλλον εὐπαράδεκτος τῇ τοῦ δικάζοντας ἀκοῇ· τὸ γὰρ πιθανὸν τοῦ βιαίου προτιμῶσιν οἱ ῥήτορες· ὥσπερ ἔμπαλιν τὸ βίαιον οἱ διαλεκτικοί. ῥητορικώτερον δὲ καὶ τὸ ἐκ τῶν ἰσχυροτέρων ἄρχεσθαι, ἢ καὶ τὰ μάλιστα ἡ φύσις τὴν ἀπὸ τῶν ἐλαττόνων ἀρχὴν ἀπαιτεῖ· εἰ οὖν ἡ ἀντιπαράστασις μὲν πιθανωτέρα, ἡ δὲ ἔνστασις βιαία, τὸ δὲ πιθανὸν ἰσχυρότερόν τε καὶ προτιμότερον παρὰ τὸ βίαιον τοῖς ῥήτορσι, νόμος δὲ ῥητορικὸς ἐκ τῶν ἰσχυροτέρων ποιεῖσθαι τὴν ἀρχὴν, ἀναγκαίως προταχθήσεται ἡ ἀντιπαράστασις τῆς ἐνστάσεως· ὅταν δὲ ἧττον βιαία ἡ ἔνστασις ᾖ, καὶ οἵα μὴ αὐστηροτέρα φαίνεσθαι τῷ δικαστῇ, τηνικαῦτα ἡγήσεται μὲν ἡ ἔνστασις, μεταταχθήσεται δὲ ἡ ἀντιπαράστασις.

ναʹ. Οὐδέποτε ὁ κατήγορος ἀντιλήψει, οὔτε ὁ φεύγων χρήσεται μεταλήψει· καὶ πῶς ὁ τεχνικὸς ἀποφαίνεται ὡς ὁποτέρῳ αὐτῶν ὁ ἕτερος χρήσεται; ὅτι οὐχ ὡς γινομένης ποτὲ τῆς μεταλήψεως τοῦ φεύγοντος τοῦτο εἶπεν, ἀλλὰ βουλόμενος δεῖξαι τῶν κεφαλαίων τὸν πόλεμον· τοῦτο οὖν λέγει, ὅτι, ἔνθα ἂν ὁ ἕτερος τῶν ἀντιδίκων τῷ οἰκείῳ πρότερον χρήσεται κεφαλαίῳ, ἐνταῦθα ἀνάγκη καὶ τὸν ἕτερον τῷ ἐναντίῳ χρήσασθαι, οἷον ἐὰν πρότερος ὁ κατήγορος τῇ μεταλήψει χρήσηται, ἀντιφεύγει τῇ ἀντιλήψει ὁ φεύγων, καὶ τοὐναντίον, ἐὰν πρῶτον χρήσηται τῇ ἀντιλήψει ὁ φεύγων, ἀντιτάξει τὴν ἀντίληψιν ὁ κατήγορος.

`7.299`

νβʹ. Ἐπειδὴ γὰρ τὸ λέγειν, ὡς ἐπὶ τοῦ δακρύοντος νέου πλουσίου καὶ πρὸς τὴν ἀκρόπολιν ἀφορῶντος, οὐκ ἔξεστί σοι δακρύειν, ἀναιδές πως εἶναι δοκεῖ, παρὰ φύσιν γὰρ τῇ ἀντιπαραστάσει, πρῶτον αὐτὸ μεθοδεύσομεν λέγοντες, ὅτι οὐκ ἐπὶ τυραννίδι σοι δέδωκε τὴν ἐξουσίαν τῶν δακρύων ἡ φύσις, οὐκ ἐπʼ ὀλέθρῳ τῶν πολιτῶν, οὐκ ἐπὶ δουλείᾳ τῆς πατρίδος καὶ τὰ τοιαῦτα, ἄλλως τε δὲ οὐδὲ δακρύειν ἐξῆν, ὦ χρηστὲ, μάτην. οἱ γὰρ ὁρῶντες ἀπάνθρωπον περὶ τοὺς εὐποροῦντας εἶναι τοῦ δήμου ὑπελάμβανον, καὶ σκαιότητος σαυτῷ προσετρίβου δόξαν· καὶ δακρύων πλῆθος εἰκῆ καταρρέον ἠδίκει πολίτας, οὐδʼ ὁτιοῦν εἰς πλῆθος παρανομοῦντας.

νγʹ. Μετάθεσις καλεῖται, ἐπειδὴ τὰ ἐπιφερόμενα ὑπὸ τοῦ κατηγόρου ἐφʼ ἕτερον ἄγειν ἀνεύθυνον ἢ ἐπαίνου ἄξιον πειρώμεθα. τὸ δʼ αὐτὸ καὶ χρῶμα καλεῖται διὰ τὸ χρωννύναι τὸν λόγον καὶ οἷον εὐπρόσωπον ποιεῖν, εὐλόγους ἀφορμὰς παρεχόμενον· τὸ δὲ πρὸς τὰ ἀπʼ ἀρχῆς ἄχρι τέλους γίνεται εἰπεῖν, ἀντὶ τοῦ ὡς ἔχει τὰ ἀπʼ ἀρχῆς ἄχρι τέλους εἴρηται· ὡς γὰρ ἂν ἐκεῖνα ἔχῃ, οὕτω καὶ ταῦτα πρόεισι· ἡ πρὸς πρόθεσις ἀντὶ τοῦ ἐξ κεῖται, ἵνʼ ᾖ ἀπὸ τῶν ἀπʼ ἀρχῆς ἄχρι τέλους ὡς λυτικὴ τούτων οὖσα ἢ ἀντὶ τῆς ἀπὸ, οἷον ἀντὶ τοῦ, ἀπὸ τῶν ἀπʼ ἀρχῆς ἄχρι τέλους ἔχουσι τὴν γένεσιν, αὐτὰ γὰρ δίδωσι τὸν τόπον τῇ μεταθέσει τῆς αἰτίας.

`7.300–7.307`

νδʹ. Ἡ μετάθεσις τῆς αἰτίας μετὰ τὴν μετάληψιν τέτακται, ἡ δὲ τάξις κατὰ τὸν διώκοντα· ὁ μὲν γὰρ διώκων λαμβάνων ὡς ἐν τῇ ἀντιθέσει τὴν μετάθεσιν τῆς αἰτίας οὐκ εὐθὺς αὐτὴν μετὰ τὰ ἀπʼ ἀρχῆς ἄχρι τέλους προτάττει, πρὸς ἃ καὶ φέρεται, ἀλλὰ καὶ μετὰ τὰ ἀπʼ ἀρχῆς ἄχρι τέλους, ἃπερ ἀποδεικτικὰ καὶ παρασκευαστικὰ τῶν οἰκείων παραλαμβάνει, τάττει τὸ ἀντιληπτικὸν, ὡς ἐν ἀντιθέσει παρὰ τοῦ φεύγοντος· τάττει δὲ οὐχ ἁπλῶς μετὰ τὰ ἀπʼ ἀρχῆς ἄχρι τέλους, ἀλλʼ ἵνα τυραννικὸν τοῦ φεύγοντος ἀποδείξῃ τὸ φρόνημα διὰ τῆς ἀντιλήψεως· ἀντιλαμβάνεται γὰρ ἐξουσίας τινὸς, καὶ θεὶς παράλληλον ταῖς ἀποδείξεσι ταῖς οἰκείαις, αἵπερ ἐκ τῶν ἀπʼ ἀρχῆς ἄχρι τέλους αὐτῷ γίνονται, τὸ τοῦ φεύγοντος ἀντιληπτικὸν, ὅπερ ἐξουσίαν τινὰ, ὡς ἔφην, μόνον προΐσχεται, περιφανῶς ἐξελέγχει τὸν φεύγοντα, τυραννικῶς μᾶλλον ἢ δικαίως τὰς ἀπολογίας ποιούμενον· εἶτα ἀναγκαίως τῷ ἀντιληπτικῷ τὴν μετάληψιν ἀντιτάξας, τηνικαῦτα ἐπὶ τὴν ἐξέτασιν τῆς μεταθέσεως τῆς αἰτίας ἔρχεται ἤδη τῷ δικαστῇ τὴν κατὰ τοῦ φεύγοντος προκατάγνωσιν ἐγκαταστησάμενος· ὁ δὲ φεύγων αὖ πάλιν ἵνα μὴ τοῦτο πάθοι, ὅπερ ὁ κατήγορος δρᾷ κατʼ αὐτοῦ, μηδὲ τυραννικὸς δόξῃ τις εἶναι, τοῖς ἀπʼ ἀρχῆς ἄχρι τέλους τὴν μετάθεσιν τῆς αἰτίας ἐπάγει, μετριωτέραν τε καὶ δικαίαν ἀπολογίαν ποιούμενος· οὕτως μὲν ἑκάτερος πρὸς τὸ συμφέρον διάφορον τάξιν δίδωσι τῇ μεταθέσει τῆς αἰτίας. ἰστέον μέντοι, ὡς τῇ φυσικῇ ἀκολουθίᾳ μᾶλλον ἡ τοῦ κατηγόρου τάξις συμβαίνει· δεῖ γὰρ μετὰ τὰ ἀπʼ ἀρχῆς ἄχρι τέλους εἶναι τὴν ἀντίληψιν, καὶ ὅλως συνεζεῦχθαι αὐτὴν ἐκείνῳ, ἐπειδήπερ ἑκάτερον τῶν κεφαλαίων περὶ τὰ πεπραγμένα ἐστί· τὰ γὰρ ἀπʼ ἀρχῆς ἄχρι τέλους πέπρακται· καὶ ἡ ἀντίληψις τὰ πεπραγμένα ἐξεῖναι λέγει· ὅτι ἐξῆν μοι παραστῆναι καὶ ἐξῆν διατρίβειν ἐπʼ ἐρημίας. ἡ δὲ μετάθεσις οὐχ οὕτως· οὐ γάρ ἐστι τῶν πεπραγμένων, καθάπερ τὰ ἀπʼ ἀρχῆς ἄχρι τέλους, καὶ ἡ ἀντίληψις, ἀλλὰ τῶν ὑπονοουμένων, ὥσπερ αὐτὸ τὸ ἔγκλημα· ὃν γὰρ τρόπον τὸ εἰ ἐφόνευσεν ὑπονοεῖται, τοῦτον τὸν τρόπον καὶ τὸ εἰ ἐπὶ τῷ θάψαι παρίστατο· ἔστιν οὖν τὰ ἀπʼ ἀρχῆς ἄχρι τέλους, εἶτα εἰκότως ἡ ἀντίληψις, καὶ, οὐκ ἦν γὰρ μετάληψιν ζευγνύναι τῆς ἀντιλήψεως, ἕπεται τῷ ἀντιληπτικῷ εὐλόγως τὸ μεταληπτικὸν, εἶτα ἡ μετάθεσις τῆς αἰτίας. ἐπειδὴ τοίνυν φυσικὴ μᾶλλον ὑπῆρχεν ἡ τοῦ διώκοντος τάξις, διὰ τοῦτο παρέλαβε ταύτην· ἐπεί τοι μᾶλλον τῇ τοῦ φεύγοντος ἔδει χρήσασθαι, εἴ γε καὶ ἡ μετάθεσις τῆς αἰτίας τοῦ φεύγοντος, ἀλλὰ τῇ φύσει ἀναγκαίως ἠκολούθησεν. Ἡ μὲν γὰρ οὖν τάξις αὕτη τοῦ κεφαλαίου· ἀναγκαῖον δὲ ὥσπερ ἐπὶ τῶν ἄλλων καὶ περὶ τοῦ ὀνόματος διαλαβεῖν· εἴρηται οὖν μετάθεσις αἰτίας, ὅτι τὸ συναγόμενον ἐκ τῶν ἀπʼ ἀρχῆς ἄχρι τέλους εἰς ἔγκλημα εἰς χρηστοτέραν τινὰ αἰτίαν τε καὶ πρᾶξιν μεθίστησιν, οἷον οὐχ ὅτι ἐφόνευσα παριστάμην, ἀλλʼ ὅτι ἠλέησα καὶ ταφῇ δοῦναι τὸν κείμενον ἠβουλήθην· ἐπεὶ δὲ καὶ τὴν μετάθεσιν τῆς αἰτίας ὁρῶμεν οὐδὲν ἕτερον ἢ τῆς γνώμης ἐξέτασιν ὑπάρχουσαν, φαμὲν γὰρ, ὡς τόδε τι βουλόμενος παριστάμην καὶ οὐ διὰ τὸ πεφονευκέναι, γνώμης δὲ ἐξέτασιν ἔχει καὶ ἡ βούλησις, φημὶ τὸ κεφάλαιον, καὶ ὅλως ἐν ταῖς στοχαστικαῖς ζητήσεσι διττὴ γίνεται ἡ κατὰ γνώμην ἐξέτασις, πῆ μὲν κατὰ τὴν βουλὴν, πῆ δὲ κατὰ τὴν μετάθεσιν τῆς αἰτίας, ἀναγκαῖον ἀμφοῖν τῶν κεφαλαίων τὴν διαφορὰν ἐπιζητῆσαι. δοκεῖ γάρ πως ταὐτὸν εἶναι μετάθεσις αἰτίας καὶ βούλησις διαφόροις ὀνόμασι χρώμενα. ἔχομεν δὲ πλείονας, οὐ μίαν αὐτῶν διαφορὰν κατειπεῖν. πρῶτον μὲν γὰρ ἡ βούλησις καὶ τοῦ διώκοντός ἐστι καὶ τοῦ φεύγοντος, ἡ δὲ μετάθεσις μόνου τοῦ φεύγοντος· τὸ γὰρ ἐν ἀντιθέσει αὐτὴν λαμβάνεσθαι παρὰ τοῦ διώκοντος, οὐκ ἂν ἡμῖν ἀντικέοιτο. οὐ γὰρ τοῦτο τοῦ διώκοντος αὐτὴν εἶναι ποιεῖ. δῆλον γὰρ, ὡς καὶ τὰ τοῦ διώκοντος κεφάλαια παραλήψεται κατὰ ἀντίθεσιν ὁ φεύγων. καὶ οὐκ εὐθὺς ἐκείνου γενήσεται. εἰ δέ ποτε γένοιτο κοινῶν ὄντων τῶν ἀπʼ ἀρχῆς ἄχρι τέλους χρήσασθαι μεταθέσει τῆς αἰτίας καὶ τὸν διώκοντα, τηνικαῦτα οὐχ ὡς κατήγορος κέχρηται, ἀλλʼ ὡς φεύγων· καθὸ γὰρ κατηγορεῖται, κατʼ ἐκεῖνο λαμβάνει τὴν μετάθεσιν τῆς αἰτίας· ἔπειθʼ ἡ μὲν βούλησις καὶ τοῦ προτέρου βίου ποιεῖται ἐξέτασιν, καὶ καθολικωτέραν τινὰ τῆς γνώμης ἔχει βάσανον, ἡ δὲ μετάθεσις τῆς αἰτίας τῶν πρὸς τὸ παρὸν ἀντέχεται· οὐ γὰρ τὰ πάλαι βεβιωμένα ζητεῖ· τρίτον ἐπὶ τούτοις ἀλλήλων διενήνοχε τῷ τὴν μὲν πρὸς τὰ ἀπʼ ἀρχῆς ἄχρι τέλους φέρεσθαι τὴν μετάθεσιν τῆς αἰτίας, τὴν βούλησιν δὲ πρὸς τὸ ἔγκλημα· ἡ μὲν γὰρ βούλησις ὅτι οὐκ ἂν ἐβουλήθην φονεύειν, ἡ δὲ μετάθεσις τῆς αἰτίας, ὅτι καὶ οὐ τοῦδε χάριν παριστάμην, ὅπερ ἐστὶ τῶν ἀπʼ ἀρχῆς ἄχρι τέλους· ἔστι δὲ αὐτῶν καὶ τετάρτη διαφορά· ἡ μὲν γὰρ βούλησις κατὰ διαπόρησιν γίνεται, ἡ δὲ μετάθεσις τῆς αἰτίας διαρρήδην ἀποφαίνεται· ἐκεῖ μὲν γὰρ ἀποροῦντες φαμὲν, τίνος ἕνεκα ἦλθον ἂν ἐπὶ τὸν τοῦδε φόνον, διʼ ἔχθραν· ἀλλʼ οὐδὲ μία ἔχθρας ἐγεγόνει πώποτε πρόφασις, ἀλλʼ ἵνα τῶν ἐκείνου κύριος καταστῶ, καὶ μὴν οὐδὲ ἔμελλεν ἐντεῦθέν μοι περιέχεσθαι καὶ οὑτωσὶ διαποροῦντες τὴν βούλησιν ἐξετάζομεν· ἐπὶ δὲ τῆς μεταθέσεως τῆς αἰτίας ἀποφαινόμεθα, ὅτι τοῦ θάψαι χάριν παριστάμην, ὅτι διʼ ἔλεόν τινα καὶ οἶκτον. τοσαῦτα καὶ περὶ τῆς διαφορᾶς τῆς πρὸς τὴν βούλησιν. Φησὶ δὲ, ἡ μετάθεσις τῆς αἰτίας πρὸς τὰ ἀπʼ ἀρχῆς ἄχρι τέλους γίνεται· ἐζητήκασί τινες, πῶς ἐπὶ μόνου τοῦδε προσέθηκε τοῦ κεφαλαίου τὸ γίνεσθαι αὐτὰ πρὸς τὰ ἀπʼ ἀρχῆς ἄχρι τέλους, ὡς οὐδὲ καὶ τῆς πιθανῆς ἀπολογίας τοῦτο ἐχούσης καὶ τῆς ἀντιλήψεως· δῆλον γὰρ, ὡς ταῦτα πάντα πρὸς τὰ ἀπʼ ἀρχῆς ἄχρι τέλους φέρεται· τί δή ποτε οὖν διαφερόντως ἐπὶ τῆς μεταθέσεως τῆς αἰτίας τοῦτο ἔταξε; ῥητέον δὲ, ὅτι οὐ πρὸς τὴν φυσικὴν αὐτῶν ἀκολουθίαν ἀπιδὼν ἔφη κομίζεσθαι πρὸς τὰ ἀπʼ ἀρχῆς ἄχρι τέλους, κοινὸν γὰρ τοῦτο καὶ τοῖς εἰρημένοις κεφαλαίοις, ἀλλὰ πρὸς τὴν ἐργασίαν. τὴν γὰρ κατασκευὴν καὶ τὴν ἐξεργασίαν ἐκ τῶν ἐξ ἀρχῆς ἄχρι τέλους λαμβάνει, ὥς τε ἐμάθομεν ἐν βραχεῖ· εἶτα κατὰ τὴν διαίρεσιν τῶν ἀπʼ ἀρχῆς ἄχρι τέλους ἐργασόμεθα τὸ κεφάλαιον· ἐκτίθησι δὲ αὐτὸς περιφανέστατα τὴν διαίρεσιν· φησὶ γὰρ, κἂν μὲν ἐν λόγοις ᾖ κατὰ ῥητὸν καὶ διάνοιαν ἡ μετάθεσις εἰσάγεται, ἀναμεμερισμένως δηλονότι, τοῦ μὲν ῥητοῦ ὄντος ἐν τοῖς ἀπʼ ἀρχῆς ἄχρι τέλους, τῆς διανοίας δὲ ἐν τῇ μεταθέσει τῆς αἰτίας, οὐ γὰρ λέγει τὴν μετάθεσιν αὐτὴν ἐφʼ ἑαυτῆς καὶ τὸ ῥητὸν ἔχειν καὶ τὴν διάνοιαν, ἀλλʼ ἐξετάζεσθαι καὶ τὸ ῥητὸν καὶ διάνοιαν, τοῦ ῥητοῦ ἐν τοῖς ἀπʼ ἀρχῆς ἄχρι τέλους ὄντος· ἐὰν δὲ ἐν ἔργοις ᾖ τὰ ἀπʼ ἀρχῆς ἄχρι τέλους, ἡ μετάθεσις τῆς αἰτίας θετικῶς ἐξετάζεται, φησίν· ἠπόρησέ τις, μᾶλλον δὲ ἁπλῶς ἐπελάβετο· οὐ γὰρ ἔδει, φησὶ, θετικῶς ἐξετάζεται φάναι, ἀλλὰ θετικῶς αὔξεται· οὐκ ἐξετάζομεν γὰρ αὐτὸ καὶ ἀποδείκνυμεν διὰ τῆς θέσεως, ἀλλʼ αὔξησιν ποιούμεθα τῷ θετικῷ χρώμενοι· ἔλαθε δὲ αὐτὸν, ὡς τὰ θετικὰ παραλαμβάνομεν ποικιλώτερον, καὶ ἐπὶ πλεῖστον τὴν μετάθεσιν τῆς αἰτίας ἐκτείνοντες· ἐπεὶ γὰρ τὰ ἀπʼ ἀρχῆς ἄχρι τέλους ἐν πλείοσιν ἦν, καὶ τὴν κατασκευὴν διὰ συχνῶν εἶχε τῶν λόγων, ἐδέησε καὶ τῇ μεταθέσει τῆς αἰτίας πλείονος ἐργασίας· εἰ γὰρ αὐτὴ καθʼ ἑαυτὴν ψιλὴ οὖσα ἀπόφασιν πρὸς τὰ ἀπʼ ἀρχῆς ἄχρι τέλους πολλὰ ὄντα ἐπεφέρετο, ἡττᾶτο ἂν ὑπὸ τοῦ πλήθους τῶν τοῦ κατηγόρου λόγων ὁ φεύγων, τοῦ μὲν διώκοντος ἀπʼ ἀρχῆς ἄχρι τέλους πολλαχῶς διὰ τῶν περιστατικῶν κατασκευάζοντος, καὶ χρόνον παραλαμβάνοντος καὶ τόπον εἰς σύστασιν τοῦ ἐγκλήματος, καὶ πρὸς ἐπὶ τούτοις αἰτίαν τε καὶ ὕλην καὶ ὅσα ἄλλα τῶν περιστατικῶν. αὐτὸς δὲ ἐν τῇ μεταθέσει τῆς αἰτίας ἁπλῇ χρώμενος ἀποφάσει· οἷον ὅτι οὐ τοῦδε χάριν παριστάμην· καθὸ μὲν οὖν πρὸς τὸ πλῆθος τῶν ἀπʼ ἀρχῆς ἄχρι τέλους ἀντιτάξαι βουλόμενοι πλείονας λόγους ἐν τῇ μεταθέσει τῆς αἰτίας θέσιν παραλαμβάνομεν, ὡς ἂν διʼ αὐτῆς πλείονα λέγειν δοκῶμεν, καὶ ταύτῃ ὑποκλέπτωμεν τὸν ἀκροατὴν, κατὰ τοῦτο αὐξητικῶς ἡ θέσις παραλαμβάνεται· καθὸ δὲ καὶ σύστασιν ἡμῶν ποιεῖται τῆς γνώμης, ἐνδεικνύμεθα γὰρ ἐκ τῶν πλειόνων λόγων, ὡς οὐ νῦν πρὸς ἀποφυγὴν τοῦ ἐγκλήματος τὴν μετάθεσιν τῆς αἰτίας ἐπὶ τὴν ταφὴν ἐποιησάμεθα, ἀλλὰ πάλαι τὴν γνώμην οὕτω παρεσκευασμένοι πρὸς τὸ δεῖν τοὺς κειμένους θάπτειν, κατὰ τοῦτο ἐξεταστικῶς ἂν εἴη παραλαμβανομένη· ἐκ γὰρ τῆς θέσεως πολλοὺς περὶ τῆς τῶν κειμένων ταφῆς εἰσφέροντες λογισμοὺς ἐννοεῖν τῷ δικαστῇ παρέχομεν, ὅτι γε ὁ τοσαῦτα περὶ τούτων εἰδὼς πάλαι τὴν γνώμην οὕτω παρεσκεύαστο, καὶ οὐ πρὸς τὸ παρὸν τοῦτον προσποιεῖται διακεῖσθαι τὸν τρόπον, εὐλόγως ἄρα ὁ τεχνικὸς εἶπε τὴν μετάθεσιν τῆς αἰτίας θετικῶς ἐξετάζεσθαι, εἰδέναι δὲ δεῖ, ὅτι πάντα μὲν ταῦτα ἐν πᾶσιν εὑρίσκεται, πλεονάζει δὲ ἕκαστον ἐν τῷ οἰκείῳ· πάντα, φησὶν, ἐν πᾶσιν εὑρίσκεται, αὐτίκα τὸ παρίστατό τις ἐπʼ ἐρημίας νεοσφαγεῖ σώματι καὶ φόνου φεύγει· ἐπειδὴ ἐν πράξεσιν ἔχει τὰ ἀπʼ ἀρχῆς ἄχρι τέλους, ἀνάγκη τὴν μετάθεσιν τῆς αἰτίας θετικῶς ἐξετασθῆναι· ἀλλʼ ἐμπεσεῖται καὶ συγγνωμονικὸν, οἷον συγγνώμην ἔχετέ μοι, ὦ δικασταὶ, ἐλεήσαντι τὴν τῶν ἀνθρώπων φύσιν, οἵας ὑφίστατο συμφορὰς, καὶ τούτου γε ἕνεκα παρισταμένῳ μετʼ ἐκπλήξεως· καὶ πάλιν ἐπʼ ἐκείνου, νέος πλούσιος κωμάσας εἰς τὸ δεσμωτήριον νύκτωρ ἐβόησε, θαρρεῖτε, ὦ δεσμῶται, λυθήσεσθε γὰρ, καὶ κρίνεται τυραννίδος ἐπιθέσεως· τοῦτο γὰρ κατὰ ῥητὸν καὶ διάνοιαν ὀφεῖλον ἐξετάζεσθαι· ἐπεὶ δὲ ἐν λόγῳ ἐστὶ τὰ ἀπʼ ἀρχῆς ἄχρι τέλους, ἔχει ὅμως ἐμπίπτον καὶ συγγνωμονικὸν, ὅτι αὐτοὺς ἐν συμφοραῖς θεασάμενος ἔπαθόν τι ἀνθρώπινον, καὶ παραμυθήσασθαι ἠβουλήθην· ἔτι δὲ καὶ θετικῶς ἐρεῖ χρῆναι τοὺς ἐν κακοῖς ἐλεεῖν· εἰ δʼ οὖν πάντα ἐν πᾶσιν εὑρίσκεται, πῶς αὐτὰ διακρινοῦμεν; φησὶν, ὅτι τῷ προσεχεστέρῳ καὶ μᾶλλον οἰκείῳ πλεονάσομεν, τὰ δὲ ἄλλα οὐ προηγουμένως, κατὰ δεύτερον δὲ παραληψόμεθα λόγον· ἐπεὶ δὲ ἡ μετάθεσις τῆς αἰτίας οὐ μόνον τοῦτο καλεῖται τὸ ὄνομα, ἀλλʼ ἔτι καὶ χρῶμα καὶ τοῦδε τοῦ ὀνόματος ἐπιμνησθῆναι ἄξιον. Πόθεν μὲν γὰρ μετάθεσις αἰτίας εἴρηται, ἤδη προδιεξήλθομεν· χρῶμα δὲ ὀνομάζεται κατὰ μεταφοράν· ὥσπερ γὰρ τὸ μέλαν χρῶμα ἢ τὸ λευκὸν διὰ παντὸς ἥκει τοῦ ἀνθρώπου, καὶ οὐ τὸ στῆθος μὲν μέλαν, τὰ δὲ νῶτα λευκὰ, ἀλλʼ ἐφʼ ἅπαν τὸ σῶμα διήκουσα ἡ χρόα χαρακτηρίζει καὶ χρώζει τὸν ἄνθρωπον, τοῦτον τὸν τρόπον καὶ ἡ μετάθεσις τῆς αἰτίας χρώζει τὸν πάντα λόγον, καὶ οἱονεὶ χρόαν καί τι σχῆμα αὐτῷ περιτίθησι· συνεκτικώτατον γὰρ τῷ λόγῳ τόδε τὸ κεφάλαιον· τὸ γὰρ συναγόμενον ἐκ τῶν ἀπʼ ἀρχῆς ἄχρι τέλους ἔγκλημα μεθίστησιν εἰς ἑτέραν πρᾶξιν ἀνεύθυνον· εἰ τοίνυν χρῶμα ἡ μετάθεσις τῆς αἰτίας τοῦ παντὸς λόγου, οὐκ ἐφʼ ἑνὸς μέρους χρησόμεθα αὐτῇ, ἀλλὰ διὰ παντὸς τοῦ λόγου, εἴγε καὶ τὸ χρῶμα ἐν σώματι, ὡς ἔφημεν, οὐχ ἕν τι μέρος χρώζει, διὰ παντὸς δὲ τοῦ σώματος ἔρχεται· καὶ ἄλλως εἰς τὰ ἀπʼ ἀρχῆς ἄχρι τέλους ὁ κατήγορος ἔχων ἐν παντὶ κατασπείρει αὐτὰ τῷ λόγῳ, ὡς ἐν τῇ περὶ αὐτῶν διεξήλθομεν τεχνολογίᾳ· φέρεται δὲ καὶ ἡ μετάθεσις τῆς αἰτίας, ὡς ἔνι μάλιστα, πρὸς τὰ ἀπʼ ἀρχῆς ἄχρι τέλους, ἀνατρεπτικὴ αὐτῶν γινομένη· εἰκότως πανταχοῦ τοῦ λόγου τῶν ἀπʼ ἀρχῆς ἄχρι τέλους εὑρισκομένων, καὶ ἡ μετάθεσις ὡσαύτως τῆς αἰτίας συνευρεθήσεται, ὥστε καὶ ἐν προοιμίοις πολλάκις παραλαβεῖν· εἰ μὲν γὰρ ὁ κατήγορος χρῷτο τοῖς ἀπʼ ἀρχῆς ἄχρι τέλους διὰ παντὸς λόγου συνάγων τὸ ἔγκλημα, ὁ δὲ φεύγων ἀναμένειν μέλλοι τὴν τάξιν τῆς μεταθέσεως τῆς αἰτίας, ἀποκλεισθήσεται ὁ δικαστὴς, οὐδὲν πρὸς τὰ ἀπʼ ἀρχῆς ἄχρι τέλους ἀκούων, ἀλλʼ ἕτερα ἔξωθεν, ὥστε οὐκ ἂν φθάνοι ἀφικέσθαι πρὸς τὸ κεφάλαιον, καὶ ἐξοίσει τὴν ψῆφον κατὰ τοῦ φεύγοντος· ὅπερ δὲ ἐπὶ τῶν ἀπʼ ἀρχῆς ἄχρι τέλους ἐλέγομεν, ζητοῦντες εἰ πανταχῆ τοῦ λόγου αὐτοῖς χρώμεθα, πῶς τάξιν τινὰ ὡρισμένην αὐτοῖς παρέχομεν, πέμπτον κεφάλαιον αὐτὰ φάσκοντες εἶναι, τοῦτο ἄν τις κἀνταῦθα ζητήσειεν· ἔστι τοίνυν ἡ αὐτὴ μία λύσις ἐπʼ ἀμφοτέρων· εἰ γὰρ καὶ ὡς συνεκτικὰ τοῦ λόγου πανταχοῦ λαμβάνομεν, ἀλλʼ οὖν τὴν προσήκουσαν αὐτοῖς παρεχόμεθα τάξιν, ἔνθα καὶ τὴν ἀκριβῆ αὐτῶν ἐξέτασιν ποιούμεθα, μηδὲν τῶν ἐκ τοῦ κεφαλαίου παραλιπόντες· ἐν γὰρ τοῖς ἄλλοις τόποις σποράδην αὐτοῖς καὶ μερικῶς χρηστέον.

νεʹ. Ἀναγκαίως· ὁ μὲν γὰρ λόγος ἐν τάξει ἐστὶ τοῦ ῥητοῦ, πᾶν δὲ ῥητὸν διανοίᾳ λύεται· οὐκοῦν τοῦ εἰπόντος τὴν φωνὴν ὡς ῥητὸν λαβόντες τούτῳ τὴν διάνοιαν ἀντιτάξομεν· παρατηρητέον δὲ τὴν λέξιν, οὐκ εἶπε γίνεται, ἀλλʼ εἰσάγεται, τουτέστιν ἐξετάζεται, πῶς γάρ ἐστι δυνατὸν ἐνταῦθα κατὰ ῥητὸν καὶ διάνοιαν εὑρίσκεσθαι, ἀλλʼ ὁ κατήγορος κέχρηται τῇ φωνῇ τοῦ φεύγοντος ὡς ῥητῷ, ὁ δὲ φεύγων αὐτῆς τῆς αὐτοῦ φωνῆς τὴν διάνοιαν ἀξιοῖ σκοπεῖν καὶ τούτῳ διαφέρει τῆς στάσεως, ὅτι ἐκεῖ τὸ ῥητὸν καὶ ἡ διάνοια περὶ ἔγγραφόν τί ἐστιν, ἐνταῦθα δὲ περὶ τὴν φωνὴν τοῦ φεύγοντος.

`7.308`

νϛʹ. Τὸ γὰρ εἰρημένον οὐχ οἷός τε ὢν ἀρνεῖσθαι ἐπί τινα εὔλογον χωρεῖ διάνοιαν, ἀφʼ ἧς προηνέγκατο τὸν λόγον, ὡς τὸν δῆμον αἰτεῖν ὑπὲρ τῆς λύσεως τῶν δεσμωτῶν ἐβουλόμην· ἐν γὰρ τοῖς λόγοις τὴν αἰτίαν ἐξεταστέον μεθʼ ἧς προῆλθον οἱ λόγοι· ὁ γὰρ φεύγων τὴν μετάθεσιν τῆς αἰτίας ποιούμενος ἀξιοῖ μὴ ἀπʼ αὐτῶν κριθῆναι, ἀλλʼ ἀπὸ τῆς διανοίας, μεθʼ ἧς τοὺς λόγους προσηνέγκατο· ἐρεῖ γὰρ ὁ φήσας οὐκ εἰς μακρὰν λυθήσεσθαι, ὅτι οὐ βουλόμενος τυραννεῖν ἀφῆκα τὴν φωνὴν ταύτην, ἀλλὰ τὴν φιλανθρωπίαν τῆς πόλεως εἰδὼς προεμαντευόμην ἐκείνοις τὴν ἄφεσιν, ἢ παραμυθεῖσθαι τοὺς ἀτυχήσαντας θέλων τοῦτο ἔφην, ἵνα τῇ ἐλπίδι τῆς ἀφέσεως τὴν τύχην ἰάσωμαι· ἐρεῖ δὲ, ὅτι καὶ τοῦτο πρὸς εὐεργεσίαν ἐστὶ τῆς πόλεως· εἰ γὰρ μὴ τούτους τοὺς λόγους ἔτυχον εἰπὼν, αὐτοὶ τοῖς δεινοῖς συνελαυνόμενοι καὶ σωτηρίαν οὐδαμόθεν ἐλπίζοντες πάντως ἂν μετʼ ἀλλήλων ἔστησαν καὶ συνομοσάμενοι μεταβαλεῖν τὸ καθεστὼς ἐπεχείρουν.

νζʹ. Ἐν τούτῳ, φησὶ, τῷ θάπτοντι τὸ νεοσφαγὲς σῶμα θέσιν ὅλην ἐργάσῃ, ὅ ἐστι καθόλου· διὰ τούτου δὲ δηλονότι καὶ ἡ θέσις κατασκευάζεται, λέγω δὴ ἀπὸ τοῦ δικαίου καὶ ἀναγκαίου καὶ συμφέροντος· τὸ γὰρ ἁπλούστερον καὶ ἀκατασκεύως εἰπεῖν, ὅτι ἀτάφους ἰδὼν ἠλέησα, οὐκ ἰσχυρὸν εἶναι δόξει πρὸς τὸ ἔγκλημα· εἰ δὲ θέσιν ὅλην ὁ λέγων ἐργάσεται, ὅτι τὸ τοὺς ἀτάφους θάπτειν καθόλου καλὸν, καὶ τῆς ὁσίας ἀξιοῦν, καὶ τοὐναντίον δεινὸν ἀτάφους κειμένους καὶ γυμνοὺς ἐρριμμένους περιορᾷν, καὶ θηρίων γενομένους βορὰν ἰσχυρὸν ἔσται.

`7.309`

νηʹ. Ἠλέησα, φησὶ, τοὺς τυραννουμένους, καὶ διὰ τοῦτό μοι τὰ δάκρυα συνέβη ὑπὲρ τῆς πόλεως, καὶ ἐπὶ τῆς δακρυούσης γυναικὸς ἐρεῖ, ὅτι δεδάκρυκα ἀναμνησθεῖσα τῶν ἀνθρώπων τὰς τύχας· ὡς νῦν μὲν σύνοικον ἔχουσα εὖ πράττειν ἡγοῦμαι καὶ σὺν ἡδονῇ τὸν βίον ποιῶ· ὕστερον δὲ ἐλογιζόμην, ὅπως χωρίζονται ἀλλήλων οἱ ἄνθρωποι.

`7.310`

νθʹ. Διδάξας ἡμᾶς ἰδίᾳ τῶν χρημάτων τὴν φύσιν καὶ τὴν μεταχείρισιν, κοινῇ λοιπὸν περὶ αὐτῶν διαλέγεται, κοινὰ πάντων ἀποφαινόμενος εἶναι τὰ χρώματα, καὶ πάντα ἐν πᾶσι λέγων εὑρίσκεσθαι τοῖς ζητήμασι καὶ θετικῶς ἐξετάζεσθαι καὶ κατὰ ῥητὸν καὶ διάνοιαν καὶ συγγνωμονικῶς· οὐ γὰρ ἓν χρῶμα πάντως ἐφʼ ἑνὶ τέτακται πράγματι, ἀλλὰ καὶ πλείονα· πολλὰ γὰρ ἀλλήλοις συμφέρεται· καὶ εὕροις ἂν ἐν τῇ τῶν λόγων διανοίᾳ καὶ θετικὸν νόημα παραλαμβανόμενον, ὡς ἐπὶ τοῦ κρινομένου τυραννίδος ἐπιθέσεως· ἐρεῖ γὰρ, ὅτι τὴν φιλανθρωπίαν ἐνηγγυώμην τῆς πόλεως, καὶ ὅτι δεῖ πρὸς τοὺς ἀτυχοῦντας φιλάνθρωπον εἶναι, καὶ μεμνῆσθαι τῆς φύσεως, καὶ ὁ τὸ νεοσφαγὲς σῶμα θάπτων καὶ φόνου κρινόμενος οὐ μόνον τῷ θετικῷ χρήσεται, ὅ ἐστι χρῶμα οἰκεῖον τῶν ἐν πράγμασι σημείων, ἀλλʼ ἐμπίπτει καὶ τὸ συγγνωμονικὸν, ὅτι ἠλέησα σῶμα ἄταφον ἰδὼν ἐρριμμένον· καὶ πάλιν ὁ τοῖς δεσμώταις βοήσας οὐ μόνον τῷ οἰκείῳ κέχρηται χρώματι, λέγω δὴ τῷ κατὰ ῥητὸν καὶ διάνοιαν, ἀλλὰ τῷ συγγνωμονικῷ, ὅτι καλὸν, καθόσον τις δύναται, ἐπικουφίζειν τοῖς δυστυχοῦσι τὰς συμφορὰς καὶ παραμυθεῖσθαι· τοῦτο μέντοι φυλακτέον ἐστὶν, ἐὰν ἐν τοῖς τοιούτοις πλείους τὰς αἰτίας ἐπεισφέρωμεν, ὅπως μὴ ἀλλοκότους μηδʼ ἀλλήλαις μαχομένας εἰσάγωμεν τὰς αἰτίας· τὸ πλεῖστον γὰρ ἐνδιατρίβειν τῷ οἰκείῳ τόπῳ προσήκει, εἰ τῆς διανοίας εἴη, τὴν διάνοιαν ἐπαύξοντας, εἶτα τῆς θέσεως τὴν θέσιν, καὶ οὕτως ἐπὶ πάντων ὁμοίως· οἷον ὅταν ἐν λόγοις ᾖ τὰ ἀπʼ ἀρχῆς ἄχρι τέλους, τὴν κατὰ ῥητὸν καὶ διάνοιαν χρὴ πλεονάζειν, κἂν ἕτερα εὑρεθῇ πλείονα χρώματα, ἐὰν δὲ ἐν πράγμασι, τὸ θετικῶς ἐξεταζόμενον δεῖ πλεονάζειν χρῶμα· ἐὰν ἐν πάθεσι τὸ συγγνωμονικόν, μᾶλλον γὰρ ἰσχύει καὶ πλέον τῶν ἄλλων χρωμάτων τὸ οἰκεῖον κατὰ καιρὸν εἰσαγόμενον· τοῦτο δέ πως καὶ ἐπὶ τῆς βουλήσεως εἶπε καὶ τῆς δυνάμεως, ὅτι κοινὰ μέν ἐστιν ἀμφοτέρων τῶν κεφαλαίων τὰ ἐγκωμιαστικὰ, ἁρμόζει γάρ τινα καὶ οἰκειότερα τῷ ἑτέρῳ καθέστηκεν.

`7.311`

ξʹ. Θαυμαστὸν τὸ λεγόμενον δόξει, τὸ ποτὲ μὲν πολλὰ καὶ ἐναντία, ποτὲ δὲ πάλιν πολλὰ καὶ συμφωνοῦντα ἀλλήλοις· ἀλλʼ εἰ τὸ παράγγελμα κρίνοις, ἀκριβῶς εἰρημένον εὑρήσεις· ὅρα γὰρ τὴν διαφορὰν, ποτὲ μὲν πολλοῖς καὶ ἐναντίοις, ποτὲ δὲ πολλοῖς καὶ ὁμοίοις· καὶ παντὶ, φησὶ, στοχασμῷ τὰ σημεῖα ἢ ἐξ ὧν αὐτός τις πεποίηκεν, ἐστὶν, ἢ ὑφʼ ἑτέρου τινὸς πεπραγμένα· ἂν μὲν οὖν, ἀφʼ ὧν ἕτεροι, κρίνηταί τις, φησὶν, ἀνάγκη καὶ πολλοῖς καὶ πεπλανημένοις χρήσασθαι τὸν φεύγοντα. Πόθεν δὲ πεπλανημένα, οὐκ ἄδηλος ἡ αἰτία, ἵνα δόξῃ τοῦ πεποιηκότος τῆς γνώμης στοχάζεσθαι· εἰ γὰρ ἑνὶ φανείη χρώματι ἰσχυριζόμενος, ὑποληφθήσεται εἰδὼς τοῦ πεπραχότος τὴν γνώμην, οὐκ εἰκάζων λέγειν, καὶ λαβὴν δώσει καθʼ ἑαυτοῦ· οὐκ ἐπὶ τῶν ἀφʼ ὧν δὲ ἕτερος πεποίηκε κρινομένων μόνον ἀνακόλουθα χρώματα ἐμπεσεῖται, ἀλλὰ καὶ ἐπὶ τῶν ἐξ ὑπονοίας πραγμάτων διὰ τὴν προειρημένην αἰτίαν, οἷον ὡς ἐπὶ Ἀρχιδάμου τοῦ κρινομένου διὰ Περικλέους προδοσίας· ἐρεῖ γὰρ, ἀλλὰ πολεμίοις ἑτέροις ἐπιέναι μέλλουσι δέδωκε τὰ νʹ τάλαντα, ἀλλὰ τοῖς πενομένοις τῶν πολιτῶν ἴσως αὐτὰ διένειμεν, ἀλλὰ τὰ προσόντα βουλόμενος αὔξειν τῆς τῶν χρημάτων δαπάνης ἀπεκρύψατο τὴν αἰτίαν.

`7.312–7.314`

ξαʹ. Ἔτι ζητεῖ, εἰ πλείοσί τις χρήσεται χρώμασιν ἢ ἑνί· δεύτερον δὲ, εἰ καὶ πεπλανημένοις, τουτέστι διαφόροις· ἔστι γὰρ εἶναι καὶ πολλὰ καὶ εἰς ταὐτὸν φερόμενα καὶ διάφορα· τρίτον, εἰ καὶ μαχομένοις· δύναται γάρ τις καὶ διάφορα λέγειν καὶ μὴ μαχόμενα· ἐπαναδραμὼν οὖν πρὸς τὴν τῶν πραγμάτων διαίρεσιν τοιόνδε ἡμῖν κανόνα ἐξέθετο· ἡ δὲ τῶν πραγμάτων διαίρεσις τριχῆ λαμβάνεται, ἢ γὰρ ἀφʼ ὧν αὐτοὶ πεποιήκαμεν καὶ κρινόμεθα, ἢ ἀφʼ ὧν ἕτεροι, καὶ ἄντικρυς εἰς ἡμᾶς ἀναφέρεται τὸ κρινόμενον, ἢ ἀφʼ ὧν ἕτεροι, καὶ οὐκ ἄντικρυς εἰς ἡμᾶς ἀναφέρεται· ἂν μὲν οὖν, φησίν, ἀφʼ ὧν αὐτοὶ ἐπράξαμεν, κρινώμεθα, ἁπλοῦν ἔσται καὶ μονῆρες τὸ χρῶμα· ἑνὶ γὰρ πάντως χρησόμεθα ἢ καὶ πλείοσιν οὐκ ἐναντίοις, ἀλλʼ ἑπομένοις τε καὶ ἀκολούθοις πρὸς ἄλληλα· ἐὰν δὲ ἀφʼ ὧν ἕτεροι πεπράχασιν, οὕτως ἂν ἔχοι, εἴτε ἄντικρυς εἰς ἡμᾶς ἀναφέροιτο, εἴτε καὶ μὴ πάντως καὶ πλείοσι καὶ ἐναντίοις ἀνάγκη χρήσασθαι, ἵνα μὴ δοκῶμεν περὶ τῆς τῶν ἐναντίων γνώμης διαρρήδην ἀποφαίνεσθαι, ἀλλʼ ἐνδοιάζειν καὶ στοχάζεσθαι· καὶ σαφὲς ἡμῖν ἑκάτερον ἐπὶ τῶν παραδειγμάτων ἐποίησεν. ἀφʼ ὧν μὲν οὖν ἕτεροι πεπράχασιν οὕτως· τρισαριστέως εἰκόνα ἔστησαν οἱ πολέμιοι, καὶ προδοσίας φεύγει· ἐνταῦθα γὰρ πλείοσι καὶ ἐναντίοις χρήσεται· φήσει γὰρ ἢ ἕνεκα τοῦ προτρέψασθαι τοὺς παρʼ αὐτοῖς νέους τοῦτο πεποιηκέναι, ἢ θαυμάζοντας αὐτοῦ τὴν ἀνδρείαν, ἢ φθόνον αὐτῷ κινῆσαι βουλομένους· δοκεῖ γάρ πως ἐναντίον εἶναι τὸν φθόνον κινεῖν τῷ θαυμάζειν τήν τε ἀρετὴν τοῦ ἀνδρὸς ἀποδέχεσθαι, καὶ ἔστι πεπλανημένα καὶ οὐκ ἀκολουθοῦντα ἀλλήλοις· ἐὰν δὲ ἀφʼ ὧν αὐτοὶ ἐπράξαμεν ἡ κρίσις ὑπάρχοι, ἓν ἔσται, ἢ εἰ καὶ πλείονα περιλάβοιμεν χρώματα, ἑπόμενά τε καὶ ἀκολουθοῦντα ἀλλήλοις ληψόμεθα· οἷον νύκτωρ τις μεταιτῶν λῃστείας φεύγει. φαίη γὰρ ἂν τούτου ἕνεκα νύκτωρ, ὅτι αἰσχύνεται μεθʼ ἡμέραν φαίνεσθαι μεταιτῶν, καὶ ὅτι οὐδὲ τοῖς ἐντυγχάνουσιν ἐν ἡμέραις βούλεται δυσέντευκτος φαίνεσθαι, καὶ ὅλως εἰ λέγοι πλείονα οὐκ ἐναντία ἀλλήλοις, ἀλλʼ ἀκόλουθα, ἐρεῖ τοσαῦτα μὲν περὶ τοῦ ἓν ἢ πλείονα εὑρίσκεσθαι χρώματα· ἄξιον δὲ ἐπιστάσεως ἐκεῖνο, πῶς μονομερὲς κατέλιπεν ὁ τεχνικὸς τὸ κεφάλαιον· τὰ γὰρ ἐκ τοῦ φεύγοντος ἡμῖν ἐτεχνολόγησε μόνα, οὐκέτι δὲ καὶ ἐκ τοῦ κατηγόρου δέδωκεν, ὅπως ἂν λύσαιμεν τὴν μετάθεσιν τῆς αἰτίας, ὅταν διώκωμεν· δεῖ δὲ καὶ τοῦτο ἐξ ἀνάγκης προσεῖναι τῷ κεφαλαίῳ· τὸ γὰρ μονομερὲς οὐ ῥητορικόν· τί οὖν ἂν εἴποιμεν, ὡς τῶν κεφαλαίων τὰ μὲν ἐξ ἑτέρων κεφαλαίων λύεται, τὰ δὲ ἐκ λογισμῶν τινων· ὅσα μὲν οὖν ἐξ ἑτέρων κεφαλαίων λύεται, τούτων παρατίθεται καὶ τὰ ἐναντία, τουτέστι τὴν ἐκ τοῦ ἑκατέρου μέρους ἀνασκευὴν, οὐ γὰρ ἂν παραλείποι κεφάλαιον ὁ τεχνικὸς, ὅσα δὲ ἐκ λογισμῶν τινων λύεται, ταῦτα ὑμῖν καταλείπειν εἴωθεν ἔξωθεν· ἡ γὰρ νῦν πραγματεία περὶ τῆς τῶν κεφαλαίων διαιρέσεως μόνης αὐτῷ καθέστηκεν, οἷον ἐπὶ παραδείγματος εἴη σαφέστερον τὸ λεγόμενον, ἡ βούλησις ἑτέρῳ κωλύεται τῇ δυνάμει· ἔνθα παρέθετο καὶ τὴν δύναμιν, λυτικὴν οὖσαν τῆς βουλήσεως· αὐτὴ δὲ πάλιν ἡ δύναμις οὐχ ἑτέρῳ κεφαλαίῳ, ἀλλά τισι λύεται λογισμοῖς· τούτων οὐκέτι μνήμην ἐποιήσατο εἰς τὸ κεφάλαιον· οὐ γὰρ ἔμελλεν ἐρεῖν ἄλλα τινὰ ἐπιχειρήματα ἔξωθεν· ὁ μὲν οὖν ὑγιὴς λόγος οὗτος ἔφασαν δέ τινες, ὡς λυτικὰ εἴη τῆς μεταθέσεως τῆς αἰτίας τὰ ἀπʼ ἀρχῆς ἄχρι τέλους· τούτων δὲ ἤδη προεξητασμένων, πῶς ἂν ἑτέρων ἐδεῖτο πρὸς λύσιν· εἰ γὰρ τῶν ἀεὶ ἐπιφερομένων, φασὶ, λύσεις διδόναι μέλλομεν, εἰς ἀπέραντον ἐκβήσεται ὁ λόγος· ἀλλὰ τοῦτό γε ἠλίθιον· λύεται τοίνυν ἡ μετάθεσις τῆς αἰτίας ἀπαιτήσει τοῦ ἀκολούθου καὶ ἀναιρέσει, καὶ ἔστιν αὕτη τις μεγίστη ὡς ἀληθῶς καὶ θαύματος ἀξία λύσις· πρῶτον μὲν οὖν τὴν ἀπαίτησιν τοῦ ἀκολούθου ποιούμεθα κατὰ θέσιν, εἶτα οὐ μέχρι τοῦδε ἱστάμεθα, ἀλλὰ κατὰ ἀναίρεσιν τοῦ ἀκολούθου τὸν λόγον ἐκφέρομεν, ὡς ἐὰν τὸ λεγόμενον ἐναργέστερον τῷ ἀκούοντι γίνοιτο· καὶ ἔστω τὸ τοιοῦτον ἐν παραδείγμασι· νέος πλούσιος τρέφων τοὺς ἀποκηρύκτους κρίνεται τυραννίδος ἐπιθέσεως· τὸ μὲν γὰρ χρῶμα, ὡς τοῦτο ἔδρων ὑπὲρ τῆς πόλεως, ἵνα μή τινες ἐν ταύτῃ τῶν ἀναγκαίων τροφῶν ἀποστερούμενοι εἰς τὸ ἐπιβουλεύειν ἔλθοιεν· ἡ δὲ τούτου λύσις πρῶτον μὲν κατὰ τὴν ἀπαίτησιν τοῦ ἀκολούθου· καὶ μὴν εἰ τῆς πρὸς τὴν πόλιν φιλοτιμίας ἕνεκα τοῦτο ἔπραττον, ἐχρῆν καὶ ἐν ἄλλοις ποτὲ τὸ τοιοῦτο ἐνδεδεῖχθαι, καὶ χρημάτων μὲν σπανιζούσῃ τῇ πόλει ἀργύριον ἐπιδοῦναι· σίτου δὲ ἀπορουμένῃ τὸ ἐντεῦθεν ἐπικουφίσαι δυσχερὲς, καὶ ὅσα ἂν ἕτερα διδῷ ἡμῖν τὸ ὑποκείμενον πρόσωπον· ἔπειτα κατὰ τὴν ἀναίρεσιν· περιφανέστερον γὰρ οὕτως τὸν ἔλεγχον ποιησόμεθα· ἀλλὰ μὴν οὐδέποτε σίτου δεομένῃ πολλάκις ἐπέδωκας, οὐδέποτε χρημάτων εὐπορίαν εἰσήνεγκας· οὐκ ἄρα οὐδὲ τοῦτο τῆς περὶ τὴν πόλιν ὠφελείας ἕνεκα ἔπραττες· οὕτω καὶ Δημοσθένης ἐν τῷ παραπρεσβείας· τοῦ γὰρ Αἰσχίνου φάσκοντος μηδὲν ἑαυτὸν ἡμαρτηκέναι, ἀλλʼ ἅπερ Φιλίππου φάσκοντος ἀκήκοε ταῦτα ἀπηγγελκέναι, ὥστε εἴ τι περὶ τὴν πόλιν μηχάνημα γέγονε, τοῦτο Φιλίππου εἶναι οὐκ αὐτοῦ, ἐξέβαλεν ὁ ῥήτωρ τοῦτο ἐκ τῆς τοῦ ἀκολούθου ἀπαιτήσεως καὶ ἔτι τῆς ἀναιρέσεως· «εἰ γὰρ,» φησὶ, «μὴ δῶρα λαβὼν καὶ συνειδὼς ταῦτα ἔλεγες, ἀλλʼ ἐξηπάτησο, κατηγόρεις ἂν τῆς Φιλίππου βδελυρίας, καὶ ὡς ἐχθρὸν ᾐτιῷ παρελθών· ἀλλὰ μὴν οὐ κατηγόρησας, οὐ φαῦλόν τι διελέχθης περὶ αὐτοῦ πώποτε, οὐκ ἄρα ἐξαπατηθεὶς ταῦτα ἀπήγγειλας.»

`7.315`

ξβʹ. Τὸ χρῶμα ὠνόμασται μὲν οὕτως ἀπὸ μεταφορᾶς τῶν ἐν τοῖς σώμασιν. ὥσπερ ἐκεῖνα διʼ ὅλων διήκει τῶν ὑποκειμένων, διὰ μὲν τῆς χιόνος ἡ λευκότης, διὰ δὲ τοῦ κόρακος ἡ μελανία, οὕτως καὶ τοῦτο τὴν πᾶσαν τοῦ φεύγοντος χρώννυσιν ἀπολογίαν· καὶ ἀτέχνως ὥσπερ αἱ κομμώτριαι τὰ δύσμορφα πρόσωπα κόσμοις ἐπιθέτοις καλύπτουσιν, οὕτως ὁ φεύγων τὸ δυσειδὲς τῶν ὑπὸ τῆς κακίας τετολμημένων ἐπιπλάστῳ καλύπτει χρώματι, καθαρόν τε καὶ ἀκηλίδωτον τὸ ἀκάθαρτον καὶ μεμολυσμένον ἐπιδεικνύναι σπουδάζων. καλεῖται δὲ καὶ μετάθεσις αἰτίας, διότι τὸ ἐπιφερόμενον ἔγκλημα ἐπί τι ἀνεύθυνον ἢ ἐπαίνου ἄξιον μετάγειν πειρᾶται ὁ φεύγων διὰ τοῦ κεφαλαίου τούτου.

ξγʹ. Φανεροῖ διὰ τοῦ παραδείγματος τὸ λεγόμενον· ἐνταῦθα γὰρ εἰ καὶ πολλὰ τὰ χρώματα, οὐ μὴν ἐναντία. ἰστέον δὲ, ὅτι ὁ μὲν Ἑρμογένης μετὰ τὴν ἀντίληψιν τάττει τὸ κεφάλαιον τοῦτο, τὴν μετάθεσιν λέγω τῆς αἰτίας· ὁ μέντοι Μινουκιανὸς ἀναιδὲς εἶναι δοκεῖ λέγειν, ὅτι ἐξῆν μοι ποιεῖν, ἐφʼ οἷς ὡς ἀδικήσας εὐθύνεται· τυραννικὸν γὰρ ἄντικρυς φαίνεται τὸ λέγειν, ὅτι ἐξῆν μοι καὶ τὰ τοιαῦτα· ἀμφότεροι μέντοι καλῶς ὑπὲρ τούτου ἀπεφήναντο, καὶ δεῖ τοῖς ἑκατέρων βουλήμασι χρῆσθαι· εἰ μὲν τὸν κατήγορον μελετῶμεν, τὴν ἀντίληψιν αὐτίκα προσοίσομεν, δεικνύντες αὐτὸν ἐφʼ οἷς ἥμαρτε μεγαλόφρονα καὶ τυραννικῶς ἀπολογεῖσθαι πειρώμενον· εἰ δὲ τὸν φεύγοντα, προτέραν προβαλούμεθα τὴν μετάθεσιν.

`7.316`

ξδʹ. Ἑκατέρῳ μὲν τῶν ἀγωνιζομένων ἡ τέχνη συμμαχεῖ, πῆ μὲν τῷ κατηγόρῳ, πῆ δὲ τῷ φεύγοντι τὰ κεφάλαια διελομένη· μάλιστα δὲ τοῦ φεύγοντος πολλὴν τίθεται πρόνοιαν. ἐπειδὴ γὰρ ἰσχυρὸς πέφυκεν ὁ κατήγορος ἐκ τῶν ἀπʼ ἀρχῆς ἄχρι τέλους ἐλέγχων, τὸν φεύγοντα διὰ τοῦτο παρέσχεν ἡ τέχνη, βοηθοῦσα αὐτῷ ἑξῆς τρία κεφάλαια, τὴν ἀντίληψιν, τὴν μετάθεσιν, τὴν πιθανὴν ἀπολογίαν· ταῦτα γὰρ πάντα πρὸς τὰ ἀπʼ ἀρχῆς ἀχρὶ τέλους ὁρμᾶται, τρόπον τινὰ πρὸς αὐτὰ ἀγωνιζόμενα· πιθανὴ δὲ ἀπολογία τοῦτο λέγεται μόνον, καί τοι καὶ τῶν ἄλλων κεφαλαίων πιθανῶν ὄντων, διότι τοσαύτης μετέχει πειθοῦς, ὥστε τοῖς αὐτοῖς κεχρῆσθαι τεκμηρίοις τὸν φεύγοντα τοῦ μὴ πεποιηκέναι ὅπερ ἐγκαλεῖται ἢ μέλλει ποιήσειν, οἷσπερ ὁ κατήγορος κέχρηται τοὐναντίον ἀποδεικνύων.

ξεʹ. Τὸ ἀναστρέφουσα τινὲς ἀντὶ τοῦ λύουσα λαμβάνουσι. τοῦτο δὲ εὔηθες· καὶ γὰρ ἡ μετάθεσις τῆς αἰτίας καὶ ἡ ἀντίληψις λυτικά εἰσι τῶν ἀπʼ ἀρχῆς ἄχρι τέλους. κρεῖττον δὲ αὐτὸ χωρὶς τῆς προθέσεως προφέρειν· ἀναστρέφουσά ἐστι τὰ ἀπʼ ἀρχῆς ἄχρι τέλους. περιττὴ γὰρ ἡ πρὸς πρόθεσις· ἀναστρέφει δὲ οὕτως· τῶν γὰρ ἀπʼ ἀρχῆς ἄχρι τέλους ἀπὸ τοῦ σημείου λαμβανομένων, οἷον ἐφόνευσας, παρίστασο γὰρ, αὕτη ἀναστρέφει ταῦτα καί φησιν· ὅτι εἰ ἐφόνευσα, οὐκ ἂν παριστάμην, ἢ ἡ ἀνὰ πρόθεσις περιττεύει· οὕτω γὰρ κέκληται παρὰ τὸ στρέφειν τὸ σημεῖον εἰς τὸ ἐναντίον· ἃ γὰρ ὁ κατήγορος ποιεῖται σημεῖα τοῦ ἐγκλήματος, διʼ ὧν ὑπεύθυνον τὸν φεύγοντα τῷ ἐγκλήματι καθίστησι, ταῦτα ἐν τῇ πιθανῇ ἀπολογίᾳ ὁ φεύγων ἀντιστρέφει, τοῦ μὴ πεποιηκέναι τὸ ἐγκαλούμενον σημεῖον τιθέμενος.

`7.317`

ξϛʹ. Τοῦ γὰρ κατηγόρου τὰ ἀπʼ ἀρχῆς ἄχρι τέλους κατασκευάζοντος, ὅτι ὅπου ἐδάκρυες τυραννεῖν ἤθελες, καὶ σημεῖα ποιουμένου τυραννίδος τὰ δάκρυα, ὁ φεύγων σημεῖα ποιεῖται τοῦ μὴ ἐθέλειν τυραννεῖν· ἐρεῖ γὰρ, καὶ μὴν εἰ ἤθελον τυραννεῖν, οὐκ ἂν ἐδάκρυον, ἵνα ὕποπτος γένωμαι· ζητητέον δὲ, τί διαφέρει τῆς μεταθέσεως; καὶ τοῦτο γὰρ κἀκεῖνο πρὸς τὰ ἀπʼ ἀρχῆς ἄχρι τέλους φέρεται· λέγομεν οὖν, ὅτι ἡ μὲν μετάθεσις τὸ παρὰ κατηγόρου ἐπιφερόμενον μετατίθησιν ἐπὶ τὸ ἀνεύθυνον, ἡ δὲ πιθανὴ ἀπολογία τὸ ἐναντίον τοῖς ἀπʼ ἀρχῆς ἄχρι τέλους κατασκευάζει· ὁρμᾶται μὲν γὰρ καὶ αὕτη πρὸς τὰ ἀπʼ ἀρχῆς ἄχρι τέλους, οὐ τὸν αὐτὸν δὲ τρόπον λαμβάνεται, ἀλλʼ ἀναστρέφει ἀπὸ τοῦ ἐγκλήματος εἰς αὐτά. οἷον ὡς ἐπὶ τοῦ κρινομένου φόνου, ἐρεῖ γὰρ, ὅτι καὶ μὴν αὐτὸν εἴπερ ἀνεῖλον, οὐκ ἂν παριστάμην. καὶ ἔστι τοῦτο ἰσχυρότατον ἄγαν τῷ φεύγοντι· τὰ μὲν γὰρ ἄλλα ἔξωθεν ἦν τοῦ προβλήματος, οἷον τὸ παραγραφικὸν, ἡ τῶν ἐλέγχων ἀπαίτησις, ἡ μετάθεσις τῆς αἰτίας, ἡ ἀντίληψις· τοῦτο δὲ ἐκ τῆς τοῦ κατηγόρου φωνῆς τὸ βέβαιον ἐπιδέχεται, ἀλλʼ οὐκ ἔξωθεν· λέγει γὰρ ὅτι εἰ τοῦτο πρὸς κατασκευὴν λαμβάνεις τοῦ φόνου, τὸ παρεστάναι, αὐτὸ τοῦτο τῆς ὑποψίας ἐλευθεροῖ· εἰ γὰρ ἀνεῖλον, οὐκ ἂν παριστάμην, καὶ ἔοικεν ὁδῷ τινι βαδίζειν ταῖς ἀπολογίαις. Τὸ μὲν γὰρ πρῶτον ἀντιλήψει χρήσεται, ὅπερ δοκεῖ προπετέστερον εἶναι καὶ μηδὲν ἔχειν πρὸς ἀπολογίαν λαμπρόν. δεύτερον προβαλεῖται τὴν δικαιολογίαν ἰσχυρὰν ἤδη δοκοῦσαν εἶναι· τρίτον, ὃ πάντων ἐστὶν ἰσχυρότατον, καὶ πιθανὴν ἀπολογίαν ἐποίσει· διὸ καὶ τῷ κατηγόρῳ πολλὴν παρέχει τὴν ἀπορίαν, καὶ σχεδὸν ἄλυτος εἶναι δοκεῖ, καὶ ὁ λύειν ταύτην βουλόμενος ἐπὶ τὸ θεῖον ἀνατρέχει λέγων, ὅτι ἐχρῆν σε δοῦναι τὴν τιμωρίαν, καὶ διὰ τοῦτο παρίστασο.

ξζʹ. Καὶ ἐπὶ τοῦ ἐν συμποσίῳ τυραννήσειν ὀμόσαντος καὶ κρινομένου· συνιστὰς γὰρ, ὅτι οὐχ ὡς διανοούμενος τυραννεῖν, ἀλλʼ ὡς παιδιᾷ χρώμενος, ἰσχυριεῖται, ὅτι εἴπερ ἠβουλόμην ἀληθῶς τυραννεῖν, οὐκ ἂν πρὸς τοὺς συμπότας τοῦτο ἐξέφηνα.

`7.318`

ξηʹ. Ἐζήτησεν ὁ τεχνικὸς, εἰ τῶν ἀεὶ ἐμπιπτόντων τὸ κεφάλαιον, καὶ εἶδεν ὡς οὐκ ἀεὶ δυνατὸν ἐμπεσεῖν τὴν πιθανὴν ἀπολογίαν, ὅ ἐστιν τὴν ἀντιστροφὴν τὴν εἰς τὸ ἐναντίον, καί φησιν, ὅτι τότε ἐκλείπει, ὅταν τὸ σημεῖον ἀκόλουθον ᾖ τῷ ἐγκλήματι, καὶ ἀναγκαῖον καὶ σύμφωνον. ἐκεῖ γὰρ ἐμπίπτει, ὅτε ἀκόλουθόν ἐστι πρὸς τὸ ἔγκλημα τὸ σημεῖον. καὶ ἐπὶ τοῦ δακρύσαντος πρὸς τὴν ἀκρόπολιν, ἐρεῖ γὰρ, ὅτι καὶ μὴν εἰ ἐβουλόμην τυραννεῖν, οὐκ ἂν ἐδάκρυσα· οὐκ ἐμπίπτει δὲ, ὅτε ὡσανεὶ μέρος ἐστὶ τοῦ ἐγκλήματος καὶ δοκεῖ πως ὑπεύθυνον εἶναι καὶ ἀκολουθίαν σώζει πρὸς τὸ ἔγκλημα, ὡς ἐφʼ οὗ παρέθετο παραδείγματος· οὐ δύναται γὰρ εἰπεῖν. καὶ μὴν εἴπερ ἐβουλόμην τυραννεῖν, οὐκ ἂν εἶχον χιλίας πανοπλίας· μάλιστα γὰρ πρέπει τοῖς τυραννεῖν βουλομένοις ὅπλων κτῆσις.

`7.319–7.326`

ξθʹ. Τὴν πιθανὴν ἀπολογίαν ἄγουσιν εὐθὺς ἐκ τῆς ὀνομασίας εἰς ζήτησιν. ἢ γὰρ τὰ ἄλλα τῶν κεφαλαίων, ὅσα πρὸς τὰ ἀπʼ ἀρχῆς ἄχρι τέλους κομίζεται, ἀνάγκη, φησὶ, καθεστάναι ἀπίθανα, ἢ τόδε τὸ κεφάλαιον οὐκ ἔδει μόνον ἐκ πάντων ταύτης τῆς ὀνομασίας τυχεῖν· φαμὲν δὲ, ὡς ἡ ἀντίληψις τὴν ἐξουσίαν προτείνεται· ἡ μετάθεσις τὸ συναγόμενον ἐκ τῶν ἀπʼ ἀρχῆς ἄχρι τέλους ἔγκλημα εἰς χρηστότερόν τι μεθίστησι ψιλῶς ἀποφαινομένη. ἡ δὲ πιθανὴ ἀπολογία οὐ μετατίθησιν εἰς ἕτερον, ἀλλʼ ἀναστρέφεται ὅλως πρὸς τὰ ἀπʼ ἀρχῆς ἄχρι τέλους· καὶ ἀφʼ ὧν κατασκευάζει τὸ ἔγκλημα ἐν τοῖς ἀπʼ ἀρχῆς ἄχρι τέλους ὁ διώκων, ἀπʼ αὐτῶν τούτων τὸ μὴ οὕτως ἔχειν δείκνυσιν διὰ τῆς πιθανῆς ἀπολογίας ὁ φεύγων· μέγιστος δὲ οὗτος ἔλεγχος δήπουθεν, ὅταν ἐξ αὐτῶν τῶν παρʼ αὐτοῦ τοῦ ἐναντίου λόγων τὰ οἰκεῖά τις ἔχοι κατασκευάζειν, ὅταν διὰ τῆς πιθανῆς ἀπολογίας τῷ φεύγοντι περιγίνηται, πῶς οὖν οὐκ εἰκότως τὸ κεφάλαιον τοῦτο διαφερόντως τῶν ἄλλων τῆσδε τῆς ὀνομασίας τετεύξεται; ἴδωμεν δὲ ἐπὶ παραδείγματος, ὅπερ φαμέν· νέος πλούσιος ἐν συμποσίῳ ὤμοσε τυραννήσειν καὶ κρίνεται τυραννίδος ἐπιθέσεως· ὁ μὲν γὰρ κατηγορῶν χρήσεται πρὸς πίστιν τοῦ ἐγκλήματος τῷ ὀμωμοκέναι τὸν νέον, ὁ δὲ φεύγων αὐτῷ τούτῳ τὸ ἔγκλημα διαφεύξεται, τῷ φάσκειν μὴ ἂν προειπεῖν αὐτὸν μηδὲ ἅπασι καταστῆσαι τοῦτο περιφανὲς, εἴπερ τυραννήσειν ἐβούλετο. ζητήσοι δʼ ἄν τις τούτων τῇδε ἐχόντων, πᾶς εἰ τῶν ἄλλων κεφαλαίων τοῦτο καθέστηκε πιθανώτατον, οὐκ ὀνομάζεται καὶ χρῶμα, καὶ πανταχοῦ τοῦ λόγου παραληφθήσεται, ἀλλὰ ταῦτα μὲν τῇ μεταθέσει τῆς αἰτίας παρέχομεν; πρὸς ὃ ῥητέον ὡς χρῶμα μὲν οὐ καλεῖται, ἐπεὶ οὐ διὰ παντὸς τοῦ λόγου παραλαμβάνεται, διόπερ ἐλέγομεν χρῶμα τὴν μετάθεσιν τῆς αἰτίας εἰρῆσθαι· οὐ παραλαμβάνεται δὲ ἐν παντὶ λόγῳ, ἐπειδὴ ἀναίρεσίς ἐστι καὶ οὐ θέσις· καὶ σαφὲς ὃ λέγω γινέσθω· χρῆται τοῖς ἀπʼ ἀρχῆς ἄχρι τέλους θετικῶς ὁ κατήγορος, τίθεται γὰρ τὸ ἔγκλημα καὶ οὐκ ἀναιρεῖ τι, ἀλλὰ κατασκευάζει τὴν κατηγορίαν τούτῳ τῷ κεφαλαίῳ· τῶν τοίνυν ἀπʼ ἀρχῆς ἄχρι τέλους πανταχοῦ τῶν λόγων παραλαμβανομένων κατὰ θέσιν καὶ οὐκ ἀναίρεσιν, ἀνάγκη τὸν φεύγοντα ἀντιτάξαι παραπλήσιον τοῖς ἀπʼ ἀρχῆς ἄχρι τέλους κεφαλαίοις, ὅπερ ἐστὶν ἡ μετάθεσις τῆς αἰτίας· ὁ γὰρ κατήγορος ἔγκλημα ἐκ τῶν ἀπʼ ἀρχῆς ἄχρι τέλους ἄγει· τοῦθʼ ὁ διώκων εἰς ἑτέραν αἰτίαν μεθίστησιν ἐν τῇ μεταθέσει τῆς αἰτίας, καὶ ὅλως μετάθεσις καλούμενον τὸ κεφάλαιον ἐνδείκνυται τὴν φύσιν ἐκ τοῦ ὀνόματος· δηλοῖ γὰρ, ὅτι θέσεως ἑτέρας ἐφʼ ἕτερόν τί ἐστι μετάθεσις· τῶν οὖν ἀπʼ ἀρχῆς ἄχρι τέλους κατὰ θέσιν πανταχοῦ παραλαμβανομένων οὐκ ἄλλα τινὰ τῷ διώκοντι ἀντιθεῖναι κεφάλαια ἔδει, ἢ τὴν μετάθεσιν τῆς αἰτίας θετικῶς καὶ αὐτὴν τὸ ἐξ ἐκείνων ἀποδεικνύμενον ἔγκλημα ἐφʼ ἕτερόν τι χρηστότερον μεταφέρουσαν· ἡ γὰρ πιθανὴ ἀπολογία οὐ κατὰ θέσιν, κατὰ δὲ ἀναίρεσιν γίνεται· ἀποστρέφεται γὰρ πρὸς τὰ ἀπʼ ἀρχῆς ἄχρι τέλους, καὶ εἰς τοὐναντίον περιτρέπει αὐτά· δεῖ δὲ τὰ καθηγούμενα συνεχῶς μᾶλλον ἢ τὰ ἀντιθετικά τε καὶ λυτικὰ τῶν ἐναντίων παραλαμβάνειν· τὰ μὲν γὰρ ὠφελεῖ, τὰ δὲ τὸ μὴ βλαβῆναι μόνον παρέχεται· περὶ μὲν οὖν τοῦ μὴ καλεῖσθαι χρῶμα τὴν πιθανὴν ἀπολογίαν ἀρκούντως εἴρηται· κατώρθωται δὲ τῷ αὐτῷ λόγῳ καὶ ἡ τάξις αὐτῶν, ὡς ἔδει τὴν μετάθεσιν τῆς αἰτίας, χρῶμά γε οὖσαν, ἡγεῖσθαι, καὶ ὅλως ὀφείλουσαν τῆς ἀναιρέσεως θέσιν οὖσαν προτάττεσθαι. Δεδειγμένων οὖν τοῦ τε ὀνόματος καὶ τῆς τάξεως τοῦ κεφαλαίου, ὅπερ κἀπὶ τῶν ἄλλων ἐποιησάμεθα, ἰτέον ἐπὶ τὴν ἐργασίαν αὐτοῦ. κατασκευάσει τοίνυν ὁ φεύγων διὰ τῶνδε τῶν ἐπιχειρημάτων τὸ κεφάλαιον. πρῶτον ἐκ τοῦ μηδὲν ὠφελεῖσθαι μηδὲ πλέον τι ἔχειν ἐντεῦθεν· οἷον ὁ εἰς τὴν ἀκρόπολιν ἀπιδὼν καὶ δακρύσας λέγοι ἂν, ὡς οὐδὲν ἔμελλον ἐκ τοῦ δακρύειν πρὸς τὴν ἐπίθεσιν τῆς τυραννίδος ὠφεληθήσεσθαι· ἔπειτα ἐκ τοῦ βλάπτεσθαι, ὡς ἐπὶ τοῦ αὐτοῦ παραδείγματος, ὅτι οὐ μόνον οὐ περιεγένετό μοί τις ἀπὸ τοῦ δακρύειν ὄνησις, ἀλλʼ ἔτι καὶ μέγιστον ἐντεῦθεν βλάβος ἐλάμβανον, καθιστὰς φανερὰν τὴν ἐμαυτοῦ γνώμην, ὅπερ νῦν πέπονθα, τυραννῆσαι ὑποπτευθείς· τρίτον ἐξ ἀντεισαγωγῆς ἑτέρας ἀνευθύνου, ὃ καὶ μάλιστα γίνεται ἐναργέστερον. οἷον ὅτι τόδε ἂν μᾶλλον ἔπραττον, εἴπερ ἐπὶ τοῦτο ἐλθεῖν ἐγλιχόμην, διʼ οὗ συνέβαινεν ἄμφω, τό τε κατορθοῦν καὶ τὸ κινῆσαι μηδʼ ἡντινοῦν ὑπόνοιαν· γενέσθω δὲ τοῦτο σαφέστερον ἐπὶ παραδείγματι· κάθοδον ὁ Δημοσθένης ἐψηφίσατο· φεύγοντι πένητι ἀντεῖπεν ὁ πλούσιος, καὶ ἡττήθη, κατιὼν ὁ πένης ἀνῃρέθη καὶ κρίνεται ὁ πλούσιος φόνου· εἶτα ἐκ τῆς τοῦ ἀνευθύνου ἀντεισαγωγῆς, ᾗ καὶ μάλιστα διαφανέστερον χρήσεται, ὡς εἴπερ ἐβουλόμην ἀποκτιννύναι τὸν πένητα, αὐτὸς μὲν ἂν τὴν ἡσυχίαν ἦγον, ἕτερον δὲ τῶν μετριωτέρων ἐπὶ τὴν ἀναίρεσιν παρεκάλουν καὶ συνέβαινεν οὕτω μοι τοῦ τε ἐχθροῦ κεκρατηκέναι καὶ πάντα ἐκπεφευγέναι κίνδυνον. Περὶ μὲν οὖν τῆς ἐργασίας καὶ τῶν ἐπιχειρημάτων τοσαῦτα ἔχομεν λέγειν· ζητεῖ δὲ ὁ τεχνικὸς τὴν κοινὴν ἐπὶ παντὸς κεφαλαίου ζήτησιν εἰπὼν, εἰ ἀεὶ ἐμπιπτόντων ἐστὶ, καὶ πότε ἐμπίπτει· περιφανέστατα δὲ αὐτὸς ἑκάτερον ἐδίδαξε· πρῶτον μὲν ὡς οὐκ ἀεὶ ἐμπίπτει εἰπὼν, ἔπειτα καὶ τὴν περὶ τοῦ πότε διδασκαλίαν προσθείς· ἐμπίπτει μὲν γὰρ, φησὶν, ὅταν μὴ ἑπόμενα μηδὲ συμφωνοῦντα ᾖ τὰ σημεῖα τῷ ἐγκλήματι, οἷον ἀπιδών τις εἰς τὴν ἀκρόπολιν ἐδάκρυσε, καὶ κρίνεται τυραννίδος ἐπιθέσεως· οὐ γὰρ ἕπεται οὐδὲ ἁρμόζει τῇ τυραννίδι τὰ δάκρυα· τοὐναντίον γε μὴν ἐλεεινοῦ τὸ δακρύειν καὶ ταπεινοῦ τὸ φρόνημα, οὐχὶ τυράννου ἢ μέλλοντος τυραννεῖν· οὐκ ἐμπίπτει δὲ, ὅταν ἐκ τοῦ ἐναντίου συμφωνοῦν τε καὶ ἑπόμενον ᾖ τῷ ἐγκλήματι τὸ σημεῖον, ὡς ἐπὶ τοῦ ἀπεκτονότος καὶ τὸ ξίφος κρατοῦντος· ἑπόμενον γὰρ τὸ ξίφος τῷ φόνῳ, καὶ εἴ τῳ τυραννίδος κρινομένῳ σημεῖον γίνεται τοῦ ἐγκλήματος ὅπλων παρασκευὴ, ὡς ἐπʼ ἐκείνου τοῦ παραδείγματος· σκηπτοῦ κατενεχθέντος ἐπὶ τὴν Περικλέους οἰκίαν εὕρηνται χίλιαι πανοπλίαι, καὶ κρίνεται τυραννίδος ἐπιθέσεως, προσφυὲς γὰρ τῇ τυραννίδι ἡ παρασκευὴ τῶν ὅπλων· ἐνταῦθα οὖν ἐλλείπει ἡ πιθανὴ ἀπολογία. οὐ γὰρ οἷόν τε λέγειν, ὡς εἴπερ ἐβουλόμην τυραννεῖν, οὐκ ἂν ὅπλα παρεσκευαζόμην, τοῦτο γὰρ ἠλίθιον· δεῖν, γὰρ ὅπλων τῇ τυραννίδι· ἐπεὶ δὲ τὸ μάλιστα πιθανὸν ἐν τούτῳ τῷ κεφαλαίῳ ἔχομεν, εἰ καὶ πιθανὴν αὐτὸ καλοῦμεν ἀπολογίαν, δοκοῦμεν ἀπίθανον ἔχειν τὸν λόγον τούτου ἐλλείποντος· δεῖ δὲ πανταχοῦ τῷ ῥήτορι τοῦ πιθανοῦ· διὰ τοῦτο μέθοδόν τινα διαλεκτικὴν ὁ τεχνικὸς ἡμῖν δίδωσι, διʼ ἧς δυνάμεθα ἐν τοῖς τοιούτοις ἀναπληροῦν τὸ τῆς ἀπολογίας, ὥστε μὴ ἐλλείπειν τρόπον τινὰ τὸ κεφάλαιον. Ὀνομάζει δὲ τουτονὶ τὸν διαλεκτικὸν τρόπον Ἀριστοτέλης παρὰ τὸ ἑπόμενον, ὅταν τῇ προτάσει καὶ τῇ κατασκευῇ οὐχ ἑπομένην δῶμεν τὴν ἀναστροφὴν, ἀλλὰ σεσοφισμένην, οἷον ὁ ἀλεκτρυὼν δίπους, ἀλλὰ μὴν καὶ ὁ ἄνθρωπος δίπους, ὁ ἄνθρωπος ἄρα ἀλεκτρυών. τὸ μὲν γὰρ εἶναι δίπουν τὸν ἄνθρωπον καὶ τὸν ἀλεκτρυόνα ἀληθὲς, τὸ δὲ τὸν ἄνθρωπον εἶναι ἀλεκτρυόνα σεσόφισται· οὐ γὰρ, εἴ τι δίπουν, τοῦτο ἀλεκτρυών· καὶ πάλιν ὁ ἵππος ζῶον, καὶ ὁ ἄνθρωπος ζῶον, ὁ ἄνθρωπος ἄρα ἵππος ἐστίν· ἦν δὲ ὁ συλλογισμὸς ἐκεῖνος ἀληθὴς, ὁ ἵππος ἄρα καὶ ὁ ἄνθρωπος ζῶά εἰσιν· ἔρρωτο γάρ· ἡ δὲ ἀναστροφὴ σεσόφισται· οὕτω καὶ Δημοσθένης ἐν τῷ περὶ στεφάνου παραλογίζεται τὸν Αἰσχίνην, φησὶ γὰρ οὕτως· «οὐκοῦν ὅτε τούτου μέλλοντος λέγειν ἀπήλασεν αὐτὸν ἡ βουλὴ, καὶ προσέταξεν ἑτέρῳ λέγειν, τότε καὶ προδότην εἶναι καὶ κακόνουν ἡμῖν ἀπεφήνατο.» τοὺς μὲν γὰρ προδότας ἐκβάλλεσθαι ὁμολογεῖται, τὸ δὲ τοὺς ἐκβαλλομένους πάντως εἶναι προδότας οὐκ ἀληθές· ὁ μὲν οὖν κατήγορος τούτῳ χρήσεται τῷ σοφίσματι, παραλογιζόμενος ἐν τοῖς ἀπʼ ἀρχῆς ἄχρι τέλους· ὁ δὲ φεύγων ἐπὶ τῆς πιθανῆς ἀπολογίας ἀναστρέψας τὸ σόφισμα ἐλέγχει τὸ ψεῦδος, ὥσπερ ἐπὶ τῶν προκειμένων παραδειγμάτων· σκηπτοῦ κατενεχθέντος εἰς τὴν Περικλέους οἰκίαν εὑρέθησαν χίλιαι πανοπλίαι καὶ κρίνεται τυραννίδος ἐπιθέσεως· ὁ μὲν γὰρ διώκων ἐν τοῖς ἀπʼ ἀρχῆς ἄχρι τέλους παραλογιεῖται, καθʼ ὃν ἔφαμεν διαλεκτικὸν τρόπον, τὸν παρὰ τὸ ἑπόμενον, ὅτι ὅπλων δεῖ τοῖς τυράννοις. ὅπλα εὑρέθησαν ἐν τῇ Περικλέους οἰκίᾳ, τυραννήσει ἄρα ὁ Περικλῆς· ὁ δὲ φεύγων ἀναστρέψει, σαφῆ ποιῶν τὸν παραλογισμὸν, ὅτι ὅπλα μὲν παρασκευάζονται οἱ τύραννοι, οὐκ εἴ τις δὲ ὅπλα παρασκευάζεται, οὗτος καὶ τυραννήσει· εἰκὸς γὰρ καὶ ἐπʼ ἄλλῳ τὸ ὅπλα παρασκευάζεσθαι, οἷον ἐπὶ τῷ τοῖς πολίταις ἐν χρείᾳ γενομένοις ἐπιδοῦναι, ἢ ὅτι φύσει φιλότιμος περὶ τὴν τῶν ὅπλων κτῆσιν· ὁμοίως καὶ ἐπὶ τοῦ μειρακίου τοῦ καλλωπιζομένου καὶ κρινομένου πορνείας. ὁ γὰρ διώκων ὁρικῶς δεινώσει τὸν καλλωπισμὸν, φάσκων τοὺς πορνεύοντας καλλωπίζεσθαι καὶ σχεδὸν αὐτὸν τὸν καλλωπισμὸν εἶναι πορνείαν. πάλιν δὲ ἀναστρέψει τὸν παραλογισμὸν ὁ φεύγων, ὅτι ὁ μὲν πορνεύων καλλωπίζεται, οὐ πάντως δὲ ὁ καλλωπιζόμενος πορνεύει· εἰκὸς γὰρ καὶ διʼ αὐτὸ τὸ καλὸν καλλωπίζεσθαι· παραλήψεται δὲ τὴν ἀποστροφὴν οὐχ ἁπλῶς, ἀλλὰ τὰ λελεγμένα ἐν τῇ μεταθέσει τῆς αἰτίας ἀναλαμβάνων, ὅτι καλὸν τὸ καλλωπίζεσθαι ἢ καλὸν τὸ ὅπλα κτᾶσθαι· τούς τε γὰρ πολεμίους ἀμύνεταί τις καὶ τοὺς φίλους ὠφελεῖ καὶ περισώζει τὴν πόλιν· εἰ γὰρ ἐπιστάντος πολέμου τηνικαῦτα ζητοίημεν ὅπλα, τάχα ἂν ἐξ ἐπιδρομῆς ἅπαντα λάβοιεν οἱ πολέμιοι πρὸς τὴν τῶν ὅπλων παρασκευὴν τετραμμένων ἡμῶν, καὶ ἕτερα πολλὰ ἐρεῖ καὶ σχεδὸν ὅσα ἐν τῇ μεταθέσει τῆς αἰτίας· χρήσεται δὲ καί τισι παραδείγμασι καὶ οἰκείοις καὶ ξένοις, ὅτι Μιλτιάδης τυχὸν ἢ Παυσανίας ὅπλα παρεσκευάσαντο, καὶ οὐκ ἐπʼ ὀλέθρῳ τῆς πόλεως τοῦτο ἐγένετο, ἀλλʼ ἐπιόντος τοῦ βαρβάρου ῥᾳδίως ἀντεπεξῆλθον· τοσαῦτα μὲν περὶ τοῦ ἐμπίπτειν καὶ ἐλλεῖπον ἀναπληροῦν τὸ κεφάλαιον· λεκτέον δὲ ἤδη καὶ τὴν ἐκβολὴν τῆς πιθανῆς ἀπολογίας. οὐ γὰρ δὴ μονομερὲς τῷ φεύγοντι γενήσεται τὸ κεφάλαιον· ἐκβάλλει οὖν τὴν πιθανὴν ἀπολογίαν ὁ διώκων, ἢ κατὰ ἄγνοιαν φάσκων γεγενῆσθαι τὸ συμβὰν, ἢ κατὰ μέθην, ἢ κατά τινα δαιμονίαν τύχην· μᾶλλον δὲ ἐπὶ τῷ τρόπῳ τῷ κατʼ ἄγνοιαν, ὃς διαιρεῖται εἰς τὸ μήτε ὀρθῶς, ἀλλʼ ἐκ τοῦ παρατυχόντος λογίσασθαι, καὶ εἰς μέθην, καὶ εἴς τινα δαιμονίαν τύχην· ἔστω δὲ αὐτῶν παραδείγματα· νέος πλούσιος κωμάζων ἐπὶ τὸ δεσμωτήριον ἀνεβόησε, «θαρσεῖτε, ὦ δεσμῶται, αὖθις λυθήσεσθε,» καὶ κρίνεται τυραννίδος ἐπιθέσεως. χρωμένου γὰρ τῇ πιθανῇ ἀπολογίᾳ τοῦ φεύγοντος, ὅτι οὐκ ἂν, εἴπερ ἐβουλόμην τυραννεῖν, διεκελευόμην τοιαῦτα ταῖς δεσμώταις, ὥσπερ τις φανερὸν ἑαυτὸν ἐπὶ τῇ τυραννίδι καταστῆσαι βουλόμενος, ἐκβάλλει τοῦτο τοῖς προκειμένοις ὁ διώκων, ὡς μάλιστα μὲν οὐκ ᾤετό τινας ἐπακούσεσθαι αὐτοῦ νυκτὸς οὔσης· ὅπερ ἐστὶ κατʼ ἄγνοιαν· ἔπειτα εἰκὸς καὶ ὑπὸ μέθης αὐτὸν ἐξαχθέντα ἐκφῆναι τὸ βούλευμα, οἷον κωμάζοντα. τρίτον ὅτι κατά τινα δαιμονίαν ἴσως τύχην ἀνέκραγεν, ἵνα φυλαξώμεθα ἐπιβουλὴν καὶ λαβόντες αὐτὸν ἀνέλωμεν· περιφανέστατα δὲ ὁ Δημοσθένης ἐχρήσατο τῷ κατʼ ἄγνοιαν τρόπῳ ἐν τῷ περὶ παραπρεσβείας· κρίνων γὰρ τὸν Αἰσχίνην, ὡς δῶρα λαβόντα ἐπὶ φθορᾷ τῆς πόλεως, διʼ ὧν ἐπὶ τῇ Φωκέων ἀπωλείᾳ καὶ τῇ πάντων καταστροφῇ καὶ τῷ προσδοκωμένῳ κινδύνῳ τῆς πόλεως αὐτὸς ἐθάρρει πρὸς Φίλιππον διὰ μέσου πορεύεσθαι τοῦ τῶν Θηβαίων στρατεύματος, ἣν παρέλαβεν ἐκεῖνος πιθανὴν ἀπολογίαν ἀναστρεφόμενος πρὸς τὰ ἀπʼ ἀρχῆς ἄχρι τέλους, ὡς εἴπερ δῶρα εἰλήφειν καὶ ἐπεπράκειν Φιλίππῳ τὰ πράγματα, οὐκ ἂν φανερῶς πρὸς αὐτὸν ᾠχόμην, ἵνα μὴ καταστήσω περιφανῆ τὴν δωροδοκίαν ταύτην, ὁ ῥήτωρ προανεῖλεν εἰπών· «ἐπειδὴ ταῦτα ἦν καὶ τοιαύτη ταραχὴ καὶ τοιοῦτος θόρυβος περιειστήκει τὴν πόλιν, τηνικαῦτα ὁ σοφὸς καὶ δεινὸς οὗτος καὶ ἄφωνος οὔτε βουλῆς οὔτε δήμου χειροτονήσαντος αὐτὸν, ᾤχετο πρεσβεύων ὡς τὸν ταῦτα πεποιηκότα, οὔτε τὴν ἀρρωστίαν, ἐφʼ ᾗ τότε ἐξωμόσατο λογισάμενος, οὔτε ὅτι ἄλλος πρεσβευτὴς εὕρηται ἀντὶ τούτου, οὔτε ὅτι τῶν τοιούτων ὁ νόμος θάνατον τὴν ζημίαν εἶναι κελεύει, οὔτε ὅτι πάνδεινόν ἐστιν ἀπηγγελκότων ὡς ἐπικεκήρυκται χρήματα αὐτῷ ἐν Θήβαις, ἐπειδὴ Θηβαῖοι πρὸς τῷ τὴν Βοιωτίαν ἅπασαν ἔχειν καὶ τῶν Φωκέων ἐγκρατεῖς γεγόνασι, τὸ τηνικαῦτα εἰς μέσας τὰς Θήβας καὶ τὸ τῶν Θηβαίων στρατόπεδον βαδίζειν. ἀλλʼ οὕτως ἔκφρων ἦν καὶ ὅλος πρὸς τῷ λήμματι καὶ τῷ δωροδοκήματι, ὥστε ἅπαντα ταῦτα ἀφελὼν καὶ παριδὼν ᾤχετο·» ἀπὸ γὰρ τῆς ἀγνοίας ἀφεῖλεν αὐτοῦ τὴν πιθανὴν ἀπολογίαν, ὅτι ἀγνοῶν καὶ νενευκὼς ὅλως πρὸς τὴν δωροδοκίαν, καὶ ὥσπερ ἐκστὰς τῶν φρενῶν οὐκ ἐλογίσατο τὰ δέοντα, οὐδὲ ὅ τι δεῖ πράττειν· χρήσαιτο δʼ ἄν τις καὶ τῷ κατὰ τύχην ὡς ἀπεδείξαμεν, ὅτι θεῶν προνοίᾳ ταῦτʼ ἐπράττετο, καὶ τῷ κατὰ μέθην ἐνταῦθα μὲν οὔ, ἐν ἑτέροις δὲ, ἐν οἷς ἂν ἡ ὑποκειμένη διδοίη τοιοῦτόν τι λέγειν ὑπόθεσις.

οʹ. Ἐν τούτῳ γὰρ ὁ κατήγορος πολλὴν ἔχων τὴν ἰσχὺν τῶν σημείων οὐ μόνον εἶναι σημεῖα τοῦ πορνεύεσθαι λέγει, ἀλλὰ καὶ αὐτὸ καθʼ αὑτὸ ὁριεῖται πορνεύειν εἶναι τὸ καλλωπίζεσθαι, νέον ὄντα καὶ τὰ γυναικῶν ἐπιτηδεύοντα· ἀκριβῶς οὖν τὸ βιαίως προσέθηκεν, οὐ γὰρ ἀληθὴς, ἀλλὰ βίαιος ἡ κατασκευὴ καὶ ὑπερβολῆς τινος ἕνεκα· οὐ γὰρ ὄντως ταὐτὸν τὸ καλλωπίζεσθαι τῷ πορνεύειν ἐπιδεῖξαι πρόκειται, ἀλλʼ ἐκ περιουσίας καὶ ὑπερβολῆς, ὡς ἔφαμεν, παραλαμβάνεται· φύσει γὰρ μέρος ἀδικήματος καὶ ὑπαίτιον τὸ γενόμενον, οὐκ αὐτὸ δὲ καθʼ ἑαυτὸ ἔγκλημα· ἦ γὰρ ἂν ὅρος ἦν, οὐκέτι στοχασμός.

`7.327`

οαʹ. Ἑωρακὼς ὁ τεχνικὸς, ὡς ἀδύνατον ἐν τοῖς τοιούτοις ζητήμασιν εὑρεθῆναι τὴν πιθανὴν ἀπολογίαν, ἐσκόπησεν, ἀλλʼ ὅτι κεφάλαιον ἐν τοῖς τοιούτοις ζητήμασι τὸ καλούμενον μὴ ἀντιστρέφον· δῆλον δὲ τὸ λεγόμενον, οὐ γὰρ ἐξ ἀμφοτέρων τῶν μερῶν ἁρμόζει συνιστάμενον ἀλλʼ ἐξ ἑνός· διὰ τοῦτο γὰρ καὶ μὴ ἀντιστρέφον καλεῖται τὸ κεφάλαιον, ὅτι ἐξ ἑνὸς συνίσταται μέρους· καὶ ἀναγκαῖόν ἐστιν, οὐ μὴν ἀναστρέφει πρὸς τὸ ἕτερον· ἐρεῖ γὰρ, ὅτι τοῖς μὲν τυραννεῖν βουλομένοις χρεία πάντως καὶ ὅπλων, οὐ μὴν ὁ κεκτημένος ὅπλα τυραννεῖν ἐθελήσει· ἔνθα χρήσεται τῇ μεταθέσει τῆς αἰτίας, τοῖς αὐτοῖς κεφαλαίοις ἐπεξιὼν, ὅτι πρὸς εὐεργεσίαν τῆς πόλεως, ἵνα τῷ δήμῳ δεομένῳ χορηγήσω καὶ τὰ παραπλήσια.

`7.328`

οβʹ. Μέχρι μὲν τούτων τὴν διαίρεσιν τῶν κεφαλαίων Ἑρμογένης ἡμῖν ἀκριβῶς παραδέδωκε, νυνὶ δὲ καὶ κοινὴν βούλεται τεχνολογῆσαι ποιότητα, τουτέστι τοὺς ἐπιλόγους, οἳ καὶ μέρος τοῦ λόγου τυγχάνουσιν· ὡς γὰρ πολλάκις ἀκηκόαμεν, ὁ λόγος ἅπας διῄρηται προοιμίῳ, προκαταστάσει, καταστάσει, ἀγῶσι, παρεκβάσει, ἐπιλόγοις· οἱ αὐτοὶ δὲ οὗτοι καὶ ὡς ἓν κεφάλαιον λαμβάνονται τῆς ὅλης στάσεως· καὶ δεῖ οὕτω νοῆσαι τὸ «ἡ κοινὴ ποιότης οἱ ἐπίλογοί εἰσιν,» ὡσανεὶ ἔλεγεν, ἡ κοινὴ ποιότης, ἡ ἐν τοῖς ἐπιλόγοις συμβαίνουσα γίνεσθαι τὸν κοινὸν ἔχει τόπον, καὶ ἔστι κοινὸς τόπος· μετὰ γὰρ τὸ ἀγωνίσασθαι καὶ δεῖξαι ὑπεύθυνον τῷ ἐγκλήματι τὸν κατηγορούμενον τότε καὶ τὸν κοινὸν τόπον παραληψόμεθα, καταφορὰν ἐμποιοῦντα τῷ λόγῳ· καινοπρεπῶς δὲ αὐτὸ εἶπεν· οὐ γὰρ ἡ ποιότης οἱ ἐπίλογοί εἰσιν, ἀλλʼ ἡ ποιότης τῶν ἐπιλόγων ἐστί· τὸ περιεχόμενον οὖν εἶπεν ἀντὶ τοῦ περιέχοντος, αὐτὴν δὲ τὴν ποιότητα ἐπίλογον ἐκάλεσεν ἴσως διὰ τὴν αὔξησιν, κοινὴν δὲ τὴν μὴ τῶν ὡρισμένων καὶ κυρίων προσώπων, οἷον Ἀλκιβιάδου, Περικλέους, ἀλλʼ ὡς ἐπὶ τοῦ κοινοῦ τόπου ἀορίστως αὐξόντων ἡμῶν τὸ προκείμενον κατὰ τυράννου παντὸς ἢ ἀνδροφόνου· ἢ ὃ τὸ πρόβλημα βούλεται· κοινὴ γὰρ ποιότης λέγεται, ἐπειδὴ ταύτην ἀεὶ καθολικῷ προάγοντες λόγῳ οὐ τὸν κατηγορούμενον μόνον ὑποβάλλομεν τοῖς λεγομένοις, ἀλλὰ καὶ ὅσοις τὰ παραπλήσια δέδρασται· ἢ διότι κοινόν ἐστιν ἀμφοτέρων τῶν μερῶν τὸ κεφάλαιον, ἑκατέρου τῶν ἀγωνιζομένων τὴν οἰκείαν ποιότητα πρὸς τῷ πέρατι τοῦ λόγου συνιστῶντος, καὶ τῶν πλατέως διʼ ὅλου τοῦ λόγου κατασκευασθέντων σύντομον ὑπόμνησιν ποιουμένων· κατεχρήσατο δὲ εἰπὼν δευτερολογίαν, δευτερολογίαν δὲ καλοῦσιν οἱ παλαιοὶ τοὺς δευτέρους λόγους, ἑτέρων προειπόντων τὰς πρωτολογίας· δόξει οὖν παράδοξον εἶναι τὸ λεγόμενον· εἶδος γὰρ ὑποθέσεώς ἐστιν ὁ λόγος οὗτος, ὥσπερ ὁ κατʼ Ἀνδροτίωνος καὶ ὁ πρὸς Λεπτίνην, ἀλλὰ λέγομεν, ὅτι τὴν ἀνακεφαλαίωσιν οὕτως ὠνόμασε περὶ τὰ αὐτὰ λόγον δεύτερον, ἐπειδὴ καὶ αἱ δευτερολογίαι λόγοι εἰσὶν ἐπιλογικώτεροι.

ογʹ. Ἐπειδὴ πάντων ἐστὶ τῶν λόγων ἡ κοινὴ ποιότης, οὐ μόνον τῶν στοχαστικῶν, εἰκότως ἐν τῷ στοχασμῷ πάσης αὐτῆς ποιεῖται τὴν διδασκαλίαν, ἵνα κἀν ταῖς λοιπαῖς ἀγνωμονῶμεν· τοπικῶς δὲ λέγει κατὰ κοινὸν τόπον καταφορὰν ποιουμένων τῶν λεγόντων καὶ καταδρομῇ κεχρημένων πρὸς τὸ ὑποκείμενον, εἴτε κατὰ τυράννου, εἴτε κατὰ ἀνδροφόνου, ἢ ὅπερ ἂν ᾖ τὸ προκείμενον.

`7.329–7.336`

οδʹ. Κοινὴ ποιότης ὠνόμασται κατά τινας, ὅτι τὸν καλούμενον κοινὸν τόπον ἔχει, καὶ ὅλως οὐδέν φασι διαφέρειν τὴν κοινὴν ποιότητα τοῦ κοινοῦ τόπου· αὔξησιν γὰρ ἔχει ἡ κοινὴ ποιότης· τὰ δὲ αὐξητικὰ ἐκ τῶν καθόλου λαμβάνονται· καὶ ὁ κοινὸς δὲ τόπος ταύτην εἴληχε τὴν προσηγορίαν, ὅτι κοινὴν κατὰ παντὸς ἀνδροφόνου ποιεῖται καταδρομὴν, καὶ κοινὴν κατὰ ἱεροσύλου παντός· ἀλλὰ πρός γε τοῦτο ῥητέον, ὡς διαφέρει ὁ κοινὸς τόπος τῆς κοινῆς ποιότητος τῷ τὸν μὲν ἀεὶ ἐπὶ τῶν καθόλου ἑστάναι, τὴν δὲ φέρεσθαι ἀπὸ τῶν καθόλου ἀεὶ ἐπὶ τὸ μερικόν· παραλαμβάνοντες γὰρ ἐν τῇ κοινῇ ποιότητι τὰ καθολικώτερα, οὐχ ἁπλῶς μέχρι τούτων ἱστάμεθα, ἀλλὰ τοῖς ἑκάστοτε ἡμῖν ὑποκειμένοις προσώποις ἐφαρμόζομεν, ὥστε τελευτᾷν τὸ καθολικὸν ἀεὶ πρὸς τὸ μερικώτερον· τοῦτο μὲν οὖν πρὸς τοὺς φάσκοντας ταὐτὸν εἶναι κοινὴν ποιότητα καὶ τόπον κοινόν· ἕτεροι δὲ κοινὴν ποιότητα ἔφασαν ὠνομάσθαι τοὺς ἐπιλόγους, ὅτι κοινοί εἰσι τῷ φεύγοντι καὶ τῷ διώκοντι· καὶ τοῦτο μὲν οὐ πόρρω σκοποῦ, ἀλλʼ ἔχοιτο ἄν τινος ὑγιοῦς· χρὴ μέντοι τὴν ὑπὸ τοῦ τεχνικοῦ παραδεδομένην αἰτίαν ἡμᾶς παραδέχεσθαι καθεστηκυῖαν ἀμείνονα· αἱ γὰρ δευτερολογίαι, φησὶ, γίνονται ἐν παντὶ ζητήματι, ἀλλʼ οὐκ ἐν στοχασμῷ μόνον· δευτερολογίαν μὲν οὖν τὴν κοινὴν ποιότητα ὀνομάζει, καὶ μικρὸν ὕστερον περὶ τούτου διαλεχθήσομαι· φησὶ δὲ ὡς οἱ ἐπίλογοι τουτέστιν ἡ κοινὴ ποιότης κοινή ἐστι πάσης στάσεως, κατὰ τοῦτο ἂν εἰκότως ῥηθείη κοινὴ ποιότης· ἐντεῦθεν δὲ πρὸς ἑτέραν ἀπορίαν ὡρμήθησαν· εἰ γὰρ ἁπασῶν καθεστάναι τῶν στάσεων ἔφη τὴν κοινὴν ποιότητα, τί μᾶλλον ἐπὶ τοῦ στοχασμοῦ μνήμην αὐτῆς ἐποιήσατο, καὶ οὐκ ἀπʼ ἄλλης τινὸς, οἷον ἐπὶ τῆς συγγνώμης ἢ τῆς μεταλήψεως, καὶ πρόχειρος ἡ πρὸς τοῦτο ἀπάντησις· πρῶτον μὲν γὰρ, καθὸ προτιμότερος τῶν ἄλλων στάσεων ὁ στοχασμὸς, εἴγε καὶ ἡγεῖται πασῶν, κατὰ τοῦτο ἐχρῆν κατὰ τὸν στοχασμὸν ἤπερ ἐπί τινος ἄλλης ῥηθῆναι τῶν στάσεων· ἔπειτα καὶ ἀναγκαῖον, εἰ μὲν γὰρ ἐν ἄλλῃ τινὶ διέλαβε στάσει περὶ τῆς κοινῆς ποιότητος, οὐκ ἂν αὐτὴν ἐπὶ τοῦ στοχασμοῦ ἐπιστάμεθα, ἀλλʼ ἐζητοῦμεν καὶ ἀνεμένομεν, ἕως ἐπʼ αὐτὴν ἀφιξόμεθα· ἐπὶ δὲ τοῦ στοχασμοῦ ῥηθείσης αὐτῆς οὐκέτι ζητοῦμεν ἐπὶ τῶν ἄλλων, ἤδη μαθόντες αὐτὴν ἐν τῇ πρώτῃ τῶν στάσεων· τοσαῦτα περί τε τοῦ ὀνόματος καὶ τῆς τάξεως ἔνεστι λέγειν· ἐπιλαμβάνονταί τινες τοῦ τεχνικοῦ φάσκοντες ἡμαρτηκέναι αὐτὸν, ὠνομακότα δευτερολογίαν τοὺς ἐπιλόγους· πῶς γὰρ, φησὶ, δευτερολογίαι οἱ ἐπίλογοι, ὅπου καὶ ἐν πρωτολογίᾳ εὑρίσκονται; ἀλλʼ οἵ γε τοιοῦτοι τὴν δευτερολογίαν, ποσαχῶς λέγεται, τὸ πάμπαν ἠγνοήκασιν· λαμβάνεται γὰρ ἡ δευτερολογία τριχῶς, ἤτοι μένοντος καὶ τοῦ αὐτοῦ πράγματος καὶ τοῦ αὐτοῦ προσώπου· ἔστωσαν δὲ ἐν παραδείγματι οἱ φονικοὶ Ἀντιφῶντος· προῆλθε γὰρ ἐν αὐτοῖς κατηγορῶν, εἶτα ἀπολογούμενος, εἶτα αὖθις κατηγορῶν καὶ πάλιν ἀπολογούμενος· ἢ τοῦ αὐτοῦ μὲν πράγματος μένοντος ἀμειβομένου τοῦ προσώπου, ὡς ἔστιν ὁ κατὰ Ἀνδροτίωνος· περὶ γὰρ τοῦ αὐτοῦ πράγματος ἔφη πρότερον μὲν Εὐκτήμων, δεύτερον δὲ ὁ Διόδωρος· ἐν τοῖς κατὰ Ἀριστογείτονος ὁμοίως Λυκοῦργος πρότερος, ἐπʼ ἐκείνῳ Δημοσθένης· ἢ τοῦ αὐτοῦ μὲν προσώπου μένοντος, οὐ τοῦ αὐτοῦ δὲ πράγματος, ὅταν ὁ μὲν πρότερος λόγος περὶ τοῦ πράγματος γίνοιτο, ὁ δὲ δεύτερος περὶ τοῦ προστιμήματος, ὡς ἔχομεν ἐν τῷ κατὰ Τιμοκράτους· ἔξεστι δὲ εἰπόντα τὸν πρότερον λόγον μεταστῆναι· πολλαχῶς οὖν λεγομένη ἡ δευτερολογία ἔλαθεν αὐτούς· οὐ γὰρ ἂν ὡς μονοσχιδοῦς καθεστηκυίας αὐτῆς ἐπιλαμβάνονται τοῦ τεχνικοῦ, οἷα μὴ καλῶς εἰπόντος δευτερολογίαν τοὺς ἐπιλόγους, εἴγε καὶ ἐν πρωτολογίᾳ εὑρίσκονται· τούτους μὲν οὖν αὖ ληρεῖν ἐατέον· ὥσπερ δὲ ἐλέγομεν πολλαχῶς λέγεσθαι τὴν δευτερολογίαν, οὕτω σημαίνειν ἐν τῇ συνηθείᾳ τὴν διττολογίαν· καὶ γὰρ δευτερολογεῖν φαμεν τὸ διττολογεῖν· κατὰ τοῦτο οὖν εἶπεν δευτερολογίαν τοὺς ἐπιλόγους, ἐν γὰρ αὐτοῖς ἀνακεφαλαιούμεθα· ἡ δὲ ἀνακεφαλαίωσις οὐδὲν ἕτερόν ἐστιν ἢ διττολογία· τὰ γὰρ ἤδη ἡμῖν ἐν τοῖς ἀγῶσιν εἰρημένα αὖθις ἀναλαμβάνομεν· διαιροῦνται δὲ οἱ ἐπίλογοι διχῆ, εἴς τε τὸ πραγματικὸν καὶ εἰς τὸ παθητικὸν, τὸ μὲν οὖν πραγματικὸν ἀνακεφαλαίωσιν ἔχει καὶ ἀνάμνησιν τῶν ἐν τοῖς ἀγῶσιν εἰρημένων· τὸ δὲ παθητικὸν ἐλέου θήραν, ἐλέου ἐκβολήν· τὸ μὲν τοῦ φεύγοντος τὸ δὲ τοῦ κατηγόρου· ἔχει δὲ φθόνου ἐκβολήν· ἰστέον δὲ ὡς τὸ μὲν παθητικὸν μέρος τῶν ἐπιλόγων τῷ δικανικῷ εἴδει μόνῳ προσήκει· τὸ δὲ πραγματικὸν τουτέστιν ἡ ἀνακεφαλαίωσις πᾶσι τοῖς εἴδεσι τῆς ῥητορικῆς· οὐ γὰρ ἐν δικανικῷ μόνῳ παραληφθήσεται, ἀλλʼ ἔτι κἀν τῷ συμβουλευτικῷ καὶ τῷ πανηγυρικῷ· οὐ μόνον δὲ, ἀλλὰ καὶ ἐν ἐπιστολαῖς, εἰ μακρότεραι εἶεν· καὶ πανταχοῦ σχεδὸν τὰς ἀνακεφαλαιώσεις παραλαμβάνομεν· εἰς δύω τοίνυν ταῦτα διαιρουμένων τῶν ἐπιλόγων, τὸ μὲν πραγματικὸν κοινόν ἐστι τῷ κατηγορουμένῳ καὶ τῷ διώκοντι, ὁμοίως γὰρ ἑκάτερον ἀναμιμνήσκει τῶν ἑαυτοῦ ἰσχυρῶν τοὺς ἀκούοντας· τὸ δὲ παθητικὸν οὐ κοινὸν, κατά γε τὴν ἐργασίαν, οὐδὲ τὸν αὐτὸν τρόπον ὑφʼ ἑκάτερον παραλαμβάνεται· ἀλλʼ ὁ μὲν κατήγορος αὐξητικῶς προσφέρει τὰ παθητικὰ, ἐξαίρων πρὸς ὀργὴν τοὺς δικαστὰς, καὶ προκαλούμενος ἐπὶ μεγίστην τιμωρίαν κατὰ τοῦ φεύγοντος· τοῦτο γάρ ἐστιν, ὅ φησιν ὁ τεχνικὸς τοπικῶς, οἱονεὶ αὐξητικῶς, ἔνθεν καὶ κοινὸς τόπος, ὥσπερ εἰ λέγει τις κοινὴ αὔξησις· ὁ δὲ φεύγων κατὰ μείωσίν τινα καὶ ὕφεσιν τὰ πάθη λαμβάνει, καταφέρων πρὸς οἶκτον τοὺς δικαστάς· ἐλεεινῷ τε γὰρ χρῆται καὶ ὑφειμένῃ τῇ φωνῇ, γυναίου χηρείαν λέγων, παιδίων, ὀρφανίαν, καὶ συγχέων τοὺς δικαστὰς οὐ μιᾷ μόνῃ τῇ διὰ τῶν ὤτων αἰσθήσει, ἀλλʼ ἔτι καὶ τῇ θέᾳ τὰς τούτων διανοίας ταράττων· οὐ γὰρ μόνον ἐλεεινοῖς κέχρηται λόγοις, ἀλλʼ ἔτι καὶ θεάματα οἰκτρότατα παραδείκνυσιν· ἐπὶ ταπεινοῦ σχήματος εἰσφέρων πατέρας, καὶ ῥάκια περιβάλλων τῇ γυναικὶ καὶ τοῖς παισί· τοιαῦτα παραλαμβάνει ὁ φεύγων τὰ παθητικά· ἐκεῖνο δὲ ἄξιον ἐπιστάσεως· ἐν γὰρ τοῖς σεμνοτάτοις τῶν λόγων ταῦτα λαμβάνειν χώραν οὐ δύναται· βλάπτοι γὰρ ἂν μᾶλλον, καταφέροντα τὸ ἀξίωμα τοῦ προσώπου· οἷον εἰ Περικλῆς κρίνοιτο προδοσίας, οὐκ ἂν δακρύοις ἐθέλοι διαφεύγειν τὸ ἔγκλημα, οὐδʼ ἂν γύναια καὶ παιδία ἕλοιτο παραλαβεῖν κλαίοντα, εὐτελὲς γὰρ καὶ ταπεινὸν εἶναι δείξας τὸ φρόνημα τοῖς δικασταῖς καταφρονηθήσεται· τί οὖν ἐν τοῖς τοιούτοις ἡμᾶς προσήκει ποιεῖν, ἐδίδαξεν ὁ σοφώτατος Πλάτων, ὡς δεῖ μὲν ἀποφεύγειν τὰ τοιάδε, μῆ ψιλῶς δὲ οὕτως παρατρέχειν ὑπερβαίνοντας, ἀλλὰ κατὰ παραίτησιν αὐτὰ καὶ κατὰ παράλειψιν λέγειν τὴν αἰτίαν τῆς ἀποφυγῆς, φράζοντας πρὸς τοὺς δικαστάς· αἰτίαι δὲ ἡμῖν γίνονται οἱ τῶν κατηγόρων λόγοι, ἃ γὰρ καθʼ ἡμῶν ἐπὶ ταῖς ἐλεεινολογίαις λέγοι ἂν ὁ κατήγορος, οἷον ὡς οὐ πρέπει τῷ δημαγωγῷ Περικλεῖ εἰς δάκρυα καταφεύγειν καὶ τούτοις ἡμᾶς παρακρούεσθαι, οὐδὲ Σωκράτει φιλοσόφῳ γε ὄντι προσήκει δακρύειν, εἰ τεθνήξεται, ἢ γύναια παράγειν ὀλοφυρόμενα, ἀλλʼ ἀποδεικνύειν, εἰ περὶ ψευδῶν κατηγορεῖται, αὐτὰ ταῦτα, ὡς ἔφην, τὰ ὑπὸ κατηγόρου λεγόμενα ἡμεῖς ἐροῦμεν, ἀποφυγόντες τὰ παθητικά· οἷον ὅτι εἰώθασι μὲν ταῦτα ποιεῖν ἅπαντα, παίδων ἀναμιμνήσκειν ἡμᾶς ὀρφανίας, καὶ γυναικῶν χηρείας, καὶ τῶν πατέρων λέγειν ἐρημίαν· ἐγὼ δὲ οὐκ ἂν εἰς ταῦτα καταφευξαίμην· αἰδεσθήσομαι γὰρ ἐμαυτὸν, φαίη ἂν ὁ Σωκράτης, μή τι σκώμματος ἐντεῦθεν τῇ φιλοσοφίᾳ προσβάλοιμι, δόξας διὰ τῶν τοιούτων ἐκκλίνειν τὸν ἔλεγχον· ὃ γοῦν ὁ σοφὸς Πλάτων ἐν τῇ Σωκράτους ἡμᾶς ἀπολογίᾳ διδάσκει, λεκτέον· κρινόμενον γὰρ ἀσεβείας τὸν Σωκράτην εἰ παρήγαγεν ἐπὶ τῷ θανάτῳ δακρύοντα, οὐδὲ ἑαυτὸν ἐδείκνυ Θεαρίωνος ἢ Σαράμβου καλλίονα, ἀλλὰ κατέλυσεν ἐντεῦθεν τοῦ φιλοσόφου τὸ φρόνημα· καὶ οὐδʼ ἂν εἷς προσέσχεν Ἀθηναίων αὐτῷ· οὕτως ἡμῖν ὁ Πλάτων θαυμάσιον οἷον παράδειγμα τῆς ἐπὶ τῶν ἀξιωμάτων ἐλεεινολογίας παρέσχετο· καὶ ταῦτα μὲν περί τε διαιρέσεως τῶν ἐπιλόγων εἰρήσθω καὶ εὑρέσεως· ἔφαμεν γὰρ μὴ ἀεὶ εὑρίσκεσθαι τὸ ἀπὸ τοῦ φεύγοντος παθητικὸν μέρος τῶν ἐπιλόγων, καὶ πῶς ἂν αὐτὸ μὴ εὑρισκόμενον θεραπεύσοιμι; λέξομεν δὲ ἤδη περὶ τῆς ἐργασίας αὐτῶν ἐπαναδραμόντες εἰς τὴν διαίρεσιν· τῶν γὰρ ἐπιλόγων διχῆ τεμνομένων εἴς τε τὰ ἀνακεφαλαιωτικὰ καὶ τὰ παθητικὰ, τὴν μὲν ἀνακεφαλαίωσιν διὰ τῶν ἐπικαίρων, φησὶν, ἑκάτερος ποιεῖται, τουτέστι τῶν ἰσχυρῶν, οὐ γὰρ πάντα ἀνακεφαλαιούμεθα, ἀλλʼ ἐκεῖνα μόνα, οἷς ἰσχύομεν μάλιστα· τὰ δὲ παθητικὰ τούτοις ἐπισυμπλέκεσθαι δεῖ· εἰ μὲν τὴν τοῦ κατηγόρου τάξιν ἔχοιμεν, αὐξητικῶς καὶ πρὸς ὀργὴν κινούντων ἡμῶν τοὺς δικαστάς· εἰ δὲ φεύγομεν ἐλεεινολογουμένων καὶ πάθη κινούντων. καὶ πρῶτόν γε ῥητέον, πῶς ἂν χρησαίμεθα τῇ ἀνακεφαλαιώσει, δεῖ γὰρ πολλάκις ταῦτα λέγειν· ἀναλαμβάνοντες, εἴγε ἀνακεφαλαιούμεθα μὲν τὰ ἰσχυρὰ, ταῦτα δὲ πανταχοῦ λεγόμενα κόρον ἔχει, σκοπεῖν οὖν ἐνταῦθα χρὴ, πῶς ἂν ἐλεεινολογοῦντες τὸ προσκορὲς διαφύγοιμεν; τοῦτο δὲ ἡμῖν ἡ τῶν σχημάτων ποικιλία παρέξεται· ἐὰν ἄλλοτε ἄλλως αὐτὰ σχηματίζοντες εἰσφέρωμεν, πῆ μὲν τῷ κατʼ ἐπαγγελίαν χρώμενοι σχήματι, ὡς ἔχει τὸ παρὰ τῷ Δημοσθένει «συλλογίσασθαι δὴ βούλομαι τὰ κατηγορούμενα, ἀπέδειξα μηδὲν ἀληθὲς ἐπηγγελκότα» καὶ τὰ ἑξῆς· πῆ δὲ τῷ κατʼ ἐρώτησιν, ὡς ἐν τῷ περὶ στεφάνου· «εἶτά με ἐρωτᾷς, ἀντὶ ποίας ἀρετῆς ἀξιῶ στεφανοῦσθαι;» ἢ τῷ κατὰ σύγκρισιν, ὡς ἐν τῷ παραπρεσβείας ὁ Δημοσθένης· πρὸς γὰρ τὴν Ἐπικράτους καὶ Λέοντος πρεσβείαν ἀντεξετάζων τὴν Αἰσχίνου πρεσβείαν, εὐκαίρως εἰσφέρει καὶ ἀνακεφαλαιοῦται πάντα, ὅσα τὴν πόλιν ἠδίκησε· τοσαῦτα μὲν οὖν περὶ τῆς ἀνακεφαλαιώσεως. Τὰ δὲ παθητικὰ, ὡς ἔφαμεν, ἢ τὰ αὐξητικὰ τούτου ἐπισυμπλέκεσθαι δεῖ· καὶ ὁ μὲν διώκων τοῖς αὐξητικοῖς χρώμενος, καθά φησιν ὁ τεχνικὸς, πρὸς ὀργὴν κινήσει τὸν δικαστὴν, καὶ δεινότατα παραστήσει τὸ κατηγορούμενον· ὁ δὲ φεύγων ἐκ τοῦ ἐναντίου ἐλεεινολογήσεται, καταφέρων διὰ τῶν παθητικῶν τὰ φρονήματα τῶν δικαστῶν· ἐνταῦθα δὲ, φησὶ, καὶ αἱ τῶν γυναίων ἐπαγωγαὶ χρήσιμοι, καὶ αἱ τῶν παίδων καὶ πατέρων, εἰ τύχοι, καὶ συγγενῶν, ὅπερ ἐλέγομεν ἀνωτέρω· οὐ μόνη ἀκοὴ τὸν ἔλεον ἐργάσεται, ἀλλὰ καὶ τῇ ὁρατικῇ αἰσθήσει τὸν νοῦν ἐπιταράξει τῶν δικαζόντων· οὐ γὰρ οὕτως ἡμᾶς ἐκπλήττει τὰ λεγόμενα, ὅσον ἐπʼ αὐτῶν τῶν σχημάτων φαινόμενα· τὸν γοῦν Ὑπερίδην φασὶν οὕτω τὸν ὑπὲρ Φρύνης νικῆσαι λόγον, ὡς γὰρ ἡττᾶτο, φησὶν, εἰσήγαγε τὴν ἑταίραν ἐπί τινος ἐλεεινοῦ σχήματος, παιομένην τὰ στήθη γυμνὰ, καὶ τὸν χιτῶνα περιρρήξασαν, καὶ οἱ δικασταὶ πρὸς οἶκτον ἰδόντες ἀπεψηφίσαντο· τούτου οὖν ἰσχυροῦ τοῦ κεφαλαίου καθεστῶτος δεῖ τὸν κατήγορον ἐκλῦσαι τὸ πάθος διὰ τῶν τελικῶν ἀντεισφέροντα τὸ δίκαιον αὐτῷ, τὸ πρέπον, τὸ δυνατὸν, τὸ νόμιμον· τὸ μὲν οὖν νόμιμον, ὡς οὐ δίκαιον ἥττονας ἀποφαίνειν τοὺς νόμους τῶν τούτου δακρύων, διʼ οὓς ἐν ἅπασι καλοῖς καθέστηκε τὰ ἀνθρώπινα, καὶ ᾧ μόνῳ τῶν θηρίων διενηνόχαμεν, καὶ τό γε μεῖζον ἡμῖν, ὅτι διὰ τοὺς νόμους εἰσὶ δικασταὶ καὶ τῶν ψήφων ὑμεῖς οὐ διʼ ἄλλο τι καθεστήκατε κύριοι· ἐνθυμήθητε οὖν, ὅτι δικασταὶ ὀνομάζεσθε, καὶ ὅτιπερ ὁ δικαστὴς τῆς τῶν νόμων φυλακῆς ἐστιν ὄνομα· ἔχομεν δὲ τούτου ἐν τῷ κατὰ Μειδίου παράδειγμα· ἀλλʼ ὅταν οὗτος ἔχων τὰ παιδία τούτοις ὑμᾶς ἀξιοῖ δοῦναι τὴν ψῆφον, τότε ὑμεῖς τοὺς νόμους ἔχοντά με πλησίον ἡγεῖσθε παρεστάναι καὶ τὸν ὅρκον, ὃν ὀμωμόκατε καὶ τὰ ἑξῆς· τό τε δίκαιον λαμβάνεται πολλαχῶς ἢ γὰρ ἐκ τοῦ ὁμοιοτρόπου λαμβάνομεν, ὅτι δίκαιον τούς τε ἀγαθοὺς τῶν ἀνδρῶν ταῖς ἴσαις ἀμείβεσθαι τιμαῖς καὶ δωρεαῖς, καὶ τοὺς φαύλους ὁμοίως τιμωρίαις τε καὶ κολάσεσι καὶ πᾶσι δεινοῖς ἢ ἐξ αὐτῶν τῶν δικαστηρίων· καὶ αὐτοὶ οἱ τὰ δικαστήρια δειμάμενοι οὐ διὰ τοῦτο κατασκευάζονται, ἵνα ἐν τούτοις εἰσελθόντες δακρύσωμεν, ἢ γύναιον ὀλοφυρόμενον τῷ βήματι παραστήσωμεν, ἀλλʼ ἵνα πάντα τρόπον τοῦ δικαίου τὸν ἐξετασμὸν ἐνταυθοῖ ποιώμεθα· κἂν μέν τις ἀδικῶν ληφθῇ δίκην ὑπέχοι· εἰ δέ τις τὸ δίκαιον ἔχοι μεθʼ ἑαυτοῦ, μηδὲν πάθοι τῶν δυσχερῶν· ἔνεστι δὲ ἐν τῷ κατὰ Μειδίου καὶ τούτου παράδειγμα· «παιδία γὰρ παραστήσεται καὶ κλαύσει, καὶ τούτοις αὑτὸν ἐξαιτήσεται· τοῦτο γὰρ ὑπόλοιπον, ἀλλʼ ἴστε δήπου τοῦτο, ὅτι τοὺς ἀδίκως τι πάσχοντας, ὃ μὴ δύναιντο φέρειν, προσήκει ἐλεεῖν, οὐ τοὺς ὧν πεποιήκασι δεινῶν δίκην διδόντας· καὶ τίς ἂν ταῦτα ἐλεήσειε δικαίως ὁρῶν τὰ τοῦδε οὐκ ἐλεηθέντα ἂν τῇ τοῦ πατρὸς συμφορᾷ χωρὶς τῶν ἄλλων,» ἑξῆς· οὕτω τῷ δικαίῳ τὴν τοῦ ἐλέου ἐκβολὴν ποιεῖται· χρησόμεθα δὲ καὶ τῷ συμφέροντι, οἷον εἰ ἐπὶ τούτοις ἁλοὺς διαφύγῃ τὴν τιμωρίαν, ἐπὶ τὰ μείζω τρέψεται καὶ συμφορῶν ἐμπλήσει τὴν πόλιν· καὶ ὅτι συμφέρει τοὺς ἀδικοῦντας κολάζειν, καὶ διὰ τούτων τοῖς ἄλλοις ἐπιδεικνύναι, ὡς οὐκ ἔνεστιν ἀδικοῦντα τὴν τιμωρίαν δακρύοις διαφυγεῖν· ἔχομεν ἐν τῷ κατὰ Μειδίου καὶ τοῦτο τὸ παράδειγμα· τὸ δὲ πρέπον, ὅτι πρὸς ἀδοξίας ἐστὶ τῇ πόλει τοὺς πονηροὺς ἀθῴους ἐᾷν· δόξαιμεν γὰρ ἀποδέχεσθαι τὰ τούτων ἀδικήματα ἢ ἄλλως παρὰ τὸ δίκαιον μαλακίζεσθαι, καὶ τὸ δυνατὸν δὲ παραληψόμεθα, ὅτι εἰ μὲν οὐχ ὑπήρχετε κύριοι τῶν ψήφων ἢ ἄλλως τῳ τρόπῳ κολάζειν τοὺς ἁμαρτάνοντας οὐκ ἠδύνασθε, πολλὴ ἂν ὑμῖν ἐδίδοτο συγγνώμη· νυνὶ δὲ τί ἂν εἴποτε πρὸς τοὺς πολλούς· τίνα λόγον εὐπρόσωπον μὴ τοὺς φαύλους τιμωρούμενοι προβαλεῖσθε; τούτοις ὁ διώκων ποιήσεται τὴν ἐκβολὴν τοῦ ἐλέους.

`7.337`

οεʹ. Διδάσκει ὅπως μεταχειριστέον τοὺς ἐπιλόγους· τὴν γὰρ κοινὴν ποιότητα διαιρεῖ εἴς τε πράγματα καὶ πάθη· καὶ τὰ μὲν πράγματα ἔχειν λέγει τὴν ἀνακεφαλαίωσιν, τὰ πάθη δὲ τὰς ἐλεεινολογίας· χρῶνται μὲν οὖν τῷ πρακτικῷ τῶν ἐπιλόγων ἀμφότεροι, ὅ τε διώκων καὶ ὁ φεύγων· ὁ μὲν γὰρ εἰς ὀργὴν ἐκκαλεῖται, ὁ δὲ πειρᾶται τῆς ὀργῆς παραλῦσαι τοὺς δικαστὰς διὰ τῶν πράξεων ὁμοίως ἢ τῶν βεβιωμένων· τὸ δὲ πρὸς ἔλεον παθητικόν ἐστι τοῦ φεύγοντος· ἄλλοι δὲ τὸ πρακτικὸν διαιροῦσιν εἰς ἀνακεφαλαιώσεις καὶ δευτερολογίας καὶ καταδρομὰς, τὸ δὲ παθητικὸν εἰς οἴκτους καὶ γυναίων καὶ παίδων παραγωγὰς, καὶ ἐλέου ἐκβολήν. Ταῖς μὲν οὖν ἀνακεφαλαιώσεσιν ἀμφότεροι χρῶνται ὑπομιμνήσκοντες τῶν ἐπικαίρων οὐ πάντων ἀδιακρίτως, ἀλλὰ τῶν ἰσχυροτέρων, ταῖς δὲ ἐλεεινολογίαις ὁ φεύγων· οὐχ ὡς ἔτυχε δὲ λέγει τῇ ἀνακεφαλαιώσει χρῆσθαι, οὐδὲ πάντων ὁμοῦ τῶν ἐν τοῖς ἀγῶσιν, ἀλλὰ τῶν ἐπικαίρων καὶ ἐξ ὧν ἰσχύομεν, ὥσπερ ὁ Δημοσθένης πανταχοῦ ἐν μὲν τῷ κατʼ Ἀριστοκράτους, ἐπειδὴ τῷ νομίμῳ ἴσχυεν, ἐξ αὐτοῦ μάλιστα τὴν ἀνακεφαλαίωσιν ἐποιήσατο· ἐν δὲ τῷ περὶ τοῦ στεφάνου τοῦ μὲν νομίμου ἐπίτηδες ἐπιλαθόμενος, σαθρότερον γὰρ ἦν αὐτῷ, τῷ δὲ δικαίῳ διὰ παντὸς τοῦ λόγου χρησάμενος καὶ συνεχῶς ὑπομιμνήσκων τοὺς δικάζοντας, τούτῳ γὰρ ἔρρωτο· μάλιστα γὰρ ἐπιστήμονος ἔργον τοῦτο, τοῖς ἰσχυροτέροις ἐμμεῖναι· ἐν μὲν γὰρ τοῖς ἀγῶσιν ἀνάγκη πολλάκις, καὶ οἷς οὐ λίαν ἰσχυριζόμεθα, εἰς τὸν λόγον παραλαμβάνειν, ἵνα μή τι τούτων παροραθὲν, εἶτα τὴν διάνοιαν τῶν δικαζόντων καταλαβὸν ὕποπτον τὸν λόγον ἐργάσηται καὶ διὰ τοῦτο ἧττον ἰσχυρόν. ἐν δὲ τοῖς ἐπιλόγοις, ἐπειδὴ τῶν πραγμάτων ἐστὶν ἀνακεφαλαίωσις, οὐ δεῖ τῶν ἀσθενεστέρων μεμνῆσθαι.

`7.338`

οζʹ. Χρήσονται, φησὶ, ταῖς ἀνακεφαλαιώσεσιν ἀμφότεροι ὑπομιμνήσκοντες τῶν ἐπικαίρων, οὐ μὴν τὸν αὐτὸν τρόπον ἀμφότεροι ἀνακεφαλαιώσονται, ἀλλʼ ὁ μὲν κατήγορος αὐξητικῶς καὶ τοπικῶς δραμεῖται μετὰ τὰς ἀποδείξεις· ἀκόλουθον γὰρ καὶ τεχνικὸν μετὰ τὰς ἀποδείξεις κατατρέχειν, ὅτι καιρὸν ἔχουσιν αἱ διαβολαί· τὸ μὲν γὰρ πρὸ τῶν ἐλέγχων καὶ τῶν ἀποδείξεων κατατρέχειν ψιλὴν εἴποι τις εἶναι διαβολὴν, τὸ δὲ μετὰ τοὺς ἐλέγχους διαβαλεῖν πιστὸν εἶναι δοκεῖ καὶ εὔλογον καὶ τὸν δικαστὴν πρὸς ὀργὴν ἐκκαλούμενον· καταδραμεῖται δὲ οὐ μόνον, εἰ τύχοι, Ἀλκιβιάδου φεύγοντος ἢ Θεμιστοκλέους, ἢ ὅπερ ἂν ᾖ τὸ πρόσωπον, ἀλλὰ κοινῶς πρὸς τὸ ἔγκλημα ἢ κατὰ τυράννου παντὸς ἢ κατὰ προδότου, ἢ εἴ τι ἂν ᾖ τὸ ὑποκείμενον· ὁ μὲν οὖν κατήγορος, φησὶν, οὕτως ἀνακεφαλαιώσεται· ὁ δὲ φεύγων ὑπομνήσει μὲν καὶ αὐτὸς τῶν ἐπικαίρων, ὡς προείρηται· ὑφειμένῳ δὲ τῷ ἤθει τὸν λόγον ποιήσεται τὸν τόνον ἐκβαλὼν καὶ ἐλεεινολογησάμενος καὶ πρὸς οἶκτον τὸν δικαστὴν ἐκκαλούμενος καὶ πρὸς τὸ λυσιτελοῦν αὐτῷ τὸ κεφάλαιον ἐργαζόμενος, ἔνθα λοιπὸν καὶ τὸν ἔλεον ἐπεισάγει, τουτέστι τὰ πάθη. τοῦ γὰρ κατηγόρου πολλῇ χρησαμένου καταφορᾷ κατὰ τὸν κοινὸν τόπον, ὁ φεύγων ἀντεισάγει τὸ πάθος, εἰς οἶκτον τοὺς δικαστὰς ἐκκαλούμενος· χρήσιμοι, φησὶν, ἐνταῦθα αἱ τῶν παίδων παραγωγαὶ καὶ τὰ τῶν γυναικῶν δάκρυα καὶ ὅλως ὅσα πρὸς ἐλεεινολογίαν ἐπιτήδεια, χηρεῖαι γυναικῶν καὶ παίδων ὀρφανίαι καὶ ἀνατυπώσεις. ταῦτα γὰρ ἱκανὰ τὴν γνώμην ἐκκαλέσασθαι καὶ φιλανθρωπότερον κατασκευάσαι τὸν ἀκροατήν· πολλοὶ γοῦν ἡττώμενοι ταῖς δικαιολογίαις τοσοῦτον ἐν τῇ τοῦ ἐλέου διεξόδῳ κεκινήκασι πάθος τοῖς ἀκροωμένοις, ὡς τὴν νικῶσαν ἀπενέγκασθαι· καὶ τούτου μαρτύριον Ὑπερίδης ἐν τῷ ὑπὲρ Φρύνης τῆς ἑταίρας λόγῳ ἐλεεινολογίας τε πλήθει καὶ τῇ περιρρήξει τῆς ἐσθῆτος διασώσας ἐκ τῆς Εὐθύνου κατηγορίας τὴν ἄνθρωπον.

`7.339–7.341`

οηʹ. Ἐνταῦθα περὶ ὅλων τῶν ἐπιλόγων ὁ τεχνικὸς διαλαμβάνει καί φησιν, ὡς τὰ τελικὰ κεφάλαια τῶν ἐπιλόγων εἰσὶν, ἅπερ οὕτως ὠνόμασται, ἐπειδὴ ἕκαστον αὐτῶν τέλος ἐπιθεῖναι δύναται τῷ λόγῳ, ὅθεν οὐδὲ ἀναγκαίως ἐν πᾶσι πάντα ἐμπίπτει. κοινὰ δὲ ἐπὶ τῷ παθητικῷ τοῦ τε κατηγόρου καὶ φεύγοντος τὰ τελικὰ κεφάλαια· ἀλλʼ ὁ μὲν κατήγορος εἰς τὴν ἐκβολὴν τοῦ ἐλέου χρήσεται τούτοις, καὶ τῷ μὲν νομίμῳ χρήσεται ἐκβαλὼν τὸν ἔλεον ὁ κατήγορος, ὅταν τοὺς νόμους ἀντιτάττῃ πρὸς τὰ τοῦ φεύγοντος δάκρυα, ὡς ἐν τῷ κατὰ Μειδίου Δημοσθένης· μέλλοντος γὰρ ἐκείνου τοὺς παῖδας ἀναβιβάζειν καὶ παριστᾷν τοῖς δικαστοῖς ἀντέταξε τοὺς νόμους τοῖς παισὶν εἰπών· «ὅταν δʼ οὗτος κλαύσεται καὶ τοὺς παῖδας παράξῃ, ἐμὲ νομίζετε τὸν νόμον ἔχοντα παρεστάναι τῷ βήματι.» τῷ δὲ δικαίῳ, ὅταν μὴ ἄξιον εἶναι λέγῃ τὸν οὕτω πονηρὸν τῆς φιλανθρωπίας, ὡς πάλιν ὁ Δημοσθένης ἐν τῷ κατὰ Μειδίου· «καὶ τίς ἂν ταῦτα ἐλεήσειε δικαίως ὁρῶν τὰ τοῦδε οὐκ ἐλεηθέντα.» τῷ δὲ συμφέροντι ὅταν συμφέρουσαν τοῦ φεύγοντος τὴν τιμωρίαν ἐπιδείξωμεν, ὅταν ἔχωμεν λέγειν, ὅτι συμφέρει τῇ πόλει ἢ τῷ δικάζοντι καταψηφίσασθαι τοῦ κρινομένου ἐξ ἀμφοτέρων κατασκευάζοντες, τίνα μὲν ἔσται δεινὰ ἀφεθέντος τούτου καὶ οἷα τολμήσει διασωθεὶς, τοὐναντίον δὲ πόσα ἀγαθὰ κολασθέντος αὐτοῦ· ὅτι παράδειγμα καὶ τοῖς ἄλλοις πρὸς σωφροσύνην ἔσται ἡ τούτου τιμωρία. τοὺς γὰρ ἄλλους, φησὶ, κωλύσει καὶ ἐπισχήσει τοῦ πονηρεύεσθαι· μὴ ἁλόντος δὲ τούτου τοὐναντίον συμβήσεται· πλείους μὲν οἱ πονηροὶ, τὰ δὲ δικαστήρια μάταια, τὰ τῶν νόμων ἄκυρα· καὶ Δημοσθένης οὕτω τὸ συμφέρον ἐξέβαλεν, εἰπὼν, ὅτι εἰ τούτου καταψηφίσεσθε, οὐδεὶς ἕτερος προδώσει τὴν πόλιν, ἀλλʼ οὐδὲ Φίλιππος ἀνέξεται τοῦ λοιποῦ χρήματα δοῦναι, ἐφʼ οἷς σύνοιδεν οὐδὲν ὠφελούμενος· τῷ δὲ ἐνδόξῳ πάλιν ἐπʼ ἀμφότερα· ὅτι ἀγαθὴν δόξαν περιποιήσει τῇ πόλει τιμωρηθεὶς, τὴν δὲ ἐναντίαν, ἐὰν ἀποψηφίσησθε, ἔχομεν ὁμοίως παρὰ τῷ ῥήτορι τὴν χρῆσιν· ἐν τῷ παραπρεσβείας γὰρ εἰσῆξεν ἠθοποιίαν, ἐν ᾗ πεποίηκε λογιζομένους τοὺς Ἕλληνας Φιλοκράτην, Αἰσχίνην καὶ ἑαυτὸν, τί μὲν Αἰσχίνης καὶ Φιλοκράτης ἐπρέσβευσαν, τί δὲ Δημοσθένης, καὶ τὴν πόλιν τῶν Ἀθηναίων ἐπὶ τούτοις κρίνουσαν, καὶ διὰ πάντων ἁπλῶς δείκνυσιν, ὅτι δόξαν φέρει τῇ πόλει τὸ καταψηφίσασθαι τῶν πρέσβεων. τοῦ δὲ πρέποντος, ὅτι πρέπει τοῦ τηλικαῦτα τετολμηκότος καταψηφίσασθαι, τῶν δόξαν γὰρ φερόντων τὸ πονηρίαν μισεῖν· καὶ ἀπὸ τοῦ ὁμοίου συστήσομεν, ὅτι καὶ ἄλλοι ἐπὶ τῷ αὐτῷ ἐγκλήματι τὴν τιμωρίαν ἔδωσαν. κοινὸς γὰρ πάντων κεφαλαίων ὁ παραδειγματικὸς τόπος· καὶ οὕτως μὲν τοῖς τελικοῖς χρῆται κεφαλαίοις ὁ κατήγορος ἐπὶ τῇ τοῦ ἐλέου ἐκβολῇ· χρήσεται δὲ τούτοις ὁ φεύγων, ὥσπερ γὰρ διὰ τούτων ἡ τοῦ ἐλέου ἐκβολὴ γίνεται, οὕτως διʼ αὐτῶν τούτων πολλάκις καὶ ἡ τοῦ ἐλέου εἰσαγωγή· οἷον δίκαιον τοὺς ἀτυχοῦντας οἰκτείρειν· καὶ Δημοσθένης ἐν τῷ κατὰ Τιμοκράτους οὐκ ἐπέθετο τοῖς ἀτυχήμασιν, ἀλλʼ ἐπεκούφισεν, εἰς ὅσον εἶχε καλῶς, τὰς συμφοράς· «ὁ νόμος,» φησὶ, «φιλάνθρωπος ὢν οὐκ ἐπετίθετο τοῖς ἀτυχήμασι τῶν πολιτῶν, ἀλλὰ καθʼ ὅσον οἷόν τε τὰς συμφορὰς αὐτοῖς ἐπικουφίζει·» καὶ ἐπὶ τῶν λοιπῶν ὁμοίως ἂν εὕροις.

`7.342`

οθʹ. Οὐ γὰρ ἔσται, φησὶ, μόνου τοῦ κατηγόρου, ἀλλʼ ὥσπερ ἐκεῖνον ἐπεδείξαμεν αὐτοῖς χρώμενον, τὸν αὐτὸν τρόπον καὶ ὁ φεύγων ὑπὲρ ἑαυτοῦ χρήσεται· τῷ μὲν νομίμῳ, ὅτι πανταχοῦ τὴν φιλανθρωπίαν προσοῦσαν τοῖς νόμοις εὑρίσκομεν, οὐκοῦν χρὴ καὶ τοὺς δικαστὰς πρὸς τὸ πρᾳότερον βλέπειν· ὥσπερ ὁ Δημοσθένης ἐν τῷ κατὰ Ἀριστοκράτους φησί· «τί δή ποτε, ὦ ἄνδρες Ἀθηναῖοι, ταῦτα οὕτως ἔχει; ὅτι οἱ ταῦτα ἐξ ἀρχῆς τὰ νομικὰ διελόντες, οἵ τινές ποτε ἦσαν, εἴθʼ ἥρωες εἴτε θεοὶ, οὐκ ἰῶντο τοῖς ἀτυχήμασιν, ἀλλʼ ἀνθρωπίνως ἐπεκούφισαν, εἰς ὅσον καλῶς ἔχει, τὰς συμφοράς·» τῷ δικαίῳ, ὅτι δίκαιον ἀνθρωπίνως τοῖς ἡμαρτηκόσι προσφέρεσθαι καὶ συγγνώμης μᾶλλον ἀξιοῦν· τί γὰρ εἰ τοῖς ἁμαρτήμασιν ἐγνώκατε ἀκριβῶς ἐπιτίθεσθαι, οὐ πάντα ἤδη ἂν ἐκολάζετε· οὐ γὰρ οἷόν τε, οἶμαι, τόν γε ἄνθρωπον ὄντα μὴ ἁμαρτεῖν· παραλήψεται δὲ καὶ τὸ πρέπον, ὅτι δεινὸν καὶ τῆς ἐσχάτης ἀδοξίας ἀνάπλεων, εἰ δόξαν ἀπανθρωπίας ἀπενεγκοίμεθα, βουλομένων ἁπάντων ἐπὶ φιλανθρωπίᾳ θαυμάζεσθαι. Τὸ δὲ συμφέρον, ὅτι καὶ συνοίσει τῇ πόλει· ἣν γὰρ ἂν ἐπὶ τῶν ἄλλων σχοίητε γνώμην, τὴν αὐτὴν καὶ ἕτεροι ἐφʼ ὑμᾶς ἕξουσιν, ὁμοίως δὲ καὶ τὸ δυνατὸν, ὅτι κύριοι τῆς ὑμῶν αὐτῶν γνώμης καθεστήκατε· καὶ εἰ μέν τις ἠνάγκαζεν ὑμᾶς ἀπάνθρωπον θέσθαι ψῆφον, ἐχρῆν μὲν οὐδὲ τηνικαῦτα ἑλέσθαι· εἴχετε δὲ ἄν τινα ἐκ τῆς ἀνάγκης ἀποφυγήν. νῦν δὲ οὐδεμιᾶς ἐπηρτημένης ἀνάγκης τίς ὑμῖν σκῆψις τοῦ μὴ φιλανθρωπίαν ὁρᾷν καταλείπεται;

`7.343`

πʹ. Εὑρὼν ὁ τεχνικὸς καιρὸν ἐπιτηδειότατον ἐντελῆ καταστῆσαι βούλεται τὴν ἑαυτοῦ πραγματείαν, περὶ παντὸς ἡμῖν τοῦ ῥητορικοῦ λόγου διαλεχθείς· ἐφάσκομεν γὰρ ἐν ἀρχῇ τοῦ βιβλίου προκεῖσθαι αὐτῷ περὶ διαιρέσεως τῶν κεφαλαίων εἰπεῖν· ἡ δὲ εἰς τὰ κεφάλαια διαίρεσις μόνοις ἐπιβάλλει τοῖς ἀγῶσι· τριχῆ τοίνυν μεριζομένου τοῦ ῥητορικοῦ λόγου εἰς προοίμιά τε καὶ ἀγῶνας καὶ ἐπιλόγους, ἡ πραγματεία τοῦ τεχνικοῦ τὸ τρίτον ἡμῖν τοῦ λόγου κατορθοῖ μέρος, εἴγε τὴν εἰς τὰ κεφάλαια ποιεῖσθαι διαίρεσιν αὐτῷ προὔκειτο. ταῦτα δὲ τοὺς ἀγῶνας ἀναπληροῖ· τί οὖν εὑρὼν ἓν κεφάλαιον, διʼ οὗ ὅλον μέρος κατορθοῦται τοῦ λόγου, φημὶ τὴν κοινὴν ποιότητα, ἥτις τῶν ἐπιλόγων γίνεται κατασκευαστικὴ, μάλα εὐκαίρως καὶ ἕτερον μέρος τῆς πραγματείας προσέθηκε πρὸς τοῖς ἀγῶσι καὶ τοὺς ἐπιλόγους διεξελθὼν ἐντελέστατα; ἐπεὶ δὲ τὸ τρίτον αὐτῷ ὑπελείπετο μέρος, λέγω δὴ τὰ προοίμια, πάλιν δὴ κἀνταῦθα εὑρὼν τοῖς ἐπιλόγοις κοινότητά τινα οὖσαν πρὸς τὰ προοίμια, καὶ τοῦτο εὐκαιρίαν ἑαυτοῦ ποιησάμενος, καὶ τὸν περὶ τῶν προοιμίων λόγον εἰσήνεγκεν· οἵ τε γὰρ ἐπίλογοι, φησὶ, καὶ τὰ προοίμια ἕνεκα πάθους παραλαμβάνονται ψυχικοῦ. καὶ προΐασιν οἱ ἐπίλογοι ἀπὸ τῶν αὐτῶν, ἀφʼ ὧν καὶ τὰ προοίμια· τριχῆ γὰρ ταῦτα λαμβάνεται, ἢ ἐκ διαβολῆς τοῦ ἐναντίου, ἢ ἐκ συστάσεως τοῦ οἰκείου προσώπου, ἢ ἐκ προσοχῆς τοῦ δικαστοῦ· τὴν δὲ προσοχὴν ποιοῦμεν, ὅταν μέγιστον, ὅταν εὐσεβὲς ἀποδεικνύωμεν τὸ πρᾶγμα, ὅταν δίκαιον καὶ τὰ τοιαῦτα· τὰ δὲ αὐτὰ κἀν τοῖς ἐπιλόγοις· ἢ γὰρ διαβάλλομεν τοὺς ἐναντίους, ἢ συνιστῶμεν τὸ οἰκεῖον, ἢ τὸ πρᾶγμα αὔξοντες προσεχέστερον ποιοῦμεν τὸν δικαστήν· τοῦτο δὲ τὸ χωρίον λίαν τινὲς ἡμαρτημένως μὴ ἐπιβαλλούσης τῆς δεούσης ἀγωγῆς ἐπηβόλως οὐκ ἐν τῷ καθόλου, καθάπερ ὁ τεχνικὸς ἔφη, ἀλλὰ μερικώτερον ἐφʼ ἑκάστου λόγου δεξάμενοι εἰς ἠλιθιώτατον παντάπασιν ἐμπεπτώκασι λόγον· ᾠήθησαν γὰρ εἰρηκέναι αὐτὸν, ὡς εἴπερ τὰ προοίμια ἀπὸ συστάσεως εἴη τοῦ οἰκείου προσώπου, πᾶσα ἀνάγκη καὶ τοὺς ἐπιλόγους εἶναι συστατικοὺς, κἂν ἀπὸ διαβολῆς ληφθείη τὸ προοίμιον, καὶ τὸν ἐπίλογον ἐνταῦθα λαμβάνεσθαι· καὶ δείκνυται, φασὶν, ἐντεῦθεν, ὁ κατʼ Ἀνδροτίωνος λόγος οὐκ ἔχων προοίμια· οἱ μὲν γὰρ ἐπίλογοι ἐν αὐτῷ διαβληματικοὶ γεγόνασιν, ὁ δὲ λόγος ἀπὸ συστατικῶν τινων ἐπιχειρημάτων ἄρχεται· καὶ γὰρ τὸ διαβλητικὸν καὶ αὐτὸ ἕνεκα συστάσεως εἴληπται, οὐκ ἂν δὲ, φησὶ, τοῦτο ἐγίνετο κατὰ λόγον ἐκφερομένου τοῦ προοιμίου· ἐξηνέχθησαν τοίνυν εἰς ἄτοπον οὕτω λόγον αὐτοὶ τὸ χωρίον οὐ καταγνόντες τοῦ τεχνικοῦ, ὡς εἴη καθολικώτερόν πως προενηνεγμένον, ὥσπερ γὰρ τὰ προοίμια, φησὶν, ἢ σύστασιν ἔχει ἢ διαβολὴν ἢ προσοχὴν, ἔστι δὲ ὅτε καὶ ὁμοῦ ἅπαντα, οὕτως καὶ οἱ ἐπίλογοι· οὐ μὴν ἀνάγκη, εἰ μὴ διαβληματικὸν εἴη τὸ προοίμιον, πάντως εἶναι καὶ τὸν ἐπίλογον παραπλήσιον, ἀλλʼ οἷόν τε τὸ μὲν προοίμιον ἐκ διαβολῆς, εἰ τύχοι, εἰλῆφθαι, τὸν δὲ ἐπίλογον ἀπὸ συστάσεως ἢ τοὐναντίον.

`7.344–7.345`

παʹ. Ἐπειδὴ ἀπὸ τῶν αὐτῶν τοὺς ἐπιλόγους λαμβάνεσθαί φησιν, ἀφʼ ὧνπερ καὶ τὰ προοίμια, δεῖ προαναδραμόντας εἰπεῖν, διʼ ἣν αἰτίαν τὰ προοίμια καὶ τοὺς ἐπιλόγους λαμβάνομεν· τὸ μὲν οὖν προοίμιον λαμβάνεται ἀπὸ τοῦ κατηγόρου, παρασκευάζον τοὺς δικαστὰς, τὸν κατὰ τοῦ φεύγοντος θυμὸν παραδέξασθαι· εἶτα μετὰ τοῦτο τὴν πίστιν ἐπιθεὶς τοῦ θυμοῦ διὰ τῶν ἀγώνων προέρχεται, δεικνύων τὸ εὔλογον τῆς ὀργῆς, εἶτα ἐπὶ πᾶσιν ἐστὶν ὁ ἐπίλογος, ἀνανέωσιν καὶ μνήμην καὶ ἔτι αὔξησιν παρέχων τῶν ἐν τῷ προοιμίῳ, ὥστε τούτῳ διενηνόχασιν οἱ ἐπίλογοι καὶ τὰ προοίμια, ὅτι ἐν μὲν τοῖς προοιμίοις εἰς ὀργὴν προκαλούμεθα, ἤ τι τοιοῦτον, ἐν δὲ τοῖς ἐπιλόγοις μετὰ αὐξήσεως ἀναμιμνήσκομεν· καὶ οὕτω μὲν ὁ κατήγορος· ὁ δὲ φεύγων ἐκ τῶν ἐναντίων δηλονότι χρήσεται· ἐκεῖνος γὰρ ἐμποιεῖν σπουδάζει τὸ πάθος, ὁ δὲ φεύγων καταστέλλειν· δόξειε δὲ ἀκαίρως ὁ τεχνικὸς ἐνταῦθα προοιμίου μεμνῆσθαι, ἀλλὰ φαμὲν, ὅτι περὶ ἐπιλόγων διαλεγόμενος, ἐπειδὴ πολλὴν οἶδε συγγένειαν ἐπιλόγων καὶ προοιμίων, ἀπὸ γὰρ τῶν αὐτῶν ἀμφότερα κατασκευάζεται, καὶ πρὸς τὸ αὐτὸ ἑκάτερον ἐπείγεται, ἀναγκαίως μέμνηται διὰ τοῦτο διαφορᾶς, χωρίσαι τῆς κοινωνίας βουλόμενος· ἀμφότερα γὰρ ἢ ἔλεον, ἢ φθόνον, ἢ πάθος κινεῖ· ἀμέλει Δημοσθένης ὀργὴν ἐν ἀρχῇ τοῦ προοιμίου κινεῖ ἐν τῷ κατὰ Μειδίου κατηγορῶν ἀσέλγειαν Μειδίου, τοῦτο δὲ κἀν τοῖς ἐπιλόγοις ποιεῖ καταδρομὰς τοπικὰς ἐργαζόμενος· διαφέρουσι δὲ ἀλλήλων τῇ τε τάξει καὶ τῇ ἐννοίᾳ καὶ τῇ φράσει· τὰ μὲν γὰρ τὴν πρώτην τοῦ λόγου κατέχει τάξιν καὶ σπερματικωτέραις χρῶνται ταῖς ἐννοίαις, τοῖς δὲ σχοινοτενέσι καλουμένοις χαίρουσι τῶν κώλων καὶ τοῖς βεβηκόσι τῶν ῥυθμῶν· ἔχει δὲ καὶ τῆς λέξεως συστροφήν· οἱ δὲ ἐπίλογοι τῷ τε λόγω παντὶ ἐπάγονται, ὡς καὶ τὸ ὄνομα δηλοῖ, καὶ τὰς ἐννοίας, ἐφʼ ὅσον ἂν ἐθέλωσι πλατύνοντες τοῖς ἀσυνδέτοις καὶ κομματικωτέροις χαίρουσι τῶν κώλων, καὶ τοῖς λελυμένοις τῶν ῥυθμῶν, καὶ τὸ μὲν προοίμιον πάθος κινεῖ, αὔξει δὲ ὁ ἐπίλογος.

`7.346`

πβʹ. Τὴν κοινωνίαν εἰπὼν καὶ τὰς διαφορὰς ἀναγκαίως ἐπάγει· διενηνόχασι δὲ πρῶτον μὲν τῇ τάξει· τὸ μὲν γὰρ ἀρχὴ, ὁ δὲ ἐπίλογος τέλος ἐστὶ τοῦ λόγου· ἐπεί γε ἐν μὲν τοῖς προοιμίοις παρασκευάζομεν τὸν ἀκροατὴν εἰς τὸ δέξασθαι τὰ πάθη ἢ ἀπώσασθαι, ἐν δὲ τοῖς ἐπιλόγοις αὐτὰ τὰ πάθη προσφέρομεν, ἢ παντελῶς ἐκβάλλομεν· ἂν μὲν οὖν διὰ τῶν προοιμίων τὸν ἀκροατὴν εὖ καταστήσωμεν πρὸς τὸ δέξασθαι τὰ πάθη, ἐν τοῖς ἐπιλόγοις αὐτὰ ἐκεῖνα εἰσάγομεν μετʼ αὐξήσεως· ἂν δʼ αὖ πάλιν ἐν τοῖς προοιμίοις ὁ ἀκροατὴς ἡμῖν πρὸς τὸ ἀπώσασθαι παρασκευασθῇ, διὰ τῶν ἐπιλόγων παντελῶς ἐξαιροῦμεν αὐτὰ καὶ ἐκβάλλομεν· καὶ ὅλως ἐπιτατικώτεροι πανταχοῦ οἱ ἐπίλογοι· ἔχει οὖν τοιαύτην τινὰ διαφορὰν τὸ προοίμιον πρὸς τὸν ἐπίλογον, ὡς εἰ καί τι βιβλίον πρότερον εὐπρεπὲς πρὸς ὑποδοχὴν γραμμάτων ποιοῦμεν, ἀποξέοντες αὐτὸ ἢ κολλῶντες ἢ ἄλλῳ τῳ τρόπῳ διατυποῦντες, εἶτα ὕστερον αὐτὸ τῶν γραμμάτων ἀναπληροῦμεν. καὶ ἔοικεν ἡ μὲν πρὸς τὸ ὑποδέξασθαι παρασκευὴ τοῖς προοιμίοις, αὕτη δὲ ἡ γραφὴ τοῖς ἐπιλόγοις· τρίτη διαφορὰ κατὰ τὴν χρῆσιν· ἡ δὲ χρῆσις λαμβάνεται διχῶς, πῆ μὲν κατὰ τὴν ἀπαγγελίαν, πῆ δὲ κατὰ τὴν ἔννοιαν· κατὰ μὲν τὴν ἀπαγγελίαν διενηνόχασιν, ὅτι ἐν τοῖς προοιμίοις στρογγύλῃ καὶ συνεστραμμένῃ χρώμεθα τῇ φράσει, ἐν δὲ τοῖς ἐπιλόγοις ὑφειμένῃ καὶ πρὸς τὸ λελυμένον ὁρώσῃ μᾶλλον· τηνικαῦτα δʼ οὖν καὶ τοῖς κομματικοῖς καταχρώμεθα, οὐκ ἀποτείνοντες τοὺς λόγους, ἀλλὰ διὰ τῶν κομμάτων τὸν ἀκροατὴν ἀναπαύοντες. Ἡ δὲ αἰτία δήλη τοῦ τὰ μὲν προοίμια συνεστραμμένῃ, τοὺς δʼ ἐπιλόγους λελυμένῃ χρῆσθαι τῇ φράσει· εὐθὺς γὰρ ὁ ἀκροατὴς παρελθὼν εἰς τὸ δικαστήριον παρεσκεύασται πρὸς τὸ προθύμως καὶ ἀκριβῶς ἀκροᾶσθαι τῶν λόγων· καὶ διὰ τοῦτο συνεστραμμένην μᾶλλον αὐτῷ καὶ τὴν φράσιν προσφέροιμεν· εἰ γὰρ ἐσπουδακότα αὐτὸν πρὸς τὴν τῶν λεγομένων ἀκρόασιν καὶ τὴν ἀκοὴν ἕτοιμον ἔχοντα πρὸς τό τι γενναῖον ἀκοῦσαι διὰ τῆς φράσεως εὐθὺς ἀνήσομεν, διαλύσαιμεν ἂν τὴν προθυμίαν αὐτοῦ, καὶ οὐ προσέξει τοῖς λεγομένοις τὸν νοῦν· ἐν δὲ τοῖς ἐπιλόγοις ὡς ἤδη κεκμηκυῖαν αὐτοῦ τὴν αἴσθησιν ἐκ τῶν ἀγώνων δεῖ τῇ φράσει λελυμένῃ καὶ ὑφειμένῃ, μᾶλλον γὰρ οὕτω χρωμένους ἀνεῖναι καὶ ἀναπαῦσαι, ἵνʼ οὕτω δύνηται μέχρι τέλους παραδέχεσθαι τοὺς λόγους· κατὰ μὲν ἀπαγγελίαν οὕτως, κατὰ δὲ τὴν ἔννοιαν, ὅτι τὰ προοίμια ἐνθυμηματικώτερον προφέρομεν, συναλλαττομένης ἑκάστης ἐννοίας, τοὺς δὲ ἐπιλόγους ἐπιχειρηματικῶς καὶ ἐπεξεργαστικώτερον· τὸ γὰρ ἐπιχείρημα ἐπὶ πλέον ἐστὶ τοῦ ἐπενθυμήματος, εἴγε τὸ μὲν ἐνθύμημα ἐπὶ τῆς ἑαυτοῦ ἐννοίας ἵσταται μόνης, τὸ δὲ ἐπιχείρημα πάντα, ὅσα συντελεῖ πρὸς κατασκευὴν τοῦ προκειμένου ἐνθυμήματος, παραλαμβάνει καὶ ἐνθυμήματα καὶ παραδείγματα· καὶ ἔστιν ἁπλῶς περιεκτικὸν ἐνθυμημάτων τε καὶ παραδειγμάτων τὸ ἐπιχείρημα· πάλιν δὲ σαφὴς ἡ αἰτία κἀνταῦθα, τί δήποτε τοὺς ἐπιλόγους μετὰ πλείονος ἐξεργασίας ποιούμεθα, δῆλον γὰρ, ὡς τὸν ἀκροατὴν ταύτῃ μᾶλλον ἀναπαύομεν, οὐδὲν ἀφʼ ἑαυτοῦ ποιοῦντες αὐτὸν ἐκλογίζεσθαι, ἀλλὰ πάντα ἡμεῖς διεξιόντες· τοσαῦτα περὶ προοιμίων τε καὶ λόγων ἔχομεν λέγειν.

`7.347`

πδʹ. Οἱ ἐπίλογοι, φησὶν, ἀπολελυμένον ἔχουσι τὸν ῥυθμὸν, διὰ τὸ προκεκοπωμένους τοὺς δικαστὰς δεῖσθαι ἀνέσεώς τινος καὶ μαλακίας λόγων· τὸ δὲ προοίμιον τοὐναντίον· ὅ τε γὰρ ῥυθμὸς συνεστραμμένος, καὶ ἡ σύνθεσις τῆς λέξεως σύντομος· ἐπειδὴ γὰρ ἐν ἀρχῇ νήφουσι μᾶλλον οἱ ἀκροαταὶ, καὶ οὔπω ἀνακεκίνηται αὐτῶν τὸ πάθος, ὁμοιοπαθεῖν δεῖ τοῖς ἀκούουσι καὶ ἠρέμα προσβιβάζειν τό τε ἑαυτῶν καὶ τὸ ἀκροατῶν πάθος· ἔσται δὲ τοῦτο, ἐὰν τοῖς τε σχήμασι μετρίοις καὶ ταῖς λέξεσι καὶ ταῖς συνθέσεσιν, ἔτι δὲ καὶ ταῖς ὑποκρίσεσι μετρίως χρώμεθα· ὁ δὲ ἐπίλογος τοὐναντίον κεκινῆσθαι τοῖς σχήμασιν ὀφείλει καὶ πολλὰς μὲν ἐκβοήσεις ἔχειν, πολλοὺς δὲ σχετλιασμούς· καὶ τὰ μὲν προοίμια συστροφὴν ἔχει τῆς λέξεως, ὁ δὲ ἐπίλογος λελυμένην τὴν φράσιν.

Περὶ τῶν εἰδῶν τοῦ στοχασμοῦ.

`7.348`

αʹ. Μετὰ τὸν περὶ διαιρέσεως τοῦ στοχασμοῦ λόγον ἐπὶ τὰς ἐν αὐτῷ διαφορὰς ἀναγκαίως ἐλήλυθεν· οὐ γὰρ ἁπλοῦς τίς ἐστι καὶ μονοειδὴς, ἀλλὰ πολυσχιδὴς ἐν ταῖς κατὰ εἶδος διαφοραῖς, ἃς παραδραμεῖν τὸν τεχνικὸν οὐκ ἔνι· πανταχόθεν τό γε ἐντελὲς τῇ πραγματείᾳ παρασκευαζόμενον· ποιεῖται δὲ τῶν εἰδῶν τὴν διαίρεσιν πρῶτον μὲν εἰς τὸ ἁπλοῦν τε καὶ διπλοῦν· τῶν γὰρ στοχασμῶν οἱ μέν εἰσιν ἁπλοῖ, οἱ δὲ διπλοῖ· ἔπειτα ὑποδιελών φησι τῶν ἁπλῶν τοὺς μὲν εἶναι τελείους, τοὺς δὲ ἀτελεῖς· ὁμοίως δὲ καὶ τῶν διπλῶν καὶ τοὺς μὲν εἶναι τελείους, τοὺς δὲ ἀτελεῖς· τὸ δὲ ἀτελὲς γίνεται, καθά φησιν, ἐπὶ μὲν ἁπλῶν, ὅτε ἐλλείπῃ τὸ πρόσωπον, ἐπὶ δὲ τῶν διπλῶν, ὅταν πρόσωπον ᾖ, τὸ δὲ πρᾶγμα ἐλλείπῃ· πρᾶγμα γὰρ ἐνδεῖν ἐν ἁπλῷ στοχασμῷ παράπαν ὁ τεχνογράφος οὐ καταδέχεται· περὶ μὲν οὖν τούτου μικρὸν ὕστερον ἐντελῶς διαλεχθήσομαι· ἔστι δὲ μεταξὺ πεπτωκὸς τοῦ τε ἁπλοῦ καὶ τοῦ διπλοῦ καὶ ἕτερον εἶδος στοχασμοῦ· καλεῖται δὲ συνεζευγμένον, ὅπερ οὔτε ἁπλοῦν δυνάμεθα λέγειν, ἐκ δυοῖν γὰρ συνέστηκεν, οὔτε μὴν διπλοῦν· οὐ γὰρ ὥσπερ ὁ διπλοῦς προηγουμένως ἔχει τὰ δύο, ἀλλὰ τὸ ἕτερον γίνεται τοῦ ἑτέρου κατασκευὴ, τρία δέ ἐστιν εἴδη συνεζευγμένα, στοχασμὸς, προκατασκευαζόμενος, συγκατασκευαζόμενος ἐμπίπτων.

`7.349`

βʹ. Εἰς τὸ ἀτελὲς προσυπακουστέον τὸ ἐκ προσώπων· ἀπορήσει δέ τις, πῶς οἷόν τʼ ἐστι κρίσιν ἐν δικαστηρίῳ γίνεσθαι προσώπου ἢ πράγματος ἐκλείποντος· φαμὲν οὖν, ὅτι τὸ μὲν πρόσωπον πάντη ἐκλείπειν ἀδύνατον· τοῦ γὰρ δράσαντος μὴ εἰπόντος, κατὰ τίνος ἐξοίσει τὴν ψῆφον ὁ δικαστὴς, ἀλλʼ ἐπειδὴ τὰ ἐκ τῶν προσώπων κρινόμενα κεφάλαια ἐκλείπει, ὅταν ἀόριστον πρόσωπον πάντη ἐν στοχασμῷ παραλάβωμεν, διὰ τοῦτο ἀτελεῖς ἐκ προσώπων τοὺς τοιούτους καλοῦμεν στοχασμούς· πάλιν τὸ πρᾶγμα διχῶς, τὸ τεκμήριον καὶ τὸ κρινόμενον· τὸ τεκμήριον οὖν ἐκλείπει πολλάκις, τὸ δὲ ἐπιφερόμενον ἔγκλημα οὐδέποτε· διὰ τοίνυν τὴν τοῦ τεκμηρίου ἔκλειψιν ἀτελεῖς ἐκ πραγμάτων καλοῦνται στοχασμοί.

`7.350–7.352`

γʹ. Τοῦτο καὶ ἐν τῇ μεθόδῳ σαφῶς ἡμῖν προαπεφήνατο λέγων ὡδί· πρᾶγμα δὲ οὐ κρίνεται κατά γε ἐμὲ τὸ ἐξισάζον μόνον· ἐνταῦθα δὲ ἐπαγωνίζεται φανερῶς ἤδη τῷ λόγῳ· καὶ συλλογίζεται τοὺς ἐναντιουμένους· πάντες δὲ σχεδὸν οἵ τε πρὸ αὐτοῦ τεχνογράφοι καὶ οἱ μετʼ αὐτὸν γενόμενοι τὴν ἐναντίαν ἀπεφήναντο περὶ τούτου γνώμην τῷ τεχνικῷ, οἰόμενοι καὶ τὸ πρᾶγμα ἐλλείπειν ποτὲ ἐν ἁπλῷ στοχασμῷ, συλλογίζεται δʼ οὖν οὕτως· ἐν παντὶ, φησὶ, στοχασμῷ δεῖ πάντως ὑπεῖναι σημεῖά τινα· πῶς γὰρ ἂν ἑτέρως ὁ στοχασμὸς δέξαιτο κρίσιν; εἰ δὲ σημεῖα, δῆλον ὅτι καὶ ἀπʼ ἀρχῆς ἄχρι τέλους· τὰ γὰρ σημεῖα ἐν τοῖς ἀπʼ ἀρχῆς ἄχρι τέλους ἐστίν· εἰ δὲ ἀπʼ ἀρχῆς ἄχρι τέλους, μετάθεσιν αἰτίας καὶ πιθανὴν ἀπολογίαν ἀνάγκη δήπου συνευρεθῆναι· ἀντιστρέφεται γὰρ ἀεὶ πρὸς τὰ ἀπʼ ἀρχῆς ἄχρι τέλους ταυτὶ τὰ κεφάλαια πραγματικὰ ὄντα· πῶς δὲ οἷόν τε, φησὶ, πράγματος ἐλλείποντος πραγματικὰ ὑπεῖναι κεφάλαια· εἴπερ οὖν ἀποδέδεικται ταυτὶ τὰ κεφάλαια πραγματικὰ ὄντα καὶ ἐξ ἀνάγκης παντὶ ἐμπίπτοντα στοχασμῷ, οὐχ οἷόν τε πραγματικὰ ὑπεῖναι κεφάλαια μὴ κρινομένου τοῦ πράγματος, οὐκ ἂν εἴη δῆλον, ὅτι οὐδὲ στοχασμός τις ἐλλείπων κατὰ τὸ πρᾶγμα. Ἀντιλέγουσι δὲ αὐτῷ πρὸς τοῦτο, καὶ μάλιστά γε Ἁρποκρατίων, εὐθὺς ἐναντία φάσκοντες εἰρηκέναι τὸν τεχνικὸν ἑαυτῷ· ἔφη γὰρ μήποτε δύνασθαι ἐλλείπειν τὸ πρᾶγμα ἐν στοχασμῷ· αὐτὸς δὲ ἐν τοῖς λοιποῖς στοχασμοῖς δέδωκέ ποτε καὶ ἐλλείπειν αὐτό· εἰ δὲ ἐν τοῖς διπλοῖς, φασὶν, ἐλλείπει, τί κωλύει ταὐτὸ κἀπὶ τῶν διπλῶν συμβαίνειν; ὁ γὰρ διπλοῦς στοχασμὸς οὐδὲν ἕτερόν ἐστιν, ἢ δύο ἁπλοῖ, ἀλλὰ πρὸς τοῦτο κάλλιστά γε ὁ Μητροφάνης ἀπηντηκὼς φαίνεται· ἔστι γὰρ, φησὶ, καθόλου ἐν παντὶ στοχασμῷ τὸ πρᾶγμα τῇ φύσει ὑποκείμενον· ἀλλὰ τοῦτο πῆ μὲν ὠφελεῖ τι πρὸς ἀπόδειξιν, πῆ δὲ ἀνόνητον ἔκ τινος περιστάσεως γίνεται· ἡ δὲ περίστασις, καθʼ ἣν τοῦτο γίνεται, μία τίς ἐστιν ἡ κατὰ τὸ ἰσάζον, ὥστε ἔνθα ἂν μὴ συμβαίνῃ τὸ ἰσάζον, οὐ μόνον τῇ φύσει, ἀλλὰ καὶ τῇ χρήσει πάντως εὑρίσκεται· σκοπῶμεν οὖν, εἴπερ ἐπὶ τῶν ἁπλῶν ἡ τοιάδε περίστασις γενέσθαι, πῶς οὖν ἂν γένοιτο, φησὶ, παντελῶς γὰρ ἀδύνατον τοῦτό γε· τὸ γὰρ ἰσάζον ἐπὶ δύο τινῶν ἢ καὶ πλειόνων λέγεται, εἴγε τῇ πρὸς ἕτερον σχέσει τὸ ἰσάζον λαμβάνεται· ὥσπερ ἴσους φαμὲν δύο τινὰς εἶναι ἀλλήλοις, ἕνα δέ τινα καθʼ αὑτὸν οὐκ ἂν φαίη τις ἴσον· τὸ οὖν ἁπλοῦν ἐν τῷ στοχασμῷ οὐκ ἂν ἐπιδέχοιτο ἁπλοῦν γε ὂν τὴν τοιαύτην περίστασιν· ἐξ ἀνάγκης οὖν ἐν παντὶ μὲν ἁπλῷ οὐ μόνον τῇ φύσει, ἀλλὰ καὶ τῇ χρήσει τὸ πρᾶγμα πάντως εὑρίσκεται, ἐν δὲ τοῖς διπλοῖς καὶ ἐλλείπει· τὸ γὰρ ἐξισάζον ἐπὶ τοῦ διπλοῦ χώραν ἔχει, ὅπερ μόνον ἐστὶ τῆς ἐλλείψεως τοῦ πράγματος αἴτιον· ἐλλείψεως δέ φημι τῆς κατὰ τὴν χρῆσιν, τῇ γὰρ φύσει δεῖ πάντως ὑφεστάναι τὰ πράγματα· οὐ καλῶς ἄρα τὰ τῶν διπλῶν, φησὶ, μεταφέρειν ἐπὶ τοὺς ἁπλοῦς ἀξιοῦσι· ταύτην μὲν οὖν σαφῶς ἀνέστρεψεν ὁ Μητροφάνης τῶν τε ἄλλων καὶ τὴν τοῦ Ἁρποκρατίωνος ἀντίθεσιν· παρεισφέρειν δὲ καὶ ἀπόδειξιν πειρῶνταί τινα τοῦ ἐλλείπειν τὸ πρᾶγμα, οὕτω γὰρ, φασὶν, ἐπὶ τούτων μόνων ἐστὶ τὸ πρόσωπον τὸ κρινόμενον, ὥστε ἄν τις ἀμείψῃ τὸ πρόσωπον, οὐκέτι οὐδὲ συνεστάναι δύναται ἡ κρίσις, ἀλλʼ εὐθὺς τὸ ὅλον διαλύεται· οἷον ἔγραψεν ὁ Περικλῆς εἰς δέον ἀνηλωκέναι πεντήκοντα τάλαντα, καὶ κρίνεται Ἀρχίδαμος δώρων ἐὰν γὰρ, φασὶν, ἀμείψωμεν τὸ πρόσωπον τοῦ Περικλέους καὶ τοῦ Ἀρχιδάμου, οὐκέτι ἐμμένει ἡ ζήτησις· ὁμοίως καὶ ἐπὶ τοῦ ἀσώτου κρινομένου, ἐφʼ οἷς ὁ πατὴρ ἀφανὴς ἐγένετο· κἀνταῦθα γάρ, φασὶ, τὸ σύμπαν τῆς κρίσεως περὶ τὸ πρόσωπον ἕστηκεν, ὅτι ὁ ἄσωτος· εἰ γοῦν μεταθείημεν αὐτὸ, συνδιαφθαρήσεται καὶ ἡ κρίσις· ὁ δὲ λόγος οὐκ ἰσχυρὸς, ἀντιπαραστήσεται γὰρ αὐτοῖς τὸ εἰρημένον· δύναται γάρ τις καὶ τὸ πρᾶγμα ἀμείβων διαλύειν τὴν ζήτησιν· οἷον εἰ φαίημεν ἀσώτου πατέρα ἐπʼ ἐμπορίᾳ ἐκδεδημηκέναι πολλῶν εἰδότων, καὶ κρίνεσθαι τὸν ἄσωτον φόνου, γελοιότατον ἂν φανείη τὸ λεγόμενον, μήτιγε δὴ καὶ ἐμπίπτον εἰς ζήτησιν· ἔτι δὲ καὶ πρὸς κατασκευὴν τοῦ ἐλλείπειν τὸ πρᾶγμα καὶ τῷδε ὡς ἀρρήτῳ συλλογισμῷ ἐπανέχουσι· πρᾶγμά ἐστι, φασὶ, τὸ πραχθέν· τὸ μηδὲ πεπραγμένον οὐκ ἂν οὐδὲ πρᾶγμα λέγοιτο· ὁ δὲ ἄσωτος, φησὶν, οὐδὲν πεπραχὼς κρίνεται φόνου, οὐδὲν αὐτὸς διαπεπραχώς· πῶς οὖν, φασὶ, μηδενὸς πραχθέντος πρᾶγμα ἂν ὑποκείμενον εἴη; ἀλλὰ ῥᾴδιον αὐτοὺς ἐκ τῶν σαφεστέρων λόγων ἐλέγχειν· τὴν γὰρ δευτέραν τάξιν τῶν πραγμάτων ἀναμφιλέκτως ἅπαντες καταδέχονται· καίτοι οὐδὲ ἐπὶ ταύτης, ἀφʼ ὧν αὐτός τις ἔπραξεν, ἡ κρίσις γίνεται, ἀλλʼ ἀφʼ ὧν ἕτεροι, οἷον τρισαριστέως εἰκόνα ἔστησαν οἱ πολέμιοι, καὶ κρίνεται προδοσίας· ἐνταῦθα γὰρ οὐδὲν τῷ τρισαριστεῖ πέπρακται· καὶ τὸ πρᾶγμα ὅλως ἐλλείπειν οὔ φασι· τὸ γοῦν αὐτὸ κἀπὶ τῆς τρίτης καταδεξάσθωσαν τάξεως· ἀλλʼ ἐροῦσιν, ὡς ἐκεῖ μὲν ἄντικρυς εἰς τὸ κρινόμενον ἀναφέρεται τὸ πρᾶγμα, ἐνταῦθα δὲ οὐκ ἄντικρυς· προσλεκτέον, ὡς οὐδὲ ἡμεῖς ἀμφισβητοῦμεν, ὡς οὐκ ἐλάττονα ἔχει δύναμιν ἐνταῦθα τὸ πρᾶγμα, καταφαίνεται γὰρ παντὶ, ὡς ἔστιν ἔλαττον τὸ οὐκ ἄντικρυς ἀναφερόμενον τοῦ γε ἀναφερομένου ἄντικρυς· διὰ γάρ τοι τοῦτο τὴν μὲν δευτέραν ἐκεῖνα, ταῦτα δὲ τὴν τρίτην ἀπέλαβε τάξιν· οὐ μὴν ἐπειδήπερ ἀσθενεστέρα, διὰ τοῦτο καὶ παντελῶς ἐλλείπειν νομισθήσεται· τοῦτο δὲ καλῶς ἔοικε θεωρήσας ὁ τεχνικὸς προανελεῖν τὴν ἀντίθεσιν· ἔφη γὰρ ὧδε· ἀλλʼ ἧττον ἰσχύει τὸ πρᾶγμα ἐνταῦθα, ἢ ἐν τῷ θάπτοντι τὸ νεοσφαγὲς σῶμα· καὶ γὰρ ἐν πᾶσι στοχασμοῖς ἧττον ἰσχύει τὰ ἀπʼ ἀρχῆς ἄχρι τέλους· ὅταν ἀφʼ ὧν ἄλλοι πεποιήκασι, κρίνηταί τις, ἄλλως τε καὶ ὅταν μὴ εἰς αὐτὸν ἄντικρυς ἀναφέρηται· φαίνεται ἄρα διὰ τοῦτο ἀκριβέστερον κατανοήσας τὴν φύσιν τοῦ πράγματος, ὅτι βραχέα μὲν ἐνταῦθα συντελεῖ, οὐ μὴν διὰ τοῦτο παντελῶς ἀνόνητον γίνεται· πῶς οὖν οὐκ ἄν τις τῶν οὕτω προχείρως ἐπιλαμβανομένων τοῦ τεχνικοῦ καταγνοίη;

`7.353`

δʹ. Καταδρομὴν εὐθὺς ἐντεῦθεν ποιοῦνται τοῦ τεχνικοῦ, ὡς διηπορηκότος περιφανῶς· οὐ γὰρ ἔσχε, φασὶ, μετάθεσιν αἰτίας εἰπεῖν οὐδὲ πιθανὴν ἀπολογίαν, ὅπερ ἐστὶ κεφάλαια τοῦ πράγματος· ἀλλὰ τὸ χωρίον παρέδραμεν· τοῦτο δὲ κομιδῆ καθέστηκεν εὔηθες· ὁ γὰρ τεχνικὸς διεξελθὼν τὰ κεφάλαια καὶ τὴν προσήκουσαν ἀποδοὺς ἑκάστῳ τεχνολογίαν ᾤετο πρὸς ἐπισταμένους ἤδη ποιεῖσθαι τὸν λόγον, ἐπεί τοι πρόχειρον ἦν τὴν μετάθεσιν τῆς αἰτίας εἰπεῖν, ὅτι λῃσταῖς που περιτυχὼν ἀνῃρέθῃ, ἢ ὅτι λυπῆσαι βουλόμενος υἱὸν ἄσωτον ὄντα ἀπέκρυψεν ἑαυτὸν, ἢ καὶ ἐπʼ ἐμπορίαν ἐξέπλευσε πορρωτέρω, καὶ πιθανὴν δὲ ἀπολογίαν ἐρεῖ, ὅτι καὶ μὴν οὐκ ἂν ἀφανῆ καθιστῶν αὐτὸν, ἵνα μὴ ἄσωτός γε ὢν ὑπόνοιαν δῶ κατʼ ἐμαυτοῦ· εἰ γὰρ φανερὸς ἦν ὁ φόνος, ἐνομίσθη ἂν ὑπὸ λῃστῶν ἀνῃρῆσθαι ἢ ὑφʼ ὁτουοῦν ὡς εἰκὸς ἑτέρου, ὥστε οὐκ ἂν ἀπορῶν ὁ τεχνικὸς αὐτὰ παρῆλθεν, ἀλλὰ κατάδηλα οἰόμενος εἶναι τοῖς γε ἐπεσκεμμένοις ἀνωτέρω καὶ τὴν φύσιν ἐπισταμένοις τῶν κεφαλαίων.

`7.354–7.356`

εʹ. Ἔστιν ἐκ προσώπου ἀτελὴς στοχασμὸς, οἷον δύο ῥήτορες ἥκοντες ἀπὸ τῆς Φιλίππου πρεσβείας, εὕρηται ὁ μὲν χρυσίον κατορύττων, ὁ δὲ ἀπολογίαν παραπρεσβείας γεγραφὼς, καὶ κρίνονται προδοσίας· εὕρηται δὲ ὁ καλούμενος μονομερὴς, ὅταν δύο μὲν ἔχῃ τοὺς φεύγοντας, ἕνα δὲ τὸν κατήγορον, οἷον Αἰσχίνης καὶ Δημοσθένης ἥκοντες ἀπὸ τῆς παρὰ τὸν Φίλιππον πρεσβείας, εὕρηται ὁ μὲν χρυσίον κατορύττων, ὁ δὲ παραπρεσβείας ἀπολογίαν γεγραφὼς, καὶ κρίνει αὐτοὺς Ὑπερίδης προδοσίας· εὕρηται καὶ ἄλλος, ὅταν πρόσωπον ἐπὶ δύο πράγμασι κρίνηται ὁμοίοις καὶ διαφόροις. τοῖς διαφόροις μὲν, ὡς τοῦτο· ἀνὴρ καὶ γυνὴ τὴν αὐτὴν νόσον ἐνόσουν, δέδωκέ τις ἰατρὸς τοῖς δύο τὸ αὐτὸ φάρμακον, τοῦ ἀνδρὸς τελευτήσαντος τὴν γυναῖκα ἔγημε, καὶ κρίνεται μοιχείας καὶ φόνου. ἐφʼ ὁμοίοις δὲ, οἷον πένητος δολοφονηθέντος ἐκήρυξεν ὁ δῆμος τῷ μηνύσαντι χιλίας δώσειν, ἀντεκήρυξεν ὁ πλούσιος δώσειν δισχιλίας. εἰσῆλθέ τις αὐτὸν μηνύσων, ὁ δὲ αὐτὸν εἰς τὴν ὑστεραίαν ἀνεβάλετο, εὕρηται καὶ αὐτὸς δολοφονηθεὶς, καὶ κρίνεται ὁ πλούσιος ἐπʼ ἀμφοτέροις φόνου. Εὕρηται καὶ ἄλλο σπάνιον εἶδος τοῦ κατʼ ἀμφισβήτησιν· οἷον ὅπερ οὐκ ἔχει γεγονός τι ὑπὲρ τῶν προσώπων, ἀλλʼ ἔξωθέν τι συμβεβηκὸς, ἀφʼ ὧν τὸ πρόσωπον προφέρουσιν, οἷον ἀτελὴς παῖς ἀπεδήμησεν· φήμη ἐγένετο, ὡς τετελεύτηκε, καὶ ἀμφισβητοῦσι περὶ τοῦ κλήρου οἵ τε ἐπίτροποι καὶ οἱ κληρονόμοι· ἐνταῦθα σημεῖον οὐδὲν προφέρονται παρʼ αὐτῶν, ἀλλὰ τὴν φήμην διισχυρίζονται· τούτων δὲ τῶν στοχασμῶν τοὺς μὲν ἀντεγκληματικοὺς εἶπε, τοὺς δὲ λοιποὺς παρῆκεν· εἰσὶ δὲ καὶ ἄλλοι, συμπεπληγμένοι δὲ καλοῦνται, διότι ἑτέραις στάσεσιν ἐπιμίγνυνται, ὧν ἐστι καὶ οὗτος πρῶτος· οἷον μειράκιον ἔφη ἐντὸς τριάκοντα ἡμερῶν εὐπορήσειν, ἢ πορνεύσειν μεταξὺ τῶν ἡμερῶν τούτων· κατέλιπεν αὐτὸν κληρονόμον τις καὶ οὐκ ἐπόρνευσε, καὶ κρίνεται πορνείας· ἐνταῦθα γὰρ ὁ στοχασμὸς, ὅτι ἄρνησις· φησὶ γὰρ μὴ πεπορνευκέναι, τοῦ κατηγόρου χρωμένου τοῖς ἀπʼ ἀρχῆς ἄχρι τέλους, ὅτι ἐκήρυξας καὶ ἐκ τούτου ἐπόρνευσας· ὁ δὲ φεύγων τῷ ὅρῳ ἀπολογήσεται, λέγων, οὐ τὸ κηρῦξαι πορνεῦσαί ἐστιν· ὅρος μὲν οὖν κατὰ τοῦτό ἐστιν, ὅτι πέπρακται τὸ ἐκήρυξε, λείπει δὲ τὸ ἐπόρνευσεν· οὕτω δὲ δεῖ τὸν ὁρικὸν στοχασμὸν μελετᾶσθαι, ὅταν παρέλθῃ τοῦ στοχασμοῦ τὰ κεφάλαια ἕως τῶν ἀπʼ ἀρχῆς ἄχρι τέλους, καὶ ἐντεῦθεν τὰ τοῦ ὅρου κεφάλαια μελετήσεις· ἐπανελθεῖν δὲ δεῖ πάλιν ἐπὶ τὴν πιθανὴν ἀπολογίαν τὸν τρόπον, ὅτι, εἰ ἐβουλόμην πορνεῦσαι, οὐκ ἐκήρυττον· δεύτερος δὲ ὁ συγγνωμονικὸς, οἷον ὡραίαν μειρακίου μητέρα λῃσταὶ ἔλαβον, καὶ ἀπελθόντος τοῦ μειρακίου ἐπὶ τῷ λυτρώσασθαι, ἀφῆκαν τὴν μητέρα οἱ λῃσταὶ ἄνευ λύτρων, καὶ κρίνεται ἑταιρίας τὸ μειράκιον. ἐνταῦθα ἐν τοῖς ἀπʼ ἀρχῆς ἄχρι τέλους προβαλλομένου τοῦ κατηγόρου, καὶ λέγοντος, ὅτι διὰ τί ἄνευ λύτρων σε ἀφῆκαν, ὁ φεύγων ἐρεῖ, ἐλεήσαντες τὴν ἡλικίαν καὶ τὸ φιλόστοργον καὶ τὴν μητέρα, καὶ εὐθέως εἰς τὴν συγγνώμην ἐμπεσεῖται λέγων, «οὐ δεῖ τὰ παρὰ λῃστῶν γινόμενα ἐξετάζεσθαι, πάντα γὰρ τὰ τοιαῦτα κατʼ ἀνάγκην γίνεται·» ὁ τρίτος πάλιν ὁ δημοκόπιος, οἷον πρεσβευτὴς εἰσῆλθεν εἰς τὸν δῆμον μελανειμονῶν, καὶ ἐρωτηθεὶς ὑπὸ τοῦ δήμου, διʼ ἣν αἰτίαν οὕτως ἔχει, ἔδειξέ τινα ὡς τὴν γυναῖκα αὐτοῦ μοιχεύοντα, καὶ κατέλευσεν ὁ δῆμος τὸν δειχθέντα· καὶ μετὰ ταῦτα εὕρηται τῇ γυναικὶ συνοικῶν, καὶ κρίνεται δημοκοπίας· διαφέρει δὲ τοῦτο τῶν ἄλλων, ὅτι μεμιγμένα τὰ κεφάλαια, οἷον βουλήσεις δύο ὑφʼ ἓν ἐξεταζόμεναι· ἔστι δὲ καὶ ἄλλος στοχασμὸς ὁ ἐξ ἀπάτης δικαστῶν· οἷον ἐγράψατό τις τὴν γυναῖκα μοιχείας, καὶ εἷλε· τελευταῖον ἔφη πρὸς τὴν γυναῖκα, ὡς οὐχ εἷλον, καὶ κρίνεται ἐξ ἀπάτης δικαστῶν· διαφέρει δὲ οὗτος τοῦ δημοκοπίου, ὅτι ὧδε μετὰ λόγου καὶ κρίσεως· ἡ ἀπάτη γὰρ τῶν δικαστῶν, ἐκεῖ δὲ ἀπὸ κρίσεως μόνης ἢ ἀποφάσεως ἑνὸς λόγου.

ϛʹ. Ἰστέον, ὡς τῶν διπλῶν οἱ μέν εἰσιν ὁμωνύμως καλούμενοι, οἱ δὲ συνεζευγμένοι, οἱ δὲ συμπεπλεγμένοι· τῶν δʼ αὖ διπλῶν οἱ μέν εἰσιν ἀντεγκληματικοὶ, ὡς Αἰσχίνης καὶ Δημοσθένης, ὁ μὲν εὕρηται χρυσίον κατορύττων, ὁ δὲ ἀπολογίαν παραπρεσβείας γεγραφὼς, καὶ ἀντεγκαλοῦσιν ἀλλήλοις· οἱ δὲ κατὰ ἀμφισβήτησιν ἀπὸ δύο προσώπων διαφόρων καὶ δύο πραγμάτων, οἷον τύραννος ἐνόσει, ὑποπτεύσας τὸν ἴδιον ἰατρὸν μετεκαλέσατο ξένον, ἀνελθὼν δέδωκε φάρμακον ὡς ἀλεξιφάρμακον, καὶ κατελθὼν ἔφη «τεθνήξεται·» τέθνηκε, καὶ ἀμφισβητοῦσι περὶ τῆς δωρεᾶς.

ζʹ. Εἰ γὰρ ἁπλοῦς τέλειός ἐστιν ὁ πρᾶγμα ἓν ἔχων καὶ πρόσωπον κρινόμενον, φανερὸν, ὅτι ὁ διπλοῦς τέλειος δύο πράγματα ἔχει κρινόμενα καὶ δύο πρόσωπα ἐκ διαφόρου ποιότητος, διπλοῦν δὲ τέλειον ἐκάλεσε τοῦτον, ὡς δύο ζητήματα ἁπλᾶ στοχαστικὰ ἔχοντα τέλεια ὑφʼ ἑνὶ ἐγκλήματι· ὁ μὲν γὰρ ἥλω χρυσίον κατορύττων, ὁ δὲ ἀπολογίαν παραπρεσβείας γεγραφώς· τὸ δὲ ἔγκλημα, ὃ ἀντεγκαλοῦσιν ἀλλήλοις ἓν, τὸ τῆς δωροδοκίας.

`7.357`

ηʹ. Ἀναγκαίως ἐκλείπει αὕτη διὰ τὸ ἐξισάζον· φύσει μὲν γὰρ ἔχει τὸ κεφάλαιον, ἐκλείπει δὲ διὰ τὸ ἐξισάζειν· ὥσπερ γὰρ οὗτος ἀπαιτεῖ, κἀκεῖνος ἀπαιτήσει· παρατήρησαι δὲ τὸ ἐνταῦθα, ὅτι οὐκ ἐν παντὶ στοχασμῷ ἐγκληματικῷ λέγει, ἀλλʼ ἐν τῷ ζητήματι τούτων· ἴσως γὰρ ἐν ἄλλῳ ἀντεγκληματικῷ εὑρεθήσεται ἐλέγχων ἀπαίτησις, ἐν οἷς οὐκ ἰσάζει· οἷον ὅτε τὰ πρόσωπα διάφορα τυγχάνει ὄντα, τότε ἐμπίπτει ἡ τῶν ἐλέγχων ἀπαίτησις· οἷον εἰ ἰατρὸς καὶ ἰδιώτης ἐπὶ φαρμακείᾳ ἀλλήλοις ἀντεγκαλοῦσιν· ἐνταῦθα γὰρ ὁ μὲν ἰδιώτης ἀπαιτήσει τὴν τῶν ἐλέγχων παράστασιν· λέξει γὰρ, τίς μοι τὸ φάρμακον δέδωκε; παρὰ τίνος ὠνησάμην; εἰπὲ τὸν κομίσαντα· ὁ δὲ ἰατρὸς οὐκέτι, οἴκοθεν γὰρ ἔχων τὴν τέχνην διʼ ἄλλου τινὸς οὐκ ἐδεῖτο τοῦτο ποιεῖν ὥσπερ ὁ ἰδιώτης.

θʹ. Ἴση γὰρ αὐτοῖς γίνεται ἡ τῶν ἐλέγχων ἀπαίτησις· εἰ γὰρ ὁ ἕτερος αὐτῶν ἐλέγχους ἀπαιτηθείη, καὶ ἀνταπαιτήσει πάντως· διὰ τοῦτο ἐκλέλοιπε φύσει τουτὶ τὸ κεφάλαιον· τοῖς δὲ ἄλλοις ἑξῆς ἅπασι χρήσεται διττῶς, τουτέστι καὶ τοῦ ἐναντίου κατηγορῶν καὶ ὑπὲρ ἑαυτοῦ ἀπολογούμενος διὰ πάντων τῶν κεφαλαίων· οἷον ὅτι σὲ μὲν εἰκὸς ἦν διὰ τὸ παραπρεσβεῦσαι, καὶ τοῖς ἄλλοις δὲ κεφαλαίοις τοῦτον τὸν τρόπον ἑκάτερος χρήσεται.

`7.358–7.362`

ιʹ. Διπλᾶ τὰ λοιπὰ ἐμπεσεῖται, εἰ μή τι αὐτῶν κατὰ τὰς ἰδίας ἐκλείποι μεθόδους· διπλῆ γοῦν ἐμπίπτει βούλησις καὶ διπλῆ δύναμις, καὶ τὰ ἑξῆς κεφάλαια ὁμοίως· ἰστέον δὲ, ὅτι καλλίστην ἡμῖν παραδίδωσιν ἐνταῦθα σημείωσιν ὁ Τύραννος, φάσκων, ὅτι τὸ εἰρημένον ἐνταῦθα, «ἡ μὲν τῶν ἐλέγχων ἀπαίτησις, ἐπειδὴ ἐξισάζει, οὐκ ἐμπίπτει,» ἐπὶ τοῦ προκειμένου δεῖ καὶ μόνου ἐκλαμβάνειν προβλήματος· οὐ γὰρ ἐν παντὶ τῷ εἴδει τῶν τελείων διπλῶν στοχασμῶν τὸ τοιοῦτον γίνεται· εἰ γάρ τις εὑρεθείη διάφορος ποιότης τῶν προσώπων, ἥτις ἐμποιεῖ τὸ διάφορον, καὶ οὐκέτι λοιπὸν ἐξισάζει, τὸ λοιπὸν ἐξετασθήσεται ἡ τῶν ἐλέγχων ἀπαίτησις, ὡς ἐπὶ τούτου. συνδιῃτᾶτό τις ἰδιώτῃ καὶ ἰατρῷ, τέθνηκεν ἐπὶ σημείοις φαρμάκων καὶ ἀντεγκαλοῦσιν ἀλλήλοις τὸν φόνον, ὅ τε ἰδιώτης καὶ ἰατρός· ἐνταῦθα ὁ μὲν ἰδιώτης εὐλόγως ἀπαιτήσει ἐλέγχους, φάσκων, τίς μου καταμαρτυρεῖ; τίς ὁ σκευάσας μοι τὸ φάρμακον; τίς ὁ πωλήσας; τίς ὁ διακονήσας; ὁ μέντοι ἰατρὸς οὐχ ἕξει χώραν ἀπαιτεῖν ἐλέγχους, ἰατρὸς γὰρ ὢν οὐκ ἂν εἴποι· τίς ὁ σκευάσας μοι τὸ φάρμακον; ἢ τίς ὁ διακονήσας; ταῦτα γὰρ αὐτὸς ποιήσει πάντα ὁ ἰατρὸς, μηδὲν ἑτέρου πρὸς ὑπουργίαν δεόμενος· ἀπαιτήσει τοίνυν ὁ ἰδιώτης ἐλέγχους, καὶ εἰκός τινα εἰπεῖν· ἑτερορρεπὲς εὑρεθήσεται τὸ πρόβλημα κατὰ τοῦτο, εἴγε ὁ μὲν ἐλέγχους ἀπαιτεῖ, ὁ δὲ οὔ· καί φαμεν, ὅτι εἰ μὲν μὴ εὐπόρει τοῦτο λῦσαι, τότε ἂν ἑτερορρεπὲς εὑρίσκετο, νῦν δὲ λύσει, τοῦτο λέγων· αὐτὰ τὰ πράγματά σου καταμαρτυροῦσιν, ὥστε οὐκέτι ἐστὶν ἑτερορρεπές· ἴσως δέ τις ἐρεῖ, ὅτι ὡς κἀπὶ τῶν ἄλλων κεφαλαίων ἐξισάζουσιν αἱ δικαιολογίαι, οἷον ὅτι ἐβούλετο, καὶ ὁ ἕτερος ἐρεῖ, ὅτι σὺ ἐβούλου· ἔτι ἠδύνω, ἀλλὰ καὶ ὁ ἕτερός φησιν, ὅτι ἠδύνω· καί φαμεν, ὅτι οὐκ ἐξισάζει ταῦτα· παρὰ γὰρ τὴν διάφορον ποιότητα τῶν κρινομένων προσώπων ἐμπίπτει ἡ τῶν κεφαλαίων ἐξέτασις, οἷον ἐβούλου, Αἰσχίνη, ὢν καὶ τραφεὶς ἐν ἐνδείᾳ, προδοῦναι, ἵνα λάβῃς χρήματα, καὶ ὁ ἕτερος πάλιν ἐρεῖ· ἐβούλου, Δημοσθένης, ὢν καὶ ἀεὶ γεγονὼς ἄπληστος, προδοῦναι, ἵνα λήψῃ χρήματα. Ἰστέον δὲ, ὅτι οὐκ εἰκῆ, ἀλλὰ μετά τινος λογισμοῦ ὁ τεχνικὸς τὸν Δημοσθένη εἶπε κατορύττειν χρυσίον, τὸν δὲ Αἰσχίνην λόγον παραπρεσβείας γεγραφέναι· ἄλλως γὰρ μετατιθέμενα οὐκέτι εἶχον τὸ πιθανὸν, οἷον εἰ τὸν Αἰσχίνην εἶπε κατορύττειν χρυσίον, τὸν δὲ Δημοσθένη λόγον παραπρεσβείας γεγραφέναι· πῶς γὰρ ἂν ἔτι χρώμεθα τοῖς ἀπʼ ἀρχῆς ἄχρι τέλους ἐπὶ Δημοσθένους; τὸ γὰρ κρίνειν αὐτὸν ἐκ τοῦ γεγραφέναι παραπρεσβείας λόγου λίαν ἠλίθιον ἐδόκει καὶ ἀβέβαιον, ἄνδρα ἀεὶ πρὸς τὸ συγγράφεσθαι λόγους παντοίους ἀπησχολημένον, καὶ ἔτι ἐπὶ Αἰσχίνου ἄπορον εὑρίσκετο ἡ τῆς αἰτίας μετάθεσις· τί γὰρ, εἰ ἔλεγεν Αἰσχίνης φωραθεὶς χρυσίον κατορύττων, ἄνθρωπος ἐν ἐνδείᾳ τραφεὶς καὶ ἀεὶ πενόμενος; εἰς ἀπορίαν οὖν αὐτὸ περιίστατο τὸ σημεῖον καὶ αἰτίαν οὐκ ἂν εὐπόρει πιθανὴν εἰπεῖν· εὐλόγως οὖν ὁ τεχνικὸς τὸν μὲν Δημοσθένην εἶπε κατορύττειν χρυσίον, τὸν δὲ Αἰσχίνην λόγον παραπρεσβείας γεγραφέναι, οὕτως γὰρ λόγον αὐτοῖς ἔχει τὰ ἐγκλήματα. ἀκόλουθον λοιπὸν καὶ τὴν ἐργασίαν εἰπεῖν τοῦ διπλοῦ, καὶ ἐπειδὴ ἐν τοῖς ἀντεγκληματικοῖς ἑκάτερος αὐτῶν καὶ κατηγορεῖ καὶ ἀπολογεῖται, χρὴ ζητεῖν, πότερον πᾶσαν πρότερον ἐρεῖ τὴν κατηγορίαν, καὶ εἶθʼ οὕτως ἐν δευτέρῳ πᾶσαν ἐπάγει τὴν ἀπολογίαν ἢ τοὔμπαλιν πρῶτον ἐρεῖ τὴν ἀπολογίαν, καὶ ἐν δευτέρῳ ἐπάγει τὴν κατηγορίαν· φαμὲν τοίνυν, ὅτι οὐδέτερον τούτων ἀληθὲς, πάνυ γὰρ ὕπτιον τοῦτο καὶ οὐχ οὕτω φανερῶς συστῆναι δυνάμενον, οὔτε τὰ ἑαυτῷ οὔτε τὰ τοῖς ἀντιδίκοις προσόντα· ἄλλως τε καὶ ὥσπερ δύο ἐδόκουν εἶναι λόγοι, τῆς τε κατηγορίας ἰδίᾳ καὶ τῆς ἀπολογίας τιθεμένης· χρὴ οὖν συνάπτειν καὶ ἀντεξετάζειν παράλληλα κεφαλαίων ἀντιθέντας, καὶ σύγκρισιν ποιουμένους τῶν ἑαυτοῖς καὶ τῶν τοῖς ἀντιδίκοις προσόντων δικαιωμάτων· καὶ γὰρ ἀγωνιστικὸν τὸ τοιοῦτο καὶ γοργὸν καὶ ἐναργῶς τὰς ἀποδείξεις παρεχόμενον, ὡς παρὰ Δημοσθένει ἐν τῷ περὶ στεφάνου· ἀντεξετάζων γὰρ τὰς αὐτοῦ καὶ τὰς Αἰσχίνου πράξεις ἐκ παραλλήλων ἔθηκε. καὶ σκόπει ἐπʼ αὐτῆς τῆς λέξεως· «ἐπειδὴ τοίνυν ἐποιήσατο τὴν εἰρήνην ἡ πόλις, ἐνταῦθα πάλιν σκέψασθε, τί ὑμῶν ἑκάτερος προείλετο πράττειν, καὶ τίς οὖν ὁ Φιλίππῳ πάντα συναγωνιζόμενος, καὶ τίς ὁ πράττων ὑπὲρ ὑμῶν καὶ τὸ τῇ πόλει συμφέρον ζητῶν· ἐγὼ μὲν τοίνυν ἔγραψα βουλεύων ἀποπλεῖν τὴν ταχίστην τοὺς πρέσβεις ἐπὶ τοὺς τόπους, ἐν οἷς ἂν ὄντα Φίλιππον πυνθάνωνται, οὗτοι δὲ οὐδὲ γράψαντος ἐμοῦ τοῦτο ποιεῖν ἠθέλησαν·» οὕτως οὖν χρὴ κατασκευάζειν κεφάλαιον πρὸς κεφάλαιον ἀντεξεταστικῶς προφέροντας τὴν ἀπόδειξιν. ἔτι κἀκεῖνο χρὴ ζητῆσαι, ποῖον προτακτέον κεφάλαιον, ἆρα τὸ κατηγορικὸν ἢ τὸ ἀπολογητικόν· καὶ λέγομεν, ὅτι κατηγορεῖν πρότερον δεῖ· εἰ γὰρ πρὸς ἀπολογίαν πρότερον τραπῶμεν, δόξομεν ὥσπερ συνειδέναι ἑαυτοῖς τὸ ἔγκλημα, καὶ ὥσπερ δεδιότες πρὸς ἀπολογίαν τραπῆναι πρότερον· μᾶλλον οὖν κατηγορητέον πρότερον, ἵνα δόξωμεν περιφρονεῖν τὰ τῆς ἀπολογίας ὡς θαρροῦντες ἑαυτοῖς, ἐφʼ οἷς οὐδὲν πεπράχαμεν δεινόν. ἔτι δὲ καὶ τοῦτο χρὴ γινώσκειν, ὅτι πιθανώτερα δόξουσιν εἶναι τὰ λεγόμενα, εἴπερ ἀπὸ τῶν καθόλου ἐπιχειρήσομεν· χρὴ γὰρ ἐν ταῖς ἐργασίαις τὰς ἐξετάσεις ἀπὸ τῶν καθόλου ποιεῖσθαι, πράττοντας μὲν τοῦτο, προσάγοντας δὲ τὰ ὑποκείμενα τῷ καθολικῶς ἐξετασθέντι· χρὴ γὰρ μὴ τελείως ἐνδιατρίβειν τοῖς καθόλου, ἀλλὰ μετέρχεσθαι λοιπὸν καὶ ἐπὶ τὰ προκείμενα μερικὰ, περὶ ὧν καὶ τὴν ἐξέτασιν ποιούμεθα. Οὕτως οὖν καὶ Ἰσοκράτης ἐν τῷ ἀμαρτύρῳ πεποίηκε· ζητουμένου γὰρ, ὁπότερος δεινότερος εἴη λέγειν, Νικίας ἢ Εὔθυνος, πρότερον καθόλου ἐξετάσας τοῦτο, οὕτως προσήγαγε τὸ ζητούμενον εἰπών· «οἶμαι δὴ πάντας εἰδέναι, ὅτι συκοφαντεῖν ἐπιχειροῦσι μάλιστα οἱ λέγειν μὲν δεινοὶ, ὀλίγα δὲ κεκτημένοι, τοὺς ἀδυνάτους μὲν εἰπεῖν, ἱκανοὺς δὲ χρήματα τελεῖν. Νικίας τοίνυν Εὐθύνου πλείονα μὲν ἔχει, ἥττω δὲ δύναται λέγειν· ὥστε οὐκ ἔστι, διότι ἂν ἐπήρθη ἐπʼ Εὐθύνουν ἐλθεῖν·» πάνυ δὲ χρήσιμον τὸ τοιοῦτο, καὶ πολλὴν ἰσχὺν ἔχον πρὸς τὸ πεῖσαι τοὺς δικάζοντας, καὶ μέντοι καὶ συναρπάσαι· τῷ γὰρ καθόλου ὡς ἐπὶ τὸ ἀληθὲς ἐξεταζομένῳ συντρέχουσι· συνθέμενοι δὲ τῷ καθόλου ἐξ ἀνάγκης καὶ τῷ μερικῷ πείθονται· ἐν γὰρ τῷ ὅλῳ καὶ τὸ μέρος περιέχεται. Χρηστέον δὲ τῷ καθόλου, ὡς εἴρηται, οὐκ ἐπὶ πολὺ, ἐπεὶ ὕπτιον ἐργάζεται τὸν λόγον· ἄλλως τε δὲ καὶ εἴπερ ἐνδιατρίψομεν τῷ καθόλου, δόξομεν ὡς ἀποροῦντες ἐπὶ τοῦ προκειμένου δεῖξαι τοῦτο ποιεῖν· οὐ μὴν ἀλλὰ καὶ φιλοσοφίας μᾶλλον τὸ τοιοῦτο τὸ ἐξετάζειν τὰ καθόλου, οἱ δὲ ῥήτορες κἂν μνησθῶσι τῶν καθόλου, οὐ σκοπὸν ἔχοντες περὶ αὐτῶν τὴν ζήτησιν ποιεῖσθαι, ἀλλʼ ἵνα ἐξ αὐτῶν μᾶλλον τὰ μερικὰ πιστώσωνται· ἐν τούτοις ἡ ἐργασία τῶν διπλῶν στοχασμῶν· τούτων δὲ τῶν διπλῶν ἃ μέν ἐστιν ἀτελῆ ἀπὸ προσώπων, ἃ δὲ ἀτελῆ ἀπὸ πραγμάτων· ἀτελὴς μὲν οὖν διπλοῦς ἀπὸ προσώπου γίνεται, ὅταν μόνα τὰ πράγματα κρίνηται, οἷον δύο ῥήτορες πρεσβεύσαντες παρὰ τύραννον καὶ ἐπανήκοντες ἀλλήλοις ἀντεγκαλοῦσι δώρων, ἐπειδὴ ὁ μὲν χρυσίων εὕρηται κατορύττων, ὁ δὲ ἀπολογίαν παραπρεσβείας γεγραφώς· ἐνταῦθα γὰρ τὰ μὲν πρόσωπα ἰσάζοντα οὐκ ἐπιδέχεται ἐξέτασιν, τὰ δὲ πράγματα διαφέροντα ἐξετασθήσεται· ὥστε πάλιν ἡ βούλησις καὶ δύναμις ἐκλέλοιπε· τοῖς δὲ ἄλλοις ὁμοίως ἐξετασθήσεται κεφαλαίοις, ὥσπερ ὁ τέλειος διπλοῦς· καὶ ἐνταῦθα δὲ χρὴ ἀντεξεταστικῶς τὰς ἐξετάσεις ποιεῖσθαι. γίνεται δὲ ἐκ πραγμάτων ἀτελὴς στοχασμὸς, πρόσωπα μόνα ἔχων ἐξεταζόμενα· οἷον ἐπὶ σημείοις φαρμάκων ἀριστεὺς ἐτελεύτα, μητρυιὰν ἔχων καὶ αἰχμάλωτον παλλακίδα, καὶ ἀντεγκαλοῦσιν ἀλλήλοις τὸν φόνον. ἐνταῦθα γὰρ μόνη ἡ βούλησις ἐξετάζεται, ἅπερ φύσει τοῦ προσώπου ἐστὶν ἴδια, τὰ δὲ λοιπὰ πάντα ἰσάζει, καὶ διὰ τοῦτο ἐκλέλοιπεν αὐτῶν ἡ ἐξέτασις· ὃ γὰρ ἡ μία αὐτῶν ἐρεῖ κρίνουσα τὴν ἑτέραν, τὸ αὐτὸ ἀκούσεται. Ἀποροῦσι δέ τινες λέγοντες, πῶς ἐπὶ μὲν τῶν ἁπλῶν στοχασμῶν ἔφαμεν μὴ εἶναι ἀτελῆ ἀπὸ τῶν πραγμάτων, ἐπὶ δὲ τῶν διπλῶν εὑρίσκεται ἀτελὴς ἐκ πραγμάτων στοχασμός· καὶ λέγομεν, ὅτι, ὡς καὶ πρότερον ἔφημεν, οὐκ ἐνδέχεται πράγματος χωρὶς εἶναι στοχασμόν. καὶ ἐν τοῖς οὖν ἀτελέσι διπλοῖς ἔστι πάντως τὸ πρᾶγμα, ἀλλὰ διά τινα περίστασιν οὐκ ἐξετάζεται, τουτέστι διὰ τὸ ἐξισάζειν τὰ πράγματα· ἄλλως τε ἐν τοῖς διπλοῖς δύο ὄντων προσώπων γίνεταί τις ἐξέτασις, ἀντεγκαλούντων ἀλλήλοις τὸ ἔγκλημα· ἐν δὲ τοῖς ἁπλοῖς ἓν εὑρίσκεται πρόσωπον, ὅπερ ἀδυνατήσει μόνον ὑπάρχον συστήσασθαι ζήτησιν· οὐκοῦν ἀναγκαῖον πάντως ἐν τοῖς ἁπλοῖς τὸ πρᾶγμα ἐξετάζεσθαι, καὶ ἐν τούτοις ἡ τῶν ἀντεγκληματικῶν στοχασμῶν διδασκαλία.

`7.363–7.365`

ιαʹ. Εἰπὼν, ὡς διὰ πάντων τῶν κεφαλαίων οὐ μόνον ὑπὲρ ἑαυτῶν ἀπολογησόμεθα, ἀλλὰ καὶ τῶν ἀναγκαίων κατηγορήσομεν, ἀναγκαίως ἐζήτησε, πότερον δεῖ τὴν κατηγορίαν χωρὶς πᾶσαν ἀποτεταμένως εἰπεῖν, καὶ αὖθις ἰδίᾳ τὴν ἀπολογίαν, ἢ κατὰ συμπλοκὴν ἑκάστου κεφαλαίου τά τε κατηγορικὰ καὶ τὰ πρὸς ἀπολογίαν ἐκφέρειν κατὰ ἀντιπαράθεσιν, ᾧ δὴ καὶ συγκατατίθεται, φημὶ τῷ κατὰ ἀντιπαράθεσιν. γένοιτο γὰρ ἂν, φησὶν, οὕτω μᾶλλον ἐσφιγμένος τε καὶ συγκεκροτημένος ὁ λόγος· τὸ μὲν γὰρ τὴν κατηγορίαν ἀποτείνειν ἰδίᾳ καὶ τὴν ἀπολογίαν ἰδίᾳ ἔκλυτον καὶ ὥσπερ εἰς ὕπνον καθέλκον τοὺς δικαστάς· τὸ δὲ ἀντιτιθέναι κεφάλαιον τῇ κατηγορίᾳ τοὺς ὑπὲρ ἡμῶν λόγους συνημμένον καὶ σφριγῶντα δείκνυσι τὸν λόγον, ἄλλως τε καὶ τῷ παράλληλον κεῖσθαι σαφῆ ποιεῖ τὴν κρίσιν τῷ δικαστῇ. ἔτι δὲ κἀκεῖνο λεκτέον, ὡς τὰ κατηγορικὰ πρότερον δεῖ φράζειν, εἶθʼ οὕτως ἐπάγειν τοὺς ὑπὲρ ἡμῶν λόγους καθʼ ἕκαστον κεφάλαιον· καὶ σαφὲς τὸ αἴτιον· τῇ τε γὰρ φύσει πᾶσα κατηγορία τῆς ἀπολογίας ἡγεῖσθαι βούλεται, καὶ τοὺς δικαστὰς μᾶλλον προσεχεστέρους ἕξομεν· εἰ μὲν γὰρ εὐθὺς ἐπὶ τὴν ἀπολογίαν χωροῖμεν, δεδοικέναι νομισθησόμεθα, καὶ τὰ ἠπατημένα βούλεσθαι λόγων ἀπάταις περικαλύπτειν· εἰ δὲ πρὸς τὴν ἐκείνου κατηγορίαν τραπέντες τὴν ὑπὲρ ἡμῶν ἀπολογίαν ἐν δευτέρῳ τάττομεν, ὥσπερ καταφρονοῦντες τῶν ἐπιφερομένων ἡμῖν κατηγορημάτων, θαρρεῖν τε τοῖς δικασταῖς δόξαιμεν ἂν, καὶ μεθʼ ἡμῶν καθεστάναι νομιοῦσι τὸ δίκαιον. λεκτέον δὲ ἤδη καὶ τὴν ἐργασίαν, καθʼ ἣν μάλιστά τε τῶν ἐναντίων κατηγορίαν καὶ τὴν ὑπὲρ ἡμῶν αὐτῶν ἀπολογίαν ποιησόμεθα· δεῖ τοίνυν ἀπὸ τῶν καθολικῶν λαμβάνοντα τὰ ἐπιχειρήματα προσάγειν ἀεὶ τῷ ὑποκειμένῳ προσώπῳ ἢ πράγματι· τὰ μὲν γὰρ καθολικὰ πιθανώτερα, καὶ πλέον τὸν δικαστὴν ἐπαγόμενα. ὑπὸ γὰρ τῶν κοινῶν καὶ καθόλου μᾶλλον ἄγεται πρὸς πειθὼ, τὸ δὲ προσάγειν ἡμᾶς καὶ ἁρμόζειν τοῖς μερικοῖς, ῥητορικὸν ποιεῖ τὸν λόγον, καὶ οὐκ ἐᾷ κεχηνέναι τε καὶ διαλελύσθαι ἐπὶ τῶν καθόλου ἱστάμενον· ὥσπερ Ἰσοκράτης ἐν τῷ ἀμαρτύρῳ ποιεῖ. ὁρμηθεὶς γὰρ ἐκ τῶν καθόλου, τοιοῦτό φησιν ἐπιχείρημα· «τίνα δὴ μᾶλλον εἰκὸς θέλειν συκοφαντεῖν; πότερον τὸν ἀπορούμενον χρημάτων καὶ δυνατὸν εἰπεῖν, ἢ τὸν εὐπορίαν μὲν ἔχοντα χρημάτων, εἰπεῖν δὲ ἀδύνατον; δῆλον,» φησὶ, «καὶ τὸν δεινὸν μὲν λέγειν, χρημάτων δὲ ἀπορούμενον.» εἶτα τὸ καθολικὸν τοῦτο προσάγει τῷ μερικῷ· «ἐκ τῆς κοινῆς ἐννοίας ἔχω πεπεισμένους τοὺς δικαστάς.» οὕτω γάρ φησι καὶ τὸν Εὐθύνουν μᾶλλον Νικίου συκοφαντεῖν, ὅσγε χρήμασι μὲν ἡττᾶται Νικίου, τῷ δὲ εἰπεῖν περιγίνεται. ταῦτα γοῦν ἐπʼ αὐτῆς τῆς λέξεως διεξέρχεται· «οἶμαι δὴ πάντας εἰδέναι, ὅτι μάλιστα συκοφαντεῖν ἐπιχειροῦσιν οἱ λέγειν μὲν δεινοὶ, ἔχοντες δὲ μηδὲν τοὺς ἀδυνάτους εἰπεῖν, ἱκανοὺς δὲ χρήματα τελεῖν. Νικίας τοίνυν Εὐθύνου πλεῖον ἔχει, ἧττον δὲ δύναται λέγειν· ὥστε οὐκ ἔστι, διότι ἂν ἐπήρθη ἀδίκως ἐπʼ Εὐθύνουν ἐλθεῖν.» ὁμοίως καὶ Δημοσθένης ἐν τῷ περὶ τοῦ στεφάνου ἔδειξεν ἡμῖν τὴν ἰσχὺν τῆς τῶν μερικῶν συμπλοκῆς. ἐπειδὴ γὰρ ἐκ τοῦ ἐπὶ πλέον τῷ καθολικῷ ἐνδιατρῖψαι ἄτονον ᾔσθετο τὸν λόγον αὐτῷ γεγενημένον καὶ τοῦ ἀγωνιστικοῦ ἐκπεπτωκότα, εὐθὺς τοῦ ὑποκειμένου ἀντελάβετο τὸν λόγον ἀναρρωννὺς καὶ ἄγων ἐπὶ τὸ ἐναγώνιον. οὕτως οὖν ἐπʼ αὐτῆς φησι τῆς λέξεως· «πέρας μὲν γάρ ἐστιν ἀνθρώποις ἅπασι τοῦ βίου θάνατος, κἂν ἐν οἰκίσκῳ τις ἑαυτὸν καθείρξας τηρήσῃ,» καὶ μέχρις «ὅ τι ἂν ὁ θεὸς διδῷ·» εἶτα εὐθὺς ἐπὶ τὸ μερικὸν ἔδραμεν αἰσθόμενοι τῆς περὶ τὰ καθολικὰ διατριβῆς· «ταῦτα ἐποίουν οἱ ὑμέτεροι πρόγονοι, ταῦτα ὑμῶν οἱ πρεσβύτεροι.» εἰ δὲ πολλὰ ἡμῖν ἀπὸ τῶν καθόλου ἐμπίπτοι ἐπιχειρήματα, χρὴ συμπλέκοντα ἑκάστῳ τὸ μερικὸν μετιέναι ἐφʼ ἕτερον. οὕτω γὰρ πιστωσαίμεθά τε τὸν λόγον ἱκανῶς ἐκ τῶν καθολικῶν καὶ κοινῶν ἐννοιῶν, καὶ ὁ ἀκροατὴς ἀνθέξεται τοῦ προκειμένου τῷ συγκεκροτῆσθαι τὸν λόγον καὶ ἀναπεπλέχθαι τοῖς καθόλου τὰ μερικὰ, καὶ οὐ μαλακισθήσεται περὶ τὰ καθολικὰ ἐπὶ πλέον στρεφόμενα. τοῦτον οὖν τὸν τρόπον καὶ ὁ Δημοσθένης καὶ ἐν ἄλλοις μὲν πανταχοῦ, ἐπὶ δὲ τοῖς Φιλιππικοῖς περιφανέστατα φαίνεται χρησάμενος· «ἀλλʼ οἶμαι παρόμοιόν ἐστιν, ὅπερ καὶ περὶ τῆς τῶν κτημάτων κτήσεως· ἂν μὲν γὰρ, ὅσα ἄν τις λάβῃ καὶ σώσῃ, μεγάλην ἔχει τὴν χάριν, ἂν δʼ ἀναλώσας λάθῃ, συνανάλωσε καὶ τὸ μεμνῆσθαι τῇ τύχῃ τὴν χάριν.» εὐθὺς γὰρ προάγει τὸν λόγον ἐπὶ τὸ μερικὸν, «καὶ περὶ τῶν πραγμάτων οὕτως.» καὶ πάλιν ἐπὶ τὸ καθόλου ἀνατρέχει, οἷον· «οἱ μὴ χρησάμενοι τοῖς καιροῖς ὀρθῶς, οὐδὲ, εἰ συνέβη τι παρὰ τῶν θεῶν χρηστὸν, μνημονεύουσι· πρὸς γὰρ τὸ τελευταῖον ἐκβὰν ἕκαστον τῶν προϋπαρξάντων κρίνεται.» εἶτα, εἰ συνάπτει τὸ μερικὸν· «διὸ καὶ σφόδρα δεῖ, ὦ ἄνδρες Ἀθηναῖοι, φροντίσαι, ἵνα ταῦτα ἐπανορθωσάμενοι τὴν ἐπὶ τοῖς πεπραγμένοις ἀδοξίαν ἀποτριψώμεθα.» ὁ μὲν οὖν Δημοσθένης οὕτως ἐπὶ τὰ ὑποκείμενα εὐθὺς εἴωθε τρέπεσθαι καὶ συντείνειν τοὺς λόγους· ὁ δὲ Ἰσοκράτης ἐνδιατρίβων τοῖς καθόλου, ὡς φιλοτιμότερος περὶ ταῦτα φαινόμενος, ὕπτιος μᾶλλον εἶναι δοκεῖ καὶ ἧττον ἀγωνιστικός.

`7.366`

ιβʹ. Ἐν τοῖς τοιούτοις, φησὶν, τῶν ζητημάτων, ἐπειδὴ ἑκάτερος φεύγων ἐστὶν καὶ κατήγορος, δεῖ τὸν μελετῶντα μὴ κατηγορεῖν πρῶτον, εἶτα ἀπολογεῖσθαι, ἀλλὰ τὴν ἀπολογίαν προτάττοντα καὶ δεικνύντα ἑαυτὸν ἐλεύθερον, οὕτω μεθιστᾷν τὸ ἔγκλημα ἐπὶ τὸ ἐναντίον καὶ κατηγορεῖν. δεῖ δὲ σκοπεῖν καὶ τοῦτο, ὅπως μὴ πᾶσαν μὲν ἐκτιθέμεθα τὴν ἀπολογίαν, ἀνατρέχομεν δὲ πάλιν ἐπὶ τὴν κατηγορίαν ὅλην ὅλῃ ἀντιτιθέντες — ἄτεχνον γὰρ —, ἀλλὰ κεφάλαιον κεφαλαίῳ ἀντιτιθέναι, ὥσπερ ἐν συγκρίσει· οὐ γὰρ οὗτος ὁ λόγος δραστικὸς καὶ ἐναγώνιος φαίνοιτο.

`7.367`

ιγʹ. Τὸ γὰρ πρόσωπον ἴσον καθεστώς; ἐπὶ τοῦ παραδείγματος οὗ δέδωκεν οὐκ ἐπιδέχεται κρίσιν, ἄμφω γὰρ ῥήτορες, τὸ δὲ πρᾶγμα διάφορον ὂν κρίνεται· ὁ μὲν γὰρ χρυσίον κατώρυττεν, ὁ δὲ ἀπολογίαν παραπρεσβείας ἔγραφεν· ἐὰν δέ τις δῷ καὶ διάφορα πρόσωπα, τέλειος ἑκατέρωθεν εὑρίσκεται· ἀντὶ τοῦ εἰπεῖν δύο ῥήτορας εἴ τις εἴποι, Δημοσθένη καὶ Λυκοῦργον πρεσβεῦσαι, καὶ τὸν μὲν εὑρεθῆναι χρυσίον κατορύττοντα, τὸν δὲ ἀπολογίαν παραπρεσβείας γράφοντα· ἐνταῦθα γὰρ καὶ τὸ πρᾶγμα καὶ τὸ πρόσωπον διάφορον ὂν καὶ τὴν κρίσιν καθʼ ἑκάτερον συνεστάναι ποιεῖ.

ιδʹ. Βούλεται λέγειν οἱονεὶ κατὰ ἀντιπαράθεσιν, ὃ ἐλέγομεν ἀνωτέρω διττῶς, ὅτι ἐγὼ μὲν οὐκ ἂν ἠβουλήθην παραπρεσβεῦσαι διὰ τόδε· οὐ μέντοι ἠβουλήθης ἂν διὰ τόδε.

ιεʹ. Πάλιν ἐνταῦθα τῷ ἐξισάζειν τὸ πρᾶγμα τὴν ἐξ αὐτοῦ κρίσιν ἠφάνισεν· ἵσταται δὲ ἡ ἐξέτασις πᾶσα περὶ τὸ πρόσωπον, ὅτι ἡ μὲν μητρυιὰ, ἡ δὲ αἰχμάλωτος παλλακή.

ιϛʹ. Βούλησις καὶ δύναμις ἐξετάζεται οὕτως· φήσει γὰρ ἡ αἰχμάλωτος, ἐγὼ μὲν οὐκ ἂν ἐβουλήθην τὸν κοινωνόν μοι τοῦ βίου, τὸν κηδεμόνα τὸν φίλτατον ἀνελεῖν· σὺ δὲ ὡς ἐχθρὸν τὸν πρόγονον ὁρῶσα καὶ ἅμα τὴν πρός με ζηλοτυπίαν ἠβουλήθης, ἀλλὰ καὶ ἠδυνήθης, οὐδὲν γὰρ ἐμποδὼν τῇ ἐπιβολῇ, τῷ οἰκείως δοκεῖν πρὸς τὸν πρόγονον ἔχειν, καὶ διὰ τοῦτο ἀφυλάκτως πρὸς σὲ διακειμένου· ὡσαύτως καὶ ἡ μητρυιὰ πλέον ἰσχύουσα τῇ δυνάμει ἐρεῖ, ὡς ἐγὼ μὲν, εἰ ἐβουλήθην, ἀλλʼ οὐχὶ καὶ ἠδυνήθην, ὑπόπτως ἀεὶ τῶν προγόνων ταῖς μητρυιαῖς διακειμένων, ἄλλως τε δὲ ἐβουλήθην εἰκόνα μοι τοῦτον μόνον τοῦ ἀνδρὸς ζῶσαν περιλειφθέντα ἀφανίσαι, σὺ μέντοι, καὶ ὅτι μὲν τὸ δυνατὸν ὑπῆν σοι, οὐδεὶς ἂν ἀντερεῖ λόγος, ἐν προσποιήσει γαμετῆς πᾶν ὁτιοῦν καὶ πράττειν σοι καὶ πείθειν ἐκεῖνον, εἴκειν σου τῷ βουλήματι· εἵπετο δέ σου καὶ τῇ δυνάμει τὸ βούλεσθαι διὰ τὴν πρὸς τὸ οἰκεῖον καὶ συγγενὲς ἐπανάζευξιν.

`7.368`

ιζʹ. Κυρίως διπλοῦς στοχασμοὺς τοὺς προκατειλημμένους ἠρίθμησε. φησὶ δʼ, ἕτερα εἴδη εἶναι τρία, τὸ ἐμπίπτον, τὸ προκατασκευαζόμενον καὶ συγκατασκευαζόμενον, καὶ δείκνυσιν ἐνταῦθα, ὅτι τὸ διπλοῦν γένος ἐστὶ καὶ οὐκ αὐτὸ εἶδος· εἶπε δὲ τῶν διπλῶν τοὺς ἀντεγκληματικοὺς καὶ τοὺς κατὰ ἀμφισβήτησιν. λοιποὶ δέ εἰσιν οἱ καλούμενοι συνεζευγμένοι, οὓς διαιρεῖ εἰς τρεῖς τόπους, εἴς τε ἐμπίπτοντας, καὶ προκατασκευαζομένους καὶ ἑξῆς. ταῦτα μέντοι τὰ τρία διπλᾶ καλεῖ ὁ Ἑρμογένης· κοινὸν δὲ αὐτῶν ὄνομα τὸ τῶν συνεζευγμένων· ἔχει δὲ καὶ ἴδιον ἕκαστον ὄνομα· καλῶς δὲ ταῦτα τὰ εἴδη ἐχώρισεν εἰπὼν ὁ τεχνικός. ἔστι δὲ παρὰ ταῦτα ἕτερα εἴδη, ὡς πρὸς διαφορὰν τοῦ κυρίως διπλοῦ· ἐκεῖ γὰρ, εἰ καὶ ἓν τὸ ζητούμενον, ἀλλὰ δύο πρόσωπα ἔχομεν τὰ κρινόμενα, διὸ καὶ κυρίως ἐκεῖνος εἴρηται διπλοῦς· διὰ τοῦτο διπλᾶ καὶ τὰ κεφάλαια δέχεται. Ἑκατέρου τοίνυν τῶν κρινομένων πρὸς τὸ οἰκεῖον συμφέρον χρωμένου τῇ ἐργασίᾳ καὶ τῇ μεταχειρίσει τοῦ λόγου· ἐν δὲ τῷ συνεζευγμένῳ διπλῆ μὲν κἀνταῦθα ἡ διαίρεσις, ἀλλʼ ἰδία τῶν ζητημάτων καὶ ἕκαστον ἐν μέρει κατασκευαζόμενον· συνεζευγμένοι δὲ εἴρηνται κοινῷ ὀνόματι παρὰ τὸ ἔχειν δύο ζητήματα συμπεπλεγμένα, καὶ ἓν μὲν εἶναι τὸ ζητούμενον, τὸ δὲ ἕτερον εἰς σύστασιν αὐτοῦ παραλαμβάνεσθαι.

`7.369`

ιηʹ. Ἄξιον ζητῆσαι, τίνι διαφέρουσιν οἱ συνεζευγμένοι τῶν διπλῶν· καὶ γὰρ ἐν τοῖς συνεζευγμένοις διττὴν ὁρῶμεν γινομένην τὴν ζήτησιν, ὥσπερ ἐν τοῖς διπλοῖς· ἔστιν οὖν σαφεστάτη τις αὐτῶν αὕτη διαφορὰ, ὅτι τὸν μὲν διπλοῦν ἔνεστιν εἰς δύο ἁπλοῦς διαλῦσαι καὶ ποιῆσαι δύο ζητήσεις· οἷον Δημοσθένης καὶ Αἰσχίνης πρεσβεύσαντες ἀντεγκαλοῦσιν ἀλλήλοις δώρων, ἐπειδὴ ὁ μὲν εὕρηται ἀπολογίαν παραπρεσβείας γράφων, ὁ δὲ χρυσίον κατορύττων· τοῦτο γὰρ δυνάμεθα διελόντες δύο ποιῆσαι ἁπλοῦς, οἷον Δημοσθένης πρεσβεύσας, εἶτα φωραθεὶς, ἀπολογίαν παραπρεσβείας γράφων κρίνεται δώρων· καὶ πάλιν ἕτερον πρόβλημα· ἐκ πρεσβείας ἐπανελθὼν Αἰσχίνης εὕρηται κατορύττων χρυσίον καὶ δώρων κρίνεται. τὸν μέντοι συγκατασκευαζόμενον διαλύοντες οὐ ποιοῦμεν ἁπλᾶ ἐξ αὐτοῦ προβλήματα, ἀλλὰ τὴν ὑπόθεσιν ἅπασαν διαφθείρομεν.

`7.370–7.374`

ιθʹ. Τριῶν ὄντων εἰδῶν τοῦ συνεζευγμένου στοχασμοῦ, λεκτέον πρῶτον περὶ τοῦ ἐμπίπτοντος, ἐπειδὴ καὶ πρῶτος ὑπὸ τοῦ τεχνικοῦ τέτακται· ὥσπερ γὰρ ἐπὶ τῶν ἁπλῶν λόγων πρότερον ἐποιήσατο τοῦ περὶ τῶν διπλῶν, ἐπειδὴ φυσικώτερα τὰ ἁπλᾶ, καὶ ταῦτα ὡς εἰπεῖν ἀρχαὶ τῶν διπλῶν, οὕτω κἀνταῦθα τὸν ἐμπίπτοντα πρὸ τῶν ἄλλων ἔταξεν, ἐπειδὴ ὡς πρὸς ἐκείνους ἁπλούστερα ἦν. γίνεται δὲ ὁ ἐμπίπτων στοχασμὸς, ὅταν ἐν τῇ μεταθέσει τῆς αἰτίας ἐμπέσῃ ἡμῖν ἕτερον ζήτημα, ὃ κατασκευάσαντα ἐπὶ τὴν προκειμένην ἐπανακάμψαι δεῖ ζήτησιν· οἷον πλούσιος καὶ πένης ἐχθροὶ τὰ πολιτικά· εὑρέθη ὁ πένης ἡμιθνὴς, καὶ περὶ τοῦ πεφονευκότος σαφὲς μὲν οὐδὲν ἔσχεν εἰπεῖν· μόνον δὲ τοῦτο, ὅτι σημεῖα πυρὸς ἐπὶ τῆς ὄψεως φέρει· συνέβη τῆς αὐτῆς νυκτὸς ἐμπρησθῆναι τὴν τοῦ πλουσίου οἰκίαν, εἶτα φανέντων ἐπὶ τῆς ὄψεως αὐτοῦ σημείων πυρὸς κρίνεται· προσερχόμεθα γὰρ ἄχρι τῆς μεταθέσεως τῆς αἰτίας, χρώμενοι τῇ τῶν ἐλέγχων ἀπαιτήσει, τῇ βουλήσει, τῇ δυνάμει, τοῖς ἀπʼ ἀρχῆς ἄχρι τέλους, ὅτι ἐφόνευσας, εὑρέθη γὰρ ἡμιθνὴς ἀσκύλευτος, σὺ δὲ ἐχθρὸς ἦσθα, καὶ σημεῖα φέρει πυρός· ὁ δὲ πένης τοιοῦτον ὑπέγραψε τὸν ἑαυτοῦ φονέα· εἶτα τοῦ φεύγοντος πρὸς ταῦτα χρωμένου τῇ μεταθέσει τῆς αἰτίας, νῦν μοι τῆς οἰκίας ἐμπρησθείσης ταυτὶ προσεγένετο· εὐθὺς ἕτερον ἐμπίπτει ζήτημα, πότερον τὰ σημεῖα τοῦ πυρὸς ἐκ τῆς δᾳδὸς ἢ ἐκ τοῦ ἐμπρησμοῦ προσγέγονεν αὐτῷ· φαίη γὰρ ἂν ὁ κατήγορος, ἑκόντα αὐτὸν τὴν οἰκίαν ἐμπεπρηκέναι ταύτην ἑαυτῷ τῶν ἐλέγχων ἀποφυγὴν μνηστευόμενον, καὶ δεῖ τοῦτο κατασκευάσαντας ἡμᾶς οὕτως ἐπὶ τὸ προκείμενον ἐλθεῖν ζήτημα. κατασκευάσομεν δὲ αὐτὸ κατὰ τὴν τοῦ τεχνικοῦ διδασκαλίαν πᾶσιν ἐντελῶς τοῖς μέχρι τῶν ἀπʼ ἀρχῆς ἄχρι τέλους κεφαλαίων· καὶ τοῦτον τὸν τρόπον διὰ πάντων ἀποδειχθείσης τῆς μεταθέσεως τῆς αἰτίας ἤτοι τοῦ ἐν αὐτῇ ἐμπεσόντος ζητήματος ἐπὶ τὴν πιθανὴν ἀπολογίαν ἐπαναστρέψομεν τοῦ προτέρου ζητήματος, καὶ τοῖς ἐφεξῆς ἀκολούθως χρησάμενοι κεφαλαίοις ἅπαντα συμπερανοῦμεν τὸν λόγον· τινὲς δὲ ἔφασαν τοῖς ἀπʼ ἀρχῆς ἄχρι τέλους μὴ ἔχειν ἡμᾶς ἐπὶ τοῦ ἐμπίπτοντος ζητήματος χρήσασθαι· ἡ γὰρ πᾶσα ζήτησις, φασὶ, περὶ γνώμην ἐστὶ, πότερον ἑκὼν τὴν οἰκίαν ἢ ἄκων ἐνέπρησε· τὰ δὲ ἀπʼ ἀρχῆς ἄχρι τέλους ἐν πράγματι βούλεται εἶναι· πῶς οὖν, φασὶν, ἐνταῦθα ἀπʼ ἀρχῆς ἄχρι τέλους εὑρεθείη ἂν, εἴγε τὰ σημεῖα πάντως πεπρᾶχθαι δεῖ; ἐνταῦθα δὲ ἡ ζήτησις παρὰ γνώμην ἵστατο μόνην· ἔπειτα, φασὶ, τὰ σημεῖα πάντως ὁμολογούμενα δεῖ καθεστάναι· εἰ γὰρ μὴ τοῦτο, τὰ τῆς ζητήσεως οὐδέποτε οὐδαμοῦ προβήσεται· εἰ γὰρ τὸ ζητούμενον ἀφανὲς καὶ ἀμφιβαλλόμενον, δώσωμεν δὲ καὶ τὰ σημεῖα τούτου πιστωτικὰ, καὶ αὐτὰ ἄδηλά τε καὶ ἀμφιβαλλόμενα τὰ τῆς ζητήσεως μενεῖ πάντως ἀναπόδεικτα· εἰ οὖν τὰ σημεῖα ὁμολογούμενα καθεστάναι δεῖ, ἐνταῦθα οὐκ ἂν εὑρεθείη σημεῖα· τί γὰρ ἂν εὕροιμεν, φασὶν, ὁμολογούμενον εἰς ἀπόδειξιν τοῦ πότερον ἑκὼν ἢ ἄκων τὴν οἰκίαν ἐμπεπρηκὼς εἴη; εἰ οὖν ὁ τεχνικὸς, φασὶν, εἰπὼν, ὅτι ἐμπίπτων γίνεται, ὅταν ἐν τῇ μεταθέσει τῆς αἰτίας ὁλόκληρον ζήτημα ἐμπέσῃ καὶ ἀναγκαῖον γένηται καὶ αὐτὸ διελεῖν τελείως, τὸ τελείως ἐπὶ τῶν τοῦ προσώπου κεφαλαίων, φασὶν, ἔφη, ὅτι τοῖς ἀπὸ τοῦ προσώπου κεφαλαίοις ἅπασι χρηστέον, οἷον τῇ βουλήσει, τῇ δυνάμει· ἀλλὰ ταῦτά γε ἅπαντα λῆρος πλατύς. Λεκτέον δὲ πρὸς μὲν τὸν πρότερον λόγον τὸν βουλόμενον πᾶσαν τὴν ζήτησιν εἶναι περὶ τὴν γνῶσιν, καὶ διὰ τοῦτο ἐξ ἀνάγκης ἐλλείπειν τὰ ἀπʼ ἀρχῆς ἄχρι τέλους, ὡς, εἰ μὲν ἡ γνῶσις πραγμάτων χωρὶς ἐξητάζετο, καιρὸν ἂν εἶχεν ὁ λόγος· νῦν δὲ τοῦτο γενέσθαι πῶς οἷον τε; ἀνάγκη γὰρ τὴν γνώμην συμπεπλεγμένην πράγματι ἐξετάζεσθαι· οὐ γὰρ ζητοῦμεν οὐδὲ ἐνταῦθα ψιλῶς τὸ ἑκὼν ἢ μὴ ἑκὼν, ἀλλʼ εἰ ἑκὼν ἐνέπρησεν, ἵνα διαφύγῃ τὸν ἔλεγχον· τὸ δὲ ἐμπρῆσαι τί ἄλλο ἢ πρᾶγμά ἐστιν; οὐκοῦν καὶ σημεῖα ἔσται, δηλονότι τὰ πεπραγμένα περὶ τὸν ἐμπρησμόν· πρὸς δὲ τὸν δεύτερον λόγον ὅτι τὰ σημεῖα ἐνταυθοῖ ἀμφιβαλλόμενα πάντα φανήσεται, τὴν ἀπάντησιν ποιησόμεθα· ὁμολογούμενα σημεῖα τοῦ πράγματος ἐπιδείξαντες τὰ περιστατικὰ, οἷον τὸν χρόνον, εἰ περὶ μέσας νύκτας ἐνεπρήσθη ἡ οἰκία, εἰ μετʼ ἀλεκτρυόνων ᾠδὴν, ὅτε πάντες βαδίζουσι, καὶ λαθεῖν οὐκ ἔνι, εἴπερ ἑκὼν ἔδρα ταῦτα· δῆλος γὰρ ἂν εἴη μᾶλλον, εἰ ἀνερρίπιζε τὸ πῦρ καὶ ἐνεδίδου τοσοῦτον γενέσθαι, ὥστε πιστευθῆναι καὶ αὐτὸν εἰς ἀνάγκην καταστάντα παρακινδυνεῦσαι κἀντεῦθεν καταφλεγῆναι τὸ πρόσωπον· ταῦτα γὰρ δῆλον, ὅτι ὁμολογούμενα ὁ καιρὸς ὁ τοῦ ἐμπρησμοῦ, ἡ περὶ τὸ πρᾶγμα σπουδὴ, καὶ ἄλλα δὲ πάμπολλα, ὅσα καθόλου περὶ ἐμπρησμὸν εἴωθε γίνεσθαι. σαφὲς οὖν, ὡς καὶ ἀπʼ ἀρχῆς ἄχρι τέλους παραληψόμεθα, εἶτα τὴν μετάθεσιν τῆς αἰτίας τοῦ προηγουμένου ζητήματος ἐκ τούτων ἀποδεδειγμένην ἔχοντες, ἀκολούθως ἐπὶ τὴν πιθανὴν ἀπολογίαν χωρῶμεν. καὶ γὰρ τοῦ τόπου φησὶν ὁ τεχνικὸς λέγων ὡδί· καὶ μετὰ τὴν τούτου διαίρεσιν πάλιν ἐπὶ τὴν τοῦ προτέρου στοχασμοῦ πιθανὴν ἀπολογίαν ὁ φεύγων ἥξει· εἰ δέ τις ζητοίη, πῶς λέγει πᾶσαν — οὐ γὰρ πάσῃ χρώμεθα τῇ διαιρέσει τοῦ ἐμπίπτοντος, ἀλλὰ μετὰ τὰ ἀπʼ ἀρχῆς ἄχρι τέλους εὐθὺς ἐπὶ τὸ πρότερον ζήτημα μέτιμεν —, ἐροῦμεν, ὡς ἅπασαν λέγει οὐχ ἁπλῶς, ἀλλὰ τὴν ἁρμόζουσαν, καὶ ἣν ἀπαιτεῖ ὁ τεχνικὸς λόγος· οὕτω γὰρ καὶ ἀνωτέρω ἔφη· ἀναγκαῖον γένηται καὶ αὐτὸ διελεῖν τελείως· τὸ γὰρ τελέως κἀκεῖσε οὐκ ἔστιν ἐπὶ τοῦ διὰ πάντων τῶν ἀπὸ τοῦ στοχασμοῦ κεφαλαίων, ἀλλὰ τῶν κατὰ νόμον τῆς τέχνης εὑρισκομένων, ὅτι τούτοις τελείως χρὴ χρῆσθαι, καὶ οὐκ ἐλλιπῶς· αὕτη μὲν οὖν καθολικὴ τοῦ ἐμπίπτοντος στοχασμοῦ μέθοδος· εἰδέναι δὲ χρὴ τοὺς ἐπιστήμονας, ὡς οὐχ ἁπλῶς ταύτῃ μόνῃ διὰ παντὸς τῇ μεθόδῳ χρηστέον. ἐπὶ γὰρ τῆς κατὰ ῥητὸν μεταθέσεως τῆς αἰτίας πρότερον κατὰ ῥητὸν καὶ διάνοιαν ποιησάμενοι τὴν ἐξέτασιν κατὰ περιουσίαν τοῖς τοῦ ἐμπίπτοντος στοχασμοῦ κεφαλαίοις χρησόμεθα· ἐκεῖνο γὰρ καθολικὸν ἡμῖν παρατηρείσθω θεώρημα, ὡς πᾶν ῥητὸν διανοίᾳ λύεται, οἷον ἐπὶ τοῦ παραδείγματος τοῦ παρὰ τῷ τεχνικῷ σαφὲς ἅπαν, ὃ λέγω, γινέσθω· ἔδει τὸν ἁλόντα προδοσίας δεδέσθαι, μέχρις ἂν εἴπῃ τοὺς συνομότας· ἁλοὺς στρατηγὸς προδοσίας ἐδέθη παρὰ τῷ συστρατηγῷ, ὁ δὲ ἀπέκτεινεν αὐτὸν ὡς ἐπὶ τῇ γυναικὶ εὑρὼν, καὶ συνειδότος φεύγει, ἐνταῦθα ἡ μετάθεσις τῆς αἰτίας κατὰ ῥητὸν ἔσται, ὅτι μοιχὸς ἦν· δίδωσι δὲ ὁ νόμος ἀναιρεῖν τὸν μοιχόν· τί οὖν; πότερον κατὰ ῥητὸν καὶ διάνοιαν τὴν ἀντίρρησιν ἐξ ἀνάγκης ποιησόμεθα; ὅτι ἀλλʼ οὐ τοὺς προκατειλημμένους ἑτέρᾳ μείζονι τιμωρίᾳ δίδωσιν ὁ νόμος ἀναιρεῖν ἐπὶ τῇ μοιχείᾳ. δεινὸν γὰρ ἂν ἦν, εἰ τὸν τὰ μείζω προεξαμαρτόντα ἐπὶ τοῖς ἐλάττοσιν ἐκολάζομεν. νῦν μὲν γὰρ οἱ προδόται λανθάνοντες τάχα ἄν τι βλάψαιεν τὴν πόλιν, τηνικαῦτα δὲ οἵ τε προδόται καταφανεῖς ἂν ἐγίνοντο, καὶ οὐ τὴν μείζω τιμωρίαν παρʼ αὐτοῦ ἐλάμβανες. εἶτα ἐκ περιουσίας ἐπὶ τὸν ἐμπίπτοντα μεταβάντες στοχασμὸν καὶ τοῖς τούτου κεφαλαίοις κατὰ τὸν τρόπον, ὡς εἴρηται, χρώμεθα. ὅτι μὲν οὖν, εἰ καὶ μοιχὸς ὢν ἐξελήλεγκτο, οὐκ ἔδει τοῦτον ἀναιρεθῆναι, περιφανές· ὡς δὲ οὐδὲ μοιχὸς ἦν, ἀλλὰ ψευδῆ ταύτην ἡμῖν εἰσήνεγκε παρατήρησιν, ἐπιγνῶναι ῥᾴδιον ἅπασι, καὶ ἀρχόμεθα πρῶτον ἐκ τῆς τῶν ἐλέγχων ἀπαιτήσεως· εἶτα τὴν βούλησιν παραλαμβάνομεν, εἰ εἰκὸς ἦν τὸν πεδήτην εἰς ἔρωτα ἔκτοπον οὕτως ἐλθεῖν· εἶτα τὴν δύναμιν, εἰ καὶ ἠδύνατο τὰ ἀπʼ ἀρχῆς ἄχρι τέλους· πάλιν ἐκ τῶν περιστατικῶν, ὡς οὐκ εἰκὸς ἦν ἐν τοιούτῳ καιρῷ τοῦτο δρᾶσαι, ὅ τε κίνδυνος ὁ τῆς ἐσχάτης αὐτῷ ζημίας ἐπῆρτο, καὶ ἐκ τῆς ἐκείνου περὶ τὸ πρᾶγμα διαθέσεως, εἰ ἐδεδίει σφόδρα ἐφʼ οἷς ἑάλω, εἰ καταφρονητικῶς εἶχε πρὸς τὸν κίνδυνον· ταῦτα γὰρ ἐξ ἀνάγκης περὶ τὸ πρᾶγμα εὑρίσκεται ὁμολογούμενα· εἶτα τῆς μεταθέσεως τῆς αἰτίας οὕτω καθαιρεθείσης καὶ τοῦ ἐν αὐτῇ ζητήματος ἀποδεδειγμένου καὶ οὐκέτι ἐνοχλοῦντος τῷ δικαστῇ ἀκολούθως ἐπὶ τὴν πιθανὴν ἀπολογίαν μέτιμεν· ἡ μὲν οὖν φύσις τε καὶ ἡ μέθοδος τοῦ ἐμπίπτοντος στοχασμοῦ ἐντελῶς ἡμῖν διὰ τούτων δεδήλωται· ἀναγκαῖον δὲ καὶ τὸ ἴδιον εἰπεῖν τοῦ ἐμπίπτοντος· ἡ γὰρ ἄγνοια τούτου πολλοὺς ἐπιεικῶς ἔσφηλεν, οὐ μόνον τῶν ἀγελαίων τουτωνὶ κατὰ τὸν Ἰσοκράτην σοφιστῶν, ἀλλὰ καὶ τῶν ἐγχειρισάντων συγγράμματα, ὅπου γε καὶ Μένανδρος ἐν ὑπομνήματι τοῦ ῥήτορος τὸν παραπρεσβείας λόγον ἐμπίπτοντα στοχασμὸν ἐτόλμησεν ἀποφήνασθαι. ἴδιόν ἐστι τοίνυν τοῦ ἐμπίπτοντος τὸ ἀνεύθυνον πάντως καθεστάναι τὸ ἐμπίπτον ζήτημα, ὥσπερ ἐπὶ τῶν προκειμένων ἡ τοῦ μοιχοῦ ἀναίρεσις αὐτὴ καθʼ αὑτὴν ἀνεύθυνος· καὶ πάλιν ὁ τῆς οἰκίας ἐμπρησμός· τί γὰρ, εἰ τὴν ἑαυτοῦ οἰκίαν ἐμπρῆσαι βεβούληται; ἴδιον οὖν τοῦτο αὐτῷ μόνῳ πρόσεστι τῶν συνεζευγμένων. ἐν γὰρ τοῖς ἄλλοις ἑκάτερον τῶν ζητημάτων ὑπεύθυνον, ὡς προϊόντες εὑρήσομεν. πῶς ὁ παραπρεσβείας λόγος ἐμπίπτοντος ἔσται, ζητουμένης ἐν αὐτῷ τῆς δωροδοκίας καὶ τῆς τῶν Φωκέων ἀπωλείας; ἑκάτερον γὰρ ὑπεύθυνον. ἔστι τοίνυν συγκατασκευαζομένου στοχασμοῦ· διʼ ἀλλήλων γὰρ τὰ δύο κατασκευάζεται, οἷον ἐδωροδόκησας, ἀπώλεσας γὰρ Φωκέας· καὶ ἐκ τοῦ ἐναντίου· ἀπώλεσας Φωκέας, ἐδωροδόκησας γάρ· τοσαῦτα περὶ τοῦ ἐμπίπτοντος.

`7.375`

κʹ. Τοῦ κατηγόρου λέγοντος, ὡς συνῄδεις τῇ προδοσίᾳ, τὸν γὰρ ἔλεγχον δεδιὼς ἀπέκτεινας, καὶ σημεῖον τοῦ συνειδέναι κατασκευάζοντος τὸ ἀπέκτεινας ἀντιτίθησι, φησὶ, τὸ χρῶμα ὁ φεύγων, ὅτι μοιχὸν ἀπέκτεινα τοῦ νόμου κελεύοντος, καὶ τὸ ἀντιληπτικὸν ὁμοῦ καὶ τὸ ἀντεγκληματικὸν προβαλλόμενος.

καʹ. Κατὰ μέσην, φησὶ, τὴν διαίρεσιν ὁλόκληρον ἐμπίπτει ζήτημα, εἰ ὄντως μοιχὸς ἐκεῖνος ὁ δεόμενος· ἐξετάσεις γοῦν ἐνταῦθα καὶ τοῦ δεδομένου καὶ τῆς γυναικὸς τὴν προαίρεσιν, τὸν μὲν, εἴγε εἰκὸς ἦν, ἐν τοιαύταις συμφοραῖς ὄντα τοιούτων ἐπιθυμεῖν, τὴν δὲ, εἰ πιθανὸν στρατηγοῦ γυναῖκα οὖσαν δεσμώτῃ ἑαυτὴν ἐκδοῦναι· ἔστιν οὖν ἡ τοῦ πρώτου διαίρεσις αὕτη· βούλησις καὶ δύναμις τὰ ἀπʼ ἀρχῆς ἄχρι τέλους, εἶτα ἐν τῇ μεταθέσει τῆς αἰτίας ἐμπίπτει τὸ ζήτημα καὶ πάλιν ἐλέγχων ἀπαίτησις, καὶ βούλησις καὶ δύναμις καὶ ἑξῆς καὶ μετὰ τὴν τούτου διαίρεσιν πάλιν ἐπὶ τὴν τοῦ προτέρου πιθανὴν ἀπολογίαν· οὐκ ὀρθῶς δὲ εἶπε, φασὶν, ἐμπεσεῖσθαι πιθανὴν ἀπολογίαν ἐνταῦθα· ἀκολουθεῖ γὰρ τὸ σημεῖον καὶ οὐ δύναται λέγειν· καὶ μὴν εἰ συνῄδειν οὐκ ἐφόνευον, ἀλλὰ νοητέον ἐνταῦθα τὴν πιθανὴν ἀπολογίαν ἀντὶ τοῦ μὴ ἀποστρέφοντος, ὅτι συνειδὼς ἀπέκτεινεν ἄν· οὐ μὴν πᾶς ἀπεκτονὼς ἤδη καὶ σύνοιδεν.

`7.376–7.377`

κβʹ. Ἀκολούθως ἐπὶ τὸν προκατασκευαζόμενον μέτεισιν, ὃς δεύτερός ἐστιν εἰκότως τοῦ ἐμπίπτοντος, καθὸ αὐτόθεν ἔχει ζητήματα τέλεια διὰ πάντων τῶν κεφαλαίων κατασκευαζόμενα, ὥστε διπλοῦν αὐτὸ σχεδὸν καθεστάναι, τοῦ ἐμπίπτοντος οὐχ ὧδε ἔχοντος, ἀλλὰ μᾶλλον εἰς ἁπλᾶ ῥέποντος· μέχρι γοῦν τῆς μεταθέσεως τῆς αἰτίας, ὅπερ ἐστὶν ἕκτον μὲν κεφάλαιον κατὰ τὸν φεύγοντα, κατὰ δὲ τὸν διώκοντα ὄγδοον, ὡς ἁπλοῦν καθαρὸν πρόεισιν. ὅνπερ οὖν τρόπον τὰ ἁπλᾶ τῶν διπλῶν προηγεῖται, τοῦτον καὶ ὁ ἐμπίπτων τοῦ προκατασκευαζομένου ἡγήσεται· τέτακται δὲ κατὰ λόγον πρὸ τοῦ κατασκευαζομένου, πολλὴ γὰρ ἦν περὶ τοῦ συγκατασκευαζομένου ἡ ζήτησις, εἰ τὴν ἀρχὴν ὅλως συστήσεται· τῶν γὰρ ἀσυστάτων αὐτὸν ἀποφαίνειν ἐπειρῶντό τινες, ὡς ἐπʼ αὐτοῦ γενόμενοι· πλατύτερον ἄρα ἀποδείξομεν· πῶς οὖν ἂν τοῦ προκατασκευαζομένου ἡγήσατο, ὅπου γε οὐδὲ συνεστάναι παρὰ πολλῶν ἐνομίζετο· ἔπειτα καὶ κοινωνίαν εἶχεν ἰδικωτέραν τινὰ πρὸς τὸν ἐμπίπτοντα ὁ προκατασκευαζόμενος, ἐπʼ ἀμφοτέρων γὰρ δύναται καὶ ἐλλείπειν ἡ ἀπὸ τοῦ προσώπου ζήτησις· ἐπὶ δὲ τοῦ συγκατασκευαζομένου ἀνάγκη πᾶσα καὶ τὸ πρόσωπον καὶ τὸ πρᾶγμα ἐπιδέχεσθαι κρίσιν· εἰ γὰρ θάτερον ἐλλείποι, οὐκ ἂν γένοιτο συγκατασκευαζόμενος· εἰκότως οὖν ἀλλήλων οὐκ ἐχωρίσθησαν ὅ τε προκατασκευαζόμενος καὶ ὁ ἐμπίπτων, ταύτην ἀμφότεροι συγγένειαν ἔχοντες· ῥητέον οὖν καὶ περὶ διαφορᾶς αὐτῶν. Διαφέρει τοίνυν ὁ προκατασκευαζόμενος τοῦ ἐμπίπτοντος, καθὰ ἐν μὲν τῷ ἐμπίπτοντι τὸ δεύτερον ζήτημα ὕστερον ἐν τῇ μεταθέσει τῆς αἰτίας ἐμπίπτει, ὥστε ἄρχεσθαι μὲν ἡμᾶς ἐκ τοῦ προηγουμένου ζητήματος, προβαίνοντας δὲ ἐμπίπτειν εἰς τὸ ἔξωθεν προσιὸν ζήτημα· ἐπὶ δὲ τοῦ προκατασκευαζομένου τοὐναντίον γίγνεται· τοῦ γὰρ προηγουμένου ζητήματος τὸ δευτεραγωνιστοῦν πρωτεύει τῇ τάξει, καὶ πρότερον ἐξετάζεται ὡς ἐπὶ τοῦ παραδείγματος τοῦ παρὰ τῷ τεχνικῷ· πλούσιος στρατηγῶν πένητος ἐχθροῦ παῖδας ὡς προδιδόντας συνέλαβε, καὶ τοὺς μὲν δύο μηδὲν ὁμολογοῦντας ἐν ταῖς βασάνοις ἀπέκτεινε, τὸν δὲ τρίτον ὁμολογήσαντα πρὸ τῶν βασάνων προδοῦναι καὶ μὴ ἐπεξιόντα τὸν πατέρα κρίνει συνειδότος· ἔστι γὰρ τὸ μὲν προηγουμένως ζητούμενον, εἰ σύνοιδεν ὁ πατὴρ, τὸ δὲ ἔξωθεν κατὰ ἀνάγκην παραλαμβανόμενον ἕνεκα τοῦδε, εἰ προδεδώκασιν οἱ παῖδες· καὶ δεῖ πρῶτον τοῦτο κατασκευάσαι, εἶθʼ οὕτως ἐπὶ τὸ προηγουμένως ζητούμενον ἐλθεῖν, ὅτι σύνοιδε· μὴ γὰρ πρότερον ἀποδείξας, ὅτι προδεδώκασιν οἱ παῖδες, οὐ δύναται λέγειν συνειδέναι τῇ προδοσίᾳ τὸν πατέρα. σαφὴς οὖν ἐντεῦθεν ἡ τούτων διαφορά.

κγʹ. Προκατασκευαζόμενός ἐστιν, ὅταν πρὸ τοῦ κρινομένου πράγματος ἀναγκαίως ἕτερόν τι ζήτημα προκατασκευασθῇ ὑπʼ ἀμφοτέρων, τοῦ τε κατηγόρου καὶ τοῦ φεύγοντος, ὃς καὶ οὕτως ὠνόμασται ἀπὸ τοῦ ἕτερόν τι πρὸ τοῦ κρινομένου πράγματος ἐξετάζεσθαι, εἶθʼ οὕτως ἐκεῖνο, περὶ οὗ ἡ κρίσις.

κδʹ. Στοχαστικῶς εἶπε· χρὴ γὰρ καθάπαξ ἐπὶ τῶν συνεζευγμένων ἑκάτερον τῶν ζητουμένων εἶναι στοχαστικόν· καὶ γὰρ ἐν τῷ ἐμπίπτοντι στοχαστικὴ ἔσται ἐμπίπτουσα ζήτησις, καὶ ἐν τῷ προκατεσκευασμένῳ τὸ προκατασκευαζόμενον οὐκ ἄλλο τι καθεστάναι δεῖ, ἢ στοχαστικὸν, κἀν τῷ συγκατασκευαζομένῳ ὁμολογουμένως· εἰ γὰρ θάτερον γίγνεται θατέρου σημεῖον, σαφὲς, ὡς ἑκάτερον στοχαστικὸν καταστήσεται.

`7.378–7.380`

κεʹ. Δεῖ, φησὶν, ἑκάτερον, τουτέστι τόν τε διώκοντα καὶ τὸν φεύγοντα, περὶ τοῦ δευτέρου διαγωνισαμένους κατὰ πρώτην τάξιν, οὕτως ἐπὶ τὸ προηγουμένως ζητούμενον ἐλθεῖν· καὶ ἀπορήσειεν ἄν τις ἐνταῦθα, τί δή ποτε ὁ φεύγων εἰς τὴν ὑπὲρ ἑτέρων ἀπολογίαν ἑαυτὸν ἐμβάλλει, καὶ οὐ τοῦ καθʼ ἑαυτὸν μέρους ἀνθέξεται μόνου, περὶ οὗ καὶ ὁ κίνδυνος αὐτῷ ὡς ἐπὶ προκειμένου· τί γὰρ μὴ εὐθὺς ὁ πατὴρ ἐπὶ τὸ συνειδέναι τραπεὶς περὶ ἑαυτοῦ μόνου τοὺς λόγους ποιήσεται; ἐπὶ γὰρ τούτῳ καὶ κρίνεται· οὐ γὰρ ἡ κατηγορία γέγονε κατὰ τοῦ πατρὸς, ἀφʼ ὧν οἱ παῖδες προδεδώκασιν, ἀλλʼ ὅτι σύνοιδε τῇ προδοσίᾳ τῶν παίδων· τῷ μὲν γὰρ κατηγόρῳ πᾶσα ἀνάγκη περὶ ἑκατέρου τὸν λόγον ποιήσασθαι, ὅτι τε προδεδώκασιν οἱ παῖδες, καὶ ὅτι τῆς προδοσίας κεκοινώνηκεν ὁ πατήρ· ἢν γὰρ μὴ ἀποδειχθῇ πρότερον προδεδωκέναι τοὺς παῖδας, οὐκ ἔχει χώραν τὸ κρίνεσθαι τὸν πατέρα συνειδότος ἐπὶ τῇ προδοσίᾳ· τῷ φεύγοντι δὲ φαίη ἄν τις οὐδεμίαν προσεῖναι ἀνάγκην ὑπὲρ τῆς ἑτέρων κατηγορίας ἀπολογήσασθαι, ἀλλὰ δεῖν τὸ καθʼ ἑαυτὸν ἐξελεῖν μόνον ἐπιδείξαντα, ὡς οὐκ εἴη τῶν ἀδικημάτων μετειληφώς· ὑποληπτέον οὖν πρὸς τὴν τοιαύτην ἀπορίαν, ὡς τηνικαῦτα μόνον ὁ φεύγων τὴν προτέραν παραπέμψεται ζήτησιν, ὅταν ᾖ τοῖς περὶ αὐτῆς ἀποδεικτικοῖς ἀσθενῆ, ἢ τὸ πρόσωπον τὸ δεδρακὸς τὸ ἀδίκημα μὴ πάνυ ᾠκείωται αὐτῷ· ἀλλʼ οὐδὲ τότε ἁπλῶς αὐτὸ παραπέμψεται, μετὰ δέ τινος μεθόδου ἢ κατὰ συγχώρησιν αὐτὸ παραδραμεῖται, οἷον ὅτι ῥᾴδιον καὶ περὶ τῶν παίδων ἀπολογήσασθαι, ὡς οὐ προδεδώκασιν, ἀλλὰ ψευδεῖς οὗτος ἐρείδων εἰσῆλθε κατʼ ἐκείνων συκοφαντίας· ἐπειδὴ δὲ σπουδὴν ἅπασαν ὁ διώκων πεποίηται, προδότας ἐκείνους ὑμῖν ἐπιδεῖξαι, ἢ καὶ ὅτι εἰς τὸν ὑπὲρ ἐμαυτοῦ μᾶλλον ἕλκομεν λόγον· τοῦτο μὲν, εἰ βούλεσθε, ἑκὼν αὐτῷ συγχωρήσω, ἐμαυτὸν δὲ, ὡς οὐ κεκοινώνηκα τῶν ἐγκλημάτων, ἀποφανῶ· ἢ τῷ κατʼ ἐπαγγελίαν χρηστέον σχήματι, οἷον ὅτι πρὸς μὲν τὸ παρὸν τὴν ὑπὲρ ἐμαυτοῦ ἀπολογίαν ποιήσομαι· ὕστερον δὲ ἐὰν βουλομένοις ὑμῖν ᾖ, καὶ περὶ τῶν ἄλλων ἐρῶ· ὅταν μὲν οὖν, ὡς ἔφην, ἢ τὸ ἠδικηκὸς πρόσωπον μὴ σφόδρα ὑμῖν οἰκεῖον ὑπάρχῃ ἢ ταῖς περὶ τοῦ πράγματος ἀποδείξεσιν εὐπόρως οὐκ ἔχωμεν χρήσασθαι, διὰ τούτων αὐτὸ παρήσομεν τῶν τρόπων· ἐὰν δὲ μηδέτερον εἴη τούτων, ἐξ ἀνάγκης αὐτὸ παραληψόμεθα· συμβαλεῖται γὰρ ἡμῖν πάμπολυ εἰς τὸν ὑπὲρ ἡμῶν αὐτῶν λόγον· τῷ γὰρ ἀποδεικνύναι, τοὺς παῖδας μὴ γενέσθαι προδότας, πολὺ μᾶλλον τῆς ἐπὶ τῷ συνειδότι κρίσεως ἑαυτὸν ὁ πατὴρ ἐξαιρήσεται, καὶ ὅλως τὸ τῇ κατηγορίᾳ διὰ πάντων ἀπολογουμένους ἀκολουθῆσαι, πλεῖστον ἡμῖν πρὸς τὴν τῶν δικαστῶν συμβαλεῖται δόξαν· πανταχόθεν γὰρ πεποιθέναι τῷ δικαίῳ νομισθησόμεθα· κἂν ὁ διώκων δέ ποτε παραλείποι αὐτὸ παρακρουόμενος τῷ μὴ εὐπορεῖν ἀποδείξεων, ὁ φεύγων ἀνθέξεται, καὶ περὶ αὐτοῦ πρῶτον ἀξιώσει γενέσθαι τὴν ζήτησιν· οἷον ὅτι πρότερον δεικνύτω προδότας τοὺς παῖδας, καὶ τότε κρινέτω συνειδότος ἐμέ· πλεῖστον γὰρ, ὡς ἔφην, εἰς τὸ μὴ συνειδέναι συμβαλεῖται τὸ λέγειν ἡμᾶς, τὴν ἀρχὴν μηδὲ γεγενῆσθαι τὸ ἔγκλημα. ἐξετάσαντες οὖν πρότερον τὸ πρὸ τοῦ ζητήματος πρᾶγμα, οὕτως ἐπʼ αὐτὸ τρεψόμεθα τὸ προκείμενον. καί τις ἐνταῦθα ἐζήτησε, πῶς ἔτι χώραν ἔχει τὸ δεύτερον ζήτημα· τοῦ γὰρ προτέρου ἀναιροῦντος τὸ ἔγκλημα, τοῦτο καιρὸν οὐκ ἔχει τὸ λεγόμενον· συναναιρεῖται γὰρ τῷ ἐγκλήματι καὶ ἡ περὶ τοῦ μὴ συνειδέναι κρίσις· οἷον ἐδείχθησαν οἱ παῖδες μὴ προδεδωκότες, ἄτοπον ἔτι περὶ τοῦ μὴ συνειδέναι ποιεῖσθαι λόγον τινά· πρὸς δὲ τοῦτο ῥητέον, ὡς τὸ προηγουμένως ζητούμενον δεύτερόν ἐστιν, οὗπερ ἕνεκα καὶ τὸ πρότερον παρείληπται ζήτημα, καὶ ἐφʼ ᾧ συνέστη τὸ δικαστήριον· οὐ γὰρ εἰσῆλθεν ὁ στρατηγὸς τῶν τεθνεώτων κατηγορήσων ὡς προδοτῶν, ἀλλὰ κρίνων συνειδότος τὸν πατέρα. πῶς οὖν οὐκ ἂν εἴη γελοῖον, εἰ περὶ ὧν μὲν ὁ δικαστὴς εἰσελήλυθεν ἀκουσόμενος μηδὲν ῥηθείη, ἑτέρων δέ τινων ἀκροάσεται λόγων καὶ ἄλλως ἐπʼ ἄλλῳ μὲν συσταίη τὸ δικαστήριον, περὶ δὲ ἑτέρου τινὸς ἡ ζήτησις γένοιτο; τί οὖν ἐξ ἀνάγκης χρηστέον καὶ τῷ δευτέρῳ; χρησόμεθα δὲ οὐ κατὰ τὸ παρατυχὸν, ἀλλὰ τῇ τοῦ τεχνικοῦ μεθόδῳ, κατὰ συγχώρησιν λαμβάνοντες τὸ πρότερον, εἶτα τὸ δεύτερον οὕτως ἐπάγοντες, οἷον ὅτι δέδεικται μὲν ἐξ ἁπάντων, ὡς φανερὰν κατὰ τῶν παίδων συκοφαντίαν ἔπλασε καὶ ψευδῆ τούτοις ἐπήνεγκεν αἰτίαν προδοσίας, ὡς δὲ, κἂν τοῦτο δῶμεν αὐτῷ, δειχθήσεται μάτην ἐλθὼν ἐπʼ ἐμὲ, ῥᾴδιον καὶ περὶ τούτου διελέγχειν αὐτόν· οὐ γὰρ ἂν εἰ καὶ προδόται οἱ παῖδες ἐτύγχανον ὄντες, ἐκοινώνησαν τῇ προδοσίᾳ αὐτῷ, καὶ οὕτω πάλιν τὸ δεύτερον κατασκευάσομεν ζήτημα. Ἰστέον δὲ, ὡς τῶν ζητημάτων ἑκάτερα τελείαν ἕξει διαίρεσιν, καὶ διὰ πάντων ἀμφότερα τῶν στοχαστικῶν κεφαλαίων ἀποδειχθήσεται.

`7.381`

κϛʹ. Ἡ γραφὴ μὲν ἐνταῦθα συνειδότος, εἰ σύνοιδε τοῖς παισὶ προδοσίαν, τὸ δὲ προκατασκευαζόμενόν ἐστι τὸ κατʼ αὐτοὺς τοὺς παῖδας, εἰ τῷ ὄντι προδεδώκασιν· οὐ γὰρ τοῦτο φανερόν. τοῦτο τοίνυν τὸ τῶν παίδων ἀναγκαῖον ἀμφοτέρους προκατασκευάσαι, πλέον δὲ τὸν κατήγορον· εἰ γὰρ μὴ ἐλέγξει προδεδωκότας τοὺς παῖδας, οἰχήσεται αὐτῷ καὶ τὸ κατὰ τοῦ πατρὸς ἔγκλημα. Μὴ γὰρ ὅλως προδεδωκότων ἐκείνων, πῶς ἂν κρίσις συνειδότος συστῆναι δύναιτο; εἰ γὰρ καὶ ὁ τρίτος ὡμολογηκέναι δοκεῖ, ἀλλὰ τοῦ φόβου ὁμολογία δοκεῖ, ὅτι τοὺς ἀδελφοὺς ἀπολωλότας ἐν ταῖς βασάνοις ἐθεάσατο καὶ τὰ ὅμοια παθεῖν προσεδόκησεν. ἀναγκαῖον δὲ καὶ τὸν φεύγοντα προκατασκευάσαι περὶ τῶν παίδων· ἥττων μὲν γὰρ τοῦ κατηγόρου, χρησιμωτάτη δʼ ὅμως ὑπὲρ τῶν παίδων ἀπολογία καὶ τούτῳ· εἰ γὰρ τοὺς παῖδας ἐξελέσθαι τῆς αἰτίας δυνήσεται, καὶ τὸ καθʼ ἑαυτὸν ῥᾳδίως ἀπολύσεται· ἐρεῖ οὖν ὁ μὲν πλούσιος σημεῖον τοῦ προδεδωκέναι τοὺς παῖδας τὸν τρίτον ἄνευ βασάνων ὁμολογεῖν· εἶτα ὁ φεύγων πρὸς τοῦτο ἀπαντήσεται συγγνωμονικῇ μεταθέσει τῆς αἰτίας, ὅτι δεδιὼς τὰς βασάνους, καὶ εἰδὼς, ὅτι ταὐτὰ τοῖς προτέροις πείσεται, κατεψεύσατο ἑαυτοῦ, καὶ ἑαυτοῦ ἠνάγκασται κατηγορεῖν ὑπὸ δέους· εἶτα καὶ τοῦ συνειδέναι ἐρεῖ σημεῖον ὁ στρατηγὸς τὸ μὴ ἐπεξελθεῖν, καὶ μεταθήσεται πάλιν ὁ φεύγων, ὅτι πλούσιος ἦσθα, καὶ ἐδεδίειν τὴν σὴν ἰσχὺν καὶ τὴν περὶ σὲ ἑταιρείαν καὶ τὸ τῶν κολάκων σύστημα.

κζʹ· Κατὰ συγχώρησιν, φησὶ, δοὺς προδεδωκέναι τοὺς παῖδας, ἐπὶ τὸν ὑπὲρ ἑαυτοῦ λόγον τραπήσεται· οὐ γὰρ, εἰ καὶ προδεδώκασιν οἱ παῖδες, ἤδη καὶ αὐτὸς πάντως προδότης· εἰκότως δὲ ἐν δευτέρῳ φυλάττει τὸ κατὰ συγχώρησιν· οὔτε γὰρ δύναται τοῦτο πράττειν, ἵνα μὴ δοκῇ εὐθὺς ἐν ἀρχῇ τῶν παίδων κατηγορεῖν, οὔτε μὴν καθάπαξ μὴ συγχωρεῖν, ἵνα μὴ δοκῇ φεύγειν τὸν περὶ αὐτοῦ λόγον.

κηʹ. Ὠνόμασται οὕτως ἀπὸ τοῦ τὰ σημεῖα διʼ ἀλλήλων, ἀλλʼ οὐ κεχωρισμένως κατασκευάζεσθαι.

`7.382–7.388`

κθʹ. Συγκατασκευαζόμενος δὲ, φησὶ, γίγνεται, ὅταν τὰ σημεῖα τοῦ πράγματος ἀμφότερα ἀμφισβητούμενα ᾖ, καὶ ἀμφότερα διʼ ἀλλήλων ἔχῃ τὴν κρίσιν, οἷον ἔδει τοὺς δεσμώτας λελύσθαι τοῖς θεσμοφορίοις· μοιχὸν ὑπονοήσας τις τὸν οἰκέτην ἐπὶ τῇ γυναικὶ, δήσας αὐτὸν ἀπεδήμησε, λυθεὶς τοῖς θεσμοφορίοις ἀπέδρα· μετὰ ταῦτα εὕρηται ὁ ἀνὴρ πεφονευμένος, καὶ ἡ γυνὴ συνειδότος φεύγει· ἐνταῦθα γὰρ τὸ μὲν ζητούμενόν ἐστιν, εἰ σύνοιδε, τὰ δὲ σημεῖα ἥ τε μοιχεία καὶ ἡ τοῦ ἀνδρὸς ἀναίρεσις, ἅπερ διʼ ἀλλήλων κατασκευάζεται· οἷον ἐμοίχευσας, τούτου πίστις· ἀνῄρηται ὁ ἀνὴρ ὑπὸ τοῦ οἰκέτου· τὸν ἄνδρα ἐφόνευσε τῷ μοιχὸν ἑαλωκέναι ἐπὶ σοί· ἡ μὲν οὖν τάξις τῶν συνεζευγμένων ἐκ τῶν ἀνωτέρω δεδήλωται· ζητοῦσι δὲ περὶ τοῦ συγκατασκευαζομένου, πρῶτον μὲν, πῶς ἑνὸς ὄντος σημείου πρώτου τεχνικὸς πληθυντικῶς ἔφη τὰ σημεῖα τοῦ πράγματος· ἓν γὰρ, φασὶ, τὸ πρῶτον σημεῖόν ἐστιν ἀμφιβαλλόμενον· οἷον πένης καὶ πλούσιος ἐχθροὶ τὰ πολιτικὰ, ὤμοσεν ἐν συμποσίῳ ὁ πλούσιος τυραννήσειν· ἀντώμοσεν ὁ πένης τυραννοκτονήσειν· μετὰ ταῦτα ὁ πένης νεκρὸς ἀσκύλευτος εὕρηται, καὶ κρίνεται ὁ πλούσιος τυραννίδος ἐπιθέσεως· τὸ μὲν γὰρ ἔγκλημά ἐστιν ἡ τυραννὶς, τὸ δὲ τούτου σημεῖον ἡ τοῦ πένητος ἀναίρεσις, ὅπερ ἀμφιβαλλόμενον μόνον· τὰ γὰρ ἑξῆς ἅπαντα ὁμολογούμενα, τουτέστι τὸ ὀμόσαι τὸν πλούσιον, τὸ ἀντομόσαι τὸν πένητα, καὶ εἴ τι ἄλλο· ἔπειτα εἰ τὴν ἀρχὴν ὅλως συστήσεται τὸ συγκατασκευαζόμενον εἶδος· ὁ γὰρ ὅρος αὐτὸ, φασὶν, ὁ τοῦ στοχασμοῦ ἐξελέγχει σαφῶς ἀσύστατον ὄν· στοχασμὸς γάρ ἐστιν ἀδήλου πράγματος ἔλεγχος οὐσιωδῶς ἀπό τινος φανεροῦ σημείου· ὁ μὲν γὰρ ὅρος ἔχει τὸ ἀπό τινος φανεροῦ σημείου· ἐνταῦθα δὲ τὸ σημεῖον ἀμφιβαλλόμενον, πρὸς οἷς καὶ φυσικῷ λόγῳ, φασὶν, οὐ συστήσεται· εἰ γὰρ ἀεὶ τὸ κρινόμενον ἀφανὲς, εὑρίσκοιτο δὲ καὶ τὸ πιστωτικὸν ὁμοίως ἀφανὲς καὶ ἀμφιβαλλόμενον, οὐδὲ μία ἀπόδειξις γένοιτο, ἀλλʼ ἀπέραντα διαμενεῖ τὰ τῆς ζητήσεως· τρίτον ἐπὶ τούτοις διηπορήκασι, πῶς ἡ τοιαύτη ζήτησις ἐπιδέξεται πέρας, ἐν ᾗ διʼ ἀλλήλων τὰ τῆς ἀποδείξεως γίγνεται· τὸ γὰρ τοιοῦτο διαμενεῖ ἀμφισβητούμενον· ὅπου γε καὶ παρὰ τοῖς Στωικοῖς καλεῖταί τις διάλληλος λόγος, ὅς ἐστιν ἀναπόδεικτος· οἷον ποῦ Θέων οἰκεῖ, ἔνθα Δίων, καὶ ποῦ Δίων, ἔνθα Θέων· ὁ δὲ τοιοῦτος λόγος, ὁ διάλληλός φημι, τὴν ἀπόδειξιν ἔχων, ἀναπόδεικτός τέ ἐστι καὶ πέρας αὐτοῦ οὐδὲν γίγνεται, ὅπερ, φασὶ, κἀπὶ τοῦ συγκατασκευαζομένου συμβαίνει· κατὰ γὰρ τὸν τεχνικὸν ὁ συγκατασκευαζόμενος γίγνεται, ὅταν τὰ σημεῖα τοῦ πράγματος, διʼ ἀλλήλων συγκατασκευάζηται. πρὸς μὲν οὖν τὸ πρῶτον, διατί πληθυντικῶς εἶπε τὰ σημεῖα τοῦ πράγματος; ἀπηντήκασί τινες, ὡς οὐ περὶ ἑνὸς ἐνταῦθα προβλήματος ποιεῖται τὸν λόγον, ἀλλὰ καθόλου περὶ τοῦ συγκατασκευαζομένου εἴδους· ὀρθῶς οὖν ὡς πρὸς τὸ ὅλον εἶδος ἔφη πληθυντικῶς τὰ σημεῖα. Πολὺ δὲ ἄμεινον λέγειν, ὡς διὰ τοῦτο πληθυντικῶς εἶπε τὰ σημεῖα, ἐπειδὴ πολλάκις ἀντιστρέφεται τὸ ἔγκλημα τῷ σημείῳ, καὶ πῆ μὲν τὸ ἔγκλημα τοῦ σημείου φέρεται πρὸς κατασκευὴν, πῆ δὲ τὸ σημεῖον τοῦ ἐγκλήματος, οἷον ἐπὶ τοῦδε τοῦ παραδείγματος, πλούσιος καὶ πένης ἐχθροὶ τὰ πολιτικὰ, ὤμοσεν ἐν συμποσίῳ τυραννήσειν ὁ πλούσιος, ἀντώμοσεν ὁ πένης τυραννοκτονῆσαι, εὑρέθη μετὰ ταῦτα ὁ πένης νεκρὸς ἀσκύλευτος, καὶ κρίνεται ὁ πλούσιος τυραννίδος ἐπιθέσεως· ἐνταῦθα γὰρ τὸ μὲν ἔγκλημά ἐστιν, ὅτι τυραννήσει, τὸ δὲ τούτου σημεῖον, ὅτι τὸν πένητα διεχρήσατο, καὶ ἀντιστρέφεται τὰ δύο κατʼ ἀλλήλων· τυραννήσεις γὰρ, φησὶ, τῷ δῆλον; ἐφόνευσας γὰρ, φησὶ, τὸν πένητα τυραννοκτονήσειν μέλλοντα· καὶ ἐκ τοῦ ἔμπαλιν· ἐφόνευσας τὸν πένητα· τούτου πίστεις· τυραννήσεις γάρ· ἔστι μὲν οὖν καὶ οὗτος λίαν ἀπαράδεκτος ὁ λόγος· τὴν δὲ ἀληθεστέραν αἰτίαν φήσομαι, ὡς πρὸς τὸ ὑποκείμενον αὐτῷ παράδειγμα πληθυντικῶς εἶπεν ὁ τεχνικὸς σημεῖα· ἐν γὰρ τούτῳ δύο ἐστὶ σημεῖα τὰ πρῶτα διάλληλον τὴν ἀπόδειξιν ἔχοντα, ὡς ἀνωτέρω δεδήλωται· τὸ μὲν γὰρ ἔγκλημά ἐστιν, εἰ σύνοιδεν ἡ γυνὴ, τὰ δὲ σημεῖα ἥ τε μοιχεία καὶ ἡ ἀναίρεσις τοῦ ἀνδρός· πρὸς δὲ τὸ δεύτερον, εἰ συνεστάναι δύναται τὸ συγκατασκευαζόμενον εἶδος, ἐκεῖνο ῥητέον, ὡς, εἰ μὲν πάντα ἀμφισβητούμενα ἐτύγχανεν ὄντα ἐν αὐτῷ τὰ σημεῖα, τηνικαῦτα ἐν τοῖς ἀσυστάτοις δικαίως ἂν ἐτάττετο· νῦν δὲ ταῦτα μέν ἐστι τὰ πρῶτα σημεῖα ἀμφισβητούμενα, τὰ δὲ ἑξῆς, ἃ πρὸς πίστιν τούτων φέρεται, φανερά ἐστι καὶ ὁμολογούμενα, ἀφʼ ὧν ἡ κρίσις ἂν γένοιτο· ὑποπέπτωκεν ἄρα τὸ συγκατασκευαζόμενον εἶδος τῷ ὅρῳ τοῦ στοχασμοῦ· στοχασμὸς γάρ ἐστιν ἀδήλου πράγματος ἔλεγχος οὐσιωδῶς ἀπό τινος φανεροῦ σημείου, ὅπερ ἐστὶ κἀν τῷ συγκατασκευαζομένῳ· ἔφαμεν γὰρ τὰ ἑξῆς πάντα σημεῖα φανερὰ εἶναι· οὐ γὰρ πρόσκειται τῷ ὅρῳ ἀπό τινος φανεροῦ σημείου πρώτου τυχὸν ἢ δευτέρου, ἀλλʼ ἀορίστως ἀπό τινος φανεροῦ σημείου. Ῥητέον δὲ ἤδη καὶ περὶ τῆς τρίτης αὐτῶν ἀπορίας, ὅτι ἡ διάλληλος ἀπόδειξις, ἂν μὲν ἐπὶ τῶν ἀμφισβητουμένων ἵσταται μόνων, ἀναπόδεικτός τέ ἐστι καὶ πέρας οὐχ ἕξει· ἂν δέ τι προσκείμενον ᾖ σαφὲς, διαλύεται ἡ ἄγνοια καὶ γίγνεται ἀποδεικτικὸς ὁ λόγος· οἷον εἴ τις ἀγνοοῦντι μὲν, ἔνθα Δίων οἰκεῖ, ἐπισταμένῳ δὲ, ὅπου γε Θέων, λέγοι, Καικίλιον οἰκεῖν ἔνθα Δίων· εἰ μὲν μέχρι τούτων στήσεται μόνου, διάλληλός ἐστιν ὁ λόγος· εἰ δὲ προσθείη τὸν Δίωνα οἰκεῖν ὅπου Θέων, τότε ἀπόδειξις τῷ λόγῳ σαφεστάτη προσγίγνεται, ὅπερ ἐστὶ κἀπὶ τῶν συγκατεσκευασμένων θεάσασθαι· οὐ γὰρ ἐπὶ τῶν ἀμφισβητουμένων ἱστάμεθα μόνων, ἀλλʼ ἔχομεν τὰ μετʼ ἐκεῖνα πεπραγμένα τε ἅπαντα καὶ ὁμολογούμενα, οἷον ἐπὶ τοῦ παραδείγματος· ἔδει τοὺς δεσμώτας λύεσθαι τοῖς θεσμοφορίοις, μοιχὸν ὑπονοήσας τις τὸν οἰκέτην ἐπὶ τῇ γυναικὶ δήσας αὐτὸν ἀπεδήμησε, λυθεὶς τοῖς θεσμοφορίοις ἀπέδρα, μετὰ ταῦτα εὕρηται ὁ ἀνὴρ πεφονευμένος, καὶ κρίνεται ἡ γυνὴ συνειδότος· τὰ μὲν γὰρ πρῶτα δύο σημεῖα ἀμφιβάλλεται καὶ διάλληλον ποιεῖται τὴν κατασκευὴν, οἷον ὁ φόνος τῆς μοιχείας γίνεται σημεῖον, καὶ αὖθις ἡ μοιχεία τοῦ φόνου· τὰ δὲ ἑξῆς, ὅσα πρὸς πίστιν τούτων κομίζεται, τὰ ἀπʼ ἀρχῆς ἄχρι τέλους, φανερά τέ ἐστι καὶ ὁμολογούμενα· οἷον ἡ ὑπόνοια τοῦ ἀνδρὸς ἐπὶ τῇ μοιχείᾳ, ὁ δεσμὸς τοῦ οἰκέτου, ὁ μετὰ τὸ λυθῆναι δρασμὸς, τὸ εὑρεθῆναι τὸν ἄνδρα ἐν τῷ λυθῆναι αὐτὸν πεφονευμένον· τοσαῦτα μὲν οὖν περὶ τῶν ἀπορουμένων ἐν τῷ συγκατασκευαζομένῳ· χρὴ δὲ ἐν τούτοις μὴ ἀπὸ τῶν ἀμφισβητουμένων σημείων ἄρχεσθαι τῆς κατασκευῆς, κἂν ἡ κατὰ μέρη ἀνάλυσις τῶν ἀπʼ ἀρχῆς ἄχρι τέλους οὕτως ἀπαιτῇ, τὸ γὰρ εὐθέως ἀμφιβαλλομένην ἀπόδειξιν προσενεγκεῖν τῷ δικαστῇ τὸν λόγον ἔκλυτον ἀπεργάζεται καὶ δυσπαρακολούθητον. Δεῖ οὖν καθʼ αὑτοὺς μὲν ἅπαντα ἀναλύειν τὰ σημεῖα, ἑπομένους τῇ φυσικῇ τάξει, τουτέστιν ἀπὸ τῶν ἀμφισβητουμένων ἐπὶ τὰ ὁμολογούμενα τὴν ἀρχὴν τῆς κατασκευῆς διδόναι τοῖς ὁμολογουμένοις· οὕτω γὰρ καὶ τὰ ἀμφισβητούμενα ἐκ τῶν ῥηθέντων ἤδη σχεδὸν ὁμολογούμενα ἔσται· δέδωκε δὲ καλλίστην τούτου μέθοδον πρῶτος ὁ Πλάτων· ἐν γὰρ τῷ περὶ ψυχῆς τῆς ζητήσεως οὔσης κ. τ. λ. καὶ οὕτως ἂν ἀπὸ τοῦ ἀμφισβητουμένου, ὅπερ ἐστὶ τὸ καλλίονα εἶναι τὴν ἐν ᾍδου διατριβὴν, τῷ τοὺς κύκνους, ὅταν μέλλωσι τελευτᾷν, ἥδεσθαί τε καὶ ἄμεινον ᾄδειν, προῆλθε κατὰ μέσον ἐπὶ τὸ ὁμολογούμενον, ὅτι μαντικὸς ὁ Ἀπόλλων· νῦν δὲ οὐχ ὧδε τὸν λόγον προήνεγκεν, ἀλλὰ τὴν ἀνάλυσιν καθʼ αὑτὸν ποιησάμενος ἀπὸ τῶν ὁμολογουμένων ἄρχεται, καὶ ἀναποδίζων εἰς τὸ ἀμφισβητούμενον τελευτᾷ, ἔχων ἤδη καὶ αὐτοῦ τὴν ἀπόδειξιν ἐκ τῶν εἰρημένων· οὕτω γοῦν φησιν ἐπʼ αὐτῆς τῆς λέξεως, «ἀλλʼ οὔτʼ ἐμοὶ ταῦτα φαίνεται λυπούμενα ᾄδειν, οὔτε οἱ κύκνοι, ἀλλʼ ἅτε, οἶμαι, τοῦ Ἀπόλλωνος ὄντες μαντικοί τέ εἰσι καὶ προειδότες τὰ ἐν ᾍδου ἀγαθὰ ᾄδουσί τε καὶ τέρπονται ἐκείνην τὴν ἡμέραν διαφερόντως ἢ ἐν τῷ πρόσθεν·» τὸν δὲ αὐτὸν τρόπον, ὡς Δημοσθένης ἐν τῷ περὶ στεφάνου χρησάμενος φαίνεται· αἰτίας γὰρ ἐπιφερομένης αὐτῷ, ὡς εἴη γεγονὼς τῆς εἰρήνης αἴτιος, οὐκ ἀπήντησεν ἄντικρυς, ὡς οὐκ αὐτὸς ἀλλʼ ἡ πόλις αἰτία τῆς εἰρήνης· ἔλεγε γὰρ ἂν οὕτως, ὅτι τῆς εἰρήνης ἡ πόλις αἰτία, τὴν δὲ εἰρήνην ἐποιήσατο ἡ πόλις, ἐπειδὴ ἐμνησικάκει τοῖς Ἕλλησι· πόθεν δὲ ἐμνησικάκει; ὅτι οὐδὲ σώμασιν οὐδὲ χρήμασιν αὐτοὶ συνελαμβάνοντο, ἐπειδὴ πρὸς ἀλλήλους ἐστασίαζον· τί δὲ τὸ τῆς στάσεως αἴτιον; ταράττων ὁ Φίλιππος· πόθεν δὲ ἡ ταραχή; ἐκ τοῦ πολέμου τοῦ Φωκικοῦ· οὐχ οὕτως οὖν ἐχρήσατο τῷ ἐπιχειρήματι· εἰ γὰρ εὐθὺς ἤρξατο ἀπὸ τοῦ μεταστατικοῦ, ὡς οὐκ ἐγὼ τῆς εἰρήνης αἴτιος, ἀλλʼ ὑμεῖς, οὐδεὶς ἂν τῶν δικαστῶν παρεδέξατο τὸν λόγον διὰ τὸ αὐτόθεν ἀναπόδεικτον εἶναι· ἔτι δὲ τραχὺς φανεὶς, ἐκ τῆς διαρρήδην εἰς αὐτοὺς τοῦ ἐγκλήματος μεταστάσεως τὸ ἀμφιβαλλόμενον ἔχων ἤδη καὶ αὐτὸ σαφῶς ἀποδεδειγμένον καὶ τῷ προτεθεραπεῦσθαι μηκέτι τραχύτητά τινα παρεμφαῖνον τοῖς δικασταῖς· φησὶ γοῦν οὕτως· «τοῦ γὰρ Φωκικοῦ συστάντος πολέμου, οὐ διʼ ἐμὲ, οὐ γὰρ ἔγωγʼ ἐπολιτευόμην πω τότε, πρῶτον μὲν ὑμεῖς οὕτω διέκεισθε, ὥστε Φωκέας μὲν βούλεσθαι σωθῆναι, καίπερ οὐ δίκαια ποιοῦντας ὁρῶντες, Θηβαίοις δʼ ὁτιοῦν ἂν ἐφησθῆναι παθοῦσι,» καὶ τὰ ἑξῆς· οὕτω δὲ κἀν τῷ συγκατασκευαζομένῳ ποιητέον, καὶ πανταχοῦ, ἔνθα ἂν ἡμῖν ἐπιχείρημα τοιοῦτον ἐμπίπτοι, καθολικὸν ἡμῖν τοῦτο παραπεφυλάχθω θεώρημα, τὸ τὴν ἀρχὴν ἐκ τῶν ὁμολογουμένων λαμβάνειν· οὕτω γὰρ καὶ τὸ δοκοῦν ἀμφισβητεῖσθαι τοῖς ὁμολογουμένοις συνεκδραμεῖται· καὶ δόξει τὴν προσήκουσαν ἔχειν ἀπόδειξιν, τόν τε δικαστὴν ἐπισπασόμεθα μᾶλλον τῷ προβάλλειν εὐθὺς αὐτῷ σαφῆ καὶ ἀναμφισβήτητον ἔλεγχον. Ὑπόλοιπον ἔτι καὶ διαφορὰν εἰπεῖν τοῦ συγκατασκευαζομένου πρὸς τὸν προκατασκευαζόμενον, μᾶλλον δὲ ἀναλαβόντας τὸν λόγον πάντων ὁμοῦ τῶν συνεζευγμένων ἐκθεῖναι διαφοράς· διαφέρει δʼ οὖν ὁ ἐμπίπτων τῶν ἄλλων, καθὸ ἐν αὐτῷ μὲν τὸ δεύτερον ζήτημα πάντως ἀνεύθυνον, ἐν δὲ τοῖς ἄλλοις τοῖς δύο ὑπεύθυνον· ταύτην· δὴ κοινωνίαν ἔχουσι πρὸς ἀλλήλους ὅ τε προκατασκευαζόμενος καὶ ὁ συγκατασκευαζόμενος· ἔστι δὲ αὐτοῖς καὶ ἰδία τις διαφορὰ, ἧς ὁ ἐμπίπτων οὐ κοινωνεῖ· ἐν μὲν γὰρ τῷ προκατασκευαζομένῳ οὐ κεχώρισται ἀλλήλων τὰ ζητήματα καὶ ἑκάτερον ἰδίᾳ κατασκευάζεται, ἐν δὲ τῷ συγκατασκευαζομένῳ κἂν τὰ μάλιστα θάτερον καὶ ἐν τούτῳ προκατασκευασθῆναι δεῖ· ἀλλʼ οὖν γε ἀναπέπλεκται καὶ διʼ ἀλλήλων κατασκευάζεται, ὡς αὐτὸς ἡμῖν ὁ τεχνικὸς ἔφη· ὡς ἐν τῷ συγκατασκευαζομένῳ κατὰ συμπλοκὴν ἐκφέρειν δεῖ τὰ ἑκατέρου σημείου κεφάλαια καὶ βούλησιν βουλήσει συμπλέκειν καὶ δύναμιν πάλιν ὁμοίως δυνάμει καὶ τοῖς ἐφεξῆς τὸν αὐτὸν τρόπον.

`7.389`

λʹ. Γνωστέον, ὅτι ἐν τούτῳ τῷ στοχασμῷ τὰ αὐτά ἐστι καὶ σημεῖα ἀλλήλων καὶ ἐγκλήματα· ἐνταῦθα γοῦν ἀπὸ μὲν τῆς μοιχείας κατασκευάζεται, ὅτι αὐτὸς ἐφόνευσεν· ἀπὸ δὲ τοῦ φόνου ἡ μοιχεία βεβαιοῦται· ἰστέον δὲ, ὡς οὐδέποτε δῆλον δήλῳ κατασκευάζεται, ὥσπερ οὐδὲ ἄδηλον ἀδήλῳ, ἀλλὰ δῆλον τῷ δήλῳ· εἰ οὖν καὶ ἐνταῦθα ἀμφότερα δῆλα, τό τε τῆς μοιχείας φημὶ καὶ τοῦ φόνου, πῶς τὰ σαφῆ διʼ ἀλλήλων κατασκευάζεται; εἰ δὲ πάλιν ἄδηλα ἄμφω, γελοῖον τὸ τῆς ἀποδείξεως· εἰ γὰρ φύσει ἄδηλον ἐν τῷ στοχασμῷ ἔγκλημα, ἔσται δὲ καὶ τὸ σημεῖον ἄδηλον, πῶς ὑφέστη ὁ τοιοῦτος στοχασμός; πῶς δὲ καὶ τὸ σημεῖον ὑπεύθυνον, ὃ πανταχοῦ ἀνεύθυνόν ἐστιν; ἀλλὰ λέγομεν ὅτι κἀνταῦθα εὑρίσκεται φανερὸν σημεῖον καὶ ἀνεύθυνον· οἷον εἰπεῖν τὸ λυθῆναι παρὰ τῆς γυναικὸς τὸν οἰκέτην, καὶ τὸ ἐν ἐκείνῳ τῷ καιρῷ τεθνάναι τὸν δεσπότην, ὅτε ἐλύθη· τὸ δὲ προσεχέστερον μόνος εὑρίσκεται ὑπεύθυνος· εἰ γὰρ καὶ δοκεῖ ἔγκλημα εἶναι ἐνταῦθα τὸ σημεῖον αὐτὸ τὸ προσεχέστερον, ἀλλʼ ὅμως ὡς σημεῖον παραλαμβάνεται· οὐ γὰρ τοῦτο κατηγορεῖ ὁ κατήγορος, ἀλλʼ ὡς σημεῖον αὐτὸ ποιεῖται τοῦ ἐγκλήματος.

λαʹ. Τὸ τοῦ στοχασμοῦ τούτου εἶδος ἀπὸ γνώμης ἐκάλεσεν· ὅτι τῆς πράξεως οὔσης φανερᾶς ἡ γνώμη ζητεῖται τοῦ πράξαντος· διὰ τοῦτο γὰρ καὶ ψιλὴ εἶπεν ἀντὶ τοῦ μόνη· ἔστι δὲ τοιοῦτος ὁ ἀπὸ γνώμης στοχασμὸς, ὅταν ὁ φεύγων πεποιηκέναι μὲν ὁμολογῇ τὸ ἀδίκημα, καὶ τὸ ἐπιφερόμενον ἔγκλημα, φάσκῃ δὲ μὴ ἑκὼν, ἀλλὰ διʼ ἄγνοιαν ἢ μανίαν εἰργάσθαι.

`7.390–7.393`

λβʹ. Ἠπορήκασί τινες, ἀνθʼ ὅτου ἰδίως τοῦτο στοχασμὸν ἀπὸ γνώμης ἐκάλεσε, καίτοι παντὸς στοχασμοῦ τὴν ἀπὸ γνώμης ἐξέτασιν ἔχοντος, ἡ γὰρ βούλησις κεφάλαιον οὖσα τοῦ στοχασμοῦ οὐδὲν, φασὶν, ἕτερόν ἐστιν, ἢ ἀπὸ γνώμης ἐξέτασις, ἀλλὰ πρὸς τοῦτο ῥητέον, ὡς διαφερόντως τοῦτο εἰκότως ἀπὸ γνώμης ἐκάλεσε, καθὸ τὸ πᾶν τῆς ζητήσεως ἐν τούτῳ περὶ τὴν γνῶσιν ἵσταται μόνον, τὸ γὰρ πεπραγμένον ὁμολογεῖται, καὶ τὸ πεπραχὸς πρόσωπον εὔδηλον· ἐν μὲν τοῖς ἄλλοις ἡ γνῶσις πρὸς πίστιν ἑτέραν παραλαμβάνεται, ἐν τούτῳ δὲ ἅπαντα ἀπόδειξιν τῆς γνώμης· ἔτι δὲ καὶ τοῦτο ἐπαποροῦσί τινες, πῶς οὐδενὶ τῶν εἰδῶν τοῦ στοχασμοῦ τὸν ἀπὸ γνώμης ἔταξεν· οὔτε γὰρ τὴν μετὰ τῶν ἁπλῶν τάξιν οὔτε τὴν μετὰ τῶν διπλῶν ἢ τῶν συνεζευγμένων αὐτῷ δέδωκεν· καίτοι παντὸς στοχασμοῦ ἢ ἁπλοῦ ὄντος ἢ διπλοῦ ἢ εἰς μηδʼ ἕτερον τούτων συνεζευγμένου· πῶς οὖν τούτῳ, φασὶ, τάξιν τινὰ ἰδίαν οὐκ ἐξεῖλεν; ὑπʼ οὐδὲν γὰρ αὐτὸν ἀνήνεγκε τῶν εἰδῶν, τὴν δὲ ἀπορίαν εὔκολον ἐπιλύσασθαι· ἐπεὶ γὰρ συμβέβηκεν ἴδιον τούτῳ παρὰ πάντα στοχασμὸν, ἰδίαν καὶ τάξιν ἀπείληφεν· οὔτε γὰρ μετὰ τῶν διπλῶν ἢ συνεζευγμένων ἠδύνατο τάττεσθαι ἐπὶ ἓν καὶ ἁπλοῦν ἐν αὐτῷ τὸ ζητούμενον, οὔτε μὴν μετὰ τῶν ἁπλῶν ψιλῶς· ἔχει γάρ τινα διαφορὰν πρὸς αὐτοὺς, ἣν ἔφαμεν ἀνωτέρω. παντὸς γὰρ στοχασμοῦ τὴν γνώμην ἔχοντος πιστωτικὴν τοῦ ζητουμένου, ἐν τούτῳ τὸ ζητούμενον αὐτὸ ἡ γνώμη ἐστὶ καὶ πάντα τῆς γνώμης ἕνεκα παραλαμβάνεται τὰ κεφάλαια, ὡς ἐπὶ τοῦδε τοῦ παραδείγματος· ἐν δόξῃ μανίας μητρυιὰ τὸν υἱὸν ἔτρωσε, τὸν δὲ πρόγονον ἀπέκτεινε, καὶ ἀνενεγκοῦσα φόνου φεύγει· οὐ γὰρ ζητοῦμεν τὸν φόνον ἁπλῶς, πότερον ἀνῄρηται ἢ οὐκ ἀνῄρηται ὑπὸ τῆς μητρυιᾶς ὁ πρόγονος, τοῦτο γὰρ καταφανὲς, ἀλλʼ εἰ ἑκοῦσα τοῦτο δέδρακεν ἡ μητρυιὰ, ὅπερ ἐστὶν ἀπὸ τῆς γνώμης, καὶ φέρεται ἅπαντα πρὸς τοῦτο τὰ κεφάλαια. πρῶτον μὲν γὰρ χρήσεται τῷ παραγραφικῷ, ὅτι τὰ ἐκ μανίας καὶ παραφόρως γινόμενα λογισμοῦ τιμωρίαν οὐκ ἔχει παρὰ τῶν νόμων, οὐδὲ ἐπὶ τούτοις εἰσάγεταί τις εἰς δικαστήριον· ἔπειτα τῇ βουλήσει, ἐλέγχων γὰρ ἀπαίτησις καθάπαξ ἐπὶ τοῦ τοιούτου εἴδους ἐλλείπει, ἡ δύναμις ἀντιθετικῶς παραληφθήσεται ἐκ τῆς βουλήσεως λυομένη, ὅτι κἂν τὰ μάλιστα ἠδυνάμην πολλοῖς τρόποις τὸν πρόγονον ἀνελεῖν, οὐκ ἂν εἰς τοῦτο ἧκον ἀτοπίας, ὥστε καὶ τὸν υἱὸν τρῶσαι καὶ τὸν πρόγονον ἀνελεῖν τιμῶντά με καὶ ἐν τάξει τιθέντα μητρὸς διαχρήσασθαι· μετὰ τοῦτο τὰ ἀπʼ ἀρχῆς ἄχρι τέλους οὐκ ἀποδεικτικὰ, οὐδὲ καθάπερ ἐν τοῖς ἄλλοις σημεῖα γινόμενα ἁπλῶς τοῦ ζητουμένου, ἀλλʼ αὐξητικὰ, δεικνύντων ἡμῶν τὸ πάθος καὶ πρὸς ὀργὴν κινούντων τοὺς δικαστάς. Τὸ γὰρ ἀπʼ ἀρχῆς ἄχρι τέλους ἐστὶ τὸ τετρῶσθαι μὲν τὸν υἱὸν, τὸν δὲ πρόγονον ἀνῃρῆσθαι, καὶ ὅσα ἔξωθεν περιστατικὰ, οἷον ὁ τρόπος τῆς διαιρέσεως, ὅτι διὰ τοῦ στήθους ἤλασε τὸ ξίφος, ἢ τὴν κεφαλὴν ἀπέτεμεν. εἶτα ἡ ὕλη, οἷον δόρατι μετῆλθεν αὐτὸν ἢ ξίφει καὶ ὅσα ἕτερα τῶν περιστατικῶν, ἅπερ πρὸς ἀπόδειξιν ἥκιστα φέρεται τῆς γνώμης· τί γὰρ μᾶλλον ἐκ τούτου τὸ ἑκούσιον ἢ ἀκούσιον δείκνυται, αὔξησιν δὲ τοῦ πάθους ἐργάζεται· εἶτα ἡ μετάθεσις τῆς αἰτίας καινότερόν πως εἰσενεχθήσεται. τὸ γὰρ χρῶμα ἐπί τι ἀνεύθυνον ἔξωθεν τοῦ ζητουμένου μεθιστῶν ἀεὶ τὴν αἰτίαν ἐνταῦθα εἰς αὐτὸ μεθίστησι τὸ ζητούμενον· τὴν γὰρ αἰτίαν ἐπὶ τὴν μανίαν δηλαδὴ μεταθήσει, ἥ τις ἐστὶν αὐτὸ τὸ ζητούμενον· ἅπας γὰρ ὁ λόγος περὶ τοῦ εἰ κατὰ ἀλήθειαν ἐμάνη γίνεται, ἀντίληψις δὲ καὶ μετάληψις ἐπὶ τοῦ τοιούτου εἴδους οὐκ ἂν εὑρεθείη, ὁμοίως οὐδὲ πιθανὴ ἀπολογία, ἐπειδὴ οὐδὲ τὰ ἀπʼ ἀρχῆς ἄχρι τέλους, πρὸς ἃ ἡ πιθανὴ ἀπολογία εἴωθεν ἀναστρέφεσθαι, τὴν ἑαυτῶν φύσιν σώζει, οὐ γὰρ γίνεται σημεῖον τοῦ ἐγκλήματος ἀποδεικτικὸν, ἕνεκα δὲ αὐξήσεως μόνης παραλαμβάνεται. Μετὰ γοῦν τὴν μετάθεσιν τῆς αἰτίας ἡ κοινὴ ποιότης ἐπακολουθεῖ· τούτων δὲ ἐκκαθαρθεισῶν τῶν ζητήσεων ἄλλη τις ἐπὶ τούτοις ἀνέκυψεν ἀπορία, ζητούντων τινῶν, πῶς τὸ τοιοῦτον εἶδος στοχασμὸς ἔσται μᾶλλον, καὶ οὐ συγγνώμη· προβαλεῖται γὰρ, φησὶ, τὴν ἀπὸ τῆς μανίας συγγνώμην, ὅτι οὐχ ἑκοῦσα τοῦτο ἔδρων, ἀλλʼ ἀπὸ τῆς μανίας ἐλαυνομένη· ταύτης δὲ τῆς ἀπορίας θαυμασίως ὁ τεχνικὸς ἐξεῖλεν αὐτό. ἐν μὲν γὰρ τῇ συγγνώμῃ, φησὶ, τὸ προβαλλόμενον εἰς παραίτησιν ὁμολογούμενον εἶναι δεῖ, οἷον ἐπὶ τῶν δέκα στρατηγῶν τῶν μὴ ἀνελομένων ἐν τῇ ἐν Ἀργινούσαις ναυμαχίᾳ τὰ τῶν πεσόντων σώματα· ὁ γὰρ χειμὼν, ὃν λαμβάνουσιν εἰς παραίτησιν, ὡμολόγηται, ἐνταῦθα δὲ οὐ τοῦτο· πᾶσα γὰρ ἡ ζήτησις περὶ τὴν μανίαν ἵσταται· τοῦτο γὰρ αὐτὸ πότερον ἐμάνη ζητοῦμεν ἢ μανίαν προσεποιήσατο. οὕτως οὖν καὶ ὁριζόμενος ἔφη· ἐν δόξῃ μανίας εἰπὼν καὶ οὐχ ἁπλῶς εἰς μανίαν καταστᾶσα· εἰ γὰρ οὕτως ὡρίσατο καὶ ὡς ὁμολογουμένην τὴν μανίαν παρέλαβε, τότε ἂν ἡ συγγνώμη ἐγένετο. Ἐπειδὴ κοινωνίαν οὖσαν πρὸς τὴν συγγνώμην ᾔσθετο τούτου τοῦ στοχασμοῦ, κοινὸν γὰρ ἐν ἑκατέραις ταῖς στάσεσι τὸ τῆς ἀγνοίας καὶ ἀκούσιον, λύει τῇ διαφορᾶ τὴν συγγένειαν· δοκεῖ γὰρ κατὰ δύο κοινωνεῖν τῇ συγγνώμῃ, καθʼ ἓν μὲν, ὅτι ἐν ἀμφοτέραις ταῖς στάσεσιν ἀδίκημα φύσεως τὸ πεπραγμένον, δεύτερον δὲ κατὰ τὴν αἰτίαν, τὸ ἐπί τι πάθος ψυχῆς μεθιστάναι τὸ γενόμενον. διαφέρει οὖν, ὅτι ἐν μὲν τῇ συγγνώμῃ τὸ πάθος, ἐφʼ ὃ μεθίστησι τὴν αἰτίαν ὁ φεύγων, λέγω δὴ φόβον ἢ ἄγνοιαν ἢ ἔλεον, συγχωρεῖ καὶ αὐτὸς ὁ κατήγορος ὡμολογημένον· ἀποφαίνει δὲ καὶ οὕτω τιμωρίας ἄξιον· ἐχρῆν γὰρ, φησὶ, μηδʼ ὅλως ἡττῆσθαι τοῦ πάθους· ἐν δὲ τῷ στοχασμῷ ἄδηλον καὶ περὶ αὐτὸ τοῦτο ἡ πᾶσα ζήτησις ἵσταται· τῆς γὰρ μητρυιᾶς προβαλλομένης τὴν μανίαν καὶ εἰς ταύτην ἀναφερούσης τοῦ φόνου τὴν αἰτίαν, ὁ κατήγορος ἐνίσταται καὶ ψεῦδος τοῦτο διισχυρίζεται. Αἰσθάνεται καὶ ἕτερα στοχασμῶν εἴδη ὑπό τινων ὑπονενοημένα· ψυχρὰν δὲ τὴν τούτων ἐπεργασίαν οἰόμενος καὶ μόνως ἐπισημηνάμενος, ὅτι ἴσως καὶ ἕτερά ἐστιν εἴδη, παραιτεῖται τὴν τούτων μνήμην· εἰ γὰρ καὶ εὑρίσκεται, φησὶν, ἄλλο, ἀλλʼ ἐκ τούτων συμπλεκόμενον εὑρίσκεται.

λγʹ. Τὸ παράδειγμα δείκνυσι τοῦ τοιούτου στοχασμοῦ τὴν φύσιν· ἐνταῦθα γὰρ τὸ ἀμφίβολόν ἐστι τῆς μητρυιᾶς ἡ γνώμη καὶ τὸ ἄδηλον, μεθʼ ἧς ὁ φόνος πέπρακται· πιθανῶς δὲ πέπλασται τὸ ζήτημα· οὐ γὰρ ἁπλῶς εἶπε μεμηνυῖαν τὴν μητρυιάν· ἀσύστατον γὰρ ἦν τὸ ζήτημα τῆς μανίας ὁμολογουμένης, ἀλλʼ ἐν δόξῃ μανίας, ὅπερ ἀμφίβολον, ὃ καὶ κατηγόρου δίδωσιν ὑπόνοιαν· ὁ μὲν γὰρ κατήγορος ὑπόκρισιν τὴν μανίαν ἀποφαίνειν πειράσεται διὰ τὴν φυσικὴν πρὸς τὸν πρόγονον δυσμένειαν, ὁ δὲ ὑπὲρ αὐτῆς ἀγωνιζόμενος τοὐναντίον συστήσει καὶ ἀληθῶς μεμηνέναι τὴν μητρυιὰν ἀγωνιεῖται, καὶ στοχαστικῶς ἡ ζήτησις ἅπασα προαχθήσεται. ἐρεῖ δέ τις, ὅτι οὐκ ἄρα στοχασμὸς οὗτος· οὐ γάρ ἐστιν ἀδήλου πράγματος ἔλεγχος οὐσιωδῶς, ἀλλʼ ἐροῦμεν, ὅτι δῆλον μὲν τὸ πρᾶγμα· τὸ δὲ ἄδηλον περὶ τὴν γνώμην ἵσταται· καὶ περὶ ταύτην ὁ στοχασμός· διὸ καὶ τὴν προσηγορίαν τοιαύτην ἔλαχεν, ἀπὸ γνώμης στοχασμὸς καλούμενος· καθὸ μὲν γὰρ οὐδὲ τοῦ παιδὸς ἀπέσχετο, χώραν ἔχει τὰ τῆς μανίας, καθὸ δὲ μετριώτερον τῇ κατὰ τοῦ παιδὸς πληγῇ ἐχρήσατο, ὑγιαίνειν δοκεῖ, καλῶς δὲ τὸ ἐν δόξῃ μανίας, ἵνα χορηγίαν τῷ ἀδήλῳ πορίσηται.

`7.394–7.395`

λδʹ. Οἶδεν ὁ τεχνικὸς καί τινα εἴδη στοχασμοῦ ἕτερα. παρίησι δὲ αὐτὰ παρὰ τὴν προκειμένην αὐτῷ μηδὲν λυσιτελοῦντα πραγματείαν· πρόκειται γὰρ αὐτῷ περὶ τῆς τῶν κεφαλαίων λέγειν διαιρέσεως· ἐπεὶ οὖν οὐχ ὁμοίως τὰ διπλᾶ τοῖς ἁπλοῖς διῃρεῖτο, οὐδὲ τὰ συνεζευγμένα τοῖς ἁπλοῖς, διὰ τὸ ὑποκείμενον τῇ ἑαυτοῦ πραγματείᾳ καὶ περὶ τούτων ἠναγκάσθη διεξελθεῖν, ὥστε προηγουμένως οὐδὲ περὶ τούτων εἶπεν, ἀλλὰ διʼ ἀνάγκης ἑτέρων, τουτέστι τῆς ἐν αὐτοῖς διαφορᾶς περὶ τὴν διαίρεσιν, διὰ τοῦτο γὰρ καὶ τὸν ἀπὸ γνώμης παρέλαβε στοχασμόν· καὶ γὰρ αὖ καὶ οὗτος πολλὰ περὶ τὴν διαίρεσιν ἐπεπόνθει καινότερα, ὡς ἀνωτέρω διεξιόντες ἐδείξαμεν· ἔστι δὲ ἕτερον τοῦ στοχασμοῦ εἶδος τὸ κατʼ ἀξίωσιν· πᾶς γὰρ στοχασμὸς, μᾶλλον δὲ ἅπας ἀγὼν δικανικὸς, ἢ κατὰ φυγὴν καὶ δίωξιν γίνεται ἢ κατὰ αἴτησιν· τοῦ μὲν κατὰ φυγὴν καὶ δίωξιν ἅπαντα τὰ προκείμενα εἴδη, τοῦ δὲ κατὰ αἴτησιν ἤτοι ἀξίωσιν δύο, τό τε παράδοξον καὶ τὸ κατὰ ἀμφισβήτησιν· λεκτέον δὲ ἐπὶ παραδείγματος ἄμφω. παράδοξος μὲν στοχασμὸς, οἷον μάγος ἐπηγγείλατο τύραννον ἀνελεῖν τεττάρων ἐντὸς ἡμερῶν, μεταξὺ κεραυνῷ βληθεὶς ὁ τύραννος ἐτελεύτησεν, ἀξιοῖ λαβεῖν τὴν δωρεάν· καθὸ μὲν γὰρ οὐσιωδῶς ζητοῦμεν πρᾶγμα ἄδηλον ἀπό τινος φανεροῦ σημείου, κατὰ τοῦτο λεχθείη ἂν στοχασμός· καθὸ δὲ ἡ τάξις ἀντέστραπται, κατὰ τοῦτο παράδοξος· ἐν παντὶ γὰρ στοχασμῷ τοῦ φεύγοντος τὴν ἄρνησιν ἔχοντος, τοῦ δὲ διώκοντος τὴν κατάφασιν καὶ φερομένης ἀεὶ πρὸς τὴν κατάφασιν τῆς ἀρνήσεως, εἰς τοὐναντίον ἐνταῦθα περιστήσεται τὰ τῆς τάξεως· ὁ μὲν γὰρ διώκων ἐρεῖ, ὡς οὐκ ἐφόνευσας, ὁ δὲ φεύγων τοῦ πεφονευκέναι ἀνθέξεται· καὶ πρὸς τοῦτο πάντα λόγον ἀποτελεῖ· ἐν γὰρ τοῖς κατʼ ἀξίωσιν τὸ τῆς αἰτήσεως ἔξωθεν παραλαμβάνεται· γίνεται οὖν περὶ τοῦ εἰ τὸν τύραννον οὗτος ἀνεῖλεν ἢ μὴ, πᾶσα ἡ ζήτησις, καὶ εὑρεθήσεται ἡγουμένη ἡ ἄρνησις· εἴγε παρὰ τῷ κατηγόρῳ ἐστὶν, φερομένη δὲ πρὸς αὐτὴν ὑπὸ τοῦ φεύγοντος ἡ κατάφασις, καὶ χρήσεται ὁ μὲν διώκων τοῖς τοῦ φεύγοντος κεφαλαίοις, ὁ δὲ φεύγων τοῖς τοῦ διώκοντος, κατὰ τοῦτο οὖν εἰκότως παράδοξον τὸ τοιοῦτον εἶδος ὠνόμασται· τοῦ δὲ κατὰ ἀμφισβήτησιν παράδειγμα· τύραννος τὸν ἑαυτοῦ ἰατρὸν ὑποπτεύσας ἐπὶ δηλητηρίῳ τὸν τῆς πόλεως μετεπέμψατο· ἀνελθόντος ἐκείνου ὁ τύραννος ἐτελεύτησε, καὶ περὶ τῆς δωρεᾶς ἀμφισβητοῦσιν· ὁ μὲν γὰρ τῆς ὑποψίας ἀνθέξεται, ὁ ἕτερος δὲ τῆς ἀνόδου, ὡς οὐ πρότερον, ἀλλὰ μετὰ τὴν ἐμὴν ἄνοδον ὁ τύραννος ἐτελεύτησεν.

Περὶ ὅρου.

`7.396–7.401`

Τὴν φύσιν γνόντας ἑκάστου πρότερον ἐπὶ τὰ κατὰ μέρος προσήκει χωρεῖν· οὕτω γὰρ ὥσπερ ἐπί τινος ἂν κρηπίδος φεροίμεθα τὴν στάσιν ἔχοντες ἀσφαλῆ, καὶ οὐκ ἂν σκολιάζοντες περιτρέπεσθαι μέλλοιμεν· ὅτι γὰρ ἀναγκαῖον ἡ τῆς ἑκάστου φύσεως πρόγνωσις, Πλάτων ἡμῖν ἐδήλωσεν ὁ σοφώτατος, διʼ ὧν αὐτὸς κέχρηται καὶ τῶν οὐχ οὕτως χρωμένων κατηγορεῖ. Λυσίου γοῦν διεξελθόντος τινὰς πράξεις τοῦ ἔρωτος, ὅ τι δέ ἐστιν ἔρως αὐτὸς οὐ δηλώσαντος, ἐπελάβετο, τὴν γὰρ φύσιν αὐτοῦ τοῦ ἔρωτος, ἥ τίς ποτέ ἐστι, δεῖ, φησὶ, πρότερον ἐκμαθεῖν· τοὺς οὖν Πλάτωνί τε πειθομένους καὶ τὰ Λυσίου διαφυγεῖν ἁμαρτήματα μέλλοντας μηδαμῶς τε περὶ τὴν κατὰ τὸ μέρος πλανησομένους διέξοδον τὰς φύσεις ἀνάγκη πρότερον ἐπεσκέφθαι, περὶ ὧν ἂν μέλλωσι λόγον διεξιέναι τινά· οὕτω δὴ κἀνταῦθα τοῦ τεχνικοῦ μέλλοντος ἡμῖν τὴν τοῦ ὅρου παραδιδόναι διαίρεσιν, ἄξιον πρῶτον καταμαθεῖν τὴν φύσιν αὐτοῦ πρὸ τῆς διαιρέσεως, καὶ πρώτην γε τὴν ἐπωνυμίαν, ἐπεὶ πολυτρόπως ὅρος λέγεται, διασαφῆσαι· καλεῖται τοίνυν ὅρος τὸ ἑκάστου πράγματος πέρας, ἡνίκα λέγομεν ὅρον ἐπιτεθεῖσθαι τῇ δίκῃ, οἱονεὶ πέρας, ὥστε μὴ πρόσω χωρεῖν, ἀλλʼ ἤδη καταπεπαῦσθαι· λέγεται δὲ οὕτω καὶ τὸ διεῖργον ἀπʼ ἀλλήλων τὰ χωρία, ὡς ὅταν φαίη τις Ἀθηναίους καὶ Βοιωτοὺς περὶ γῆς ὅρων πόλεμον ἄρασθαι· ἔτι ἐπὶ τοῖς διαλεκτικοῖς καλεῖταί τις ὅρος ὁ τὴν ἑκάστου περιλαμβάνων τε καὶ περιορίζων ἐν αὐτῷ φύσιν, οἷον κατὰ Πλάτωνα μέν ἐστι λόγος τῆς ἑκάστου οὐσίας τε καὶ φύσεως δηλωτικὸς, ἵνα ᾖ οὐσία μὲν αὐτὴ ἡ ὕπαρξις καὶ τὸ εἶναι, φύσις δὲ ἡ καθʼ ἑαυτὴν ἰδιότης, καθʼ ἣν τῶν ἄλλων χωρίζεται, κατὰ δὲ Ἀριστοτέλη ὁ τὸ τί εἶναι δηλῶν, καλεῖται δὲ κοινῷ ὀνόματι καὶ τὸ ἐκ τούτου παραλαμβανόμενον ὁ ὅρος· τό τε γὰρ ζῶον λογικὸν θνητὸν ὅρον καλοῦμεν, καὶ τὸ ἐξ αὐτοῦ ὁριζόμενον· τοῦτο δέ ἐστιν ἄνθρωπος· οὕτω γὰρ καὶ χοίνικα λέγομεν αὐτό τε τὸ μετροῦν καὶ τὸ μετρούμενον, καὶ πῆχυν ὁμοίως τόν τε ἐκμετροῦντα καὶ ὑπʼ αὐτοῦ ἐκμετρούμενον· πρὸς δὲ τούτοις ὅρος καλεῖται καὶ ἡ παρὰ τοῖς ῥήτορσι στάσις, περὶ οὗ νῦν ἡμῖν πρόκειται λέγειν· πενταχῶς οὖν λεγομένου τοῦ ὅρου καθάπερ ἐδείξαμεν, ἐπειδὴ καὶ τοῦ παρὰ τοῖς διαλεκτικοῖς ἐμνήσθημεν, καὶ ὅπως Πλάτων τε αὐτὸν καὶ Ἀριστοτέλης ὡρίσαντο, ἐπὶ τούτοις καὶ τοὺς τρόπους δεῖ εἰπεῖν, καθʼ οὓς γίνεται· τοῦτο γὰρ ἡμῖν συμβαλεῖται πρὸς τὸ ἐξ αὐτοῦ διαστεῖλαι τὸν ῥητορικὸν ὅρον, ὡς ὕστερον εἰσόμεθα· ἐκ δὲ τῆς διαστολῆς ἡ φύσις καταληφθήσεται. Πᾶς τοίνυν διαλεκτικὸς ὅρος ἐκ γένους καὶ διαφορῶν γίνεται, διαφορῶν δέ φησι τῶν εἰδοποιῶν, οἷον τί ἐστιν ἄνθρωπος; ζῶον λογικὸν θνητόν· γένος μὲν γάρ ἐστι τὸ ζῶον, διαφοραὶ δὲ τοῦ εἴδους συστατικαὶ, τό τε λογικὸν καὶ θνητόν· ἀρετὴ δὲ παντὸς τοῦ παρὰ τοῖς διαλεκτικοῖς ὅρου τὸ μήτε ἐλλείπειν μήτε μὴν πλεονάζειν· κακία γὰρ τοὐναντίον ἥ τε ἔλλειψις καὶ ὁ πλεονασμός· οἷον ὅτι ἄνθρωπός ἐστι ζῶον λογικὸν θνητόν· οὗτος γὰρ τόν τε πλεονασμὸν ἀπέφυγεν· οὐ γὰρ πρὸς τῷ ἀνθρώπῳ καὶ ἕτερόν τι περιέλαβε, καὶ τῷ τῆς ἐλλείψεως οὐχ ὑποπέπτωκεν ἁμαρτήματι, οὐ γὰρ ἐνδεῖ πρὸς οὐδὲν, ἀλλὰ πᾶσαν τὴν τῶν ἀνθρώπων ἔχει φύσιν, πλεονάζων δʼ ἂν ἦν ὅρος, εἰ μία τῶν διαφορῶν παραλέλειπτο· οἷον ζῶον λογικὸν θνητὸν, κυβερνᾷν ἐπιστάμενον· ἐλλείπει γὰρ τῷ ὅρῳ, ἐπεὶ οὐ πᾶς κυβερνᾷν ἄνθρωπος καὶ ἐπίσταται· καὶ ταῦτα μὲν περὶ ἀρετῆς ἂν εἴη τοῦ ὅρου· βάσανος δὲ αὐτοῦ καὶ ἐξετασμὸς ἀκριβὴς ἡ ἀναστροφὴ, ὅταν τὸ πρᾶγμα τὸ ὁριζόμενον ἐκ τούτου, τουτέστιν ὁ ἄνθρωπος, ἀναστρέφειν δύνηται πρὸς τὸν ὅρον, ὥστε ἑκάτερον τοῦ ἑτέρου γίνεσθαι ὅρον· καὶ τοσοῦτο μὲν περὶ τοῦ διαλεκτικοῦ ὅρου· τρεψώμεθα δὲ πρὸς τὰς διαφορὰς ἤδη, καθʼ ἃς ὁ ῥητορικὸς ἀπὸ τούτου χωρίζεταί τε καὶ διακρίνεται· τὴν γὰρ φύσιν τοῦ νῦν προκειμένου, φημὶ τοῦ παρὰ τοῖς ῥήτορσιν ὅρου, μετὰ ἀκριβείας ἐντεῦθεν ἐπιστησόμεθα· διαφέρουσι δʼ οὖν ἀλλήλων μεγίστῃ μὲν καὶ γενικωτάτῃ διαφορᾷ τῇ κατʼ αὐτὸν ὑπαρχούσῃ τὸν ὁρισμόν· ἔστι γὰρ ὁ μὲν διαλεκτικὸς ὅρος κατὰ μὲν τὸν Ἀριστοτέλη ὁ τὸ τί ἦν εἶναι δηλῶν· κατὰ δὲ Πλάτωνα λόγος τῆς ἑκάστου οὐσίας τε καὶ φύσεως δηλωτικός· ὁ δὲ παρὰ τοῖς ῥήτορσι τούτοις οὐκ ἂν ὑποπίπτοι τοῖς ὅροις· οὐ γὰρ δηλοῖ ψιλῶς καὶ διαρρήδην, τί ποτέ ἐστιν ἕκαστον, ἀλλὰ περὶ τούτου ποιεῖται τὴν ζήτησιν· στάσις γὰρ οὐκ ἄν τινος εἴη δηλωτικὴ, ἕως ἐστὶ στάσις, ἀλλὰ πάντως τοῦ ὑποκειμένου ζητητική· τὸ γοῦν τέλος τοῦ παρὰ τοῖς ῥήτορσιν ὅρου γένεσίς τε καὶ ἀρχὴ τοῦ παρὰ τοῖς διαλεκτικοῖς πέφυκε γίνεσθαι· ἐπειδὰν γὰρ προέλθῃ ζητῶν ὁ ῥητορικὸς καὶ ἀποδεικνὺς διὰ πάντων, τότε παραλαβὼν τὸ ἀποδεδειγμένον ὁ διαλεκτικὸς ὁριεῖται, δηλῶν ἡμῖν ἐκ ψιλῆς ἀποφάσεως τὴν φύσιν αὐτοῦ. ὥστε ὁ μὲν ὅρος ὁ τῶν διαλεκτικῶν ἐστιν ὁ τὸ τί ἦν εἶναι δηλῶν, ὁ δὲ παρὰ τοῖς ῥήτορσιν, ὅ τι δεῖ τὸ πραχθὲν ὀνομάσαι ζητῶν· αὕτη μὲν οὖν ἡ ἀνωτάτω διαφορὰ τούτων, ἀφʼ ἧς καὶ τὴν φύσιν ἑκατέρου σαφῶς οἴομαι δηλοῦσθαι τοῖς γε μὴ πόρρω καθεστηκόσι τεχνικῆς ἀκροάσεως, εἰσὶ δὲ αὐτῶν καὶ ἕτερα τέσσαρα, πρῶτον ὁ μὲν περὶ ὄνομα καταγίνεται, ὁ δὲ διαλεκτικὸς οὐχ οὕτως, περὶ γὰρ ὀνόματος οὐδένα ποιεῖται λόγον· τὸ δὲ ἐξ αὐτοῦ σημαινόμενον πρᾶγμα δηλοῖ, οἷον ἐπειδὰν τὸν ἄνθρωπον ὁ φιλόσοφος ὁρίζηται οὐ τῆς φωνῆς αὐτῆς τὸν ὁρισμὸν ἀποδίδωσιν, ἀλλὰ τοῦ εἴδους τοῦ ἐξ αὐτῆς δηλουμένου· ὁ δὲ ῥητορικὸς τὸ μὲν πρᾶγμα ὁμολογούμενον ἔχει, περὶ δὲ τοῦ ὀνόματος ἅπαντα ποιεῖται τὸν λόγον· ὅτι μὲν γὰρ Δημοσθένει προσετρίψατο κόνδυλον ὁ Μειδίας, ὡμολόγηται, καὶ περὶ τούτου λόγος οὐδεὶς, ἡ δὲ ζήτησις πᾶσα περὶ τοῦ ὀνόματος γίνεται, πότερον τὸ πραχθὲν ὕβριν ἢ ἀσέβειαν προσήκει καλεῖν· ἔτι διαφέρει ἀλλήλων, καθὸ τὴν ἀρετὴν τοῦ διαλεκτικοῦ ἐν μοίρᾳ κακίας ὁ ῥητορικὸς ἔχει, τοῦ γὰρ ὅρου τοῦ παρὰ τοῖς διαλεκτικοῖς ἀρετὴν ἔφαμεν εἶναι τὸ μήτε πλεονάζειν μήτε ἐλλείπειν, ὅπερ εἰ συμβαίνει τῷ ῥητορικῷ, ποιεῖ τῶν ἀσυστάτων αὐτά· εἰ γὰρ μηδὲν ἐλλείπει πρὸς τὸ εἶναι τόδε τι ἀσέβειαν ἢ ὕβριν, ὁμολογούμενον γίνεται καὶ ἐν τοῖς μὴ συνεστηκόσι τελείως, οὐδὲν γὰρ ἂν διενέγκοι μονομεροῦς· τρίτον δὲ τούτῳ διοίσουσι, τῷ τὸν μὲν ῥητορικὸν καὶ τὰ παρειμένα τε καὶ πεπραγμένα καὶ μὴ πεπραγμένα περιλαμβάνειν, τὸν δὲ διαλεκτικὸν μόνα τὰ γενόμενά τε καὶ ὄντα, οὐ γὰρ τὸ μὴ γενόμενον ὁ διαλεκτικὸς ὁριεῖται· ὁ μέντοι ῥητορικὸς περιλαμβάνει καὶ τὰ μὴ πεπραγμένα, οἷον ὁ Μειδίας οὐκ ἠσεβηκέναι φησὶν, ἐπεὶ μὴ εἰς αὐτὸ τὸ ἕδος ἐξήμαρτε τοῦ θεοῦ, μηδὲ τὴν ἱερὰν στολὴν περιέρρηξε· ταῦτα γὰρ μὴ γινόμενα παραλήψεται ὅμως· τετάρτη δὲ αὐτοὺς ἀπʼ ἀλλήλων διακρίνει διαφορὰ, καθὸ τὸν μὲν παρὰ τοῖς διαλεκτικοῖς ἀναστρέφειν δεῖ πρὸς τὸ ὁριζόμενον, εἴπερ ὑγιὴς εἶναι μέλλοι, καθάπερ ἀνεδείξαμεν ἀνωτέρω, τὸν δὲ παρὰ τοῖς ῥήτορσιν ἀεὶ τὴν ἀναστροφὴν διαφεύγειν, οὐ γὰρ οἷόν τέ ποτε ῥητορικὸν ἀναστρέφειν ὅρον· οἷον ἐξ ἱεροῦ τις ἔκλεψεν ἰδιωτικὰ χρήματα καὶ κρίνεται ἱεροσυλίας· ὁ δὲ ἀξιοῖ κλοπῆς γίνεσθαι κρίσιν· οὐ γὰρ ἔνεστιν ἀναστρέψαντα φάναι οὐδέτερον, οὔτε ὅ τι περ ἔτι κλοπὴ, τοῦτο ἐξ ἱεροῦ χρημάτων ἐστὶν ἰδιωτικῶν ἀφαίρεσις, πολὺ γὰρ μᾶλλον κλοπή ἐστι τὸ ἐξ οἰκίας ἰδιωτικῆς ὑφελέσθαι χρήματα, οὐδὲ μὴν ὅτι πᾶσα ἱεροσυλία ἐξ ἱεροῦ χρημάτων ἰδιωτικῶν ὑφαίρεσίς ἐστι· περιφανεστέρα γὰρ δήπουθεν ἱεροσυλία τὸ ἐξ ἱεροῦ ἀποσυλῆσαι χρήματα ἱερά· καὶ τοῦτο μὲν σαφὴς ἱεροσυλία, κἀκεῖνο δὲ ἀμφιβαλλόμενον, πότερον ἱεροσυλίαν αὐτὸ δεῖ καλεῖν ἢ κλοπήν· τῷ μέντοι διαλεκτικῷ πρόσεστιν ἡ ἀναστροφή· εἴ τι γὰρ ἄνθρωπος, τοῦτο ζῶον λογικὸν θνητὸν καὶ εἴτι ζῶον λογικὸν θνητὸν, τοῦτο καθέστηκεν ἄνθρωπος· ἡ μὲν οὖν φύσις τοῦ προκειμένου σαφῶς ἡμῖν ἐκ τούτων δεδήλωται· συμβαίνει δὲ κατά τινας περιστάσεις δοκεῖν τὸν ὅρον μηδὲν τῆς πραγματικῆς διαφέρειν, καὶ τὴν τούτων διαστολὴν παρελθεῖν οὐ καλόν· γίνεται δὲ ἡ τούτων συνέμπτωσις ἐν τοῖς ἀγῶσι τοῖς κατὰ ἀξίωσιν· πάντα γὰρ ἀγῶνα καθόλου δικανικὸν ἢ κατὰ φυγὴν καὶ δίωξιν ἔφαμεν ἢ κατὰ ἀξίωσιν γίνεσθαι· ἐν μὲν οὖν τῷ κατὰ φυγὴν καὶ δίωξιν οὐδὲ μίαν ἔχει πρὸς τὸν ὅρον ὁμοιότητα ἡ πραγματική· ἐν δὲ τῷ κατὰ ἀξίωσιν αὐτίκα, φησὶ, ταυτὶ τὰ δύο προβλήματα παντάπασιν ἀλλήλων ἀπᾴδει, ἢ τοῖς ὀνόμασι μόνον, καθὸ τὸ μὲν ὅρον, τὸ δὲ, φασὶ, πραγματικὴν ὀνομάζουσιν· ἔστι δὲ τὸ μὲν τοῦ ὅρου πρόβλημα τόδε· τύραννον ἔπεισε φιλόσοφος ἀποθέσθαι τὴν τυραννίδα καὶ τὴν τυραννοκτόνειον αἰτεῖ δωρεάν· πραγματικῆς δὲ τοῦτο· νόμος τὸν ἀναιροῦντα τύραννον δωρεὰν αἰτεῖν, ἣν ἂν βούληται, καὶ νόμος ἕτερος τὰ τέκνα τοῦ τυράννου συναναιρεῖσθαι τῷ πατρὶ, γυνὴ τυραννοῦντα τὸν ἄνδρα ἀνεῖλε καὶ ἀξιοῖ σώζειν τοὺς παῖδας εἰς τὴν δωρεάν· ταῦτα γὰρ ἄμφω κατʼ οὐδὲν ἀλλήλων διοίσει· ὁμοίως γὰρ ἥ τε γυνὴ καὶ ὁ τὴν τυραννίδα καθελὼν τῷ πεῖσαι φιλόσοφος αἰτοῦσι τὴν δωρεάν· ἀλλʼ εἴπερ τὸν ὁρισμὸν ἀναμνησθεῖεν τοῦ ὅρου, τὴν διαφορὰν εὐθὺς ἀμφοῖν καταλήψονται· ὅρος γάρ ἐστιν ὁ νόμος ζητῶν περὶ πράγματος, οὗ τὸ μὲν πέπρακται, τὸ δὲ λείπει· ὡς ἐπʼ αὐτοῦ τοῦδε καταμαθεῖν ἐστι τοῦ παραδείγματος· πέπρακται μὲν γὰρ πρὸς τὸ λαβεῖν τὴν τῶν τυραννοκτόνων δωρεὰν τὸ καταλελύσθαι τυραννίδα, λείπει δὲ τὸ μὴ ἀπεκτονῆσθαι τὸν τύραννον· τὸ οὖν ἕτερον πρόβλημα, πῶς ἂν ὅρου καθεστήκοι, ᾧ μηδὲν ἐλλείπει, πάντα δὲ πέπρακται· περιφανῶς γὰρ τυραννοκτόνος ἐστὶν ἡ γυνὴ ἡ διαχρησαμένη τὸν τύραννον, καὶ καθʼ ἕτερον δὲ τρόπον τὴν ἐν αὐτοῖς ἐστι διαφορὰν κατιδεῖν· ἐν μὲν γὰρ τῇ πραγματικῇ τὸ μὲν ὅλως δεῖν παρασχεθῆναι δωρεὰν ὡμολόγησε, περὶ δὲ τῆς ποιότητος τῶν δωρεῶν ἡ πᾶσα γίνεται ζήτησις· ὅτι μὲν γὰρ ἄξιόν τινος τὸ γύναιον δωρεᾶς οὐδεὶς ἀντερεῖ· περὶ δὲ τοῦ ποιοῦ τὸ πᾶν γίνεται τῆς ζητήσεως, ὅτι γε ταύτην οὐ δίκαιον δοθῆναι τὴν δωρεὰν, ἑτέραν δὲ ἥνπερ ἂν αὐτὴ βούλοιτο· ἐν δὲ τῷ ὅρῳ περὶ τοῦ δοῦναι ὅλως τινὰ δωρεὰν ἡ ἀμφισβήτησις· τοῦτο γὰρ αὐτὸ στασιάζουσιν, εἰ δεῖ λαβεῖν αὐτὸν ὅλως διὰ τὸ καταλελύσθαι τὴν τυραννίδα ἢ μετεῖναί τινος αὐτῷ δωρεᾶς τῷ μὴ ἀνῃρῆσθαι τὸν τύραννον.

β. Μετὰ τὸν στοχασμὸν περὶ τοῦ ὅρου χρὴ διελθεῖν· ἐν παντὶ γὰρ πράγματι περὶ τοῦ εἰ ἔστι πρῶτον ζητητέον, ὅπερ ὁ στοχασμὸς περιέχει· εἶθʼ οὕτως περὶ τοῦ τί ἐστιν· ὁ δὲ ὅρος τὴν περὶ τοῦ τί ἐστιν περιέχει ζήτησιν· διὰ τοῦτο τέτακται μετὰ τὸν στοχασμὸν ὁ ὅρος· τούτῳ γὰρ διαφέρει ὁ ὅρος τοῦ στοχασμοῦ, τῷ ἐκεῖ μὲν περὶ οὐσίας εἶναι τὴν ζήτησιν, ἐν δὲ τῷ ὅρῳ περὶ τοῦ τί ἐστιν· ἐπειδὴ δὲ πολλαχῶς ὁ ὅρος, ἀναγκαῖον διαστεῖλαι τὴν ὁμωνυμίαν· ὅρος τοίνυν λέγεται ὁ ἐν τοῖς χωρίοις διορίζων τό τε οἰκεῖον καὶ τὸ ἀλλότριον· καλεῖται δὲ ὅρος καὶ ὁ διαλεκτικὸς, οἷον εἰς ὃν ἡ πρότασις ἀναλύεται ὅρος καλεῖται, καὶ ὁ τί ἐστι κατὰ Ἀριστοτέλη σημαίνων, τουτέστιν ὁ τὴν οὐσίαν καὶ τὴν ἰδιότητα ἑκάστου ὑποκειμένου παριστὰς καὶ δηλωτικὸς τῆς ἑκάστου πράγματος οὐσίας καὶ φύσεως· καὶ τί ἐστιν ἑκάστῳ τὸ εἶναι σαφῶς ἀνιχνεύων· τοιοῦτοι γὰρ οἱ τέλειοι τῶν πραγμάτων ὅροι· ὅρος λέγεται καὶ τὸ πέρας παντὸς πράγματος, ὡς ἡ ἐπιφάνεια τοῦ σώματος καὶ τῆς ἐπιφανείας ἡ γραμμὴ καὶ τῆς γραμμῆς τὸ σημεῖον· ὅροι λέγονται καὶ τὰ μέρη τῶν προτάσεων· οἷον πρότασίς ἐστι πᾶν ζῶον ἔμψυχον· ταύτης οὖν τὰ μέρη τὸ πᾶν, τὸ ζῶον τὸ ἔμψυχον, ὅροι καλοῦνται· ὅροι λέγονται καὶ πάντα τὰ ῥητορικὰ ζητήματα· καλεῖται δὲ ὅρος ἡ στάσις αὐτὴ, περὶ ἧς ὁ λόγος, ἕπεται δὲ τῷ στοχασμῷ ὅρος· δεῖ γὰρ πρῶτον εὑρεῖν τὸ ζητούμενον, εἶθʼ οὕτως τί ἐστι ζητῆσαι· μετὰ γὰρ τὸν τῆς οὐσίας λόγον ὁ περὶ τῆς ἰδιότητος τυγχάνει δεύτερος· πῶς γὰρ οἷόν τε τὴν ἰδιότητα ζητεῖν, μήπω τοῦ πραχθέντος ὅλως ἀποδειχθέντος.

`7.402–7.403`

γʹ. Πρῶτον κεφάλαιον τὴν προβολὴν ἡμῖν ὁ τεχνικὸς δέδωκεν· οἱ δʼ ἀμφὶ τὸν Μινουκιανὸν σφόδρα περὶ τούτου σφαλλόμενοι τὴν ἀρχὴν ἐκ τοῦ ὅρου λαμβάνουσιν, οὐδαμοῦ τῶν κεφαλαίων τὴν προβολὴν ἀνεχόμενοι προτάττειν· προσήκειν οὖν οἴομαι τήν τε γινομένην αἰτίαν τῷ Μινουκιανῷ τῆς ἀπάτης εἰπεῖν, καὶ τὸν λόγον, καθʼ ὃν ὁ τεχνικὸς τῶν τοῦ ὅρου κεφαλαίων ἀπὸ τῆς προβολῆς ἄρχεται· ὁ μὲν οὖν Μινουκιανὸς πρῶτον κεφάλαιον παραλαμβάνει τὸν ὅρον, ἐπειδὴ, φησὶ, συγγένειαν ἔχει πρὸς τὴν διήγησιν. ἵνα οὖν συμπλέκηται καὶ μετʼ ἀλλήλων ὑπάρχῃ, πρῶτον κεφάλαιον τάττει τὸν ὅρον, ὅπως ἂν μετὰ τὴν διήγησιν εὐθὺς τοῦτο λαμβάνοιτο, ἀρχὴ καθεστὼς τῶν ἀγώνων· ἔχουσι δὲ, φησὶν, ἥ τε διήγησις καὶ ὁ ὅρος πλείστην συγγένειαν, καθὸ ἑκάτερον αὐτῶν ἥ τε διήγησις ἐκ τῶν πεπραγμένων ἐστὶ, διέξοδός τε καὶ ἀφήγησις αὐτῶν οὖσα, καὶ τὸ ὁρικὸν δὲ, φησὶ, κεφάλαιον ἐκ τῶν πεπραγμένων γίνεται· οἷον τύραννον ἔπεισε φιλόσοφος καταθέσθαι τὴν τυραννίδα, καὶ αἰτεῖ λαβεῖν τὴν δωρεάν· ὁ μὲν γὰρ κατήγορος, φησὶν, ὁριεῖται τὰ πεπραγμένα λαβὼν τοῦτο εἶναι τὸ τυραννοκτονῆσαι, τὸ καθελεῖν καὶ παῦσαι τὴν τυραννίδα, ὅπερ αὐτὸ πέπρακται· ὁ δὲ φεύγων ἐκ τῶν παρειμένων χρήσεται τῷ ἀνθορισμῷ, ὡς οὐκ ἔστι τοῦτο τυραννοκτονῆσαι, ἀλλὰ τὸ ἀποκτεῖναι τὸν τύραννον, ὅπερ οὐ πέπρακται· τοῦτον μὲν οὖν τὸν τρόπον ὁ Μινουκιανὸς πάντα συνέχεε, διὰ τῶν ἀναγκαιοτάτων χωρήσας· ὁ δὲ τεχνικὸς ἀκριβέστερον τὰς φύσεις διερευνῶν ἑκάστοτε τῶν διαιρέσεων, ἄτοπον ᾠήθη τὴν ἀρχὴν τῶν ἀγώνων εὐθὺς ἀμφισβητουμένην λαβεῖν· καθολικὸν γὰρ παρατήρημά ἐστι τοῦτο τεχνικὸν, τὸ δεῖν ἀπὸ τῶν ἰσχυροτέρων ἐνάρχεσθαι, τὸ γὰρ εὐθὺς ἀμφιβαλλομένας προβαλεῖν ἀποδείξεις βλάπτει κομιδῇ, δόξαν καθʼ ἡμῶν τῷ δικαστῇ παρεχόμενον, ὡς μηδὲν ἰσχυρὸν λεγόντων μηδὲ βέβαιον εἰς ἀπόδειξιν· τὸ οὖν δοῦναι τῷ ὁρικῷ κεφαλαίῳ τὴν ἀρχὴν τῶν ἀγώνων ἀφʼ ὧν διέγνωκε Μινουκιανὸς οὐδὲν, ἀλλʼ ἢ ἐξ ἀμφιβαλλομένων ἀποδείξεων ἄρχεσθαι· αὐτὸ γὰρ τοῦτό ἐστι τὸ ἀμφισβητούμενον, ὅπερ ἑκάτερος αὐτῶν ὁρίζεται, ὁ μὲν τόδε τι καθεστάναι φάσκων τὸ τυραννοκτονῆσαι, ὁ δέ γε αὖ πάλιν ἕτερον καὶ οὐκ ἐκεῖνο· πῶς οὖν τοῦτο θαυμασίως ἀπιδὼν ἐκ τῆς προβολῆς τὴν ἀρχὴν ἐποιήσατο τῶν ἀγώνων, ὅπερ ἐστὶ καὶ αὐξητικὸν τῆς διηγήσεως; οὕτω γὰρ ἂν τῇ προβολῇ χρώμενοι καὶ τὰ ψιλῶς ἡμῖν ἀφηγημένα διὰ τοῦτο τοῦ κεφαλαίου πάλιν ἀναλαμβάνοντες μετʼ αὐξήσεως τὸν ἀκροατὴν ἐφʼ ἡμᾶς αὐτοὺς ἐπισπασόμεθα· χρήσεται οὖν πρῶτον μὲν τῇ προβολῇ ὁ διώκων, ἔπειτα ὁ φεύγων τῷ ὅρῳ καὶ τῷ ἀνθορισμῷ, πάλιν ὁ κατήγορος καὶ ἑξῆς οὕτως κατὰ τὴν τοῦ τεχνογράφου παράδοσιν· λέληθε γὰρ ὁ Μινουκιανὸς αὐτὸν πάντα ἀναστρέψας· τὸν μὲν γὰρ ὅρον ἐκ τῶν πεπραγμένων ᾠήθη λαμβάνεσθαι, τὸν δὲ ἀνθορισμὸν ἐκ τῶν παραλελειμμένων· αὐτὰ τὰ ἐναντιώτατα λέγων, ὡς προϊόντες ἐπʼ αὐτῶν τῶν κεφαλαίων ἀκριβέστερον δείξομεν.

`7.404`

Ὅρῳ. Ὁμώνυμον τῇ στάσει κεφάλαιον· εὐθὺς δὲ μετὰ τὴν προβολὴν ὁ ὅρος. ἐπειδὴ λύσις ἐστὶ τῆς προβολῆς ὁ ὅρος· προβαλλομένου γὰρ τοῦ κατηγόρου καὶ λέγοντος, ὅτι ἐπανέτεινας τὴν χεῖρα καὶ τὸ πρᾶγμα διηγουμένου ὁ φεύγων φησὶν, ὅτι τοῦτο οὐκ ἔστιν ὕβρις ἐκ τῶν παρειμένων. Οὐδὲν ἕτερόν ἐστιν ὁ ἀνθορισμὸς ἢ καὶ αὐτὸς ὁ ὅρος· ἀμφότεροι γὰρ ὁρίζονται τὸ πεπραγμένον, καὶ ὁ κατηγορῶν καὶ ὁ κρινόμενος, ἀλλʼ ὁ μὲν ὅρος ἀπὸ τοῦ λείποντος γίνεται, ὁ δὲ ἀνθορισμὸς ἐκ τῶν πεπραγμένων ἐναντία τῷ προτέρῳ ὁρίζεται.

Κοινόν ἐστι τοῦτο κεφάλαιον τοῦ διώκοντος καὶ τοῦ φεύγοντος· τῆς γὰρ προβολῆς τοῦ κατηγόρου μόνου οὔσης, τοῦ δὲ ὅρου τοῦ φεύγοντος, καὶ τοῦ ἀνθορισμοῦ τοῦ διώκοντος, ὁ συλλογισμὸς κοινός ἐστιν ἀμφοῖν. εἴρηται δὲ οὕτως ἀπὸ τοῦ συλλέγειν καὶ συνάγειν εἰς ἓν ἄμφω, τά τε παρειμένα καὶ τὰ πεπραγμένα· ἀλλʼ ὁ μὲν φεύγων χωρίζει ταῦτα καὶ δείκνυσιν ἀτελὲς τὸ γεγενημένον, ὁ δὲ διώκων συνάγει καὶ δείκνυσι τέλειον. κοινὸν δέ ἐστι τὸ κεφάλαιον ἐπὶ μόνων τῶν ἀντιστρεφόντων ὅρων.

Καὶ αὕτη κοινὸν ἀμφοτέρων ἐστὶν, ἑκατέρου γὰρ τὴν γνώμην τοῦ νομοθέτου πρὸς τὸ οἰκεῖον συμφέρον μεταχειρίζεται, οἷον ὅτι καὶ ὁ νόμος καὶ ἡ γνώμη τοῦ νομοθέτου τοῦτο βούλεται· οὐκ ἔστι δὲ τῶν ἀεὶ ἐμπιπτόντων τὸ κεφάλαιον, ἐν οἷς γὰρ οὐκ ἔστι νόμος παραλιμπάνεται.

`7.405`

εʹ. Τῶν κεφαλαίων τῶν ἐν τῷ ὅρῳ τὰ μέν ἐστι τοῦ προκειμένου πράγματος ἀποδεικτικὰ, τὰ δὲ αὐξητικά· μέχρι μὲν οὖν τῆς γνώμης τοῦ νομοθέτου τυγχάνει ἀποδεικτικά· τὸ πρός τι δὲ καὶ ἡ πηλικότης αὐξητικά· καὶ τὸ μὲν πρός τι συγκριτικὴν ἔχει δύναμιν καὶ τὴν αὔξησιν ὁμοίως, οἷον τόδε τοῦδε, ἡ πηλικότης δὲ ὑπερθετικήν· προτάττουσι τὴν πηλικότητα τοῦ πρός τι, λέγοντες ὅτι ἡ πηλικότης ἁπλοῦν τί ἐστιν, οἷον τόδε γεγένηται, τὸ δὲ πρός τι συγκριτικῶς αὔξει, οἷον ὅτι καὶ μεῖζον· εἴπερ οὖν τὰ ἁπλᾶ προηγεῖται ἀεὶ τῶν συγκριτικῶν, προηγεῖται καὶ ἡ πηλικότης τοῦ πρός τι, ἥ ἐστιν ἁπλῆ αὔξησις τοῦ συγκριτικοῦ· ὅτι δὲ ἁπλῆ αὔξησις ἡ πηλικότης, δῆλον ἐντεῦθεν· τὸ πρός τι πρὸς τὴν τοῦ φεύγοντος φωνὴν γίνεται, ὡς παρὰ Δημοσθένει· λέγοντος γὰρ Μειδίου ἀπὸ τῆς πηλικότητος καὶ ἐπιχειροῦντος, μὴ μέγα μηδὲ δημόσιον εἶναι τὸ ἀδίκημα, τὸ τύψαι Δημοσθένη, καὶ μεῖζον αὐτό φησι Δημοσθένης καὶ ἀδίκημα εἶναι αὐτό.

ϛʹ. Ἀτελοῦς ὄντος ἐν τῷ ὅρῳ τοῦ πεπραγμένου, πῶς δύναται ἐμπεσεῖν μία τῶν ἀντιθετικῶν; ῥητέον οὖν, ὅτι μετὰ τὴν ἀπόδειξιν τοῦ τέλους φανέντος λοιπὸν τελείου διὰ τῶν ὁρικῶν κεφαλαίων, τότε χώραν ἔχει μίαν τὰ τῶν ἀντιθετικῶν· πότε δὲ ἐμπίπτει, δῆλον ἐνταῦθα· αἱ ὁρικαὶ στάσεις πρᾶγμα ἔχουσι τὴν ἀναφορὰν ἢ εἰς πρόσωπον ἢ εἰς ἐνέργειαν, εἰς πρᾶγμα μὲν ὡς ὁ κενοτάφιον διορύξας καὶ κρινόμενος τυμβωρυχίας· ζητεῖται γὰρ, εἰ οὗτος τάφος· ἀποδεικνυμένου γὰρ, ὅτι τάφος, δηλονότι κἀκεῖνος τυμβωρύχος, εἰς πρόσωπον δὲ, ὡς ὁ τὸν εὐνοῦχον ἀνελὼν ὡς μοιχὸν καὶ κρινόμενος φόνου· ἂν μὲν οὖν ἡ ζήτησις εἰς πρᾶγμα εἴη, οὐκ ἐμπίπτει ἡ ἀντίθεσις, ἂν δὲ εἰς πρόσωπον, ἐμπίπτουσιν αἱ ἀντιθετικαὶ, ὡς ἐπὶ τοῦ ἀποκτείναντος τὸν εὐνοῦχον ὡς μοιχόν· ἐρεῖ γὰρ, ὅτι ἄξιος ἦν ἀποθανεῖν βιαζόμενος τὴν φύσιν.

ζʹ. Τεσσάρων οὐσῶν τῶν ἀντιθετικῶν ὁποτέρα τούτων ἐμπέσῃ· μετὰ τὰ ἀπηριθμημένα τοῦ λόγου κεφάλαια εὐθὺς μετάληψις ἀκολουθεῖ· εἰ δὲ λέγοι τις, ὅτι ἀντιλήψεως μὴ ἐμπεσούσης, πῶς οἷόντε μετάληψιν ἐμπεσεῖν, ἀεὶ γὰρ ταῦτα ἀλλήλοις ἀκολουθεῖ, ἐροῦμεν ὡς ἡ ἀντιθετικὴ τόπον ἔχει ἀντιλήψεως, πλὴν καὶ μετὰ τὴν μετάληψιν, ἵνα ἡ τάξις σώζηται, τινὲς ἐπάγουσι καὶ τὴν ἀντίληψιν.

`7.406`

ηʹ. Μεμαθήκαμεν καὶ ἐν στοχασμῷ, ὅτι ἡ πηλικότης κεφάλαιον οὐκ ἔστιν, ἀλλʼ οἱ ἐπίλογοι.

`7.407`

θʹ. Ὥσπερ ἐν τῷ στοχασμῷ πεποίηκε πρότερον τὰ κεφάλαια ἀπαριθμησάμενος, εἶτα κατὰ μέρος ἕκαστον ἐπεξελθὼν, λέγων, ὅπως τε γίνονται καὶ τίνι περὶ αὐτῶν μεθόδῳ χρηστέον, οὕτω καὶ νῦν ποιεῖ· καὶ ἔστι τὸ δεύτερον κεφάλαιον ἡ λεγομένη προβολή· αὕτη δʼ ἀεὶ τοῦ κατηγόρου τυγχάνει καὶ τὸ πᾶν σχεδὸν τῆς ἰσχύος ἐπέχει. λαμβάνεται δὲ ἀπὸ τῶν περιστατικῶν αὐτὸ τὸ γεγονὸς, διηγουμένων ἡμῶν, τί ἐστιν αὐτὰ τὰ ἀπʼ ἀρχῆς ἄχρι τέλους, ἀντὶ τοῦ ἡ προβολὴ αὐτὰ ἔχει τὰ ἀπʼ ἀρχῆς ἄχρι τέλους, τουτέστιν ἡ διήγησις τῶν γεγενημένων, οὐ κατασκευαστικῶς ἀλλʼ αὐξητικῶς· ὅπερ γὰρ ἐν στοχασμῷ τὰ ἀπʼ ἀρχῆς ἄχρι τέλους, τοῦτο ἐν ὅρῳ ἐστὶν ἡ προβολή. διαφέρει δὲ τούτῳ, ὅτι ἐν μὲν τῷ στοχασμῷ σημεῖα ταῦτα τοῦ ἐγκλήματος ἀνεύθυνα ποιούμεθα, ἐνταῦθα δὲ ὡς ὑπεύθυνος ὑπὸ τοῦ κατηγόρου προβάλλεται, καὶ αὐτὸ τὸ ἔγκλημα ποιούμεθα μόνον σημεῖον· ἔστι δὲ ἡ προβολὴ καθάπερ διήγησις, καὶ διαφέρει τῆς διηγήσεως τούτῳ· ἡ μὲν γὰρ διήγησις ψιλή ἐστιν ἀφήγησις, ἡ δὲ προβολὴ μετὰ αὐξήσεως· εἰδέναι δὲ δεῖ, ὅτι τὴν προβολὴν ἐκ τῶν περιστατικῶν κατασκευάζομεν· οἷον τί λέγω, εἰ πρόκειται ὕβρεως δίκη, παραληψόμεθα μὲν τότε τοῦ πεποιηκότος πρόσωπον καὶ τοῦ πεπονθότος λέγοντες, ὡς ἐχθρὸς μὲν ὁ ἐνυβρίσας, ἐχθρὸς δὲ ὁ πεπονθώς. ἑκατέρωθεν γὰρ ἡ ὕβρις κατασκευάζεται· αὐξήσομεν δὲ οὕτω καὶ ἀπὸ τῶν αὐτῶν· προσώπου, ὅτι χορηγὸς ὢν ἐτυπτήθης, τόπου, ὅτι ἐν θεάτρῳ· χρόνου, ὅτι ἐν ἱερομηνίᾳ· καὶ τίς ὢν ὁ ἀδικήσας; ὅτι ἰδιώτης· ἐξ ἀμφοτέρων γὰρ τὴν αὔξησιν ποιοῦμεν· ἀλλʼ ὅταν ἀπὸ τῶν περιστατικῶν τοῦτο ποιῶμεν, οὐ δεῖ παντάπασιν αὔξειν αὐτὰ, ἀλλὰ μετρίως, τὴν δὲ τελείαν αὔξησιν φυλάξομεν τῇ τε πηλικότητι καὶ τῷ πρός τι, καὶ ἔστιν ἀεὶ τὸ κεφάλαιον τῶν ἐμπιπτόντων· εἰ γὰρ ἀπολίποι, πρὸς τί γενήσεται ὁ ὁρισμὸς, πρὸς τί δὲ καὶ τὰ ἄλλα κεφάλαια; τοῦτο γὰρ ὥσπερ θεμέλιος πρόκειται πᾶσι παρέχων τὴν ἐργασίαν· εἰκότως δὲ καὶ ὁ τεχνικὸς πρῶτον τῶν κεφαλαίων ἔταξε τοῦτο· ἐπειδὴ ὥσπερ ἀρχὴ καὶ πρόβολος τῶν ἄλλων προβέβληται· διὸ καὶ τὴν προσηγορίαν ταύτην ἔλαχε διὰ τὸ προβεβλῆσθαι τῶν ἄλλων.

`7.408–7.409`

ιʹ. Ἡ προβολὴ, φησὶν, αὐτὰ τὰ ἀπʼ ἀρχῆς ἄχρι τέλους, τουτέστιν αὐτὰ τὰ πεπραγμένα· ταῦτα γάρ ἐστιν αὐτὰ τὰ ἀπʼ ἀρχῆς ἄχρι τέλους· ἃ ἐκ τῶν πεπραγμένων ἐφάσκομεν λαμβάνεσθαι, τούτων κἀνταῦθα τὴν προβολὴν αὐξητικῶς ἐκ τῶν πραχθέντων παραληψόμεθα· καὶ ζητῆσαι ἄξιον, τίνι διοίσει τῶν ἀπʼ ἀρχῆς ἄχρι τέλους ἡ προβολὴ, καὶ ἔτι τούτων ἀμφοτέρων τί τὸ διάφορον πρὸς τὴν διήγησιν· τὰ γὰρ ἀπʼ ἀρχῆς ἄχρι τέλους ἐκ τῶν πεπραγμένων ἐφάσκομεν λαμβάνεσθαι καὶ τὴν προβολήν· ὁμοίως δὲ κἀν τῇ διηγήσει τὰ πεπραγμένα, καὶ οὐκ ἄλλο τι διεξερχόμεθα. διαφέρει δʼ οὖν ἀλλήλων τῷ τὴν μὲν διήγησιν ψιλὴν ἀφήγησιν εἶναι, τὰ δὲ ἀπʼ ἀρχῆς ἄχρι τέλους ἀποδεικτικά ἐστι καὶ ἐναγώνια· τὴν δʼ αὖ προβολὴν μετʼ αὐξήσεώς τε καὶ ὄγκου προφέρεσθαι, ὥσπερ παραλαμβάνουσα ἡ διήγησις πῆ μὲν τὸ ἀποδεικτικὸν, πῆ δὲ τὸ αὐξητικὸν, ἀποτελεῖ τά τε ἀπʼ ἀρχῆς ἄχρι τέλους καὶ τὴν προβολήν· ταύτῃ μὲν οὖν ἀλλήλων διενηνόχασι· δεῖ δὲ τὴν προβολὴν εὐθὺς ἐπισυμπλέκειν τῇ διηγήσει· τὰ γὰρ ψιλῶς ἡμῖν ἀφηγημένα διὰ τῆς προβολῆς ἀνακεφαλαιουμένους αὔξειν προσήκει· τοῦτο δέ τινες οὐ νοήσαντες ᾠήθησαν τὸν κατὰ Μειδίου λόγον οὐκ ἔχειν διήγησιν, ἀλλὰ μετὰ τὰ προοίμια τετάχθαι τὴν προβολήν· ὥστε ἄρχεσθαι αὐτὴν ἐκ τοῦ· ἐπειδὴ οὐ καθεστηκότος χορηγοῦ τῇ Πανδιονίδι φυλῇ τρίτον ἔτος τουτί· πρῶτον μὲν γὰρ, φασὶν, εἰ δοίημεν ἐν τούτῳ τῷ λόγῳ διήγησιν, περιττὰ δείκνυμεν τὸν ῥήτορα λέγοντα· τί γὰρ ἔδει πρὸς εἰδότας λέγειν τὸ πραχθὲν, καὶ ἀποτείνειν διήγησιν; ἐν γὰρ τῷ θεάτρῳ πάντων ὁρώντων ἐνύβριστο, ὥστε οὐκ ἄν τις ἠγνόει τῶν δικαστῶν, καθὰ καὶ αὐτός φησιν ἐν τῷ λόγῳ καὶ οὐδʼ ἂν ἐπεχείρησα κατηγορεῖν ἔγωγε αὐτοῦ νῦν, εἰ μὴ καὶ τότε ἐν τῷ δήμῳ παραχρῆμα ἐξήλεγξα· ἔπειτα, φασὶν, αὐτὸς ὁ ῥήτωρ τοῦτο τὸ μέρος προβολὴν ὠνόμασε, διʼ ὧν φησι· τὰ μὲν οὖν εἰς ἐμὲ καὶ τοὺς φυλέτας ἠσελγημένα καὶ τὰ περὶ τὴν ἑορτὴν ἀδικήματα τούτῳ πεπραγμένα, ἐφʼ οἷς αὐτὸν προὐβαλόμην, ταῦτά ἐστι· ῥητέον δὲ πρὸς μὲν τὸ πρότερον, ὡς οὐ περιττὸν ἐνταῦθα τὸ τῆς διηγήσεως· πρῶτον μὲν γὰρ μετὰ τὴν ὕβριν τρισὶν ἔτεσιν ὕστερος ὁ λόγος εἰσενήνεκται, ὡς αὐτός φησιν· ἐπειδὴ γὰρ οὐ καθεστηκότος χορηγοῦ τῇ Πανδιονίδι φυλῇ τρίτον ἔτος τουτὶ, ὥστε κατὰ τὸ εἰκὸς ἐπιλελησμένους τοὺς δικαστὰς χρῄζειν τῆς ἄνω διηγήσεως· ἔπειτα πρὸς τὸ συμφέρον ἑαυτοῖς τὰ πεπραγμένα μετασχηματίζοντες ἐκφέρουσι τὰς διηγήσεις οἱ ῥήτορες. οὐ τοίνυν οὐδὲ κατὰ τοῦτον τὸν λόγον περιττὴ ἂν ἡ διήγησις ἐτύγχανεν οὖσα. τρίτον ἐπὶ τούτοις· πολλὰ ἔξωθεν διηγησάμενος φαίνεται, ἅπερ οὐκ ἐν τῷ θεάτρῳ ἐπράχθη, οὐδὲ ἦν τοῖς δικασταῖς γνώριμα· οἷον τὸ τοῦ χρυσοχοῦ καὶ τὰ περὶ τὸν αὐλητὴν καὶ ὅσα τοιαῦτα· πρὸς δὲ τὸ δεύτερον εἴρηται· ὅτι εἰ καθάπαξ ἐπισυμπλέκεσθαι δεῖ τῇ διηγήσει τὴν προβολὴν, τί θαυμαστὸν, εἰ κἀνταῦθα τῆς προβολῆς ἐπισυνημμένης τῇ διηγήσει ὁ ῥήτωρ εἶπεν, ἐφʼ οἷς αὐτὸν προὐβαλόμην· καὶ ταῦτα μὲν, ὅτι διηγήσεως ὁ κατὰ Μειδίου λόγος οὐκ ἀμοιρεῖ, τὴν δὲ προβολὴν τῶν περιστατικῶν αὐξητικῶς προσενεκτέον· καθάπερ καὶ τὰ ἀπʼ ἀρχῆς ἄχρι τέλους ἐν τῷ στοχασμῷ, ἀλλὰ ταῦτα μὲν ἀποδεικτικῶς· αὐξητικῶς δὲ τὴν προβολήν.

`7.410`

ιαʹ. Τῶν ἀπʼ ἀρχῆς ἄχρι τέλους ὄντων, τῶν μὲν ἐκ τῶν πεπραγμένων, τῶν δὲ ἐκ τῶν παρειμένων, ἡ προβολὴ ἐκ τῶν πεπραγμένων γίνεται, οὖσα τοῦ κατηγόρου· ὃ δὲ ὅρος ἐκ τῶν παρειμένων, ὅς ἐστι τοῦ φεύγοντος. Τὸ τοίνυν κεφάλαιον, τὴν προβολήν φημι, τοῦ κατηγόρου προβαλλομένου καὶ κατασκευάζοντος ἐντελῶς πεπρᾶχθαι τὸ ἔγκλημα, ὁ φεύγων ἐκβάλλων ἀντεισάγει τὰ παρειμένα· ταῦτα λέγων εἶναι τὸ προβαλλόμενον ἔγκλημα, ἃ παρεῖται αὐτῷ. καὶ ὁριζόμενος ἐκ τῶν παρειμένων ἐκβάλλει τὸ εἶναι τοιοῦτος, οἷον αὐτὸν ὁ κατήγορός φησι· καὶ ἵνα τοῦτο ἀκριβέστερον μάθωμεν, εἴπωμεν οὕτως· τῶν πραγμάτων τὰ μέν ἐστιν ἱεροσύλου ἴδια, τὰ δὲ κλέπτου, τὰ δὲ ἀμφοτέρων· ἱεροσύλου μὲν ἴδια ἀναθημάτων ἅψασθαι, εἰς τοὺς θεοὺς ἐνυβρίσαι, ὀλιγωρῆσαι δὲ καὶ τῶν ὁσίων· κλέπτου δὲ τὸ ὑφελέσθαι καὶ λαθεῖν, καὶ ὀργάνοις κλεπτικοῖς χρήσασθαι· κοινὸν δὲ ἀμφοτέρων τὸ βουλεύσασθαι, τὸ προσελθεῖν εἰς τὸ ἱερὸν, τὸ ὑφελέσθαι, τὸ πειρᾶσθαι λαθεῖν· ταῦτα τοίνυν τὰ κοινὰ ὁ κατήγορος προβαλλόμενος κατασκευάζει τὴν ἱεροσυλίαν λέγων, ὅτι ἐβουλεύσω, ὅτι εἰς ἱερὸν εἰσῆλθες, ὅτι ὑφείλου, ὅτι ταῦτα πάντα πεποίηκας, ἔνοχος ἱεροσυλίας τυγχάνεις· ταῦτα γὰρ ὡς ἀληθῶς κοινὰ καὶ τοῦ ἱεροσύλου ἐστὶν, ὁ δὲ φεύγων χωρίζει τὸ πρᾶγμα καὶ ἐκ τῶν ἰδίων κατασκευάζει λέγων, ὅτι ἀναθημάτων οὐχ ἡψάμην, ἱεροῖς οὐκ ἐνύβρισα, ὅπερ ἴδιον ἱεροσύλων· πῶς οὖν ὡς ἱερόσυλον κρίνομεν; χρήσομεν δὲ καὶ ἀντιφατικῶς, εἰ ὁ χρήματα ἱερὰ ὑφελόμενος ἱερόσυλος, ἰδιωτικὰ λαβὼν οὐχ ἱερόσυλος, καὶ πάλιν ἐκ τοῦ ἐναντίου· ὁ ἱερατικὰ χρήματα ἐξ ἰδιωτικῆς οἰκίας λαβὼν ἱερόσυλος, οὐκοῦν ὁ ἐξ ἱεροῦ ἰδιωτικὰ κομισάμενος οὐχ ἱερόσυλος.

`7.411–7.414`

ιβʹ. Ὁ ὅρος χωρίζει τὸ πρᾶγμα, χωρίζει δὲ σαφὲς, ὅτι ἀπὸ τοῦ ὀνόματος δεικνὺς ἕτερον μὲν τὸ πραχθὲν, ἕτερον δὲ τὸ ὑπὸ τοῦ κατηγόρου ἐπιφερόμενον ἐγκλήματος ὄνομα, λαμβάνεται δὲ ὁ ὅρος ἐκ τοῦ φεύγοντος ἀεί· πλὴν ἐπὶ τῶν παραδόξων· ἐν γὰρ τοῖς τοιούτοις ἀναστρέφεται πάντα, καθάπερ ἐδείκνυε κἀν τοῖς παραδόξοις τῶν στοχασμῶν. πᾶς δὲ ὅρος ἀναγκαίως ἐκ τῶν παρειμένων λαμβάνεται· τοῦ γὰρ διώκοντος ἐν τῇ προβολῇ μετʼ αὐξήσεως τὰ πεπραγμένα παραλαμβάνοντος, χρήσεται ὁ φεύγων ἐξ ἀνάγκης τοῖς παρειμένοις διʼ αὐτῶν ἀνασκευάζων τὸ ὑπὸ τοῦ κατηγόρου παραβαλλόμενον ἔγκλημα· χρήσεται δὲ οὐ ψιλῶς ἀντεισάγων τὸν ὅρον τῇ προβολῇ, γελοιότατον γὰρ ἂν εἴη τοῦτό γε, εἰ τοῦ κατηγόρου δεινοῦντος καὶ αὔξοντος τὰ πεπραγμένα διὰ τῆς προβολῆς, αὐτὸς παραλαβών τινας ὁρισμοὺς ἀποφαίνοιτο πρότερον· τοιγαροῦν ἀπὸ ἐνστάσεως καθολικῆς ἄρχεσθαι δεῖ, τάξιν τινὰ παραγραφικοῦ ἐπεχούσης τῷ λόγῳ, ὡς οὐ δίκαιον ἱεροσυλίας κρίνεσθαι τὸν μὴ τῶν ἱερῶν ἀναθημάτων ἁψάμενον, μηδὲ τῷ ἀγάλματι προσενεγκόντα τὰς χεῖρας· κατασκευάσει δὲ τὴν ἔνστασιν ἢ ἀπὸ νόμων, εἴ τινα ἔχοι περὶ τοῦ τοιούτου νόμον ἀποφαινόμενον, ἢ ἀπὸ παραδειγμάτων, εἴπερ νόμων ἀποροίη· τὰ δὲ παραδείγματα, καθάπερ ἀνωτέρω δεδήλωται, ἢ οἰκεῖα δεῖ λαμβάνειν ἢ ξενικά· οὕτω γὰρ ἂν μετὰ τὴν ἔνστασιν ἐξ ἀνάγκης τοῦ κατηγόρου ἀπαιτοῦντος δοκοίημεν αὐτοὶ παρεισφέρειν τὸν ὅρον· ἡμῶν γὰρ ἐνισταμένων τῷ ἐπιφερομένῳ καὶ ἀρνουμένων, ὡς οὐκ εἴη ἱεροσυλία τὸ πεπραγμένον παρὰ τοῦ διώκοντος, δυνάμει τοιαύτη τις ἂν ἀπαίτησις φέροιτο, τί οὖν φῂς εἶναι τὸ πεπραγμένον, εἴπερ ἱεροσυλίαν οὐκ εἶναι λέγεις; καὶ τηνικαῦτα εὐκαίρως ὁ ὅρος εἰσενεχθήσεται, ὥσπερ κατʼ ἀνάγκην τινὰ καὶ ἀπαίτησις τοῦ κατηγόρου· οἷον ὅτι κλοπὴ τὸ πεπραγμένον, εἶτα ὁ ὅρος ἐκ τῶν παρειμένων· τὸ γὰρ ὑφελέσθαι τι τῶν ἱερῶν χρημάτων ἱεροσυλία ἐστὶ, καὶ τὸ περισυλῆσαί τι τῶν ἀναθημάτων καὶ τῶν πρὸς κόσμον τοῦ τεμένους· ἔπειτα κἀκ τῶν πεπραγμένων, κλοπὴ δὲ γέ ἐστιν ἰδιωτικῶν χρημάτων ὑφαίρεσις, ὅπου ποτʼ ἂν γίνοιτο· τοῦτον γὰρ τὸν τρόπον ὁρίζεσθαι δεῖ τά τε ὑφʼ ἡμῶν καὶ τοῦ κατηγόρου λεγόμενα· οὐ γὰρ μόνον τὸ ἡμέτερον, ἀλλὰ καὶ τὸ τοῦ διώκοντος ὁριζόμεθα, τὸ μὲν ἵνα κατασκευάσωμεν, τὸ δὲ τοῦ διώκοντος ἀνατρέψωμεν· γίνεται δὲ ἥ τε τῶν ἡμετέρων κατασκευὴ καὶ ἡ τῶν ἐναντίων ἀνατροπὴ ἐκ τῆς ἀκολούθου καὶ ἀνακολούθου ἐπαγωγῆς· ἀκόλουθον μὲν γὰρ ποιούμενοι τὴν ἐπαγωγὴν τὸ οἰκεῖον κατασκευάζομεν, διὰ δὲ τῆς ἀνακολούθου τὸν ἀντίδικον ἐξελέγχομεν, ὡς ἐπʼ αὐτοῦ τοῦδε τοῦ παραδείγματος. οἷον οὐ δίκαιον ἱεροσυλίας με κρίνεσθαι· ἱεροσυλία γάρ ἐστι τὸ τῶν ἀναθημάτων ὑφελέσθαι τι, τὸ προσβαλεῖν τῷ ἀγάλματι τὰς χεῖρας, καὶ περισπᾶσαι τὰ περικείμενα· εἶτα ἡ ἀνακόλουθος ἐπαγωγὴ, ὧν οὐδὲν ἔμοιγε πέπρακται· τὴν γὰρ ἱεροσυλίαν προβαλλομένου τοῦ διώκοντος ἀσύμφωνον ἐπιφέροντες τὴν ἐπαγωγὴν δείκνυμεν, ὡς οὐκ ἂν ἱεροσυλία καθεστήκοι τῷ μὴ συμφωνεῖν τὰ ὑφʼ ἡμῶν πεπραγμένα· τῷ δὲ ὀνόματι τοῦ ἐγκλήματος, καὶ ἐκ τοῦ ἔμπαλιν τὸ ἡμέτερον κατασκευάσομεν ἀκόλουθον τὴν ἐπαγωγὴν ἐπιφέροντες· οἷον κλοπὴ δέ ἐστιν ἡ τῶν ἰδιωτικῶν χρημάτων ὑφαίρεσις, ὅθεν ἂν τύχοι, ὅπερ νῦν ἐγὼ διεπραξάμην· πάλιν διὰ τῆς ἀκολούθου ἐπαγωγῆς τὸ παρʼ ἡμῶν παραβαλλόμενον κατεσκεύασται, προσφερὲς τοῖς πεπραγμένοις ἐπιδειχθέν· εἰ δέ τις ζητοίη, πῶς ἔφη τὸν ὅρον ἐκ τῶν παρειμένων γενέσθαι, ὅπου γε οὐ μόνον παρειμένα λαμβάνει, ἀλλὰ καὶ τὰ πεπραγμένα, μανθανέτω, ὅτι τὰ κεφάλαια δεῖ κρίνειν οὐκ ἀφʼ ὧν ἔξωθέν τι παραλαμβάνουσιν, ἀλλʼ ἐκ τῆς φύσεως αὐτῶν καὶ τοῦ τέλους πρὸς ὃ ῥέπουσιν· εἰ οὖν τοῖς πεπραγμένοις ὁ διώκων χρῆται διὰ τῆς προβολῆς αὔξων, ὁ φεύγων δῆλον ὅτι διὰ τῶν παρειμένων ἐξελέγχειν πειράσεται τὸν κατήγορον, δεικνὺς ἐλλείπειν ταῦτα τοῦ ὑπὸ τοῦ κατηγόρου προβαλλομένου ἐγκλήματος· καὶ ὅλως τὰ μὲν πεπραγμένα καθάπαξ τοῦ κατηγόρου ἐστίν· ἀπʼ αὐτῶν γὰρ ποιεῖται τὴν κατηγορίαν, τὰ δὲ παρειμένα τοῦ φεύγοντος· εἰ οὖν καὶ ὁ ὅρος τοῦ φεύγοντος, ἐκ τῶν παρειμένων σαφὲς ὅτι γενήσεται. τὰ δὲ πεπραγμένα κατὰ περιουσίαν ἔξωθεν παραλήψεται, ἵνα μὴ δοκῇ μόνοις αὐτοῖς ὁ κατήγορος ἰσχυρίζεσθαι· ληπτέον οὖν τοὺς ὅρους διαφόρως· ὁ μὲν γὰρ κατήγορος τὸν ἀνθορισμὸν, ὃς οὐδὲν ἕτερόν ἐστιν ἢ ὁ ὅρος τοῦ διώκοντος, ὃν ἀπὸ τῶν κοινῶν ἑκατέρῳ ἐγκλήματι παραλήψεται· ὁ δὲ φεύγων ἀπὸ τῆς ἑκατέρου ἰδιότητος· οἷον ὁ μὲν κατήγορος τὸ πραχθὲν ἱεροσυλίαν ἀποφαίνειν ἐθέλων σκοπήσει, τί κοινὸν ἱεροσυλίᾳ ἐστὶ καὶ κλοπῇ, κἀκ τῶν κοινῶν ἑκατέροις ὁριεῖται τὴν ἱεροσυλίαν, ὁ δὲ φεύγων διαστήσει τῶν ἐγκλημάτων διασαφῶν ἀμφοτέρων τὴν ἰδιότητα, ὡς ἐπὶ τοῦ προκειμένου παραδείγματος· κοινὸν μὲν κλοπῇ τε καὶ ἱεροσυλίᾳ τὸ παρελθεῖν ὅλως διὰ τοῦ τέγους, τὸ περὶ χρημάτων ὑφαιρέσεως βουλεύσασθαι, τὸ πάντα μηχανήσασθαι πρὸς τὸ λαθεῖν, ἐξ ὧν ὁ διώκων πειράσεται δεικνύναι τὸ πραχθὲν ἱεροσυλίαν· πάλιν δʼ αὖ κλοπῆς μὲν ἴδιον τὸ χρήμασιν ἰδιωτικοῖς ἐπιχειρεῖν, τὸ μηδὲν ἱερὸν ἀφαιρεῖσθαι· ἱεροσυλίας δὲ τὸ προσενεγκεῖν τῷ ἀγάλματι τὰς χεῖρας, τὸ ἅψασθαι τῶν ἀναθημάτων τῶν ἱερῶν· διʼ ὧν ὁ κατηγορούμενος ἀποδείξει τὸ ὑφʼ ἑαυτοῦ πεπραγμένον οὐχὶ ἱεροσυλίαν ἀλλὰ κλοπήν· οὕτω γὰρ τό τε οἰκεῖον συστήσει καὶ τὸ τοῦ ἐναντίου διαβαλεῖ· τὰ γὰρ ἑκάτερα τῶν ἐγκλημάτων ἴδια λέγων δείκνυσι κλοπὴν τὸ πεπραγμένον καὶ οὐχ ἱεροσυλίαν· χρὴ δὲ εἰδέναι, ὡς οὐκ ἐν τῷ ὅρῳ μόνῳ ἀλλʼ ἐπὶ πάσης καθολικωτέρας στάσεως τούτῳ χρηστέον τῷ τρόπῳ, ἔνθα συστῆσαι μὲν τὰ ἑαυτῶν, διαβαλεῖν δὲ τοὺς ἐναντίους ἐθέλομεν, ὡς ὁ Δημοσθένης ἐν τῷ περὶ τοῦ στεφάνου διδάσκει σαφέστατα, τί μέν ἐστι σύμβουλος, τί δὲ συκοφάντης διοριζόμενος, ἵνα δείξῃ τὸν μὲν Αἰσχίνην τὰ τῶν συκοφαντῶν, ἑαυτὸν δὲ τὰ τῶν συμβούλων διαπράξαντα· φησὶ δὲ οὕτως· «ἦν μὲν οὖν τοῦ δικαίου πολίτου τὸ δεῖξαι πᾶσιν, εἴ τι τούτων εἰπεῖν εἶχεν ἄμεινον, μὴ νῦν ἐπιτιμᾷν· ὁ γὰρ σύμβουλος καὶ συκοφάντης ἐν οὐδενὶ τῶν ἄλλων ἐοικότες ἐν τούτῳ πλεῖστον ἀλλήλων διαφέρουσιν· ὁ μὲν γὰρ πρὸ τῶν πραγμάτων γνώμην ἀποφαίνεται, καὶ δίδωσιν ἑαυτὸν ὑπεύθυνον τοῖς πεισθεῖσι τῇ τύχῃ καὶ τοῖς καιροῖς τῷ βουλομένῳ, ὁ δὲ σιγήσας ἡνίκα ἔδει λέγειν, ἄν τι δύσκολον συμβῇ τούτῳ βασκαίνει,» καὶ τὰ ἑξῆς.

`7.415`

ιγʹ. Ὁ ἀνθορισμός ἐστι μὲν τοῦ κατηγόρου ἐκ τῶν ἐναντίων ἐπιχειρημάτων τῷ ὅρῳ ὁρμώμενος, ὡς καὶ τὸ ὄνομα δηλοῖ· τοῦ φεύγοντος γὰρ μὴ συγχωρήσαντος τῇ περὶ τοῦ κατηγόρου προβολῇ ὁδῷ προελθεῖν ἀλλʼ ἀμφίβολον αὐτὴν διὰ τοῦ ὅρου καταστήσαντος, ὁ δὲ κατήγορος διὰ τοῦ ἀνθορισμοῦ κατασκευάζειν ἐπιχειρεῖ τὰ σαλευθέντα τῆς προβολῆς· ἔφαμεν γὰρ, ὅτι ἐν τοῖς ἀτελέσι τῶν πραγμάτων ὁ κατήγορος καὶ ὁ φεύγων τοὺς λόγους μερίζονται· καὶ ὁ μὲν ἔχει τὰ παρειμένα, ὁ φεύγων, ὁ δὲ ἐκ τῶν πεπραγμένων τὴν κατηγορίαν ποιεῖται· ἐντεῦθεν τοῦ κατηγόρου χρησαμένου τῇ προβολῇ, ὁ φεύγων τὸν ὅρον προβάλλεται ἀνατρέπων τὴν προβολὴν, τοῦ δὲ φεύγοντος τὸ συμφέρον ὁρισαμένου ὁ κατήγορος καὶ αὐτὸς ἀνθορίζεται, ἐξ ὧν ἐκεῖνος πεποίηκεν, ὅτι ἐβουλεύσω, εἰσῆλθες εἰς ἱερὸν, ἱερόσυλος εἶ· καὶ οὕτως ἑκάτερος ἐκ τῶν περιστατικῶν τὸν ὅρον παρέχεται· πρὸς τὴν ἰδίαν βούλησιν μεταφέρων τοὺς λόγους· τούτῳ γὰρ διαφέρει ὅρος φιλόσοφος ῥητορικοῦ ὅρου, ὅτι ὁ μὲν τῶν φιλοσόφων ἐξ ἀληθείας ὥρμηται καὶ πραγμάτων, ὁ δὲ ἐκ τῆς τῶν ῥητόρων βουλήσεως καὶ τοῦ συμφέροντος τὴν σύστασιν ἔχει· ἀπορήσειε δʼ ἄν τις, εἰ μὴ καὶ ἐν τῇ προβολῇ ὁ κατήγορος ὁρίζεται τὸ ἔγκλημα, καί φαμεν, ὅτι καὶ διὰ τῆς προβολῆς μὲν προφέρει τὸν ὅρον, καθολικὸν δὲ τοῦτο θεώρημά ἐστιν, ὅτι ἐν μὲν τῇ προβολῇ μερικῶς προάγει τὸν ὅρον, λέγων εἴπερ εἰσῆλθες εἰς ἱερὸν, καὶ οἷα δήποτε χρήματα ἐκεῖθεν ὑφείλου, ἱερόσυλος γέγονας· ἐν δὲ τῷ ἀνθορισμῷ καθόλου τὸν ὅρον προφέρει λέγων, ὅτι πᾶς εἰς ἱερὸν εἰσελθὼν κἀκεῖθέν τι ὑφελόμενος ἱερόσυλος· ἰστέον δὲ, ὡς οὐδὲν διαφέρει ὁ ὅρος καὶ ὁ ἀνθορισμός· ἑκάτερος γὰρ πρὸς τὸ βούλημα καὶ τὸ χρήσιμον ἑαυτῷ ὁριστικῶς κατασκευάζει τόδε τι εἶναι τὸ ὑποκείμενον· διὰ δὲ τὸ τὸν μὲν προτετάχθαι, τὸν δὲ ἐπάγεσθαι, τὸ μὲν ὅρος, τὸ δὲ ἀνθορισμὸς κέκληται· ἀμφότεροι δὲ ὅμως εἰσὶν ὅροι πρὸς τὸ συμφέρον ὁριζόμενοι· γίνεται δὲ ἐκ τῶν πεπραγμένων ὁ ἀνθορισμός· τοῦ γὰρ φεύγοντος καὶ ἀντιλέγοντος τῇ αἰτήσει ἰσχυριζομένου τοῖς παραλειφθεῖσι καὶ παρακειμένου τοῖς ἀπʼ ἀρχῆς ἄχρι τέλους καὶ διὰ τούτων ἢ ἀπολογουμένου ἢ τὴν αἴτησιν ἐκβάλλοντος, πάλιν αὖθις ὁ κατήγορος ἢ ὁ αἰτῶν, σχῆμα γὰρ καὶ οὗτος ἔχει κατηγορίαν, τοῖς πεπραγμένοις περιπλακήσεται· τῶν δὲ ἀπʼ ἀρχῆς ἄχρι τέλους τὸ μὲν πέπρακται ἐν ὅρῳ, τὸ δὲ λείπει· καὶ τῷ μὲν κέχρηται ὁ κατήγορος, τῷ δὲ ὁ φεύγων· ἐκ τῶν πεπραγμένων οὖν ἔχει πᾶσαν τὴν ἀπορίαν ὁ κατήγορος, καθάπερ ἐκ τῶν παρειμένων ὁ φεύγων καὶ ὁ ἀντιλέγων τῇ δωρεᾷ. θήσεται τοίνυν καὶ αὐτὸς τὸν ἴδιον ὅρον, ὅ ἐστι τὸν ἀνθορισμόν· εἰ μὲν εἴη κατήγορος, ἀπὸ τῶν πεπραγμένων τὸ ἔγκλημα τῷ φεύγοντι ἀποδεικνὺς, ὅπερ ἐστὶ τὰ ἀπʼ ἀρχῆς ἄχρι τέλους, τὸ γὰρ πεπραγμένον λέγει εἶναι αὐτὸ τὸ ἐπαγόμενον ἔγκλημα, καὶ οὐδὲν διαφέρειν· εἰ δὲ αἴτησις εἴη δωρεᾶς, τὸν ἴδιον ὅρον ὁ κατήγορος, ὅ ἐστι τὸν ἀνθορισμὸν, ἐκ τῶν ἑαυτῷ πεπραγμένων κατασκευάσει σεμνυνόμενος, καὶ φήσει τοῦτο εἶναι κατάλυσιν τυραννίδος, τὸ παῦσαι τὴν πόλιν δουλεύουσαν.

`7.416–7.418`

ιδʹ. Πόθεν μὲν οὖν ληπτέον τὸν ἀνθορισμόν. εἴρηται ἐν τῷ ὅρῳ, ἔνθα ἐλέγομεν τὸν φεύγοντα ἀπὸ τῆς περὶ ἑκατέρου τῶν ἐγκλημάτων ἰδιότητος λαμβάνειν τοὺς ὅρους· τὸν δὲ διώκοντα τοὐναντίον ἐκ τῆς ἀμφοτέρων κοινωνίας· ὁ γὰρ ἀνθορισμὸς οὐδὲν ἄλλο ἢ ὅρος ἐστὶ τοῦ διώκοντος· γίνεται δὲ, φησὶν, ἐκ τῶν πεπραγμένων· τοῦ γὰρ φεύγοντος χρωμένου τοῖς παρειμένοις, ὁ διώκων ἐκ τοῦ ἐναντίου τὰ ἀπʼ ἀρχῆς ἄχρι τέλους παραλήψεται, τουτέστιν αὐτὰ τὰ πράγματα διὰ τῶν περιστατικῶν ἐκφέρων, οἷον ἐκ τοῦ τόπου, ἐκ τοῦ καιροῦ, ἐκ τῆς ὕλης, κατασκευάζων τε καὶ ὁριζόμενος τὸ ἔγκλημα· ζητήσειε δʼ ἄν τις, τίνι διοίσει τῆς προβολῆς ὁ ἀνθορισμὸς, εἴγε τῶν κεφαλαίων ἑκάτερα ἐκ τῶν ἀπʼ ἀρχῆς ἄχρι τέλους, τουτέστιν ἐκ τῶν πεπραγμένων γίνεται, καὶ διὰ τῶν περιστατικῶν ἄμφω πρόεισιν· ῥητέον δὲ, ὡς ἥνπερ ἔχει διαφορὰν ἐν τῷ ὅρῳ, φημὶ τῷ κεφαλαίῳ. τὸ ἐνστατικὸν ἐπιχείρημα, ὅπερ ἐλέγομεν τάξιν ἐπέχειν παραγραφικοῦ πρὸς τὸν αὐτὸν ὅρον, ταύτην ἔχει καὶ ἡ προβολὴ πρὸς τὸν ἀνθορισμὸν, ὥσπερ ἐκεῖσε τὴν μὲν ἔνστασιν, κατὰ ψιλὴν ἀπόφασιν λαμβάνομεν, ὡς ὁμολογουμένοις χρώμενοι τοῖς παρειμένοις, ὅτι οὐ δεῖ κρίνεσθαι ἱεροσυλίας τὸν μὴ τῶν ἀναθημάτων ἁψάμενον, τὸν μὴ τῷ ἀγάλματι προσενεγκόντα τὰς χεῖρας, ἅπερ κατὰ ψιλὴν ἀπόφασιν προσφέρομεν ὡς ὁμολογούμενα, τὸν δὲ ὅρον οὐχ οὕτως, ἀλλʼ ἐναγώνιον· ὁριζόμεθα γὰρ καὶ δείκνυμεν, τί μέν ἐστιν ἱεροσυλία, τί δὲ κλοπή· οὕτως καὶ τῇ προβολῇ τε καὶ ἀνθορισμῷ· ἐν μὲν γὰρ τῇ προβολῇ κατὰ αὔξησιν ὡς ὁμολογούμενα προφέρει τὰ πεπραγμένα, καθάπερ ἐν διηγήσει ἐκτιθέμενος, ἐν δὲ τῷ ἀνθορισμῷ ἀγωνιστικῶς καὶ ἀνθοριζόμενος τῷ φεύγοντι· ἐπεὶ δὲ τὰ παρὰ τῶν ἐναντίων ἀντιθετικῶς προσήκει λαμβάνειν τὴν λύσιν ἐπάγοντας, ἵνα μὴ δοκοίημεν ἐκ μονομεροῦς κεχρῆσθαι ταῖς ἀποδείξεσιν, ἀναγκαῖον εἰπεῖν, τὸν τοῦ φεύγοντος ὅρον ἀντιθετικῶς ὁ κατήγορος ἐν τῷ ἀνθορισμῷ παραλήψεται· ληπτέον τοίνυν οὐκ ἐκ τῶν παρειμένων τὴν ἀντίθεσιν, ταῦτα γὰρ εὐθὺς δοκεῖ τῷ κατηγορουμένῳ συνηγορεῖν, ἀλλʼ ἐκ τῶν πεπραγμένων, ἅπερ ἐστὶν ὑπὲρ τοῦ διώκοντος, ἵνα ὡς ἀπὸ τοῦ φεύγοντος κατὰ ἀντίθεσιν τὰ πεπραγμένα εἰσφέρωμεν, σοφιζόμενοι καὶ παρακρουόμενοι τοὺς δικαστάς· ἐν σχήματι γὰρ ἀντιθέσεως τὰ ὑπὲρ ἡμῶν παρεισφέροντες παρακρουσαίμεθα ἂν αὐτοὺς πιθανώτατα, ὥσπερ ἐν τῷ κατὰ Μειδίου Δημοσθένης πεποίηκεν· ἔστι δὲ πρῶτον μὲν ἐκεῖνο οὐκ ἄδηλος ἐρῶν· ἐξ ὧν ἰδίᾳ πρός τινας διεξιὼν ἀπηγγείλατό μοι, ὡς εἴπερ ἀληθῶς ταῦτα ἐπεπόνθειν ἃ λέγω, δίκας ἰδίας μοι προσῆκεν αὐτῷ λαχεῖν τῶν μὲν ἱματίων καὶ τῶν χρυσῶν στεφάνων τῆς διαφθορᾶς καὶ τῆς περὶ τὸν χορὸν πάσης ἐπηρείας καὶ βλάβης· ὧν δʼ εἰς τὸ σῶμα ὑβρίσθαι φημὶ ὕβρεων οὐ μὰ Δία, οὐχὶ δημοσίᾳ κρίνειν αὐτὸν, καὶ τίμημα ἐπάγειν ὅ τι χρὴ παθεῖν αὐτὸν ἢ ἀποτῖσαι· οὕτω γὰρ ὡς ἐν ἀντιθέσει τὰ πεπραγμένα εἰσενεγκὼν πάλιν τε ἀνέμνησε τῶν ἐγκλημάτων τοὺς δικαστὰς, καὶ τὸ προσκορὲς διέφυγε, περιθεὶς τῷ διʼ ἐναντίας τὸν λόγον· τοῦτον μὲν οὖν τὸν τρόπον ὁ διώκων ἀντιθετικῶς ἐκ τῶν πεπραγμένων λήψεται τὸν ὅρον, ὅταν ἧττον ἰσχύῃ τοῖς παρειμένοις ὁ φεύγων· εἰ δὲ ἰσχυρὰ ὄντα τυγχάνει ὄντα τῷ κατηγορουμένῳ, κἀντεῦθεν μέγιστον ὁ διώκων βλαβήσεται· προσήκει γὰρ τὰ ἰσχυρὰ τῶν ἐναντίων παραλαμβάνοντας λύειν ἐπιχειρεῖν· ληψόμεθα οὖν ἐν ἀντιθέσει τὰ παρειμένα οὐχ ἁπλῶς ἀλλὰ προδιαβάλλοντες αὐτὰ, καὶ διασύροντες τὴν ἀντίθεσιν, ὥσπερ καὶ Δημοσθένης ἐν τῷ κατὰ Μειδίου· «μὴ δὴ τοῦτο λέγειν αὐτὸν ἐᾶτε, ὅτι καὶ δίκας ἰδίας δίδωσιν ὁ νόμος μοι καὶ γραφὴν ὕβρεως· δίδωσι γὰρ, ἀλλʼ ὡς οὐ πεποίηκεν ἃ κατηγόρηκεν ἢ πεποιηκὼς οὐ περὶ τὴν ἑορτὴν ἀδικεῖ, τοῦτο δεικνύτω·» διέβαλλε γὰρ ἐξ ἀρχῆς τὴν ἀντίθεσιν εἰπών· μὴ δὴ τοῦτο λέγειν αὐτὸν ἐᾶτε· φαίνεται δὲ ἐνταῦθα δύο ποιήσας ὁ Δημοσθένης καὶ τῇ διαβολῇ χρησάμενος, καὶ τὰ πεπραγμένα σεσοφισμένως, καθάπερ ἀνωτέρω ἐλέγομεν, ὡς ἐν ἀντιθέσει εἰσαγαγών· οὐ γὰρ εἴωθεν ὁ ῥήτωρ μιᾷ χρήσασθαι μεθόδῳ πρὸς τὸ χρήσιμον, ἀλλʼ εἰς ταὐτὸν ἅπαντα συνάγει τε καὶ συμπλέκει τὸ ὠφελοῦν πανταχόθεν θηρώμενος· χρήσαιτο δʼ ἄν τις τοῖς παρειμένοις κατὰ διαβολὴν οὕτως ἐπὶ τοῦ κρινομένου ἱεροσύλου· «μὴ δὴ τοῦτο λέγειν αὐτὸν ἐᾶτε, ὅτι χρημάτων οὐχ ἥψατο ἱερῶν, οὐδὲ τῶν ἀναθημάτων τι παρείλετο· οὐ γὰρ ἐπειδὴ κατὰ τύχην ἰδιωτικοῖς περιέτυχε χρήμασι, διὰ τοῦτο ἄξιος ἂν εἴη τὸ ἔγκλημα τῆς ἱεροσυλίας ἀποφυγεῖν.»

`7.419–7.420`

ιεʹ. Ἐπὶ τούτοις ὁ συλλογισμὸς ἕπεται ἀπὸ τοῦ κατηγόρου συνάγων ἀμφοτέρας τὰς ὕλας, τήν τε τοῦ παρειμένου καὶ ἐκ τῶν πεπραγμένων· τοῦ γὰρ ὅρου ἐκ τῶν λειπόντων ὄντος καὶ τούτοις, ὡς ἐδείξαμεν, ἰσχυριζομένου, τοῦ δὲ ἀνθορισμοῦ ἐκ τῶν πεπραγμένων, ὁ συλλογισμὸς ἀμφότερα συνδεῖ· καί φησιν, ὡς ἴσον ἐστὶν ἢ οὐδὲν διαφέρει τοιῶσδε ὑβρίζειν εἴς τινα ἢ ἀδικεῖν, ὡς καὶ ἐπὶ τοῦ ἱεροσύλου καὶ τοῦ ἰδιωτικὰ χρήματα ὑφελομένου· ἐρεῖ γάρ, ὅτι ἀμφότεροι πονηροὶ, ἀμφότεροι θεῶν καταφρονηταὶ, ἀλλʼ ἴσον μὲν ἀποφανεῖ τοῦτο τῷδε ὁ κατήγορος, ὅτε τὰ παρειμένα μὴ λίαν διεστηκότα τυγχάνει· ἐὰν γὰρ μὴ πολὺ λείπῃ τὸ παρὰ τοῦ φεύγοντος εἰργασμένον τοῦ παρὰ τοῦ κατηγόρου λεγομένου, ἐροῦμεν, ὡς ἴσον ἐστὶ τόδε· τὸ γὰρ ἐπανατείνεσθαι συνεχῶς κατʼ αὐτοῦ τὰς χεῖρας ἴσον ἐροῦμεν τῇ διὰ τῶν πληγῶν ὕβρει· εἰ δὲ σφόδρα διίσταται, οὐκέτι χώραν ἔχει ἡ συναγωγὴ, ὡς ἐπὶ τούτου· νόμος τὸν ἐξιόντα ἐπὶ πόλεμον στρατηγὸν παρατίθεσθαι, εἰ ἔχοι θυγατέρα, τῷ συστρατήγῳ, καὶ νόμος τὸν βιασάμενον χιλίας διδόναι, ἐξιών τις ἐπὶ πόλεμον στρατηγὸς παρέθετο τῷ συστρατήγῳ τὴν θυγατέρα· λαβὼν ἐκεῖνος ἐβιάσατο· ἐπανελθὼν ὁ στρατηγὸς κρίνει αὐτὸν δημοσίων ἀδικημάτων· ὁ δὲ ὡς βιασάμενος τὰς χιλίας ἀξιοῖ διδόναι· ἐνταῦθα γὰρ ὁρίζεται μὲν ὁ κατήγορός τι ἴδιον τοῦ δημοσίᾳ τὴν πόλιν ἀδικοῦντος, ὁρίζεται δὲ καὶ ὁ φεύγων, λέγων ὅτι ὁ ναῦς προδιδοὺς, ὁ πολίτας, οὗτος δημοσίᾳ τὴν πόλιν ἀδικεῖ· ἀλλʼ ἐν τῷ συλλογισμῷ ὁ κατήγορος οὐ δύναται συνάγων εἰπεῖν, ὅτι ἴσον ἐστὶ τὸ βιάσασθαι τοῦ πρεσβευτοῦ τὴν θυγατέρα τῷ λιμένας καὶ τείχη προδοῦναι· δοκεῖ γάρ πως ἀναίσχυντον εἶναι· τί οὖν ἐν τοῖς τοιούτοις ποιήσει; μεθοδεύσει τὸν λόγον καὶ ἐρεῖ, ὡς οὐ διαφέρει τοιῶσδε ἢ τοιῶσδε τὴν πόλιν ἀδικεῖν· καὶ ταῦτα γὰρ δημόσιά ἐστιν ἀδικήματα, καὶ τὸ θυγατέρα δὲ πρεσβευτοῦ βιάσασθαι δημόσιόν ἐστιν ἀδίκημα, ὃ καὶ κατασκευάσει λογισμοὺς προσπλέκων, ὅτι ὁ τὸ σχῆμα τῆς πόλεως πεπιστευμένος καὶ μόνος ὑπὲρ πάντων κινδυνεύων, οὗτος εἰ ἀδικηθήσεται πῶς οὐκ ἐπὶ τὴν πέμψασαν πόλιν τὸ ἀδίκημα ἐπανενεχθήσεται, ἀλλὰ καὶ στρατηγοῦ παρανομοῦντος ἡ χώρα σύμπασα τῶν ἀδικημάτων ἀνάπλεως.

`7.421–7.422`

ιϛʹ. Ὁ συλλογισμὸς συνάγει ἄμφω, μηδὲν γὰρ διαφέρειν ἀλλήλων ταῦτα ἀγωνίζεται, τουτέστι τά τε πεπραγμένα καὶ τὰ παρειμένα, δεικνὺς παραπλήσια καθεστάναι τοῖς παρειμένοις τὰ πεπραγμένα, οἷον ταὐτόν ἐστιν, ἐξ ἱεροῦ ἰδιωτικὰ χρήματα ὑφελέσθαι καὶ ἱερὰ, ἔστιν οὖν ἀεὶ τοῦ διώκοντος τὸ κεφάλαιον πλὴν τῶν παραδόξων, καὶ φέρεται πρὸς τὸν ὅρον, καθάπερ ὁ ἀνθορισμός· ζητητέον δὲ, τίνι διαφέρει τοῦ συλλογισμοῦ ὁ ἀνθορισμὸς, εἴγε ἀμφότερα τὰ κεφάλαια πρὸς τὸν ὅρον φέρεται καὶ πρὸς ἐκεῖνον ἔχει τὴν ἐναντιότητα· διαφέρει δʼ οὖν ἀλλήλων, ὅτι ὁ μὲν ἀνθορισμὸς κατὰ τὴν ἔνστασιν, ὁ δὲ συλλογισμὸς κατὰ ἀντιπαράστασιν γίνεται· καὶ γὰρ πᾶσα ἀντιλογία ἢ κατὰ μάχην ἢ κατὰ μέθοδον πρόεισι· κἂν μὲν κατὰ μάχην, καλεῖται ἔνστασις, ὅταν εἰς αὐτὸ τὸ ἐναντίον περιτρέπωμεν τὸν λόγον, τὸν ὑπὲρ τοῦ ἀντιδίκου λεγόμενον παντελῶς οὐ παραδεχόμενοι· ἂν δὲ κατὰ μέθοδον, καλεῖται ἀντιπαράστασις, ὅταν τὸ λεγόμενον ὑπὸ τοῦ ἐναντίου δεχώμεθα, κατὰ ἄλλο δέ τι ἀνατρέπωμεν αὐτό· γίνεται οὖν κατὰ μὲν ἔνστασιν ὁ ἀνθορισμὸς, κατὰ δὲ ἀντιπαράστασιν ὁ συλλογισμός· ὁ μὲν γὰρ ἀνθορισμὸς καὶ ἐκ τοῦ ὀνόματος τὴν πρὸς τὸν ὅρον μάχην ἐνδείκνυται, ὡς κατὰ μάχην αὐτῷ καὶ ἔνστασιν πρόεισιν· ὁ δὲ συλλογισμὸς ἐναντιοῦται μὲν καὶ αὐτὸς τῷ ὅρῳ· τὸ δὲ ἐναντίον οὐ πρὸς αὐτὰ ποιεῖται τοῦ φεύγοντος τὰ ῥήματα, ἀλλὰ δέχεται μὲν τὰ λεγόμενα, κατʼ ἄλλο δέ τι ἐναντιοῦται αὐτῷ· τοῦ γὰρ φεύγοντος ὁριζομένου τοῦτο εἶναι ἱεροσυλίαν τὸ τῶν χρημάτων τι τῶν ἱερῶν ὑφελέσθαι ἢ περισπᾶσαί τι τῶν ἀναθημάτων, ὁ διώκων ἐν τῷ συλλογισμῷ δέχεται μὲν τὰ λεγόμενα, εἰς ταὐτὸν δʼ ἄγειν αὐτὰ πειρᾶται τοῖς πεπραγμένοις, φάσκων ταὐτὸν εἶναι, κἄν τε ἰδιωτικὰ κἄν τε ἱερὰ χρήματα ἐξ ἱεροῦ τις ὅλως ὑφέληται· καὶ διʼ ὧν ἄμφω συνάγει, πρὸς ταὐτὸ τὴν ἐναντιότητα πρὸς τὸν ὅρον ἔχει· διαστέλλειν γὰρ ὁ ὅρος βούλεται τὰ παρειμένα ἐκ τῶν πεπραγμένων, ἵνα δείξῃ τὰ μὲν πεπραγμένα ἕτερα, τὸ δὲ ὑπὸ τοῦ κατηγόρου φερόμενον ἔγκλημα ἐν τοῖς παρειμένοις· καὶ τοσαῦτα μὲν περὶ διαφορᾶς τοῦ συλλογισμοῦ πρὸς τὸν ἀνθορισμόν. Ἠπόρησε δέ τις, πῶς μάχεται ὁ συλλογισμὸς τῷ ὅρῳ, εἴγε, ὥς φησιν, εἰς ταὐτὸ συνάγει ἄμφω· ἐναντίον γὰρ τὸ συνάγειν τῷ μάχεσθαι· ὅτι δὲ μάχεται ὁ συλλογισμὸς τῷ ὅρῳ, καὶ τοῦτο αὐτὸς ἐδήλωσεν εἰπών· καθὸ ὃν τρόπον ἔφαμεν τὴν ἀντίληψιν καὶ τὴν μετάληψιν μάχεσθαι, τὸν αὐτὸν καὶ ὁ συλλογισμὸς τῷ ὅρῳ πανταχοῦ· ῥητέον δὲ, ὡς κατʼ ἄλλο μὲν συνάγει, κατʼ ἄλλο δὲ μάχεται· κατὰ μὲν γὰρ τὴν ἐργασίαν συνάγει τε καὶ συμπλέκει τοῖς παρειμένοις τὰ πεπραγμένα, δεχόμενος τὰ ὑπὸ τοῦ ἐναντίου λεγόμενα καὶ συγχωρῶν καλῶς ἔχειν· κατὰ δὲ τὸν σκοπὸν τῶν κεφαλαίων καὶ τὸ πέρας τὸ ἐξ αὐτῶν ἀποτελούμενον ἡ μάχη γίνεται· δέχεται γὰρ ὁ διώκων ἐν τῷ συλλογισμῷ τὰ τοῦ φεύγοντος, οὐχ ἵνα ψιλῶς αὐτῷ συνδράμῃ, ἀλλʼ ἵνα βεβαιώσῃ τὸ ἔγκλημα, ταὐτὰ φάσκων εἶναι τοῖς πεπραγμένοις τὰ παρειμένα, οὗ τὸ ἐναντίον ὁ κατηγορούμενος ἐν τῷ ὅρῳ ποιεῖ· τὰ παρειμένα ὁρίζεται πρὸς τὸ δεῖξαι πάμπολυ τὸ διάφορον αὐτῶν πρὸς τὰ πεπραγμένα. Ὑπόλοιπον δὲ ἡμῖν τοῦ συλλογισμοῦ, φημὶ τοῦ κεφαλαίου, τὴν διαφορὰν εἰπεῖν, ἣν ἔχει πρὸς τὴν ὁμώνυμον στάσιν, λέγω δὲ τὸν συλλογισμὸν, ὥσπερ καὶ ἄλλα πολλὰ τῶν κεφαλαίων ἐκ τῶν ὁμωνύμων στάσεων διαστέλλομεν· οἷον τὸν μεταληπτικὸν ἐκ τῆς μεταλήψεως, τό τε ἀντιληπτικὸν ἐκ τῆς ἀντιλήψεως κἀκ τῆς παραγραφῆς ὁμοίως τὸ παραγραφικόν· διαφέρουσι δʼ οὖν ἀλλήλων, καθὸ τὸ μὲν κεφάλαιον ὁ συλλογισμὸς ἀτελὲς τελείῳ εἰς ταὐτὸν ἄγει· ἡ δὲ στάσις τέλειον τελείῳ, οἷον νόμος τὸν ἐκ πόρνης μὴ δημηγορεῖν, ἐκ πόρνου τις γενόμενος εἶτα δημηγορῶν κρίνεται· τούτων γὰρ ἑκάτερον καθʼ αὑτὸ τέλειον· οὐ γὰρ τὸ ἐκ πόρνου γενέσθαι μέρος τοῦ νόμου, ἀλλʼ αὐτὸ τέλειόν τι καὶ ἴσον τῷ ὑπὸ τοῦ νόμου διηγορευμένῳ· ἐν δὲ τῷ κεφαλαίῳ τῷ συλλογισμῷ μέρος ἱεροσυλίας ὑπάρχον τὸ ἐξ ἱεροῦ χρήματα ὑφελέσθαι ἰδιωτικὰ εἰς ταὐτὸν ἄγομεν τῷ τελείῳ, τουτέστι τῷ περιελέσθαι τι τῶν ἀναθημάτων· οἷον, ἵνα σαφέστερον τὸ λεγόμενον γένηται, διηγόρευται ὑπὸ τοῦ νόμου ἐκ πόρνης γενόμενον μὴ δημηγορεῖν, τούτου μέρος οὐκ ἂν εἴη τὸ ἐκ πόρνου γενέσθαι, οὐ γὰρ ὁ νόμος ἁπλῶς εἶπε πορνείαν, ἀλλὰ τὸν ἐκ πόρνης γενόμενον μὴ δημηγορεῖν ἐκώλυσε· τὸ οὖν ἐκ πόρνου φῦναι ἕτερόν τί ἐστι πρᾶγμα καθʼ αὑτὸ τέλειον· καὶ τοῦτό φαμεν ἴσον εἶναι καὶ παραπλήσιον τῷ ὑπὸ τοῦ νόμου διηγορευμένῳ, τουτέστι τῷ ἐκ πόρνης γενέσθαι· ἐπὶ δὲ τοῦ τὰ ἰδιωτικὰ χρήματα ἐκ τοῦ ἱεροῦ ὑφελομένου μέρος πέπρακται τῆς ἱεροσυλίας τὸ ὅλως ἐκ τοῦ ἱεροῦ γενέσθαι τὴν ὑφαίρεσιν· τοῦτο οὖν τὸ μέρος, ὅπερ ἐστὶν ἀτελὲς, εἰς ταὐτὸν ἄγομεν τῷ τελείῳ, τουτέστιν ἡ ἱεροσυλία οὕτως· ἡ μὲν στάσις τέλειον τελείῳ εἰς ταὐτὸν ἄγει· τὸ δὲ κεφάλαιον τῷ τελείῳ τὸ ἀτελές.

`7.423`

ιζʹ. Καὶ τοῦτο, φησὶ, τηρητέον, ὅτι πᾶς ὅρος συλλογισμῷ λύεται καὶ συλλογισμὸς ὅρῳ.

ιηʹ. Τοῦτό τινες διαβάλλουσιν, ὡς οὐ καλῶς εἰρημένον ἐνταῦθα· οὐ γὰρ δυνατὸν ἐν ὅρῳ τὸν κατήγορον ὅρῳ χρήσασθαι, ἀλλʼ οὗτοι πλανῶνται· οὐ γὰρ μερικὸν, ἀλλὰ καθολικὸν κεφάλαιον ἐκτίθεται, οἷον ὅτι καὶ ἐπὶ τῶν ἄλλων στάσεων· διὰ γὰρ τοῦτο οὐκ εἶπεν, ὅτι τοῦ φεύγοντος χρωμένου τῷ ὅρω ἀλλʼ ὁποτέρῳ αὐτῶν ὁπότερος χρήσεται, ὡς βουλόμενος σημᾶναι, ὅτι καὶ ἐν ταῖς ἄλλαις στάσεσιν, ἐν αἷς ὅρος εὑρίσκεται, κεφάλαιον τῷ συλλογισμῷ λύεται, εἴτε ἀπὸ τοῦ διώκοντος, εἴτε ἀπὸ τοῦ φεύγοντος, εἰ τύχοι.

`7.424–7.425`

ιθʹ. Ἕπεται τῷ συλλογισμῷ ἡ τοῦ νομοθέτου γνώμη, κοινὸν ἀμφοτέρων τῶν μερῶν κεφάλαιον· εἰκότως δὲ μετὰ τὸν συλλογισμὸν ἡ τοῦ νομοθέτου γνώμη παραλαμβάνεται, ἐπειδὴ κ. τ. λ.· εἰ μὲν οὖν ἔχοιμεν νόμον συνηγοροῦντα τῷ πράγματι τῷ προκειμένῳ, θέντες αὐτοῦ τὸ ῥητὸν οὕτως τὴν διάνοιαν ἐξετάσομεν, διὰ πάντων συναγωνιζόμενον ἡμῖν τὸν νομοθέτην δεικνύοντες· εἰ δὲ μὴ ἔχοιμεν νόμον, ἐπὶ τὰς καλουμένας εὐλόγους αἰτίας καταδραμούμεθα, ὡς καὶ τῶν νόμων ἀποδεχομένων τὸ πρᾶγμα καὶ τῆς τοῦ νόμου διανοίας οὐ πόρρω τῶν ἡμῖν πεπραγμένων βλεπούσης· ὥσπερ καὶ ὁ Δημοσθένης ἀπορῶν νόμου πρὸς τὰς εὐλόγους αἰτίας μεταβαίνει· φησὶ γὰρ «τίς νόμος τοσαύτης ἀδικίας καὶ μισανθρωπίας μεστὸς,» καὶ τὰ ἑξῆς· καὶ πάλιν ἀλλαχοῦ «τὸ λαβεῖν οὖν τὰ διδόμενα ὁμολογῶν ἔννομον, τὸ χάριν τούτων ἀποδοῦναι παρανόμων γράφει.» ἀλλʼ ἵνα μάθωμεν τῆς τοῦ νομοθέτου γνώμης τὴν δύναμιν, μικρὸν ἄνωθεν διαληπτέον· ὅπου δήποτε νομικὴ ζήτησις ἐμπίπτει, καὶ ἔστι περὶ τὸ ῥητὸν ἅπασα ἡ ἀμφιβολία, πάντως διανοίᾳ λύεται, ὡς γνωσόμεθα· εἰ μέντοι τὸ μὲν ῥητὸν οὐκ ἀμφισβητεῖται, τὸ δὲ γενόμενον πρᾶγμα ζητεῖται, εἰ τοιοῦτόν ἐστιν, οἷον ὁ νόμος φησὶ, τότε γνώμη νομοθέτου παραλαμβάνεται· τότε γὰρ ἐπιζητοῦμεν, τί βουλόμενος ὁ νομοθέτης ἔταξε τὸν νόμον· οἷον ὡς ἐπὶ τῶν· προκειμένων ὁ κρίνων τυμβωρυχίας τὸν κενοτάφιον ὀρύξαντα ἐρεῖ, ὅτι ὁ νομοθέτης βουλόμενος μηδὲν τολμᾶσθαι περὶ τοὺς τοιούτους τόπους μηδὲ ὅλως προσιέναι τούτοις τινὰ οὕτως ἐνομοθέτησεν· ὁ δὲ φεύγων φήσει, ὅτι τὴν οὐσίαν μόνον ἐτίμησεν ὁ νομοθέτης, καὶ ἵνα μὴ τὰ σώματα τῶν κειμένων αἰκίζηται, οὕτω τὸν νόμον ὡρίσατο καὶ ταῦτα μὲν οὕτως· ἀλλʼ ἐπειδὴ δοκοῦμεν τὸν νόμον ἑρμηνεύοντες ἀντινομοθετεῖν τῷ νομοθέτῃ, εἰ γὰρ τοῦ νόμου σαφῶς τι διαγορεύοντος ἡμεῖς ἕτερον ἀντεισάγομεν, οὐ συνεστάναι τι τῶν ζητουμένων, ἀλλʼ ἀντινομοθετεῖν δόξομεν, καὶ τοῦτο μεταχρησόμεθα παραδείγματα φέροντες καὶ παραβολαῖς χρώμενοι· οὕτω γὰρ καίπερ ἐξετάζοντες τὴν γνώμην τοῦ νομοθέτου τὸ τοιοῦτον διαφευξόμεθα, ὅταν αὐτὴν τὴν ἐξέτασιν ἔθει παραδεδομένην δείξωμεν, καὶ οὐκ οἴκοθεν οὐδὲ ἀπʼ ἰδίας κρίσεως, ἀλλʼ ἀπὸ παραδείγματος αὐτὴν εἰσάγωμεν, ὥσπερ ὁ Δημοσθένης ἐν τῷ κατὰ στεφάνου πεποίηκε· νόμου γὰρ ὄντος τὸν ὑπεύθυνον μὴ στεφανοῦν, ὑπεύθυνον λέγει τὸν ἐφʼ οἷς τις διώκει, οὐ τὸν ἐφʼ οἷς τις χαρίζεται στεφανούμενον· καὶ ἐπειδὴ ἄντικρυς ἦν παραλογισμὸς μετὰ τὸ ἐξετάσαι τὴν γνώμην πρὸς τὸ ἑαυτοῦ χρήσιμον φεύγων τὴν αἰτίαν ταύτην εἰκότως ἐπήνεγκε τὰ παραδείγματα λέγων οὕτως· «ὅτι οὐδὲ οὕτως ταῦτα οὐ μόνον ἐν τοῖς νόμοις, ἀλλὰ καὶ ἐν τοῖς ἡμετέροις ἔθεσι διώρισται· καὶ ἐγὼ ῥᾳδίως πολλαχόθεν δείξω· πρῶτον γὰρ Ναυσικλῆς στρατηγῶν, ἐφʼ οἷς ἀπὸ τῶν ἰδίων προεῖτο, πολλάκις ἐστεφανοῦτο· εἶθʼ ὅτε τὰς ἀσπίδας Διότιμος ἔδωκε· καὶ πάλιν Χαρίδημος ἐστεφανοῦτο· εἶθʼ οὑτοσὶ Νεοπτόλεμος, πολλῶν ἔργων ἐπιστάτης γενόμενος, ἐφʼ οἷς ἔδωκε τετίμηται·» καὶ οὐ μόνον ἐκ τοῦ ἔθους καὶ τοῦ παραδείγματος συνέστησεν, ἀλλὰ καὶ ἐξ ἐνθυμήματος εἰπών· «σχέτλιον γὰρ ἂν εἴη τοῦτό γε, εἴ τῴ τινα ἀρχὴν ἄρχοντι ἢ διδόναι τῇ πόλει τὰ ἑαυτοῦ διὰ τὴν ἀρχὴν μὴ ἐξέσται, ἢ τῶν δοθέντων ἀντὶ τοῦ κομίσασθαι χάριν εὐθύνας ὑφέξει·» σημειωτέον δὲ, ὅτι καὶ μὴ ὄντος ῥητοῦ πολλάκις ἐμπίπτει γνώμη νομοθέτου, καὶ ὅτι ῥητοῦ ὄντος διπλῆ καὶ ἡ διάνοια, ἡ μὲν πρὸς τὸ ῥητὸν, ἡ δὲ πρὸς τὸ ὑποκείμενον πρᾶγμα· ἰστέον δὲ, ὡς ἡ τοῦ νομοθέτου διάνοια εἰς τὴν κατασκευὴν λαμβάνεται ἢ τοῦ ἴσου ἢ τοῦ ἀνίσου, ἐξ ἐνδόξου κρίσεως λαμβανομένη· ὁ μὲν γὰρ κατήγορος λέγει, ὅτι ὁ νομοθέτης ὡς περὶ τῶν ἴσων καὶ τῶν αὐτῶν διενοήθη, ὁ δὲ τοὐναντίον, ὅτι οὐχ ὡς περὶ ὁμοίων, οὐδὲ ἴσων ἐδόξασεν, ἀλλʼ ὡς πάμπολυ διεστηκότων.

`7.426–7.429`

κʹ. Περὶ τῆς τάξεως τοῦδε τοῦ κεφαλαίου ἠπόρησέ τις, ὡς οὐ καλῶς εἴη μετὰ τὸν συλλογισμὸν τεταγμένον, δεῖν γὰρ αὐτὸ μετὰ τὴν πηλικότητα καὶ τὸ πρός τι τετάχθαι· ἡ γὰρ τοῦ νομοθέτου, φασὶ, γνώμη ὥσπερ ἐπισφραγισμὸς καὶ βεβαίωσις τῶν εἰρημένων ἐστὶν ἁπάντων, μετὰ γοῦν τὴν πηλικότητα καὶ τὸ πρός τι δικαίως ἂν τάττοιτο, ἵνα καὶ ταῦτα ἐπιρρώσηται, καὶ ὥσπερ ὁμολογούμενα καταστήσῃ· πρόχειρος δὲ ἡ πρὸς τὸν τοιοῦτον λόγον ἀπάντησις· τῶν γὰρ κεφαλαίων ἃ μέν ἐστιν αὐξητικὰ, ἃ δὲ πιστωτικά τε καὶ ἀποδεικτικά· τὰ τοίνυν αὐξητικὰ καιρὸν ἔχει μετὰ τὴν ἀπόδειξιν· ἐπεί τοι πρὶν ὅλως ἀποδεῖξαι τὸ ἐθέλειν αὔξειν ὑπόκουφον, πλὴν εἰ μὴ κατά τινα καιρὸν τοῦτο γένοιτο, ὡς αὐτὸς ἡμᾶς διδάσκει ὁ τεχνικὸς ἐν τῷ περὶ μεθόδου δεινότητος· διά τοι τοῦτο κἀνταῦθα μετὰ τὴν τοῦ νομοθέτου γνώμην, ὅπερ ἐστὶν κεφάλαιον πιστωτικὸν, εἰκότως τάττεται ἡ πηλικότης· τὸ γὰρ πηλίκον τε καὶ ποσὸν καὶ τὰ τοιαῦτα μεγέθους ἢ πλήθους ἐστὶ παραστατικά· τὸ δὲ πρὸς μέγεθος ἐπαῖρον τὸ πρᾶγμα σαφὲς ὅτι αὐξητικόν· ἕτεροι δὲ κατʼ ἄλλον ἀξιοῦσι λόγον πρὸ τῆς γνώμης τοῦ νομοθέτου τάττειν τὴν πηλικότητα· ὁ γὰρ συλλογισμὸς, φασὶ, τὸ ἴσον προβάλλεται, τὰ πεπραγμένα τοῖς παρειμένοις εἰς ταὐτὸν ἄγων καὶ ἴσα δεικνὺς ἄμφω· μετὰ τὸ ἴσον δὲ, φασὶν, εἰκότως ἂν ἐπὶ τὸ πηλίκον, ὥσπερ κατά τινα βαθμὸν ἀναβαίνοιμεν· δεῖ οὖν ὁμοῦ, φασὶ, τετάχθαι τόν τε συλλογισμὸν καὶ τὴν πηλικότητα, καὶ μὴ διατέμνεσθαι καὶ χωρίζεσθαι ὑπὸ τῆς τοῦ νομοθέτου γνώμης· ῥητέον δὲ καὶ πρὸς αὐτοὺς τὸν αὐτὸν λόγον, ὅτι γε μετὰ τὴν αὔξησιν εὑρεθήσεται ταττόμενα τὰ πιστωτικά· εἴγε τὴν γνώμην τοῦ νομοθέτου δοίημεν μετὰ τὴν πηλικότητα τάττεσθαι· τοῦτο δὲ ἄτοπον· ἐπὶ γὰρ τοῖς ἀποδεδειγμένοις ἡ αὔξησις εἴωθε γίγνεσθαι· ἀνάγκη δʼ οὖν τὴν ἀμφισβήτησιν τὴν ἐν τῷ συλλογισμῷ διαλύσαντας πρότερον τῇ γνώμῃ τοῦ νομοθέτου ἐπὶ τὴν ἐκ τῆς πηλικότητος αὔξησιν τηνικαῦτα ἰέναι· τοῦ γὰρ συλλογισμοῦ τὴν ὅλην ἔχοντος ἀμφισβήτησιν, εἴγε τὰ πεπραγμένα εἰς ταὐτὸν ἄγειν βούλεται τοῖς παρειμένοις, περὶ ὧν ἑκάτεροι τὴν πᾶσαν συνιστῶσι ζήτησιν διὰ τοῦ ὅρου, διαστέλλειν μὲν ὁ φεύγων, ὁ δὲ συνάγειν βουλόμενος· εἰ δʼ οὖν τοῦ συλλογισμοῦ τοσαύτην ἔχοντος μάχην τὸ πηλίκον εὐθὺς ἀπεφέρετο, οὐδὲν ἄλλο ἢ αὖ τὴν αὔξησιν ἐν τοῖς ἀμφιβαλλομένοις ἂν εὐθὺς ἐποιούμεθα, ὅπερ ἐστὶ γελοιότατον· τῆς δὲ γνώμης τοῦ νομοθέτου τὸν λογισμὸν ἐπιρρωννύσης χώραν ἔχει τηνικαῦτα τὸ τῆς πηλικότητος· τοσαῦτα μὲν εἰρήσθω περὶ τῆς τάξεως· ἡ δὲ γνώμη, φασὶ, τοῦ νομοθέτου πρὸς τὸ οἰκεῖον ἐπʼ ἀμφοῖν συμφέρον ἐξετασθήσεται· γνώμην δὲ νομοθέτου καλεῖ πᾶν τὸ ἐν ῥητῷ εὑρισκόμενον, τουτέστιν οὐ μόνον ἐν νόμῳ, ἀλλὰ καὶ ἐν ψηφίσματι καὶ διαθήκῃ καὶ ἐπιστολῇ· τοῦτο γὰρ καὶ ἐν τῇ μεθόδῳ σαφῶς ἐδιδάχθημεν καὶ νόμον καλοῦμεν τὸ ῥητὸν, κἂν ἐν ψηφίσματι κἂν ἐν διαθήκῃ, κἂν ὁποιδήποτε εἴη· τὸ δʼ αἴτιον, ὅτι κυριώτερον ὁ νόμος· ἐκ δὲ τῶν κυριωτέρων καὶ τὰς τῶν ἄλλων ὀνομασίας λαμβάνειν πολλάκις εἰώθαμεν· τοῦτο δὴ οὖν τὸ ῥητὸν, ὅ τι ἂν ὑπάρχῃ, ἀνάγκη πᾶσα ἢ πρὸς ἡμῶν καθεστάναι ἢ πρὸς τῶν ἐναντίων· ἂν μὲν οὖν πρὸς ἡμῶν ᾖ, μετὰ τὴν τοῦ ῥητοῦ ἀνάγνωσιν οὐκ εὐθὺς ἀφιστάμεθα, ἀλλὰ κατὰ λέξιν διερευνώμενοι καὶ ἐξετάζοντες αὖθις διερχόμεθα τὰ εἰρημένα, ὥσπερ ἐν τῷ κατὰ Ἀριστοκράτους ὁ Δημοσθένης· «ἠκούσατε μὲν τοῦ νόμου, σκέψασθε δὲ καὶ θεωρήσατε, ὡς καλῶς καὶ σφόδρα εὐσεβῶς ἔθηκεν ὁ τιθεὶς τὸν νόμον· τοὺς ἀνδροφόνους φησί· πρῶτον μὲν δὴ τοῦτον ἀνδροφόνον λέγει τὸν ἑαλωκότα τῇ ψήφῳ· οὐ γάρ ἐστιν οὐδεὶς ὑπὸ ταύτῃ τῇ προσηγορίᾳ, πρὶν ἂν ἐξελεγχθεὶς ἁλῷ· »καὶ οὕτω κατὰ μέρος τὸν νόμον ἐπέρχεται κατεξετάζων καὶ δεικνὺς ἑαυτῷ συμβαίνοντα· οὐ μόνον δʼ ἐνταῦθα τοῦτον τὸν τρόπον, ἀλλὰ καὶ ἐν τῷ κατὰ Μειδίου τὸν περὶ τῆς ὕβρεως νόμον διεξιὼν, καὶ πανταχοῦ παραπλησίως φαίνεται χρώμενος, ἐὰν δὲ πρὸς τῶν ἐναντίων ᾖ τὸ ῥητὸν, τηνικαῦτα τὴν μὲν κατὰ μέρος ἐξέτασιν παραιτούμεθα, καθολικῶς δὲ τὴν ὅλην γνώμην τοῦ νομοθέτου πρὸς τὸ ἡμῖν συμφέρον στοχαστικῶς ἐξηγούμεθα, φάσκοντες τόδε τι εἶναι τὴν ἔννοιαν τοῦ ῥητοῦ· καὶ τούτου δὲ μέθοδον σαφεστάτην ὁ ῥήτωρ παρέσχετο ἐν τῷ περὶ τοῦ στεφάνου, τὴν Φιλίππου παραλαβὼν ἐπιστολὴν, ἔνθα πρὸς τὸ αὐτῷ συμφέρον τῆς ἐκείνου στοχάζεται γνώμης οὐκ εἰς τὰ κατὰ μέρος καθιεὶς αὐτὸν, ἀλλὰ καθολικῶς τὴν ὅλην τῆς ἐπιστολῆς ἔννοιαν ἐξετάζων, καὶ τοσαῦτα μὲν περὶ τοῦ ῥητοῦ λελέχθω· ἐπεὶ δὲ οὐκ ἔνεστιν ἐπὶ παντὸς πράγματος εὐπορεῖν, ἐγγράφου τινὸς ὅταν ἀπορῶμεν, ἐπὶ τὴν καθόλου τῶν νομοθετῶν γνώμην χωρητέον, οἷον ὅτι καθάπαξ οἱ νομοθέται τοὺς φαύλους τιμωρίας ἐκτίνειν βούλονται, τὸν τοίνυν ἱερόσυλον, ἐπειδὴ πονηρὸς τὴν γνώμην, διὰ τοῦτο κολάζουσιν· ἀλλʼ οὐκ ἐπειδὴ χρημάτων ἁπλῶς τὸ ἱερὸν ἀποστερεῖ· οὗτος οὖν τολμήσας τὴν ἀρχὴν παρελθεῖν εἴσω τοῦ ἱεροῦ τὸ τῆς ἱεροσυλίας ἀδίκημα διαπέπρακται, καὶ πάλιν ὁ φεύγων κατὰ τὸ ἐναντίον, ὅτι διαφορὰν ἴσασιν ἐγκλημάτων οἱ νομοθέται, καὶ τὰς πράξεις μᾶλλον ἀλλʼ οὐ τὰ βουλεύματα κρίνουσιν· αὐτίκα εἴ τις βουληθείη μόνον, μὴ πράξει δὲ, ὑπόκρισις οὐ γίνεται, καὶ οὕτως ἐμπεσεῖται ἀεὶ ἡ γνώμη τοῦ νομοθέτου. Ὑπόλοιπον ἔτι τῇ πάσῃ τεχνολογίᾳ τοῦ κεφαλαίου τούτου προσθεῖναι, ὡς πρὸς τὸ συμφέρον ἑκάτερος ἐξετάζων τὴν γνώμην συγκριτικῶς προοίσεται τὸν λόγον, τὸν μὲν ἑαυτοῦ συνιστὰς, διαβάλλων δὲ τὸν τοῦ ἐναντίου, καὶ τούτου δὲ τὸν σοφώτατον Δημοσθένη διδάσκαλον ποιούμεθα, «τίς γὰρ,» φησὶ, «τίς ἐστι νόμος τοσαύτης ἀδικίας καὶ μισανθρωπίας μεστὸς, ὥστε τὸν δόντα τῶν ἰδίων καὶ ποιήσαντα πρᾶγμα φιλάνθρωπον καὶ φιλόστοργον τῆς χάριτος ἀποστερεῖν, εἰς δὲ τοὺς συκοφάντας ἄγειν, καὶ τοῦτο ἐπὶ τὰς εὐθύνας, ὧν ἔδωκεν ἐφιστάναι; οὐδεὶς δήπου· εἰ δέ φησιν οὗτος, δειξάτω, κἀγὼ στέρξω καὶ σιωπήσομαι· ἀλλʼ οὐκ ἔστιν, ὦ Ἀθηναῖοι, ἀλλʼ οὗτος συκοφαντῶν, ὅτι ἐπὶ τῷ θεωρικῷ τότε ὢν ἀπέδωκα τὰ χρήματα, ἐπῄνεσεν αὐτὸν, φησὶν, ὑπεύθυνον ὄντα·» οὗτος γὰρ τό τε ἑαυτοῦ συνεστήσατο καὶ τὸ τοῦ Αἰσχίνου διέβαλλε· τοσαῦτα περὶ τῆς τοῦ νομοθέτου γνώμης.

καʹ. Λείπεται ζητῆσαι, τί διαφέρει διάνοια ῥητοῦ γνώμης νομοθέτου· δύο τοίνυν φαμὲν αὐτῶν διαφοράς. πρῶτον, ὅτι διάνοια μέν ἐστι ῥητοῦ, ἡνίκα τι ἐγκείμενον τῷ ῥητῷ ἀσαφὲς ἐρευνῶμεν, σαφηνίσαι πειρώμενοι τὸ ἄδηλον· γνώμη δὲ νομοθέτου, ἡνίκα περὶ τοῦ τεθεικότος πρῶτον ἐξετάζομεν, ποίᾳ γνώμῃ τὸ τοιοῦτον εἶπεν, ὥστε πρῶτον παρεθέμεθα τὸ ῥητὸν, καὶ εἴτι ἐν αὐτῷ ἀσαφὲς εἴη, σαφηνίζομεν. καὶ τελευταῖον γνώμην νομοθέτου ζητοῦμεν· δευτέρα δὲ αὐτῶν διαφορὰ, ὅτι ἡ μὲν διαφορὰ οὐκ ἀεὶ ἐμπίπτει, εἰ γὰρ μὴ ᾖ τι ῥητὸν ἐξεταζόμενον, οὐκ ἐμπίπτει διάνοια, ἡ δὲ γνώμη τοῦ νομοθέτου πάντως ἐμπίπτει, κἂν μὴ ῥητὸν ἐξετάζηται, καὶ τοῦτο φθάσαντες ἤδη ἐδείξαμεν ἐν τῷ τρίτῳ κεφαλαίῳ τῆς παρούσης πράξεως, ἐν ᾧ διαλαμβάνομεν περὶ τοῦ εἰ ἀεὶ ἐμπίπτει ἐν τοῖς λόγοις ἡ γνώμη τοῦ νομοθέτου.

`7.430–7.431`

κβʹ. Μετὰ τὴν τοῦ νομοθέτου γνώμην κατʼ ἀκολουθίαν ἕπεται ἡ πηλικότης· κατασκευάσαντες γὰρ τὸν συλλογισμὸν καὶ τὴν πίστιν προθέντες ἀπὸ τῆς τοῦ νομοθέτου γνώμης εἰκότως ἐπὶ τὴν αὔξησιν ἥκομεν καὶ δείνωσιν τοῦ ἐγκλήματος· ἡ μὲν γὰρ γνώμη ἔτι τῆς ζητήσεως καὶ τῆς κατασκευῆς ἔχεται τοῦ πράγματος, ἡ δὲ πηλικότης αὔξησιν ἐπαγγέλλεται· τὸ μὲν γὰρ ἔτι ἀδήλου ὄντος αὔξειν καὶ τὴν τοῦ δράσαντος προαίρεσιν διαβάλλειν ἢ τοὐναντίον ἐγκωμιάζειν μάταιον καὶ σφόδρα ἄλογον, τὸ δὲ μετὰ τὸν ἔλεγχον ἐξαίρειν τὸ πεπραγμένον εὔλογον καὶ πιστωτικὸν τῷ δικάζοντι· διὰ τί δὲ ἀμφοτέρων αὐξητικῶν ὄντων, τῆς τε πηλικότητος καὶ τῶν πρός τι, μὴ ἓν κεφάλαιον γέγονεν, ἀλλὰ δύο; καί φαμεν, ὅτι ὥσπερ δύο τῆς συγκρίσεως εἴδη, τὸ μὲν συγκριτικὸν, τὸ δὲ ὑπερθετικόν, οὕτω καὶ τῆς αὐξήσεως κατὰ σύγκρισιν προϊούσης καὶ αὐτῆς δύο τρόποι· καὶ ἡ μὲν πηλικότης ἀναλογεῖ τῷ ὑπερθετικῷ, τὸ δὲ πρός τι τῷ συγκριτικῷ. Ἐπειδὴ δὲ εἶπεν ὁ τεχνικὸς, ἡ πηλικότης μέγα τὸ γεγονὸς ἀποδείκνυσιν, ἐνόμισαν αὐτόν τινες λέγειν μέγιστον ἐν ὑπερθετικῷ λόγῳ. οὐκ ἔχει δὲ οὕτως· τὸ γὰρ μέγα οὐκ ἔστιν ὑπέρθεσις, οὐδὲ συγκριτικὸν, ἀλλʼ ἁπλοῦν· διῄρηται δὲ ἡ αὔξησις εἰς δύο. ἐπειδὴ γὰρ δύο τινὰ ἐν τῷ ὅρῳ, τὸ μὲν πεπραγμένον, τὸ δὲ ζητούμενον, πεπραγμένον μὲν τὸ καθῃρῆσθαι τὴν τυραννίδα, ζητούμενον δὲ, εἰ τοῦτο τυραννοκτονία, πᾶσα ἀνάγκη καὶ τὴν αὔξησιν αὐτὴν διχῆ τέμνεσθαι, πῆ μὲν αὐτὸ ἐφʼ ἑαυτῷ τὸ πεπραγμένον αὐξανόντων ἡμῶν, πῆ δὲ τῇ πρὸς τὸ παραλελειμμένον συγκρίσει· οὐκοῦν ἡ μὲν πηλικότης τὴν ἁπλῆν τοῦ ὑποκειμένου καὶ πεπραγμένου αὔξησιν ἔχει, τὸ δὲ πρός τι κατὰ σύγκρισιν. μετὰ τὰ ἀγωνιστικὰ δὲ κεφάλαια τὰ συνιστῶντα τὸ ἔγκλημα δύο κεφάλαια παραλαμβάνεται, ἥ τε πηλικότης καὶ τὸ πρός τι, αὐξητικὰ ὄντα ἀμφότερα. καὶ θαυμάσειεν ἄν τις τὸν τεχνογράφον τῇ τάξει τῶν πραγμάτων ἀκολουθήσαντα. καὶ γὰρ ἄτεχνον ἦν αὔξησιν περιλαμβάνειν μὴ πρότερον ἀποδείξαντα τοῦτο, περὶ οὗ ὁ λόγος ἐστὶν, ἡ πηλικότης οὖν αὔξει τὸ γεγονὸς, δεινοῦντος τοῦ κατηγόρου καὶ μεγαλοποιοῦντος τὸ ἔγκλημα, ἐκ δὲ τῶν ἐναντίων τοῦ φεύγοντος μειοῦντος· ἐξ ὧν δὲ τὰ ἀπʼ ἀρχῆς ἄχρι τέλους αὐξήσομεν, ἐκ τῶν αὐτῶν καὶ τὴν πηλικότητα ἐργασόμεθα· ἔστι δὲ ταῦτα τὰ περιστατικὰ, καὶ δεῖ μὲν χρῆσθαι ἐν τῇ πηλικότητι τούτοις ἢ πᾶσιν ἢ τοῖς πλείοσιν· ἐν δὲ ταῖς ἄλλαις στάσεσιν, ὅπου ἂν αὔξησις παραλαμβάνηται, πάντως τούτοις χρησόμεθα· καὶ τούτων ἔχομεν παραδείγματα ἐν τῇ ὁριστικῇ στάσει παρὰ Δημοσθένει· κατασκευάζων γὰρ τὴν πηλικότητα ηὔξησεν ἀπὸ τοῦ προσώπου εἰπὼν, ὅτι χορηγὸν ὑμέτερον ὕβρισεν· ἀπὸ τοῦ καιροῦ, ἐν ἱερομηνίᾳ· ἀπὸ τοῦ τόπου, ἐν θεάτρῳ· ἀπὸ τῆς ὕλης, εἰπὼν, ὅτι τὴν ἱερὰν ἐσθῆτα διέρρηξεν· ἀπὸ τῆς αἰτίας, ὅτι ἐχθρός· ἀπὸ τοῦ τρόπου, ὅτι ὑβριστικῶς· λάβοι δʼ ἄν τις καὶ ἀπὸ ποσότητος τὴν αὔξησιν λέγων, ὅτι εἰς πάντας τοὺς πολίτας ἡ εὐεργεσία γεγένηται. ἔτι καὶ ποσότητα χρόνου, ὅτι εἰς πολλοὺς χρόνους μένει τὸ εὐεργέτημα· ἀπὸ προαιρέσεως, ὅτι οὐ κέρδους ἕνεκα, ἀλλʼ ὠφελείας τῆς πόλεως ὑπομένει τὸν κίνδυνον. καὶ ἐκ τούτων ἁπλῶς ἁπάντων τὴν πηλικότητα λήψονται ὅ τε κατήγορος καὶ ὁ φεύγων, ὁ μὲν αὔξων, ὁ δὲ μειῶν· κοινὸν γὰρ κεφάλαιον ἡ πηλικότης· περιέχει δὲ, ὡς εἴπομεν, αὔξησιν τῶν ἀπʼ ἀρχῆς ἄχρι τέλους, ὥσπερ καὶ ἡ προβολή· διαφέρει δὲ τῇ τάξει, τῷ ἐκεῖ μὲν ὡς ὁμολογουμένων αὐτῶν αὔξησιν γίνεσθαι, ἐνταῦθα δὲ μετὰ κατασκευῆς τιθέναι αὐτὰ, καὶ τρόπον τινὰ ἀνακεφαλαίωσιν εἶναι τῶν ἐν τῇ προβολῇ ῥηθέντων τὴν πηλικότητα, καὶ ὅτι ἐκεῖ μὲν ἁπλῶς καὶ ὅσον ἐφάψασθαι τῶν περιστατικῶν χρώμεθα, ἐνταῦθα δὲ κατὰ πλάτος ἑκάστῳ τῶν περιστατικῶν χρώμεθα.

`7.432–7.434`

κγʹ. Τῶν κεφαλαίων ἁπάντων ἢ αὐξητικῶν ἢ ἀποδεικτικῶν ὄντων τὰ τῆς ὁρικῆς στάσεως ἀποδεικτικὰ κεφάλαια ἐνταῦθα πεπέρανται· ἡ γὰρ πηλικότης ἤδη καὶ τὸ πρός τι οὐ πιστωτικὰ ἀλλʼ αὐξητικά. Καί τινες ἀποροῦσι, τίνος ἕνεκα τὴν αὔξησιν διχῆ τεμόντες ἐν δυσὶ κεφαλαίοις διεῖλον, τὸ μέντοι πηλικότητα, τὸ δὲ πρός τι ὀνομάζοντες, καὶ οὐχ ὑφʼ ἓν μᾶλλον κεφάλαιον αὐτὴν προσηνέγκαντο, μίαν καὶ αὐτὴν οὖσαν· ἀπολογούμενος οὖν πρὸς τοῦτο Ἀθανάσιος ἔφη τοῦτό γε· καθάπερ δύο τῆς συγκρίσεως εἴδη, τὸ μὲν συγκριτικὸν, τὸ δὲ ὑπερθετικὸν καλούμενον, οὕτω καὶ τῆς αὐξήσεως κατὰ σύγκρισιν καὶ αὐτῆς προϊούσης δύο τρόπους, καὶ ἡ μὲν πηλικότης ἔχει τὸ ὑπερθετικὸν, τὸ δὲ πρός τι τὸ συγκριτικόν· ἀλλʼ εὑρεθήσεται ἀνεστραμμένη ἡ τάξις τῆς πηλικότητος ἡγουμένης τοῦ πρός τι· τάττεσθαι γὰρ ἔδει μετὰ τὸ πρός τι τὴν πηλικότητα, εἴγε ὅτι τὸ μὲν πρός τι τὸ συγκριτικὸν ἔχει, τὸ δὲ ὑπερθετικὸν ἡ πηλικότης. τὸ γὰρ συγκριτικὸν πρῶτον φύσει τοῦ ὑπερθετικοῦ· ἀλλʼ οὗτός γε καὶ τὴν τάξιν ἀμείβει κατακολουθῶν ἑαυτῷ, ὡς ὕστερον εἰσόμεθα, καὶ τάττει μετὰ τὸ πρός τι τὴν πηλικότητα· ταῦτα μὲν οὖν ὁ Ἀθανάσιος καὶ Ἁρποκρατίων περὶ τῆς τῶν κεφαλαίων τάξεως ἀπεφήναντο· ὁ δὲ τεχνογράφος καὶ ὅσοι τοῦ λέγειν κοινωνοῦσιν αὐτῷ τὴν πηλικότητα τοῦ πρός τι καθάπαξ προτάττεσθαι βούλονται, τὴν φύσιν τῶν κεφαλαίων ἀναθεωρήσαντες ἄμεινον· δεῖ γὰρ πρότερον, φασὶ, τὴν ἑκάστου φύσιν καταμανθάνοντας οὕτω πρὸς ἕτερον ποιεῖσθαι παράθεσίν τε καὶ ἀντεξέτασιν· οὗ γὰρ τὴν φύσιν οὐκ ἐπιστάμεθα, πῶς ἂν τοῦτο πρὸς ἕτερον παραβάλλοιμεν; διὰ μὲν οὖν τῆς πηλικότητος, φασὶν, αὐτὰ τὰ ἐφʼ ἑαυτῶν αὔξομεν τὰ πράγματα. διὰ δὲ τοῦ πρός τι ἑτέροις ἀντεξετάζοντες, ὥστε τοῦ πρός τι ἡ πηλικότης προτακτέα, ἄν τε ἀπίθανος ἡ κατὰ τὸ πρός τι ἐξέτασις εἴη, ἄν τε πιθανὴ καὶ οὐ βίαιος· εἰ μὲν γὰρ ἀπίθανος εἴη, καὶ κατὰ τὸν λόγον Ἁρποκρατίωνος προτετάξεται· εἰ δὲ πιθανὴ, κατὰ τὸν προκείμενον φυσικὸν λόγον τὴν προτέραν ἐχέτω τάξιν ἡ πηλικότης. Καὶ τοσαῦτα μὲν περί τε τῆς φύσεως τῶν προκειμένων δυοῖν κεφαλαίοιν, μεταβησόμεθα δὲ ἐπὶ τὴν ἐργασίαν τῆς πηλικότητος, περὶ ἧς ἡμῖν καὶ τεχνολογεῖν πρόκειται. τὴν αὔξησιν τοίνυν ἐν τῇ πηλικότητι κατά τε τὸ ποιὸν καὶ τὸ ποσὸν ληπτέον. οἷον ὅτι πολλὰ ἐντεῦθεν ἡ πόλις ὠφεληθήσεται, ἢ τοὐναντίον βλαβήσεται, ἅπερ ἐστὶ κατὰ τὸ πόσον, ἢ ὅτι δημόσιον τὸ πραχθὲν καὶ κοινῇ τὴν πόλιν ὠφελοῦν ἢ βλάπτον ἢ ἰδιωτικόν τε καὶ ἐφʼ ἑνὸς ἀνδρὸς ἱστάμενον, ὅπερ ἐστὶ ποιότης· ταῦτα δὲ διὰ τῶν περιστατικῶν ἐκφέρειν προσήκει, δεινοῦντας καὶ αὐξάνοντας τὸ πεπραγμένον, οἷον ἐκ τοῦ προσώπου, ἐκ τοῦ τόπου, ἐκ τοῦ χρόνου, ἐκ τῆς αἰτίας, ἐκ τοῦ τρόπου, ἐκ τῆς ὕλης, καθάπερ ἐν τῷ κατὰ Μειδίου Δημοσθένης ἐχρήσατο, ἐκ τοῦ προσώπου τὸ πεπραγμένον αὔξων, ὅτι χορηγὸν ὄντα ὕβρισεν, ἐκ τοῦ τόπου, ὅτι ἐν θεάτρῳ, ἐκ τῆς ὕλης, ὅτι τὴν ἱερὰν στολὴν ἀμπεχόμενον, καὶ διὰ τῶν ἐφεξῆς· ἔστι δὲ ἐπʼ αὐτῆς καταμαθεῖν τῆς λέξεως, φησὶ γὰρ οὕτως· «εἰ μὲν τοίνυν, ὦ Ἀθηναῖοι, μὴ χορηγὸς ὢν ταῦτα ἐπεπόνθειν ὑπὸ Μειδίου, ὕβριν ἄν τις μόνον κατέγνω τῶν πεπραγμένων αὐτῷ· νῦν δέ μοι δοκεῖ, κἂν ἀσέβειαν εἰ καταγινώσκοι, τὰ προσήκοντα ποιεῖν,» καὶ τὰ ἑξῆς· καὶ διὰ τούτων ὁ μὲν διώκων αὐξήσει τὸ πεπραγμένον, μειώσει δʼ αὖ πάλιν ὁ φεύγων· εἰ δέ τις λέγοι τὴν πηλικότητα μηδὲν διαφέρειν τῆς προβολῆς, εἴ γε κἀκείνη διὰ τῶν περιστατικῶν αὐξητικῶς ἐκφέρεται, μανθανέτω, ὡς τὴν προβολὴν διηγηματικῶς προάγομεν, μετρίως αὔξοντες καὶ ὅσον ἐπιψαῦσαι μόνον τῶν περιστατικῶν· τὴν γὰρ ἐντελῆ διὰ τούτων αὔξησιν ἐν τῇ πηλικότητι φυλάττομεν. ἔτι κἀκεῖνο προσήκει μαθεῖν, ὡς οὐ μόνον ἐν τῇ πηλικότητι τὴν αὔξησιν ποιούμεθα διὰ τῶν περιστατικῶν, πανταχοῦ δὲ κἂν ἐν πανηγυρικῷ κἂν ἐν συμβουλευτικῷ ἢ δικανικῷ αὐξῆσαι δέῃ, χρήσιμος ἡ τῶν περιστατικῶν ἐξέτασις.

`7.435–7.436`

κδʹ. Τὴν μὲν οὖν φύσιν τοῦδε τοῦ κεφαλαίου καὶ τὴν τάξιν ἐντελῶς ἐν τῇ πηλικότητι παρεστήσαμεν· λεκτέον δὲ ἤδη περὶ τῆς ἐργασίας αὐτοῦ· ὡς μὲν οὖν συγκριτικὸν τὸ κεφάλαιον, αὐτὸς ἡμῖν ἐδήλωσεν ὁ τεχνικὸς εἰπὼν, διὰ τοῦτο πρός τι τὸ μεῖζον ἀποδείκνυσθαι. τὸ γὰρ μεῖζον σαφὲς ὅτι συγκριτικόν· τέσσαρες δὲ τῆς συγκρίσεως τρόποι. ἢ γὰρ πρὸς μεῖζον, ἢ πρὸς ἔλαττον, ἢ πρὸς ἴσον, ἢ πρὸς τὸ ἐναντίον ἡ σύγκρισις γίνεται, ἡ δὲ πρὸς τὸ ἐναντίον, ἡ σύγκρισις δηλονότι, κατὰ μόνην ποιότητα γίνεται, ἐπεί τοι κατὰ τὸ ποσὸν οὐχ οἷόν τε σύγκρισιν γενέσθαι κατὰ τὸ ἐναντίον· οὐδεὶς γὰρ ἂν εἴπῃ τὰ τέσσαρα τοῖς δέκα ἴσα καθεστάναι. οἱ δὲ λοιποὶ τῆς συγκρίσεως τόποι ποσότητες· τὸ γὰρ μεῖζον καὶ τὸ ἔλαττον ποσότητός ἐστι συνεχοῦς, τὸ δὲ ἴσον καὶ διακεκριμένης· παντὸς τοίνυν ἀγῶνος δικανικοῦ ἢ κατὰ κρίσιν, τουτέστι κατὰ φυγὴν καὶ δίωξιν, ἢ κατὰ αἴτησιν γινομένου, ἐν τοῖς κατὰ κρίσιν ὁ μὲν διώκων κατὰ μεῖζον ποιεῖται τὴν σύγκρισιν, κατὰ δὲ τὸ ἔλαττον ὁ φεύγων, οἷον ἐπὶ τοῦ κρινομένου ἱεροσυλίας. ὁ μὲν γὰρ φεύγων ἔλαττον ἱεροσυλίας ὑπάρχειν φησὶ τὸ πεπραγμένον τοῦ παρειμένου, τουτέστι τῆς ἱεροσυλίας, καὶ εἰ δυνήσεται ὅλως μεῖζον αὐτὸ ἀποφαίνεσθαι, μικρὸν ὕστερον ἐξετάσομεν καὶ ἐν τοῖς κατὰ αἴτησιν τῶν ἀγώνων· ὁμοίως ὁ μὲν αἰτῶν τοῦ μείζονος, ὁ δὲ φεύγων ἀντέχεται τοῦ ἐλάττονος· καθόλου γὰρ ἐπὶ τῶν κατὰ ἀξίωσιν ἐλέγετο, ὡς κατηγόρου μὲν τάξιν τὸν αἰτοῦντα ἐπέχειν, τὸν δὲ ἀντιλέγοντα φεύγοντος, ὡς ἐπὶ τοῦ φιλοσόφου τοῦ τὴν δωρεὰν αἰτοῦντος ἐφʼ οἷς τὸν τύραννον ἔπεισε καταθέσθαι τὴν τυραννίδα· μεῖζον γὰρ ὁ φιλόσοφος ἀποφανεῖ τὸ πεπραγμένον τὸ φόνου χωρὶς καταλελύσθαι τὴν τυραννίδα, ὁ δὲ ἀντιλέγων ἔλαττον τυραννοκτόνου· ἐνταῦθα μὲν οὖν χώραν ἔχει διὰ τοῦ πρός τι τὸ μεῖζον εἰσφερόμενον· ἐπειδὴ δὲ ἐπί τινων ἀπίθανός ἐστιν ἡ τοῦ πρός τι κατὰ τὸ μεῖζον ἐξέτασις, καθάπερ ἐπὶ τοῦ ἱεροσύλου, πῶς γὰρ οἷόν τε λέγειν τὸ τὰ ἰδιωτικὰ ὑφελέσθαι χρήματα μεῖζον εἶναι τοῦ ἅψασθαι τῶν ἀναθημάτων αὐτῶν; καὶ ἔτι ἐπὶ τοῦδε τοῦ παραδείγματος· ἐξ ἡρῴου τις φιάλην ὑφείλετο, καὶ κρίνεται ἱεροσυλίας, οὐ γὰρ ἔνεστι λέγειν μεῖζον τὸ ἐξ ἡρῴου τι περιελέσθαι μᾶλλον ἢ ἐκ τοῦ τεμένους· λεκτέον ἤδη καὶ περὶ τῆς τοιούτων ἐργασίας· προσήκει τοίνυν ἐπὶ τῶν τοιῶνδε, φημὶ τῶν ἐχόντων ἀπίθανον τοῦ πρός τι τὴν κατὰ τὸ μεῖζον ἐξέτασιν, μὴ εὐθὺς ἐπὶ τὸ μεῖζον χωρεῖν, ἀλλὰ διὰ τῆς πηλικότητος πρότερον καθʼ ἑαυτὸ τὸ πεπραγμένον αὐξήσαντας, ἐν τῷ πρός τι μὴ ἀπὸ τοῦ μείζονος ἀλλʼ ἀπὸ τοῦ ἴσου ποιεῖσθαι τὴν σύγκρισιν. οὕτω γὰρ ἂν πιθανὸς καὶ ἀβίαστος ὁ λόγος εἶναι δοκοίη. ἴσον γὰρ αὐτὸ καθιστάντες τῷ μείζονι καὶ αὔξησιν ποιούμεθα καὶ τὸ ἀπίθανον διαφεύγομεν, οἷον ἐπὶ τοῦ κρινομένου ἱεροσυλίας ἐπὶ τῇ τῶν ἰδιωτικῶν ὑφαιρέσει χρημάτων μὲν αὐτὸ τὸ πεπραγμένον αὐξήσει διὰ τῆς πηλικότητος. ἔπειτα οὕτως, μετὰ τὸ δεινῶσαι καὶ ἐπᾶραι τὴν πρᾶξιν, ἴσην τῇ τῶν ἀναθημάτων ὑφαιρέσει προάγειν αὐτὴν πειρασόμεθα. πολλάκις δὲ μετὰ τὴν πρὸς τὸ ἴσον σύγκρισιν καὶ πρὸς τὸ μεῖζον βιασόμεθα προάγειν τὸ πεπραγμένον, εὐπαράδεκτον ἐκ τοῦ ἴσου καὶ τὸ μεῖζον ἔχοντες, πλὴν εἰ μὴ πάνυ βίαιον ᾖ τὸ τοιοῦτο· τότε γὰρ ἡ πρὸς τὸ ἴσον ἱκανὴ ἔστω ἐξέτασις· παράδειγμα δὲ τοῦ καὶ πρὸς τὸ μεῖζον ἀναβαίνειν πολλάκις ἐκ τῆς ἰσότητος παρέχονται ὧδε· φιάλην τις ὑφελόμενος ἐξ ἡρῴου κρίνεται ἱεροσυλίας· ἐνταῦθα γὰρ, φασὶ, μετὰ τὸ ἴσον καταστῆσαι τὴν ἐκ τοῦ ἡρῴου τῆς φιάλης ὑφαίρεσιν τῇ ἱεροσυλίᾳ δυνήσεται καὶ κατὰ τὸ μεῖζον ἐπιχειρεῖν· καὶ τοιοῦτό τι βιαιότερόν πως εὑρήκασιν ἐπιχείρημα, ὡς μεῖζον τὸ ἐξ ἡρῴου τι περιελέσθαι μᾶλλον ἢ ἐκ τεμένους· οἱ μὲν γὰρ θεοί φασιν αὐτοὺς ἐξ ἁμαρτανόντων λαμβάνειν, τοῖς δὲ ἥρωσι δεῖ τῆς ἐκ τῶν δικαστῶν ἐπικουρίας.

`7.437–7.438`

κεʹ. Ἤδη προλαβὼν ἐν τῇ καταριθμήσει τῶν κεφαλαίων ἐδίδαξεν, ὅτι τοῦτο τὸ κεφάλαιον, ὅπερ ἐστὶν ἡ ἀντίθεσις, οὐκ ἔστι τῶν ἀεὶ ἐμπιπτόντων, εἰπὼν ἀντιθέσεις ἔστιν ὅτε· γίνεται δὲ ἐκ τῶν ἀντιθετικῶν στάσεων ὡς ἐπὶ ὁμολογουμένοις ἀτοπήμασιν· ὡς ὅταν εἴπῃ, ὅτι ἄξιος ἦν τοιαῦτα παθεῖν ἤ τι τῶν τοιούτων· οἷον ὡς ἐφʼ οὗ παρέθετο παραδείγματος τοῦ εὐνούχου· ἐνταῦθα γὰρ μετὰ τὴν προβολὴν καὶ τὸν ὅρον καὶ τὸν συλλογισμὸν καὶ ἔτι μετὰ τὴν πηλικότητα καὶ τὰ πρός τι ἐπιφέρει τὴν ἀντίθεσιν, λέγων ὅτι ἄξιος ἦν ἀναιρεθῆναι· τί γάρ μου τὴν γυναῖκα μοιχεύειν ἐπεχείρει; καὶ ἐνταῦθα μὲν ἐμπίπτει ἐν τῷ ἱεροσύλῳ οὐκέτι· καὶ ἵνα γνῶμεν πότε μὲν ἐμπίπτει, πότε δʼ οὒ, λεκτέον τῶν ὅρων τῶν μὲν κατὰ κρίσιν ὄντων τῶν δὲ κατὰ αἴτησιν, ἐν μὲν τοῖς κατὰ κρίσιν ἐμπίπτει· ἐπειδὴ γὰρ ἴδιον ἀντιθέσεως τὸ τῷ ἀδικήματι φανερῶς ἀντιτιθέναι αἰτίαν εὔλογον, διὰ τοῦτο ἐν μὲν τῷ κατὰ κρίσιν ἔχει χώραν, ἐν δὲ τῷ κατὰ αἴτησιν οὒ, ἐπειδὴ ἐυεργέτημα, οὐκ ἀδίκημα τὸ γενόμενον. καὶ ἄλλως τῶν ὅρων οἱ μὲν ἐξ εὐθείας ἔχουσι τὴν ζήτησιν, οἷον ὡς ἐπὶ τοῦ ὀρύξαντος τὸ κενοτάφιον, καὶ κρινομένου τυμβωρυχίας. ἐνταῦθα γὰρ ἐξ εὐθείας ἡ ζήτησις· κρίνεται γὰρ τυμβωρυχίας, καὶ τὸ ζήτημά ἐστιν, εἰ τυμβωρύχος. εἰ δʼ οὐκ ἐξ εὐθείας ἀλλʼ ἐφʼ ἕτερα ἡ ζήτησις χωρεῖ, διʼ ὧν τὸ κρινόμενον καταλαμβάνεται, οἷον ὡς ἐπὶ τοῦ τὸν εὐνοῦχον ἀνελόντος καὶ κρινομένου φόνου· ἐνταῦθα γὰρ τὸ μὲν κρινόμενον ὁ φόνος ἐστὶ, ζητεῖται δὲ, εἰ μοιχὸς ὁ εὐνοῦχος, ὅθεν καὶ τὸ εἶναι ἀνδροφόνον κατασκευάζεται τὸν ἀνελόντα τὸν εὐνοῦχον· ἐπὶ τούτων οὖν, ἐφʼ ὧν οὐκ ἔστιν ἐξ εὐθείας ἡ κρίσις, ἐμπίπτει ἡ ἀντίθεσις, ἐφʼ ὧν καὶ τὰ τῆς τάξεως ἀντέστραπται· ὁ γὰρ φεύγων ἐν τοῖς τοιούτοις κατήγορος γίνεται, καὶ ὁ φεύγων γίνεται διώκων. ὅθεν ὁ μὲν φεύγων τὰ πεπραγμένα προβάλλεται λέγων. εἰσῆλθεν εἰς τὴν οἰκίαν καὶ συγκατεκλίνετο τῷ γυναίῳ καὶ τὰς θεραπαινίδας διέφθειρε. ταῦτα δὲ ἀληθὴς τῆς μοιχείας ἐστὶν ἔλεγχος, ὁ δὲ διώκων ὑπὲρ τοῦ εὐνούχου ἀπολογούμενος εἰκότως τὰ παρειμένα προβάλλεται, ὅτι οὐκ ἔστι μοιχεία· πῶς γὰρ ἂν εὐνοῦχος μοιχεύσειεν, ὁ μὴ χρῆσθαι δυνάμενος, μηδὲ τὸ γένος ἀμφίβολον τῇ συνουσίᾳ ποιῶν; πρὸς ἃ τῷ συλλογισμῷ ὁ διώκων χρήσεται, μηδὲν διαφέρειν λέγων πρὸς τὸ εἶναι μοιχὸν, εἴτε δυνατὸς χρήσασθαι, εἴτε μή· τὴν γὰρ προαίρεσιν ἐξετάζειν δεῖ· εἶτα ἡ γνώμη τοῦ νομοθέτου κοινή ἐστιν, ὁ μὲν γὰρ διώκων ἐρεῖ, ὅτι ὁ νομοθέτης μοιχὸν οἶδε τὸν τῇ προαιρέσει τὰ τῶν μοιχῶν ἐπιτηδεύοντα, ὁ δὲ φεύγων ὑπὲρ τοῦ φόνου λύων τὴν αὔξησιν, εἰσάγει τὴν ἀντίθεσιν ἀντεγκληματικὴν, ἄξιον εἶναι λέγων αὐτὸν τῆς τοιαύτης τιμωρίας, ἣν λύει ὁ ἀντιλέγων τῇ μεταλήψει.

`7.439–7.442`

κϛʹ. Τὰ μὲν πρὸ τούτου κεφάλαια τῶν ἀεὶ ἐμπιπτόντων ἐστί· τοῦτο δὲ, φησὶ, ποτὲ μὲν ἐμπίπτει, ποτὲ δὲ ἐλλεῖπον φαίνεται. ἀλλʼ οὐκ ἀρκέσει, τοσοῦτον μόνον ἐπισημαίνεσθαι, προσθεῖναι δὲ ἀναγκαῖον τῷ λόγῳ τὴν περὶ τῆς εὑρέσεώς τε καὶ ἐλλείψεως αὐτοῦ μέθοδον, ὅπερ ἀνωτέρω ποιεῖ. Περὶ τῶν οὐκ ἀεὶ ἐμπιπτόντων ἡ ὁρικὴ στάσις πῆ μὲν καθαρῶς ἐφʼ ἑαυτῆς μένει, πῆ δὲ συμπλεκομένην ἔχει στάσιν ἑτέραν, ὥστε τὴν ὑπόθεσιν πρῶτον κατανοητέον, καὶ τὴν ὑποκειμένην παράστασιν, κἂν μὲν καθαρεύουσαν εὕρωμεν τῆς καθʼ ἑτέραν στάσιν ζητήσεως, πρόδηλον ὡς οὐκ ἂν ἐμπίπτοι ταῦτα τὰ κεφάλαια, εἰ δὲ στάσεως ἑτέρας ἐνείη τις συμπλοκὴ, τῆς ἐπισυμπλεκομένης στάσεως κεφάλαιον ἐμπεσεῖται, τουτέστιν ἀντιθετικὸν ἢ ἀντιληπτικόν· αὗται γὰρ καὶ μόναι τῷ ὅρῳ ἐπισυμπλέκονται· ἐπιδείξεται δὲ δὴ τὸ ἐντεῦθεν ὁ λόγος, καθʼ Ἡρόδοτον εἰπεῖν, καὶ πότε στάσεως ἑτέρας γίνεται συμπλοκή. ὁ τοίνυν ὅρος περὶ ὀνόματος ἀεὶ ποιούμενος τὴν ζήτησιν, καθάπερ ἐν τῇ μεθόδῳ δεδήλωται, περὶ αὐτοῦ μόνου πᾶσαν συνίστησι ζήτησιν, ἢ ἄρχεται μὲν ἐξ ὀνόματος, ἐπαναχωρεῖ δὲ πρὸς ἕτερον ζήτημα, ἢ καὶ αὐτὸς ὁρικὸν, ἢ μιᾶς τῶν εἰρημένων στάσεων, τουτέστι τῶν ἀντιθετικῶν ἢ τῆς ἀντιλήψεως, καὶ τοῦτον προέρχεται τὸν τρόπον ἡ τῆς στάσεως συμπλοκή. τοῦ μὲν προτέρου, φημὶ τοῦ περὶ τὸ ὄνομα πᾶσαν ἑστάναι τὴν ζήτησιν, παράδειγμα ὅ τε φιλόσοφος ὁ τὸν τύραννον πείσας καταθέσθαι τὴν τυραννίδα, καὶ ὁ τὰ ἰδιωτικὰ χρήματα ἐξ ἱεροῦ παρελόμενος, εἶτα κρινόμενος ἱεροσυλίας· ἐν τούτοις γὰρ διὰ τέλους περὶ τοῦ ὀνόματος ἡ ζήτησις, πότερον ἱεροσυλία τὸ πεπραγμένον ἢ κλοπὴ, καὶ πότερον τυραννοκτονῆσαι τοῦτό γε, τὸ παῦσαι τὴν τυραννίδα ἢ ἕτερόν τι, διʼ οὗ καὶ τὸ πρότερον παράδειγμα τόδε. ἀπὸ κενοταφίου τις φιάλην παρείλετο καὶ κρίνεται ὡς τυμβωρύχος. ἐνταῦθα γὰρ ἡμῖν ἡ πρότερον ζήτησις γίνεται περὶ τοῦ πότερον τυμβωρύχος, ἢ ἕτερόν τι· προβαίνει δὲ ἡ ζήτησις ἐφʼ ἕτερον, διʼ οὗ καὶ τὸ πρότερον ἀποδείκνυται, ζητούντων ἡμῶν, εἰ κενοτάφιον ἁπλῶς τάφος ἐστὶν ἢ ἕτερόν τι παρὰ τὸν τάφον. τούτου γὰρ δεικνυμένου καὶ τὸ πρῶτον συναποδείκνυται, εἰ τυμβωρύχος ὁ κρινόμενος· ἔστιν οὖν ἐνταῦθα καὶ τὸ δεύτερον ζήτημα ὁρικὸν, καὶ διὰ τῶν τοῦ ὅρου κεφαλαίων κατασκευάζεται· ἡ γὰρ ζήτησις λαμβάνει μὲν τὴν ἀρχὴν ἀπὸ τοῦ πότερον τυμβωρύχος ἐστὶν ὁ τὴν φιάλην παρελόμενος ἐκ τοῦ κενοταφίου ἢ μή· προβαίνει δὲ ἡ ζήτησις ἀναγκαίως ἐπὶ τὸ δεύτερον, εἰ τὸ κενοτάφιον ἁπλῶς τάφος ἐστὶν καὶ περὶ αὐτὸ γίνεται ἡ κατασκευὴ πᾶσα· τούτῳ γὰρ, ὡς ἔφαμεν, ἐξ ἀνάγκης καὶ τὸ πρῶτον συναποδείκνυται· καὶ ὅτι ἐπαναχωρεῖ πρὸς ἕτερον ζήτημα πολλάκις ὁ ὅρος, δεδήλωται διὰ τοῦ παραδείγματος, εἰ δὲ πρὸς ἕτερον ζήτημα ἐπαναχώρησις αὐτοῦ γίνεται, ἢ εἰς ὄνομα πράγματος, ἢ εἴς τι πρᾶγμα, ἢ εἰς πρόσωπον· ἂν μὲν οὖν εἰς ὄνομα πράγματος, ὁρικὴ πάλιν ζήτησις, καὶ χώραν οὐκ ἔχει τὰ ἀντιθετικὰ, ὡς ἐπὶ τοῦ προκειμένου παραδείγματος· ἀπὸ κενοταφίου τις φιάλην παρείλετο καὶ κρίνεται ὡς τυμβωρύχος· ἐπαναχωρεῖ γὰρ ἐνταῦθα εἰς τὸ ζητεῖν ὄνομα πράγματος, τί ἐστιν ὁ τάφος, καὶ εἰ τὸ κενοτάφιον τάφος ἐστὶν, ὅπερ ἐστὶν οὐ πρόσωπον ἀλλὰ προσηγορία πράγματος. ἂν δὲ εἰς πρᾶγμα ἡ ζήτησις ὑποστρέφῃ, τηνικαῦτα αἱ ἀντιθετικαὶ τῶν στάσεων ἐμπίπτουσιν, ἂν δὲ εἰς πρόσωπον ἐπαναχωροίη τὰ τῆς ζητήσεως, τότε ὡς ἐπὶ τὸ πλεῖστον μὲν ἀντίληψις εἴωθεν ἐμπίπτειν, ἔστι δὲ ὅτε καὶ ἀντίθεσις· τὸ δὲ τῆς ἐπισυμπλεκομένης στάσεως ἀνάγκη συνευρεθῆναι κεφάλαιον· λεκτέον δὲ ἐπὶ παραδείγματος τὰς τῶν εἰρημένων στάσεων συμπλοκάς· καὶ πρῶτόν γε τὸ παρὰ τῷ τεχνικῷ παράδειγμα ἐκθήσομεν, ἔχον δυοῖν στάσεων συμπλοκὴν, ἀντιλήψεώς τε καὶ μιᾶς τῶν ἀντιθετικῶν· εὐνοῦχόν τις εὑρὼν ἐπὶ τῇ γυναικὶ ὡς μοιχὸν ἀπέκτεινε καὶ φόνου φεύγει· μετὰ γὰρ τὴν πρώτην ζήτησιν τὴν περὶ τοῦ, τίς ὁ μοιχός; πῆ μὲν ἀντιλήψεταί τινος ἐξουσίας ὁ φεύγων, μοιχὸν φάσκων ἀνῃρηκέναι, τοῦ νόμου τοῦτο παρέχοντος, πῆ δὲ ἀντεγκαλέσει τῷ παθόντι ὡς ἀξίῳ παθεῖν ἃ πέπονθε· τί γὰρ εἰσελθὼν εἰς τὴν οἰκίαν τὸ γύναιον διέφθειρε, καὶ δῆλον, ὡς τὰ τούτων ἐμπεσεῖται πάντως κεφάλαια, τουτέστι τό τε ἀντιληπτικὸν καὶ τὸ ἀντεγκληματικὸν, πρόδηλον δὲ, ὡς ἀντιλήψεως εὑρισκομένης καὶ μετάληψις ἐμπεσεῖται. Λεκτέον δὲ καὶ τὰ τῶν λοιπῶν τριῶν ἀντιθετικῶν στάσεων παραδείγματα· ἐπετράπη στρατηγοῖς δυσὶ τὰ τοῦ πολέμου, τῷ μὲν φυλάττειν τὰ τείχη, τῷ δὲ μάχεσθαι τοῖς πολεμίοις· ὁ τεταγμένος ἐπὶ τῆς μάχης γενομένης ἥττης ἐπὶ τὸ τεῖχος κατέφυγεν, ὁ δὲ οὐ μόνον αὐτῷ τὰς πύλας οὐκ ἀνέῳξεν, ἀλλὰ καὶ εἶπεν, ἀπελθὼν μάχου· ἐμβαλόντος αὖθις ἐκείνου τοῖς πολεμίοις νίκη γέγονε καὶ ἀμφισβητοῦσιν ἑκάτερος τοῦ γέρως· ἡ μὲν οὖν πρώτη ζήτησις ἡ ὁρικὴ, τί τὸ νικᾷν τοὺς πολεμίους ἐστὶ, πότερα τὸ προτρέπειν ἐπὶ τὸν πόλεμον καὶ εἰς ἀνάγκην περιστῆσαι πρὸς μάχην ἑλέσθαι ἢ τὸ αὐτοχειρίᾳ τοῖς πολεμίοις διαμάχεσθαι· ἡ δὲ δευτέρα, κατὰ ἀντίστασιν λέγοντος τοῦ στρατηγοῦ, ὡς τὴν φυγὴν ἐξεπίτηδες ἑλόμενος εἴη, ἵνα τῶν πολεμίων ὡς ἐπὶ νίκῃ ἀφράκτων γενομένων ἐπικρατέστερον τὸ στράτευμα γένηται, καὶ ἔστι τὸ τοιοῦτον ἀντιστατικὸν διὰ τοῦ δοκοῦντος ἀτόπου, μεῖζον εἰσφέροντος εὐεργέτημα τοῦ στρατηγοῦ· ἔστι οὖν αὕτη δευτέρα ζήτησις ἀντιστατικὴ, πότερα ἄκων ἢ ἑκὼν ἔφυγε· τρίτον δὲ ἐπὶ τούτοις ἐμπίπτει τὸ συγγνωμονικὸν, παραιτουμένου συγγνώμην ἐπὶ τῇ προτέρᾳ ἥττῃ τοῦ στρατηγοῦ καὶ τῇ τύχῃ ἀνάπτοντος· ἡ μὲν οὖν τῆς ἀντιστάσεώς τε καὶ τῆς συγγνώμης πρὸς τὸν ὅρον συμπλοκὴ διὰ τοῦ προκειμένου δεδήλωται παραδείγματος. λείπεται δὲ καὶ τῆς μεταστάσεως ἔτι δοῦναι παράδειγμα. Δημοσθένης παρὰ Φιλίππῳ λέγων πρεσβείαν ἐξέπεσε καὶ κρίνεται ὑπὸ Αἰσχίνου δειλίας· τὸ μὲν γὰρ πρῶτον ζήτημα ὁρικὸν, προτεινομένου τοῦ ῥήτορος, ὡς οὐκ εἴη τοῦτο δειλία· οὐ γὰρ ὅπλου ἀποβολὴ γέγονεν, οὐ μάχης φυγὴ, οὐ τοιοῦτον οὐδέν· ἔπειτα καὶ τῷ μεταστατικῷ χρήσεται λέγων, ὡς εἰ καὶ δειλία τὸ τοιοῦτον εἴη, τὴν αἰτίαν ὁ Φίλιππος ἐχέτω τῶν λόγων, οὐχ ἡδέως οὐδʼ εὐνοϊκῶς ἀκροώμενος καὶ διὰ τοῦτο τοῦ ἐκπεσεῖν γενόμενος αἴτιος, ὁ Φιλοκράτης τυχὸν παρεστὼς καὶ τῶν λεγομένων καταγελῶν.

`7.443`

κζʹ. Διπλῆ τίς ἐστιν ἡ ποιότης, ἡ μὲν τοῦ προσώπου ἰδία, περὶ ἧς λέξομεν, ἡ δὲ κοινὴ παντελῶς καὶ ἐπιλογικὴ, ἐν ᾗ οἱ ἐπίλογοι τάττονται· τοῦ γὰρ ὅρου ἐκ πεπραγμένου καὶ λείποντος ὄντος, διὰ μὲν τῶν πρώτων κεφαλαίων τῶν ἀγωνιστικῶν συνεισάγομεν εἰς ταὐτὸν τὰ πεπραγμένα τοῖς παρειμένοις, διὰ δὲ τῶν ἑξῆς αὔξομεν τὰ παρειμένα, ἔτι δὲ λειπούσης ἡμῖν εἰς ἔλεγχον τῆς τοῦ κρινομένου ποιότητος, εἰκότως πρὸς ἀναπλήρωσιν τῆς ὅλης ἀποδείξεως παραλαμβάνεται ἡ ποιότης αὕτη, φυλαττομένης κοινῆς ποιότητος τοῖς ἐπιλόγοις· μεταξὺ δὲ ἀγώνων καὶ ἐπιλόγων ἐστὶν ἡ ποιότης αὕτη, πιστουμένη μὲν τὰς τῶν νῦν πραγμάτων δείξεις διὰ τοῦ φανέντος βίου, ὁδὸς δὲ τῇ κοινῇ ποιότητι ἤτοι τοῖς ἐπιλόγοις γινομένη, οὐχ ὥσπερ δὲ ἐν τῷ στοχασμῷ διὰ τῆς βουλήσεως κατασκευάζομεν τὸ ἔγκλημα, καὶ ἔστι σχεδὸν τὸ συνεκτικώτατον τῶν κεφαλαίων, ἡ δὲ βούλησις οὐκ ἄλλως ἢ διὰ τῶν ἐγκωμιαστικῶν κεφαλαίων προέρχεται· ἐν δὲ τῷ ὅρῳ φορᾶς ἕνεκα παραλαμβάνεται, βεβαιούσης τὴν προλαβοῦσαν διὰ τῶν κεφαλαίων ἀπόδειξιν· ὥστε ἐν μὲν τῷ στοχασμῷ ἡ ποιότης ἐστὶ κατασκευαστική· ἐν δὲ τῷ ὅρῳ βεβαιωτική· παρακολουθοῦντα δὲ τῷ προσώπῳ εἰσὶ τὰ ἐγκωμιαστικὰ κεφάλαια· τὸ γένος, ἡ ἀγωγὴ, τὰ ἐπιτηδεύματα, αἱ πράξεις.

`7.444–7.448`

κηʹ. Πολλὴ περὶ τῆς ποιότητος ἡ ζήτησις, πότερον κεφάλαια τῶν ἀγώνων ἐστὶν ἢ ἐπίλογοι, ὥσπερ ἡ κοινὴ ποιότης ἐν τῷ στοχασμῷ· ὁ μὲν γὰρ Μινουκιανὸς ἐν ἐπιλόγοις τάττει φανερῶς τὴν ποιότητα, Μητροφάνης δὲ τοὐναντίον ἐν κεφαλαίοις τῶν ἀγώνων· φησὶ γὰρ αὐτὴν περὶ τὸ μέγιστον τῆς ὑποθέσεως χρήσιμον γίνεσθαι, τουτέστι περὶ τὸ ἀναπληρῶσαι τὸ ἐν τῷ ὅρῳ ἐλλεῖπον· παντὸς γὰρ, ὡς ἔφαμεν, ὅρου τὸ μὲν λείπει, τὸ δὲ πέπρακται· τὸ τοίνυν λεῖπον διὰ τούτου, φησὶ, μάλιστα προσαναπληροῦται· πῶς οὖν ἂν, φησὶν, ἔξω τῶν κεφαλαίων τάττοιτο, εἰ καὶ τὸ μέγιστον τῶν ἀγώνων ἐν τούτῳ κατορθοῦται; ποιεῖ οὖν τοιαύτην τινὰ διαίρεσιν τῆς ποιότητος· χωρίζων τὸ προκείμενον κατὰ ταὐτὸν κεφάλαιον ἐκ τῆς ἐν τῷ στοχασμῷ κοινῆς ποιότητος, καθόλου, φησὶν, ἡ ποιότης ἢ κοινὴ κατὰ πάντων ἐστὶν, ἢ ἰδία τινὸς ὑποκειμένου προσώπου, ἡ μὲν κοινὴ κατὰ πάντων αὐξητική τέ ἐστιν καὶ ἐν ἐπιλόγοις τετάξεται, παραλαμβάνεται γὰρ ἐν αὐτῇ καὶ ὁ κοινὸς τόπος, ὃς ἀναμφιλέκτως ἐστὶν ἐπιλογικὸς, οὐδὲν ἕτερον ἢ κοινὴν αὔξησιν ἔχων κατὰ παντὸς φονέως τυχόν· ἡ δὲ ἰδία ποιότης τοῦ ἐν τῇ ὑποθέσει κρινομένου προσώπου κεφάλαιόν ἐστιν ἴδιον, φησὶ, τοῦ ὅρου, χρήσιμον τῷ παντὶ σχεδὸν τῆς ὑποθέσεως· ἐν παντὶ γὰρ, ὡς ἔφαμεν, ὅρῳ πεπραγμένου τινὸς ὄντος καὶ λείποντος, τὸ λεῖπον εἰς ταὐτὸν ἄγειν τῷ πεπραγμένῳ πειρώμεθα, καὶ τοῦτο ἡμῖν ἐστιν, ὡς εἰπεῖν, τοῦ παντὸς ἀγῶνος κεφάλαιον. διόπερ οὐκ ἀρκέσει πρὸς τὴν τούτου κατασκευὴν ἡ διὰ τῶν ἐνθυμημάτων ἀπόδειξις· βιαιοτέρα πως καθεστηκυῖα, πιθανὴ δὲ μᾶλλον· πρὸς τούτοις ἑτέρων τινῶν δεησόμεθα. ταῦτα δέ ἐστι τὰ ἤδη πεπραγμένα τε καὶ προβεβιωμένα τῷ κρινομένῳ προσώπῳ, ἵνα τὸν παρελθόντα βίον συμβαίνοντα τῷ νῦν ἐγκλήματι δείξωμεν, ὅπερ ἐστὶν ἡ ποιότης· οἷον εἰ τὸν ἱερόσυλον κρινόμενον ἐπιδείξομεν καὶ πρότερον ἰδιωτικὰ πολλάκις ὑφελόμενον ἢ περὶ λῃστείαν ἐσχολακότα· πιθανώτερον γάρ πως ἐκ τούτων ἱεροσυλία τὸ νῦν ἔγκλημα φανεῖται· καὶ ἔτι ἐπὶ τοῦ φιλοσόφου τοῦ πείσαντος τὸν τύραννον καταθέσθαι τὴν τυραννίδα τὸν πρότερον ἐξετάζοντες βίον καὶ τὸν ὕστερον προκείμενον εὐπαράδεκτον ἕξομεν, οἷον ὅτι πάντα τὸν βίον τὰ λυσιτελοῦντα τῇ πόλει διαπράξας φαίνεται· ὥς γε καὶ τοῦτο ἐξ ἀρχῆς τῶν ἐπιτηδευμάτων προείλετο, διʼ οὗ τοὺς νέους ὑμῖν ἀμείνονας καταστήσει, τῆς ἐλευθερίας ἐφιεμένους, ἀλλὰ μὴ τυράννων ἀκρασίαις δουλεύοντας, μηδὲ ἐκδιδομένους ταῖς ἡδοναῖς· διαιρεῖται δὲ τριχοῦ κατὰ τοὺς χρόνους ἡ ποιότης, κατὰ τὸν παρελθόντα καὶ τὸν ἐνεστῶτα καὶ ἔτι τὸν μέλλοντα· κατὰ μὲν τὸν παρελθόντα, ὥσπερ ἐδείξαμεν, κατὰ δὲ τὸν ἐνεστῶτα τὴν ἐπὶ τῆς ὑποκειμένης πράξεως ἐξεταζόντων ἡμῶν ποιότητα, κατὰ δὲ τὸν μέλλοντα, οἷον εἰ λέγομεν, τίς ἔσται φυγὼν, καὶ τὸ παρὸν διακρουσάμενος· τὴν δὲ κατὰ τὸν μέλλοντα ἐξέτασιν διχῆ κατὰ τὸ ἀποτελούμενον ἐκ τῆς τοιᾶσδε κρίσεως βλάβος ἢ ὠφέλιμον διαιροῦμεν, πῆ μὲν κοινὸν καὶ εἰς ἅπαντας ἧκον δεικνύντες τὸ ἀδίκημα, πῆ δὲ ἐπʼ αὐτοῦ διαμένον τοῦ κρινομένου· κοινὸν μὲν διὰ τῆς μιμήσεως, ὅτι πολλοὶ μιμήσονται τὴν πρᾶξιν τῷ μὴ τιμωρίαν ὑποσχεῖν αὐτὸν ὧν ἥμαρτεν, ἴδιον δὲ ἐξ αὐτοῦ τοῦ κρινομένου· οἷον εἰ λέγοιμεν, ὡς νῦν ἐκφυγὼν τὴν τιμωρίαν ἐπὶ τῶν αὐτῶν ἔσται πάλιν· ληπτέον δὲ τὴν ποιότητα κατὰ τὰς τῶν προσώπων διαφορὰς καὶ τὰ παρακολοθοῦντα τούτοις, ἡ δὲ τῶν προσώπων διαίρεσις εἴρηται μὲν καὶ ἀνωτέρω· κἀνταῦθα δὲ πάλιν διεῖλεν ὁ τεχνικὸς τὸν λόγον ἐπαναλαβών· τῶν γὰρ προσώπων, φησὶ, τὰ μὲν ὡρισμένα ἐστὶ, τὰ δὲ ἀόριστα· καὶ αὖ πάλιν τῶν ἀορίστων τὰ μὲν παντελῶς ἀόριστα, τὰ δὲ κρίσιν ἐπιδεχόμενα, ἅπερ ἀνωτέρω κατὰ τὴν τῶν προσώπων τεχνολογίαν πρός τι ὠνόμασαν· τὰ μὲν οὖν ὡρισμένα διὰ τῶν ἐγκωμιαστικῶν χρὴ τόπων διεξιέναι, λέγων δὲ τῶν ἐπιβαλλόντων τῷ ὑποκειμένῳ, οὐ γὰρ ἅπασιν ἐντελῶς τοῖς ἐγκωμιαστικοῖς τόποις χρηστέον, τὰ δὲ ἀόριστα καὶ κρίσιν ἐπιδεχόμενα, τουτέστι τὰ πρός τι διὰ τῆς ἀπʼ αὐτῶν καθολικῆς ποιότητος· οἷον περὶ τῶν πατέρων, ὅτι φιλόστοργοι καὶ χρηστοί· περὶ τῶν νέων, ὅτι θρασεῖς καὶ πρὸς πάντα ὁρμᾷν ἕτοιμοι, περὶ δὲ τῶν πλουσίων, ὅτις ἀλαζόνες καὶ ἐπηρμένοι διὰ τὴν τύχην· καὶ ἐπὶ τῶν ἄλλων ὁμοίως· καθάπερ ἐπὶ τῶν προσώπων ἰδίᾳ τετεχνολόγηται· εἰ δὲ ἀόριστον παντελῶς εἴη τὸ πρόσωπον ὥσπερ τὸ τίς, οὐδὲ τότε ἄποιον ἡμῖν καταληφθήσεται, ἀλλʼ ἐκ τοῦ ὑποκειμένου πράγματος ἀναπλάσομεν ποιότητά τινα τοῦ δεδρακότος προσώπου, οἷον εἰ φαῦλον εἴη τὸ πρᾶγμα, παραπλησίαν καὶ τῷ προσώπῳ ποιότητα περιθήσομεν, ὡς ἐπὶ τοῦδε τοῦ παραδείγματος· παρίσταταί τις νεοσφαγεῖ σώματι ξίφος ἔχων, καὶ κρίνεται φόνου· ἔχομεν γὰρ ἐκ τοῦ παρεστάναι τὸ ἀπάνθρωπον καὶ ὀργίλον τοῦ ἤθους ἀναπλάττειν, ὡς οὐδὲ μετὰ τὴν σφαγὴν ἐκεκόρεστο τῆς ὀργῆς, καὶ ὅσα τοιαῦτα· εἰ δʼ αὖ χρηστὸν εἴη τὸ πεπραγμένον, χρηστὴν καὶ τὴν ποιότητα τοῦ προσώπου ληψόμεθα καὶ τοῦτον τὸν τρόπον εὐποροῖμεν ἂν καθάπαξ τῆς τῶν προσώπων ποιότητος· τοσαῦτα περὶ τῆς ποιότητος εἰρήσθω, ἣν ὁ μὲν Μινουκιανὸς ἐν ἐπιλόγοις τάττει, ὁ δὲ Μητροφάνης κεφάλαιον εἶναι τῶν ἀγώνων ἐκδέχεται, διαμαρτόντε ἄμφω τοῦ δέοντος· ὡς μὲν γὰρ οὐκ ἂν εἴη κεφάλαιον ἀγωνιστικὸν, σκέψαιτο ἄν τις ἐντεῦθεν οὐ χαλεπῶς· καθόλου τὰ κεφάλαια τῆς ὑποκειμένης ὑποθέσεως ἐκβαίνειν οὐ βούλεται, ἄν τε αὐξητικὰ εἴη, ἄν τε πρὸς ἀπόδειξιν κομιζόμενα· οὐ γὰρ ἐν τῷ πρός τι ἢ τῇ πηλικότητι, ἅπερ ἐστὶν αὐξητικὰ κεφάλαια, καθολικὴν ποιούμεθα αὔξησιν, ἀλλὰ μερικὴν καὶ πρὸς τὴν ὑποκειμένην ὑπόθεσιν, ἡ δὲ ποιότης, περὶ ἧς νυνὶ πρόκειται λέγειν, οὐ περὶ τὴν ὑπόθεσιν ἕστηκε, πῶς γὰρ ἂν τὰ ἔξωθεν τοῦ προκειμένου βιαζομένη καὶ περιεργαζομένη; τῶν γὰρ ἤδη βεβιωμένων ἐξετασμὸν ποιεῖται, ὁ δὲ δικαστὴς οὐ περὶ τοῦ παντὸς βίου ἐξετάσων εἰσῆλθεν, ἀλλὰ περὶ τῆς ἐφʼ ᾗ κρίνεται πράξεως, πῶς οὖν ἡ ποιότης ἀγωνιστικὸν κεφάλαιον τῆς ὑποθέσεως ἐκβαίνουσα; ἀλλὰ φήσει τις τοῦ ἀγῶνος ἐντεῦθεν κατορθοῦσθαι τὸ μέγιστον, ὅπερ ἔφην ἀνωτέρω, καὶ ὅτι συντελεῖ πρὸς τοὺς ἀγῶνας καὶ τὴν τοῦ παντὸς λόγου κατασκευὴν, διὰ γοῦν τοῦτο μετὰ τῶν κεφαλαίων ταχθήσεται· πρὸς ὃ ῥητέον, ὡς οὐδὲ ἡ κοινὴ ποιότης μάτην παραλαμβάνεται, συντελεῖ δέ τι πρὸς τὸν ἀγῶνα, καίτοι οὐ κεφάλαιον ἡ κοινὴ ποιότης, ἀλλʼ ἐπίλογος, ὅλως δὲ καὶ τὰ προοίμια καὶ τοὺς ἐπιλόγους οὐ μάτην, ἀλλʼ ἕνεκα τῶν ἀγώνων παραλαμβάνομεν· ὡς μὲν οὖν οὐ κεφάλαιόν ἐστιν, δῆλον ἐντεῦθεν, ὡς δʼ αὖ πάλιν οὐ κατὰ Μινουκιανὸν ἐν ἐπιλόγοις, καθάπερ ἡ κοινὴ ποιότης, σαφὲς ἤδη γιγνέσθω· τῆς γὰρ κοινῆς τουτέστι τῶν ἐπιλόγων αὔξησιν μόνον ἢ ἀνακεφαλαίωσιν ἐχόντων, ἡ νῦν προκειμένη ποιότης οὐκ αὐξητικὴ μόνον ἀλλὰ πιστωτικὴ γίνεται· ἐκ γὰρ τῶν ἤδη πεπραγμένων ἀποδείκνυσθαί πως τὰ παρόντα δοκεῖ· τὸ δὲ οὐκ ἀποδεικτικὸν ὁ ἐπίλογος· ποῦ τοίνυν ἔτι ταχθήσεται, τῶν κεφαλαίων καὶ τῶν ἐπιλόγων ἐκβεβλημένη; ἦ δῆλον ὡς τὴν μεταξὺ τούτων ἀπολήψεται τοῖς ἐπιλόγοις ἁρμόττουσα, καὶ οὐδὲ μεθʼ ἑτέρου τάττεσθαι δυναμένη τῷ κοινωνεῖν ἑκατέρων· ἔστι τοίνυν ἡ ποιότης ἐπιχειρημάτων συναγωγὴ μεταξὺ πεπτωκότων ἐπιλόγου καὶ ἀγῶνος· ταὐτὸν δὲ καὶ περὶ τῆς γνώμης φαίημεν ἄν· συνδιαλαμβάνεται γὰρ καὶ αὕτη, καθάπερ ἐδείξαμεν, τῇ ποιότητι· τὰς γὰρ ἐπαινουμένας τῶν πράξεων διαβάλλειν καθʼ ἑαυτὰς οὐ δυνάμενοι διὰ τῆς γνώμης τοῦ πεπραχότος κατηγορήσομεν· τοὺς δὲ ἐπιλόγους ἐπὶ τῆς κοινῆς ἐμάθομεν ποιότητος, περὶ ἧς ἡμῖν ἐν τῷ στοχασμῷ τετεχνολόγηται· κοινὴν γὰρ ποιότητα διὰ τούτων ἔφην ὠνομάσθαι τοὺς ἐπιλόγους, ἐπεὶ κοινοὶ πασῶν τῶν στάσεων φαίνονται.

`7.449`

κθʹ. Ἐὰν, φησὶν, ᾖ κύριον τὸ πρόσωπον, οὗ ἡ ποιότης ὥρισται ἐν ταῖς ἱστορίαις, τὰς κατασκευὰς καὶ ἀφορμὰς ληψόμεθα ἀπὸ πάντων τῶν ἐγκωμιαστικῶν· καὶ ταύτην ἐργαζόμεθα τὴν ποιότητα κατὰ τοὺς τρεῖς χρόνους, κατὰ τὸν παρῳχημένον, κατὰ τὸν ἐνεστῶτα, κατὰ τὸν μέλλοντα· κατὰ τὸν παρῳχημένον λέγοντες, ὅσα τοῖς ἀπὸ γένους, εἴπερ εἴη κύρια, οἷον τὸ εἰπεῖν, οὐ χρὴ διά γε αὐτὸν σώζεσθαι, οὐδὲ γὰρ χρηστὸν τὸ γένος· εἰ δὲ καὶ τῶν εὐπατριδῶν τις ἦν, μειζόνως αὐτὸν ἔδει κολάζειν, ὅτι ἐκ τοιούτων γεγονὼς καὶ τοιαῦτα ἔχων τὰ παραδείγματα, καὶ ἑαυτὸν καὶ τὸ γένος κατῄσχυνε, καὶ ὅσα ἀπὸ τῆς τοῦ προσώπου ποιότητος ἐμπίπτει ἐξ ἱστορίας, ἢ ἐξ ἄλλου τινὸς τρόπου· κατὰ δὲ ἐνεστῶτα ἐξετάζοντες, ἐφʼ οἷς νῦν κρίνονται· κατὰ δὲ τὸν μέλλοντα στοχαστικῶς προαγόμενοι, στοχαστικὴ γὰρ ἡ τοιαύτη κατασκευὴ, τὸ ἐκ τῶν πεπραγμένων τὰ μὴ πεπραγμένα ἐλέγχειν· λέξομεν γὰρ, ὅτι ποῖον ἐλπίζειν δεῖ γεγενῆσθαι τὸν κατηγορούμενον ἀπὸ τῶν νῦν ἀπʼ αὐτοῦ πεπραγμένων, οὕτω καὶ Δημοσθένης τὸ κεφάλαιον κατὰ τὴν εἰρημένην μέθοδον προχειρισάμενος, πρῶτον μὲν διαβάλλων ἀπὸ τοῦ γένους τὸν Μειδίαν βάρβαρον αὐτόν φησι καὶ οὐδὲ γνήσιον εἶναι, ἀλλʼ ἐξ ἑταίρας ὑποβληθῆναι τῷ πατρὶ, ἔπειτα καὶ ἀπὸ τῶν πεπραγμένων διέβαλε καὶ εἰς τὸν μέλλοντα χρόνον ἐλθὼν ἔφη, δεῖν πλέον ὀργισθῆναι ἐφʼ οἷς μέλλει ποιεῖν, ἢ ἐφʼ οἷς διεπράξατο, εἰ τὴν παροῦσαν ἐκφύγοι δίκην· ἰστέον δὲ, ὅτι ἐν τούτῳ τῷ κεφαλαίῳ καὶ παραδείγμασι χρησόμεθα τοῖς ἐμπίπτουσιν, ἐντεῦθεν ἐξαίροντες τὸ ἔγκλημα, ὡς καὶ αὐτὸς Δημοσθένης· εἰπὼν γὰρ περὶ τοῦ Μειδίου, ὅτι βάρβαρος καὶ ὅσα ἕτερα περὶ αὐτοῦ εἴρηκε, παρήνεγκε τὸν Ἀλκιβιάδην, πανταχόθεν αὐξήσας τὴν ἐκείνου ποιότητα, εἰπὼν, ὅτι ἐκ προγόνων ἐφύλαττε πρὸς τὸν δῆμον τὴν εὔνοιαν καὶ ὅσα περὶ αὐτοῦ εἶπεν.

`7.450`

λʹ. Μετὰ τοῦτο τὸ κεφάλαιον ἕπεται ἡ γνώμη, καθʼ ἣν ἐξετάσομεν, τί βουλόμενος ἐπὶ τούτῳ κεχώρηκεν, ὥσπερ ἐπὶ τοῦ τὸ κενοτάφιον ὀρύξαντος· ἐρεῖ γὰρ ὁ κατήγορος, ὅτι ἐπὶ τούτῳ πάντως παρεγένετο, ἐλπίζων μετὰ τοῦ κειμένου εὑρεῖν τι τῶν εἰωθότων τοῖς οἰχομένοις συνθάπτεσθαι, ἐμπίπτει δὲ καὶ ἐν τοῖς κατʼ αἴτησιν, οἷον ὡς ἐπὶ τοῦ φιλοσόφου· ἐρεῖ γὰρ, ὅτι βουλόμενος τὴν πόλιν ὡς ἀληθῶς κινδύνων ἐξελεῖν, ἅπερ εἴωθε συμβαίνειν τοῖς καινοτέροις τῶν ἔργων, τούτῳ τῷ τρόπῳ μετῆλθε· ταῦτα δὲ τὰ κεφάλαια ὥσπερ ὁ κατήγορος μεταχειριεῖται, οὕτω καὶ ὁ φεύγων εἰς τοὐναντίον αὐτῷ περιάγων καὶ πρὸς τὸ λυσιτελοῦν μεταφέρων τοὺς λόγους· ἐρεῖ γὰρ ἀπὸ μὲν τῆς ποιότητος, ὅσα ἐμπίπτει ἀπὸ τοῦ γένους καὶ τῶν ἄλλων παρεπομένων, καὶ ὅτι συκοφάντης ὢν τὸν ἀγῶνα τοῦτον πεποίηται· καὶ ἐν τῷ κατʼ αἴτησιν ἐρεῖ, ὅτι εἰδὼς τὴν τυραννίδα καὶ ἐπισφαλῆ καὶ κίνδυνον τοῖς ἔχουσι φέρουσαν, ἅμα δὲ καὶ δεδιὼς, μὴ συνειδότος κριθείη, τὸν τύραννον ἔπεισε καταθέσθαι τὴν δυναστείαν· γνώμην οὖν ἐνταῦθα καλεῖ τὴν τοῦ πεπραγμένου αἰτίαν, τίνος ἕνεκα καὶ διὰ τί τόδε ἔπραξε, καὶ ζητήσει αἰτίαν εὐπρόσωπον, ἥτις παρὰ τοῦ κατηγόρου μὲν κινεῖται, λύεται δὲ ὑπὸ τοῦ φεύγοντος χρώματι, οἷον ἐπὶ τοῦ ἱεροσύλου· ἀλλʼ εἴπερ μὴ ἱεροσυλεῖν ἐβούλου, τίνος ἕνεκεν οὐ πρὸς ἰδιώτου παρελθὼν οἰκίαν ἐλῄστευσας· ὁ δὲ φεύγων πρὸς τὴν αἴτησιν τῆς γνώμης κινήσει χρῶμα συγγνωμονικὸν, ὡς λαθεῖν ἤλπιζον μᾶλλον ἐξ ἱεροῦ χρήματα λαμβάνων· κινήσει δὲ ὁ φιλόσοφος γνώμην· πρῶτος γὰρ λέγων κατηγόρου τάξιν ἐπέχει, ὁ δὲ ἀντιλέγων τὴν τοῦ φεύγοντος, ἀλλʼ εἴπερ μὴ καθελεῖν ἔσπευδον τὴν τυραννίδα, τίνος ἕνεκεν ἐμαυτοῦ περιφρονήσας ἐπὶ τὴν ἀκρόπολιν ἐχώρουν, καὶ λόγοις ἐλαύνειν τὸν τύραννον ἐπειρώμην; ὁ δὲ ἀντιλέγων πρὸς ταῦτα κινήσει χρῶμα οὐ κατὰ διάνοιαν τοιάνδε, ἀλλʼ ἤδη σαθρὰν ἐγνωκὼς εἶναι τὴν τυραννίδα πείθειν τετόλμηκας ἄνθρωπον, αἱρετωτέραν ἤδη τῆς ἄκρας ἡγούμενον τὴν φυγήν.

λαʹ. Οἷον ποίᾳ γνώμῃ ὁ κρινόμενος τυμβωρυχίας ἐπὶ τὸ κενοτάφιον ἦλθε καὶ ὁ κρινόμενος ἱεροσυλίας ἐπὶ τὸ ἱερόν.

λβʹ. Ἡ κοινὴ ποιότης ποτὲ μὲν προηγήσεται τῆς ἰδικῆς ποιότητος, ποτὲ δὲ ἔσται ἀδιάφορον ἔχουσα τὸν τόπον, καὶ ἢ καθʼ αὑτὴν ἐξετάσομεν, ἢ καὶ συμπεπλεγμένως ἀμφοτέρας μιγνύντες, τήν τε κοινὴν ποιότητα καὶ τὴν ἰδικὴν μετὰ τῆς γνώμης· κοινὴν δὲ ποιότητα δηλοῖ τοὺς ἐπιλόγους, τὸ δὲ ἐνταῦθα ἀντὶ τοῦ, ὡς ἐν τῷ ὅρῳ· κοινὴ δὲ ποιότης ἐστὶν, ὡς καὶ ἐν στοχασμῷ εἴρηται, ἡ καθόλου παντὸς προσώπου διαβολὴ, ὡς ἐν τῷ κοινῷ τόπῳ κατὰ παντὸς ῥήτορος ἢ στρατηγοῦ ἢ τυράννου.

`7.451`

λγʹ. Συμπλέκεται, φησὶν, ἡ κοινὴ ποιότης τῇ ποιότητι τοῦ ὑποκειμένου προσώπου· διπλῆ γάρ ἐστιν, ὡς εἴπομεν, ποιότης, ἡ μὲν ἰδία τοῦ κρινομένου προσώπου, ἡ δὲ καθολική· ἀλλʼ ἡ μὲν κεφαλαίου χώραν ἐπέχει, ἡ δέ ἐστιν ἐπιλογική· ληψόμεθα δὲ τὴν διαβολὴν καὶ τὸν ἔπαινον ἀπὸ τῆς ποιότητος τοῦ ὑποκειμένου προσώπου, ἢ καὶ τῆς πράξεως· οἷον τὸν ἱερόσυλον κρινόμενον διαβαλοῦμεν μὲν καὶ ἀπὸ τοῦ ἄλλου βίου, λέξομεν γὰρ, ὅτι καὶ ἐξ ἀρχῆς τοιοῦτος ἦν τολμηρὸς, καὶ ἐπὶ τοῦ φιλοσόφου τὸ ἐναντίον, ὅτι κοσμίως ἐξ ἀρχῆς καὶ ἀνδρείως ἐβίωσεν· ἀναγκαῖον δὲ καὶ τὸ τῆς κοινῆς ποιότητος, πρὸς γὰρ οὕτως ἰσχυρὸν τὸ κεφάλαιον τὸ προηγησάμενον ὁ φεύγων οὐδὲν ἕξει ἀντιθεῖναι, εἰ μὴ ἄρα τι ἡ ὑπόθεσις διδοίη, πλὴν ἔλεον καὶ τὰ συγγνωμονικὰ καὶ οἶκτον, οἷς χρήσεται συστῆναι βουλόμενος τὴν ἑαυτοῦ γνώμην· ταῦτα δέ ἐστιν ἡ κοινὴ ποιότης, τουτέστιν οἱ ἐπίλογοι, οἷς καὶ τὰ τελικὰ ἐν ταῖς ἐκβάσεσι μάλιστα συνῆπται κεφάλαια ἐφʼ ἑκατέρου μέρους, κοινοὺς γὰρ ἔφαμεν εἶναι τοὺς ἐπιλόγους.

Περὶ τῶν εἰδῶν τοῦ ὅρου.

αʹ. Καθάπερ ἐν στοχασμῷ μετὰ τὴν διαίρεσιν τῶν κεφαλαίων διέλαβε περὶ τῶν εἰδῶν τοῦ στοχασμοῦ, τὸν αὐτὸν τρόπον κἀνταῦθα διελὼν τὸν ὅρον τὰ εἴδη λοιπὸν παραδίδωσι τοῦ ὅρου· ἰστέον δὲ, ὅτι τινές φασιν, ὡς εἴδη ὁ ἁπλοῦς ὅρος οὐκ ἔχει· οὔτε γὰρ ἐναλλαγὴ κεφαλαίων ἐν αὐτῷ, οὔτε πλεονασμὸς, οὔτε ἔλλειψίς ἐστιν, ἅπερ ἔφαμεν ἐν ταῖς στάσεσιν τὰ εἴδη ποιεῖν.

`7.452–7.456`

ϛʹ. Ὃν τρόπον ἐπὶ τοῦ στοχασμοῦ μετὰ τὴν τῶν κεφαλαίων διαίρεσιν περὶ τῶν εἰδῶν διελάμβανε, τοῦτον κἀνταῦθα τῇ τῶν κεφαλαίων διαιρέσει τὴν περὶ τῶν εἰδῶν ἐπάγει διδασκαλίαν. Ἔστι δὲ ἡ κατὰ εἴδη διαίρεσις αὕτη, τῶν ὅρων κ. τ. λ. εἰ δέ τις φαίη δυοῖν καθεστάναι πραγμάτων ἐνταυθοῖ ζήτησιν, φόνου τε καὶ μοιχείας, ῥητέον, ὡς ἄρχεται μὲν ἐκ τοῦ φόνου ἡ ζήτησις, τὸ δὲ τῆς μοιχείας εὐθέως ἀνθυπαγόμενον ἐφʼ ἑαυτὸ τὴν πᾶσαν ἕλκει ζήτησιν· ἐντεῦθεν γὰρ καὶ ὁ φόνος λαμβάνει τὴν κατασκευὴν, ὥστε ἁπλῆ τίς ἐστι περὶ μόνης μοιχείας ἡ ζήτησις· τῶν δὲ κατὰ κρίσιν διπλῶν ἐφεξῆς τὰ παραδείγματα κατʼ εἶδος ἐκθήσομεν· ὁ διπλοῦς τοίνυν, ὡς ἔφην, τετραχῶς διαιρεῖται· καὶ ἔστιν ἀντονομάζοντος μὲν παράδειγμα ὁ ἐπὶ τῇ τῶν ἰδιωτικῶν ὑφαιρέσει χρημάτων ἱεροσυλίας κρινόμενος, δύο γὰρ ὑπόκειται καὶ ἀποδείκνυται πράγματα, τοῦ μὲν ἱεροσυλίαν, τοῦ δὲ προβαλλομένου κλοπὴν, καὶ ἑκατέρου ὄνομα ἀντʼ ὀνόματος προτεινομένου· ὁ μὲν γὰρ διώκων οὐ κλοπὴν εἶναι φήσει τὸ πεπραγμένον, ἱεροσυλίαν δέ· καὶ αὖ πάλιν ὁ φεύγων οὐχὶ ἱεροσυλίαν ἀλλὰ κλοπήν· τοῦ δὲ κατὰ σύλληψιν εἴδους παράδειγμα τόδε, οὗ καὶ ἀνωτέρω μνείαν ἐποιησάμην· στρατηγὸς ἐπὶ πόλεμον ἐξιὼν τῷ συστρατήγῳ τὴν ἑαυτοῦ παρεκατέθετο θυγατέρα, ὁ δὲ φθείρει τὴν κόρην καὶ παρελθὼν ὁ συστράτηγος κρίνει δημοσίων ἀδικημάτων αὐτόν· ὁ δὲ βιαίων ἀξιοῖ κρίνεσθαι· νόμου κελεύοντος, τὸν μὲν δημοσίων ἁλόντα θανατοῦσθαι, τὸν δὲ βιαίων χιλίας ἐκτίνειν δραχμάς· ἐνταῦθα γὰρ τὴν μὲν βίαν οὐκ ἀπωθήσεται, καθάπερ τὴν κλοπὴν ὁ κρίνων ἱεροσυλίας τὸν τὰ ἰδιωτικὰ χρήματα ἐξ ἱεροῦ ὑφελόμενον, προσδεχόμενος δὲ τὴν βίαν καὶ δημόσιον ἀδίκημα φήσει τὸ πεπραγμένον· διὸ κατὰ σύλληψιν ὀνομάζεται· τὸν δὲ ἐμπίπτοντα ἐπὶ παραδείγματος οὕτως ἂν λάβοιμεν· νόμος τὰ μυστήρια μὴ ἐκφέρειν εἰς ἀμυήτους· ἀμύητος ὄναρ ἰδὼν τὰ μυστήρια πρός τινα τῶν μεμυημένων διεξῆλθεν ἐρωτῶν, εἰ οὕτως ἔχοι, ὁ δὲ ἐπένευσε καὶ κρίνεται ὡς ἐξενεγκὼν ἀμυήτοις τὰ μυστήρια· ζητούντων γὰρ ἡμῶν, τί τὸ ἐξενεγκεῖν, πότερον τὸ λόγοις διεξελθεῖν, ἢ καὶ ὅλως νεύματι χρήσασθαι, ἕτερον ἐμπίπτει ζήτημα ἐν τῷ πρός τι κεφαλαίῳ, τίς ὁ ἀμύητος; πότερον ὁ μηδὲν ὅλως τῶν μυστηρίων εἰδὼς, ἢ ὁ θεασάμενος μὲν, ἀλλʼ οὐχ ὕπαρ καὶ φανερῶς; καθάπερ καὶ ἐν τῷ στοχασμῷ ἐμπίπτοντά τινα στοχασμὸν ἐκαλοῦμεν, ἑτέρου ζητήματος ἐν τῇ μεταθέσει τῆς αἰτίας ἐμπίπτοντος. Ὑπόλοιπον τῶν δύο καλουμένων ὅρων παρασχέσθαι παράδειγμα· νόμος τὸν ἐκ καθαρῶν καὶ καθαρὸν ἱερᾶσθαι· τὸν πατέρα τις ὡς μοιχὸν ἀποκτείνας παραγγέλλει εἰς ἱερωσύνην καὶ κωλύεται· δύο γὰρ τελείους ὅρους ἐνταυθοῖ κατασκευασθῆναι δεῖ, ἕνα μὲν πότερον καθαρός ἐστιν ὁ καθάπαξ φόνων ἀπηλλαγμένος, ἢ καὶ ὁ δικαίως ἀνελών τινα· δεύτερος δὲ, εἰ ἐκ καθαρῶν γέγονεν ὁ ἐκ μοιχοῦ πατρὸς προελθών· φήσει γὰρ δεύτερον εἶναι τὸ ἔγκλημα τῆς ἑαυτοῦ γενέσεως, ὥστε προηγούμενα δύο ἐστὶν ἐνταῦθα ζητήματα, οὐδὲν ἑαυτοῖς κοινωνοῦντα, οὐδὲ πρὸς ἀπόδειξιν ἀλλήλων τείνοντα, ὥσπερ ἐν τῷ ἐμπίπτοντι τὸ δεύτερον φέρεται πρὸς κατασκευὴν τοῦ προτέρου· καὶ τοσαῦτα μὲν περὶ τῆς τῶν εἰδῶν τοῦ ὅρου διαιρέσεως. Λεκτέον δὲ καὶ περὶ τῆς κατʼ αὐτὰ διαφορᾶς· διενήνοχε δὴ οὖν ὁ κατὰ αἴτησιν ἁπλοῦς τοῦ κατὰ ἀμφισβήτησιν τῷ τὸν μὲν ἁπλοῦν ἓν πρᾶγμα καὶ ἓν ἔχειν πρόσωπον, τὸν δὲ κατὰ ἀμφισβήτησιν ἓν μὲν ἔχειν πρᾶγμα, δύο δὲ πρόσωπα, τῶν δὲ κατὰ κρίσιν ἁπλῶν τε καὶ διπλῶν μία τις παραπλησίως διαφορὰ, τὸ μὲν γὰρ ἁπλοῦν εἶδος ἓν μόνον ἔχει πρόσωπον καὶ ἓν πρᾶγμα τὸ κρινόμενον, τὸ δὲ διπλοῦν ἐκ τοῦ ἐναντίου τῷ κατʼ ἀμφισβήτησιν ἓν πρόσωπον, δύο δὲ πράγματα· τὴν δὲ τῶν διπλῶν ὅρων πρὸς ἀλλήλους διαφορὰν μικρὸν ὕστερον ἐφʼ ἑκάστου γινόμενοι λέξομεν, νυνὶ δὲ τὸ κατὰ αἴτησιν εἶδος τῶν ὅρων ἐκ τῆς πραγματικῆς διασταλτέον· καὶ γὰρ αὖ καὶ ἡ κατὰ αἴτησιν πραγματικὴ δωρεᾶς αἴτησιν ἔχει, πῆ μὲν κατὰ ψιλήν τινα αἴτησιν, πῆ δὲ κατὰ ἀμφισβήτησιν· διαφέρει δὲ τὸ κατὰ ψιλὴν αἴτησιν εἶδος τῆς πραγματικῆς τοῦ κατὰ ψιλὴν αἴτησιν ὅρου, τῷ τὸν μὲν ὅρον ζητεῖν περὶ τῆς ἰδιότητος, τὴν δὲ πραγματικὴν περὶ τῆς ποιότητος· ἐν μὲν γὰρ τῷ ὅρῳ περὶ τοῦ δοῦναι ὅλως ἡ ζήτησις γίνεται, ἐν δὲ τῇ πραγματικῇ τὸ μὲν ὅλως ὀφείλειν δοῦναί τινα δωρεὰν ὁμολογούμενον, περὶ δὲ τῆς ποιότητος τὸ πᾶν τῆς ζητήσεως γίνεται, ὡς εἰ πλάττοιμεν οὕτως· ἀνελών τις τύραννον ἀξιοῖ τὴν οὐσίαν αὐτοῦ λαβεῖν, ὡς μὲν γὰρ τυραννοκτόνος τυχεῖν τινος ἄξιος δωρεᾶς, τοῦτο περιφανές· ἡ δὲ περὶ τὴν δωρεὰν ποιότης ἡμῖν παρέχεται τὴν ζήτησιν, ὅτι χρὴ μὴ ταύτην ἀλλʼ ἑτέραν λαμβάνειν· ἔτι δὲ ἀλλήλων διοίσουσι, καθὸ τὸν μὲν ὅρον τὸ ἀτελὲς ἔχειν ἀνάγκη τοῦ μὲν πεπραγμένου, τοῦ δὲ λείποντος, ἐν δὲ τῇ πραγματικῇ τέλειον τὸ πεπραγμένον· ὁ δὲ κατʼ ἀμφισβήτησιν ὅρος τῆς κατʼ ἀμφισβήτησιν πραγματικῆς· καὶ ταύταις μὲν διοίσει ταῖς εἰρημέναις διαφοραῖς· πανταχοῦ γὰρ ὁ μὲν ὅρος περὶ τῆς ἰδιότητος, ἡ δὲ πραγματικὴ περὶ τῆς ποιότητος ἔχει τὴν ζήτησιν, καὶ ὁ μὲν ὅρος ἀτελὲς ἀεὶ τὸ πεπραγμένον ἔχει, τέλειον δὲ ἡ πραγματική· ζητητέον δὲ, εἴπου τὴν πρώτην παρῆκε διαίρεσιν, λέγω δὲ τὴν εἰς τὸ κατὰ κρίσιν καὶ τὸ κατὰ αἴτησιν· ἀπὸ γὰρ τῶν ἁπλῶν καὶ διπλῶν τῆς διαιρέσεως ἤρξατο· τοῦτο δὲ καὶ τὸν στοχασμὸν τεχνολογοῦντες διηπορήκαμεν καὶ τὴν λύσιν δεδώκαμεν ἐκεῖσε· κοινὴ δὲ κἀπὶ τούτου γενέσθω· πολλάκις γὰρ διεμαρτυράμην, ὡς ὁ τεχνικὸς οὐδὲ ἔξω τῆς προκειμένης αὐτῷ πραγματείας ἐθέλει περιεργάζεσθαι· πρόκειται δʼ αὐτῷ, περὶ τῆς τῶν κεφαλαίων διαιρέσεως λέγειν· ἥκιστα δὲ περὶ τὴν τῶν κεφαλαίων διαίρεσιν τὸ κατὰ κρίσιν ἢ κατὰ αἴτησιν συντελεῖ· περὶ μέντοι ἁπλῶν ὅλως ἢ διπλῶν ἐχρῆν δήπου μνησθῆναι· οὐ γὰρ δὴ διαιροῦμεν παραπλησίως, ἀλλὰ διπλῆν παραλαμβάνομεν ἐπὶ τῶν διπλῶν τὴν διαίρεσιν, καὶ ἔδει τῶν διπλῶν ἐξ ἀνάγκης ἐκθέσθαι τὰ εἴδη· οὐ γὰρ ὁμοίως τὸν ἀντονομάζοντα τῷ κατὰ σύλληψιν, οὐδὲ τοῖς δύο ὅροις τὸν ἐμπίπτοντα διαιροῦμεν· ὥστε οὐδὲ τούτων ἁπλῶς καὶ ἕνεκα τῆς τῶν εἰδῶν διδασκαλίας ἐμνήσθη· διὰ δὲ τὴν ἐν αὐτοῖς διαφορὰν περὶ τὴν τῶν κεφαλαίων διαίρεσιν ἄξιον οἶμαι κἀκεῖνο ζητήσεως, εἰ καθάπερ ἐν στοχασμῷ φαμεν εἶναι ἁπλοῦν τέλειον, καὶ ἁπλοῦν ἀτελῆ, πῆ μὲν τοῦ προσώπου, πῆ δὲ τοῦ πράγματος ἐλλείποντος, ὁμοίως δὲ καὶ διπλοῦν ἀτελῆ καὶ τέλειον, οὕτω κἀπὶ τῶν ὅρων ἐκδεξόμεθα, καὶ ὅτι ὁ μὲν ὅρος οὐκ ἄν ποτε εἴη τέλειος, εἰ καὶ τὰ μάλιστα ἐδόκει τισὶν, ἐν τῇ μεθόδῳ σαφῶς ἀποδέδεικται· ὡς δὲ οὐ κατὰ τὸν λόγον, καθʼ ὃν ἐν τῷ στοχασμῷ τὸ μὲν τέλειον, τὸ δὲ ἀτελὲς ὠνομάζετο, δύναιτο ἄν τις καὶ ὅρον φάναι τέλειον καὶ ἀτελῆ, τοῦτο δεικνύσθω· στοχασμὸν γὰρ ἐκαλοῦμεν τὸν μὲν τέλειον, τὸν δὲ ἀτελῆ, πρὸς τὴν τῶν κεφαλαίων διαίρεσιν ἀφορῶντες· ἐφʼ οὗ μὲν γὰρ καὶ τὰ τοῦ προσώπου καὶ τὰ τοῦ πράγματος ὑφέστηκε, τέλειον καλοῦμεν αὐτόν· ἐφʼ οὗ δʼ ἂν τὰ κεφάλαια τοῦ προσώπου ἢ τοῦ πράγματος ἐλλείπει, τὸν τοιοῦτον ἀτελῆ προσαγορεύειν εἰώθαμεν, ὅπερ ἥκιστα ἐπὶ τοῦ ὅρου συμβαίνει· τὰ γὰρ κεφάλαια πάντα ἐκ τοῦ πράγματος ἐν τῷ ὅρῳ λαμβάνεται, τὸ δὲ πρᾶγμα οὐκ ἄν ποτε ἐλλείποι, ὥστε δυοῖν ἀνάγκη θάτερον ἢ πρὸς τὴν φύσιν ἀφορῶντας τοῦ ὅρου πάντας ἀτελεῖς ἡγεῖσθαι, καθὸ τὸ μὲν λείπει, τὸ δὲ πέπρακται, ἢ κατά γε τὴν τῶν κεφαλαίων εὕρεσιν πάντα ὅρον τέλειον ὀνομάζειν· ὥστε οὐκ ἂν ἔχει τὸ ἀτελές τε καὶ τέλειον χώραν ἐπὶ τούτῳ, καθάπερ ἐν τῷ στοχασμῷ.

γʹ. Τῶν γὰρ ὅρων οἱ μὲν διπλοῖ εἰσιν, οἱ δὲ ἁπλοῖ· τῶν δὲ διπλῶν ὁ μὲν ἀντονομάζων καλεῖται, ὁ δὲ ἐμπίπτων, ὁ δὲ κατὰ σύλληψιν, ὁ δὲ κατὰ ἀμφισβήτησιν, ὃς καὶ κατὰ δύο πρόσωπα καλεῖται, ὁ δὲ δύο ὅροι.

δ. Καταλέγει τῶν διπλῶν τὰ εἴδη, καὶ πρῶτόν γέ φησιν, ὁ ἀντονομάζων ἐστὶ πρῶτός γε οὐ κατὰ φυσικήν τινα τάξιν, ἀλλʼ ὡς ἔτυχεν αὐτὸς παραλαβών· καλεῖται δὲ ἀντονομάζων, ὡς ἔφημεν ἀνωτέρω, διότι ὄνομα ἀντʼ ὀνόματος παραλαβὼν ἔχεται, τὸ μὲν γὰρ ἀποσείεται, τὸ δὲ παραλαμβάνει ὡς ἐπὶ τοῦ ἱεροσύλου· ὁ μὲν γὰρ διώκων οὐ κλοπὴν ἀλλʼ ἱεροσυλίαν εἶναί φησι τὸ πεπραγμένον, ὁ δὲ φεύγων ἱεροσυλίαν μὲν ἥκιστα, κλοπὴν δὲ ὁμολογήσει.

`7.457–7.458`

εʹ. Τοῦτό φησι τὸ εἶδος ὁμοίως τοῖς διπλοῖς μεταχειριστέον· διπλᾶ γὰρ τὰ κεφάλαια προοισόμεθα μέχρι τῆς γνώμης τοῦ νομοθέτου· ὁ μὲν οὖν κατήγορος ἁπλῆν προφέρει τὴν προβολὴν, δεικνῦσαν αὐτὸν ἱερόσυλον, καὶ ζητήσειεν ἄν τις διὰ τί ὁ κατήγορος ἁπλῆν προάγει· καί φαμεν, ὅτι καθάπερ ἀγνῶτι μέλλων λέγειν οὕτω τὴν προβολὴν παρέχεται, καὶ λοιπὸν ἐξ ἀντιθέσεως τοῦ φεύγοντος ἐκ τῶν ὅρων διπλᾶ προφέρει τὰ κεφάλαια, τοῦ γὰρ φεύγοντος ὁρισαμένου καὶ ἀνελόντος τὰ κεφάλαια ἐκ τῶν παρειμένων, ὡς ἐν τοῖς ἁπλοῖς μεμαθήκαμεν, ὅτι οὐκ ἔστιν ἱερόσυλος, εἶτʼ ἐπενεγκόντος τὸν δεύτερον ὅρον ἐκ τῶν πεπραγμένων, καὶ κατασκευάσαντος ὡς κλέπτης ἂν εἴη ὁ κατήγορος, συστήσει μὲν τὸ πρῶτον ἐκ τῶν κοινῇ συμβαινόντων ἱεροσύλῳ τε καὶ κλέπτῃ, ὁριζόμενος τί ἂν εἴη ἔργον ἱεροσύλου, ἀνατρέψει δὲ τὸ δεύτερον ὁριζόμενος πρὸς τὸ λυσιτελοῦν, τί πέφυκε τὸν κλέπτην γνωρίζειν· μετὰ ταῦτα ἑκατέρῳ συλλογισμῷ διπλῷ κέχρηται, πῆ μὲν συνάγων τὸ ἴδιον, καὶ λέγων ὅτι οὐδὲν διενήνοχεν εἰσελθόντα εἰς ἱερὸν χρήματα λαβεῖν ἱερὰ ἢ ἰδιωτικὰ, πῆ δὲ διιστῶν τὰ τοῦ ἀντιδίκου, λέγων, ὅτι οὐχ ὅμοιόν ἐστιν ἐξ οἰκίας χρήματα ὑφελέσθαι καὶ ἐξ ἱεροῦ, καὶ ἑκάτερα αὐτῶν ὁμοίως συλλογίζεται, καὶ ἐζήτηται, εἰ δύναται συλλογισμὸς ἐμπίπτειν ἐν τοῖς ἀντονομάζουσιν· εἰ γὰρ, φησὶν, ὁ συλλογισμὸς συνάπτει, ἐμπίπτει δὲ ἐν τοῖς τοιούτοις, δῆλον ὅτι ἄτοπον συμβήσεται καθʼ ἕτερον μέρος· εἰ γὰρ εἴπομεν οὐδὲν διαφέρειν τοῦ εἶναι ἱερόσυλον τὸ κλέπτην εἶναι, αὐτὸς ὁ φεύγων εὑρεθήσεται τὰ τοῦ κατηγόρου κατασκευάζων, καὶ πάλιν ὁ κατήγορος τὰ τοῦ φεύγοντος, εἰ φαίη, ὅτι οὐδὲν διαφέρει τοῦ εἶναι κλέπτην τὸ ἱερόσυλον εἶναι· ἡμεῖς δέ φαμεν, ὅτι ἐμπίπτει οὐχ ὡς ἔτυχεν· ὥσπερ γὰρ ἔφαμεν ἐν τῷ ἁπλῷ ὅρῳ, ὅτι ὁ συλλογισμὸς συνάπτει τὰ λείποντα τῷ πεπραγμένῳ ἐν τῷ λέγειν, ὅτι οὐδὲν διαφέρει τὸ ἀνατείνεσθαι τὴν χεῖρα συνεχῶς τοῦ τύπτειν, οὐ μέντοι φαμὲν, οὐδὲν διαφέρει ὕβρις καὶ ἀνάτασις χειρὸς, οὕτω καὶ ἐν τοῖς διπλοῖς λέγομεν, οὐ τὰ τῶν ἐγκλημάτων ὀνόματα συνάπτοντες καὶ λέγοντες, οὐδὲν διαφέρει ἱεροσυλία καὶ κλοπὴ, ἀλλὰ τῷ τρόπῳ συνάπτοντες ἐν ἑκατέρῳ τῶν συλλογισμῶν τὸν μὲν συνάξομεν, τὸν δὲ διαστήσομεν, λέγοντες, ὅτι οὐδὲν διαφέρει ἐξ ἱεροῦ χρήματα ἰδιωτικὰ ὑφελέσθαι τοῦ λαβεῖν ἱερά· καὶ πάλιν, ὅτι πολὺ διαφέρει, κλέπτην εἶναι καὶ ἐξ ἰδιωτικῆς οἰκίας ἀφελέσθαι τι ἢ ἐξ ἱεροῦ· μετὰ δὲ τὸν συλλογισμὸν τὸν διπλοῦν ἡ γνώμη τοῦ νομοθέτου καὶ αὕτη διπλῆ, καὶ ἑκάτερος χρώμενος αὐτῇ τὸ μὲν δίκαιον ἀνασκευάσει καὶ ἐκβαλεῖ· μέχρι τούτου διπλᾶ προάξομεν τὰ κεφάλαια, κεφάλαιον κεφαλαίῳ ἀντιτιθέντες, ὡς ἐν στοχασμῷ, ἡ δὲ πηλικότης καὶ τὸ πρός τι οὐ γενήσεται διπλᾶ, ἀλλʼ ὁ μὲν ἁπλῶς αὐξήσει, ὁ δὲ μειώσει τὸ πραχθὲν καὶ τὸ αἴτιον. ὅτι ἐν μὲν τῷ ἀντονομάζοντι ἓν μέν ἐστι πρᾶγμα, δύο δὲ τὰ ζητούμενα ὀνόματα· ἐν ὅσῳ μὲν οὖν τὰ ὀνόματα ἐζήτηται, ἐζήτηται δὲ ἀπὸ τοῦ ὅρου μέχρι τῆς γνώμης τοῦ νομοθέτου, εἰκότως καὶ τὰ κεφάλαια διπλᾶ παρελαμβάνετο, ὅτε δὲ εἰς αὐτὸ τὸ πρᾶγμα κατέληξεν ἡ αὔξησις, ὅπερ ἐστὶν ἡ πηλικότης καὶ τὸ πρός τι, εἰκότως ἁπλᾶ κατὰ λόγον ἐξετασθήσεται.

`7.459`

ϛʹ. Ὅπερ ἔλεγεν ἐπὶ τοῦ στοχασμοῦ, τοῦτο κἀνταῦθά φησι δεῖν παραλαμβάνειν διπλᾶ τὰ κεφάλαια, τὰ μὲν κατασκευαστικὰ τῶν ἡμετέρων, τὰ δὲ τῶν ἐναντίων λυτικά τε καὶ ἀνατρεπτικά· διπλοῖς δὲ χρησόμεθα μόνοις τοῖς ἀγωνιστικοῖς τῶν κεφαλαίων, ἐπεί τοι τῷ πρός τι ἢ τῇ πηλικότητι πῶς ἂν διπλοῖς χρησαίμεθα; δῆλον χὰρ, ὡς ὁ μὲν διώκων αὔξειν ἐθελήσει μόνον, ὁ δὲ φεύγων μειοῦν τὰ ὑπὸ τοῦ κατηγόρου λεγόμενα· οὐ γὰρ δήπου καὶ αὔξειν ἐθελήσει τὰ τοῦ ἐναντίου· χρηστέον δὲ τοῖς κεφαλαίοις παραλλήλοις, ἀντιτιθέντα τὰ τῶν ἐναντίων τοῖς ἡμετέροις καθʼ ἕκαστον κεφάλαιον, οὕτω γὰρ ἂν ἀγωνιστικὸς καὶ σύντομος ὁ λόγος γένοιτο, καθάπερ ἐν τῷ στοχασμῷ· ζητεῖται δὲ παρά τισι, πῶς ἂν ὁ συλλογισμὸς διπλοῦς παραληφθείη· τὴν γὰρ τῶν διπλῶν χρείαν αὐτὸς ἐφʼ ἑαυτοῦ μόνος ἀναπληροῖ, εἴγε τῶν ἐξ ἑκατέρου, φημὶ τῶν τε ἀπὸ τοῦ διώκοντος καὶ τοῦ φεύγοντος προτεινομένων περιληπτικός ἐστιν· ὁ μὲν γὰρ διώκων ἄμφω εἰς ταὐτὸν συνάγει, ὁ δὲ φεύγων ἐκ τοῦ ἔμπαλιν διαστέλλει· περιττὸν οὖν φασι διπλοῦν παραλαμβάνειν αὐτὸν, ὅπου γε ἅπαξ παραληφθεὶς τὸ τῶν διπλῶν ἐκπληροῦν δύναται χρήσιμον· πρὸς ὃ ῥητέον, ὡς ὁ μὲν διώκων αὐτῷ χρῆται τὰ κοινὰ περισκοπῶν ἑκατέρῳ ἐγκλήματι, κἀντεῦθεν ἄμφω συνάγων· ὁ δὲ φεύγων ἐκ τοῦ ἐναντίου χωρίζων διὰ τῆς ἑκατέρου ἰδιότητος, ὡς καὶ ἐν τῇ περὶ τοῦ συλλογισμοῦ τεχνολογίᾳ πλατύτερον διεξήλθομεν. διπλῷ τοίνυν τῶν μερῶν ἑκάτερον αὐτῷ χρήσεται, πῆ μὲν ἐκ τῶν κοινῶν συνάγον, πῆ δὲ διαστέλλον ἐκ τῶν ἰδίων ἑκατέρῳ ἐγκλήματι, ἵνα τὸ μὲν ἀνατρέψῃ, τὸ δὲ κατασκευάσῃ· τὸ μὲν γὰρ συνάγειν ἐκ τῶν κοινῶν ὥσπερ ἑαυτοῦ κατασκευάσει ὁ διώκων, τὴν δὲ διαστολὴν τὴν ἐκ τῆς ἑκατέρας ἰδιότητος ἐκβαλεῖ· τοὐναντίον δὲ ὁ φεύγων τὴν ἐκ τῆς ἰδιότητος διαστολὴν τῶν ἐγκλημάτων κατασκευάζων τὸ ἐκ τῶν κοινῶν ἄμφω ἀνασκευάσει.

`7.460–7.463`

ζʹ. Ὁ κατὰ σύλληψιν ὀνομάζεται, ὅτι οὐχ ὥσπερ ἐν τῷ ἀντονομάζοντι τὸ ὑπὸ τοῦ φεύγοντος προτεινόμενον ἐγκλήματος ὄνομα ὁ κατήγορος ἀποσείεται, ἕτερον ἀντιτιθεὶς, οὕτω κἀνταῦθα, ἀλλὰ δέχεται μὲν καὶ τὸ παρὰ τοῦ φεύγοντος, ἕτερον δὲ αὐτὸς ἐπεισφέρει, οἷον πρεσβεύων τις παρεκατέθετο τῷ στρατηγῷ τὴν θυγατέρα· ἐβιάσατο αὐτὴν ἐκεῖνος καὶ δημοσίων μὲν ἀδικημάτων αὐτὸν ἐπανελθὼν ὁ πατὴρ κρίνει· ὁ δὲ τὰς μυρίας κατατίθεσθαι ἀξιοῖ· ζητοῦσι δὲ περὶ τοῦ κατὰ σύλληψιν εἴδους, τίνι διοίσει τοῦ ἀντονομάζοντος, καὶ γὰρ ἐνταῦθα, φησὶν, ὁ φεύγων τὸ ὑπὸ τοῦ διώκοντος ἐπιφερόμενον ἀποφεύγει ἔγκλημα, ἕτερον δὲ ὁμολογεῖ καθʼ αὑτοῦ. τὴν δὲ διαφορὰν αὐτὸς ἐπήνεγκεν ὁ τεχνικὸς, ὡς ἐν μὲν τῷ ἀντονομάζοντι ἀναιρεῖ τὸ ἕτερον ὁ κατήγορος, ὅτι οὐ κλοπή ἐστιν, ἀλλʼ ἱεροσυλία. ἐν δὲ τῷ κατὰ σύλληψιν ἀμφοτέρῳ αὐτόν φησιν εἶναι ὑπεύθυνον καὶ τῇ βίᾳ καὶ τῷ εἰς τὸ δημόσιον ἀδικήματι. ἐκ δὲ τῆς διαφορᾶς τρεῖς ἀνέκυψαν ἀπορίαι· πρῶτον μὲν, διατί μὴ καὶ ἐν τῷ ἀντονομάζοντι ταὐτὸν ποιοῦμεν ἀμφοτέροις αὐτὸν φάσκοντες ἔνοχον, ἀλλὰ θάτερον ζημιούμεθα τῶν ἐγκλημάτων; δεύτερον, πῶς εἰ ὠφελεῖ ἐν τῷ κατὰ σύλληψιν τὸ ὑπάγειν αὐτὸν ἑκατέρῳ ἐγκλήματι, οὐ κἀνταῦθα τῷ ὠφελοῦντι χρώμεθα, ἢ εἰ βλάπτει παραλαμβανόμενον ἐν τῷ ἀντονομάζοντι; πῶς ἐν τῷ κατὰ σύλληψιν ὠφελεῖ; τρίτον ἐπὶ τούτῳ, τί δήποτε ἐν τῷ κατὰ σύλληψιν τὸ μεῖζον ἐπάγοντες τοῦ ἐλάττονος ἀντεχόμεθα; ῥητέον δὲ πρὸς μὲν τὸ πρῶτον, διατί μὴ καὶ ἐν τῷ ἀντονομάζοντι ἑκατέρων τῶν ἐγκλημάτων φαμὲν αὐτὸν καθεστάναι ὑπεύθυνον, ὡς φύσει ἀκολουθεῖ τῷ μείζονι τὸ ἔλαττον ἐπὶ τοῦ ἀντονομάζοντος, οἷον ἡ κλοπὴ τῇ ἱεροσυλίᾳ· τί γάρ ἐστιν ἱεροσυλία; σαφὲς ὅτι χρημάτων ἱερῶν κλοπή· περιττὸν οὖν τὸ φύσει ἐξ ἀνάγκης ἑπόμενον δοκεῖν εἰσφέρειν διὰ τοῦ λόγου· ἐν μέντοι τῷ κατὰ σύλληψιν οὐ φυσικῶς ἑπόμενον δεῖ τοῦτο πρὸς ἡμῶν εἰσενεχθῆναι, τίς γὰρ κοινωνία φυσικῇ βίᾳ καὶ δημοσίῳ ἀδικήματι; ἔστι γὰρ κατʼ ἄλλον τρόπον ἀδικεῖν τὸ δημόσιον, ἱεροσυλία δὲ ἄνευ κλοπῆς οὐκ ἂν γένοιτο. πρὸς δὲ τὸ τρίτον, ἐκ γὰρ τούτου λυθήσεται καὶ τὸ δεύτερον, φήσομεν, ὡς τῶν ἀποδείξεων αἱ μὲν φυσικῶς, αἱ δὲ κατὰ μέθοδόν τινα καὶ τέχνην προΐασιν, ἅπερ καὶ βιαιότερά πως δοκοῦσιν εἶναι· αἱ μὲν οὖν κατὰ φύσιν ἕπονται ἐξ ἀνάγκης, καὶ οὐδὲν ὑφʼ ἡμῶν εἰσενεχθῆναι δέονται, τὰς δὲ κατὰ τέχνην εἰσφέρεσθαι δεῖ διὰ τοῦ λόγου. ἐν μὲν οὖν τῷ ἀντονομάζοντι φυσικῶς τῇ ἱεροσυλίᾳ συναποδείκνυται καὶ τὸ τῆς κλοπῆς, ὡς σμικρὸν ἀνωτέρω δεδήλωται, ἐν δὲ τῷ κατὰ σύλληψιν τὸ μεῖζον οὐ φυσικῶς, ἀλλὰ τέχνῃ τινὶ ἀνάγκη ἀποδειχθῆναι. οἷον ὅτι ἡ φθορὰ τῆς μείρακος ἀδίκημά ἐστιν δημόσιον· ἐλέγομεν δὲ, ὡς αἱ τεχνικαὶ τῶν ἀποδείξεων βιαιότεραί πως εἶναι δοκοῦσι. Χρὴ οὖν τὸ βίαιον καὶ ἀπίθανον μεθόδῳ τινὶ θεραπεύεσθαι. διὰ τοῦτο οὐκ ἐκ τοῦ μείζονος τὴν ἀρχὴν εὐθὺς λαμβάνομεν, ὅπως ἂν μὴ δοκοίημεν ἐξ ἀπιθάνων ἄρχεσθαι, ἀλλὰ πρότερον τὸ ἔλαττον, ὅπερ καὶ ὑπὸ τοῦ ἐναντίου ὡμολόγηται, προβαλλόμεθα, ἵνα τῷ κατακολουθεῖν τοῖς τοῦ ἀντιδίκου λόγοις πιθανοὶ δοκοίημεν εἶναι τῷ δικαστῇ, κἀντεῦθεν χώρα καὶ τῷ μείζονι γένοιτο· δειχθέντος οὖν, ὡς ἀναγκαίως τὸ ἔλαττον παραλαμβάνεται ἐν τῷ κατὰ σύλληψιν, λέλυται καὶ τὸ δεύτερον ζήτημα ταῖς αὐταῖς αἰτίαις· ἐκεῖ μὲν γὰρ, τουτέστιν ἐν τῷ ἀντονομάζοντι, ὠφελεῖ τοὔλαττον οὐκ εἰσφερόμενον, περιττὸν γὰρ τὸ τῇ φύσει συναποδεικνύμενον διὰ τῶν λόγων εἰσφέρειν· ἐν δὲ τῷ κατὰ σύλληψιν μάλα εἰκότως παραλαμβάνεται, χώραν τῷ μείζονι, καθὰ δέδεικται, παρεχόμενον· οὐ γὰρ ἐνταῦθα φυσικῶς ἕπεται τὸ τῆς αἰτίας τῷ δημοσίῳ ἀδικήματι, ὥστε περιττὸν εἶναι τὸ ὑφʼ ἡμῶν αὐτῶν παρεισφέρεσθαι, τῇ δὲ ἐργασίᾳ κἀπὶ τοῦδε τοῦ εἴδους διπλῇ χρηστέον, τοῦ μὲν φεύγοντος καθαρῶς διπλᾶ παραλαμβάνοντος τὰ κεφάλαια, τοῦ δὲ διώκοντος ἄτερ ὡς ὁμολογούμενον δεχομένου καὶ παριέντος· ὁ μὲν γὰρ φεύγων ἑκάτερον ποιήσει καὶ τὸ τῆς βίας κατασκευάσει, καὶ τὸ δημόσιον ἀδίκημα παρωθήσεται, χρώμενος ἐπʼ ἀμφοτέρων ταῖς ἐκ τοῦ πράγματος ἀποδείξεσιν· ὁ δὲ κατήγορος τὸ μὲν τῆς βίας ὁμολογούμενον ἐκ τοῦ φεύγοντος παραλήψεται, ὡς δὲ τὸ δημόσιον ἠδίκηκεν ἀποδείξει, περὶ αὐτοῦ τὴν πᾶσαν ζήτησιν ἐνιστάμενος. κατὰ γοῦν τοῦτο διάφορον τὴν διαίρεσιν ἔχει πρὸς τὸν ἀντονομάζοντα.

`7.464`

ηʹ. Ἐνδέχεται γὰρ, φησὶν, ἑτέρῳ τρόπῳ τὸν δημόσια βλάψαντα μὴ εἶναι βίαιον, ἢ ναῦς ἐμπρήσαντα, ἢ πόλιν ἀποδόμενον, ἤ τι τῶν τοιούτων· καὶ πάλιν τὸ πρόσωπον δεῖ τὸ πεπονθὸς ἔνδοξον εἶναι, ἵνα χώραν ἔχῃ τὸ δημόσιον ἔγκλημα. ὡς ἔχομεν περὶ Δημοσθένους ἐν τῷ κατὰ Μειδίου· χορηγοῦ γὰρ καὶ ῥήτορος ἡ ποιότης τοῦ Δημοσθένους· ἀπορήσειε δʼ ἄν τις, τί δή ποτε, εἴπερ ἐν τῷ συνεζευγμένῳ δύναται τὰ δύο λαμβάνειν ὁ κατήγορος, καὶ λέγειν ὅτι καὶ τὸ δημόσιον ἠδίκησας καὶ ἐμὲ, μὴ οὐχὶ καὶ ἐν τῷ ἀντονομάζοντι ποιεῖ τὸ παραπλήσιον λέγων, ὅτι καὶ ἱερόσυλος εἶ καὶ κλέπτης· πρὸς ὅ φαμεν, ὅτι ἐν μὲν τῷ ἀντονομάζοντι τὸ ἔλαττον ὑπὸ τοῦ μείζονος περιέχεται διὰ τὸ φύσει παρακολουθεῖν ἀλλήλοις τὰ πράγματα, ἐν δὲ τῷ κατὰ σύλληψιν οὐχ οὕτως ἔχει· ἐνδέχεται γὰρ καὶ τὸ δημόσιον βλάπτειν καὶ μηδένα ὑβρίζεσθαι· καὶ διὰ τὸ ἑτερογενῆ εἶναι τὰ ἐγκλήματα, οὐ γὰρ παρέπεται τῷ δημοσίᾳ πλημμελοῦντι καὶ τὸ βιάσασθαι πάντως κόρην ἤ τι τοιοῦτον ποιεῖν.

`7.465–7.466`

θʹ. Τρίτος, φησὶν, ὁ κατὰ πρόσωπον διπλοῦς, τουτέστιν ὁ κατὰ ἀμφισβήτησιν· τρίτος δὲ οὐ κατὰ λόγον τινὰ καὶ φυσικὴν τάξιν, ἀλλʼ ὡς αὐτὸς διέλαβεν· ὅτι γὰρ οὐ κατά τινα τάξιν τὰ εἴδη προηνέγκατο, σαφὲς διʼ ὧν ἐν μέσῳ τῶν κατὰ κρίσιν τὸν κατὰ ἀμφισβήτησιν ἔταξεν ὄντα τοῦ κατὰ αἴτησιν εἴδους· διπλοῦν δὲ κατὰ πρόσωπον λέγει τὸν κατὰ ἀμφισβήτησιν· ἐπειδὴ τοὐναντίον ἐν μὲν τοῖς κατὰ κρίσιν διπλοῖς δύο μέν ἐστι πράγματα κρινόμενα, ἓν δὲ τὸ πρόσωπον, ἐν δὲ τῷ κατὰ αἴτησιν διπλῷ, τουτέστι τῷ κατὰ ἀμφισβήτησιν, ἓν μὲν τὸ πρᾶγμα, δύο δὲ τὰ ἀμφισβητοῦντα πρόσωπα, ἑκατέρου ἐφʼ ἑαυτὸν ἕλκοντος τὸ πεπραγμένον, ὁ τοίνυν κατὰ πρόσωπον διπλοῦς ὑποδιαιρεῖται κατὰ τὸν τεχνικόν· ἢ γὰρ ἀφʼ ὧν αὐτὰ πέπραχε τὰ ἀμφισβητοῦντα πρόσωπα γίνεται ἡ ἐν αὐτῷ ἀμφισβήτησις, ἢ ἀφʼ ὧν ἕτεροι πεπράχασιν, εἰς δὲ τοὺς ἀμφισβητοῦντας καθήκει τὸ πεπραγμένον. τοῦ προτέρου παράδειγμα ὅ τε ῥήτωρ καὶ ὁ δορυφόρος, ὁ μὲν κατὰ τυράννου λέγων, ὁ δὲ τὸν λόγον ἀκούσας εἶτα διαχρησάμενος τῷ ξίφει τὸν τύραννον· τοῦ δὲ δευτέρου παράδειγμα· νόμος τὰς ἱερωσύνας τοὺς παῖδας διαδέχεσθαι· ἀριστεύσας τις ᾔτησεν ἱερωσύνην ἀφελέσθαι τινὸς, ἔλαβεν, ἀμφότεροι τεθνᾶσι, καὶ οἱ τούτων παῖδες ἀμφισβητοῦσι τῆς ἱερωσύνης· ἐνταῦθά τινες ἔφασαν τὸ τοῦ ὅρου ἴδιον παραπόλλυσθαι, παντὸς γὰρ ὅρου τὸ μὲν λεῖπον, τὸ δὲ πεπραγμένον ἔχοντος ἐπὶ τούτου ὅλον ἐλλείπει. οὐδὲν γὰρ πέπρακται τοῖς ἀμφισβητοῦσι προσώποις· φαμὲν δὲ, ὡς κἀπὶ τούτου τὸ μὲν λείπει, τὸ δὲ πέπρακται. τῷ μὲν γὰρ ἡ ἀρχὴ πέπρακται, τὸ γενέσθαι ἐν τῇ ἱερωσύνῃ τὸν πατέρα, λείπει δὲ τὸ ἰδιώτην αὐτὸν καὶ τῆς ἱερωσύνης ἀφῃρημένον τελευτᾷν· τῷ δὲ ἐκ τοῦ ἐναντίου πέπρακται μὲν τὸ τέλειον, λείπει δὲ ἡ ἀρχή· τῇ δὲ διαιρέσει τῶν κεφαλαίων διπλῇ, φασὶ, κἀνταῦθα χρησόμεθα· ἐπισκεπτέον δὲ τὴν διαφορὰν, ἣν ἔχει περὶ τὴν διαίρεσιν ὁ κατʼ ἀμφισβήτησιν πρὸς τοὺς προειρημένους διπλοῦς· ἐφάσκομεν δὲ ἐπὶ τοῦ ἀντονομάζοντος. τὸ δὲ αὐτὸ κἀπὶ τοῦ κατὰ σύλληψιν, ὅτι γε τοῖς ἀγωνιστικοῖς μόνοις τῶν κεφαλαίων διπλοῖς χρηστέον, ἐν δὲ τῷ κατὰ ἀμφισβήτησιν ἅπαντα πλὴν τοῦ πρός τι διπλᾶ παραληψόμεθα κεφάλαια· καὶ γὰρ προβολῇ ἑκάτερος ἐπὶ τοῖς ἑαυτῷ πεπραγμένοις χρήσεται, ὁμοίως καὶ πηλικότητι, τὰ μὲν αὐτοῦ ἐπαίρων, μειῶν δὲ τὰ τοῦ ἐναντίου, καὶ τῇ ποιότητι τοῦ προσώπου, καὶ τῇ γνώμῃ διπλῇ χρηστέον ἐν τῷ κατὰ ἀμφισβήτησιν· ἑκατέρου τὸ μὲν ἑαυτοῦ ἐκ τῶν ἤδη βεβιωμένων συνιστάντος, τὸ δὲ τοῦ ἀντιδίκου ἐκ τῶν αὐτῶν διαβάλλοντος. ἀλλὰ μὲν οὐδὲ αὐτὰ τὰ ἀγωνιστικὰ κεφάλαια τὴν αὐτὴν ἔχει παντελῶς τοῖς εἰρημένοις διαίρεσιν. οὐ γὰρ δύο, καθάπερ ἐν τῷ ἀντονομάζοντι, καὶ τῷ κατὰ σύλληψιν, ὅρους παραληπτέον. ἐκεῖ μὲν γὰρ δύο πραγμάτων ὑποκειμένων ἀναγκαῖον καὶ δύο γενέσθαι ὅρους. ἐνταῦθα δὲ ἑνὸς ὄντος τοῦ πράγματος, δύο δὲ τῶν πραγμάτων, ἕνα μὲν ὅρον ὁριεῖται, προσάξει δὲ τά τε ἑαυτοῦ καὶ τοῦ ἀντιδίκου, τοῖς μὲν ἁρμόζοντα δεικνὺς, ἀπὸ δὲ τῶν ἀπᾴδοντα· οἷον ἱερέως παῖς ἐστιν ὁ ἐν τῇδε γενόμενος τῇ ἱερωσύνῃ, ὁ τὴν γένεσιν λαβὼν τηνικαῦτα, ἡνίκα τὸ τῆς ἱερωσύνης ὁ πατὴρ εἶχεν ἀξίωμα, ὧν οὐδὲν τῷ ἀντιδίκῳ πρόσεστιν· ὁ δὲ πάλιν ἀνθοριζόμενος ἐκ τοῦ ἐναντίου ἱερέα φησὶ καθεστάναι τὸν ἱερωσύνῃ λελυκότα τὸν βίον, οὗ μηδεὶς τὴν ἱερωσύνην ἀφείλετο. ὧν πᾶν τοὐναντίον πρόσεστι τῷ ἀντιδίκῳ, τὸν δὲ συλλογισμὸν κατὰ τὰ προκείμενα παραληψόμεθα κεφάλαια, τὰ μὲν ἑαυτῶν συνιστάντες, ἐκβάλλοντες δὲ τὰ τῶν ἐναντίων, καὶ τοῖς ἐφεξῆς κεφαλαίοις ὁμοίως χρηστέον πλὴν τοῦ πρός τι. τούτου γὰρ τὴν ἐξέτασιν ποιησόμεθα, σύγκρισιν τῶν ἡμετέρων αὐξητικὴν λαμβάνοντες, καθὰ περὶ τοῦ πρός τι τετεχνολόγηται.

`7.467`

ιʹ. Ἔστι, φησὶν, ὁ κατὰ πρόσωπον διπλοῦς, ὅταν πρᾶγμα ὁλόκληρον ἀπὸ δυοῖν ᾖ πεπραγμένον, περὶ οὗ ἑκάτερος ἀμφισβητεῖ, εἰς ἑαυτὸν τὴν πᾶσαν οἰκειούμενος πρᾶξιν. οἷον ὁ μὲν ἦλθεν ὡς ἀποκτενῶν τὸν τύραννον, ὁ δὲ φεύγοντι περιπεσὼν ἀπέκτεινε, καὶ ἀμφισβητοῦσι περὶ τοῦ γέρως, ἑκάτερος τυραννοκτόνος εἶναι λέγων. ἐνταῦθα γάρ ἐστι μὲν ὑποκείμενον πρᾶγμα τὸ καθῃρῆσθαι τὴν τυραννίδα, δύο δὲ τὰ ἀμφισβητοῦντα πρόσωπα περὶ αὐτοῦ· ὥσπερ δὲ εἰρήκαμεν ἐν τῷ στοχασμῷ, ὅτι γίνεται στοχασμὸς κατὰ φυγὴν καὶ δίωξιν καὶ κατὰ ἀμφισβήτησιν καὶ κατὰ αἴτησιν, οὕτως καὶ ἐν τῷ ὅρῳ γίνεται ὅρος κατὰ ἀμφισβήτησιν, οὗ καὶ παράδειγμα παρεθέμεθα· τοῦτο γὰρ πρόβλημα ὁρικόν ἐστιν κατὰ ἀμφισβήτησιν· καὶ τί διαφέρει τοῦ στοχαστικοῦ· ὅτι ἐκεῖ μὲν ἑκάτερος ἀνελεῖν σπουδάζει τὰ τοῦ ἑτέρου λέγων, μηδὲν ὅλως συμβεβλῆσθαι τῷ πράγματι· ἐν δὲ τῇ ὁριστικῇ ὁμολογεῖ μὲν ἑκάτερος συμβεβλῆσθαί τι καὶ τὸν ἕτερον. Τὸ μέντοι ὑπʼ αὐτοῦ πεπραγμένον ὅλον ἐπιχειρεῖ δεικνύειν λέγων, ὅτι τὸ πραχθὲν ὑπʼ ἐμοῦ τοῦτο ὁ νόμος φησὶ, καὶ ἐκεῖ μὲν περὶ τοῦ προσώπου ποιούμεθα τὴν ζήτησιν, πότερος τῶν ἰατρῶν τυραννοκτόνος· ἐν δὲ τῇ ὁριστικῇ ἀμφισβητήσει τὸ πρᾶγμα ζητοῦμεν, πότερα τὸ διῶξαι τῆς ἀκροπόλεως ἢ τὸ ἀνελεῖν τυραννοκτονία. ἔστι δὲ τὰ τοιαῦτα τῶν προβλημάτων διπλᾶ κατὰ πρόσωπον· δύο γάρ ἐστι τὰ ἀμφισβητοῦντα ἑνὸς ὄντος τοῦ πράγματος.

`7.468`

ιαʹ. Οὐ μόνον, φησὶν, ἐπὶ κατορθώματος διπλοῦς ὁ ὅρος γίνεται κατὰ ἀμφισβήτησιν, ἀλλὰ καὶ ἄλλος, ὅπου πρᾶγμά τι ὑπὸ δύο προσώπων ἀμφισβητεῖται, ὡς ἐπὶ τῶν ἀμφισβητούντων περὶ τῆς ἱερωσύνης· τοῦτο γὰρ καὶ τὰ τοιαῦτα τῶν πραγμάτων, εἴτε κλῆρος εἴη, εἴτε ἄλλο τι, τῷ εἴδει τῆς στάσεως διαιρήσομεν· ἐνταῦθα γὰρ οὐκ ὄντος κατορθώματος αὐτοῖς ἀμφισβήτησις γίνεται πράγματος, τοῦ μὲν τὴν ἀρχὴν, τοῦ δὲ τὸ τέλος ἔχοντος· ἰστέον δὲ, ὅτι ἐν τῇ ὁρικῇ στάσει μιᾶς ἀεὶ οὔσης τῆς προβολῆς τοῦ κατηγόρου, ἐν τούτῳ τῷ εἴδει διπλῆ καθέστηκε, καὶ γὰρ καὶ ὁ κατήγορος προβολῇ κέχρηται, καὶ ὁ φεύγων ὁμοίως, ἑκάτερος τὸ συνοῖσον αὐτῷ προβαλλόμενος· ἰστέον δὲ, ὅτι, εἰ καὶ ἐνταῦθα τῶν διπλῶν ὁ ὅρος, οὐ διπλοῖς ἕκαστος τοῖς οἰκείοις χρήσεται κεφαλαίοις· ἀλλʼ ἁπλῶς μιᾷ προβολῇ καὶ ὅρῳ, καὶ ἔστι κἀν τούτῳ διαφορὰν εὑρεῖν πρὸς τὸν ἀντονομάζοντα καὶ τὸν κατὰ σύλληψιν, ὅτι ἐκεῖ μὲν δύο ζητουμένων ὀνομάτων διπλοῖς ἕκαστος χρῆται τοῖς κεφαλαίοις, ἐνταῦθα δὲ, εἰ καὶ τῶν διπλῶν ὁ ὅρος, οὐ διπλοῖς ἕκαστος χρήσεται, ἐπειδὴ ἓν τὸ ζητούμενον ὄνομα, τίς ὁ τυραννοκτόνος, καὶ ἓν ὁρίζεται, ἀπὸ δὲ τῆς πηλικότητος διπλοῖς ἕκαστος τοῖς οἰκείοις χρήσεται, ἐπειδὴ δύο εἰσὶ τὰ ἐξεταζόμενα πράγματα ἀνὰ μέρος· ἑκάτερος δὲ ἀνὰ μέρος χρήσεται τῷ ὑπʼ αὐτοῦ πεπραγμένῳ. καὶ οὐ μόνον αὐξήσει τὸ ἴδιον, ἀλλὰ καὶ τὸ τοῦ ἐναντίου μειώσει. καὶ ἐπὶ τοῦ πρός τι αὐτῶν ἀντεξέτασις ἔσται τῶν πεπραγμένων, καὶ ἀγωνιεῖται δεῖξαι τὸ ἑαυτοῦ μεῖζον καὶ θαυμασιώτερον.

`7.469`

ιβʹ. Ὥσπερ ἐν τῷ στοχασμῷ τὸ ἐμπίπτον εἶδος εὑρίσκετο, οὕτω καὶ ἐν ὅρῳ ἐμπίπτων τις ὅρος καλεῖται. ὠνόμασται δὲ οὕτως τὸ εἶδος διὰ μίαν ἐπʼ ἀμφοτέρων αἰτίαν· καὶ γὰρ στοχασμὸν ἐμπίπτοντα ἐκαλοῦμεν, διότι ἐν τῇ μεταθέσει τῆς αἰτίας ἑτέρου ἐνέπιπτε ζήτημα, ὁμοίως δὲ καὶ ὅρον ἐμπίπτοντα ὠνομάζομεν, ἐπεὶ κατὰ τὴν πρός τι ἐξέτασιν ζήτημα ἕτερον ἐπεισφέρεται πρὸς τοῦ προτέρου κατασκευὴν συντελοῦν, ὅπερ ἐξ ἀρχῆς μέχρι τοῦ πρός τι πᾶσι τοῖς κεφαλαίοις κατασκευάσαντες ἐπὶ τὸ πρότερον ἀναδραμούμεθα ζήτημα· οἷον ἀμύητος ὄναρ ἰδὼν τὰ μυστήρια ἤρετο, ἐὰν οὕτως ἔχῃ, συγκατέθετο ὁ ἐρωτηθεὶς, καὶ ὡς ἐξειπὼν ὑπάγεται· ζητούντων γὰρ ἡμῶν, τί τὸ ἐξειπεῖν, πότερον τὸ λόγοις διεξελθεῖν, ἢ καὶ ὅλως τὸ ἐπινεῦσαι καὶ μόνον συμφωνῆσαι καὶ τοῦτο διεξιόντων κατὰ τὸ πρός τι, ἕτερον ἐπανίσταται ζήτημα, τίς ὁ ἀμύητος, πότερα ὁ μηδὲ ὅλως τι τῶν μυστηρίων καθεωρακὼς, ἢ καὶ ὁ θεασάμενος μὲν, ἀλλʼ ὄναρ καὶ οὐ φανερῶς· τοῦτο δὲ διὰ πάντων τῶν κεφαλαίων μέχρι τοῦ πρός τι κατασκευάσαντες τῷ προτέρῳ συμπλέκομεν ζητήματι.

`7.470`

ιγʹ. Πῶς ἐνταῦθα μεταξὺ τῶν κεφαλαίων ἕτερον ἐμπίπτει ζήτημα, αὐτὸς διδάσκει καὶ ὑποτίθεται· τοῦ πρώτου γὰρ, φησὶ, ζητήματος ἐξεταζομένου ἄχρι τοῦ πρός τι ἐμπίπτει τὸ ἕτερον ζήτημα τέλειον καὶ αὐτὸ τυγχάνον, εἰ ἀμύητος ὁ ὄναρ ἰδὼν τὰ μυστήρια, ἢ ὁ ὑπʼ αὐτῶν τῶν θεῶν τετελεσμένος, οὐκοῦν ἡ προβολὴ τοῦ πρώτου, δεινὰ ἔπραξας εἰπὼν τὰ μυστήρια· ὁ ὅρος, οὐκ ἐξεῖπον, οὐ γὰρ ἐφθεγξάμην· ἀνθορισμὸς, καὶ μὴν κατένευσας, καὶ συνάψει εὐθὺς τὸν συλλογισμὸν λέγων, ἴσον εἶναι τὸ κατανεῦσαι τῷ εἰπεῖν γνώμῃ νομοθέτου, ὅτι ἄτοπον λίαν ἡγήσατο τὸ τοιοῦτον ὁ νομοθέτης· εἶτα ἡ πηλικότης βεβαιοῖ, ὅτι μέγα δεινὸν καὶ χαλεπὸν τὸ ἐκλέγειν τὰ τῶν θεῶν μυστήρια· εἶτα τὸ πρός τι, καὶ μεῖζον τὸ κατανεῦσαι· βεβαιοῦντος γάρ ἐστιν, ἀφʼ οὗ τὸ δεύτερον ἐμπίπτει ζήτημα ἐξ ἀντιθέσεως, ἀλλʼ οὐκ ἀμύητος οὗτος, καὶ λοιπὸν ἐπανατρέχει εἰς τὸν ὅρον τούτου τοῦ δευτέρου ζητήματος φάσκων· ἐκεῖνος ἐμυήθη ὁ εἰς θεῶν ἱερὰ φοιτήσας, ὁ παρὰ δᾳδούχου μαθών. ἰστέον δὲ, ὅτι ἐνταῦθα συμβαίνει τὸν κατήγορον τὰ τοῦ φεύγοντος ἔχειν κεφάλαια, τὸν γὰρ ὅρον ἀεὶ τοῦ φεύγοντος ὄντα ὁ κατήγορος ἐν τῷ δευτέρῳ ζητήματι λέγει. ὁ δὲ φεύγων τοῖς ἰδίοις τοῦ κατηγόρου χρήσεται κεφαλαίοις, ἀνθορισμῷ φημι καὶ συλλογισμῷ, κατασκευάζων, ὅτι μεμύηται· ὁ δὲ πρότερος κατήγορος τῷ τοῦ φεύγοντος ὅρῳ ἀνατρέπων τὸ μεμυῆσθαι διὰ τοῦ ὀνείρου τὸν ἄνθρωπον, ὁ δὲ συλλογισμὸς ἐκ τοῦ φεύγοντος ἐξ ἀντιθέσεως ληφθήσεται, ὅμοιον λέγοντος τῷ ὑπὸ τῶν ἱερέων μανθάνειν τὸ ἐν τοῖς ὕπνοις μυεῖσθαι· μανθάνειν γάρ ἐστιν ἐξ ἀμφοτέρων, ἡ πηλικότης δὲ καὶ τὸ πρός τι μειώσει.

`7.471–7.473`

ιδʹ. Τὸ εἶδος, φησὶ, τοῦτο γίνεται, ὅταν περὶ δύο ὀνομάτων ἐφʼ ἑνὸς τρόπου ἡ ζήτησις ᾖ· τὰς δὲ διαφορὰς τουτέστι περὶ δύο ὀνομάτων καὶ τὸ ἐφʼ ἑνὸς προσώπου παρέλαβεν οὐκ ἁπλῶς, ἀλλʼ ἵνα διαστείλῃ τοῦτο τὸ εἶδος τῶν προκειμένων, τουτέστι τοῦ κατὰ ἀμφισβήτησιν καὶ τοῦ κατὰ σύλληψιν, τοῦ μὲν γὰρ κατὰ ἀμφισβήτησιν ἐχώρισεν αὐτὸ, διʼ ὧν εἶπεν ἐφʼ ἑνὸς προσώπου, τὸ γὰρ κατὰ ἀμφισβήτησιν διπλοῦν ἐστι κατὰ τὰ πρόσωπα, ὅπου γε καὶ οὗτος ἀνωτέρω τὸ εἶδος ὠνόμακεν εἰπὼν, τρίτος ὁ κατὰ προσώπου διπλοῦς· πάλιν δὲ αὐτὸς κατὰ σύλληψιν διὰ τῆς ἑτέρας προσθήκης· περὶ δύο γὰρ, φησὶν, ὀνομάτων τὴν ζήτησιν ἐν τοῖς δυσὶν ὅροις καθεστάναι τὸν τρόπον προσήκει, ὅπερ ἐπὶ τοῦ κατὰ σύλληψιν οὐκ ἂν εἴη· τὸ γὰρ ἕτερον τῶν ὀνομάτων ἐκεῖσε ζήτησιν οὐκ ἐπιδέχεται, ὑφʼ ἑκατέρου γὰρ ὡμολόγηται, ἀλλʼ ἐπειδὴ τὸ περὶ δυοῖν ὀνομάτων ἐφʼ ἑνὸς προσώπου καθεστάναι τὴν ζήτησιν καὶ ἐν τῷ ἀντονομάζοντι εὑρίσκεται, διὰ τοῦτο προσέθηκε τὸ οὐκ ἀντονομαζόντων· ἐν μὲν γὰρ τῷ ἀντονομάζοντι περὶ δύο μὲν ὀνομάτων ἡ ζήτησις, ἀλλʼ ἀντονομαζόντων, ὄνομα ἀντʼ ὀνόματος παραδεχομένων ἡμῶν, ἐν δὲ τοῖς δύο ὅροις τὰ δύο προηγουμένως ζητοῦμεν ὀνόματα, καὶ τοῦ κατηγόρου τὰ δύο ἐγκλήματα ἐπιφέροντος καὶ τοῦ φεύγοντος περὶ ἀμφοῖν ἀντιλέγοντος· ἡ δὲ πρὸς τὸν ἐμπίπτοντα τῶν δύο ὅρων διαφορὰ σαφεστάτη· ἐκεῖ μὲν γὰρ θάτερον τοῦ ἑτέρου λαμβάνεται πρὸς κατασκευὴν, καὶ γίνεται τὸ ἐμπίπτον ζήτημα ἀποδεικτικὸν τοῦ προηγουμένου· ἐνταῦθα δὲ ἀπʼ ἀλλήλων κεχώρισται τὰ ζητήματα τέλεια ὄντα καθʼ αὑτὰ καὶ οὐδὲν πρὸς ἀπόδειξιν ἀλλήλων συντείνοντα. ἔστι δὲ διαλῦσαι τὰ ζητήματα τὰ ἑκάτερα ἰδίᾳ μηδὲν ἐν τῇ ὑποθέσει λυμαινόμενα· οἷον νόμος τὸν ἐκ καθαροῦ καὶ καθαρὸν ἱερᾶσθαι· πατέρα τις μοιχὸν ἀποκτείνας εἴργεται ἱερᾶσθαι· τοῦτο γὰρ διελόντες δύο παραλαμβάνειν ἁπλᾶ δυνάμεθα προβλήματα, ὡς εἰ λέγοιμεν οὕτως· νόμος τὸν ἐκ καθαροῦ ἱερᾶσθαι, πατρὸς ἁλόντος ἐπὶ μοιχείᾳ εἴργεται τῆς ἱερωσύνης, καὶ πάλιν ἕτερον πρόβλημα· νόμος τὸν καθαρὸν ἱερᾶσθαι, μοιχόν τις ἀνελὼν ἱερᾶσθαι κωλύεται· τοσαῦτα περὶ τῆς τοῦ προκειμένου εἴδους φύσεώς τε καὶ πρὸς τὰ ἄλλα διαφορᾶς, ἐπάγει δὲ καὶ τὴν περὶ τῆς ἐργασίας διδασκαλίαν ὁ τεχνικὸς, καί φησι, δεῖ τὸ πρότερον τῶν ζητημάτων τελείως κατασκευάσαντας οὕτως ἐπὶ θάτερον μεταβῆναι, καὶ αὖθις ἐκεῖνο κατασκευάζειν ἄνωθεν ἀρξαμένους· ὥστε διεστάλθαι ἀπʼ ἀλλήλων τὴν ἑκατέρων κατασκευήν· καὶ ζητητέον πῶς ἐπὶ τῶν ἄλλων εἰδῶν, φημὶ τῶν διπλῶν, πανταχοῦ συμπλέκεσθαι κελεύων τὰ ζητήματα καὶ κεφάλαιον ἀντιτιθεὶς κεφαλαίῳ, ὅπως συντεταγμένος καὶ σφριγῶν ὁ λόγος, ἀλλὰ μὴ διαλελυμένος καὶ ὕπτιος γένοιτο, ἐνταῦθα τοὐναντίον διακελεύεται, διαστέλλεσθαι φάσκων δεῖν τὰ ζητήματα, ὅπερ ἂν εἴη πολλῆς ὑπτιότητος· πρὸς δὲ ταῦτα ῥητέον, ὡς ἐπὶ μὲν τῶν ἄλλων φυσικῶς ἄμφω συνήρμοστο καὶ συνεπέπλεκτο τὰ ζητήματα, ἔνθεν καὶ τὰς ἀποδείξεις ἐπʼ ἐκείνου κατὰ συμπλοκὴν προάγειν ἀναγκαῖον ἐδόκει, ἐνταῦθα δὲ κεχωρισμένων φύσει τῶν ζητημάτων, ὡς ἐδείξαμεν, καὶ οὐδὲν εἰς τὴν ἀλλήλων συντελούντων κατασκευὴν, ἀφʼ οὗ καὶ τὴν προσηγορίαν τὸ εἶδος ἔλαβε, δύο ὅροι καλούμενον, εἰ συμπλέκειν τὰς τούτων κατασκευὰς βουληθείημεν, εὐθὺς μὲν καὶ παρʼ αὐτὴν τὴν ἀρχὴν ἀγωνιστικοὶ φανοίμεθα ἄν· προϊόντες δὲ εἰς ἀσάφειαν πολλὴν ἐμπίπτοιμεν καὶ σύγχυσιν, τὰ κεχωρισμένα μὴ ἐκλύειν βουλόμενοι· χρὴ οὖν ἰδίᾳ κατασκευάζειν ἑκάτερον· εἰ δέ τί ἐστι τοῦ δευτέρου ζητήματος ἐν τῷ προτέρῳ δεόμενόν τινος κατασκευῆς, τῷ κατʼ ἐπαγγελίαν χρησόμεθα σχήματι, τέως μὲν αὐτὸ διακρουόμενοι, μικρὸν δὲ ὕστερον περὶ αὐτοῦ λέξειν ἐπαγγελλόμενοι· τοσαῦτα περὶ τοῦ ὅρου τεχνολογεῖν ἔχομεν.

Δύο ὄντων τῶν ζητημάτων ἐπὶ ἑνὸς προσώπου, διπλῆ καὶ ἡ διαίρεσις ἔσται διʼ ὅλου τοῦ κεφαλαίου. καὶ γίνεται τὸ πρῶτον ζήτημα, ὅτι ἐκ καθαροῦ, καὶ λοιπὸν ἐμπίπτει τὸ ἕτερον ζήτημα· εἰ γὰρ ἐκ καθαροῦ γέγονεν, ὡς φῂς, σὺ οὐ καθαρὸς ἀνελὼν τὸν καθαρόν· καὶ οὕτως εἰσάγεται τὸ δεύτερον ζήτημα, ὅτι μοιχὸν ὄντα ἀνεῖλον· εἰσάγεται δὲ σχεδὸν μετὰ τὴν ποιότητα· διὰ τοῦτο δὲ οὐκ ἀντιτιθέντες κεφάλαιον κεφαλαίῳ τὴν διαίρεσιν ἐν τούτῳ τῷ εἴδει ποιούμεθα, ἀλλὰ χωρίσαντες, οὐχ ὅτι ἀγωνιστικώτερον τὸ ἀντιτιθέναι, ἀλλʼ ἐπειδὴ διέστηκεν ἀλλήλων καὶ κεχώρισται τὰ ζητήματα, καὶ συνάπτειν μὲν ἐπιχειροῦντες σύγχυσιν ἐργαζόμεθα, διαιροῦντες δὲ εὐκρινῆ καὶ σαφῆ τὸν λόγον παρεξόμεθα.

Περὶ ἀντιλήψεως.

`7.474–7.476`

Τὴν τέχνην ἡ ταυτότης ἔχει καὶ ἐλέγχει· τὸ γὰρ μὴ διαμένον ἐπὶ τῶν αὐτῶν, ἀλλὰ νῦν μὲν ὡδὶ, αὖθις δὲ ἑτέρως γινόμενον ἄτακτόν τε καὶ ἄτεχνον ἐπιδείκνυται· τρία οὖν τὰ αὐτὰ καθʼ ἑκάστην διαίρεσιν τῷ τεχνογράφῳ παρατετήρηται, ἡ τῶν κεφαλαίων ἀπαρίθμησις, ἡ περὶ ἑκάστου τεχνολογία, καὶ τρίτη ἐπὶ τούτοις ἡ τῶν εἰδῶν ἐπίσκεψις, ὥσπερ κἀν τῇ μεθόδῳ παρατηρήμασιν ἰσαρίθμοις κέχρηται· πρῶτον τὴν εὕρεσιν ἑκάστης τῶν στάσεων ἐκτιθέμενος, ἔπειτα τὸ ὄνομα φράζων, εἶτα τὸν ὅρον ἀποδιδούς· ὅπερ οὖν ἐν τῇ διαιρέσει κατὰ πᾶσαν ποιεῖν εἴωθε στάσιν, τοῦτο κἀπὶ τῆς ἀντιλήψεως παρεφύλαξε, καὶ πρῶτον μὲν εὐθὺς ἀπηριθμήσατο τὰ κεφάλαια, ἔπειτα τὴν προσήκουσαν ἀποδίδωσι τεχνολογίαν ἑκάστῳ, καὶ μετὰ τοῦτο περὶ τῶν εἰδῶν διαλήψεται. Ὅτι μὲν ἐκ τριῶν τούτων, νόμου, φύσεως, ἔθους λαμβάνεται πᾶσα ἀντίληψις, ἐν τῇ μεθόδῳ δεδήλωται, καὶ εἴ τι καινότερον συνέβαινε περὶ τὴν φύσιν τῆς στάσεως, ἐν τῷ εἰρημένῳ τόπῳ καὶ τοῦτο ἐζητήσαμεν· διαληπτέον δὲ περὶ τῆς τῶν κεφαλαίων τάξεως· ταύτην δέ τινες ᾠήθησαν κατὰ τὸν διώκοντα γεγενῆσθαι, οὐκ ἀκριβῶς ἐπεσκεμμένοι τὸν περὶ αὐτοῦ λόγον, ἀλλὰ τὸ παραστὰν ἐκ πρώτης ἀποφηνάμενοι· ἐπεὶ γὰρ εὗρον πρῶτον μὲν τὴν προβολὴν, ὅπερ ἐστὶν ἴδιον τοῦ κατηγόρου κεφάλαιον, εἶτα τὸ μόριον τοῦ δικαίου μετὰ τὴν προβολὴν τοῦ διώκοντος κατὰ ἀντίθεσιν λαμβανόμενον, ἐξαπατηθέντες τὴν τάξιν τῶν κεφαλαίων κατὰ τὸν διώκοντα γεγενῆσθαι ὑπέλαβον· οὐ γὰρ προσέσχον, ὅτιπερ ἡ τάξις ἥδε οὐ τοῦ διώκοντος μᾶλλόν ἐστιν ἢ τοῦ φεύγοντος· ὁμοίως γὰρ ἑκάτερον τάττουσιν· ὁ μὲν γὰρ διώκων τυραννικὸν ἀποφαίνειν βουλόμενος τὸν κατηγορούμενον εὐθὺς τὸ μόριον τοῦ δικαίου παραλαμβάνει κατὰ ἀντίθεσιν, ὅπερ ἐστὶν οὐδὲν ἕτερον ἢ ψιλὴ ἀπόφασις ἀντιληπτικὴ, τὸ δὲ ἀντιληπτικὸν ἀεὶ τραχύτερόν πως καὶ τυραννικώτερον τῷ τὴν ἐξουσίαν προβάλλεσθαι, ὁ δὲ φεύγων καὶ τὸ πᾶν σχεδὸν τῆς ἀπολογίας ἔχων ἐν τῇ ἐξουσίᾳ, καὶ τὸ κατʼ ἀρχὰς τῶν ἀγώνων τυραννικὸς εἶναι δοκεῖν ἀποφεύγων, χρῆται καὶ οὗτος εὐθὺς τῷ τοῦ δικαίου μορίῳ, ἁπλουστέρῳ γε τῆς ἀντιλήψεως ὄντι, ὅπως καὶ τὸ ἰσχυρὸν ἐν ἀρχῇ τῆς ἀπολογίας ἐνδείξηται, καὶ τῷ μὴ εἶναι τὸ κεφάλαιον ἐγκατάσκευον, μηδὲ ἐπὶ πλεῖστον ἐπεκτείνειν τὴν ἀπὸ τῆς ἐξουσίας ἀπολογίαν, ὑπεκκλίνοι τὸ λυπηρὸν εἶναι τοῖς δικασταῖς· τὴν γὰρ ὅλην τοῦ κεφαλαίου ἐξέτασιν ἐν μέσοις φυλάττει τοῖς ἀγῶσιν· ἐπειδὰν δὲ εἰς τὴν ἀντίληψιν ὁ λόγος ἀφίκηται, ὁ δὲ κατήγορος τὸ τοῦ δικαίου μόριον παραλαβὼν οὐκέτι τῇ ἀντιλήψει χρήσεται· οὐ γὰρ ἐγκατασκεύους προσήκει λαμβάνειν τὰς ἀντιθέσεις, ἀλλʼ ἁπλουστέρας μᾶλλον καὶ δυναμένας ἀπολύεσθαι ῥᾴδιον· τὸ δὲ μόριον τοῦ δικαίου τῆς ἀντιλήψεως τούτῳ διαφέρειν ἐφάσκομεν, τῷ τὴν ἀντίληψιν μετὰ κατασκευῆς ἐκφέρεσθαι πλείονος· μετὰ γοῦν τὸ μόριον τοῦ δικαίου τὴν μετάληψιν παραλήψεται, εἴγε πᾶν ἀντιληπτικὸν ἐπιχείρημα μεταλήψει λύεται· εἶτα προσώπῳ καὶ ὅρῳ καὶ τοῖς ἑξῆς ἑκάτερον χρήσεται μέρος, πλὴν ὅτι γε τὴν ἀντίληψιν ὁ διώκων παρίησι. Τοσαῦτα περὶ τῆς τῶν κεφαλαίων τάξεως· ἐφʼ ἑκάστου δὲ αὐτῶν γινόμενος τὴν προσήκουσαν ἀποδιδόναι ἀπολογίαν πειράσομαι.

`7.477`

βʹ. Τρίτην μὲν ἔταξε τὴν πραγματικὴν Ἑρμογένης τὴν τάξιν τῶν στάσεων ἀπαριθμούμενος, νυνὶ δὲ τὴν ἀντίληψιν τῆς πραγματικῆς προέταξε, καὶ τὸ αἴτιον εὔδηλον· ἐκεῖ μὲν γὰρ ἐκ τῶν πραγμάτων τὴν τάξιν ποιούμενος τρίτην ἔθηκε τὴν πραγματικὴν, καὶ γὰρ εὐθέως ἐκείνη ἐκ τῆς διαιρέσεως τῶν πραγμάτων ἀνέκυπτε· καὶ ἵνα τοῦτο δηλωθῇ, δεῖ μικρὸν ἄνωθεν διαλαβεῖν, ὅτι τῶν πραγμάτων τὰ μέν ἐστιν ἀφανῆ, τὰ δὲ φανερά· καὶ τῶν φανερῶν τὰ μέν ἐστι τέλεια, τὰ δὲ ἀτελῆ· τῶν δὲ τελείων εὐθέως ἡ πρώτη ζήτησις περὶ τὸν μέλλοντα γίνεται, περὶ ὅν ἐστιν ἡ πραγματική· τοιγαροῦν εἰκότως ἐκεῖ μὲν ἐκ τῶν πραγμάτων διαιρούμενος προτέραν ἔταξεν τὴν πραγματικήν· ἐνταῦθα δὲ ἐπειδὴ τῶν κεφαλαίων ἡ διαίρεσις γίνεται, πολλὴ δὲ ἡ κοινωνία τοῦ ὅρου πρὸς τὴν ἀντίληψιν ἐν τοῖς κεφαλαίοις, ἐκεῖ μὲν διέστησεν, ἐνταῦθα δὲ συνήγαγεν.

γʹ. Κἀνταῦθα πάλιν τὰ τρία τετήρηκεν ὁ τεχνικὸς, τὴν τῶν κεφαλαίων ἀπαρίθμησιν καὶ τὴν ἑκάστου ἐργασίαν καὶ τὰ εἴδη τῶν στάσεων· ἡ προβολὴ δὲ ἐν ὅρῳ δέδεικται ποίαν ἔχει φύσιν, ὅτι ψιλή ἐστι τῶν γενομένων διήγησις μετὰ βραχείας αὐξήσεως, καὶ τὸ διάφορον, ὅτι ἐν μὲν τῷ κατὰ αἴτησιν ὅρῳ κοινὴ γίνεται ἡ προβολή· ἐν δὲ τῇ ἀντιλήψει ὁ φεύγων οὐδέποτε τούτῳ χρήσεται τῷ κεφαλαίῳ.

`7.478–7.479`

δʹ. Ἡ προβολὴ γίνεται, ὡς καὶ ἐν τῷ ὅρῳ· περὶ τῆς προβολῆς ἐν τῷ ὅρῳ τεχνολογήσας νῦν ταυτολογεῖν οὐκ ἀνέχεται· ἄξιον δὲ ἐκεῖνο πλείστης ἐπιστάσεως, τί δήποτε τὰ ἐν τῷ στοχασμῷ ἀπʼ ἀρχῆς ἄχρι τέλους, πρὸς τὰ τῶν ἄλλων ἁπασῶν στάσεων, ἅπερ ἐστὶν ἡ προβολὴ, τάξιν ἔχει διάφορον, καίτοι ἡ προβολὴ, καθὰ ἐν τῷ ὅρῳ διεξῆλθεν ὁ τεχνικὸς, οὐδὲν ἕτερόν ἐστιν ἢ τὰ ἀπʼ ἀρχῆς ἄχρι τέλους, φημὶ καὶ ἐπὶ τῶν λοιπῶν στάσεων· πῶς οὖν ἐν μὲν τῷ στοχασμῷ πέμπτην ἀπέλαβε τάξιν τουτὶ τὸ κεφάλαιον, τὰ ἀπʼ ἀρχῆς ἄχρι τέλους φημί; ἡ γὰρ προβολὴ κατὰ τὰς λοιπὰς στάσεις ἁπάντων ἡγεῖται τῶν κεφαλαίων, ἔστι δὲ ἀπολύσασθαι τὴν ἀπορίαν, ἢν τὸ ἐν τῷ στοχασμῷ διάφορον πρὸς τὰς ἄλλας τῶν στάσεων καταμάθωμεν. ἴδιον τοιγαροῦν τοῦ στοχασμοῦ τὸ ἕτερον μὲν ἔχειν τὸ πεπραγμένον, ἕτερον δὲ τὸ κρινόμενον· καὶ τὸ τὰ πεπραγμένα πάντως ἔχειν ἀνεύθυνα, ὥστε κεχωρίσθαι τῶν ἀπʼ ἀρχῆς ἄχρι τέλους τὰ ἐγκλήματα, τὰ γὰρ ἀπʼ ἀρχῆς ἄχρι τέλους αὐτὰ τὰ πεπραγμένα ἐστίν· ἀνάγκη δὲ μετὰ τὴν διήγησιν προτείνειν τὸ τοῦ ἐγκλήματος ὄνομα, ὅπως ἃ ἐπὶ τοῖς πεπραγμένοις καὶ ἃ ἐν τῇ διηγήσει διεξερχόμεθα εἰδεῖεν οἱ δικασταὶ, ὅ τί ποτέ ἐστι τὸ ἐπαγόμενον ἔγκλημα· ἐν μὲν οὖν τῷ στοχασμῷ ἅτε κεχωρισμένον ἀπὸ τῶν πεπραγμένων ἔχοντες τὸ κρινόμενον εὐθὺς αὐτὸ ψιλῶς μετὰ τὴν διήγησιν ἐπιφέρομεν, οἷον ὅτι ἐπὶ τούτοις αὐτὸν παραπρεσβείας κρίνω ἢ ἀσεβείας ἤ τινος τοιούτου, τὴν δὲ ἀπόδειξιν ὕστερον ἐκ τῶν ἀπʼ ἀρχῆς ἄχρι τέλους λαμβάνομεν, ἐπειδὰν εἰς τὴν τοῦ πράγματος ἐμβάλωμεν ἐξέτασιν· ἐν δὲ ταῖς λοιπαῖς τῶν στάσεων, αὐτῶν δὴ τῶν πεπραγμένων εὐθυνομένων, ἡνίκα τὴν διήγησιν διεξελθόντες τὸ ἔγκλημα φράζειν δεηθῶμεν, πάλιν ἀνάγκη τὰ πεπραγμένα λέγειν, εἴγε συμπλέκεται τῷ ἐγκλήματι, καὶ αὐτά ἐστι τὰ εὐθυνόμενα· ταῦτα δʼ ἔτι ἀπʼ ἀρχῆς ἄχρι τέλους, ἃ προβολὴν ὀνομάζομεν· οὕτως οὖν ἐπὶ μὲν τοῦ στοχασμοῦ τὴν πέμπτην ἔχειν τάξιν ἠδύνατο τὸ κεφάλαιον· ἐπὶ δὲ τῶν λοιπῶν ἐξ ἀνάγκης ἡγεῖται· δεδήλωται δὲ ἄρα καὶ ἡ διαφορὰ τῶν ἐν τῷ στοχασμῷ ἀπʼ ἀρχῆς ἄχρι τέλους πρὸς τὴν προβολήν, καὶ ἑτέραν δέ τινα διαφορὰν αὐτῶν ἐν τῷ ὅρῳ δεδώκαμεν, ὄτι γε τὰ μὲν ἐκ τῶν περιστατικῶν ἀποδεικτικὰ λαμβάνομεν, ἡ δὲ προβολὴ λαμβάνεται μὲν ἀπὸ τῶν αὐτῶν, αὐξητικῶς δὲ καὶ ἀποδεικτικῶς.

`7.480`

εʹ. Τὰ μόρια τοῦ δικαίου καὶ ἡ ἀντίληψίς ἐστι καὶ γὰρ, ὡς ἔφαμεν, ἡ ἀντίληψις ἢ ἀπὸ νόμου ἢ φύσεως ἢ τέχνης ἤ τινος τῶν τοιούτων ἔχει τὴν ἰσχὺν, ἐξ ὧν καὶ τὸ μόριον τοῦ δικαίου λαμβάνεται, ὅπερ οὕτω καλεῖται διὰ τὸ μέρος τι τοῦ δικαίου προβάλλεσθαι, ἐξ ἑνὸς γὰρ τούτου πάντως ἔχει τὴν ἐξέτασιν· τοῦ γὰρ κατηγόρου πολλῇ χρησαμένου τῇ ἐν προβολῇ καταφορᾷ, ὁ φεύγων πρὸς τοῦτο μαχόμενος ἀντιστήσει τῇ κατηγορίᾳ ἕν τι τούτων, διαλύων αὐτοῦ τὴν ἰσχὺν, ὥσπερ ἐν παραγραφικοῦ μοίρᾳ· φήσει γὰρ, ὡς ἄδικος ὁ κατήγορος καὶ οὐ δεῖ ἐπὶ τοιούτοις ἀγῶνας κροτεῖν, ἐφʼ οἷς ἢ νόμος τὴν ἐξουσίαν παρέσχετο καὶ ἑξῆς· φύσιν δὲ ἀντιλήψεως τὸ κεφάλαιον ἔχον οὐκ ἐκλήθη ἀντίληψις, ἐπεὶ διαβολῆς ἕνεκα τὰ μόρια τοῦ δικαίου προτείνεται, οὐ τὴν πᾶσαν ἐξουσίαν προβαλλόμενα· οὐχ οὕτως οὖν ὠνόμασται διὰ τὸ μήπου τῆς ἐξουσίας τὸν φεύγοντα ἀντιλαμβάνεσθαι.

`7.481`

ϛʹ. Τὸ μόριον τοῦ δικαίου τὸ αὐτὸ, φησὶν, ἐστὶ τῇ ἀντιλήψει, πλὴν ὅσον ἡ ἀντίληψις ἐγκατάσκευός τέ ἐστι καὶ πλείονα ἔχει τὴν ἐργασίαν· ὅτου δὲ χάριν τὸ τοῦ δικαίου παρείληπται μόριον ἀνωτέρω δεδήλωται, καὶ νῦν οὐ χεῖρον εἰπεῖν· ἐπεὶ γὰρ κ. τ. λ. ἅμα δὲ καὶ ἵνα τοῖς τοῦ κατηγόρου λόγοις ἀκολουθῶν ὁ φεύγων ἐπὶ τῆς ἀπολογίας εὑρίσκηται· τοῦ γὰρ διώκοντος τὰ ἀπʼ ἀρχῆς ἄχρι τέλους διελόντος διχῆ κατά τε προβολὴν καὶ κατὰ τὴν τῆς πηλικότητος καὶ τοῦ πρός τι ἐξέτασιν, καὶ ἧττον μὲν αὐτοῖς ἐν τῇ προβολῇ χρωμένου, ἐλέγομεν γὰρ δεῖν πεφεισμένως ἐν τῷδε τῷ κεφαλαίῳ χρῆσθαι τῇ αὐξήσει· ἐν δὲ τῇ πηλικότητι καὶ τῷ πρός τι τὴν αὔξησιν μετὰ πλείστης ὅσης ποιουμένου τῆς ἐργασίας, ἀντιτάττων ὁ ἀπολογούμενος φαίνεται καὶ αὐτὸς διχῆ τὴν ἀντίληψιν, τὸ μὲν μόριον τοῦ δικαίου τῇ προβολῇ, τὸ ἁπλούστερον τῷ ἧττον ἐγκατασκεύῳ, τὴν δὲ ἀντίληψιν, ἥπερ ἀγωνιστικωτέρα καὶ πλεῖον ἐξειργασμένη, πρὸς τὴν ὅλην ἀντικαθιστὰς τοῦ κατηγόρου αὔξησιν, φημὶ τὴν πηλικότητα καὶ τὴν κατὰ τὸ πρός τι κατασκευήν· ἣν μὲν οὖν ἔχει διαφορὰν τὸ μόριον τοῦ δικαίου καὶ ἡ ἀντίληψις, ὁ τεχνικὸς αὐτὸς ἡμῖν ἐδήλωσεν εἰπὼν, ὡς ταὐτὸν μέν ἐστι τῇ ἀντιλήψει, διαφέρει δὲ, ὅτι ἐνταῦθα μὲν ἁπλούστερον καὶ ἄνευ κατασκευῆς ἐν παραγραφικοῦ μοίρᾳ τίθεται κατʼ ἀρχὰς, ἐκεῖ δὲ, τουτέστιν ἐν τῇ ἀντιλήψει, ὡς ἑτέρως οἱονεὶ ἐγκατασκεύως καὶ τελεώτερον· ἐπεὶ δέ φησιν αὐτὸ ἐν παραγραφικοῦ τετάχθαι μοίρᾳ, ἀναγκαῖον εἰπεῖν, τίνι τοῦ παραγραφικοῦ διοίσει· ἡ γὰρ κοινωνία σαφὴς, ὅτι ἑκάτερον διαβάλλει τὸν ἀγῶνα, ὡς οὐδὲ ἐπὶ τούτῳ κρίνεσθαι· διαφέρει δὲ ἀλλήλων, καθὸ τὸ μὲν παραγραφικὸν διαβολῆς ἕνεκα μόνον παραλαμβάνεται, τοῦτο δὲ καὶ τὸ μέγιστόν ἐστι τοῦ παντὸς ἀγῶνος, καὶ ὡς περὶ τῆς πάσης ἀπολογίας κεφάλαιον, καὶ ἔτι τὸ μὲν παραγραφικὸν ἀπό τινος λαμβάνεται τῶν περιστατικῶν, τὸ δὲ τοῦ δικαίου μόριον οὐχ οὕτως, ἀλλʼ ἀφʼ ὧν ἡ ἀντίληψις ἢ ἀπὸ νόμου ἢ ἀπὸ ἔθους, ἢ ἀπὸ φύσεως· εἰδέναι δὲ χρὴ, ὅτι γε καθάπερ ὁ διώκων ἀπὸ τῆς προβολῆς ἄρχεται, τοῦτον τὸν τρόπον ἐκ τούτου τοῦ κεφαλαίου ὁ φεύγων.

`7.482`

ζʹ. Μόρια καλεῖται δικαίου τὰ εἴδη τῆς ἀντιλήψεως· διὰ τοῦτο γὰρ καὶ μόρια, ἐπειδὴ κατὰ πάντα τὰ μέρη ἐξετάζεται, ἢ νόμον, ἢ ἔθος, ἢ φύσιν· ἐξ ἑνὸς γὰρ τούτων πάντως ἔχει τὴν ἐξέτασιν τὸ κεφάλαιον· τοῦ κατηγόρου γὰρ πολλῇ χρησαμένου καταφορᾷ ἐν τῇ προβολῇ, ὁ φεύγων πρὸς τοῦτο μαχόμενος ἀντιστήσει τῇ κατηγορίᾳ ἐπὶ τῶν κεφαλαίων αὐτῆς τὴν ἰσχὺν, ὥσπερ ἐν παραγραφικοῦ μοίρᾳ· φήσει γὰρ ὡς ἄδικος ὁ κατήγορος, καὶ οὐ δεῖ ἐπὶ τοιούτοις ἀγῶνα συγκροτεῖν, ἐφʼ οἷς ἢ νόμος ἢ φύσις τὴν ἐξουσίαν παρέσχετο, ἢ ἐφʼ οἷς πᾶσιν ἀνθρώποις εἴθισται καὶ νενόμισται.

ηʹ. Ἐνταῦθα, φησὶ, χωρὶς κατασκευῆς τινος χρώμεθα ἐν παραγραφικοῦ τάξει τὴν εἰσαγωγὴν αὐτῶν ποιούμενοι, οὐ δίκαιον εἶναι λέγοντες ἐφʼ οἷς ἢ νόμος ἢ ἔθος ἢ φύσις ἢ τέχνη συγκεχώρηκε κρίνεσθαι, ἐν τῇ ἀντιλήψει δὲ πάσας τὰς κατασκευὰς τίθεμεν τελείαν τὴν ἐργασίαν τῶν τοῦ δικαίου μορίων ταύτῃ φυλάττοντες.

θʹ. Ὡς οὐ μέτρια ἠδίκησας τὴν πόλιν φοβήσας τοὺς ἐμπόρους τῇ γραφῇ καὶ τὴν ἔξωθεν ἡμῖν τῶν ἀναγκαίων ἀποκλείσας εὐπορίαν· οὐδενὸς γὰρ ἔτι τῶν πρώην ἡμῖν μέτεστιν.

`7.483`

ιʹ. Ὅτι παραγραφικοῦ δύναμιν ἔχει τὸ μόριον τοῦ δικαίου δῆλον ἀφʼ ὧν δικαστικῶς αὐτὸ προηνέγκατο, οἷον εἰ μὴ δεῖ ἐπὶ τούτοις κρίνεσθαι· οὐδεὶς γὰρ ἀπολογίαν προτείνων ἀμφίβολον προτείνεται αὐτὴν, ἀλλὰ καθολικὴν ἀπόφασιν· τοῦτο δέ ἐστι τὸ ἀρνεῖσθαι μὴ εἶναι ὑπεύθυνον ἢ τὸ μὴ κεκωλύσθαι τὸ πρᾶγμα, τὸ δὲ εἰ μὴ δεῖ ἐπὶ τούτοις κρίνεσθαι ἀμφιβολίας ἐχόμενόν ἐστι καὶ τὴν τῶν δικαστῶν ἐκκαλούμενον δοκιμασίαν, οὐδεὶς δὲ ὃ ἀπολογεῖται ἀμφίβολον κατασκευάζει· ἄλλʼ ἐνταῦθα οὐχ ὡς ἀπολογούμενος αὐτὸ λέγει, ἀλλʼ ὡς κοινὴν ζήτησιν τῶν δικαστῶν, εἰ δεῖ αὐτὸν ἐπὶ τούτοις κρίνεσθαι, ἵνʼ ᾖ ἡ μὲν πρότασις τοῦ φεύγοντος, οὐ δεῖ με ἐπὶ τούτοις κρίνεσθαι, ἡ ἐπαγωγὴ δὲ τοῦ διώκοντος, ἀλλὰ δεῖ· ἡ ζήτησις δὲ τῶν δικαστῶν, εἰ δεῖ ἐπὶ τούτοις κρίνεσθαι, ἃ μηδεὶς κεκώλυκε νόμος· τὰ γὰρ μόρια τοῦ δικαίου ὁδός ἐστιν εἰς τὸ αἰτιᾶσθαι τὸν ἀγῶνα.

ιαʹ. Εἴπομεν, ὅτι ἐμέρισε τὸ ὁρικὸν παραγραφικὸν, καὶ οὕτως εἶπε προσώπῳ· τουτέστιν ὅταν ἔχωμεν τὸ πρόσωπον εὐτελὲς καὶ ἀδύνατον πρὸς τὸ ἔγκλημα, τότε ἐμπίπτει· ἂν γὰρ ᾖ τὸ πρόσωπον δυνατὸν, ἐκλείπει. Ἄλλο. Ἰδοὺ ἐνταῦθα πίπτει τὸ ἀπὸ προσώπου παραγραφικὸν ὁρικόν· ἀσθενὲς γὰρ πρὸς τὸ πρόσωπον τὸ ἔγκλημα, ὅτι οὐκ ἔστιν ἰδιώτου ζωγράφου τὸ τὴν πόλιν ἀδικεῖν, ἀλλὰ στρατηγῶν, πρέσβεων καὶ ῥητόρων.

ιβʹ. Τρίτον ἐπὶ τούτοις κεφάλαιον ἀκολουθεῖ τὸ πρόσωπον καὶ αὐτὸ μόνου τοῦ φεύγοντος· μεταφέρων γὰρ τὸ ἔγκλημα ἐπὶ τὴν ἰδίαν ποιότητα ἐρεῖ, ὅτι οὐκ ἐμὲ δεῖ δημοσίων ἀδικημάτων φεύγειν, καὶ τοῦτο δὲ παραγραφικοῦ χώραν ἔχει, καὶ ἐν τούτῳ γὰρ διαβάλλει τὴν γραφὴν ὁ φεύγων, ὡς οὐ δεῖ τὸν μηδὲν τῶν κοινῶν μεταχειριζόμενον δημοσίων εὐθύνεσθαι· καὶ ἔστι τῶν οὐκ ἀεὶ ἐμπιπτόντων, ἀλλὰ τότε ἐμπίπτει, ὅταν κρίνηται ἰδιώτης ἡ γυνὴ δημοσίων ἀδικημάτων, ἢ ῥήτωρ σιωπῶν καὶ μὴ πολιτευόμενος, ἢ ζωγράφος ἢ ποιητής· ἢ ὅστις ἁπλῶς μηδὲν πράττῃ δημόσιον· ἐπὶ δὲ τῶν ἐνδόξων προσώπων καὶ ἐν ἀρχαῖς ἐξεταζομένων οὐκ ἐμπεσεῖται· οἷον εἰ πρεσβευτὴς εἴη ἢ στρατηγὸς ἤ τις τῶν τοιούτων.

`7.484`

ιγʹ. Ἐπειδὴ τὰ μόρια του δικαίου παραγραφικοῦ τάξιν ἔχει, εἰκότως δεύτερον τέτακται τὸ πρόσωπον τελείας παραγραφῆς τάξιν ἔχον ἐν τῇ ἀντιλήψει· ἔστι δὲ τοιοῦτον, ὅτι ἑτέρων εἰσὶν αἱ τοιαῦται κατηγορίαι, καὶ οὐ δεῖ ἰδιώτας δημοσίων ἀδικημάτων κρίνεσθαι, ὡς ἐπὶ τοῦ ζωγράφου· ἐνταῦθα γὰρ τὰ μόρια τοῦ δικαίου τὸ λέγειν, ὅτι ἐπὶ τέχνῃ κρίνομεν, εἶτα τὸ πρόσωπον, ὅτι οὐ δεῖ ζωγράφον ὄντα ἐπὶ δημοσίοις ἀδικήμασι κρίνεσθαι, ἀλλὰ στρατηγοὺς καὶ ῥήτορας, καὶ γίνεται παραγραφικοῦ τελείου τάξις.

`7.485`

ιδʹ. Τὸ κεφάλαιον τοῦτο οὐ καθʼ αὑτὸ προοισόμεθα, ἀλλʼ ἐπισυνάπτοντες τῷ τοῦ δικαίου μορίῳ, ὥστε καὶ τοῦτο τρόπον τινὰ παραγραφικοῦ μοῖραν ἐπέχειν ἡμῖν, ὥσπερ τὸ μόριον τοῦ δικαίου· οἱ γοῦν νεώτεροι σαφέστερον ὀνομάζουσι τόδε τὸ κεφάλαιον, τὴν φύσιν αὐτοῦ διὰ τοῦ ὀνόματος ἀκριβῶς ἐμφανίζοντες· καλοῦσι γὰρ αὐτὸ ὁρικὸν παραγραφικὸν ἐκ προσώπου· ὁρικὸν μὲν, ὅτι διορίζομεν μὴ δεῖν φάσκοντες μηδένα ζωγράφον τὸ δημόσιον ἀδικεῖν, ἀλλὰ ῥήτορα τυχὸν ἢ στρατηγὸν, παραγραφικὸν δὲ, ὅτι καθάπερ τὸ μόριον τοῦ δικαίου καὶ τοῦτο διαβολὴν ἔχει τοῦ ἀγῶνος· τὸ δὲ ἐκ προσώπου σαφές· τὴν γὰρ διαβολὴν ἐκ τοῦ προσώπου ποιούμεθα· ζωγράφον φάσκοντες οὐ χρῆναι δημοσίων κρίνεσθαι· χρησόμεθα οὖν πρῶτον μὲν τῷ τοῦ δικαίου μορίῳ, ὡς οὐ δεῖ ἐπὶ τοῖς μὴ κεκωλυμένοις ἀπὸ τῶν νόμων εὐθύνεσθαι· ἔπειτα ἀπὸ τοῦ προσώπου ὁρικῷ παραγραφικῷ, ὡς εἰ καὶ ἔδει κρίνειν, ἐφʼ οἷς μηδεὶς ἀπὸ τῶν νόμων κεκώλυται, ζωγράφον οὐκ ἐχρῆν δημοσίων κρίνεσθαι, ἀλλὰ στρατηγὸν ἢ ῥήτορα· εἰσφέρομεν γὰρ κατὰ ἀντιπαράθεσιν τὰ τὴν τοιαύτην κρίσιν ἐπιδεχόμενα πρόσωπα· ἐπεὶ δὲ ὁρικὸν αὐτὸ παραγραφικὸν ὠνόμασε, ζητητέον, τίνι διοίσει τοῦ καθαρῶς παραγραφικοῦ, ὅπερ ἐμάθομεν ἐν τῷ στοχασμῷ, καὶ ἔστι μὲν αὐτῶν πρώτη διαφορὰ, καθὸ τὸ μὲν οὐχ ἁπλῶς ἐστι παραγραφικὸν, ἀλλʼ ὁρικὸν παραγραφικόν· μετὰ διορισμοῦ γὰρ χρώμεθα τῇ διαβολῇ· τὸ δὲ οὐχ οὕτως, ἀλλὰ κατὰ ψιλὴν τοῦ ἀγῶνος ἐκβολὴν γίνεται· δευτέρᾳ δὲ ἀλλήλων διαφορᾷ χωρισθήσονται τῇδε, ὅτι τὸ μὲν ἐκ προσώπου ὁρικὸν παραγραφικὸν, ἐπειδὰν ᾖ τὸ πρόσωπον ἐφαρμόττον τῷ πράγματι, τηνικαῦτα ἐλλείπει, οἷον εἰ στρατηγὸς δημοσίων ἀδικημάτων κρίνοιτο· οὐ γὰρ δυνατὸν εἰπεῖν, ὡς οὐ χρὴ δημοσίων τὸν στρατηγὸν κρίνεσθαι· τὸ γὰρ πρόσωπον τὴν τοιάνδε κρίσιν σφόδρα προσίεται, τὸ δὲ παραγραφικὸν οὐδὲν ἡ τοιαύτη βλάπτει περίστασις, ὥστε καὶ ταύτῃ διενηνόχασι· μεμαθήκαμεν δὲ ἐκ τῆς διαφορᾶς, ὡς οὐδὲ τῶν ἀεὶ ἐμπιπτόντων ἐστὶ τοῦτο τὸ κεφάλαιον, καὶ ἔτι πότε ἐλλείπει· δῆλον γὰρ, ὡς κατὰ μίαν περίστασιν, τουτέστιν ὅταν ὑπάρχῃ τὸ πρόσωπον ἁρμόδιον καὶ προσφερὲς τῷ πράγματι, ὡς ἐπὶ τοῦδε τοῦ παραδείγματος· πόλιν συνεχῶς ἀφισταμένην στρατηγὸς κατέσκαψεν, ἀπέστησαν οἱ σύμμαχοι καὶ κρίνεται δημοσίων ἀδικημάτων· οὐ γὰρ ἕξει τῷ ἐκ τοῦ προσώπου παραγραφικῷ χρήσασθαι ὁ στρατηγὸς, ὅτι στρατηγὸν δημοσίων εὐθύνειν ἀνάρμοστον.

ιεʹ. Ὃν τρόπον ὁρικὸν παραγραφικὸν ἐκ προσώπου οἱ νεώτεροί φασι τὸ πρὸ τούτου, οὕτω καὶ τὸν ὅρον ὁρικὸν παραγραφικὸν ἐκ πράγματός φασιν.

`7.486–7.487`

ιϛʹ. Ὃν τρόπον ἐκ τοῦ προσώπου τὸ προκείμενον κεφάλαιον, οὕτως ἐκ τοῦ πράγματος τοῦτο λαμβάνεται· καλοῦσι γοῦν καὶ τοῦτο τῶν σοφιστῶν οἱ νεώτεροι ὁρικὸν παραγραφικὸν ἐκ πράγματος, καὶ τούτου τὴν φύσιν ἐναργῶς διὰ τοῦ ὀνόματος παριστάντες· καὶ γὰρ δὴ τοῦτο διαβάλλει τὸν ἀγῶνα μετὰ διορισμοῦ, κατὰ τὸ οὐχ ἁρμόζον τοῦ πράγματος· ἐπισυμπλέκειν δὲ αὐτὸ χρὴ τῷ ἐκ προσώπου παραγραφικῷ, καθάπερ ἐκεῖνο τῷ τοῦ δικαίου μορίῳ, οἷον ἐπὶ τοῦ ζωγράφου μόριον τοῦ δικαίου, ὅτι μάλιστα μὲν ἀπὸ ζωγραφίας οὐκ ἔδει κρίνειν· οὐ γάρ τις νόμος δίδωσι κρίσιν ἐνταῦθα· τὸ δὲ ἐκ προσώπου παραγραφικὸν, ὡς εἰ καὶ ἔδει, ἀλλʼ οὐ δημοσίων ἀδικημάτων τὸν ζωγράφον· καὶ τρίτον τὸ ἐκ τοῦ πράγματος παραγραφικὸν, ὡς εἰ καί τις διδοίη ζωγράφον κρίνεσθαι δημοσίων, τοῦτο οὐκ ἂν εἴη δημόσιον· ἔστι δὲ τὸ ἐκ τοῦ πράγματος ὁρικὸν παραγραφικὸν τοῦ ἐκ προσώπου δεύτερον τῇ τάξει κατὰ δύο τρόπους· πρῶτον μὲν καθὸ τὸ πρόσωπον δεῖ προϋπεῖναι τοῦ πράγματος, μὴ γὰρ ὑπόντος τοῦ πράττοντος οὐκ ἂν εἴη ποτὲ τὸ πραττόμενον, ἔπειτα καθὸ τὸ μὲν ἐκ προσώπου παραγραφικὸν ἐνστάσεως ἐπέχει τάξιν, τὸ δὲ ἐκ πράγματος ἀντιπαραστάσεως, γελοῖον δʼ ἂν φανείη ὂν, εἴ τις ἀντιστρέφων τῆς ἐνστάσεως τὴν ἀντιπαράστασιν προτέραν ποιήσαιτο· οἷον ὅτι μάλιστα μὲν τοῦτο δημόσιον οὐκ ἔστιν ἀδίκημα, εἰ δὲ καὶ ἦν, ζωγράφον οὐκ ἔδει κρίνειν δημοσίων, τοῦτο γὰρ ἄγαν ὑπόκουφον· εἰ γὰρ ὅλως τὸ πρᾶγμα εἶναι ἀληθὲς συγχωροῖτο, ὅ τί ποτʼ ἂν ᾖ τὸ ἠδικηκὸς πρόσωπον, οὐδὲν διοίσει· εἰκότως ἄρα τὸ ἐκ προσώπου ὁρικὸν παραγραφικὸν ἡγεῖται τοῦ ἐκ τοῦ πράγματος παραγραφικοῦ· ἔστιν οὖν ἑξῆς τρία ταῦτα τοῦ φεύγοντος κεφάλαια μετʼ ἀλλήλων ἀναπλεκόμενα, τὸ μόριον τοῦ δικαίου, τὸ ἐκ προσώπου ὁρικὸν παραγραφικὸν καὶ ἔτι τὸ ἐκ πράγματος· ζητητέον δὲ κἀπὶ τούτου τοῦ κεφαλαίου, πότερον τῶν διηνεκῶς ἐμπιπτόντων ἐστὶν, ἤ ποτε καὶ ἐλλείπει· ὡς μὲν ἐπὶ πλεῖστον ἐμπίπτει, ὅ τι γὰρ ἂν ᾖ τὸ ἀδίκημα, ἔνεστι τὸ μεῖζον ἐπινοεῖν καὶ ἐπαναβαίνοντας λέγειν, ὡς εἰ τόδε ἐπεποιήκειν, τότε ἂν ἀσεβείας ἐκρινόμην ἢ προδοσίας· ἔστι δὲ ὅμως ὅτε καὶ ἐλλείπει, ὅταν γὰρ ᾖ συγγενὲς καὶ λίαν πρόσφορον τὸ πρᾶγμα τῷ ἐπιφερομένῳ ἐγκλήματι, οὐκ ἂν ἔχοι χώραν τὸ κεφάλαιον, ὡς ἐπʼ ἐκείνου τοῦ παραδείγματος· πόλιν συνεχῶς ἀφισταμένην κατεσκάψατο στρατηγὸς καὶ ἀποστάντων τῶν συμμάχων κρίνεται δημοσίων ἀδικημάτων· οὐ γὰρ δύναιτʼ ἂν λέγειν, ὡς οὐκ εἴη δημόσιον ἀδίκημα ἡ τῶν συμμάχων ἀπόστασις· αὐτὸ γὰρ δήπου τὸ μέγιστόν ἐστι τῶν εἰς τὸ δημόσιον ἀδικημάτων. Καὶ τοῦτο μὲν ὡς οὐκ ἀεὶ ἐμπίπτει· χρὴ δὲ παρατηρεῖν ἀκριβῶς, ἐπειδὰν ἐμπέσῃ, ὅπως μὴ μέλλοιμεν ἐκ τοῦ ἐλάττονος πειρᾶσθαι ἀνατρέπειν τὸ ὑποκείμενον ἔγκλημα, ἀλλὰ ἀπὸ τοῦ μείζονος ἀεί· ἂν γὰρ τὸ ἔλαττον προτείνωμεν, καθʼ ἡμῶν αὐτῶν ἐκφέρομεν τὴν ἐπὶ τῷ μείζονι ψῆφον· γινέσθω δὲ σαφὲς ὃ λέγω ἐπὶ παραδείγματος. Ἀλκιβιάδης κωμάζων πρὸς τοὺς ἐκ Πύλου τριακοσίους ἐβόησεν, ὦ γενναῖοι, καὶ κρίνει αὐτὸν Κλέων ὕβρεως· εἰ γὰρ διὰ τοῦ ἐλάττονος διαλύειν πειρῷτο τὸ ἔγκλημα, μόνον οὐχ ἑαυτοῦ καταψηφιεῖται· οἷον εἰ λέγοι τηνικαῦτα ὀφείλειν ὕβρεως κρίνεσθαι, ἡνίκα διαβάλλοι πρός τινα ἢ λοιδορήσειε· λάθοι γὰρ ἂν αὐτὸς ἑαυτὸν καταδικάζων ἐπὶ τῷ μείζονι· πολὺ γὰρ δὴ μεῖζόν ἐστι τὰ δημόσια καὶ ἐν κώμῳ προπηλακίζειν τοῦ κρύφα διαβάλλειν καὶ λοιδορεῖσθαι· τί οὖν τὸ μεῖζον προτείνεσθαι δεῖ; ὅτι γε ὕβρεως κρίνειν προσήκει τὸν πληγὰς προστριψάμενον, τὸν χιτῶνα διαρρήξαντα, οὐ τὸν ἁπλῶς τι φθεγξάμενον, καὶ πανταχοῦ τὸ τοιόνδε παρατηρητέον, μήποτε λάθωμεν ἡμῶν αὐτῶν καταψηφιζόμενοι.

`7.488`

ιζʹ. Μετὰ τὸ πρόσωπον ἕπεται εὐθέως ὁ ὅρος· ἐρεῖ γὰρ ὁ λέγων, ὅτι οὐκ ἐμὲ δημοσίων δεῖ γραφὴν ὑπομεῖναι, ὅτι ἐκεῖνον δεῖ φεύγειν δημοσίων ἀδικημάτων τὴν πόλιν προδόντα καὶ τὰ τοιαῦτα, ὡς ἐπὶ τοῦ ἀποκτείναντος ἐπὶ τῇ γυναικὶ τὸν τρισαριστέα καὶ κρινομένου δημοσίων ἀδικημάτων· πρῶτον μὲν γὰρ ἐρεῖ, ὡς ὁ νόμος τὴν ἐξουσίαν παρέσχετο· ἔπειτα δὲ οὐκ ἐμὲ κρίνεσθαι δεῖ δημοσίων ἀδικημάτων, καὶ ὁ ὅρος εὐθύς· οὐ γὰρ προὔδωκα ναῦς ἢ στρατιώτας ἀπώλεσα, πλατύνεται δὲ καὶ οἷς εἰρήκαμεν ἐν ὅρῳ ἀπὸ τῶν λειπόντων· καὶ ἔστι τοῦτο τοῦ φεύγοντος· ταῦτα δὲ τὰ τρία κεφάλαια τὰ μόρια τοῦ δικαίου, πρόσωπα, ὅρος, παραγραφικοῦ τάξιν ἔχοντος λύειν τὴν προβολήν· ἀκολούθως δὲ καὶ μετὰ τάξεως καὶ τὸ πρῶτον παραγραφικὸν καὶ τὸ δεύτερον καὶ τὸ τρίτον παρῆκται· ἐπεὶ οὖν καὶ τοῦτο τόπον ἔχει παραγραφικοῦ, δέον ταῦτα πάντα συνάπτειν ἀλλήλοις τῷ ἰσχυρὸν ἀποφαίνειν τὸν φεύγοντα· ὅρα γὰρ τὴν ἰσχὺν ἀπὸ αὐτῆς ταύτης τῆς ἐξετάσεως· ἀπὸ τῶν τοῦ δικαίου μορίων, οὐ δεῖ με κρίνεσθαι· ἐφʼ οἷς ἠκολούθησεν, ἢ νόμῳ ἢ φύσει ἢ ἔθει πεποίηκα· ἔπειτα οὐ δεῖ με ἰδιώτην ὄντα δημοσίων κρίνεσθαι, ὅ ἐστι τοῦ προσώπου· τρίτον ἐπὶ τούτοις αἱ τῶν δημοσίων γραφαὶ, ὅ ἐστι τοῦ ὅρου.

`7.489`

ιηʹ. Τοῦ ἀνθορισμοῦ οὐκ ἐμνήσθη ἐνταῦθα· καίτοιγε τοῦ ὅρου εἰωθότος τῷ ἀνθορισμῷ λύεσθαι, ἐπειδὴ ὁ συλλογισμὸς οὐκ ἔστιν ἰδιάζον κεφάλαιον, ἀλλὰ συμπέρασμα τοῦ ὅρου· ὁ τεχνικὸς οὖν πολλάκις συλλογισμὸν ὠνόμακεν ἀντὶ ἀνθορισμοῦ, εἰδὼς ὅτι ταὐτόν ἐστιν· οὐκ εἴρηκε δὲ μᾶλλον τὸν ἀνθορισμὸν, ἐπειδὴ τὰ κεφάλαια πρὸς ἀπόδειξιν σπεύδει, τὰ δὲ συμπεράσματα τὰς ἀποδείξεις ἔχει· εἰ οὖν ὁ συλλογισμὸς συμπέρασμά ἐστι τοῦ ἀνθορισμοῦ, εἰκότως κυριώτερόν ἐστιν πρὸς τὴν χρῆσιν· ἀναγκαῖος δὲ ὁ συλλογισμὸς εὑρίσκεται, ἔνθαπερ ὁ ὅρος· φύσει γὰρ μάχονται τὰ κεφάλαια ἀλλήλοις, οὔτε γὰρ ὁ ὅρος λυθείη πλὴν συλλογισμῷ, οὔτε συλλογισμὸς πλὴν ὅρῳ· ἑκάτερος γὰρ ὑπʼ ἀλλήλων λύεται μόνον· ὁ μὲν γὰρ συλλογισμὸς εἰς ταὐτὸν ἄγει τὸ πεπραγμένον τῷ μὴ πεπραγμένῳ ἐκ τοῦ τέλους καὶ τῆς κοινότητος κατασκευάζων, ὅτι ἐξ ἀμφοτέρων ἓν καὶ τὸ αὐτὸ τέλος· οὐ γὰρ ὁ τρόπος τοῦ ἀδικήματος ἀναιρεῖ τὸ ἀδίκημα, ὡς εἴ τις μὴ ξίφει διαφθείροι τινὰ, ἀλλὰ λίθῳ καὶ φάσκοι μὴ εἶναι φονεύς· ὁ δὲ ὅρος ἃ συλλογισόμεθα ταῦτα ὁρικῶς λύει, ἀπὸ τῶν γενῶν εἰς τὰ εἴδη διαιρῶν καὶ ταῖς διαφοραῖς χωρίζων, ὅτι δημόσιόν ἐστιν ὅταν ναῦς προδῷ, ὅταν στρατιώτας, συμμάχους, ὅταν ἐξείπῃ τὰ ἀπόρρητα, ὅτε λίποι τὴν τάξιν.

`7.490`

ιθʹ. Ἀπορήσειεν ἄν τις, τί δήποτε παρῆκεν ὁ τεχνικὸς τὸν ἀνθορισμὸν, καίτοι ἀνωτέρω κατὰ τὴν ἀπαρίθμησιν τῶν κεφαλαίων συμπεριλαβὼν αὐτὸν, διʼ ὧν ἔφη καὶ τοῖς ἑπομένοις τῷ ὅρῳ μέχρι τοῦ πρός τι· ἕπεται δὲ τῷ ὅρῳ ὁ ἀνθορισμός· φανερὰ δὲ καὶ ἡ πρὸς τὴν ἀπορίαν ἀπάντησις· μίαν γὰρ οἶδε φύσιν ὁ τεχνικὸς τοῦ ἀνθορισμοῦ καὶ τοῦ συλλογισμοῦ· κοινὴ γὰρ ἀμφοῖν ἡ πρὸς τὸν ὅρον μάχη, εἰ καὶ διάφορος τῇ χρήσει τῶν ἐπιχειρημάτων· ὁ μὲν γὰρ ἀνθορισμὸς διίστησι καὶ ἄντικρυς μάχεται· ὁ δὲ συλλογισμὸς ἄμφω συνάγων εἰς ταὐτὸν ὁμοίως τὸν ὅρον διασείει τοῦ φεύγοντος· ἔστι δὲ ἰσχυρότερός τε καὶ πιθανὸς μᾶλλον ὁ συλλογισμὸς, διὰ τοῦτο μίαν ἀμφοτέρων αὐτῶν ἐπιστάμενος φύσιν ῥητορικώτερόν πως τὸν συλλογισμὸν παρέλαβε τοῦτον καὶ ἠρκέσθη, ἅτε καὶ τοῦ ἀνθορισμοῦ ἐν αὐτῷ δυνάμει εὑρισκομένου· εἰ δέ τις ἐπαποροίη, τί δήποτε οὐκ ἐπὶ τῆς ὁρικῆς στάσεως τοῦτο ἐποίησεν, εἰδέτω, ὡς ἐκεῖ μὲν προηγούμενα ἦν τάδε τὰ κεφάλαια· εἴγε καὶ ὁρικὰ ὀνομάζεται καὶ εἰκότως διεξοδικώτερον τὴν τούτων ἐξέτασιν ἐποιούμεθα· ἐνταῦθα δὲ ὡς ἐπείσακτα παραλαβόντες μόνοις χρώμεθα τοῖς ἰσχυροτέροις· ὁ οὖν συλλογισμὸς, φησὶν, εἰς ταὐτὸν ἄγει τοῖς παρειμένοις τὸ πεπραγμένον, ὅτι μηδὲν διαφέρει, ὁμοίως γὰρ ἐκείνοις καὶ τοῦτο δημόσιον ἀδίκημα· πλειόνων γὰρ ὄντων τρόπων, καθʼ οὓς οὐκ εἰ μὴ κατὰ πάντα τις ἀδικήσει, διὰ τοῦτο ἂν ἀποφύγοι δικαίως, ἀλλʼ εἰ καὶ καθʼ ἕνα βλάπτει, τιμωρίαν ὑφέξει. ἐπιχειρήσει δὲ καὶ ἕτερα φήσει, τουτέστι καὶ ἄλλοις ἐπιχειρήμασι χρήσθω τοῖς ἀναφαινομένοις ἐκ τῆς ὕλης τοῦ πράγματος.

`7.491`

κʹ. Γνώμῃ, φησὶν, εἰ ἐμπίπτοι, χρήσεται κατὰ τὸ λυσιτελοῦν ἑκάτερος· τὸ δὲ εἰ ἐμπίπτοι ἔφη, ἐπεὶ τριχῆ λαμβανομένης τῆς ἀντιλογίας ἢ ἀπὸ νόμου ἢ ἐξ ἔθους ἢ ἀπὸ φύσεως καθʼ ἕνα μόνον ἐμπίπτει τρόπον ἡ τοῦ νομοθέτου γνώμη, τουτέστιν ὅταν ἀπὸ νόμου λαμβάνηται ἡ ἀντίληψις. οὐ μὴν οὐδʼ ἐπὶ τῶν ἄλλων κενὸν ἀφίεμεν τὸν τοῦ κεφαλαίου τόπον, μετὰ τὸν συλλογισμὸν ἐπὶ τὴν πηλικότητα μεταβαίνοντες· ἀλλʼ ἐὰν μὲν ἐξ ἔθους ἡ ἀντίληψις ᾖ, ἀντὶ τῆς τοῦ νομοθέτου γνώμης τὴν πολιτείαν, ἐν ᾗ τὸ ἔθος ἐστὶν, ἐξεταστέον, καθὸ ἂν ἑκατέρῳ λυσιτελῇ, ἂν δὲ ἀπὸ φύσεως τὴν φύσιν αὐτὴν καὶ τὰς ἐντεῦθεν ἀνάγκας, ὥστε μήποτε ἀργὸν ἡμῖν τὸν τοῦδε τοῦ κεφαλαίου γενέσθαι τόπον· χρήσεται δὲ οὐχ ὁμοίως, οὐδὲ πρὸς αὐτὸ τῶν μερῶν ἑκάτερον τῇ γνώμῃ τοῦ νομοθέτου, ἤγουν τοῖς ἀντὶ ταύτης παραλαμβανομένοις, οἷον ἐξετάσει πολιτείας ἢ φύσεως· ἀλλʼ ὁ μὲν φεύγων τὴν ἀντίληψιν ἐντεῦθεν ἐπισφραγιζόμενος καὶ βεβαιῶν, ὁ δὲ κατήγορος τὸν συλλογισμὸν, ὃν τρόπον ἐπὶ τῆς ὁρικῆς στάσεως, οἷον ἐπὶ τοῦ ἀνελόντος τὸν τρισαριστέα ὡς μοιχὸν καὶ κρινομένου δημοσίων ἀδικημάτων· ὁ μὲν γὰρ φεύγων τῆς ἀπὸ τοῦ νόμου ἐξουσίας ἀντιλαμβανόμενος παραλήψεται τὴν γνώμην τοῦ νομοθέτου πρὸς τοῦτο, ὡς ὁ νομοθέτης καθάπαξ τοὺς ἐπὶ μοιχείᾳ ἁλόντας, καὶ ὅλους τοὺς πονηροὺς δίκας ὧν ἂν ἁμάρτοιεν ὑπέχειν βούλεται. οὔκουν προσδιώρισεν, ὡς εἰ μὴ ἀριστεὺς εἴη· ὁ δὲ κατήγορος ἐν τῷ συλλογισμῷ εἰς ταὐτὸν ἄγων τοῖς παρειμένοις τὰ πεπραγμένα, καὶ δείξας, ὡς οὐδὲν διαφέρει, ἄν τε τρισαριστέα τις ἀνέλῃ, ἄν τε προδῷ τριήρεις, ἢ τὰ ἀπόρρητα τοῖς πολεμίοις ἐξείπῃ, πρὸς τὴν ἐν τῷ συλλογισμῷ συναγωγὴν τῶν ἀδικημάτων χρήσεται τῇ τοῦ νομοθέτου γνώμῃ, ἐπιρρωννύων καὶ ἀποφανῶν ἰσχυρὰ διὰ τῶν νόμων τὰ ὑφʼ ἑαυτοῦ λεγόμενα, εἰ μὲν ἔχοι ἰδιωτικώτερόν τινα νόμον, ἐκείνῳ χρώμενος, εἰ δὲ ἀποροίη ἐπὶ τὴν καθόλου τῶν νομοθετῶν ἀνατρέπων γνώμην, ὡς πανταχοῦ τοὺς νομοθέτας ὁρῶμεν τῶν ἀριστέων ἀντεχομένους, καὶ τιμὰς ὁρίζοντας αὐτοῖς, καὶ μᾶλλον τῶν κοινῶν εὐεργετημάτων τὸ ἰδίᾳ βλάπτον παρορῶντας, ἄλλως τε κἂν εἴη τὸ περὶ τὴν πόλιν εὐεργέτημα μεῖζον τοῦ ἀδικήματος, καὶ ὅτι πλεῖον τοὺς ἀριστέας τῶν ἐπιδόντων τριήρεις ἐπαινοῦσιν οἱ νόμοι· ὣστε μεῖζον ἂν εἴη ἀδίκημα τρισαριστέα διαχρήσασθαι, ἢ πολλὰς προέσθαι τριήρεις· ὁμοίως δὲ, κἂν ἐξ ἔθους ἢ φύσεως εἰλημμένη ἡ ἀντίληψις ᾖ, ὡς ἤδη καὶ ἡμῖν τετεχνολόγηται, καὶ τοῖς ἀρχαιοτέροις καλῶς ἔχειν ἔδοξεν, ὁ μὲν διώκων τὴν ἐξέτασιν τῆς πολιτείας ἢ τῆς φύσεως βεβαιωτικὴν τοῦ συλλογισμοῦ παραλήψεται, τοῦ δὲ ἀντιληπτικοῦ ὁ ἀπολογούμενος.

`7.492`

καʹ. Τοῦτο πάλιν ὑπαιτίως εἶπεν· ἔφη γὰρ εἰ ἐμπίπτει, καὶ εἶπεν ὁ τεχνογράφος, ὅτι ἔχομεν καὶ νόμον καὶ ῥητὸν ἐν τῷ προβλήματι· ἀνάγκη τῇ διανοίᾳ λύεσθαι τὸ ῥητόν· ἡ μέντοι γνώμη τοῦ νομοθέτου, εἰ ἐμπίπτει, οὐ πρὸς τὸ ῥητὸν γίνεται, ἄλλο γάρ ἐστι γνώμη νομοθέτου καὶ ἄλλο ῥητόν· ἐμπίπτει δὲ ἡ γνώμη τοῦ νομοθέτου, ὅταν ἀπὸ νόμου λαμβάνηται ἡ ἀντίληψις· ἂν δὲ ἐξ ἔθους ἡ ἀντίληψις ᾖ, ἀντὶ τῆς τοῦ νομοθέτου γνώμης, ἐν ᾗ τὸ ἔθος ἐστὶν, ἐξεταστέον· ἂν δʼ ἀπὸ φύσεως, τὴν φύσιν αὐτὴν καὶ τὰς ἐντεῦθεν ἀνάγκας, ὥστε μήποτε ἀργὸν ἡμῖν τὸν τοῦδε τοῦ κεφαλαίου γενέσθαι τόπον.

κβʹ. Τοῦτο οὐ πάνυ ἀστείως εἴρηκε· νόμου γὰρ προκειμένου ἤτοι ῥητοῦ ἀνάγκη καὶ τὴν τοῦ νομοθέτου ψηλαφᾶσθαι γνώμην· ὁ μὲν γὰρ τῷ ῥητῷ, ὁ δὲ τῇ διανοίᾳ χρήσεται, ἥ ἐστιν ἡ τοῦ νομοθέτου γνώμη. ὥστε ῥητοῦ ἐμπεσόντος καὶ γνώμη ἐμπεσεῖται νομοθέτου, καὶ ὤφειλεν οὕτως εἰπεῖν, ῥητὸν νομικὸν, εἰ ἐμπίπτοι, ἀλλὰ μὴ γνώμη, ἀλλὰ κοινότερον τὸ ῥητὸν γνώμην ἐκάλεσε νομοθέτου, ἀπὸ τοῦ κυριωτέρου καὶ ποιητικοῦ καὶ αἰτίου τὸ ἀποτέλεσμα ὀνομάζων· καλῶς δὲ εἰ ἐμπίπτοι, οὐδὲ γὰρ ἀεὶ εὑρίσκεται· οὐδὲ γὰρ ἐφʼ ἑκάστου τῶν ζητουμένων εὑρίσκεται νόμος, ἀλλʼ οὐδὲ εἰ εὑρίσκοιτο, παντελῶς λυσιτελεῖ ἡμῖν· εἰ μὲν οὖν βλάπτοι, παραιτησόμεθα καὶ οὐκ ἐξετάσομεν, ἐμπίπτει δὲ τότε, ὅταν ὁ κατήγορος ἐν τῇ ἀντιλήψει ῥητὸν ἔχῃ προβάλλεσθαι, καθὸ κρίνει τὸν φεύγοντα, οἷον ὡς ἐπὶ τοῦ γεωργοῦ τοῦ τὸν υἱὸν ἀποκηρύττοντος· ἐν τούτῳ γὰρ διαβάλλοντος τοῦ παιδὸς τὴν ἀποκήρυξιν καὶ λέγοντος, ὡς ἐπʼ ἄλλοις ἀποκηρύττειν ἐχρῆν, ὅταν ἀσελγαίνωσιν, ὅταν ὑβρίζωσιν, εὑρίσκεται νόμος ἐξ αὐτοῦ τοῦ πατρὸς προβαλλόμενος, ὅτι ἔξεστι τοῖς πατράσιν ἀποκηρύττειν τοὺς παῖδας· ἐμπεσόντος οὖν τοῦ νόμου τούτου ἐπὶ τὴν τοῦ νομοθέτου γνώμην ἀμφότεροι τρέψονται, πρὸς τὸ χρήσιμον ἑκάτερος· κοινὸν γὰρ ἀμφοῖν τὸ κεφάλαιον.

`7.493`

κγʹ. Μετὰ τὴν τῆς γνώμης αἴτησιν εἰσάξει ὁ κατηγορῶν τοιῶσδέ πως ἐπὶ τοῦ ζωγράφου· ἀλλʼ εἴπερ μὴ δημοσίᾳ τὴν πόλιν ἀδικεῖν ἐβούλου, τίνος χάριν πρὸ τοῦ λιμένος ἔγραφες τὰ ναυάγια; μετὰ δὲ τὴν γνώμην εἰσάξει χρῶμα ἀντιστατικὸν ὁ φεύγων λέγων, ἀλλʼ ὑπὲρ ὑμῶν τε καὶ τῶν πλεόντων τὴν τοιάνδε πρὸ τοῦ λιμένος πεποίημαι γραφήν. ἵνʼ οἱ μὲν τοὺς χειμῶνας ὀρρωδοῦντες καὶ τὰ ναυάγια ἐν τοῖς προσήκουσι καιροῖς ναυτίλλοιντο· ἡ δὲ πόλις τὸν πλοῦν ἐκείνων ἐν τῷ δέοντι ποιουμένων μὴ τὰς ἐκ ναυαγίων ὀλοφύροιτο συμφοράς· καὶ λοιπὸν ἐκφράσει ἐνταῦθα τριηρῶν καταδύσεις, ναυτῶν ὄλεθρον καὶ τὰς ἐπὶ τούτοις τῶν οἰκείων συμφοράς· ἐπὶ τούτοις μετάληψις κινηθήσεται παρὰ τοῦ κατηγόρου δευτέρα, ὡς ἐνῆν ἑτέρῳ τρόπῳ τῇ πόλει βοηθεῖν, συμβουλεύοντας, παραινοῦντας, τῶν ἀναγομένων ἐνίους ἰδίᾳ πείθοντας· ὁ δὲ φεύγων ἐπὶ ταῦτα πάλιν ἀντίληψιν κινήσει δευτέραν λέγων, ἀλλʼ οὐδὲ εἷς κεκώλυκε νόμος, καὶ τὴν ἀπὸ τῆς τέχνης τῇ πόλει πορίζειν ἐπικουρίαν· ὅση γὰρ δύναμις ἑκάστῳ τῶν ἐνοικούντων, ταύτῃ βοηθεῖν ἐπάναγκες.

`7.494`

κδʹ. Ἀπὸ τῶν κεφαλαίων τούτων, τῆς τε πηλικότητος καὶ τοῦ πρός τι, ὁ τόπος τῶν αὐξήσεων παραλαμβάνεται, καὶ ὅπως μὲν ταῦτα τὰ κεφάλαια γίνεται, ἐν τῷ ὅρῳ ἐγνώκαμεν· ἄξιον δὲ καὶ τοῦτο ζητῆσαι, εἰ ὥσπερ ὁ κατήγορος ἐπὶ τὸ μεῖζον τὸ ἔγκλημα φέρων τούτοις χρῆται τοῖς κεφαλαίοις, οὕτω καὶ ὁ φεύγων ἐπʼ ἔλαττον ἄγων ταῦτα προβάλλεται· καὶ πῶς οἷόν τε τὸν καθάπαξ ἀδικεῖν μὴ ὁμολογοῦντα τὸ ἔλαττον συγχωρεῖν, πρὸς ὅ φαμεν, ὅτι ἐπὶ μὲν τῶν ἄλλων ἀντιλήψεων, ὅταν μηδὲν ἐπισυμβῇ ἔξωθεν ἀδίκημα, ὁ μὲν διώκων ταῖς αὐξήσεσι χρήσεται καὶ τοῖς κεφαλαίοις τούτοις, ὁ δὲ φεύγων οὐκέτι ταῖς μειώσεσιν, ἀλλὰ μηδὲν ἀδίκημα πάντη ἀγωνιεῖται εἶναι· ἐν αἷς δὲ ἐπισυμβέβηκέ τι, ἐν ταύταις ἡ μείωσις χώραν ἔχει. τοῦ γὰρ κατηγόρου πλεονάζοντος ταῖς αὐξήσεσι καὶ ἐκτραγῳδοῦντος τὸ ἐπισυμβεβηκὸς, ὁ μὲν φεύγων βαρυνόμενος τῇ καταδρομῇ, ἐξ ἀνάγκης μειοῦν ἐπιχειρήσει, ὥσπερ ἐπὶ τοῦ ζωγράφου· ἐρεῖ γὰρ, ὅτι οὐδὲν μὲν ἠδίκησεν αὐτὸς, ἄλλως τε καὶ οὐδὲ μέγα τὸ γεγονός.

`7.495`

κεʹ. Ἡ πηλικότης καθάπερ ἐπὶ τῆς ὁρικῆς στάσεως μετὰ τὴν τοῦ νομοθέτου γνώμην παραλαμβάνεται, τὸ ὑποκείμενον ἔγκλημα αὔξουσα καθʼ αὑτό· τὴν δὲ κατὰ τὸ πηλίκον αὔξησιν ἐκ τῶν περιστατικῶν λαμβάνομεν, καθάπερ ἐν τῷ ὅρῳ δεδήλωται. τὴν γὰρ πᾶσαν ἀπʼ ἀρχῆς ἄχρι τέλους ἐξέτασιν ἐνταῦθα ποιητέον· τοῦτο δέ φησιν αὐτὸ τὴν προβολὴν, ἐν ἐκείνῃ γὰρ διηγηματικῶς μετὰ βραχείας αὐξήσεως τὰ ἀπʼ ἀρχῆς ἄχρι τέλους λαμβάνεται. Ἰστέον δὲ, ὡς τοῖς αὐξητικοῖς κεφαλαίοις, τῇ πηλικότητι δηλαδὴ καὶ τῷ πρός τι, ἐπὶ μὲν τῆς ὁρικῆς στάσεως ἑκάτερον τῶν μερῶν χρῆται, αὔξοντος μὲν τοῦ κατηγόρου, τοῦ δὲ φεύγοντος ἐπὶ τὸ μεῖον ἄγοντος· ἐπὶ δὲ τῆς ἀντιλήψεως ἐκ μονομεροῦς ὁ διώκων· γελοῖον γὰρ ἂν εἴη, τὸν φεύγοντα μειοῦν καὶ τὸ ἀδίκημα μικρὸν ἀποφαίνειν, δέον μὴ προσίεσθαι ὅλως, ὅπερ αὐτῷ παρέχεται ἡ ἀντίληψις· τὴν γὰρ ἐξουσίαν προβάλλεται τὸ ὅλως ἠδικηκέναι διακρουόμενος· ἐν μὲν οὖν τῷ ὅρῳ ἅτε καὶ τοῦ φεύγοντος ὁμολογοῦντος ἔλαττον μὲν, ἠδικηκέναι δὲ ὅμως, εἰκότως τὰ μειωτικὰ παραλαμβάνεται, οἷον ἐπὶ τοῦ κρινομένου ἱεροσυλίας ἐπὶ τῇ τῶν ἰδιωτικῶν ὑφαιρέσει χρημάτων· τοῦ γὰρ κατηγόρου φάσκοντος ταὐτὸν εἶναι, ἂν τέ τις ἰδιωτικὰ ἐξ ἱεροῦ, ἄν τε ἱερὰ ὑφέληται χρήματα, τὸ κλέπτης εἶναι ὁμολογῶν ὁ φεύγων μειώσει τε καὶ ἔλαττον ἀποφανεῖ τὰ ἰδιωτικὰ ὑφελέσθαι χρήματα τοῦ ἅψασθαι τῶν ἀναθημάτων. ἐπὶ δὲ τῆς ἀντιλήψεως, ἔνθα μηδὲ ὅλως ὁμολογεῖται ἀδίκημα, πῶς ἂν ἔχοι τινὰ χώραν ἡ μείωσις;

Τὸ πρός τι συγκριτικόν ἐστι κεφάλαιον, ὅτι μεῖζον τὸ πεπραγμένον, ἢ ἃ προβάλλεται ὁ φεύγων· λέγω δὴ τοῦ ναῦς προδοῦναι καὶ τείχη καὶ συμμάχους μεῖζον τὸ ἐν σπάνει τῶν ἀναγκαίων καταστῆσαι τὴν πόλιν· οὐκ ἐν πάσαις δὲ ταῖς ἀντιλήψεσιν ὁμοίως ἰσχύει τὸ κεφάλαιον, ἀλλʼ ἐν αἷς ἐπισυμβέβηκέ τι· ἐν αἷς δὲ μὴ αὐτὸ καθʼ ἑαυτὸ τὸ πεπραγμένον ἄτοπον εἶναι δοκῇ, μηδὲ ἐπισυμβεβηκὸς ἄτοπον, παντελῶς ἐξασθενεῖ τὸ κεφάλαιον, ὡς ἐπὶ τοῦ φιλοσοφοῦντα τὸν υἱὸν ἀποκηρύττοντος ἄτοπον, εἰ παραβάλλοι τῷ μεθύοντι καὶ κυβεύοντι καὶ τὰ πατρῷα κατεδηδοκότι, καὶ ἐπὶ τοῦ Ἀλκιβιάδου τοῦ γράψαντος ἐν ἐκπώμασι τὰ περὶ Σικελίαν οὐ δύναται λέγειν ὁ κατήγορος, ὅτι μεῖζον τὸ γράψαι τοῦ προδοῦναι τὸ φρούριον. Ἕπεται, φησὶ, τούτοις τὰ ἀπʼ ἀρχῆς ἄχρι τέλους· αὔξων γὰρ τὴν ἀδικίαν ὁ κατήγορος τῶν πεπραγμένων ἅπτεται· τὸ οὖν ἐπὶ τούτοις ἐξηγητέον ἐν τούτοις· ἐν αὐτῇ γὰρ τῇ πηλικότητι καὶ τῷ πρός τι τῶν ἀπʼ ἀρχῆς ἄχρι τέλους ἐστὶν ἡ ἐξέτασις.

`7.496–7.498`

κϛʹ. Μετὰ τὴν πηλικότητα ἀκόλουθος ἡ κατὰ τὸ πρός τι ἐξέτασις, πρότερον γὰρ καθʼ αὑτὸ διὰ τῆς πηλικότητος τὸ ὑποκείμενον αὐξήσαντες ἀδίκημα, οὕτω καὶ πρὸς τὰ μείζω παραβαλοῦμεν ἀντεξετάζοντες καὶ δεικνύντες, ὡς εἴη δεινότερον. καὶ τούτῳ δὲ τῷ κεφαλαίῳ μονομερῶς ὁ κατήγορος χρῆται, καθάπερ τῇ πηλικότητι, καὶ ἡ αἰτία πρόκειται· οὐ γὰρ ἔχει λόγον ἐνταῦθα ἡ τοῦ φεύγοντος μείωσις τῷ μὴ προσίεσθαί τι ὅλως ἀδίκημα· ἔτι ζητητέον, εἰ τῶν ἀεὶ ἐμπιπτόντων τὸ κεφάλαιον, καί φαμεν, ὡς ὃν τρόπον ἐν τῷ ὅρῳ τὴν κατὰ τὸ μεῖζον αὔξησιν οὐκ ἀεὶ χώραν ἔχειν ἐφάσκομεν, ἀλλʼ ἐπειδὰν ᾖ μὴ πάνυ ἀποδέον τοῦ παρειμένου τὸ πεπραγμένον, τοῦτον κἀπὶ τῆς ἀντιλήψεως, ὅταν μὲν τῶν κατὰ ἀντιπαράθεσιν εἰσφερομένων ἐγκλημάτων μὴ σφόδρα ἧττον ᾖ τὸ κρινόμενον, ἐμπεσεῖται τὸ πρός τι, ἡ κατὰ τὸ μεῖζον σύγκρισις, ὅταν δὲ ἄγαν ἔλαττον, τηνικαῦτα ἐξίσταται οὐ τὸ κεφάλαιον παντελῶς, ἀλλʼ ἡ κατὰ τὸ μεῖζον ἐξέτασις· ἐπὶ τῶν τοιούτων γὰρ οὐ μεῖζον ἀλλʼ ἴσον αὐτὸ ἀποφαίνειν ἀποπειρώμεθα, ὡς ἐπὶ τοῦδε τοῦ παραδείγματος· Ἀλκιβιάδης ἐν ἐκπώμασι φέρων τὰ περὶ Σικελίαν κρίνεται δημοσίων ἀδικημάτων. ἐπεὶ γὰρ ἀπίθανον τὸ λέγειν, ὡς εἴη μεῖζον τὸ φέρειν ἐπὶ τῶν ἐκπωμάτων τὰ περὶ Σικελίαν τοῦ τείχη καθελεῖν ἢ ναῦς προδοῦναι, χρὴ πρότερον διὰ τῆς πηλικότητος αὐξήσαντα τηνικαῦτα ἴσον ἐκείνοις ἀποφαίνειν· καὶ μετὰ τοῦτο ἴσως ἂν καὶ ἡ κατὰ τὸ μεῖζον παράθεσις χώραν λάβοι, ὡς πολὺ δεινότερον τό γε ὑπὸ σοῦ τοιαῦτα παροινεῖσθαι τοῦ τριηρῶν ἀφαιρεθῆναι τὴν πόλιν ἢ περιβόλων· τοῦτο δὲ οὐκ ἐγγυμναστέον, ἀλλʼ ὅσον ἐφάψασθαι καὶ θᾶττον παραδραμεῖν· ἀλλὰ τὸ μὲν σαφῶς ἐν τῷ ὅρῳ δεδήλωται· ἐκείνῳ δὲ μάλιστα τὸν νοῦν προσεκτέον, ὅτι γε διῃρημένου τοῦ παντὸς ἀγῶνος κατά τε τὸ πρόσωπον καὶ κατὰ τὸ πρᾶγμα, καὶ τοῦ μὲν πράγματος ἐν τῷ ὅρῳ, φημὶ τῷ κεφαλαίῳ, καθεστῶτος, τοῦ δὲ προσώπου τῷ ὁμωνύμῳ κεφαλαίῳ, τουτέστι τῷ προσώπῳ, διπλῆν ἔχει ἐξέτασιν καὶ τὰ πρὸς ἐκεῖνα φερόμενα κεφάλαια, ἅπερ ἐστὶν ὁ συλλογισμὸς καὶ ἡ πηλικότης καὶ ἔτι τὸ πρός τι· πῆ μὲν γὰρ κατὰ τὸ πρόσωπον συλλογίσασθαι χρὴ, πῆ δὲ κατὰ τὸ πρᾶγμα, καὶ ἔτι τὴν αὔξησιν διχῆ κατά τε τὸ πρόσωπον καὶ τὸ πρᾶγμα ἐξεργαστέον· οἷον ἐπὶ τοῦ ζωγράφου τοῦ κρινομένου δημοσίων· πρῶτον μὲν γὰρ τῷ προσώπῳ χρώμενος ὁ φεύγων ἐρεῖ, μὴ δεῖν ζωγράφον κρίνεσθαι δημοσίων, ἀλλὰ στρατηγὸν ἢ ῥήτορα καὶ ἐφʼ οὓς ἂν ἔρχηται τὰ δημόσια· ἔπειτα τῷ ὅρῳ, ὡς οὐδὲ δημοσίων ἐχρῆν ἐπὶ τούτῳ κρίνεσθαι. δημόσια γάρ ἐστιν ἀδικεῖν τὸ καθελεῖν τεῖχος ἢ ἐξενεγκεῖν ἀπόρρητα, πρὸς ἄμφω οὖν ὁ κατήγορος διὰ τῶν ἐφεξῆς τριῶν ἀπαντήσει κεφαλαίων· πρῶτον μὲν τῷ συλλογισμῷ· κατὰ μὲν τὸ πρόσωπον, ὅτι οὐδὲν διαφέρει, ἄν τε ὑπὸ ζωγράφου, ἄν τε ὑπὸ στρατηγοῦ, ἄν τε ὑπὸ ῥήτορος ἀδικῆται· κατὰ δὲ τὸ πρᾶγμα, ὅτι ταὐτόν ἐστιν ἀδίκημα τῇ πόλει τὸ καθελεῖν τεῖχος καὶ διὰ πινακίου γραφῆς τοὺς ἐμπόρους ἐλαύνειν· ἀδικήματα γὰρ ἄμφω· ἔπειτα πηλικότητα, ὅτι μέγα τὸ ἀδίκημα· τὴν δὲ αὔξησιν κατὰ τὸ πρόσωπον ὁμοίως καὶ κατὰ τὸ πρᾶγμα ληψόμεθα, ὅτι τε ὑπὸ ζωγράφου τινὸς ἠδικήμεθα, καὶ ὑφʼ ἑνὸς ἰδιώτου εἰς ἔσχατον ἡ πόλις ἅπασα ἐμβέβληται κίνδυνον· καὶ ἐκ τοῦ πράγματος, ὡς μέγα τὸ γεγονὸς, τῶν γὰρ ἀναγκαίων σπανίζοντες λιμῷ τάχα ἂν ἅπαντες διαφθαρείημεν· ἐν δὲ τῷ πρός τι καὶ μεῖζον ἀποφανοῦμεν, ὅτιπερ αἴσχιον ὑπὸ ζωγράφου ταῦτα παθεῖν ἢ ὑπὸ στρατηγοῦ, τηνικαῦτα μὲν γὰρ κακῶς ἐπεπόνθαμεν μόνον, νῦν δὲ καὶ μεγάλην αἰσχύνην ὠφλήκαμεν, καὶ ὅτι τῷ στρατηγῷ ἱκανὰ τὰ πρὸς ἀπολογίαν εὑρίσκεται, ἔκ τε τῆς τῶν κοινῶν διοικήσεως, οἷον ὅτι γνώμης ἥμαρτεν ἄνθρωπός γε ὢν καὶ περὶ τὴν διοίκησιν προσέπαισε τῶν κοινῶν· τῷ δὲ ζωγράφῳ τούτων μέτεστιν οὐδενὸς, ἀλλὰ δῆλός ἐστιν ἐξ ἐπιβουλῆς ἐλθὼν ἐπὶ τὸ κοινὸν ἀδίκημα. κατὰ μὲν τὸ πρόσωπον οὕτως· κατὰ δὲ τὸ πρᾶγμα, ὅτι πολὺ δὴ μεῖζον τοῦ προδοῦναι τριήρεις ἢ τείχη κατασκάψαι τὸ τὴν πόλιν ἐν σπάνει καταστῆσαι τῶν ἀναγκαίων, αἱ μὲν γὰρ νῆες καὶ τὰ τείχη κἂν ἀντικτηθεῖέν ποτε, ἡ δὲ τῶν ἀναγκαίων σπάνις αὐτὰ καταλύει καὶ διαφθείρει τὰ σώματα. καὶ τοσαῦτα μὲν, ὅτι διπλῇ τῇ τούτων ἐξετάσει χρηστέον· ἐπεὶ δʼ ἐφάσκομεν μὴ τῶν ἀεὶ ἐμπιπτόντων εἶναι τὸ κεφάλαιον, τὸ πρόσωπον ἢ τὸν ὅρον, ἐπειδὰν τούτων θάτερον ἐκλείπῃ, συνεξίσταται δηλονότι καὶ ἡ κατʼ αὐτὸ τῶν προκειμένων τριῶν κεφαλαίων ἐξέτασις.

κζʹ. Μετὰ τὸ πρός τι, φησὶν, ἀναλαβεῖν προσήκει τὴν προβολήν· τοῦτο γάρ ἐστι τὰ ἀπʼ ἀρχῆς ἄχρι τέλους. ἐπὶ γὰρ τοῖς αὐξητικοῖς παραλαβεῖν αὖθις τὰ πεπραγμένα δεῖ, ἵνα ἔχοιεν, ἐφʼ ὅτῳ αἱ αὐξήσεις ἐρείδοιντο. ὁ μέντοι Μινουκιανὸς διαφέρεται πρὸς τὸν τεχνικὸν περὶ τῆς τοῦ κεφαλαίου τάξεως· ὅς γε τὰ ἀπʼ ἀρχῆς ἄχρι τέλους, φησὶν, ἐκ τῶν περιστατικῶν λαμβάνεται, καὶ ἡ μετάληψις δὲ οὐχ ἑτέρωθεν· μεταλαμβανόμεθα γὰρ τῶν περιστατικῶν, ὧν ἂν ἡμῖν διδῷ ἡ ὑποκειμένη παράστασις· τῆς οὖν μεταλήψεως ἐξ ἀνάγκης τὰ ἀπʼ ἀρχῆς ἄχρι τέλους συναναλαμβάνεται.

`7.499`

κηʹ. Ἰστέον, ὅτι καὶ τὰ ἀντιληπτικὰ προβλήματα κατὰ τέσσαρας γίνονται τρόπους, κατὰ νόμους καὶ ἔθος, κατὰ φύσιν καὶ κατὰ τέχνην· κατὰ νόμον μὲν ὡς ἐκεῖνο, τρισαριστέα τις μοιχὸν καταλαβὼν ἀπέκτεινε καὶ φόνου φεύγει, τὸν γὰρ νόμον φησὶ τὴν ἐξουσίαν δεδωκέναι. κατὰ ἔθος, ὡς μετὰ τὰ ἐν Χαιρωνείᾳ Φίλιππος ἀπέστειλε πρὸς Ἀθηναίους, αἵρεσιν διδοὺς ἢ τοὺς δισχιλίους λαβεῖν αἰχμαλώτους, ἢ τοὺς χιλίους νεκροὺς ἀνελέσθαι πρὸς ταφήν· ἔπεισε Δημοσθένης ἑλέσθαι τοὺς νεκρούς. ἀπέκτεινε Φίλιππος τοὺς χιλίους ζῶντας, καὶ κρίνεται δημοσίων ἀδικημάτων ὑπὸ Αἰσχίνου· ἔθος γὰρ ἦν παρʼ Ἀθηναίοις τοὺς βουλομένους παριέναι καὶ συμβουλεύειν τὰ δοκοῦντα, ὡς ὁ Δημοσθένης φησίν· «ἐβόα μὲν ὁ κῆρυξ, τίς ἀγορεύειν βούλεται, παρῄει δὲ οὐδείς.» κατὰ τέχνην· οἷον ζωγράφος πρὸ τοῦ λιμένος ναυάγια ἔγραψε καὶ μηδενὸς πλέοντος κρίνεται δημοσίων ἀδικημάτων. ἄδειαν γὰρ αὐτῷ τοῦ γράφειν, ἃ βούλοιτο, φησὶν δεδωκέναι τὴν τέχνην. κατὰ φύσιν, ὡς Αἰσχίνης μετὰ τὰ ἐν Χαιρωνείᾳ ἕπεται Δημοσθένει δακρύων καὶ κρίνεται ὑπʼ αὐτοῦ ὕβρεως· φύσις γὰρ ἀνθρώπῳ, φησὶ, τῶν δακρύων τὴν ἐξουσίαν χορηγεῖ.

`7.500`

κθʹ. Πρὸς τὰ ἀπʼ ἀρχῆς ἄχρι τέλους, φησὶν, ἡ ἀντίληψις φέρεται, καθάπερ κἀν τῷ στοχασμῷ· καὶ γὰρ ἐκεῖ τοῖς ἀπʼ ἀρχῆς ἄχρι τέλους τοῦ διώκοντος χρωμένου, ἀντιλαμβάνεται ὁ φεύγων ἐξουσίας τινὸς, καὶ ὅλως ὅσα περὶ τῆς ἐργασίας τοῦ ἀντιληπτικοῦ λέγειν ἐνῆν, ἐν τῷ στοχασμῷ προδιήνυσται· χρὴ δὲ τὴν ἀντίληψιν μὴ γυμνῶς καὶ ἀναφανδὸν οὕτως εἰσφέρειν, τυραννικῶς τῆς ἐξουσίας ἀντιλαμβανομένους, ἀλλὰ πλαγίως μετά τινος προσχήματος, οἷον ὅτι οὐ δικαίως ὁ κατήγορος τοσοῦτον πλῆθος ἐρείδει τῶν κατʼ ἐμοῦ λόγων μηδενὶ συμφερόμενος νόμῳ, ἀλλʼ αὐτοκράτορι παρρησίᾳ ταῦτα μεμφόμενος καὶ κρίνειν ἀξιῶν ἐπὶ τούτοις, ἐφʼ οἷς μηδεὶς κεκώλυκε νόμος· οὐκ ἀρκέσει δέ γε τοῦτο πρὸς τὸ θεραπεῦσαι τὴν ἀντίληψιν τραχεῖάν τε καὶ τυραννικὴν φαινομένην, ἀλλʼ ἔτι καὶ κατὰ μίαν τῶν ἀντιθετικῶν πάντως εἰσενεχθήσεται, ὡς μικρὸν ὕστερον ἐπὶ τῆς ἀντιθέσεως, φημὶ τοῦ μετὰ τὴν ἀντίληψιν κεφαλαίου, εἰσόμεθα, ἐπεὶ οὐδὲ ἐκεῖνό με λέληθεν, ὥς τινες τῶν ἀξιολογωτάτων, οἷς προσεκτέον, οὐδὲ τὴν ἀντίθεσιν ἐπισυμπλεκομένην ἐξαρκεῖν ὑπειλήφασιν, ἀλλὰ μετά τινος, φησὶ, προθεραπείας καὶ οἱονεὶ προκαταστάσεως εἰσενεκτέον τὸ ἀντιληπτικόν· τῆς γὰρ ἀντιλήψεως τριχῆ λαμβανομένης κατὰ νόμον, ἢ κατὰ ἔθος, ἢ κατὰ φύσιν, εἰ κατὰ νόμον λαμβάνεται, τὸν νόμον αὐτὸν πρότερον ἐγκωμιάσαι χρὴ, ὅτι φιλάνθρωπος καὶ τῆς πολιτείας εὖ μάλα προνενοημένος, καὶ μετὰ τοῦτο ἐπὶ τὴν ἐκείνου χωρεῖν ἐξουσίαν κατὰ τὸ ἀντιληπτικόν. εἰ δὲ κατὰ τὸ ἔθος ἡμῖν ἡ ἀντίληψις ἦ, τὴν πολιτείαν πρότερον ἐπαινέσαι, ἐφʼ ἧς ἔχομεν τὸ ἔθος, εἰ δὲ κατὰ φύσιν παραλαμβάνεται ἡ ἀντίληψις, τηνικαῦτα τὰς ἐκ τῆς φύσεως ἀνάγκας ἀναθεωρεῖν καὶ ταύτας προεκτιθέναι μετʼ ἐγκωμίων, εἶθʼ οὕτως ἐμβάλλειν ἐπὶ τὴν ἀντίληψιν, ὅπως μὴ τῶν νόμων τοὺς ἀδικωτέρους ἢ τὰ τῶν ἐχθρῶν χείρω ἢ τῆς φύσεως τὰ ἡμαρτημένα δοκῶμεν ἐκλέγεσθαι, ἀλλʼ ἐκ τῶν ἐγκωμίων ἐπὶ ταῦτα τὸν δικαστὴν πρότερον καταστήσαντες τὴν ἀντίληψιν ἐπενέγκωμεν· ὅτι δὲ μετὰ ταύτην μίαν τῶν ἀντιθετικῶν παραληψόμεθα, ῥωννύντες ἑκατέρωθεν τῆς ἀντιλήψεως τὸ τυραννικὸν, εἴρηται.

`7.501`

Τῇ ἀντιλήψει ἕπεται ἡ μετάληψις πάντως· ὡς γὰρ ἔφαμεν, πᾶσα ἀντίληψις μεταλήψει λύεται· γίνεται δὲ ἡ μετάληψις πρὸς τὴν πρᾶξιν, ὥσπερ ἐπὶ τοῦ τρισαριστέως μοιχὸν ἀποκτείναντος, χρωμένου γὰρ τῇ ἀντιλήψει τοῦ φεύγοντος, ὅτι ἐξῆν μοι, ὁ κατήγορος μεταλαμβάνων φησὶν ἐν στάσει μὲν, ὅτι οὐκ ἔξεστιν, εἶτα ἀντιπαραστάσει, ὅτι εἰ καὶ ἔξεστιν, οὐκ ἀριστέα φονεύειν ἐχρῆν· εἴπομεν γὰρ, ὅτι πᾶσα μετάληψις κατὰ ἔνστασιν καὶ ἀντιπαράστασιν εἰσάγεται, καλῶς δὲ τὸ εἰ ἐγχωρεῖ· δοκεῖ γὰρ ἀναίσχυντον τὸ ἄντικρυς λέγειν, ὅτι οὐκ ἔξεστι φανερᾶς οὔσης τῆς ἐξουσίας, καὶ μάλιστα ἐπὶ τῆς κατὰ νόμον ἐξουσίας· ἐνταῦθα γὰρ μετὰ τὴν τοῦ νόμου ἀνάγνωσιν ἄπορος ἡ τῆς ἐνστάσεως χρῆσις· τότε γὰρ ἀναιδὲς ἀντιφθέγγεσθαι τῷ νόμῳ, μετριώτερον δὲ τῇ ἀντιπαραστάσει χρήσασθαι.

`7.502`

λʹ. Ἡ ἀντίληψις αὕτη μετὰ κατασκευῆς τίθεται τοῖς ἀπὸ τοῦ νόμου ἔχουσα τὴν ἐξουσίαν, διδοῦσα πράττειν ὅ τι ἂν βούλοιτο, εἰ ἐγχωροίη δὲ εἶπεν, ἐπειδὴ τῇ ἀπὸ νόμου καὶ τῇ ἀπὸ φύσεως ἀντιλήψει οὐ δυνατὸν ἀντιθεῖναι τὴν ἔνστασιν, ἀναιδὲς γάρ· τῇ ἀπὸ ἔθους δὲ καὶ ἀπὸ τέχνης δυνατὸν, ἡ δὲ ἀντίληψις αὕτη πρὸς τὴν μετάθεσιν κεῖται· ἅμα δὲ κατασκευάσει καὶ θέσιν. Τοῦτό ἐστι τὸ κεφάλαιον τὸ γνωρίζον τὴν στάσιν, τοῦ γὰρ κατηγόρου πολλῇ χρησαμένου καταφορᾷ ἐν τοῖς ἀπʼ ἀρχῆς ἄχρι τέλους, ὁ φεύγων εὐθέως τὴν ἀντίληψιν προβάλλεται, τὴν ἐξουσίαν προφέρων· οὐχ ὡς ἔτυχε δὲ τούτῳ τῷ κεφαλαίῳ χρηστέον, ἀλλὰ μετά τινος μεθόδου· τυραννικὸν γὰρ ἄντικρυς λέγειν, ὅτι ἐξῆν μοι τοιαῦτα διαπράξασθαι, ἐφʼ οἷς ὡς ἀδικήμασι κρίνεται· ἄτοπον γὰρ ἀκμάσαντος τοῦ κατηγόρου ἐν ταῖς αὐξήσεσι καὶ καταδραμόντος λέγειν, ὅτι ἐξῆν μοι· ἀλλʼ ἐὰν ἀπὸ νόμου ἡ ἐξουσία τυγχάνῃ, ἐρεῖ ὁ φεύγων, ὅτι εἰ μὲν ἄδειαν μὴ παρεῖχεν ὁ νόμος, καλῶς ἂν ἡ κατηγορία εἶχεν· ἐπειδὴ δὲ ἃ τοῖς νόμοις δοκεῖ, ταῦτά μοι πέπρακται, τίνα λοιπὸν χώραν ἔχει ἡ κατηγορία, ἄλλως τε οὐκ ἐμοῦ κατηγορεῖ μᾶλλον, ἢ τοῦ τεθεικότος τὸν νόμον· καὶ τὴν πολιτείαν διαβάλλει τὴν τῷ νόμῳ χρωμένην· καὶ τούτῳ τῷ τρόπῳ καὶ ἐπὶ τῶν ἄλλων εἰδῶν τῆς ἀντιλήψεως χρῆσθαι δυνήσεται, ὅτι ταῦτα μὲν, ἅ φησιν ὁ κατήγορος, εἰ μὴ συγκεχώρηται, ἴσως εἶχε χώραν ἡ καταδρομὴ, νῦν δὲ περιττῶς τοσούτῳ πλήθει λόγων πρὸς τὴν κατηγορίαν κέχρηται τῶν νόμων ἢ τῶν ἐθῶν ἢ τῆς φύσεως συγκεχωρηκότων.

`7.503`

λαʹ. Φέρεται ἐξ ἀνάγκης ἡ μετάληψις ὑπὸ τοῦ κατηγόρου πρὸς τὴν ἀντίληψιν, πᾶσα γὰρ ἀντίληψις μεταλήψει λύεται, καὶ καθάπαξ ἀντιπαρίστανται ἄμφω· ἔνθα γὰρ ἂν εὑρεθῇ ἡ ἀντίληψις, ἀντικειμένην πάντως τὴν μετάληψιν ἔχει. χρηστέον δὲ, φησὶ, τῇ μεταλήψει κατὰ ἔνστασιν καὶ ἀντιπαράστασιν· κατὰ ἔνστασιν δὲ, φησὶν, ὅταν ἐγχωρῇ, πότε δὲ χώραν ἡ ἔνστασις ἔχει καὶ πότε ἐκλείπει προσδιασαφῆσαι χρεών· ὅταν μὲν οὖν σαφῶς τι καὶ διαρρήδην ὁ νόμος ἀγορεύῃ, καὶ τοῦτο ὁ φεύγων ἐν τῇ ἀντιλήψει παρέχηται, τηνικαῦτα παραιτητέον τὴν ἔνστασιν· ἡ γὰρ πρὸς τὰ ὁμολογούμενα μάχη καὶ ἔνστασις ἀπίθανος οὐ ῥητορική· οἷον εἰ νόμος κελεύοι, πάντα μοιχὸν ἀναιρεῖσθαι, εἶτα τρισαριστέα τινὰ μοιχὸν διαχρησαμένου τινὸς λέγοιμεν, ὡς μάλιστα μὲν οὐδὲ ἐξῆν μοιχὸν ἀναιρεῖν, βιαιότατόν ἐστι τὸ λεγόμενον· τούτῳ γὰρ φανερός ἐστι τῷ νόμῳ διαπληκτίζεσθαι· ὅταν δὲ μὴ φανερός τι ᾖ νόμος περὶ τοῦ κρινομένου, τηνικαῦτα καὶ τῇ ἐνστάσει χρησόμεθα· οἷον νέος πλούσιος ὑποπτευθεὶς τυραννήσειν τὴν ἑαυτοῦ πᾶσαν οὐσίαν ἐξαργυρώσας κατεπόντισε καὶ κρίνεται βλάβης εἰς τὸν δῆμον· τοῦ γὰρ φεύγοντος τῶν νόμων ἀντιλαμβανομένου, ὡς τῶν ἰδίων ἕκαστον κύριον καθιστῶσιν, ὁ διώκων πάλιν ἐνστάσει χρήσαιτο ἂν διὰ τὸ ἀσαφὲς καὶ ἀόριστον τῶν νόμων, μάλιστα μὲν οὐδὲ κύριός ἐστι τῆς ἑαυτοῦ βουλήσεως ἕκαστος, οὐδὲ τῶν χρημάτων, ἀλλʼ ὅπως ἂν οἱ νόμοι ἐπιτρέπωσιν, οὕτω χρηστέον καὶ ἡμῖν αὐτοῖς καὶ τοῖς χρήμασιν· ἔπειτα εἰ καὶ ὅλως ἔδει κατὰ τὸ αὐτόνομον χρῆσθαι, ἐπὶ καλῷ γοῦν ἔδει τῆς πολιτείας, κἂν ἐξ ἔθους δὲ ἢ φύσεως λαμβάνοιτο ἡ ἀντίληψις, τοῖς ὁμολογουμένοις οὐκ ἐνστησόμεθα· ἢν δέ τι που διχορρεπὲς ᾖ, καὶ κατὰ τὴν ἔνστασιν ἀγωνιούμεθα.

λβʹ. Ἐπὶ τούτου, φησὶν, ἐπὶ τοῦ ζωγράφου, ἀντιστατικὴ γάρ ἐστιν, ἐπὶ δὲ τοῦ τρισαριστέως ἀντεγκληματικὴ, μετὰ δὲ τὴν μετάληψιν ἕπεται ἀντιθετικὸν ὑπὸ τοῦ φεύγοντος προβαλλόμενον· τοῦ γὰρ κατηγόρου χρησαμένου τῇ μεταλήψει καὶ εἰπόντος ἐν τῇ παραστάσει, ὅτι ἀλλʼ οὐ τρισαριστέα δίδωσιν ὁ νόμος ἀναιρεῖν, ὁ φεύγων τὸ ἀντιθετικὸν προβαλλόμενος ἐρεῖ, ὅτι δικαίως ἀνῄρηται· τί γὰρ ὑπῆρχε μοιχῷ· καὶ τῷ κατηγόρῳ δέδωκε τὴν ἄδειαν τῆς καταφορᾶς, καὶ κοινὸν τόπον κατὰ μοιχείας ἐρεῖ. Ἰστέον δὲ, ὅτι ἡ ἀντίθεσις ἢ ἀντιστατικὴ ἢ ἀντεγκληματικὴ ἐν ἀντιλήψει εὑρίσκεται· μεταστατικὴ δὲ ἢ συγγνωμικὴ οὔ· ἐναντίαν γὰρ φύσιν ἔχει ταῦτα τῇ ἀντιλήψει· οὐδεὶς γὰρ τὴν ἐξουσίαν προβαλλόμενος ἐφʼ οἷς ἔπραξε συγγνώμην αἰτεῖ.

`7.504`

λγʹ. Ἐπὶ τῆς ἀντιλήψεως ἐφάσκομεν τὸ ἀπʼ αὐτῆς τυραννικὸν κατὰ μίαν χρῆναι θεραπεύειν τῶν ἀντιθετικῶν· οἷον ἢ ἀντεισφέροντα ἕτερον εὐεργέτημα ἐκ τοῦ δοκοῦντος ἀδικήματος, ὅπερ ἐστὶ κατὰ ἀντίστασιν, ἢ παραιτουμένους συγγνώμην ἢ μεθιστάντας τὴν αἰτίαν ἐφʼ ἕτερον, ὧν τὸ μὲν συγγνώμης, τὸ δὲ μεταστάσεως, ἢ ἀντεγκαλοῦντα τῷ πεπονθότι, ὡς ἀξίῳ παθεῖν ὃ πέπονθε. Κατὰ γοῦν τὸν τεχνικὸν πάντως κατὰ μίαν τούτων εἰσενεχθήσεται ἡ ἀντίληψις· οὐ γὰρ δὴ προσεκτέον Μινουκιανῷ εἰπόντι, ποτὲ μὲν ἐμπίπτειν ἀντιθετικὴν, ποτὲ δὲ γυμνὸν καθεστάναι τὸ ἀντιληπτικὸν ἀντιθέσεως· ἀεὶ γὰρ, ὡς ἔφην, κατὰ μίαν τῶν ἀντιθετικῶν προϊέναι χρὴ τὴν ἀντίληψιν, εἴπερ μέλλοιμεν παραδεχθῆναι ὑπὸ τῶν δικαστῶν· ἀναγκαῖον δὲ καθʼ ἑκάστην ἀντίθεσιν δοῦναι ἀντιλήψεως παραδείγματα· ἔστι τοίνυν κατὰ ἀντίστασιν μὲν ἀντιλήψεως παράδειγμα ὁ ζωγράφος, ὁ δημοσίων ἀδικημάτων κρινόμενος, ἐφʼ ᾧ πρὸ τοῦ λιμένος γράψας ἐξέθηκε τὰ ναυάγια, τῇ γὰρ ἀντιστάσει χρώμενος ἐρεῖ τι καὶ εὐεργετηκέναι τὴν πόλιν ἐντεῦθεν· τοὺς γὰρ πλέοντας δεδιδαχέναι, μὴ παρὰ καιρὸν ἐπιχειρεῖν τῇ θαλάττῃ, ὡς ἀναγκαῖον αὐτοῖς, εἰ παραβάλλοιντο, τοιούτοις περιπίπτειν κινδύνοις· κατὰ δὲ ἀντέγκλημα ἀντιλήψεως παράδειγμα ὁ τὸν τρισαριστέα ἐπὶ μοιχείᾳ ἀνελὼν, εἶτα δημοσίᾳ κρινόμενος· ἀντεγκαλέσει γὰρ τῷ τρισαριστεῖ, ὡς αὐτῷ τῆς ἀδικίας κατάρξαντι τῷ διαφθεῖραι τὸ γύναιον· κατὰ συγγνώμην δὲ ἀντίληψις ἥδε. Κλέωνος τοὺς ἐκ Πύλου τριακοσίους εἰσάγοντος Νικίας ἐδάκρυσε καὶ κρίνεται ὑπὸ Κλέωνος ὕβρεως· τὴν γὰρ συγγνώμην προβαλεῖται φάσκων ἠλεηκέναι καὶ πεπονθέναι τι ἀνθρώπινον· ὑπόλοιπον ἔτι τῆς κατὰ μετάστασιν ἀντιλήψεως δοῦναι παράδειγμα· πόλεως συνεχῶς ἀφισταμένης ἔπεισε στρατηγὸς τὸν δῆμον τὰ τείχη καθελεῖν, καὶ τῶν συμμάχων ἀποστάντων κρίνεται δημοσίων ἀδικημάτων· τὴν μὲν γὰρ ἀντίληψιν κατὰ τὸ ἐξεῖναι συμβουλεύειν τὰ εἰκότα καὶ δοκοῦντα λαμβάνει, τὴν δὲ μετάστασιν ἐπὶ τὸν δῆμον μεταφέρων τὴν αἰτίαν, ὅτι γε καὶ ὑμεῖς αἴτιοι τῆς καθαιρέσεως οἱ πεισθέντες, οὐ γὰρ ἀνηκόων ὄντων ὑμῶν καθελεῖν ἐτόλμων· καὶ ἔστιν ὥσπερ ἐν στοχασμῷ χρῶμα ἡ μετάθεσις τῆς αἰτίας, οὕτως ἐπὶ τῆς ἀντιλήψεως ἡ ἀντίθεσις· χρώζει γὰρ τὸ ὅλον τῆς ἀπολογίας τὸ τυραννικὸν συσκιάζουσα.

`7.505`

λδʹ. Φέρεται πρὸς τὴν ἀντίθεσιν ἑτέρα μετάληψις· καὶ γὰρ αὖ πᾶσα ἀντίθεσις μεταλήψει λύεται, ὡς ἐπὶ τῶν ἀντιθετικῶν δεδείξεται, ἔνθα καὶ περὶ τῆς ἐργασίας τοῦ κεφαλαίου διαληψόμεθα. Ζητητέον δὲ, τίνι διοίσει ἡ μετάληψις ἣδε τῆς πρὸς τὴν ἀντίληψιν φερομένης· διαφέρει δʼ οὖν ἀλλήλων, καθὸ ἡ μὲν πρὸς τὸ πεπραγμένον αὐτὸ φέρεται, ἡ δὲ τῆς ἀντιθέσεως λυτικὴ πρὸς τὴν ποιότητα τοῦ πεπραγμένου· ἡ μὲν γὰρ ἀντίληψις ἐπʼ αὐτῷ τῷ πεπραγμένῳ τὴν ἐξουσίαν προβάλλεται, πρὸς ὃ φέρεται ἡ προτέρα μετάληψις, ἡ δὲ ἀντίθεσις χρώζει πως καὶ ποιότητά τινα τῷ πεπραγμένῳ δίδωσιν· οὐκοῦν καὶ ἡ πρὸς αὐτὸ φερομένη μετάληψις ἐξ ἀνάγκης κατὰ τὴν ποιότητα τῷ πεπραγμένῳ μάχεται, οἷον ἐπὶ τοῦ ζωγράφου· διὰ γὰρ τῆς ἀντιθέσεως εὐηργετηκέναι τι φάσκοντος τοῦ ἀπολογουμένου τὸ συμβεβηκέναι διὰ τῆς τῶν ναυαγίων γραφῆς, τῷ πλεῖν μετὰ ἀσφαλείας ἐπιχειρεῖν, φέρεται πρὸς αὐτὸ ἡ μετάληψις, ὅτι ἑτέρως ἔδει συμβουλεύειν λόγους διαπέμποντα καὶ τοῖς ἐμπόροις ἰδίᾳ κοινολογούμενον.

`7.506`

λεʹ. Δύο οὐσῶν ἀντιλήψεώς τε καὶ ἀντιθέσεως, ἀναγκαίως καὶ δύο μεταλήψεις ἐμπίπτουσιν, ἡ μὲν πρὸς τὴν ἀντίληψιν, ἡ δὲ πρὸς τὴν ἀντίθεσιν, καὶ ἡ διαφορὰ, ὅτι ἡ μὲν πρὸς τὴν ἀντίληψιν ἐνστάσει καὶ ἀντιπαραστάσει κατασκευάζεται, ὅτι οὐκ ἔξεστιν, εἰ δὲ ἄρα καὶ ἔξεστιν, οὐκ ἐπὶ τούτοις· ἡ δὲ πρὸς τὴν ἀντίθεσιν τὸν αὐτὸν τρόπον, οὐδὲ γὰρ λύει τὸ ἀντιστατικὸν, ἀλλʼ ἐρεῖ, ὅτι οὐχ οὕτως ἐχρῆν εὐεργετεῖν, ἐνῆν γὰρ καὶ ἄλλως διὰ συμβουλῆς, διὰ λόγου, καὶ ἄλλως· ἡ μὲν πρὸς τὴν ἀντίληψιν μάχεται τῇ ἐξουσίᾳ, ἡ δὲ πρὸς τὴν ἀντίθεσιν οὐ μάχεται, ἀλλὰ καὶ συντρέχει τῷ χρώματι ἀποδεχομένη τὰ ὑπὲρ τῆς πόλεως· τὴν δὲ παράστασιν μέμφεται, ὅ ἐστιν τὸν τρόπον, ὡς ἐπὶ τοῦ ζωγράφου ἡ ἀντίθεσίς ἐστιν, ὑπὲρ τῶν πλεόντων πεποίηκα· ἡ δὲ μετάληψις συγχωρήσασα, ὅτι ἀληθὲς τὸ λεχθὲν, διὰ τῆς ἀντιπαραστάσεως ἐκβάλλειν πειράσεται τὸν τρόπον τοῦ πεπραγμένου μεμφομένη καὶ ἐπὶ τοῦ τρισαριστέως τοῦ φεύγοντος ἀντιπαραστάσει χρησαμένου καὶ λέξαντος ἀντεγκληματικῶς, ὅτι ἄξιος ἦν ἀποθανεῖν ὁ τρισαριστεὺς κώμοις καὶ μέθαις προσανέχων, ὁ κατήγορος δευτέρᾳ μεταλήψει χρήσεται λέγων, ὅτι εἰ τοιοῦτος ἦν, ἔδει δικαστηρίῳ παραδοῦναι καὶ μὴ αὐτοχειρίᾳ ἀναιρεῖν.

`7.507`

λϛʹ. Ἀντιλήψει πάλιν ὁ φεύγων χρήσεται δὴ πρὸς τὴν τοῦ ἀπολογουμένου μετάληψιν· ἔφαμεν γὰρ ἀλλήλοις ἀντιτετάχθαι ἀεὶ τὰ κεφάλαια· τὴν δὲ αὐτὴν ἔχει διαφορὰν πρὸς τὴν προτέραν ἀντίληψιν, ἣν ἔχειν τὸ δεύτερον μεταληπτικὸν πρὸς τὸ πρότερον ἔφαμεν, ἡ μὲν γὰρ περὶ αὐτὸ καθέστηκε τὸ πεπραγμένον, ἡ δὲ περὶ τὴν τοῦ πεπραγμένου ποιότητα· ἰστέον δὲ κοινότερόν τι θεώρημα· μετὰ γὰρ τὸ ἀντιληπτικὸν τοῦτο κέχρηται πολλάκις καὶ μεταληπτικῇ αὐτὸς ὁ φεύγων, ὅπερ παραδοξότερον· ποῦ γὰρ ἑτέρωθεν μεταληπτικὸν παρὰ τῷ ἀπολογουμένῳ· ἀεὶ γὰρ ἡ μὲν ἀντίληψις τοῦ φεύγοντος, τοῦ δὲ διώκοντος ἡ μετάληψις· ἐνταῦθα μέντοι χρήσεταί ποτε καὶ μεταληπτικῇ ὁ φεύγων μετὰ τὸ δεύτερον ἀντιληπτικόν· πότε δὲ χρήσεται, καὶ δὴ λεκτέον· ὅταν τὸ πεπραγμένον οἷόν τε ᾖ διορθωθῆναι τῇ φύσει, τηνικαῦτα ἐμπεσεῖται τόδε τὸ κεφάλαιον, ἐπειδὰν δʼ ᾖ τὸ πεπραγμένον ἀδιόρθωτον, ἐξίσταται· οἷον τοῦ μὲν προτέρου παράδειγμα ὁ ζωγράφος· πρῶτον μὲν γὰρ τῷ δευτέρῳ ἀντιληπτικῷ χρώμενος τῆς κατὰ τὸ συμβουλεύειν ἐξουσίας ἀνθέξεται· ὅτι ὃν τρόπον ἕκαστος δύναται συμβουλεύειν τῇ πόλει, ῥήτωρ μέν τις ὢν τοῖς λόγοις, ζωγράφος δὲ ἀπὸ τῆς τέχνης· ἔπειτα τῷ μεταληπτικῷ τὴν κρίσιν διαβάλλει, οἷον εἰ δέ τι ἡ πόλις ἐκ τοῦ τρόπου τῆς ἐμῆς ἐβλάπτετο συμβουλῆς, ἐχρῆν τὸ πινάκιον καθελεῖν καὶ μὴ συγχωρεῖν ἐπὶ τοῦ λιμένος ἐκκεῖσθαι, καὶ οὐκ εἰς δικαστήρια νῦν εἰσάγειν καὶ δημοσίων κρίνειν· καθάπερ γὰρ ὁ κατήγορος τὸν τρόπον τῆς συμβουλῆς, οὕτως ὁ φεύγων τὴν κρίσιν διαβάλλει· ἐπιδέχεται γὰρ ἐπὶ τοῦδε τοῦ προβλήματος τὸ πεπραγμένον διόρθωσιν· ἠδύνατο γάρ τις ῥᾷστα ἐκ τοῦ λιμένος ἀνασπᾶσαι τὸ πινάκιον· τοῦ δὲ δευτέρου, φημὶ τοῦ τὴν διόρθωσιν ἀδύνατον ἔχοντος, ἀφʼ οὗ καὶ ἐλλείπει τὸ μεταληπτικὸν, παράδειγμα τόδε· νέος πλούσιος τυραννήσειν ὑποπτευθεὶς τὴν οὐσίαν ἐξαργυρώσας κατεπόντωσε, καὶ κρίνεται δημοσίων ἀδικημάτων· οὐ γὰρ δυνατὸν εἰπεῖν, ὡς ἔδει μᾶλλον τὸ ἀργύριον ἐκ τοῦ βάθους ἀνέλκειν, ἀλλὰ μὴ γραφὴν κατʼ ἐμοῦ τίθεσθαι.

λζʹ. Ἀναγκαίως, φησὶν, μεταλήψεως ἐμπεσούσης ἐπὶ τὴν ἐξουσίαν πάλιν ὁ φεύγων καταφεύξεται· τοῦ γὰρ κατηγόρου λέγοντος, ὅτι οὐχ οὕτως ἐχρῆν, ἐνῆν δὲ καὶ ἑτέρως εὐεργετεῖν, ὁ φεύγων ἐρεῖ, ὅτι ἀλλʼ οὐδὲ τοῦτο κεκώλυται· εἰ δὲ καὶ ἑτέρως ἐνῆν, ὃ δὲ μᾶλλον οἰκειότερον ἐμοὶ ὑπῆρχε καὶ δυνατῶς εἶχον ποιεῖν, τοῦτο ἔπραξα· ὁ ῥήτωρ εἰσηγείσθω τοῖς λόγοις τὸ δέον, ὁ ζωγράφος τῇ τέχνῃ, ἕκαστος ὡς δύναται τὴν πόλιν εὐεργετείτω, μὴ μέμφου τοίνυν τὸν τρόπον, ἀλλʼ ἐνθυμοῦ τὴν ὠφέλειαν· ἐξετάσει δὲ καὶ τὴν γνώμην τοῦ νομοθέτου ὁ τὸν τρισαριστέα ἀποκτείνας, ὅτι ὁ νομοθέτης τὴν ὕβριν τὴν κατὰ τῶν γυναίων γινομένην εἰδώς· καὶ ὡς μάλιστα τοῦτο τοῦ συνοίκου ταράττει τὸν λογισμὸν, ὥσπερ θεραπεύων τὸν πάσχοντα αὐτῷ καὶ τὴν τιμωρίαν ἐνεχείρισεν.

`7.508`

Χρήσεται, φησὶν, ὁ κατήγορος τῇ θέσει ἀνατρέπων, ὅτι οὐκ ἐπὶ τούτοις τῇ δυνάμει χρηστέον. Ἀκολούθως εἶπεν ἐκθετέον τὴν θέσιν, κατασκευαστικὴν οὖσαν τῆς ἀντιθέσεως· οὐδὲ γὰρ ἁπλῶς οὕτω τεθὲν τὸ ἀντιληπτικὸν ἰσχύει, διὰ δὲ τῆς ἀντιθέσεως τοῦ κεφαλαίου ἰσχυρὸν ἀποδειχθήσεται· ἡ οὖν θέσις ἀκολούθως ἐστὶ τοιαύτη, ὅτι πᾶς, καθὸ ἕκαστος δυνάμεως ἔχει, ὠφελεῖν χρὴ τὴν πόλιν· κατασκευάζεται δὲ ἐκ τῶν τοῦ συμφέροντος λογισμῶν, ὅτι χρήσιμον καὶ σύμφορον τὸ τοιοῦτον καὶ πλεῖστα δυνάμενον ἀγαθὰ προξενεῖν.

`7.509–7.511`

ληʹ. Θέσιν εἶπε καὶ οὐ θέσεις πληθυντικῶς, καίτοι πολλάκις δύο ἐμπιπτουσῶν θέσεων, ὡς ἐπὶ τοῦ ζωγράφου· ἑκάτερον γὰρ τῶν μερῶν κέχρηται θέσει κατὰ τὸ ἁρμόζον, ὁ μὲν κατήρορος, ὅτι ταῖς τέχναις οὐχ ἁπλῶς χρηστέον ἐπὶ λύμῃ τῶν κοινῶν, ὁ δὲ φεύγων, ὡς ἂν οἷός τε ᾖ ἕκαστος, χρήσιμος τῇ πόλει γίνεται. ἰστέον δὲ, ὅτι δύο μὲν οὐκ ἀεὶ ἐμπίπτουσι θέσεις, μία δὲ πάντως, ἔνθεν οὐ πληθυντικῶς εἶπεν, ἀλλʼ ἑνικῶς θέσιν πρὸς τὸ καθόλου καὶ διὰ παντὸς ἐμπίπτον ἐπιδών· ἀλλʼ οὐκ εἰς τὸ ποτὲ μὲν ἐμπίπτον, ποτὲ δὲ ἐξιστάμενον· ἠπόρηται δὲ, πῶς ἡ θέσις εἶναι κεφάλαιον δύναται· τῶν γὰρ κεφαλαίων, φασὶ, τὰ προηγούμενα ὑπὸ τοῦ διώκοντος εἰσφερόμενα ἐξ ἀνάγκης ἀντιθετικῶς λαμβάνεται ὑπὸ τοῦ φεύγοντος, καὶ ἐκ τοῦ ἔμπαλιν, ὅσα προηγουμένως τῷ ἀπολογουμένῳ λαμβάνεται, ταῦτα γίνεται ἀντιθετικὰ τῷ διώκοντι· προηγούμενα δέ φημι τὰ πιστωτικὰ, τὰ δὲ λυτικὰ τῶν ἐναντίων· εἰ τοίνυν, φασὶν, ἡ θέσις κεφάλαιόν ἐστι προηγούμενον, οὐ γὰρ ἔνεστι δήπου λυτικὸν αὐτὸ φάναι, γινέσθω, φησὶ, καὶ ἀντιθετικόν· ἀλλὰ μὴν οὐδέποτε λαμβάνεται ἀντιθετικῶς, ἀλλʼ ἀεὶ συγχωρεῖ μὲν ἐκείνην, ἀντεισάγει δὲ αὐτὸς ἑτέραν, εἴπερ ἐμπίπτοι, οὐκ ἄρα, φησὶν, ἡ θέσις κεφάλαιον, καὶ ἀντιλέγειν οὐκ ἔχομεν· ἀλλὰ μὴν οὐδὲ ἐπίλογος εἶναι δύναται, εἴπερ κατασκευάζει τὸ ἀντιληπτικὸν μὲν τῷ φεύγοντι, τῷ δὲ κατηγόρῳ τὸ μεταληπτικὸν, καὶ τὸ πέρας ὡς εἰπεῖν τῶν ἀγώνων ἔχει· ἀπορήσειε τοίνυν ἄν τις, ποῦ τετάξεται, εἰ μηδʼ ἐν κεφαλαίοις μηδʼ ἐν ἐπιλόγοις χώρα τις αὐτοῦ λείπεται· ῥητέον οὖν, ὡς μέσην τινὰ τάξιν ἐπέχει· καὶ ἡ θέσις μεταξὺ πέπτωκε τῶν ἀγώνων καὶ τῶν ἐπιλόγων· καθάπερ ἐν ὅρῳ διῄρηται περὶ τῆς τοῦ προσώπου ποιότητος· καὶ ταῦτα μὲν ὅσον παραστῆσαι τὴν φύσιν τῆς θέσεως· ἐπεὶ δʼ ἔφημεν ποτὲ μὲν δύο θέσεις ἐμπίπτειν, ποτὲ δʼ αὖ μίαν καὶ ταύτην οὐχ ὡρισμένως· οἷον παρὰ τῷ φεύγοντι πάντως ἢ τοὐναντίον, ἀλλὰ νῦν μὲν ὑπὲρ τοῦ φεύγοντος, αὖθις δὲ ὑπὸ τοῦ κατηγόρου λαμβάνεσθαι, ἀναγκαῖον προσδιασαφῆσαι τῶν εἰρημένων ἕκαστον, ἵνα μὴ ἀτάκτως μηδὲ ἀλόγως ἐπιχειρῶμεν ταῖς θέσεσιν, ἀλλʼ εἰδείημεν, πότε τοῦ ἀντιδίκου θέσει χρωμένου χρησόμεθα καὶ αὐτοὶ, καὶ πότερον ὑπερδραμούμεθα τὸ μὴ ἔχειν χρῆσθαι· ὅταν μὲν οὖν τὸ πεπραγμένον ἄδοξον ᾖ, τηνικαῦτα μόνος τὴν θέσιν παραλήψεται ὁ κατήγορος· εἰ γὰρ τὸ πεπραγμένον ἄδοξον, πέπρακται δὲ δῆλον ὑπὸ τοῦ φεύγοντος, οὐκ ἂν θέσις προσάπτοιτο τῷ ἀδόξῳ· τοὐναντίον γε μὴν τῇ κατηγορίᾳ τοῦτο ἁρμόσει· λεκτέον δὲ ἐπὶ παραδείγματος. Ἀλκιβιάδης κατελθὼν μετὰ τὰ κατὰ Κύζικον καὶ ἐν ἐκπώματι φέρων τὰ κατὰ Σικελίαν δημοσίων φεύγει· ἄδοξον γὰρ τὸ πεπραγμένον, οὐ μόνον τῷ δοκεῖν ὀνειδίζειν τῇ πόλει τὰς συμφορὰς, ἀλλὰ καὶ τῷ φέρειν αὐτὰς ἐπὶ τῶν ἐκπωμάτων· ἐλλείπει οὖν τὸ θετικὸν εἰκότως τῷ φεύγοντι, ἂν δὲ τὸ πεπραγμένον ἔνδοξον ᾖ, ἐπὶ τὸν ἀπολογούμενον ἡ θέσις μέτεισι καὶ μόνου τοῦ φεύγοντος γίνεται· οὐ γὰρ ἔνεστιν αὐτῇ τὸν κατήγορον χρῆσθαι· τῶν γὰρ ἐπαινουμένων πράξεων ἀπίθανος ἡ κατηγορία· παράδειγμα δὲ τοῦ λεγομένου παρέξομαι· Φιλίππου μετὰ τὰ ἐν Χαιρωνείᾳ παρέχοντος αἵρεσιν Ἀθηναίοις ἢ τοὺς χιλίους ἀνελέσθαι νεκροὺς, ἢ τοὺς αἰχμαλώτους λαμβάνειν, ἔπεισε Δημοσθένης τοὺς νεκροὺς ἀνελέσθαι, καὶ ἀποκτείναντος Φιλίππου τοὺς αἰχμαλώτους δημοσίων φεύγει· ἡ γὰρ συμβουλὴ σεμνοτάτη καὶ ὅσιον ἡ τῶν οἰχομένων ἀναίρεσις· οὐ γὰρ τοῖς ἀποβεβηκόσι προσεκτέον, ἀλλὰ καθʼ αὑτὸ χρὴ τὸ πεπραγμένον σκοπεῖν· μόνῳ γοῦν ἐνταῦθα τῷ φεύγοντι τὸ θετικὸν ὑποστήσεται· εἰ δὲ τῶν μέσων εἴη τὸ πεπραγμένον τουτέστι οὔτε φανερῶς ἔνδοξον, οὔτε ἄδοξον, τηνικαῦτα ἡ θέσις ἑκατέροις ἁρμόσει καὶ ὑπʼ ἀμφοῖν παραληφθήσεται, τῷ μηδʼ ἕτερον ὑπὸ τῆς τοῦ πεπραγμένου δόξης πλεονεκτεῖσθαι· παράδειγμα δὲ ὁ ζωγράφος, πρὸ τοῦ λιμένος ἐκθεὶς τὰ ναυάγια· κέχρηται δὲ θέσει ὅ τε φεύγων καὶ ὁ διώκων ὁμοίως, διὰ τὸ μέσον τῆς πράξεως· ταῦτα μὲν οὖν περὶ τῆς εὑρέσεως ἡμῖν εἰρήσθω τῶν θετικῶν· ἰστέον δὲ, ὡς οὐ μόνον γενικῇ μιᾷ τινι θέσει χρηστέον, ἀλλὰ καὶ εἰδικῇ, πολλάκις ἐκ τῆς ὑποκειμένης ὑποθέσεως ἀναφαινομένῃ· οἷον ἐπʼ ἐκείνου τοῦ παραδείγματος· τὰς Θήβας Ἀλεξάνδρῳ κατασκάπτοντι ὁ Ἰσμηνίας ἐπηύλησε καὶ μετὰ τὸν ἐνοικισμὸν κρίνεται· κατὰ γὰρ τὸ ἀντιστατικὸν φάσκων εὖ πεποιηκέναι τὴν πόλιν, ἐξαιρῆσαι γὰρ διὰ τῶν αὐλῶν τὸ πολὺ τῆς μανίας καὶ τῆς ὀργῆς Ἀλεξάνδρου, διχῆ τὴν θέσιν παραλήψεται· κατὰ μὲν τὸ γενικὸν, ὡς κατὰ δύναμιν ἕκαστον τῇ πόλει προσήκει χρήσιμον γίνεσθαι, καὶ τοὺς ἐπιστήμονας εἰσφέρειν τὰς τέχνας εἰς τὰ κοινὰ τῇ πόλει λυσιτελοῦντας, κατὰ δὲ τὸ τῆς ὑποθέσεως ἴδιον, ὅτι σεμνόν τι χρῆμα ἡ μουσικὴ καὶ τὰς θηριώδεις ἐπικόπτειν ἐπιστάμενον ὁρμὰς καὶ διὰ ταῦτα χρηστέον αὐτῇ· τοὺς δὲ τόπους, ἀφʼ ὧν αὐτὰς θέσεις κατεσκευάσαμεν, αὐτὸς ἡμῖν ὁ τεχνικὸς ἐδήλωσε διὰ τῶν προγυμνασμάτων, ἅ με οὐ λελήθασί τινες τῷ σοφωτάτῳ Λιβανίῳ περιτιθέντες ἄγαν ἐλλογίμως, ἵνα δὴ οὕτω φαίην· χρηστέον δὲ οὐ πᾶσιν ἐφεξῆς· ἦ γὰρ ἂν εἰς μῆκος ἄπρακτον ὁ λόγος ἐκτείνοιτο, ἐμάθομεν γὰρ, ὡς μέτρον τελείου λόγου ἀποπληροῦν δύναται ἡ θέσις. Τὰ οὖν μάλιστα τῇ ὑποθέσει ἁρμόδια μόνα παραληψόμεθα, τἄλλα παρέντες ἕνεκα τοῦ πλῆθος τῶν λόγων ἀποφυγεῖν.

Τὴν ποιότητα, φησὶν, καὶ τὴν γνώμην κἀπὶ τῆς ἀντιλήψεως παραληψόμεθα, καθάπερ ἐν ὅρῳ· ὅσα τοίνυν ἁρμόζει περὶ τούτων εἰπεῖν, ἔξεστιν ἐκεῖθεν λαμβάνειν· ἡ ποιότης καὶ ἡ γνώμη παρὰ τοῦ φεύγοντος τέλεον ἀναιροῦνται· μελετῶνται δὲ πρὸς τὸ οἰκεῖον συμφέρον. —Διαίρεσιν λέγει τὴν τῆς ὕλης καὶ εὑρέσεως ἀφορμὴν, ἣν αὐτὸς οὐκ ἐπαγγέλλεται ποιεῖσθαι, ἀλλʼ ὅσον τὴν φύσιν ἐνδείξασθαι τῶν κεφαλαίων.

`7.512`

λθʹ. Καλῶς εἶπε τὸ «μεμαθήκαμεν ἐν ὅρῳ·» ἐν ἀμφοτέραις γὰρ ταῖς στάσεσι, τῷ τε ὅρῳ καὶ τῇ ἀντιλήψει, τούτοις τοῖς κεφαλαίοις χρησόμεθα· ἡ ποιότης δὲ ἐξετάζεται ἀπὸ τῆς ποιότητος τῶν προσώπων· καὶ ἐκ μὲν τοῦ κατηγόρου κατὰ τοὺς ψεκτικοὺς τόπους προαχθήσεται, ἐκ δὲ τοῦ φεύγοντος κατὰ τοὺς ἐγκωμιαστικοὺς, οἷον ἐπὶ τοῦ τὸν τρισαριστέα μοιχὸν ἀποκτείναντος ἐρεῖ ὁ λέγων, ὅτι οὐ προτιμητέον ἕνα τῶν τυχόντων ἀνθρώπων ἀνδρὸς ἀριστέως καὶ τηλικαῦτα κατωρθωκότος, ἐκ δὲ τοῦ φεύγοντος, ὅτι οὐδὲν ἠδικηκότα ἄνθρωπον οὐδὲ ἄτιμον οὐ χρὴ τῆς κοινῆς καὶ πᾶσι δοθείσης ἀποστερεῖν ἐξουσίας· ἡ δὲ τοῦ πράγματος ποιότης κατὰ τοὺς ἐκ τῆς ἐκβάσεως θεωρηθήσεται τόπους· καὶ ἡ γνώμη δὲ ὁμοίως ἐξετάζεται, τίνι λόγῳ οὗτος τότε ἔπραξε, καὶ ἐπὶ τοῦ κατηγόρου τίνος ἕνεκα κατηγορεῖ.

μʹ. ᾜσθετο τῶν ἐπιχειρημάτων, ἃ ἐφʼ ἑκάστου τῶν κεφαλαίων παρέσχετο· καὶ ὅπως μὴ δόξῃ τὸ περὶ εὑρέσεως ἐπεισφέρειν τῇ πραγματείᾳ ἐπεσημήνατο· καὶ ἰστέον, ὡς ἐνταῦθα ὁμολογεῖται τὸ περὶ εὑρέσεως καὶ εἶναι Ἑρμογένους καὶ ἀναγκαίως τοῖς κεφαλαίοις συνάπτεσθαι.

μαʹ. Διαιροῦντες, ἀντὶ τοῦ τὴν ἐργασίαν ποιούμενοι, ψιλῶς γὰρ μόνα τὰ κεφάλαια διεῖλε· σκόπησον δὲ τὴν λέξιν, καθʼ ἣν ἐκδέχεται τὸ ὄνομα· διαίρεσιν γὰρ λέγει τὴν τῆς ὕλης καὶ εὑρέσεως, ἣν οὐκ ἐπαγγέλλεται ποιήσειν αὐτὸς, ἐπεὶ διαίρεσιν καλοῦσι πᾶσαν τομὴν τοῦ περιέχοντος εἰς τὰ περιεχόμενα κοινῶς· εἰδικώτερον δὲ τὴν τῶν στάσεων εἰς τὰ κεφάλαια.

Περὶ τῶν εἰδῶν τῆς ἀντιλήψεως.

αʹ. Πληρώσας τῶν κεφαλαίων τὴν διαίρεσιν ἐπὶ τὸν τῶν εἰδῶν λόγον κεχώρηκεν.

`7.513–7.520`

βʹ. Πανταχοῦ κατακολουθεῖν ὁ τεχνικὸς εἴωθεν ἑαυτῷ, ὃ πολλάκις ἔφην καὶ πρῶτον μὲν τὰ κεφάλαια καταλέγειν, ἔπειτα περὶ ἑκάστου τεχνολογεῖν, καὶ μετὰ ταῦτα τὴν περὶ τῶν εἰδῶν ποιεῖσθαι ἐξέτασιν· ἀκολούθως οὖν μετὰ τὴν τῶν κεφαλαίων τεχνολογίαν ἐπάγει τὰ εἴδη, καὶ πρώτην αὐτῶν εἰς ἁπλᾶ καὶ διπλᾶ ποιεῖται τὴν διαίρεσιν· ἠπορήκασι δέ τινες καὶ εἰς ἄπορον περιιστάναι τὸν λόγον ἐπεχείρησαν, πῶς εἴδη καθεστάναι δύνανται τό τε ἁπλοῦν καὶ διπλοῦν· τὰ γὰρ εἴδη, φασὶν, ἐκ τοῦ αὐτοῦ τεμνόμενα εἴδους, πλεονεκτεῖν ἀλλήλων κατʼ αὐτὸ τὸ γένος οὐ βούλεται, οἷον ἵππος καὶ ἄνθρωπος ὑπὸ τὸ αὐτὸ γένος, τουτέστι τὸ ζῶον, ἀνάγεται· ἀλλʼ οὔτε ἵππος ἀνθρώπου μᾶλλόν ἐστι ζῶον, οὔτʼ αὖ πάλιν ἄνθρωπος ἵππου· ἐνταῦθα δὲ, φασὶ, θάτερον τῶν εἰδῶν τοῦ ἑτέρου διπλάσιον φαίνεται· τὴν γὰρ ἀπὸ τοῦ γένους τομὴν εἰς ἁπλοῦν τε καὶ διπλοῦν ἐποιήσατο· πρὸς ὃ φαίημεν ἂν, ὅτι τὸ διπλοῦν ὄνομά τι νοητέον εἴδους δηλωτικὸν, ὃν τρόπον τὸ ἄνθρωπος καὶ τὸ ἵππος, τὸ μὲν λογικοῦ τινος περιστατικὸν, τὸ δὲ ἀλόγου τε καὶ χρηματιστικοῦ, ὥστε τὴν ἀντίληψιν, ὅπερ ἐστὶ γένος, εἰς δύο εἴδη τινὰ διῃρῆσθαι, ἴσα κατὰ τὸ γένος, καὶ μηδὲν ἔχοντα κατά γε τοῦτο πλέον ἀλλήλων, ἃ τέως μὲν ὑπῆρχεν ἀνώνυμά τε καὶ ἀνυπόστατα κατʼ οὐσίαν, καθάπερ ὁ ἄνθρωπος καὶ ὁ ἵππος, μήπω προσελθουσῶν αὐτοῖς τῶν διαφορῶν, ἀλλʼ ἐπινοίᾳ μόνον ἔτι νοούμενα· προσελθουσῶν δὲ τῶν διαφορῶν τὸ μὲν ἁπλοῦν, τὸ δὲ ὀνομασθῆναι διπλοῦν, ὥστε κατὰ τὴν διαφορὰν γίνεσθαι τὸ τοῦ διπλοῦ ὄνομα, πλεονεκτεῖν δὲ ἀλλήλων τὰ εἴδη κατὰ τὰς διαφορὰς οὐ κεκώλυται· ἐπεὶ καὶ τὸ ποσὸν ὅλως εἰς ἁπλοῦν καὶ διπλοῦν διαιρεῖται, καὶ οὐκ ἄν τις φαίη κατὰ τὸ γένος διαλλάττειν ἀλλήλων ταυτί, τὰ ἐκ τοῦ ποσοῦ τετμημένα, κατὰ δὲ τὴν προσελθοῦσαν διαφορὰν, ἵνα δὴ τὸ ποσὸν εἰς δύο τινὰ ὅμοια πρῶτον ὑποθώμεθα διῃρῆσθαι, εἶτα ἐκ τῶν προσγενομένων τὸ μὲν ἁπλοῦν, τὸ δὲ κληθῆναι διπλοῦν· τοῦτο μὲν οὖν οὕτως τὸ τοῖς πολλοῖς ἀπορούμενον, ὥς γέ μοι δοκεῖ, ἀπελυσάμεθα· ζητοῦσι δὲ καὶ ἕτερον ἐπὶ τούτῳ τό· πότε ἂν φήσαιμεν εἶναι τὴν ἀνωτέρω διαίρεσιν· τὴν γὰρ ἀντίληψιν τριχῆ διῃροῦμεν· κατὰ νόμον, κατὰ ἔθος καὶ κατὰ φύσιν· τί δὴ οὖν οὐκ εἰς ταῦτα μᾶλλον τὴν πρώτην διαίρεσιν, ἀλλʼ εἰς ἁπλοῦν τε καὶ διπλοῦν ἐποιήσατο· ἔφασαν δέ τινες, ὅτι γε τὰ περιεκτικώτερά τινων, καὶ ἐν ἑαυτοῖς παραλαμβάνονται ἕτερα προτιμότερα τῶν περιεχομένων τε καὶ εὑρισκομένων· τῇ κατὰ τὸ ἁπλοῦν τοίνυν καὶ διπλοῦν διαιρέσει συνεπιτρέχει τε καὶ περιείληπται καὶ ἡ εἰς τὰ προκείμενα τρία διαίρεσις, ἄν τε γὰρ ἁπλῆ τις ἄν τε διπλῆ ἀντίληψις εἴη, πάντως ἀφʼ ἑνὸς τῶν τριῶν ὥρμηται, ἀπὸ νόμου, ἢ ἀπὸ ἔθους ἢ ἀπὸ φύσεως· εἰκότως οὖν, φασὶ, κατὰ τὸ περιεκτικώτερον διεῖλε τὴν ἀντίληψιν, ἀλλʼ ἐξισάζων ὁ λόγος φαίνεται, τοιγαροῦν ἀνατρέψαντες κατὰ τὸ ἐναντίον ἐξελέγξαιμεν ἂν τὸ λεγόμενον· ἄν τε γὰρ ἐκ νόμου ἄν τε ἀπὸ ἔθους ἢ ἐκ φύσεως ληφθῇ ἡ ἀντίληψις, πάντα τρόπον ἢ ἁπλῆν αὐτὴν εἶναι ἢ διπλῆν ἀνάγκη, ὥστε μᾶλλον οὐκ αὐτή γε τῆς ἑτέρας, ἀλλʼ ἐκείνη ταύτης περιεκτική· ἔστιν οὖν ἑτέρως διαλῦσαι τὴν ἀπορίαν· ὁ γὰρ τεχνικὸς κατὰ τὸ προσεχὲς τῇ προκειμένῃ αὐτοῦ πραγματείᾳ τὴν διαίρεσιν ἔλαβε· προϋπέκειτο δʼ αὐτῷ τῶν κεφαλαίων ἡ διαίρεσις· τὸ μὲν οὖν ἁπλοῦν καὶ διπλοῦν διάφορον εἶχε τὴν τῶν κεφαλαίων χρῆσιν, περὶ δὲ νόμον ἢ ἔθος, ἢ φύσιν οὐδεμία διάφορος ἐκομίζετο διαίρεσις· οὐδὲ ἦν τι τὸ ἐξαλλάττον ἐντεῦθεν περὶ τὰ κεφάλαια, ὥστε μάλʼ ἀκριβῶς κατὰ τὸ ἁπλοῦν καὶ διπλοῦν διεῖλε τὴν ἀντίληψιν. Τί οὖν, ἐρεῖ τις, περὶ ἐκείνων φήσομεν; πρόδηλον δὲ, ὡς κατʼ ἐπιδιαίρεσιν αὐτὰ παραληψόμεθα, τοῦ γὰρ αὐτοῦ πράγματος οἷόν τε πολλὰς ἐξ ὑπαρχῆς διαιρέσεις ἐπινοεῖν, ἃς ἐπιδιαιρέσεις ὀνομάζειν εἰώθαμεν· ἀλλὰ πάλιν ἐπὶ τὸν τῆς διαιρέσεως ἰτέον λόγον· ἡ μὲν οὖν πρώτη διαίρεσις κατὰ τὸ ἁπλοῦν τε καὶ διπλοῦν εἴρηται· περὶ γὰρ τῶν κατʼ ἐπιπλοκὴν ὕστερον ἐροῦμεν· τούτων δʼ ἑκάτερον ὑποδιαιρεῖ διχῆ· καὶ πρῶτόν τε τὸ ἁπλοῦν, τῶν γὰρ ἁπλῶν, φησὶν, ἀντιλήψεων αἱ μὲν ἀπʼ αὐτῶν ἔχουσι τῶν πεπραγμένων τὴν κρίσιν, αἱ δὲ ἀπʼ αὐτῶν τε τῶν πεπραγμένων καί τινος ἐπισυμβεβηκότος ἑτέρου· παρέσχετο δὲ ἀμφοῖν παραδείγματα· τοῦ μὲν προτέρου τὸν Ἀλκιβιάδην, ὡς μετὰ τὰ κατὰ Κύζικον ἐπανελθὼν ἐν ἐκπώμασι φέρων τὰ περὶ Σικελίαν δημοσίων φεύγει· τοῦ δʼ ἑτέρου τὸν τὰ ναυάγια πρὸ τοῦ λιμένος ἐκθέντα ζωγράφον καὶ τῶν ἐμπόρων μὴ καταιρόντων κρινόμενον· οὐ γὰρ αὐτὸ ψιλῶς ἐστι τὸ πεπραγμένον τὸ τὴν κρίσιν ἔχον, καθάπερ ἐπὶ τοῦ Ἀλκιβιάδου· πρὸς δὲ καὶ τὸ ἔξωθεν ἐπισυμβὰν, φημὶ τὸ μὴ καταίρειν τοὺς ἐμπόρους, τοῦτο δὲ, φησὶ, τὸ εἶδος, τὸ ἕτερον ἔχον τι ἐπισυμβεβηκὸς, ἴδιον ἔχει παρὰ τὰ προειρημένα τὸ παραγραφικὸν κεφάλαιον, φύσει παραγραφικὸν καθεστώς· ἐπὶ γὰρ τῶν ἄλλων ἐν τάξει παραγραφικῇ τὸ μόριον παραλαμβάνομεν τοῦ δικαίου· καὶ αὐτίκα ζητήσειεν ἄν τις, τί δήποτε οὐκ ἐμνήσθη τοῦδε τοῦ κεφαλαίου ἐν τοῖς ἀνωτέρω, καίτοι λαβὼν ἐπὶ τῆς διαιρέσεως τὸ τοῦ ζωγράφου παράδειγμα. ὅπερ ἐκ τοῦ ἐπισυμβεβηκότος τὴν κρίσιν ἔχον καὶ τὸ παραγραφικὸν ἕξει κεφάλαιον, ὃ ἴδιον εἶναί φησι τῶν τοιούτων ἀντιλήψεων· ἀλλὰ πρός γε τοῦτο ῥητέον, ὡς ἐπὶ τῆς διαιρέσεως, οὐ τά τινος εἴδους, ἀλλὰ τὰ καθόλου τῆς ἀντιλήψεως ἡμῖν παρεδίδου κεφάλαια· τὸ οὖν ζωγράφου παράδειγμα πρὸς τὸ παραστῆσαι μόνον τὴν τούτων φύσιν παρέλαβε, τῷ σαφεστέραν εἶναι τὴν διαίρεσιν ἐπʼ ἐκείνου τοῦ προβλήματος· εἰκότως οὖν ἐκεῖ μὲν παρῆκεν, ὡς οὐ καθολικὸν, ἀλλʼ ἴδιόν τινος εἴδους τὸ κεφάλαιον· ἐνταῦθα δʼ ἐν ᾧ περὶ τῶν εἰδῶν ἐτεχνολόγει πρὸς ἀπόδειξιν τοῦτο παρέλαβε· τὸ παραγραφικὸν τοίνυν τοῦτο διαβολὴν τοῦ ἀγῶνος ἔχει, οἷον οὐδέ τινα κρίσιν ἐφʼ οἷς ἄλλοι ἔπραξαν· ἀτοπώτατον ἄρα τῶν ἐμπόρων μὴ καταιρόντων ἐμὲ κρίνεσθαι· εἰ γὰρ μὴ ἐπὶ τούτῳ, ἀλλʼ ἐφʼ οἷς τὴν ἀρχὴν αὐτὸς ἔπραξα κρίνεις, τηνικαῦτά σε ἀντιλέγειν ἔδει, ἡνίκα τὸ πινάκιον ἐξετίθετο· εἰ μὲν γὰρ ἀντεῖπας, καὶ ὅλως νῦν βιάζῃ περιφανῶς, εἰ δὲ οὐκ ἀντεῖπας, ἤτοι λογισάμενος καὶ βεβουλευμένος τι ἄμεινον ἐπεκρύψω καὶ κακόνους ἐξελέγχῃ περὶ τὴν πόλιν, ἢ καὶ αὐτὸς ἀγνοήσας τὸ μέλλον, οὐκ ἔχων λέγειν τὰ συμφερώτερα· ὥστε οὐ μᾶλλον ἐμοῦ σε δεῖ κατηγορεῖν σαυτοῦ, εἴγε παραπλησίως τὸ ἀποβησόμενον ἠγνόεις· ταῦτα δὲ ψιλὰ σχεδὸν ὁ τεχνικὸς ἐκ τοῦ ὑπὲρ Κτησιφῶντος ἔλαβεν· ἰσχυρότατον οὖν τὸ κεφάλαιον καθεστὼς πανταχοῦ σχεδὸν τοῦ λόγου παραληφθήσεται, τάξιν οὐκ ἔχον ὡρισμένην, ἀλλὰ καθὸ ἂν ἁρμόζῃ λαμβανόμενον· ἄξιον δὲ ζητεῖν πρῶτον μὲν, τίνι διοίσει τοῦ παρὰ τῷ φεύγοντι μεταληπτικοῦ, οὗ μικρῷ πρόσθεν ἐμνήσθημεν· καὶ γὰρ ἐκεῖνο διαβάλλει τὸν ἀγῶνα, ἔπειτα εἰ διενήνοχε τῶν δύο ὁρικῶν παραγραφικῶν, τουτέστι προσώπου καὶ ὅρου, καὶ τρίτον ἐπὶ τούτοις, εἰ ἄλλο τί ἐστι τὸ παραγραφικὸν τὸ ἐν τῷ στοχασμῷ· διαστεῖλαι γὰρ ἀφʼ ἑκάστου τῶν προκειμένων δεῖ τὸ κεφάλαιον· τοῦ μὲν οὖν μεταληπτικοῦ τοῦ παρὰ τοῦ φεύγοντος διενήνοχε τῷ τὸ μὲν οὐκ ἀεὶ ἐμπίπτειν, ὡς εἴρηται, τὸ δὲ παραγραφικὸν ἐπὶ τούτου τοῦ εἴδους πάντα τρόπον ὑφεστάναι, καὶ ἔτι καθὸ τὸ μὲν μεταληπτικὸν οὐ μόνον τὸν ἀγῶνα διαβάλλει, ἀλλὰ καὶ ἀντεισφέρει τρόπον ἕτερον, καθʼ ὃν οὐδʼ ἂν ἐδέησε δικαστηρίου· τὸ δὲ παραγραφικὸν ὅλον ἐπὶ τῆς διαβολῆς ἵσταται· τῶν δὲ ὁρικῶν παραγραφικῶν, ὧν τὸ μὲν ἐκ προσώπου, τὸ δὲ ἐκ τοῦ πράγματος λαμβάνεται, ταύτῃ χωρισθήσεται, ᾗ τὰ μὲν οὐχ ἁπλῶς παραγραφικά ἐστιν, ἀλλὰ μετὰ ὁρισμοῦ τινος προσφερόμενα, τὸ δὲ ψιλῶς κατὰ διαβολὴν, καὶ τὰ μὲν οὐκ ἀεὶ ἐμπίπτει, τὸ δὲ, ὡς ἔφημεν, διηνεκὲς ἐπὶ τοῦ εἴδους. Λείπεται καὶ ἀπὸ τοῦ ἐν τῷ στοχασμῷ παραγραφικοῦ διαστεῖλαι αὐτό· καὶ πρώτη μὲν διαφορὰ ἡ καὶ ἀπὸ τῶν εἰρημένων αὐτὸ διαστέλλουσα, ὅτι γε τὸ μὲν τῶν ἀεὶ ἐμπιπτόντων ἐστὶ, τὸ δὲ ἐν τῷ στοχασμῷ καὶ ἐλλείπει ποτέ· ἀλλὰ τοῦτο, φασὶν, οὐχ ἱκανὸν διαστέλλειν· τί γὰρ εἰ λάβοιμεν στοχασμὸν, ἐν ᾧ τὸ παραγραφικὸν οὐκ ἐξέλιπε, καὶ ἀντιπαραβάλοιμεν αὐτὸν πρὸς τόδε τὸ παραγραφικόν; τηνικαῦτα γὰρ, φησὶν, οὐδὲν ἀλλήλων διοίσουσιν· πρὸς ὃ ῥητέον, ὡς εἰ καί τις παραλαμβάνοι στοχασμούς τινας, ἐν οἷς τοῦτο ἐμπίπτει τὸ κεφάλαιον, οὐκ ἂν δύναιτο, ὡς ἐπὶ τῆς ἀντιλήψεως, εἶδός τι παραλαβεῖν τῷ παραγραφικῷ, οὗ πάντως ἴδιον ἔσται, ὥστε πάλιν τοῦτο διασταλήσεται· ἕτεροι δὲ λίαν εὐδιάσειστον κομίζουσι τούτων διαφοράν· τὸ μὲν γὰρ ἐν τῷ στοχασμῷ παραγραφικὸν οὐ παντελῶς, φασὶ, διαγράφει τὴν κρίσιν, ἀλλʼ ἢ τὸν τρόπον, ἢ τὸ πρόσωπον ἢ τὸν χρόνον διαβάλλει, οὗ ἀναιρουμένου συνέστηκεν ἡ κρίσις· τὸ δὲ ἐν τῇ ἀντιλήψει, φασὶν, ὁλοσχερῶς ἐκβάλλει ἅπαντα τὸν ἀγῶνα, καὶ εἰς τὸ παντελὲς παραγράφει οὐδʼ ἐφʼ ἑτέρου προσώπου ἢ χρόνου παρέχοντος αὐτῷ σύστασιν· καὶ τοῦτο μὲν ἀληθὲς, τὸ δὲ παρὰ τοῦ παραγραφικοῦ τοῦ ἐν στοχασμῷ γελοιότατον· κἀκεῖνο γὰρ δηλαδὴ πολλάκις διαβάλλει παντάπασι τὸν ἀγῶνα, κατʼ οὐδένα τρόπον ἢ χρόνον χώραν αὐτῷ καταλιμπάνον, ὡς ὅταν ἀφʼ ὧν ἕτεροι πεπράχασι κρινώμεθα· οἷον τρισαριστέως εἰκόνα ἔστησαν οἱ πολέμιοι, καὶ κρίνεται προδοσίας· τὸ γὰρ ὅλον τῆς κρίσεως διαβάλλει, τῷ φάσκειν αὐτὸν μὴ ὀφείλειν ἀφʼ ὧν ἕτεροι πεποιήκασι, κρίνεσθαι· τοῦτο μὲν δὴ οὕτως εὐδιάλυτον· σαφεστάτη δὲ αὐτῶν εἴη ἂν αὕτη διαφορὰ, ᾗ τὸ μὲν τοῦ στοχασμοῦ παραγραφικὸν καθαιρετικὸν τοῦ περὶ προσώπου ἀξιώματος γίνεται, καὶ βλάπτει τὸν χρώμενον οὐ μετρίως, ἢν μὴ κατὰ μέθοδον αὐτό τινα μεταχειρίσηται, καθὰ ἐν τῷ περὶ αὐτοῦ λόγῳ παρεστήσαμεν, τὸ δὲ οὐχ οὕτως· τοὐναντίον γὰρ λαμπρῶς καὶ διαρρήδην ἐπαγωνιεῖται αὐτῷ ὁ φεύγων. Ἔτι κἀκεῖνο ἐπιστατέον ἔφασάν τινες, τὸ παραγραφικὸν τοῦτο μὴ ἀεὶ ἐμπίπτειν· τηνικαῦτα δὲ μόνον, ἡνίκα ἂν ἐλλείπῃ τὸ ὁρικὸν παραγραφικὸν ἐκ τοῦ πράγματος, λαμβάνεσθαι γὰρ αὐτὸ ἀντʼ ἐκείνου· ὥστε, ἔνθα ἂν ἐκεῖνο εὑρίσκηται, τοῦτο ἐλλείπειν, εἴγε αὐτῷ ὕπεστι τὸ κυριώτερον, καὶ οὗπερ ἕνεκα τοῦτο παραλαμβάνεται· ἰδοὺ γοῦν, φασὶν, ἐπὶ μὲν τοῦ Ἀλκιβιάδου τοῦ φέροντος ἐν ἐκπώμασι τὰ περὶ Σικελίαν καὶ κρινομένου δημοσίων, ἐπειδὴ τὸ ὁρικὸν παραγραφικὸν ἐκ τοῦ πράγματος ὕπεστιν, ὅτιπερ οὐκ ἔστιν τοῦτο δημοσίᾳ ἀδικεῖν, οὐδʼ ἐπὶ τούτοις εἰσὶν αἱ τῶν δημοσίων γραφαὶ, ἐκλείπει, φασὶ, τὸ παραγραφικόν· ἐπὶ δὲ τοῦ στρατηγοῦ τοῦ πείσαντος τὸν δῆμον καθελεῖν τὰ τείχη τῆς συνεχῶς ἀφισταμένης πόλεως, εἶτα τῶν συμμάχων ἀποστάντων κρινομένου δημοσίων ἀδικημάτων, ἐλλείψαντος τοῦ ὁρικοῦ παραγραφικοῦ ἐκ τοῦ πράγματος, οὐ γὰρ ἔνεστι λέγειν, ὡς ἡ ἀπόστασις τῶν συμμάχων οὐκ ἔστι δημόσιον ἀδίκημα, ὕπεστι τὸ παραγραφικὸν, οἷον ἐφʼ οἷς ἕτεροι πεποιήκασιν, οὐ δεῖ με κρίνεσθαι· τί γὰρ ἐμὲ δεῖ κινδυνεύειν, εἰ ἐβουλήθησαν ἀποστῆναι οἱ σύμμαχοι· ἔστι δὲ τὸ ὅλον ἢ παραλογισμὸς ἢ ἀπολογία πολλή· ὅτι μὲν γὰρ ἐπὶ τοῦ στρατηγοῦ τὸ παραγραφικὸν, οὐδὲ τοῦτο ὑφίσταται, ἐπειδὴ τὸ ὁρικὸν παραγραφικὸν ἐκ τοῦ πράγματος ἐξέλιπε, πρόδηλον ἐξ ὧν ἐπὶ τοῦ κατὰ τὸν ζωγράφον παραδείγματος ἀμφότερα ὕπεστι, τό τε ὁρικὸν παραγραφικὸν ἐκ τοῦ πράγματος, καὶ τὸ παραγραφικὸν, ὡς ἐπιδέδεικται· ὅτι δʼ αὖ πάλιν οὐδὲ ἐπὶ τοῦ Ἀλκιβιάδου, τοῦ φέροντος τὰ περὶ Σικελίαν ἐπὶ τῶν ἐκπωμάτων καὶ κρινομένου δημοσίων διὰ τὸ ὑπεῖναι τὸ ὁρικὸν παραγραφικὸν ἐκ τοῦ πράγματος ἐξέστη τὸ παραγραφικὸν, εἰ καὶ κατὰ μικρὸν τὰ τοῦ τεχνικοῦ κατενόησαν ῥήματα, οὐκ ἂν ἠγνοήκεισαν τὸ οὕτω περιφανές· τὰς γὰρ ἁπλᾶς ἀντιλήψεις διεῖλεν ὁ τεχνικὸς διχῆ, εἴς τε τὰς ἐχούσας ἐκ μόνων τῶν πεπραγμένων τὴν κρίσιν, καὶ εἰς τὰς ἀπʼ αὐτῶν τε τῶν πεπραγμένων καὶ ἔκ τινος ἑτέρου ἐπισυμβεβηκότος, ὧν καὶ ἴδιον εἶναι τὸ παραγραφικὸν ἔφη κεφάλαιον· τὸ οὖν τοῦ Ἀλκιβιάδου παράδειγμα οὐδὲν ἔχον ἔξωθεν ἐπισυμβεβηκὸς εἰκότως οὐδὲ τὸ παραγραφικὸν ὑπεδέξατο· τοῦ γὰρ ἑτέρου αὐτὸ εἴδους εἶναι ἐφάσκομεν ἴδιον· τούτῳ δὲ τῷ παραγραφικῷ ἰσχυροτάτῳ ὄντι πανταχοῦ σχεδὸν τῶν ἀγώνων χρηστέον· καὶ πρὸ τῶν κεφαλαίων δὲ, φησὶν, παραληψόμεθα αὐτὸ τοῖς προοιμίοις ἐγκατασπείροντες· ἰστέον μέντοι, ὡς ὁ εὐκαιρότατος αὐτοῦ τόπος μετὰ τὴν πηλικότητά ἐστι καὶ τὸ πρός τι, ἀκμάζοντος ἤδη τοῦ κατηγόρου ἐν ταῖς αὐξήσεσι· τὴν δὲ δύναμιν τοῦ κεφαλαίου μάλιστα Δημοσθένης ἐν τῷ ὑπὲρ Κτησιφῶντος παρέστησεν ἀντιληπτικοῦ τινος ἐμπεσόντος αὐτῷ· Αἰσχίνου γὰρ αἰτιωμένου ἐκ τῶν ἐπισυμβεβηκότων τὴν Δημοσθένους συμβουλίαν, ὡς πολλῶν τῇ πόλει συμφορῶν αἰτίαν γενομένην, αὐτὸς κατὰ τὸ ἐξεῖναι τὰ δοκοῦντα συμβουλεύειν ἀντιλαμβάνεται πρῶτον· ἔπειτα τῷ παραγραφικῷ χρησάμενος τὴν ἐπὶ τούτῳ κατηγορίαν παντελῶς διεσείσατο· λέγει γὰρ οὕτως· εἰ μὲν γὰρ ἦν σοι πρόδηλα τὰ μέλλοντα, Αἰσχίνη, μόνῳ τῶν ἄλλων, ὅτε ἐβουλεύετο ἡ πόλις περὶ τούτων, τότε ἔδει προλέγειν εἰ δὲ μὴ προῄδεις, τῆς αὐτῆς ἀγνοίας ὑπεύθυνος εἶ τοῖς ἄλλοις. ὥστε τί μᾶλλον ἐμοῦ σὺ ταῦτα κατηγορεῖς ἢ ἐγὼ σοῦ, τοσοῦτον γὰρ ἀμείνων ἐγώ σου πολίτης γέγονα, εἰς αὐτὰ ταῦτα ἃ λέγω, καὶ οὔπω περὶ τῶν ἄλλων διαλέγομαι, ὅσον ἐγὼ μὲν ἔδωκα ἐμαυτὸν εἰς τὰ πᾶσι δοκοῦντα συμφέρειν, οὐδένα κίνδυνον ὀκνήσας ἴδιον οὐδʼ ὑπολογισάμενος, σὺ δʼ οὐδέτερα εἶπας βελτίω τούτων. οὐ γὰρ ἂν τούτοις ἐχρῶντο· οὐδʼ εἰς ταῦτα χρήσιμον οὐδὲν σεαυτὸν παρέσχες καὶ τὰ ἑξῆς· καὶ μὴν ὁ Θουκυδίδης ἐν τῇ Περικλέους δημηγορίᾳ μετὰ πολλοῦ ἀξιώματος παρέλαβεν αὐτό· καὶ γὰρ ἐκεῖ ἀντιληπτικὸν ἦν τὸ ὅλον, αἰτίαν ἔχοντος Περικλέους, ὡς πεπεικότος τὸν δῆμον πολεμεῖν οὐκ ἐν συμφέροντι, συνέβη γὰρ ἐντεῦθεν δῃωθῆναι τὴν γῆν καὶ τὸν λοιμὸν ἐνσκῆψαι· ταῦτα τοιγαροῦν ἐπʼ αὐτῆς ἔφη τῆς λέξεως· «ὑμεῖς δὲ μήτε ὑπὸ τῶν τοιῶνδε πολιτῶν παράγεσθε, μήτʼ ἐμὲ διʼ ὀργῆς ἔχετε, ᾧ καὶ αὐτοὶ ξυνδιέγνωτε πολεμεῖν· καὶ εἰ ἐπελθόντες οἱ ἐναντίοι ἔδρασαν, ἅπερ εἰκὸς ἦν μὴ ἐθελησάντων ὑμῶν ὑπακούειν, ἐπιγεγένηταί τε πέρα ὧν προσεδεχόμεθα, ἡ νόσος ἥδε, πρᾶγμα μόνον δὴ τῶν πάντων ἐλπίδος κρεῖσσον γεγενημένον, καὶ δὴ διʼ αὐτὴν οἶδʼ ὅτι μέρος τι μᾶλλον ἔτι μισοῦμαι οὐ δικαίως, εἰ μὴ καὶ ὅταν παρὰ λόγον τι εὖ πράξητε ἐμοὶ ἀναθήσετε·» φησὶ δὲ καὶ ἕτερον εἶναι ἴδιον κεφάλαιον τούτου τοῦ εἴδους τὸ συγγνωμονικὸν, ὅπερ, φησὶν, μέσον τῆς ἀντιλήψεως καὶ τῆς ἀντιθέσεως κείσεται. προτετάχθω δὲ αὐτὸ τὸ χρήσιμον τοῦ τεχνικοῦ.

`7.521`

Εἴδη λέγει τῆς ἀντιλήψεως πλείονα, ὧν τὰς μὲν ἁπλᾶς φησιν, τὰς δὲ διπλᾶς· περὶ τῶν διπλῶν δὲ ποιεῖται πρῶτον τὸν λόγον, τὴν δὲ ἁπλῆν μὲν, ἔχουσαν δέ τι ἐπισυμβεβηκός· τὴν οὖν πάντη ἁπλῆν ἀπʼ αὐτοῦ τοῦ πεπραγμένου τὴν κρίσιν ἔχειν φησὶν, καὶ τοῖς προειρημένοις μόνοις τέμνεσθαι κεφαλαίοις κατὰ τὰ ἐμπίπτοντα, ὡς ἐπὶ τοῦ τὸν ἀριστέα μοιχὸν καταλαβόντος καὶ ἀποκτείναντος καὶ φόνου κρινομένου, καὶ ὡς ἐπὶ τοῦ Ἀλκιβιάδου· ἐνταῦθα γὰρ ἐπʼ αὐτῷ μόνῳ κρίνεται τῷ γράψαι τὰς συμφοράς. κατὰ τὰ ἐμπίπτοντα δὲ εἶπεν· ἔστιν γὰρ ὅτε οὐ πάντη ἐμπίπτει.

Καλῶς εἶπεν ἐπʼ αὐτοῦ τε τοῦ πεπραγμένου, ἀντὶ τοῦ οὐκ ἐπʼ αὐτῷ τῷ γεγενημένῳ, συμβαίνει γὰρ μηδὲν γεγενῆσθαι δεινὸν, ὡς ἐπὶ τοῦ βουλεύσαντος δέξασθαι Παυσανίαν, ὡς δὲ ἐπὶ τοῦ ζωγράφου· ἐπὶ τούτου γὰρ καὶ ἐπʼ αὐτῷ τῷ πεπραγμένῳ κρίνεται, καὶ τῷ ὕστερον συμβάντι.

γʹ. Ἁπλῶς λέγει, ἔνθα ἐστὶν ἓν πρᾶγμα ζητούμενον καὶ ἓν πρόσωπον τὸ κρινόμενον· διπλᾶς δὲ καλεῖ, ἔνθα ἔχομεν δύο πράγματα καὶ δύο τὰς ἀντιλήψεις· γίγνονται δὲ καὶ ἐπιπλοκαί τινες· τοῦτο πρὸς τῷ τέλει τῆς στάσεως διδάξει· εὑρίσκονται δὲ καὶ τρεῖς ἀντιλήψεις, καὶ ἀνάγκη καὶ τρία εἶναι χρώματα· δείκνυσι δὲ καὶ τὴν διαφοράν· ἐν γὰρ ταῖς ἄλλαις, φησὶν, ἕνα ἔχομεν κατήγορον, ἐνταῦθα δὲ δύο ἀλλήλων κατηγοροῦντας, καὶ δείκνυσι διάφορον τὴν διαίρεσιν πρὸς τὰ εἴδη γιγνομένην.

`7.522`

δʹ. Τὸ ἀπʼ αὐτοῦ ἀντὶ τοῦ ἐπʼ αὐτῷ τῷ γινομένῳ πράγματι ἐπιδέχεται κατηγορίαν, ὡς ἐδίδαξεν ἐπὶ τοῦ πλάσματος. οἷον Ἀλκιβιάδης μετὰ τὰ κατὰ Κύζικον. ἰδοὺ ἐνταῦθα ἐπʼ αὐτῷ τῷ πραχθέντι κρίνεται Ἀλκιβιάδης. καὶ τοῦτο μὲν εἶδος τῶν ἁπλῶν· ἔστι δὲ ἕτερον εἶδος ἡ καλουμένη ἐπισυμβεβηκυῖα, ὅταν παρʼ αὐτὰ μὲν μὴ ἔχῃ τὸ γεγενημένον δεινὸν, ὕστερον δὲ μετὰ τὸ πραχθὲν ἐπισυμβεβηκὸς, ὡς ἔστι τὸ παράδειγμα τοῦ ῥήτορος· μετὰ Χαιρωνείαν ἔπεμψε Φίλιππος καὶ τὰ ἑξῆς. ἰδοὺ ἐνταῦθα τὸ ζήτημα καθʼ ἑαυτὸ μὲν οὐδὲν ἔχει δεινὸν, ὕστερον δὲ μετὰ τὴν συμβουλὴν Δημοσθένους ἐπισυνέβη· ἀνεῖλε γὰρ ὕστερον τοὺς αἰχμαλώτους Φίλιππος. εἴπομεν δὲ καὶ ἄλλο παράδειγμα, Παυσανίας Φίλιππον ἀνελὼν, γέγονε δʼ οὗτος ἐρώμενος Φιλίππου, καθὰ καὶ Αἰσχίνης λέγει, κατέφυγεν εἰς Ἀθήνας· συνεβούλευσε Δημοσθένης Ἀθηναίοις δέξασθαι. Ἰδοὺ αὐτὸ καθʼ ἑαυτὸ οὐκ ἔχει δεινὸν οὐδὲν, μετὰ ταῦτα ἠπείλησε πόλεμον αὐτοῖς Ἀλέξανδρος, καὶ κρίνεται δημοσίων ἀδικημάτων Δημοσθένης, ἰδοὺ ἐνταῦθα ἐπισυμβεβηκυῖα γέγονεν ἀντίληψις.

εʹ. Καλῶς εἶπε «κατὰ τὰ ἐμπίπτοντα,» οὐ γὰρ ταῦτα ἀεὶ ἐμπίπτει. ἐμφαίνει δὲ τὸ ὁρικὸν παραγραφικὸν διπλοῦν τυγχάνον. τὸ μὲν ἀπὸ προσώπου, τὸ δὲ ἀπὸ τοῦ πράγματος· οὐ γὰρ δύναται λέγειν ὁ Ἀλκιβιάδης, ὅτι οὐκ ἠδυνάμην ἀδικεῖν· ἔνδοξον γὰρ καὶ δυνατὸν τὸ πρόσωπον· τὸ ἀπὸ τοῦ πράγματος δὲ μόνον ἐμπέπτωκεν, οἷον ἀλλʼ οὐ τριήρεις προδέδωκα, οὐ τεῖχος καθεῖλον, οὐ συμμάχους ἀπώλεσα, καὶ τοῦτο μάλιστα ἴδιον κεφάλαιον, ὅταν ὁ κρινόμενος αὐτὸ μὲν, ὃ ἔπραξε, δημόσιον τυχὸν σιωπᾷ, ὃ δὲ μὴ ἐποίησε τοῦτο προβάλλεται.

ϛʹ. Ἐπισυμβεβηκότος ἀντὶ τοῦ ἐπʼ αὐτῷ τῷ γενομένῳ πράγματι. συμβαίνει δὲ γὰρ μηδὲν γεγενῆσθαι κακὸν, ὡς ἐπὶ τοῦ ζωγράφου· ἐκ γὰρ τοῦ συμβάντος ἐπὶ τῇ γραφῇ τὴν κρίσιν ὑπέχει, ἐπισυμβεβηκὸς δὲ ὠνόμασται τοῦτο τὸ εἶδος, εἰ μὴ γὰρ ἡ ἀπορία συνέβη γενέσθαι τῶν εἰσπλεόντων, οὐκ ἂν ὁ ζωγράφος ἐπὶ τὸ δικαστήριον εἵλκετο.

`7.523`

ζʹ. Θαυμάσιον εἶπει πρῶτον γὰρ ἐμπίπτει· τί οὖν διαφέρει τοῦ ὁρικοῦ παραγραφή; ὅτι τὸ ὁρικὸν παραγραφικὸν ἔχει ἅμα καὶ παραγραφικὸν, ὅ ἐστι διαβολὴν τοῦ πράγματος. ὁμοῦ δὲ καὶ ὁρίζεται· τὸ μέν τοι παραγραφικὸν διαβάλλει μόνον, οὐκέτι δὲ ὁρίζεται. προτέτακται οὖν κατὰ φύσιν τῶν κεφαλαίων· δύναται οὖν καὶ μετὰ ταῦτα τίθεσθαι καὶ οὐ κεκώλυται, ὥσπερ παρὰ τῷ ῥήτορι ἐν τῷ περὶ στεφάνου.

Καλῶς τὸ ἐν ταῖς τοιαύταις, τουτέστι ταῖς ἐπισυμβεβηκυίαις· οὐ γὰρ καθόλου ἐν πάσῃ τῇ ἀντιλήψει τὸ συγγνωμονικὸν ἀναγκαίως ἐμπίπτει, ὅτι ἠγνόουν τὸ μέλλον, τὸ δὲ πρὸ τοῦ ἀντιθετικοῦ σημαίνει τοῦ χρήματος· εἰρήκαμεν δὲ πολλάκις, ὅτι πάντως κατὰ μίαν γίνεται τῶν ἀντιθετικῶν· διὰ τί δʼ ἀπὸ μόνων τούτων γίνεται εὐλόγως· τί γάρ ἐστι χρῶμα; αἰτία τοῦ πραχθέντος· τί δὲ ἀντίθεσις; τὸ τῷ ὁμολογουμένῳ ἀδικήματι αἰτίαν ἀντιτιθέναι εὔλογον· ἐπειδὴ οὖν τὸ χρῶμα αἰτίαν ἔχει, καὶ ἡ ἀντίθεσις δὲ ἀντιτίθησι τῷ ἀδικήματι αἰτίαν, ἀναγκαίως τὸ χρῶμα κατὰ μίαν τῶν ἀντιθετικῶν ἐστι· τοῦ δʼ ἐμπίπτοντος εἶπεν, ἐπειδὴ οὐκ ἔστι πολλάκις τὸ χρῶμα καὶ τὸ αὐτὸ, ἀλλὰ ποτὲ μὲν ἀντιστατικὸν ἢ ἀντεγκληματικὸν, ποτὲ δὲ συγγνωμονικόν· παρατηρητέον δὲ, ὡς οὐ πάντα λέγει συγγνωμονικὸν, ἀλλὰ δῆλον, ὅτι τὸ ἀπὸ τῆς ἀγνοίας γινόμενον μόνον, ὅτι οὐδεὶς οἶδε τὸ μέλλον.

ηʹ. Ἴδιον μὲν τοῦ κεφαλαίου τούτου τὸ πρὸ πάντων τάττεσθαι τῶν ἄλλων κεφαλαίων· διαβολὴ γάρ ἐστι τῆς κατηγορίας· καὶ ἀναγκαίως ὁ κρινόμενος πρὸ τῆς ἀπολογίας διαβάλλει πρῶτον τὴν κατηγορίαν· κατὰ φύσιν οὖν προτέτακται πάντων τῶν ἄλλων κεφαλαίων· δύναται δὲ καὶ ἐν τῷ μέσῳ καὶ ἐν τῷ τέλει, καὶ ὅλως ὃν ἂν τρόπον λυσιτελῇ, τὸ δὲ λυσιτελὲς ὁ ῥήτωρ σκοπήσει πρὸς τὴν τοῦ πράγματος ὕλην.

`7.524–7.525`

θʹ. Τὴν συμβουλὴν αἰτιωμένου ἐνταῦθα τοῦ Αἰσχίνου, ὅτι τοιαῦτα ἀπήντησεν ἐκ τῆς Δημοσθένους πολιτείας, ἡ περὶ Χαιρωνείαν ἧττα, καὶ οἱ χίλιοι νεκροὶ, καὶ οἱ δισχίλιοι αἰχμάλωτοι, ὁ Δημοσθένης τὸ παραγραφικὸν εἰσήγαγεν οὕτως. Ὅρα δὲ, πῶς τὴν δύναμιν τοῦ κεφαλαίου δηλοῖ ὁ τεχνικὸς, τῷ καλουμένῳ διλήμματι χρησάμενος, καὶ διπλοῦν ἀνθʼ ἁπλοῦ τὸ παραγραφικὸν ποιῶν, οἷον, εἰ μὲν ἐπὶ τοῖς ὕστερον γεγενημένοις οὐ δεῖ με ἐφʼ οἷς ἕτερος πεποίηκεν εὐθύνεσθαι. οὐ μὴν χωρὶς ἐργασίας τινὸς τοῦτο παρείληπται· ἀλλὰ προσλαβὼν ὁ τεχνογράφος τὴν τοῦ Φιλίππου ποιότητα τὸν λόγον διὰ ταύτης ἐπιρρώννυσι· τί γὰρ προσέθηκεν «οὐδʼ εἰ γένει προσήκοντες εἶεν·» μήτι γε δὴ πόλεμον. Ὅρα ὅτι ἐπὶ τῶν τοιούτων, ἐφʼ ὧν ἐστιν ἐπισυμβεβηκός τι, ὅτι τὰ πεπραγμένα κρίνεται οὐχ οὕτω διʼ αὐτὰ, ὡς διὰ τὰ ἐπισυμβάντα ἐκείνοις· τῷ μὲν διὰ τὸ μηδένα εἰσπλεῖν καὶ σπάνιν εἶναι· τῷ δὲ διὰ τὸ ἀνῃρῆσθαι τοὺς δισχιλίους. Ποίαις; ταῖς ἐχούσαις ἐπισυμβεβηκός τι· εἰς δύο γὰρ τὰς ἁπλᾶς ἀντιλήψεις διεῖλεν· εἴς τε τὰς ἐχούσας ἐκ μόνων τῶν πεπραγμένων τὴν κρίσιν, καὶ εἰς τὰς κρινομένας ἐκ μόνων τῶν πεπραγμένων καί τινος ἐπισυμβεβηκότος· ἐν οὖν ταῖς ἐχούσαις ἐπισυμβεβηκός τι ἴδιον ἔφη κεφάλαιον εἶναι περὶ τὰ προειρημένα τὸ παραγραφικόν· τὸ οὖν τοῦ Ἀλκιβιάδου παράδειγμα οὐδὲν ἔχον ἔξωθεν ἐπισυμβεβηκὸς οὐδὲ τὸ παραγραφικὸν ἐδέξατο. Τὸ ἕτερον μέρος τοῦ παραγραφικοῦ· δῆλον δὲ ὡς ἀπὸ χρόνου τοῦτο· διὰ τῆς ἐρωτήσεως δὲ εἰς ἀπορίαν καθίστησι τὸν κατήγορον. Πάλιν καὶ τοῦτο διεῖλεν, ἢ γὰρ ἔχων τι βέλτιον εἰπεῖν καὶ χρήσιμον τῇ πόλει παρῆκας. ἢ οὐδὲν εἶχες εἰπεῖν βέλτιον· καὶ ἐπὶ τούτῳ πάλιν ἐφʼ ἑκάτερον τὸ ἄπορον. εἰ μὲν οὖν ἔχων τι βέλτιον εἰπεῖν παρῆκας, δύσνους εἶ τοῖς κοινοῖς· καὶ δικαιότερον αὐτόν σε διδόναι δίκην· εἰ δὲ μηδὲν εἶχες εἰπεῖν τῆς ἀγνοίας ὑπεύθυνος εἶ τῶν ὕστερον ἀποβεβηκότων. ὥστε ἢ καὶ σὲ δεῖ δοῦναι δίκην, ἢ ἀμφοτέρους ἀγνοήσαντας ἀφίεσθαι.

ιʹ. Δυσὶ κεφαλαίοις λέγει τοῦτο τὸ εἶσος τῆς ἀντιλήψεως πλεονάζειν, παραγραφικῷ καὶ συγγνωμονικῷ· καλῶς δὲ προσέθηκεν ἐν ταῖς τοιαύταις ἀντιλήψεσιν· οὐδὲ γὰρ ἐν πάσῃ ἀντιλήψει τὸ συγγνωμονικὸν ἐμπίπτει κεφάλαιον, ἀλλʼ ἐπὶ τούτων μόνων τῶν ἐπισυμβεβηκός τι ἐχόντων, ἐπειδὴ γὰρ ὕστερον συνέβη τὸ δεινὸν, ἀναγκαίως εὑρίσκεται τὸ συγγνωμονικὸν, ἀπὸ τῆς ἀγνοίας. χώραν δέ φησιν ἔχειν τὸ κεφάλαιον πρὸ τοῦ ἀντιθετικοῦ, τουτέστι τοῦ χρώματος· προθεραπείᾳ γὰρ τὸν ἀκροατὴν δεῖ πρῶτον ὑπάγεσθαι. οἷον ὅτι ἠγνόουν καὶ οὐδεὶς ἀνθρώπων οἶδε τὸ μέλλον· καὶ τότε ἐπαγαγεῖν χρῶμα, ὃ οὐδὲν ἕτερόν ἐστιν, ἢ αἰτία τοῦ πραχθέντος· πρὸ τοῦ ἀντιθετικοῦ οὖν, ὡσανεὶ ἔλεγε πρὸ τοῦ χρώματος, ὅ ἐστι πρὸ τοῦ ἀντικαταστατικοῦ· ἐπειδὴ δὲ καὶ τὸ χρῶμα αἰτίαν ἔχει, καὶ ἡ ἀντίθεσις ἀντιτίθησι τῷ ἀδικήματι αἰτίαν, ἀναγκαίως τὸ χρῶμα ἀντίθεσιν εἶπεν.

`7.526–7.529`

ιαʹ. Ἔτι, φησὶ, καὶ συγγνωμονικὸν κεφάλαιον τοῦ μέλλοντος ἀγνοίᾳ προβαλλόμενον πάντως ἐπὶ τούτου τοῦ εἴδους ἐμπεσεῖται· ἴδιον καὶ τοῦτο κεφάλαιον καθεστὼς παρὰ τὰ ἐκπίπτοντα ἐπὶ τοῦ ἑτέρου εἴδους τῶν ἁπλῶν· τάξις δὲ, φησὶ, τῷ συγγνωμονικῷ τὸ πρὸ τῆς ἀντιθέσεως παντελῶς εἰσφέρεσθαι· ζητεῖ οὖν ἐνταῦθα Παῦλος ὁ καθʼ ἡμᾶς, πῶς τὸ συγγνωμονικὸν λέγει πρὸ τῆς ἀντιθέσεως τάττεσθαι, ὡς δὴ τοῦ συγγνωμονικοῦ οὐκ ὄντος ἀντιθετικοῦ· ὁρῶμεν γὰρ τὴν ἀντίθεσιν τετραχῆ λαμβανομένην, ἤτοι κατὰ τὸ ἀντιστατικὸν, ἢ τὸ ἀντεγκληματικὸν, ἢ μεταστατικὸν, ἢ συγγνωμονικόν· καὶ τούτων ἐπὶ τῆς ἀντιθέσεως τὰ παραδείγματα δέδοται· τί οὖν ἐνταῦθα ὥσπερ ὑπεξαίρων τῆς ἀντιθέσεως τὸ συγγνωμονικὸν ἔφη πρὸ τῆς ἀντιθέσεως αὐτὸ λαμβάνεσθαι; οὐ μὴν τὴν ἀπορίαν ἄλυτον καταλέλοιπεν, ἀλλʼ ἄριστα τὴν φύσιν ἀναθεωρήσας τοῦ εἴδους οὕτω τὸ προσιστάμενον ἀπελύσατο· ἐπὶ τῶν ἀντιλήψεων τούτων, φησὶν, οὐκ ἐν τοῖς πεπραγμένοις μόνοις ἡ κρίσις ἵσταται, ἀλλὰ καὶ ἐν τῷ συμβεβηκότι, καθὰ δεδήλωται, καὶ τό γε πλέον ἐν τούτῳ ἀνάγκη. δεῖ οὖν περὶ ἑκατέρου τὸν φεύγοντα ποιεῖσθαι λόγον καὶ ἄμφω θεραπεύειν τό τε ἐπισυμβεβηκὸς καὶ τὸ πεπραγμένον· πρὸς μὲν οὖν τὴν ἐκ τῶν πεπραγμένων κατηγορίαν ἡ ἀντίληψις φέρεται· τὸ δʼ ἐπισυμβεβηκὸς ἔμεινεν ἂν λυποῦν καὶ προσιστάμενον· ἵνα οὖν μὴ τοῦτο γένηται, φέρεται καὶ πρὸς ἐκεῖνο τὸ συγγνωμονικὸν τοῦτο κεφάλαιον τῶν ὕστερον συμβεβηκότων ἄγνοιαν προβαλλόμενον, ἐπεὶ δὲ τὴν ἐκ τῆς ἀντιλήψεως ἀπολογίαν αὐστηροτέραν πως ἢ τραχυτέραν ἐφάσκομεν εἶναι, ἐπανατρέχομεν εἰς ἐκείνην, καὶ διὰ τῆς ἀντιθέσεως αὐτὴν θεραπεύομεν. εἰκότως οὖν τὸ συγγνωμονικὸν τοῦτο ἴδιον ἔργον ἀποπληροῦν καὶ πρὸς ἄλλο τι φερόμενον ἐχωρίσθη τῆς ἀντιθέσεως. ἡ μὲν γὰρ ἀντίθεσις ἐν παντὶ εἴδει ἀντιλήψεως εὑρίσκεται, τὸ δὲ οὐκ ἐν παντὶ, ἀλλʼ ἐπὶ τῶν ἐχουσῶν συμβεβηκός τι ἔξωθεν ἀντιλήψεως. ἔτι δὲ ἀκολούθως ζητεῖ, πῶς δύναιτο ἂν τὸ συγγνωμονικὸν χώραν ἔχειν· ἡνίκα τοῦ ἀντιστατικοῦ λαμβάνομεν τὴν ἀντίθεσιν· τὸ μὲν γὰρ ἀντιστατικὸν εὐεργέτημα εἰσφέρει, τὸ δὲ συγγνωμονικὸν, ὡς εἴρηται, προβάλλεται ἄγνοιαν· ἠλιθιώτατον δὲ, προΐσχεσθαι ἄγνοιαν ἐπʼ εὐεργετήματι, ὥσπερ ἀκούσιον βουλομένους ἐπιδεικνύναι τὸ εὐεργέτημα· καὶ τοῦτο δὲ ἐκ τῆς ἀνωτέρω διαιρέσεως ἀπολέλυται· εἰ γὰρ πρὸς ἕτερον μὲν φέρεται ἡ ἀντίληψις, τουτέστιν πρὸς τὸ πεπραγμένον, πρὸς ἄλλο δὲ τὸ συγγνωμονικὸν, πρὸς γὰρ τὸ ἐπισυμβεβηκὸς κομίζεται, ἡ δὲ ἀντίθεσις ἐπὶ τῆς ἀντιλήψεως παραλαμβάνεται, τὸ τυραννικὸν αὐτῆς ὑπομαλάττουσα καὶ θεραπεύουσα, οὐδὲν κωλύσει τό τε συγγνωμονικὸν ἀεὶ καὶ τὸ ἀντιστατικὸν ὑφεστάναι. κατʼ ἄλλο γὰρ καὶ ἄλλο φερόμενα μάχην οὐκ ἐγείρει πρὸς ἄλληλα, ἡ μὲν γὰρ ἀντίθεσις ἐπὶ τῶν πεπραγμένων λαμβάνεται, ὅτι ἐπʼ ὠφελείᾳ τοῦτο ἔδρων τῆς πόλεως, τὸ δὲ συγγνωμονικὸν τοῦ ἐπισυμβεβηκότος δεινοῦ προτείνεται ἄγνοιαν, οἷον οὐκ ἠπιστάμην τοῦτο ἀποβήσεσθαι μέλλον· ἐκεῖνο δὲ ἐπιστῆσαι ἄξιον, ὡς ἀδύνατον ἐπὶ τοῦ προκειμένου εἴδους, φημὶ τοῦ κατʼ ἐπισυμβεβηκὸς, τὴν ἀντίθεσιν ληφθῆναι κατὰ συγγνώμην, ἀλλʼ ἢ κατʼ ἀντίστασιν ἢ μετάστασιν ἢ κατὰ τὸ ἀντεγκληματικὸν καὶ τὴν αἰτίαν οὐ χεῖρον εἰπεῖν· πᾶσα γὰρ συγγνώμη ἢ ἄγνοιαν προβάλλεται ἢ βίαν, ὥστε κατʼ οὐδέτερον ἐνταυθοῖ ἁρμόζειν ἠδύνατο· εἰ μὲν γὰρ ἄγνοιαν προβάλλοιτο ἐπὶ τῷ πεπραγμένῳ, πρὸς γὰρ τοῦτο ἡ ἀντίθεσις, τὸ συγγνωμονικὸν ἀναιρεῖ κεφάλαιον, ὅπερ ἐστὶν ἴδιον τῶν κατʼ ἐπισυμβεβηκὸς ἀντιλήψεων. ὁ γὰρ ὅλως ἐπʼ αὐτῇ πράξει ἄγνοιαν προτεινόμενος, οἷον ὅτι μεθύων καὶ παράφορος ὢν ἔπραττον ταῦτα οὐκ εἰδὼς, οὐκ ἂν δύναιτο πάλιν τοῦ συμβεβηκότος ἄγνοιαν προΐσχεσθαι· πολὺ γὰρ δήπουθεν πρότερον ὁ τὴν πρᾶξιν ἀγνοῶν καὶ τὸ ἐπισυμβησόμενον, ὥστε τὸ ὅλον τοῦ εἴδους ἂν διαφθείροι τὸ τοῦ ἐπισυμβεβηκότος ἀναιρουμένου. εἰ δὲ κατὰ μίαν λαμβάνοιτο ἡ ἐν τῇ ἀντιθέσει συγγνώμην, οἷον ὅτι ἐβιάσθη ὑπὸ τῆς φύσεως ἤ τινος ἑτέρου, μάχεται πάλιν τῷ συγγνωμονικῷ κεφαλαίῳ. οὐ γάρ ἐστιν ἄμφω λέγειν, ὡς καὶ ἐβιάσθη καὶ ἀγνοῶν ἔπραξε. διδομένης γὰρ τῆς βίας ἄφυκτος ἦν ἡ πρᾶξις, κἂν τὸ μέλλον ἠπίστατο. Παῦλος μὲν οὖν ὁ ἡμέτερος τὴν φύσιν οὕτω κατὰ τρόπον διέγνω τοῦ κεφαλαίου, μόνος δὴ τῶν πώποτε τοῖς εἰρημένοις ἐπιστὰς θεωρήμασιν. ἔτι δὲ κἀκεῖνο λεγέσθω, ὅ φησι διαρρήδην αὐτὸς ὁ τεχνικός· ὅτι γε οὐ ψιλῶς καὶ ἀνακεκαλυμμένως εἰσφέρειν δεῖ τὸ κεφάλαιον, ἀλλὰ μεταχειριζομένους, ὡς προσήκει· τοῦτο δέ φησιν οὐ παντὸς ἔργον, μόνου δὲ τοῦ καὶ τὴν ὅλην ῥητορικὴν τέχνην ἠκριβωκότος. οὐ γὰρ αὐτόθεν χρὴ τὴν ἄγνοιαν εἰσφέρειν, οἷον ὅτι τὸ μέλλον ἠγνοηκὼς ἦλθον ἐπὶ τὴν πρᾶξιν, ἀλλʼ ἐπὶ τὸ καθολικώτερον ἀναγαγόντα τὸν λόγον, ὡς οὐδεὶς οἶδε τὸ μέλλον· οὐκοῦν οὐδὲ ἐγὼ ἀγνοήσας ὑπεύθυνός εἰμι καὶ ὅλως κατὰ τὸ ἁρμόζον ἑκάστοτε αὐτὸ μεταχειριούμεθα· ὁ γοῦν Δημοσθένης μετὰ πολλοῦ ἀξιώματος φαίνεται χρησάμενος τῷ κεφαλαίῳ τῷδε ἐν τῷ περὶ τοῦ στεφάνου ἀντιληπτικῆς ἐμπεπτωκυίας ζητήσεως. τὴν γὰρ δαιμονίαν ἀπόφασιν εἰς τὸ καθόλως λαβὼν ἀξιωματικώτερον ἐποιήσατο συγγνωμονικόν· καί φησιν οὕτως· «τότε δʼ οὖν τὰ μὲν ἤμελλεν, ὡς ἐδόκει, τῶν δεινῶν, τὰ δὲ ἤδη παρῆν, ἐν οἷς τὴν προαίρεσίν μου σκόπει τῆς πολιτείας, μὴ τὰ συμβάντα συκοφάντει· τὸ μὲν γὰρ πέρας, ὡς ἂν ὁ δαίμων βουληθῇ, πάντως γίνεται· ἡ δὲ προαίρεσις αὐτὴ τὴν τοῦ συμβούλου διάνοιαν δηλοῖ. μὴ δὴ τοῦτʼ ἀδίκημα θῇς ἐμὸν, εἰ συνέβη Φιλίππῳ κρατῆσαι τῇ μάχῃ, ἐν γὰρ τῷ θεῷ τὸ τούτου τέλος ἦν οὐκ ἐν ἐμοὶ, ἀλλʼ ὡς οὐχ ἅπαντα, ὅσα ἐνῆν, κατὰ ἀνθρώπινον λογισμὸν εἱλόμην,» καὶ τὰ ἐξῆς. ἔπειτα τῷ συγγνωμονικῷ τὴν ἀντίθεσιν συνάπτει· μετὰ γὰρ τὸ συγγνωμονικὸν ἕπεται ἡ ἀντίθεσις· οὕτω γοῦν κατὰ τὸ ἀντιστατικὸν καὶ εὐεργέτημά τι ἀποβεβηκέναι φησίν· «ἀλλʼ ἐκεῖνο λογίζου καὶ ὅρα, εἰ μετὰ τοσούτων συμμάχων ἀγωνιζομένους οὕτως εἵμαρτο πρᾶξαι, τί χρὴ προσδοκᾷν, εἰ μηδὲ τούτους ἔσχομεν συμμάχους, ἀλλὰ Φιλίππῳ προσέθεντο· ὑπὲρ οὗ τότε ἐκεῖνος πάσας ἀφῆκε φωνάς· καὶ εἰ νῦν τριῶν ἡμερῶν ὁδὸν ἀπὸ τῆς Ἀττικῆς τῆς μάχης γενομένης, τοσοῦτον ὁ κίνδυνος καὶ φόβος περίεστι τῇ πόλει, εἴπου τῆς χώρας ταὐτὸ τοῦτο τὸ πάθος συνέβη, τί προσδοκῆσαι ἐχρῆν;» ταῦτα ἱκανὰ πρὸς τὴν τοῦ συγγνωμονικοῦ κεφαλαίου τεχνολογίαν.

`7.530–7.537`

ιβʹ. Διαλεχθεὶς περὶ τοῦ παραγραφικοῦ πρότερον κεφαλαίου ὁ τεχνικὸς μέτεισι νυνὶ καὶ ἐπὶ τὸ συγγνωμονικὸν, ἀλλὰ περὶ τούτου πέντε ζητεῖται κεφάλαια, καὶ ἔστι πρῶτον, ὅτι φησὶν ὁ τεχνικὸς τοῦτο τίθεσθαι τὸ κεφάλαιον πρὸ τοῦ ἀντιθετικοῦ, μὴ προσθεὶς τὴν αἰτίαν, διʼ ἣν πρὸ τοῦ ἐμπίπτοντος ἀντιθετικοῦ τίθησιν αὐτό· χρὴ τοίνυν γινώσκειν, ὅτι οὐκ ἀλόγως οὐδὲ χωρὶς αἰτίας τοῦτο ἔφη ὁ τεχνικὸς, ἀλλὰ πάντως μετά τινος αἰτίας, καὶ ταύτην σεσιώπηκεν. ἔστι δὲ ἡ αἰτία τοιαύτη· ἡ ἀντίληψις πρὸς τὸ πεπραγμένον φέρεται· ὁμοίως δὲ καὶ ἡ ἀντίθεσις χρῶμά ἐστι τοῦ πεπραγμένου, οἷον ἔξεστί μοι πρᾶξαι ὃ ἂν βούλωμαι, ἀλλὰ καὶ ὑπὲρ τῶν ἐμπόρων τοῦτο πεποίηκα, ἵνα μὴ ὡς ἔτυχε πλέωσιν εἰδότες, ποίοις κινδύνοις ὑπόκεινται· ταῦτα οὖν ἀμφότερα πρὸς αὐτὸ φέρονται τὸ πεπραγμένον· ἀλλʼ ἐν ταῖς τοιαύταις ἀντιλήψεσιν, ἐν αἷς περί τινος ἀποβεβηκότος ἡ κρίσις γίνεται, ἄτοπόν τι εὑρίσκετο, ταττόντων ἡμῶν ταυτὶ ἐφεξῆς τὰ δύο κεφάλαια, τό τε ἀντιληπτικόν φημι καὶ τὸ ἀντιθετικόν· ἐδοκοῦμεν γὰρ ἂν παρὰ τοῦ πεπραγμένου ἀπολογεῖσθαι, τὸ κατεπεῖγον καὶ μᾶλλον ἀναγκαῖον, καὶ περὶ οὗ πᾶσα συνίσταται ἡ κρίσις ἐῶντες ἀναπολόγητον, τουτέστι τὸ ἀποβεβηκός, λοιπὸν ἀνεσκιρροῦτο ταῖς γνώμαις τῶν δικαστῶν, ὅτι περὶ τοῦ πεπραγμένου ἔχομεν ἀπολογεῖσθαι. περὶ δὲ τοῦ ἀποβεβηκότος καὶ περὶ οὗ ἡ κρίσις ἀποροῦμεν λέγειν τι. τοῦ γὰρ φεύγοντος λέγοντος, ὅτι ἔξεστί μοι ὅταν βούλωμαι ζωγραφῆσαι, ἀπεκρίνατο ὁ κατήγορος, καὶ τί τοῦτο πρὸς τὸ ἐν σπάνει τῶν κοινῶν καθίστασθαι τὴν πόλιν. καὶ λοιπὸν ἐδόκει παρὰ τοῦ παρέργου ἀπολογεῖσθαι, αὐτὸ τὸ ἀναγκαῖον κατεπεῖγον ἐῶν, εἴπερ ἐν τοῖς τοῦ πράγματος ἐνδιέτριβε κεφαλαίοις· εὐλόγως οὖν μεταξὺ τοῦ τε ἀντιληπτικοῦ καὶ τοῦ ἀντιθετικοῦ τίθησι τὸ συγγνωμονικὸν, ὅπερ ἀπολογίαν ἔχει οὐ τοῦ πεπραγμένου, ἀλλὰ τοῦ ἀποβεβηκότος καὶ λοιπὸν εὐπρόσδεκτος ὁ λόγος, κοινὴν ἔχων ἀπολογίαν τοῦ τε πεπραγμένου καὶ τοῦ ἀποβεβηκότος· ἔστω τοίνυν ἡ ἀκολουθία τοῦ λόγου καὶ ἡ ἁρμονία τοιαύτη· ἔξεστί μοι γράψαι, ὃ ἂν βούλωμαι, εἰ γάρ τι ἀπέβαινεν ἐκ τούτου δυσχερὲς ἠγνόουν. ἡ γὰρ τοῦ μέλλοντος γνῶσις, ἀνθρωπείαν ὑπερβαίνουσα φύσιν, ἀλλὰ καὶ ὑπὲρ τῶν ἐμπόρων τοῦτο πεποίηκα· ἐσκόπουν γὰρ τὸ ἐκ τοῦ παρόντος ἀναφερόμενον χρήσιμον, καταφρονήσας τῆς ἐκ τοῦ μέλλοντος ἀδηλίας. οὕτως ὁ φεύγων ἐργάσεται τὰ κεφάλαια, μεταξὺ τιθεὶς τὸ συγγνωμονικὸν τοῦ τε ἀντιληπτικοῦ καὶ τοῦ ἀντιθετικοῦ· καὶ αὕτη μὲν, φησὶν, ἐστὶν ἡ κατὰ φύσιν αὐτοῦ τάξις. ἔστι δὲ καὶ ἑτέρα κατʼ οἰκονομίαν· ὡς καὶ αὐτός φησιν ὁ τεχνικός· μεταχειριεῖται δὲ αὐτὸ, ὡς προσήκει, ὁ καὶ τῆς ὅλης τέχνης τῆς ῥητορικῆς ἐπιστήμων· οὐ γὰρ ἱκανὸν τὸ διελεῖν μόνον εἰδέναι, ὅπερ καὶ μόνον τουτὶ τὸ βιβλίον ἐπαγγέλλεται, ὁ δὲ νοῦς τοῦ τεχνικοῦ τοιοῦτος, ὁ γινώσκων τὴν τέχνην τὴν ῥητορικὴν ἀκριβῶς σκοπείτω τὴν ἐμπίπτουσαν ὑπόθεσιν· καὶ χρήσεται τῷ συγγνωμονικῷ, ὅπου δʼ ἂν νομίσῃ προσήκειν, οὐ γὰρ ἐξαρκέσει, φησὶν, τὸ γινώσκειν τὴν διαίρεσιν μόνον, ἀλλὰ καὶ χρὴ προσφυῶς τιθέναι τὰ κεφάλαια κατὰ τὴν προσήκουσαν ἑκάστης ὑποθέσεως οἰκονομίαν. τοσαῦτα περὶ τοῦ πρώτου κεφαλαίου. τὸ δέ γε δεύτερόν ἐστι τοιοῦτον· ἀποροῦσι γὰρ λέγοντες, εἰ μία τῶν ἀντιθετικῶν ἐστιν ἡ συγγνώμη· δῆλον ὅτι ἐμπεριέχεται τῇ ἐμπιπτούσῃ ἀντιθέσει ἐν ἀντιλήψει καὶ τὸ συγγνωμονικόν. πῶς οὖν φαμεν ἐμπίπτειν τὸ συγγνωμονικὸν ἰδίᾳ κεφάλαιον τὸ ἐμπεριεχόμενον τῇ ἀντιθέσει; φαμὲν οὖν, ὅτι οὐκ ἔστι τὸ αὐτὸ συγγνωμονικὸν τὸ ἐν τῇ ἀντιθέσει καὶ τὸ ἰδίᾳ ταττόμενον· πρῶτον, ὅτι ἡ μὲν ἀντίθεσις πρὸς τὸ πεπραγμένον φέρεται· αὐτοῦ γάρ ἐστιν, ὡς εἴρηται, χρῶμα· τὸ δὲ συγγνωμονικὸν οὐ τοῦ πεπραγμένου ἐστὶν, ἀλλʼ ἀπολογία ὑπὲρ τοῦ ἀποβεβηκότος· δευτέρα δὲ αὐτῶν διαφορὰ, ὅτι ἡ μὲν ἀντίθεσις ἀεὶ ἐμπίπτει ἐν τῇ ἀντιλήψει, τὸ δὲ συγγνωμονικὸν οὐκ ἐμπίπτει, εἰ μὴ ὅτε παρά τινος ἀποβεβηκότος ἡ κρίσις ᾖ· καὶ αὕτη ἂν εἴη τούτων ἡ διαφορά. Τρίτον δέ ἐστι κεφάλαιον, ὅτι, φασὶν, ἀντιστατικοῦ ἐμπίπτοντος τοῦ ἀντιθετικοῦ οὐ δύναται ἐμπίπτειν τὸ συγγνωμονικόν· ἡ δὲ αἰτία αὕτη· τὸ ἀντιστατικὸν, φασὶν, ἑκούσιον ὑποφαίνει τὸ πεπραγμένον· ἐν γὰρ τῇ ἀντιστάσει ὁμολογεῖ ὁ φεύγων τὸ πεπραγμένον καὶ ἑκουσίως φησὶ πεποιηκέναι καὶ βουλῆς προϋποκειμένης· ἐν δὲ τῷ συγγνωμονικῷ ἀκουσίως φησὶ πεποιηκέναι· ὥστε μάχεται τό τε ἀντιστατικόν φημι, καὶ τὸ συγγνωμονικόν· καὶ οὐκ ἂν δύναιντο ἅμα ἐμπίπτειν καὶ εὑρίσκεσθαι· πῶς γὰρ ἂν ἐπὶ ἑνὸς καὶ τοῦ αὐτοῦ εἴποι ὁ φεύγων τὸ ἑκουσίως ἐποίησα καὶ ἀκουσίως· ταῦτα γὰρ φανερῶς ὡς τῶν μαχομένων ἂν εἴη· οὕτω μὲν οὖν ἐπιχειροῦσιν· ἰστέον δὲ, ὅτι εἰ ἐπὶ ἑνὸς καὶ τοῦ αὐτοῦ ἀμφότερα ἐφέρετο, χώραν εἶχεν αὐτοῖς ὁ λόγος. ἄτοπον γὰρ ἐπὶ τοῦ αὐτοῦ λέγειν, ὅτι ἑκὼν ἐποίησα καὶ πάλιν ἄκων· νυνὶ δὲ οὐκ ἐπὶ τοῦ αὐτοῦ φέρεται ἀμφότερα, ἀλλὰ τὸ μὲν ἀντιστατικὸν πρὸς τὸ πεπραγμένον ἐστὶν, ὡς ἤδη καὶ ἀνωτέρω ἐμάθομεν, τὸ δὲ συγγνωμονικὸν πρὸς τὸ ἀποβεβηκός· οὐδὲν δὲ ἄτοπον γινώσκειν μὲν τὸ πεπραγμένον, ἀγνοεῖν δὲ τὸ μέλλον. προβάλλεται μὲν γὰρ ἐπὶ τοῦ πεπραγμένου τὸ ἑκούσιον, ἐπὶ δὲ τοῦ ἀποβεβηκότος τὸ ἀκούσιον. Τοσαῦτα καὶ περὶ τοῦ τρίτου κεφαλαίου· τὸ δέ γε τέταρτον κεφάλαιόν ἐστι καλλίστη σημείωσις, ἥν τινες παραδιδόασιν ἡμῖν τῶν τεχνικῶν, ὅτι συγγνωμονικοῦ ἐμπίπτοντος τοῦ ἀντιθετικοῦ, οὐκ ἐμπίπτει τὸ συγγνωμονικόν· περιττὸν γὰρ ἔσται τιθέμενον. λοιπὸν ἐκ διαιρέσεως προφέρουσι τὸν λόγον. ἡ συγγνώμη ἢ ἐξ ἀγνοίας γίνεται ἢ ἐκ βιαίου πάθους· οἷον ἠγνόουν τὸ παρὸν, ἔρως με ἠνάγκασεν, ὀργή μου ἐκράτησεν, ἐμέθυον· οὕτως οὖν γίνεται ἡ συγγνώμη· εἰ μὲν οὖν ἄγνοιαν προβαλεῖται, περιττόν ἐστι τὸ ἕτερον ἐπιφέρειν συγγνωμονικόν· καὶ σιωπῶν γὰρ κατορθώσει τὴν ἐπὶ τοῖς ἀποβεβηκόσιν ἄγνοιαν· ὁ γὰρ τὰ παρόντα φάσκων ἀγνοεῖν πολὺ μᾶλλον ἔμφασιν δίδωσιν, ὅτι τὸ μέλλον ἠγνόηκεν. εἰ δὲ ἔκ τινός φησι βιασθῆναι πάθους, ἔτι μᾶλλον οὐ δυνήσεται χρήσασθαι τῷ συγγνωμονικῷ· λέγων γὰρ, ὅτι ἠγνόησα τὸ μέλλον, ἔμφασιν δίδωσιν. ὡς εἰ ἄρα ᾔδει τὸ μέλλον, οὐκ ἂν ἐποίει, ἀλλὰ τοῦτο λέγειν ἀδύνατον. εἰ γὰρ ἀνάγκη ἐστὶν ἡ βιασαμένη ποιεῖν, δῆλον ὅτι πάντως ἐποίει. καὶ οὐκ ἦν ἐν αὐτῷ ποιεῖσθαι καὶ μή. δέδεικται ἄρα ὡς τοῦ ἀντιθετικοῦ συγγνωμονικοῦ ἐμπίπτοντος τουτὶ τὸ συγγνωμονικὸν οὐχ εὑρίσκεται, καὶ ἐν τούτοις τὸ τέταρτον κεφάλαιον. Τὸ δέ γε πέμπτον καὶ τελευταῖόν ἐστι τοῦτο· ὅτι βλάπτειν δοκεῖ τὸν κεχρημένον αὐτῷ τὸ συγγνωμονικόν. δοκεῖ γάρ πως ἐξ ἀπορίας δικαιολογιῶν καταφεύγειν ἐπʼ αὐτό· καὶ ὥσπερ ἀγνοίας ἐμφαίνειν γνωρίσματα· τὸ γὰρ λέγειν, ὅτι ἠγνόουν τὸ μέλλον, οὐκ ἐπιστήμονος ἀλλʼ εὐήθους ἀποφαίνει τεκμήριον. τὸ γοῦν τοιοῦτον παραμυθησόμεθα ἐπὶ τὸ καθόλου ἀνάγοντες τὸν λόγον οὕτως· οὐ τὴν ἀνθρωπείαν ὑπερβαίνει φύσιν ἡ γνῶσις τῶν μελλόντων, θείας γὰρ ἂν εἴη μᾶλλον προγνώσεως τοῦτο. καὶ ταῦτα λέγων ἔμφασιν δίδωσι τοῖς δικασταῖς νοεῖν. οὐκοῦν οὐδὲ ἐγὼ, οἷα δὴ ἄνθρωπος, τὸ μέλλον ἐπίσταμαι· τοῦτον ἄρα παραμυθησόμεθα τὸν τρόπον τὸ συγγνωμονικὸν ἢ καὶ ἄλλως, ὥσπερ καὶ Αἰσχίνης ἐποίησεν οὐ προφανῶς λέγων, ὅτι ἠγνόησα, ἀλλʼ ἑτέροις εὐσχήμοις ὀνόμασι τὸ τοιοῦτον δηλῶν· φησὶ γὰρ, ὅτι ἃ ἤκουσα ταῦτα ἀπήγγειλα, ἅπερ ἀκήκοα, ταῦτα εἶπον, καὶ σκόπει πῶς διʼ ἑτέρων ὀνομάτων τὸ αὐτὸ κατώρθωσεν· ἐν τούτοις καὶ τὸ πέμπτον κεφάλαιον καὶ ὁ περὶ τοῦ συγγνωμονικοῦ λόγος. Πληρώσας δὲ ὁ τεχνικὸς τὴν τῶν ἁπλῶν ἀντιλήψεων διδασκαλίαν μέτεισι καὶ ἐπὶ τὰς διπλᾶς. καὶ ἐχρῆν μὲν καὶ ἐνταῦθα τῇ τῶν ἁπλῶν διαιρέσει χρήσασθαι καὶ λέγειν, ὅτι καὶ τῶν διπλῶν ἀντιλήψεων αἱ μέν εἰσι περὶ αὐτοῦ, ἔχουσαι τοῦ πεπραγμένου τὴν κρίσιν, αἱ δὲ περί τινος ἀποβεβηκότος, ὁ δὲ οὐχ οὕτως ἔφη· τοῦτο γὰρ ὡς πρόδηλον καὶ ὁμολογούμενον εἴασεν· ἑτέρᾳ δὲ μᾶλλον διαιρέσει κέχρηται λέγων, ὅτι τῶν δʼ αὖ διπλῶν ἡ μέν ἐστι κατὰ συμπλοκὴν, ἡ δὲ κατὰ διαίρεσιν· κατὰ συμπλοκὴν μὲν, ὅταν δυοῖν ὄντοιν ἐγκλημάτοιν μὴ δύνηται χωρὶς ἑκάτερον εἶναι αὐτῶν ἔγκλημα. μετὰ δὲ τῆς ἑτέρας συμπλοκῆς, οἷον ταῖς πάντων γνώμαις τις ἀντιλέγων, καὶ οὐδὲν αὐτὸς ἀποφαινόμενος δημοσίων φεύγει· ἐνταῦθα οὐ δύναται χωρὶς θάτερον εἶναι ἑτέρου· οὐ γὰρ ἔτι συστήσεται· οἷον ταῖς πάντων γνώμαις τις ἀντιλέγων δημοσίων φεύγει· τοῦτο οὕτως λεγόμενον οὐ συνίσταται· δέδοται γὰρ τῷ βουλομένῳ τοῖς συμβουλεύουσιν ἀντειπεῖν, καὶ οὐδεὶς ἐπὶ τούτῳ κρίνεται. ἔτι μηδὲν αὐτὸς ἀποφαινόμενος δημοσίων φεύγει. καὶ τοῦτο ὁμοίως ἀσύστατον. ἔξεστι γὰρ τῷ βουλομένῳ ἡσυχίαν ἄγειν καὶ μηδὲν ἀποφαίνεσθαι· καλεῖται οὖν τοῦτο τὸ εἶδος κατὰ συμπλοκὴν, ἐπεὶ μὴ δύναται θάτερον τοῦ ἑτέρου χωρὶς εἶναι· ἐμπίπτουσι δὲ δύο ἀντιλήψεις πρὸς ἑκάτερον, ἐξουσίαν προβαλλομένου τοῦ φεύγοντος, οἷον ἔξεστί μοι πᾶσιν ἀντειπεῖν, ὅτε μοι κακῶς λέγειν δοκοῦσι, καὶ πάλιν, ἔξεστί μοι μηδὲν ἀποφαίνεσθαι, καὶ δύο ἀντιθέσεις· ὁμοίως πρὸς τὸ πρῶτον ἀντεγκληματικὸν ἀντιλέγω. ἄξιοι γάρ εἰσι· τί γὰρ κακὰς ἀποφαίνονται οἱ συμβουλεύοντες γνώμας· τουτέστιν ἄξιοί εἰσιν ἀντιλέγεσθαι· τί γὰρ ἐν τῷ παραινεῖν ἁμαρτάνουσι· πρὸς δὲ τὸ δεύτερον διχῶς ἀπολογητέον· αἰτία γάρ ἐστιν, ὡς εἴρηται, τοῦ πεπραγμένου ἡ ἀντίθεσις· οὐδὲν αὐτὸς ἀποφαίνομαι, ἵνα μὴ καὶ αὐτὸς ἁμαρτάνων περὶ τὴν γνώμην ὀφθείην τοῖς αὐτοῖς ἔνοχος, οἷσπερ καὶ οἱ ἕτεροι· καὶ πάλιν οὕτως, ὡς ὁ τεχνικὸς ἔφη, οὐ λέγω, οὐ γὰρ χρὴ περὶ τῶν μὴ κατεπειγόντων ἀποφαίνεσθαι· τοιοῦτον μέν ἐστι τὸ κατὰ συμπλοκὴν εἶδος· τὸ δὲ κατὰ διαίρεσίν ἐστιν, ὅταν δύο ἐγκλήματα ᾖ δυνάμενα καὶ χωρὶς ἀλλήλων κρίσιν ἐπιδέχεσθαι. οἷον πολλάς τις ἀμείβων γυναῖκας καὶ πολλοὺς τιθέμενος παῖδας κακοῦ βίου κρίνεται· ἐνταῦθα καὶ χωρὶς ἀλλήλων δύναται ταῦτα συνίστασθαι· οἷον πολλάς τις ἀμείβων γυναῖκας κακοῦ βίου κρίνεται, πολλούς τις παῖδας τιθέμενος κρίνεται κακοῦ βίου. ταῦτα γὰρ καὶ οὕτως χωρὶς ἀλλήλων τιθέμενα συνίστασθαι δύναται. ἔστι δὲ τοῦ μὲν προτέρου εἴδους ἴδιον τοῦτο· ὁ μὲν γὰρ κατήγορος συνάψει ἀμφότερα, καὶ κοινὴν αὐτῶν ποιήσεται τὴν διαίρεσιν, καθʼ ἕκαστον κεφάλαιον συνάπτων τὰ δύο. οἷον ἀντεῖπε πᾶσι, καὶ τὸ δὴ μέγιστον, ὅτι οὐδὲν αὐτὸς ἀπεφήνατο· οὕτως οὖν ὁ κατήγορος ἐργάσεται παράλληλα τιθεὶς ἀμφότερα. τὸ γὰρ συνάπτειν αἴτιόν ἐστι συστάσεως· ἔφαμεν γὰρ, συμπλεκόμενα μᾶλλον συνίσταται, ὁ δὲ φεύγων τοὐναντίον σπεύσει διαχωρίζειν ἀπʼ ἀλλήλων τὰ ζητούμενα. καὶ ἰδίᾳ ἑκατέραν ποιήσεται τὴν διαίρεσιν, ὡσπερεὶ δύο συντιθεὶς λόγους· καὶ τοῦτο εἰκότως· ὅσον γὰρ ἡ συνάφεια τῆς συστάσεως αἰτία γίνεται, τοσοῦτον ἡ διαίρεσις καὶ ὁ χωρισμὸς αἴτιος τῆς ἀσυστασίας. ἐδείξαμεν γὰρ, πῶς διαχωρίζομεν, ἃ οὐκέτι συνίστασθαι δύναται. σπεύσει οὖν ὁ φεύγων ἀσύστατον ἀπεργάσασθαι· τοιαύτη μὲν οὖν ἡ τοῦ πρώτου εἴδους ἐργασία· καὶ τοῦτο αὐτοῦ τὸ ἴδιον· τοῦ δέ γε δευτέρου εἴδους ἐστὶν ἴδιον πάλιν τὸ τὸν μὲν κατήγορον ἀμφότερα συνάπτειν, καὶ παράλληλα τιθέναι τὰ ἐγκλήματα, τὸν δὲ φεύγοντα τοὐναντίον διαιρεῖν καὶ διαχωρίζειν. εἴποι τις ἂν, ὅτι οὐδὲν διενήνοχε τοῦτο τοῦ προτέρου εἴδους· καί φαμεν, ὅτι διαφέρει τὸ δεύτερον εἶδος τοῦ πρώτου μεθοδικῶς τε καὶ διαιρετικῶς. μεθοδικῶς μὲν, ὅτι, ὡς ἔφαμεν, ἐν τῷ προτέρῳ εἴδει οὐ δύναται διαχωρίζεσθαι ἀλλήλων τὰ ἐγκλήματα· οὐκ ἔτι γὰρ ἂν συστήσεται ἡ ζήτησις. ἐν δὲ τῷ δευτέρῳ εἴδει καὶ χωρὶς ἀλλήλων ὄντα συνίστασθαι δύναται, διαιρετικῶς δὲ, ὅτι ἐν μὲν τῷ κατὰ συμπλοκὴν εἴδει συνάπτει ὁ κατήγορος, ὡς ἔφαμεν, συστάσεως ἕνεκα, καὶ διαχωρίζει ὁ φεύγων ἀσυστασίας χάριν, καὶ γὰρ ἂν καὶ τοῦτο χωρὶς συνίσταται, ἀλλὰ διὰ τοῦ αὐξῆσαι· μᾶλλον γὰρ ἂν εἴη βαρὺ, εἰ ἄμφω συνάψομαι, ὁ δὲ φεύγων πάλιν διαχωρίζει οὐ τῆς ἀσυστασίας ἕνεκα, ἐπεὶ καὶ διαχωριζόμενα οὐδὲν ἧττον συνίσταται, ἀλλὰ διὰ τὸ μειῶσαι· εἰ γὰρ συναπτόμενα ἐμποιοῦσι αὔξησιν, δῆλον ὅτι διαλυόμενα μείωσιν ποιοῦσιν, ὅτι γὰρ πρὸς αὔξησιν συνάπτονται καὶ πρὸς μείωσιν διαιροῦνται, αὐτός που μεμαρτύρηκεν ὁ τεχνικὸς εἰπών· «αὐξήσεως μὲν ἕνεκα συμπλέκονται ὑπὸ τοῦ κατηγόρου, μειώσεως δʼ αὖ χάριν διαιροῦνται ὑπὸ τοῦ φεύγοντος·» τοσαῦτα καὶ περὶ τῶν δύο τούτων εἰδῶν· εἶτα συμπεραίνειν μέλλων λέγει, ἔφην δύνασθαι εἶναι καὶ πλείονα εἴδη τῶν ἀντιλήψεων· αὐτίκα τῶν προειρημένων τοῦτο διαφέρει· οἷον γραψάμενοι μοιχείας τινὲς ἀλλήλους καὶ καθυφέντες τὰς γραφὰς ἤμειψαν τὰς γυναῖκας, καὶ φεύγουσι κακοῦ βίου· τοῦτο τὸ προκείμενον εἶδος διαφέρει τῶν προειρημένων, εἴγε δύο τοῦτο ἔχει πρόσωπα καὶ ἀντιλήψεις τέσσαρας, ἔξεστι γάρ μοι, φησὶ, γράψασθαι, καὶ ἔξεστι πάλιν ἀναιρεῖσθαι ἤτοι καθυφεῖναι τὰς γραφάς· ἔτι ἔξεστιν ἀποβάλλεσθαι τὴν σύνοικον καὶ ἔξεστιν ἀγαγέσθαι, ἣν ἂν βούληταί τις· δύο δὲ πρὸς τοῦτο φέρονται ἀπορίαι· καὶ πρώτη αὕτη· εἰ διπλῆν, φησὶ, καλοῦμεν ἀντίληψιν τὴν δύο ἔχουσαν ἀντιλήψεις, τί μὴ τὸ προκείμενον εἶδος τετραπλῆν εἴπομεν ἀντίληψιν, ἐπεὶ τέσσαρας, ὡς εἴρηται, ἔχει ἀντιλήψεις· καὶ λέγομεν, ὅτι τὸ ὑπὲρ τὸ ἓν διπλοῦν εἰώθασιν οἱ τεχνικοὶ καλεῖν εἶδος, κἂν τριπλοῦν ᾖ κἂν τετραπλοῦν· οὕτως γὰρ καὶ ἐν τῷ ὅρῳ, κἂν τριπλοῦν εὑρεθείη, διπλοῦν ὅμως καλοῦμεν· καὶ τοῦτο συμβέβηκε καὶ ἐπὶ τῶν ἄλλων· ἐπὶ γὰρ τοῦ ἱματίου δίπλωσόν φαμεν τὸ ἱμάτιον, καίτοιγε πολλῶν γενομένων πλοκῶν ἐν τῇ διπλώσει τοῦ ἱματίου, ἀλλʼ ὅμως δίπλωσόν φαμεν· οὕτως οὖν καὶ ἐπὶ τῶν πολλαπλῶν στάσεων· διπλοῦν γὰρ καλοῦμεν εἶδος, ὅπερ ὅταν ὑπερβαίνῃ τὸ ἕν· καὶ ἐν τούτοις ἡ πρώτη ἀπορία καὶ ἡ πρὸς αὐτὴν λύσις· δευτέραν λέγουσιν ἀπορίαν ταύτην, ὅτι οὐ συνίσταται, φασὶ, τουτὶ τὸ πρόβλημα, ἀνάγεται γὰρ ἐπὶ τὸ ἐξισάζον, ἑκατέρου αὐτῶν τὰς αὐτὰς προβαλλομένου δικαιολογίας· φαμὲν οὖν, εἰ μὲν ἀλλήλους ἔκριναν οἱ μοιχεύσαντες, τότε ἂν ὑπὸ τὸ ἐξισάζον εἶδος ἀνήγετο· νυνὶ δὲ αὐτοὶ μὲν ἀμφότεροι ὑπόκεινται κρινόμενοι, ἕτερος δὲ αὐτοὺς ὁ κρίνων· καὶ οὐ ταῖς αὐταῖς χρήσονται δικαιολογίαις ὅ τε κρινόμενος καὶ ὁ κατήγορος· οὐκ ἄρα οὖν ἐξισάζοι· εἶτα ταῦτα εἰρηκὼς ὁ τεχνικὸς πρὸς τῷ τέλει φησὶν, ὅτι· ἔστι δὲ καὶ ἄλλα εἴδη, ἃ περιττὸν ἂν εἴη λέγειν νῦν, πᾶσαν γὰρ ἀντίληψιν τοῖς προειρημένοις ἑπόμενος ὀρθῶς ἄν τις διαιροίη· φασί τινες, πότερόν εἰσιν ἕτερα εἴδη ἀντιλήψεων, ἢ οὔ· εἰ μέν εἰσι, πῶς παρῆκεν αὐτὰ ὁ τεχνικὸς, οὐδὲν περὶ αὐτῶν εἰρηκώς; εἰ δὲ οὐκ εἰσὶ, πῶς ἐμνήσθη λέγων, ὅτι εἰσὶ καὶ ἄλλα εἴδη; φαμὲν οὖν, ὅτι εἰσὶ καὶ ἕτερά τινα, ἀλλʼ οὐ κυρίως εἴδη, τρόποι δὲ μᾶλλον ἀντιλήψεων, ὥσπερ ἔχει τοῦτο· ζωγράφος μηδέποτε ζωγραφήσας τοὺς θεοὺς κρίνεται ἀσεβείας· ἐφʼ οἷς γὰρ οὐ πεποίηκεν, ἡ κρίσις, ὅπερ οὐκ ἐνῆν τοῖς προειρημένοις εἴδεσιν· ὡς οὖν εἴρηται, οὗτοι τρόποι εἰσὶν ἀντιλήψεων, οὐκ εἴδη διάφορα· οὐ γὰρ οἶδεν εἶδος ὁ τεχνικὸς, εἰ μὴ τὸ διάφορον κατὰ τὴν διαίρεσιν τῶν κεφαλαίων· ἐμνήσθη οὖν, ἵνα μή τις νομίσῃ αὐτὸν ἀγνοεῖν, καὶ ἐν τούτοις ἡ ἀντίληψις.

`7.538`

Διαζευχθέντα γὰρ οὐ δύναται ὡς ἀδίκημα ἐπιδέχεσθαι κρίσιν, εἰ μὴ ἀλλήλοις εἶεν συνημμένα. Αἱ ἀντιλήψεις αὗται ὑπὸ τὸ μὴ κεκωλυμένον, τουτέστιν ὑπὸ τὸ ἔθος, αἱ δὲ δύο ἀντιθέσεις ὑπὸ τὸ ἀντεγκληματικόν. Δύο ἀντιλήψεων οὐσῶν διπλαῖ εὑρίσκονται αἱ ἀντιθέσεις· ἑκατέρα γὰρ τῶν ἀντιλήψεων ἀποδώσει τὸ χρῶμα· οἷον ἀντιλέγω μὲν, ἐφʼ οἷς οὐ τὰ δέοντα λέγουσιν οἱ συμβουλεύοντες· οὐκ ἀποφαίνομαι δέ· οὐ γὰρ ἀναγκαῖον περὶ τῶν μὴ κατεπειγόντων συμβουλεύειν.

Τουτέστι τὸ περὶ τῆς μεταχειρίσεως· τὸ δʼ ἀπολογουμένους διελεῖν, ἵνα διαλύσῃ τὴν κατηγορίαν, ὁ δὲ κατήγορος συμπλέκῃ, ἵνα τῇ συμπλοκῇ ποιήσῃ δυνατὸν τὸ ἔγκλημα. Ἴδιον, φησὶν, τοῦ εἴδους τούτου τὸ τοὺς ἀπολογουμένους ἰδίᾳ ἑκάτερον ποιεῖσθαι τὸν λόγον καὶ χωρίζειν· ἐὰν γὰρ διέλῃς, καὶ εἴπῃς, ταῖς πάντων γνώμαις ἀντιλέγει τις, ἢ τὸ ἕτερον οὐ δύναται κρίσιν ἐπιδέξασθαι, τὸν κατηγοροῦντα δὲ τοὐναντίον συμπλέκειν δεῖ, ὅτι οὔτε αὐτός τι λέγει, καὶ τὰ τῶν ἄλλων ἀνατρέπει· οὕτω γὰρ κρίσιν ἐπιδέχεται· ὁ μὲν γὰρ χωρίζων τὸ ἀνεύθυνον συνιστᾷ, ὁ συμπλέκων δὲ τὸ ὑπεύθυνον.

`7.539–7.540`

ιγʹ. Περὶ τοῦ διπλοῦ εἴδους ζητήσαιμεν ἄν· πρῶτον μὲν, πῶς δύο ἁπλῶν συνιουσῶν ἀντιλήψεων διπλοῦν τι καλοῦμεν εἶδος καὶ οὐ μᾶλλον δύο ἁπλῶς· διήκει δὲ ἡ ζήτησις καὶ εἰς τὰς ἄλλας τῶν στάσεων· καὶ γὰρ διπλοῦν τινά φαμεν στοχασμὸν καὶ διπλοῦν ὅρον ἐκ τῆς συνόδου τῶν ἁπλῶν, καὶ ἕτερόν φαμεν εἶδος παρὰ τὰ ἁπλᾶ, τί μὴ καὶ τριπλοῦν φαμεν τρία συνάγοντες καὶ τετραπλοῦν καὶ ἐπʼ ἄπειρον οὕτως ἐκβαίνοντες; ῥητέον δὲ πρὸς μὲν τὸ πρότερον, ὅτι πρὸς ἓν ἄμφω πέρας συντείνει, καὶ ἓν ἐξ ἑκατέρων ἀποτελεῖται· διὰ γοῦν τοῦτο διπλοῦν φαμεν τὸ εἶδος, ὡς ἕνωσιν τῶν δύο ἀναδεξάμενον καὶ οὐ δύο ἁπλᾶ· οὐ γὰρ διέστηκεν ἀλλήλων πρὸς ἄλλο καὶ ἄλλο φερόμενα· πρὸς δὲ ἓν ἄμφω συννένευκεν, ἡ δὲ πρὸς τὸ δεύτερον ἀπάντησις τοιαύτη· παντὸς ἀγῶνος ἓν καθεστάναι πέρας ἀνάγκη τὸ κατασκευαζόμενον· τὰ δὲ ἄλλα πρὸς ἀπόδειξιν τούτου καὶ πίστιν φέρεσθαι, κατασκευαστικὰ γενόμενα, ὥστε κἂν ἐπʼ ἄπειρόν τις ἀνελθὼν πλῆθος ἁπλῶν συναγάγοι πρὸς μίαν ὑπόστασιν, εἰς δύο διαιρεθήσεται πάντως, ὅσαπερ ἂν ᾖ τὰ ἁπλᾶ, ἑνὸς μὲν τοῦ κατασκευαζομένου ὄντος, τῶν δὲ ἄλλων ἁπάντων εἰς κατασκευὴν φερομένων· διὸ δὴ πάντα κοινῷ ὀνόματι διπλᾶ καλεῖται, πρὸς δύο ἐξ ἀνάγκης διιστάμενα μέρη, πρὸς οἷς καὶ τὸ διπλοῦν ἐπὶ τοῦ πολλαπλασίου συνεχῶς εἴρηται· αὐτίκα γοῦν διπλοῦν χιτῶνα λέγομεν τὸν οὐ μίαν διπλόην, πολλὰς δέ γε δεξάμενον· καὶ δίπλωσόν φαμεν τὸ ἱμάτιον εἰς πολλὰ συνελίττειν προστάττοντες, τῶν δὲ διπλῶν ἀντιλήψεων, τὸ μέν τι καλεῖται κατὰ συμπλοκὴν, τὸ δὲ κατὰ διαίρεσιν, καὶ τέθεικεν αὐτῶν παραδείγματα, τοῦ μὲν κατὰ συμπλοκήν· ταῖς πάντων, φησὶ, γνώμαις ἀντιλέγων τις οὐδὲν αὐτὸς ἀποφαίνεται καὶ δημοσίων φεύγει· συμπλέκεται γὰρ ἐνταυθοῖ τὰ δύο, τὸ πᾶσιν ἀντιλέγειν καὶ τὸ μηδὲν εἰσηγεῖσθαι λυσιτελέστερον· ἰδίᾳ γὰρ οὐδʼ ἕτερον σύστασιν δύναιτο ἂν ἐπιδέχεσθαι· οὐδὲ γὰρ ὁ πᾶσιν ἀντιλέγων ὑπεύθυνός ἐστιν, ὅταν ἕτερα αὐτὸς εἰσηγήσηται· οὔτʼ αὖ πάλιν ὁ μηδὲν ἀποφαινόμενος μηδὲ ἀντιλέγων, φησὶν, ἐπὶ τῷ ἀπράγμονι βίῳ κρίνοιτο ἂν, συνιόντα δὲ ὁμοῦ κρίσιν ἐπιδέχεται τῷ μηδὲν αὐτὸν εἰσφέρειν, καὶ ταῦτα πᾶσιν ἐναντιούμενον· δύο γὰρ ἀντιλήψεις ἐμπεσοῦνται, φησὶν, ὅτι τε λέγειν ἔξεστι καὶ ὅτι τὸ μηδὲν ἀποφαίνεσθαι οὐ κεκώλυται· εἰ δὲ ἀντιλήψεις δύο, σαφὲς ὅτι καὶ ἀντιθέσεις τοσαῦται· ἑκάτερον γὰρ τῶν ἀντιλήψεων ἰδίαν ἔξει ἀντίθεσιν· ληφθήσονται δὲ ἄμφω κατὰ τὸ ἀντιστατικὸν, ἡ μὲν προτέρα, ὡς τοῦ κοινοῦ συμφέροντος εἵνεκα δεῖ ἀντιλογιῶν πρὸς ἅπαντας ἐρχομένων, ἡ δὲ δευτέρα, ὡς βουλευμάτων ἀπορίᾳ τὴν σιωπὴν ἄγω καὶ οὐ καθάπερ οὗτοι εἰκῆ τὸ ἐπιτυχὸν ἀποφαίνομαι· διαφόρως δὲ, φησὶν, ὁ φεύγων καὶ ὁ διώκων τῷ λόγῳ χρήσονται, ὁ μὲν φεύγων διαστήσας ἑκάτερον τῶν ἐγκλημάτων ἰδίᾳ περὶ ἑκατέρου ἀπολογήσεται, διαλύων τὴν κατηγορίαν καὶ ἀσύστατον δεικνύς· ἔφαμεν γὰρ, ὡς τούτων ἑκάτερον ἰδίᾳ λεγόμενον ἀσύστατον γίνεται· ὁ δὲ κατήγορος τοῦτο αὐτὸ φυλαττόμενος ἄμφω κατὰ συμπλοκὴν προάγει· ἔστιν οὖν τοῦτο ἴδιον τοῦ ὑποκειμένου εἴδους· τὸ διαιρεῖν μὲν καὶ διιστάναι τὸν φεύγοντα, συμπλέκειν δὲ τὸν διώκοντα.

ιδʹ. Ἐν τούτοις ὃ ἂν χωρίσῃς, ἀνεύθυνόν ἐστι· καὶ γὰρ τὸ ἀντιλέγειν ταῖς πάντων γνώμαις οὐ κεκώλυται· καὶ τὸ μηδὲν ἀποφαίνεσθαι οὐκ ἀδίκημα εἶναι νενόμισται· συμπλακέντα δὲ ἄμφω καὶ ἑνωθέντα ἀδικήματος λαμβάνει σύστασιν· τὸ ἀντιλέγειν μὲν καὶ συκοφαντεῖν τοὺς συμβουλεύοντας, αὐτὸν δὲ μήτε ἃ γινώσκει λέγειν, μήτε εἰσηγεῖσθαί τι τῶν συμφερόντων.

ιεʹ. Καὶ γὰρ αὗται δύο αἱ ἀντιλήψεις εἰσὶν, ὅταν ἄμφω προβάλληται τὸ ἐξεῖναι ἀντιλέγειν καὶ ἐξεῖναι μὴ λέγειν· ἐπειδὴ καὶ ἐπʼ ἀμφοῖν κρίνεται, ἐφʼ οἷς ἔπραξε καὶ ἐφʼ οἷς οὐκ ἔπραξεν.

`7.541`

ιϛʹ. Ἐπὶ τὸ ἕτερον μετῆλθε τῶν διπλῶν εἶδος, ὃ καλεῖται κατὰ διαίρεσιν, ὅτι καὶ χωρὶς ἀλλήλων τὰ ἐγκλήματα δύνανται· κρίσιν ἐπιδέχεσθαι· οἷον πολλάς τις ἀμείβων γυναῖκας καὶ πολλοὺς τιθέμενος παῖδας κακοῦ βίου κρίνεται· καὶ γὰρ τὸ συχνὰς ἀμείβειν γυναῖκας κρίσιν ἐπιδέχεται, καὶ μὴν καὶ τὸ πολλοὺς εἰσποιεῖσθαι παῖδας, κἀνταῦθα δὲ ὁ μὲν κατήγορος συμπλέξει, ὁ δὲ φεύγων διαιρήσει· διαφέρει δὲ τοῦ μὲν κατὰ συμπλοκήν· πρῶτον μὲν αὐτῷ τούτῳ· τὸ μὲν καθὸ δύναται εἰς δύο ἁπλᾶ συνεστῶτα διαιρεῖσθαι· τὸ δὲ κατὰ συμπλοκὴν οὐχ οἷόν τε διαιρεθῆναι· τὴν γὰρ σύστασιν ἐν τῷ συμπλέκεσθαι λαμβάνει· ἔπειτα καὶ τούτῳ διενηνόχασιν, ἐν ᾧ καὶ μάλιστα δοκοῦσι κοινωνεῖν, φημὶ τῷ συμπλέκειν τὸν διώκοντα ἐπʼ ἀμφοῖν τοῖν εἰδοῖν, διιστάναι δὲ τὸν ἀπολογούμενον· ἐν μὲν γὰρ τῷ κατὰ συμπλοκὴν ἔδει τε συμπλέκειν καὶ διιστάναι, ὅτι τὸ μὲν πρὸς σύστασιν, τὸ δὲ πρὸς διάλυσιν γίνεται τοῦ παντὸς ἀγῶνος, καθὰ ἐπʼ αὐτοῦ τοῦ εἴδους ἐδείξαμεν, ἐν δὲ τῷ κατὰ διαίρεσιν οὐχ οὕτως· μένει γὰρ κἀν τῇ συμπλοκῇ κἀν τῇ διαστάσει ὁ ἀγὼν οὐδὲν ἧττον συνεστὼς, ἀλλὰ τῷ μὲν κατηγόρῳ ἕνεκεν αὐξήσεως ἡ τῶν ἐγκλημάτων συμπλοκὴ, τῷ δὲ ἀπολογουμένῳ πρὸς μείωσιν γίνεται ἡ διάστασις.

ιζʹ. Ἐν ἑκατέραις, φησὶ, ταῖς τε κατὰ σύνθεσιν καὶ ταῖς κατὰ διαίρεσιν, ἀμφότερα συλλήψεται τὰ ἀντιληπτικὰ ὁ κατήγορος· ἐκεῖ μὲν διὰ τὸ ἑκάτερον αὐτῶν ἰδίᾳ, ὡς εἴρηται, μὴ εἶναι γραφῆς ἄξιον· ἐν ταῖς κατὰ διαίρεσιν δὲ, ἵνα σφοδροτέραν ἀπεργάσηται τὴν κατηγορίαν· ὁ φεύγων δὲ ἐν ἀμφοτέραις διαιρήσει τὴν ἀπολογίαν, ἐκεῖ μὲν δεῖξαι βουλόμενος, ὅτι μάτην ὁ κατήγορος τὴν κατʼ αὐτοῦ πεποίηται γραφὴν, ἐνταῦθα δὲ σαθρότερον τῶν ἀντιληπτικῶν ἑκάτερον ἰδίᾳ δεῖξαι σπουδάζων· αὐξήσεως οὖν ἕνεκα μόνης ὑπὸ τοῦ διώκοντος συμπλέκεται, ὑπὸ δὲ τοῦ φεύγοντος διαιρεῖται.

`7.542`

ιηʹ. Εἰσὶ καὶ ἕτεροι, φησὶν, ἀντιλήψεως τρόποι· περὶ ὧν παραιτεῖται λέγειν· καί τινες τοῦ τεχνικοῦ ὥσπερ ἐντεῦθεν ἐπιλαμβάνεσθαι ἠξίωσαν· εἰ μὲν γὰρ, φασὶν, οὐκ ἔδει λέγειν περὶ αὐτῶν, τί τὴν ἀρχὴν ἐμνήσθη; εἰ δὲ λέγειν ἐχρῆν, ἐξήμαρτε παραλιπὼν ἃ δέον εἰπεῖν· πρὸς οὓς φαίημεν ἂν, ὅτι καθὸ μὲν οὐχ ἥρμοττεν ὁ λόγος τῇ προκειμένῃ πραγματείᾳ, κατὰ τοῦτο παρῆκε, καθὸ δὲ αὐτὸ τοῦτο ἐχρῆν εἰδέναι, ὅτι παρεῖταί τινα, εἰκότως ἐμνήσθη, ὅπως ἂν μὴ ταραττώμεθα, ἐπειδὰν ἔξω τι τούτων ἀκούσωμεν· τίνος δὲ χάριν τὸν περὶ τούτων παρεπέμψατο λόγον, αὐτὸς ἀποδίδωσι τὴν αἰτίαν· πᾶν γὰρ, φησὶν, ὅ τι ἂν παρὰ ταῦτα εὑρεθείη τοῖς προκειμένοις εἴδεσιν ὁμοίως διαιρεθήσεται· ὥστε τὸν περὶ ἐκείνων λόγον παντελῶς εἶναι τῇ πραγματείᾳ τῇδε ἀνάρμοστον· πρόκειται γὰρ αὐτῷ περὶ τῆς τῶν κεφαλαίων διαιρέσεως λέγειν· οὐδὲν δὲ κοινὸν περὶ τὴν διαίρεσιν ἐκείνοις συνέβαινε· δέδωκε δὲ παράδειγμα ἑτέρου εἴδους παρὰ τὰ προειρημένα· γραψάμενοί τινες μοιχείας ἀλλήλους καὶ καθυφέντες τὰς γραφὰς, ἤμειψαν τὰς γυναῖκας, καὶ φεύγουσι κακοῦ βίου· πολὺ γὰρ τὸ διάφορον ταύτης πρὸς τὰς εἰρημένας ἀντιλήψεις· πρῶτον μὲν γὰρ δύο ἐστι πρόσωπα κρινόμενα· ἔπειτα τέτταρά ἐστιν ἀντιληπτικὰ συμπεπλεγμένα, ὅτι γράφεσθαί τινας ἔξεστι· δεύτερον καὶ τὸ ἀναιρεῖσθαι γραφὰς οὐ κεκώλυται· πρὸς τούτοις τὸ γαμεῖν, ὅθεν βούλεταί τις ἐπʼ ἐξουσίας ὄν· τέταρτον, ὅτι καὶ ἀποβάλλεσθαι τὴν οὖσαν οὐ κεκώλυται· καὶ ταύταις τῶν κρινομένων ἑκάτερος χρήσεται· δῆλον δὲ, ὡς καὶ ὁ κατήγορος ἰσάριθμα παραλήψεται μεταληπτικά· ἡ δὲ μέθοδος, φησὶν, ἐκ τῶν ἔμπροσθεν ἤδη σεσαφήνισται· εἰ γὰρ ἀντιλήψεις τοσαῦται, δῆλον ὡς καὶ ἀντιθετικὰ οὐχ ἥττονα ἐμπεσεῖται, καὶ ὅτι μεταληπτικά· εἰσὶ δὲ ἕτεροι τρόποι ἀντιλήψεως· οἷον τὸ κρίνεσθαί τινα ἐφʼ οἷς μὴ πεποίηκεν, ὡς ἐπὶ τοῦδε τοῦ παραδείγματος· ζωγράφος μηδέποτε γράφων θεοὺς κρίνεται ἀσεβείας, καὶ ἄλλοι συχνοὶ, οὓς ἐν τῇ μεθόδῳ περὶ τῆς ἀντιλήψεως τεχνολογοῦντες ἀνελλιπῶς διεξήλθομεν.

`7.543`

ιθʹ. Ὁ Μινουκιανὸς ἕτερον εἶδος ἀντιλήψεώς φησι τὸ μὴ κεκωλυμένον· τρία γὰρ τὰ γενικὰ εἴδη τῶν ἀντιλήψεων, νόμος, φύσις, ἔθος· ὅταν οὖν, φησὶ, μὴ ἔχωμεν ἓν τῶν τριῶν προβάλλεσθαι, προβαλλόμεθα τὸ μὴ κεκωλυμένον, εἰ γὰρ μὴ κεκώλυκε, δέδωκεν, ἀναφέρεται δὲ καὶ τοῦτο εἰς τὸν νόμον· τὰ γὰρ κωλυόμενα πάντως ἀπὸ νόμου κωλύονται· ἔστι δὲ καὶ ἄλλα, φησίν· βούλονταί τινες ἄλλο εἶδος εἶναι, ἐφʼ ᾧ τις οὐ πεποίηκε, κρινόμενος δὲ ποιῆσαι· πανταχοῦ γὰρ ἐφʼ οἷς τις ἔπραξε κρίνεται· ἔστιν οὖν καὶ ἕτερον εἶδος, ἐφʼ ᾧ οὐ πεποίηκεν, ὡς ὀφείλων ποιεῖν ὁ ζωγράφος πάντα τὰ ἐν Μαραθῶνι, τὸν Πᾶνα οὐκ ἐποίησε συμμαχοῦντα τοῖς Ἀθηναίοις, καὶ κρίνεται ἀσεβείας· ἰδοὺ ἐνταῦθα ἐφʼ ᾧ οὐκ ἐποίησε κρίνεται.

Ἐν ἀρχῇ τῶν εἰδῶν ἔφη τούτων, ὅτι ἐνδέχεται καὶ πλείονας τρόπους εὑρίσκεσθαι, οὐ προηγουμένως οὐδὲ γενικῶς, ἀλλὰ κατʼ ἐπιπλοκήν. Δύο, φησὶ, πρόσωπά ἐστι τὰ κρινόμενα, πολλαὶ δὲ ἀντιλήψεις· οἷον γραφὰς κατά τινων ἐπιφέρεσθαι ἔξεστιν καὶ πάλιν ἀναιρεῖσθαι ταύτας· ὁμοίως ἄγεσθαι γυναῖκας, ὅθεν ἂν δοκῇ τινι, ταυτὶ γὰρ πάντα δοκεῖ ἐξεῖναι καὶ μὴ κεκωλύσθαι.

`7.544`

Τῶν πολλῶν τούτων, φησὶν, ἀντιλήψεων, ὧν ὁ φεύγων προβάλλεται, ἀνάγκη τῷ κατηγόρῳ λῦσαι ἑκάστην. Ἐπειδὴ εἶπε περὶ πάσας τὰς προειρημένας μεθόδους, περὶ τῶν ἄλλων οὐδὲν ἂν καινότερον εὑρεθείη, ἀλλὰ τοῖς αὐτοῖς διαιρεῖται κεφαλαίοις, διὰ τοῦτο οὐδὲ ἐν εἴδεσιν ἑτέροις ταῦτα τέτακται, εἴδους γάρ ἐστιν ἴδιον τὸ διαλλάττουσαν ἐπιδεῖξαι διαίρεσιν, τοῦτο δὲ ταῖς αὐταῖς διαιρεῖται μεθόδοις. Ἔτι φησὶν καὶ ἄλλα εἴδη ὑπό τινων ἐπινενοημένα· ἔργον δʼ ἂν εἴη καθέκαστον ἐπεξιέναι· ἀπὸ γὰρ τούτων κἀκεῖνα ἐπιγνωσόμεθα ῥᾳδίως.

Περὶ τῶν ἀντιθετικῶν, ἀντιστάσεως, ἀντεγκλήματος, μεταστάσεως, συγγνώμης.

αʹ. Προσηκόντως ὁ τεχνογράφος αἰσθόμενος τῆς τῶν κεφαλαίων κοινωνίας συνῆψε τῇ ἀντιλήψει τὰς ἀντιθετικὰς, τέως τὸν περὶ τῆς πραγματικῆς λόγον ἀναβαλλόμενος· τῆς γὰρ δικαιολογίας εἰς δύο μερισθείσης, εἴς τε ἀντίληψίν φημι καὶ ἀντίθεσιν, ἡ μὲν ἀντίληψις κατὰ χώραν ἔμεινεν οὐ διαιρουμένη, καθʼ ἑαυτὴν δὲ τυγχάνουσα στάσις, ἡ δὲ εἰς τέτταρα ὥσπερ ἀπὸ γένους τῆς ἀντιθέσεως εἴδη τέμνεται, λέγω δὴ τὴν ἀντίστασιν καὶ μετάστασιν καὶ ἀντέγκλημα καὶ συγγνώμη. Διὸ ταύτας μετὰ τὴν ἀντίληψιν ἔταξε· πρεπόντως δὲ ἁπάσας συνήγαγε τὰς ἀντιθετικὰς, καὶ κοινῇ τὸν περὶ αὐτῶν λόγον ἀποδίδωσι, τῶν ἄλλων ἰδίᾳ περὶ ἑκάστης διαλαβών· ἑνὸς γὰρ ὄντος τοῦ παραλλάττοντος κεφαλαίου τοῦ ἑκάστης ἰδίᾳ τῆς στάσεως, περίεργον τὸ λέγειν περὶ ἑκάστης τὰ αὐτὰ κεφάλαια τιθέμενον.

`7.545–7.547`

βʹ. Τῶν ἀντιθετικῶν ἁπασῶν κοινὴν ποιεῖται διαίρεσιν· τοῖς γὰρ αὐτοῖς κέχρηνται κεφαλαίοις, πλὴν ὅσον ἀφʼ ἑνὸς κεφαλαίου διαστέλλονται ἀπʼ ἀλλήλων, ὅπερ ἐστὶν ὁμώνυμον τῇ στάσει αὐτῇ τοῦ ζητήματος· οἷον ἡ ἀντίστασις διενήνοχε τῶν ἄλλων τριῶν κατὰ διαίρεσιν τῶν ἀντιστατικῶν κεφαλαίων, καὶ αὖ πάλιν τῷ συγγνωμονικῷ· ἡ συγγνώμη καὶ τὸ ἀντέγκλημα τῷ ἀντεγκληματικῷ, ἔτι δὲ τῷ μεταστατικῷ ἡ μετάστασις· τοῦτο δὲ οὐ περὶ τὰς ἀντιθετικὰς μόνας συμβέβηκεν, ἀλλʼ ἔστι καὶ ἐπʼ ἄλλων ἰδεῖν στάσεων κοινωνίαν τῆς διαιρέσεως· ἡ γοῦν ἀντινομία καὶ ἡ κατὰ ῥητὸν καὶ διάνοιαν στάσις μίαν λαμβάνουσι διαίρεσιν, ἑνὶ κεφαλαίῳ διοριζόμεναι· ἡ δὲ τάξις τῆς ἀντιθέσεως εὖ μάλα ἔχουσα φαίνεται· καὶ αὕτη πρὸς τὰς εἰρημένας ἤδη τῶν στάσεων καὶ τῶν ἀντιθετικῶν πρὸς ἀλλήλας· ὅτι μὲν γὰρ μετὰ τὸν στοχασμὸν καὶ τὸν ὅρον καὶ τὴν ἀντίληψιν εὐκαίρως ἡ ἀντίθεσις τέτακται, ὡδί πως ἂν καταμάθοιμεν. Τὴν τάξιν ἔλαβεν ὁ τεχνικὸς ἀπὸ τοῦ μᾶλλον ἀτελοῦς ἀρξάμενος, καὶ προβαίνων κατὰ μέρος ἐπὶ τὸ τελεώτερον· ὁ μὲν στοχασμὸς παντελῶς ἀφανὲς ἔχων τὸ κρινόμενον πρόδηλον, ὡς ἔστιν ἀτελὴς καὶ παντάπασιν· ὁ δὲ ὅρος ἐξ ἡμισείας καὶ αὐτὸς ἀτελὴς, ἐπεὶ τὸ μὲν αὐτοῦ πέπρακται, τὸ δὲ λείπει, ἡ δὲ ἀντίληψις οὐδὲν ἔχει ἐλλεῖπον, ἀλλὰ τέλειον ἐν αὐτῇ τὸ πεπραγμένον· περὶ γὰρ τῆς ποιότητος μόνη ἡ πᾶσα συνίσταται ἀμφισβήτησις, πότερον ἀδίκημα τὸ πραχθὲν, ἢ οὐκ ἀδίκημα· ἐν δὲ τῇ ἀντιθέσει πρὸς τῷ καὶ τὸ πεπραγμένον εἶναι τέλειον καὶ ἡ ποιότης αὐτὴ ὡμολόγηται· οὐ γὰρ μόνον ἅπαν τὸ πεπραγμένον ὁ φεύγων δέχεται, ἀλλά τι καὶ ἀδίκημα ὁμολογεῖ τὴν αἰτίαν τοῦ πεπραγμένου μόνην προϊσχόμενος· οἷον ὅτι διὰ τὸ μειζόνως εὐεργετῆσαι ἠδίκουν, ὅπερ ἦν ἀντιστάσεως, ἢ ὅτι ὁ πεπονθὼς αὐτὸς ἑαυτῷ κατέστη τοῦ ἀδικήματος αἴτιος, καὶ γίνεται ἡ στάσις ἀντέγκλημα· οὕτως καθάπερ ὁδῷ τινι αἱ προειρημέναι στάσεις ἐπὶ τὴν ἀντίθεσιν κατηντηκέναι δοκοῦσιν· εἰ δέ τις λέγει, καὶ ἐν ὅρῳ πολιτικὸν τέλειον προσδέχεσθαι ἀδίκημα τὸν φεύγοντα, ὡς ἐπὶ τοῦ ὑφελομένου τὰ ἰδιωτικὰ χρήματα, καὶ κρινομένου ἱεροσυλίας τήν τε κλοπὴν τέλειον οὖσαν ἀδίκημα ὁ φεύγων προσίεται, καὶ ἐν ἀντιλήψει δὲ τέλειον εἶναι τὸ ἀδίκημα, ὥστε μηδὲν ἔχειν πλέον τῶνδε τῶν στάσεων τὴν ἀντίθεσιν, ῥητέον, ὡς ἐν ὅρῳ μὲν καὶ ἀντιλήψει κἂν τέλειόν τι ὑποκείμενον ᾖ ἢ οὐ προσδέχεται αὐτὸ ὡς ἀδίκημα ὁ φεύγων, καθάπερ ἐν ἀντιλήψει, ἢ εἴπερ προσδέξεται, οὐ τοιοῦτον δέχεται, οἷον ἐπάγει ὁ κατήγορος, ὥσπερ ἐπὶ τοῦ ὁρικοῦ προβλήματος· ὁ μὲν γὰρ διώκων ὡς ἱερόσυλον κρίνει· ὁ δὲ φεύγων κλέπτης εἶναι ἀξιοῖ δέχεσθαι· ἔστι δὲ καὶ ἑτέρα τῆς τάξεως αἰτία, πολὺ τῆς εἰρημένης ἀμείνων τάχα ἂν δόξασα· αἱ μὲν γὰρ προκείμεναι στάσεις κατὰ μάχην καὶ ἔνστασιν τὴν ὅλην ἔχουσιν ἀμφισβήτησιν, ἐν γὰρ ἐκείναις αὐτῇ ἐνίσταται ὁ φεύγων τῇ τοῦ κατηγόρου φωνῇ, ἡ δὲ ἀντίθεσις κατὰ ἀντιπαράστασιν γίνεται· ὁ γὰρ φεύγων δέχεται μὲν τὸ ἐπιφερόμενον ὑπὸ τοῦ διώκοντος· ἔξωθεν δέ τι παρίστησιν αὐτῷ· οἷον ὅτι εἰ καὶ ἀδίκημα τὸ γενόμενον, ἀλλʼ οὖν ἕνεκα μείζονος εὐεργετήματος ἐπράξατο· ὥσπερ δὲ πᾶσα ἔνστασις προτέρα κατὰ φύσιν τῆς ἀντιπαραστάσεως, οὕτω τῆς ἀντιθέσεως προηγοῖντο ἂν εὐλόγως αἱ προειρημέναι τῶν στάσεων, καὶ αὕτη μὲν ἡ τάξις τῆς ἀντιθέσεως. Ὡς δὲ καὶ ἐπʼ αὐτῶν τῶν ἀντιθετικῶν ἑκάστῃ τὴν προσήκουσαν ἀπένειμε τάξιν, ἤδη λεκτέον· πρώτην γάρ τοι παρέλαβε τὴν ἀντίστασιν· εἰκότως· καὶ γὰρ ταύτῃ μόνῃ τῶν ἀντιθετικῶν ἀγαθόν τι ἀποβέβηκεν· ὅπου δὲ ἀγαθὴ πρᾶξις καὶ εὐεργέτημα, ἐκεῖσε καὶ μείζων ἡ παρρησία· τὸ δὲ πλείονα παρέχον τὴν παρρησίαν προτερεύειν δίκαιον τῶν οὐχ ὧδε ἐχόντων· πρὸς τούτοις καὶ μία φύσις ἦν τῶν ἐφεξῆς τριῶν ἀντιθετικῶν· ὥστε μὴ δύνασθαι μεταξὺ αὐτῶν τετάχθαι τὴν ἀντίστασιν· ἴδιον γὰρ τῶν τριῶν τοῦτό ἐστι, τὸ φέρειν πρὸς ἄλλο τι τὴν αἰτίαν, μεμαθήκαμεν γὰρ ἐν τῇ μεθόδῳ τὴν ἐπίγνωσιν τῶν ἀντιθετικῶν· ἢ γὰρ εἰς αὐτὸν ὁ φεύγων τὸ ὅλον ἀναφέρει ἢ εἴς τι τῶν ἔξωθεν. κἂν μὲν εἰς ἑαυτὸν, ποιεῖ τὴν ἀντίστασιν· εἰ δὲ εἴς τι τῶν ἔξω, πάλιν ὑποδιαιροῦμεν· εἰ γὰρ εἰς αὐτὸν τὸν πεπονθότα μεταφέρει τὴν αἰτίαν, ἀντέγκλημα γίνεται, εἰ δὲ ἐπί τι ἄλλο, αὖθις ὑποδιελεῖν ἀναγκαῖον· ἢ γὰρ εἰς ὑπεύθυνον μεθίστησι, καὶ ποιεῖ μετάστασιν, ἢ εἰς ἀνεύθυνόν τι καὶ γίνεται συγγνώμη· σαφὴς οὖν κἀντεῦθεν ἡ τάξις τῶν ἀντιθετικῶν· δεῖ γὰρ πρώτην μὲν εἶναι τὴν ἀντίστασιν, εἴγε τὸ ἐφʼ ἑαυτὴν ἄγειν τὴν ὅλην αἰτίαν πολὺ δήπου κυριώτερόν ἐστι τοῦ ἐπί τι τῶν ἔξωθεν μεταφέρειν· δεύτερον δὲ εἰκότως ἂν εἴη τὸ ἀντέγκλημα· πάλιν γὰρ τὸ μεθιστάνειν τὴν αἰτίαν ἐπʼ αὐτὸν τὸν πεπονθότα τοῦ ἐπί τινα φέρειν ἄλλον μεῖζόν ἐστι καὶ προσεχέστερον τῇ ὑποθέσει· ὅτι δὲ ἡ μετάστασις κατὰ λόγον πρὸ τῆς συγγνώμης τέτακται, σαφές· ἡ μὲν γὰρ εἰς ὑπεύθυνον ἀναπέμπει τὴν αἰτίαν, ἡ δὲ εἰς ἀνεύθυνον καὶ κρίσιν οὐχ ὑφιστάμενον. τοσαῦτα περὶ τῆς τάξεως τῶν ἀντιθετικῶν, δήλη γὰρ ἐντεῦθεν ἥ τε φύσις ἑκάστης καὶ ἡ ἰδιότης γεγένηται.

γʹ. Πληθυντικῶς προήνεγκεν «αἱ ἀντιθετικαὶ,» πασῶν γὰρ μία καθέστηκε διαίρεσις· ἡ προβολὴ δὲ πρότασίς ἐστιν τοῦ ἐγκλήματος· μετρίαις δὲ ταῖς αὐξήσεσι προαχθήσεται τοῖς ἀπʼ ἀρχαῖς ἄχρι τέλους, φυλαττομένης τῆς οἰκείας αὐξήσεως· γίνεται δὲ ἡ αὔξησις τῇ προβολῇ ἐκ τῶν παρὰ τῆς στάσεως μορίων.

`7.548–7.549`

δʹ. Περὶ τοῦτο τὸ χωρίον πολλὰ διάφορα ἐναντιοῦνται τῷ τέλει. Ὁ μὲν γὰρ Ἁρποκρατίων ἀνταποφαίνεται πρὸς τὸ «ἔστιν ὅτε» λέγων ἀεὶ ἐμπίπτειν τὸ ὁρικόν· ἕτεροι δὲ ἀποροῦσιν, εἰ ὅλως οἷόν τε ὅρον ἐπὶ τῆς ἀντιθέσεως εὑρίσκεσθαι· οὗτοι μὲν οὖν τῷδε τῷ λόγῳ κέχρηνται· πᾶς ὅρος, φασὶν, ἢ ἐπὶ ἀτελέσι λαμβάνεται, ἢ ἐφʼ ᾧ μηδὲ προσδεχόμεθά τι ὅλως ἀδίκημα· οἷον εἰ καὶ τὸ καὶ τὸ ἔπραξα, τότε ἂν εὐθυνόμην· ἐπὶ δὲ τῆς ἀντιθέσεως, τελείου ὄντος καὶ ὁμολογουμένου τοῦ ἀδικήματος, πῶς ἂν δύναιτο, φασὶν, ὅρος παραλαμβάνεσθαι· φήσαιμεν δʼ ἂν πρὸς αὐτοὺς, ὅτι συμβαίνει ποτὲ κἀπὶ τῆς ἀντιθέσεως μὴ πάνυ περιφανὲς εἶναι τὸ ἀδίκημα, μηδʼ ἰσόρροπον τῇ ἐπαγομένῃ κρίσει· ἐφʼ οὗ ἠδύνατο ἂν δήπουθεν χώραν ἔχειν τὸ ὁρικὸν, εἰ καὶ μὴ τοσαύτην, ὅσην ἐπὶ τοῦ ὅρου καὶ τῆς ἀντιλήψεως· παράδειγμα δὲ τοῦ λεγομένου ὁ ῥήτωρ· ὅσον ὑπὸ τοῖς πολεμίοις γενόμενος, ἐγκώμιον αὐτῶν διεξελθὼν ἀφείθη, καὶ ἐπανελθὼν κρίνεται δημοσίᾳ· τὸ γὰρ ἀδίκημα ἐνταῦθα οὐ σφόδρα φανερόν· ὥστε εἰκότως ἂν παραληφθείη, πεφεισμένως μέντοι καὶ ὅσον ἐπιδραμεῖν· μεμαθήκαμεν οὖν ἐνταῦθα, οὐ μόνον ὅτι ὑφεστάναι δύναται τὸ κεφάλαιον, ἀλλὰ καὶ πότε μὲν ἐμπίπτει, πότε δὲ ἐξίσταται· ὅταν γὰρ μὴ σφόδρα ᾖ τὸ ἀδίκημα φανερὸν, ἐμπίπτει τὸ ὁρικόν· ὅταν δὲ τὸ ἀδίκημα ὑπάρχῃ περιφανέστατον, τότε ἐλλείπει· ὁ δὲ Ἁρποκρατίων, ὡς ἔφην, τῶν ἀεὶ ἐμπιπτόντων εἶναί φησι τὸ κεφάλαιον, καὶ πιστοῦται τὸν λόγον ἐκ μιᾶς τῶν ἀντιθετικῶν τῆς καλουμένης ἀντιστάσεως, ἐν ᾗ ὑπόκειταί τι πάντως· εἰσενεχθήσεται γὰρ τὸ ὁρικὸν ἐκ συλλογισμοῦ τοῦτον τὸν τρόπον, ὡς ἀδικῶν βλάπτει, ὁ δὲ βλάπτων οὐκ ὠφελεῖ, ἐγὼ δὲ ὠφέλησα, οὐκ ἄρα ἄδικος· εἰ οὖν, φησὶν, εὐεργέτημα δεῖ πάντως ὑπεῖναι, χώραν δὲ πολλὴν ἔχει ἐπὶ πάσης τοιαύτης παραστάσεως ὁ εἰρημένος συλλογισμὸς, κατάδηλον, ὡς καὶ τὸ ὁρικὸν ἀεὶ ἐμπεσεῖται· λέληθε δὲ οὗτος ἑαυτὸν τῆς ἀντιθέσεως ἓν μόνον παραλαβὼν εἶδος· τὰ δὲ ἄλλα χαίρειν ἐάσας, εὐεργέτημα γὰρ ἐπὶ μόνης τῆς ἀντιστάσεως ὕπεστιν, οὐ μὴν οὐδὲ ἐν τῇ ἀντιστάσει τῶν ἀεὶ ἐμπιπτόντων τὸ ὁρικὸν δύναται· ὅτι γὰρ μεῖζον πολὺ τὸ ἀδίκημα τοῦ εὐεργετήματος, τό τε ἀναγκαίως ἐλλείπει τὸ ὁρικόν· τοσοῦτον οὖν ἔδει φάναι τὸν Ἁρποκρατίωνα, ὡς τὸ ὁρικὸν, εἰ ἐμπίπτει, ἐν ἀντιστάσει κατὰ τὸ ἀδίκημα καὶ τὸ εὐεργέτημα λαμβάνεται διοριζόμενον, τί μέν ἐστιν ἀδικεῖν, τί δὲ εὐεργετεῖν, καὶ ταῦτα μὲν ὅσον διαλῦσαι τὰ ἠπορημένα· τὴν δὲ ἁρμόζουσαν τῶν κεφαλαίων τεχνολογίαν ἀποδώσομεν ἐν τῷ προσήκοντι τόπῳ γενόμενοι.

εʹ. Ὅρῳ λέγει παραγραφικῷ· σπανίως δὲ ἐνταῦθα ἐμπίπτει, ἐπειδὴ δῆλόν ἐστι τὸ πεπραγμένον, ὡς εἰπεῖν γὰρ ἐν τοῖς ἀμφιβόλοις ἐμπίπτει.

ϛʹ. Τὰ ἑπόμενα τῷ ὅρῳ συλλογισμός ἐστιν, ὃς ἐναντίος ἐστὶ τῷ ὅρῳ, γνώμη νομοθέτου, εἰ ῥητὸν ἐμπίπτει, πηλικότης, πρός τι· τοῖς ἑπομένοις δὲ εἶπε τῷ ὅρῳ, μέχρι γὰρ τούτου ἐν παραγραφικοῦ μοίρᾳ τετάξεται τὰ κεφάλαια.

ζʹ. Διάνοιαν ἐνταῦθα λέγει τοῦ φεύγοντος, ὅτι μὴ μόνον σκόπει τὸ γεγενημένον, ἀλλὰ καὶ ποίᾳ διανοίᾳ πεποίηκα.

ηʹ. Οἷον ἀλλὰ ἐπὶ συμφέροντι πεποίηκα, ἢ ὅτι ἄξιος ἦν παθεῖν, ἢ ὅτι οὐκ ἐγὼ, ἀλλʼ ὁ πρύτανις, ἢ ὅτι φόβῳ ἡττήθην.

`7.550`

θʹ. Συγκριτικὴν ἔχει δύναμιν τοῦτο· καὶ ὁ μὲν κρινόμενος λέξει, μεῖζον εἶναι τὸ εὐεργέτημα τοῦ ἀδικήματος, ὁ δὲ κατήγορος τὸ ἐναντίον, ὅτι μεῖζον τὸ ἀδίκημα τοῦ εὐεργετήματος· δεύτερον δὲ τὸ πρός τι παραλαμβάνεται, ἀνωτέρω μὲν πρὸς τὸν ὅρον παραλαμβανόμενον πρὸς λύσιν αὐτοῦ· ἐνταῦθα δὲ ἀμφοτέρων ἐστὶ τὸ κεφάλαιον· ὁ μὲν γὰρ τὴν βλάβην μείζονα δεικνύει, ὁ δὲ τὴν εὐεργεσίαν, ὅταν ἀντιστατικὸν ᾖ τὸ ζήτημα, ἂν δὲ ἀντεγκληματικὸν, ὁ μὲν τὴν τιμωρίαν τοῦ ἀδικήματος, ὁ δὲ τὸ ἁμάρτημα ὑπερβαίνειν φήσει, καὶ ἐπὶ τῶν λοιπῶν ὁμοίως.

ιʹ. Καὶ τοῦτο κοινὸν ἀμφοῖν· τὸ κεφάλαιον δὲ τοῦτο ἀεὶ τῷ πρός τι ἀκολουθεῖ· καὶ ἐμπίπτοντος μὲν τοῦ πρός τι τοῦ δευτέρου, ἐμπίπτει καὶ αὐτό· ἐκλείποντος δὲ συνεκλείπει· ἐκλείπει δὲ τὸ πρός τι, ἐφʼ ὧν οὐκ ἔστιν εὐεργεσία τὸ πραχθέν· βίαιος δὲ ὅρος εἴρηται, ὅτι ἐν τούτῳ ἑκάτερος τῶν ἀγωνιζομένων βιάζεται, ὁ μὲν δεῖξαι, ὅτι οὐδόλως βλάβη τὸ γεγονὸς, ὁ δὲ, ὅτι οὐδόλως ὠφέλειά τις συνέβη.

ιαʹ. Ἡ θέσις ἀκολουθεῖ πρὸς τὴν μετάληψιν, λέγοντος τοῦ φεύγοντος, ὅτι δεῖ τὸν στρατηγὸν ἢ τὸν ὁντιναδήποτε ᾧ δύναται τρόπῳ τὴν εὐεργεσίαν ἐπιδείκνυσθαι.

ιβʹ. Τοῦ φεύγοντος τῇ θέσει χρωμένου ὁ κατήγορος τῇ δευτέρᾳ χρήσεται μεταλήψει, τὸν τρόπον τῆς πράξεως αἰτιώμενος· ἐν μὲν γὰρ τῇ πρώτῃ τὴν πρᾶξιν μέμφεται· ἐπὶ δὲ τῇ δευτέρᾳ τὸν τρόπον τῆς πράξεως· οὐδὲ τοῦτο ἀεὶ ἐμπίπτει, ἀλλʼ ἐπὶ μὲν τῶν δημοσίων ἐμπίπτει, ἐπὶ δὲ τῶν ἰδιωτικῶν οὔ.

ιγʹ. Ταῦτα τὰ κεφάλαια ἔχεται ἀλλήλων· ἀλλὰ πῶς ἀντίληψις ἐν ἀντιθετικαῖς ἐμπεσεῖν δύναται; πῶς γὰρ ἐρεῖ ὁ ὑπεύθυνος, ὅτι ἐξῆν μοι, ἀλλὰ τότε ἐμπίπτει, ὅτε τὸ πρόσωπον τὴν ἐξουσίαν αὐχεῖ· οὐ γὰρ ἀπὸ τοῦ πράγματος γίνεται, ἀλλʼ ἀπὸ τοῦ προσώπου· οἷον ὅτι ἐξῆν μοι πατέρι ὄντι πράττειν ὃ βούλομαι καὶ στρατηγῷ τὸ τεῖχος καθελεῖν.

ιδʹ. Ἐκ τῶν πολλῶν ταῦτα πρόδηλα.

`7.551`

ιεʹ. Ἡ προβολὴ ἀφήγησίς ἐστι ψιλὴ τῶν πραγμάτων, διήγησιν ἔχουσα τῶν πεπραγμένων μετὰ μετρίας αὐξήσεως· τὴν γὰρ τελείαν αὔξησιν τοῖς οἰκείοις φυλάξομεν κεφαλαίοις· μετὰ δὲ τὴν διήγησιν χρησόμεθα τῇ προβολῇ ἐν προτάσεσιν· ἀπὸ τῶν συμβεβηκότων δὲ εἶπε, τουτέστιν ἅπερ ἔχει ἡ ὕλη τοῦ πλάσματος· τίς δὲ ἡ προβολὴ, σκοπήσωμεν ἐπὶ ἀντιστάσεως· ὡς ἐπὶ τοῦ σκάψαντος στρατηγοῦ τὸ τεῖχος· ἡ προβολή· μέγα ἠδίκησας κατασκάψας τὸ τεῖχος, ἐπὶ ἀντεγκλήματος δὲ, ὡς ἐπὶ τοῦ πορνεύοντα τὸν υἱὸν ἀποκτείναντος ἀριστέως· ἡ προβολή· τὸ μέγιστόν σοι πέπρακται τῶν ἀνηκέστων κακῶν· αὐτόχειρ ἐγένου καὶ ταῦτα τοῦ παιδὸς οὐδὲ τῆς φύσεως φεισάμενος· ἐπὶ μεταστάσεως δὲ, ὡς ἐπὶ τοῦ πρεσβευτοῦ, ἠδίκησας τὴν πόλιν τὸν νόμον παραβὰς, καὶ παρασχὼν καιρὸν τοῖς πολεμίοις καθʼ ἡμῶν τῷ μὴ πρεσβεῦσαι περὶ ὧν ἠπειγόμεθα· συγγνώμης δὲ, ὡς ἐπὶ τοῦ αἰχμαλώτου γενομένου ῥήτορος καὶ ἀναγκασθέντος ἐπιτάφιον εἰπεῖν τῶν τεθνηκότων πολεμίων· δεινά σοι τετόλμηται τοὺς ἡμετέρους ἐχθροὺς ἐπαινέσαντι καὶ κολακεύσαντι τοὺς πολεμίους τοὺς ὅλῃ τῇ πόλει δυσμενεῖς.

ιϛʹ. Ἡ προβολὴ, φησὶν, ἐν τῷ ὅρῳ καὶ ἀντιλήψει προτεχνολογηθεῖσα νῦν ἐστι φανερὰ, λαμβάνεται γὰρ, φησὶν, ἀπὸ τῶν συμβεβηκότων, τουτέστιν ἐκ τῆς ἐν τῷ πράγματι περιστάσεως, καὶ ὅτι πᾶσα προβολὴ διηγηματική ἐστι, μετρίαν τινὰ λαμβάνουσα ἐκ τῶν περιστατικῶν αὔξησιν, ὃ δῆλον ἤδη πολλάκις γεγένηται· τὴν δὲ προβολὴν ταύτην, φημὶ τὴν ἐν ταῖς ἀντιθετικαῖς ὁ Μητροφάνης βούλεται τὸ παράπαν μὴ εἶναι αὐξητικήν· ἀλλʼ ὥσπερ σύντομον διήγησιν καὶ συγκεφαλαίωσιν καθεστάναι τοῦ ἀδικήματος, τὴν δὲ αὔξησιν τοῖς ἀπʼ ἀρχῆς ἄχρι τέλους ἀποδίδωσι· διαφέρει οὖν τῶν ἄλλων προβολῶν, καθὸ μηδὲ ὅλως αὕτη ἐστὶν αὐξητικὴ, ἐκείνων εἰ καὶ πεφεισμένων, ἀλλʼ οὖν αὐξητικῶν οὐσῶν.

`7.552`

Πάλιν διάνοια. γρ. τῷ δὲ ὁρικῷ, ὁμοίως δὲ γράφει καὶ ἐν τοῖς ἐφεξῆς δυσίν. Αὕτη κοινή ἐστιν ἀμφοτέρων· τοῦ μὲν φεύγοντος ἐπαινοῦντος τὴν διάνοιαν, ἐφʼ οἷς ἐποίησε, τοῦ δὲ κατηγόρου κακύνοντος. Τοῦ κατηγόρου αὕτη· ὅταν γὰρ ὁ φεύγων ἐπαινέσῃ τὸ γεγενημένον, ὡς χρηστὸς ἢ ὡς ἀξίου συγγνώμης ἢ ὡς ἀξίου παθεῖν τοῦ πεπονθότος, ἢ ὡς οὐχὶ αὐτὸς ποιήσας τῇ μεταλήψει χρήσεται ὁ διώκων, ἐπὶ τῆς ἀντιστάσεως μὲν ἄλλως ἐχρῆν ἀνενεγκεῖν τῷ δήμῳ, μὴ αὐτεξουσίως πρᾶξαι· ἐπὶ ἀντεγκλήματος δὲ, ὅτι σωφρονίζειν ἔδει, τύπτειν, ὑβρίζειν· ἐπὶ τῆς μεταστάσεως διαμαρτύρασθαι, ἐλέγχειν· ἐπὶ δὲ συγγνώμης καταψεύσασθαι, ἢ ἄλλο τι ποιῆσαι ἐχρῆν.

`7.553`

ιζʹ. Μετὰ τὴν προβολὴν, ἥ τις τοῦ κατηγόρου ἐστὶν, ἀεὶ ὁ φεύγων τῷ ὅρῳ κέχρηται λέγων, οὐ τοῦτο δημόσιόν ἐστιν ἀδίκημα· οὐκ ἀεὶ δὲ ἐμπίπτει· τότε γὰρ ὅρῳ χρώμεθα, ὅταν ἢ ἀτελοῦς ὄντος τοῦ πεπραγμένου τὴν ἰδιότητα ζητῶμεν· ἢ τελείου ὄντος τῷ ἀνευθύνῳ ἰσχυριζώμεθα, καὶ λέγωμεν ἐφʼ ἑτέροις εἶναι τὰς τοιαύτας γραφάς· ἔνθα δὲ τέλειον καὶ ὑπεύθυνον, τίνα χώραν ἔχει ὁ ὅρος· ἀλλʼ ἂν μὲν ἰδιωτικὸν ᾖ τὸ πεπραγμένον, οὐκ ἐμπίπτει, δημοσίου δὲ ὄντος ἐμπίπτει· καὶ ἐπὶ τούτων οὐ πάντων, ἀλλʼ ὅτε οὐ σφόδρα λυμαίνεται τῇ πόλει τὸ ἀδίκημα, ὡς ἐπὶ τοῦ ῥήτορος ἐπιτάφιον εἰπόντος τῶν πολεμίων· ἐνταῦθα δὲ ὅρῳ χρήσασθαι δύναται· λέξει γὰρ, ἐπʼ ἄλλοις αἱ δημόσιαι γραφαὶ, ὅταν τείχη τις καθέλῃ, ὅταν συμμάχους προδῷ. Μητροφάνης δέ φησιν, ὅτι ὅταν ἐκλείπῃ ὁ ὅρος μὴ ἔχει περίστασιν τὸ κεφάλαιον· τότε παραγραφικῶς αὐτῷ χρησόμεθα, καὶ παραληψόμεθα καινότερόν τι εἶδος παραγραφικοῦ ἐν τῇ ἀντιστάσει λέγοντες, ὅτι οὐ δεῖ ἐφʼ οἷς εὐεργετήσας φαίνομαι κρίνεσθαι· ἰστέον δὲ, ὅτι ὅτε ἐκλείπει, ἀπὸ τοῦ φεύγοντος μὲν ἐκλείπει, εἰσάγεται δὲ ἀπὸ τοῦ κατηγόρου· διὸ καί τινες τῶν τεχνικῶν εἶπον, μηδὲ ἐκλείπειν αὐτὸ παντελῶς τῷ ἐκ τοῦ κατηγόρου εἰσάγεσθαι· ἀλλὰ πῶς εἰσάγεται, μάθωμεν, ἐπὶ ἀντιστάσεως μὲν, ὡς ἐπὶ τοῦ κατασκάψαντος τὸ τεῖχος στρατηγοῦ ἐρεῖ ὁ κατήγορος, ὅτι τοῖς μὲν ἄλλοις, ὅσοι δήποτε ἠδίκησαν, ἔξεστιν εἰπεῖν, ὡς οὐ δημόσιον ἀδίκημα τὸ γεγονὸς, τοῦτο δὲ ὡμολόγηται ὅτι δημόσιον· ἡ γὰρ βλάβη τοῦ τείχους τῆς πόλεώς ἐστι κοινή· καὶ ἐπὶ μεταστάσεως ἐπὶ τοῦ πρεσβευτοῦ· ὅτι οἱ μὲν ἄλλοι δύνανται λέγειν, ὡς οὐ δημόσιον τὸ ἀδίκημα· ἐν τούτῳ δὲ, ὅτι πρεσβευτὴς δημόσιον πρόσωπον· ἥ τε χρεία δημοσία, διʼ ἣν ἐξῄει· καὶ ἐπὶ ἀντεγκλήματος· οἷον συνεχῶς ἀφισταμένην πόλιν ἐπέμφθη χειρωσόμενος ὁ στρατηγός· ἑλὼν κατέσκαψε καὶ δημοσίων φεύγει· ὁ τοίνυν ὅρος, οὐ δύνῃ λέγειν, ὡς οὐ δημόσιον τὸ γεγονός· πόλις γὰρ ἡ παθοῦσα, καὶ κοινῇ πᾶσαν ἔβλαψας τὴν πέμψασάν σε πόλιν· ἀπεστέρησας γὰρ αὐτὴν συμμαχίδος καὶ ὑπηκόου πόλεως καὶ εἰς τὸ χεῖρον ἡμῖν τὸ πρᾶγμα περιέστησας· ὥστε μηδὲ κεκτῆσθαι τοῦ λοιποῦ· καὶ ἐπὶ συγγνώμης, οἷον, μήτηρ ἀριστέως πεσόντος ἐν τῇ μάχῃ τοῦ υἱοῦ ἐξῆλθε χοὰς ἐποίσουσα τῷ ἀριστεῖ, συνελήφθη, καὶ βασανισθεῖσα τὰ ἀπόρρητα ἐξεῖπεν· ἀνέζευξαν οἱ πολέμιοι καὶ δημοσίων φεύγει. ὁ ὅρος· οὐκ ἐξόν σοι λέγειν, ὅτι δημόσια ἠδίκησας· προδέδωκας γὰρ ὅσον ἐπί σοι τὴν πόλιν προδοῦσα τὰ ἀπόρρητα· εἰ δὲ ἀνέζευξαν οἱ πολέμιοι, τῆς τύχης τὸ ἔργον· οὕτως ἀπὸ τοῦ κατηγόρου· ἀπὸ γὰρ τοῦ φεύγοντος, ἀπὸ τῶν τοιούτων παντάπασιν ἐκλείπει.

`7.554–7.555`

ιηʹ. Πῶς μὲν ὑφεστάναι ὅρος ἐν ἀντιθέσει δύναται, καὶ πότε ἐμπίπτει, μικρὸν ἀνωτέρω δεδήλωται· νῦν δὲ ἐπειδή φησιν ὁμοίως εἶναι τὴν χρῆσιν τοῦ ὁρικοῦ, ἐπί τε τῆς ἀντιλήψεως καὶ τῆς ἀντιθέσεως, ἀναγκαῖον ζητῆσαι, περὶ ποίου φησὶν ὁρικοῦ· δύο γὰρ ἐν τῇ ἀντιλήψει παρελάβομεν, ἓν ἀπὸ τοῦ πράγματος, καὶ ἕτερον ἀπὸ τοῦ προσώπου. ἐνταῦθα τοίνυν τοῦ ὁρικοῦ τοῦ ἀπὸ τοῦ πράγματος λέγει· τὸ γὰρ ἀπὸ προσώπου ἐν ἀντιθέσει οὐδέποτε χώραν ἔχει. ὁ δὲ Μητροφάνης φησὶ, μετὰ τὸ ὁρικὸν τοῦτο ἁρμόζειν, καὶ τὸ παραγραφικὸν ὁ αὐτὸς προσεπενόησεν, ὡς ἐν τῷ στοχασμῷ· τοῦτο δὲ οὐκ ἐπὶ πάσης ἀντιθετικῆς ἀλλʼ ἐπὶ μόνης τῆς ἀντιστάσεως, ἐν ᾗ καὶ πάντως τι ὑπόκειται εὐεργέτημα· τὸ γὰρ πέμπτον παραγραφικὸν γίνεται, ὡς ἔφαμεν, ἐν τῷ στοχασμῷ, ὅταν ἐφʼ οἷς δέον τιμᾶσθαι, ἐπὶ τούτοις μηδὲ κρίνεσθαι λέγωμεν. χρησόμεθα οὖν αὐτῷ, φησὶν, ἐν τῇ ἀντιστάσει εὐκαίρως, ὅτι τὸν εὐεργετήσαντα τὴν πόλιν, καὶ ᾧ διὰ τοῦτο πολλὰς ἐχρῆν ὀφείλεσθαι τιμὰς, οὐ δίκαιον ὡς τὰ κοινὰ λυμαινόμενον κρίνεσθαι· φήσαιμεν δʼ ἂν, παντάπασιν ἀνάρμοστον εἶναι τὸ παραγραφικὸν καθάπαξ ἐπὶ πάσης ἀντιθετικῆς· ἐν μὲν τῷ στοχασμῷ παραλαμβάνεσθαι δύναται τὸ ἀφανὲς εἶναι τὸ κρινόμενον· μὴ γὰρ ὄντος φανεροῦ τοῦ ἀδικήματος οὐκ ἂν δοκοίη βίαιον εἶναι τὸ παραγραφικόν· ἐν δὲ τῇ ἀντιθέσει, καὶ καταφανοῦς καὶ ὁμολογουμένου τοῦ ἀδικήματος ὄντος, παντελῶς ἀπίθανον καὶ οὐ ῥητορικὸν φανεῖται τοῖς φανεροῖς καὶ ὁμολογουμένοις ἐναντιούμενον· τί οὖν, ἐρεῖ τις, τὸ ὁρικὸν οὐ καὶ αὐτὸ καθέστηκε παραγραφικὸν, ὡς ἐν ἀντιλήψει δεδήλωται· πρὸς ὃν ῥητέον, ὅτι τὸ ὁρικὸν οὐχ ἁπλῶς παραγραφικόν· καὶ τοῦτο παραλαμβάνεσθαι δύναται, τῷ συσκιάζεσθαί πως αὐτὸ διὰ τοῦ ὁρισμοῦ καὶ οὐ καθαρὸν εἶναι παραγραφικόν· ἔφαμεν δὲ, ὡς καὶ αὐτῷ μετρίως χρησόμεθα, καὶ ὅσον ἐπιδραμεῖν. Λείπεται περὶ τῆς τάξεως τοῦ κεφαλαίου διαλαβεῖν· ἐν μὲν τῇ ἀντιλήψει διαφόρως παραλαμβάνεται· ὑπὸ μὲν τοῦ διώκοντος περὶ τὴν ἀντίληψιν· πρὸ δὲ τῆς ἀντιλήψεως ὑπὸ τοῦ φεύγοντος· ἐν δὲ τῇ ἀντιθέσει ὑπʼ ἀμφοῖν ὁμοίως τάττεται· ἡ δὲ αἰτία, καθʼ ἣν ἐν ἀντιλήψει παρὰ μὲν τῷ κατηγόρῳ τὸ ἀντιληπτικὸν τοῦ ὁρικοῦ προτάττεται, παρὰ δὲ τοῦ φεύγοντος μετατάττεται, περιφανὴς ἐν τῷ ἁρμόττοντι τόπῳ γεγένηται· τοῦ γὰρ ἀντιληπτικοῦ τυραννικοῦ καθεστάναι δοκοῦντος, ὁ μὲν διώκων εὐθὺς ἐν ἀρχῇ τῶν ἀγώνων διαβάλλειν βουλόμενος τὴν ἀπολογίαν κέχρηται αὐτῷ πρώτῳ· ὁ δὲ φεύγων ἐκ τοῦ ἐναντίου τὸ τυραννικὸν ἐκτρεπόμενος ἀφʼ ἑτέρων ἄρχεται κεφαλαίων.

ιθʹ. Ἀκριβῶς προσέθηκε τὸ καθάπερ ἐν ἀντιλήψει χρηστέον τῷ ὅρῳ. ἀντιδιαστέλλει γὰρ αὐτὸ πρὸς τὴν ἐν ὅρῳ χρῆσιν· ἐν μὲν γὰρ τῷ ὅρῳ περὶ ἰδιότητος οὔσης τῆς ζητήσεως, συνεκτικώτατον τὸ κεφάλαιόν ἐστιν· ἐν δὲ τῇ ἀντιλήψει, ἅτε τελείου ὄντος τοῦ πεπραγμένου παραγραφικοῦ χώραν ἔχει· αὕτη οὖν ἁρμόττει ἡ χρῆσις κἂν ταῖς ἀντιστατικαῖς.

`7.556`

κʹ. Μετὰ τὴν πηλικότητα καὶ τὸ πρός τι τὰ ἀπʼ ἀρχῆς ἄχρι τέλους· αὔξων γὰρ ὁ κατήγορος τὸ πραχθὲν δηλονότι θήσει αὐτό· καὶ τοῖς παρακολουθοῦσι τούτοις τόποις χρήσεται τοῖς περιστατικοῖς καλουμένοις. εἰ δὲ μὴ ἐμπίπτει τὸ ὁρικὸν, εὐθέως μετὰ τὴν προβολὴν συνάψομεν τὰ ἀπʼ ἀρχῆς ἄχρι τέλους, ἐν μὲν τῇ προβολῇ ὥσπερ προτάσεις τιθέντες, ἐνταῦθα δὲ τὰς κατασκευὰς συνάπτοντες οὐ διηγηματικῶς ἀλλʼ εἰς ἕκαστον ἐπιχειροῦντες· ἀμέλει ἐν τῷ ἀριστεῖ τῷ πορνεύοντι τὸν υἱὸν ἀποκτείναντι, τὸ ὁρικὸν οὐκ ἐμπέπτωκεν. ὡς ἐπὶ τὸ πλεῖστον γὰρ ἐκεῖ ἐμπίπτει, ὅπου δημοσίων φεύγει τις, ὁ δʼ ἀριστεὺς φόνου φεύγει, οὐ δημοσίων· μετὰ τὴν προβολὴν οὖν τὰ ἀπʼ ἀρχῆς ἄχρι τέλους κατασκευάσεις, αὔξων λοιπὸν καὶ ἐξαίρων τὸ ἔγκλημα μετὰ κατασκευῆς καὶ πίστεως, οὐχ ὡς ἐν τῇ προβολῇ ἐν διηγήσεως καὶ προτάσεως τάξει, τὰ δὲ ἀπʼ ἀρχῆς ἄχρι τέλους ἐνταῦθα οὐχ ὡς ἐν στοχασμῷ τὰ σημεῖα τοῦ ἐγκλήματός εἰσιν, ἀλλʼ αὐτὸ τὸ ἔγκλημα.

καʹ. Ὁ Μητροφάνης, καθὰ ἔφην ἐν τοῖς ἔμπροσθεν, τὴν προβολὴν οὐ βούλεται ἐν ταῖς ἀντιθετικαῖς αὐξητικὴν εἶναι, ἀλλὰ ψιλὴν τοῦ ἀδικήματος μνήμην, τοῖς γὰρ ἀπʼ ἀρχῆς ἄχρι τέλους τὴν αὔξησιν ἐπὶ τῶν ἀντιθετικῶν ἀποδίδωσιν. ὁ μέν τοι Ἑρμογένης οὐχ οὕτως, ἀλλὰ πανταχοῦ κατακολουθῶν ἑαυτῷ τὴν μὲν προβολὴν αὐξητικὴν εἶναι βούλεται, τὰ δὲ ἀπʼ ἀρχῆς ἄχρι τέλους ἀποδεικτικά. ὅταν γὰρ λέγῃ τὰ ἀπʼ ἀχῆς ἄχρι τέλους ταὐτὰ εἶναι τῇ προβολῇ, σαφὲς ὅτι κατὰ τὴν ὕλην, ἀλλʼ οὐ κατὰ τὴν διαχείρησιν τῶν κεφαλαίων, οἶδε τὴν ταυτότητα· μία μὲν γὰρ αὐτῶν ἡ ὕλη, φημὶ τὰ περιστατικά· διάφορον δὲ ἡ χρῆσις. τὰ μὲν γὰρ ἀποδεικτικῶς, ἡ δὲ προβολὴ αὐξητικῶς πρόεισι· μετὰ τὴν αὔξησιν τοίνυν τὴν ἀπʼ ἀρχῆς ἄχρι τέλους ἔφη παραλαμβάνεσθαι· τουτέστι μετὰ τὴν προβολήν· οὐ γὰρ τῶν ἀεὶ ἐμπιπτόντων ὁ ὅρος. ὥστε ἐξ ἀνάγκης ἕπεται τὰ ἀπʼ ἀρχῆς ἄχρι τέλους τῇ προβολῇ.

`7.557`

κβʹ. Τοῦ κατηγόρου τῇ προβολῇ χρησαμένου καὶ διὰ τῶν ἀπʼ ἀρχῆς ἄχρι τέλους αὐξήσαντος τὸ ἔγκλημα, ὁ φεύγων, φησὶν, ἀντιθήσει τὴν διάνοιαν, τὰ ἀπʼ ἀρχῆς ἄχρι τέλους τῇ διανοίᾳ λύων· τίς δὲ ἡ τῆς διανοίας ἐργασία, ὁ τεχνικὸς δεδήλωκε, τὸ παράδειγμα παραθεὶς ἀντεγκλήματος ἐπὶ τοῦ πορνεύοντα τὸν υἱὸν ἀποκτείναντος ἀριστέως καὶ φόνου κρινομένου· πρῶτον μὲν γὰρ ἀξιώσει, φησὶ, μὴ τὸ πεπραγμένον ψιλῶς ἐξετάζειν, ἀλλὰ μεθʼ ἧς πέπραχε γνώμης, ἔπειτα δὲ λύσει τὰς αἰτίας, ἃς εἰκότως ἂν ὑποπτεύσειεν, ὅτι οὐ δύσνους ὢν τῷ παιδὶ τοῦτο πεποίηκεν, οὐδʼ ἀπαιδίᾳ συνέχεσθαι σπουδάζων ἐπὶ πέρας ἤγαγε τὸ βούλημα, οὐ μὴν οὐδὲ ἄλλως ἐπεβούλευον τῷ παιδί, ἀνόνητον γάρ· οὕτω δὲ καὶ ἐπὶ ἀντιστάσεως, ὡς ἐπὶ τοῦ σκάψαντος στρατηγοῦ τὸ τεῖχος· εἰ μὲν γὰρ καθʼ ἑαυτὸ τὸ πραχθὲν ἐξετάζειν τις βούλοιτο, οἷον τὸ διελεῖν τὸ τεῖχος δεινὸν, καιρὸν ἂν τοῦ διαβάλλειν ἔχοι· εἰ δὲ τὴν γνώμην, μεθʼ ἧς, καὶ τὴν αἰτίαν, διʼ ἣν, σκοπήσειέν τις ἂν, εὕροι μείζω ταύτης εὐεργεσίαν.

`7.558–7.559`

κγʹ. Τοῖς ἀπʼ ἀρχῆς ἄχρι τέλους, φησὶν, ἀντιτάξει τὴν διάνοιαν· τοῦτο γὰρ ἡμῖν καθολικὸν ἔστω παράγγελμα· ὡς τῶν πραγμάτων τά τε ὑφʼ ἡμῶν κακῶς πεπρᾶχθαι δοκοῦντα διὰ τῆς γνώμης χρὴ συνιστάναι, τά τε ἔνδοξα τῶν ἐναντίων τῇ γνώμῃ διαβάλλειν. τοῦ διώκοντος τοίνυν διὰ τῆς προβολῆς καὶ διὰ τῶν ἀπʼ ἀρχῆς ἄχρι τέλους ἀκμάσαντος τῇ κατηγορίᾳ, χρήσεται ὁ φεύγων ἀναγκαίως τῇ διανοίᾳ, κελεύων μὴ τὸ γεγονὸς μόνον ἐξετάζειν, ἀλλὰ καὶ μεθʼ ἧς γνώμης ἐπράχθη, παραληπτέον δὲ τὴν διάνοιαν κατὰ τρόπους ὀκτὼ, περὶ ὧν αὐτίκα εἰρήσεται· παράδειγμα ὁ στρατηγὸς ὁ τὸν λιμένα χώσας καὶ νενικηκὼς τὴν ναυμαχίαν, τῶν στρατιωτῶν οὐ δυναμένων καταφεύγειν εἰς αὐτόν· πρῶτον μὲν γὰρ διηγηματικῶς τὴν γνώμην ἐκθήσεται· οἷον ὅτι βουλευομένῳ μοι, τίνα τρόπον τῶν πολεμίων ἐπικρατήσαιμεν, τουτὶ μόνον ἀξιόχρεων ἐφαίνετο πρὸς νίκην στρατήγημα· δεύτερον δὲ τοὺς δικαστὰς ἐπὶ τὴν διάνοιαν προάξεται· μετὰ τὴν ἔκθεσιν τῆς γνώμης, ὅτι καὶ ὑμᾶς οὖν ἄξιον ἐνθυμηθῆναι τὰ τηνικαῦτα παρεστῶτα, καὶ ἰδεῖν ὡς οὐκ ἐνῆν ἄλλως νικᾷν· τρίτον ἐπὶ τούτοις ἀνελεῖν δεῖ τὰς αἰτίας, οἷον ὅτι οὐ καταπροδοῦναι βουλόμενος τὰ κοινὰ, οὐδὲ τοῖς ἐναντίοις χαριζόμενος, ταῦτα ἔδρων· τέταρτον πιστώσασθαι προσήκει τὴν ὅλην διάνοιαν· ἡ δὲ πίστις ἀπὸ τῆς κατὰ πρόσωπον λαμβάνεται ποιότητος· οἷον ὅτι καὶ γὰρ ἀναγκαίως εἶχέ μοι διὰ πάντων τὸ κοινῇ συμφέρον ἑλέσθαι στρατηγῷ τε ὄντι καὶ τὰ περὶ τῆς πόλεως πεπιστευμένῳ· ἔτι δὲ πέμπτος τρόπος, ὁ ἀπὸ τῆς κρίσεως τῶν δικαζόντων, ὅτι καὶ ὑμεῖς οὐκ ἄλλην περὶ ἐμοῦ γνώμην ἔχοντες, ἀλλʼ εὔνουν με παρὰ τὴν πόλιν ἐπιστάμενοι στρατηγὸν ἐχειροτονήσατε· ἔκτος ἀπὸ τῶν παραδειγμάτων, εἰ ἔχοι διεξιέναι τινὰ αὐτοῦ περὶ τὴν πόλιν ἀνδραγαθήματα· οἷον ὅτι καὶ γὰρ τὸν ἔμπροσθεν χρόνον ἅπαντα εὔνους ὢν ὑμῖν διετέλεσα, χρήματα εἰσφέρων καὶ προκινδυνεύων ὑπὲρ τῆς πόλεως· ἕβδομος ὁ ἐκ τοῦ ἐναντίου, ἐν ᾧ κατὰ πιθανὴν ἀπολογίαν ἐπιχειρήσει· οἷον ὅτι καὶ μὴν εἰ προΐεσθαι τὰ κοινὰ ἐβουλόμην καὶ λυμήνασθαι τὴν πόλιν, ἑτέρως ἂν ἐπεβούλευον, λανθάνειν πειρώμενος, καὶ οὐχ οὕτω περιφανῶς τὸν λιμένα κατεχώννυον, πᾶσιν ἐμαυτὸν ἐπίδηλον καθιστάς· εἶτα καὶ ἐπιπλέκειν δεῖ παραδείγματα, καθʼ οὓς ἕτεροι τρόπους τὴν πόλιν ἠδίκησαν. χρηστέον δὲ οὐ μόνον οἰκείοις, ἀλλὰ καὶ ξενικοῖς παραδείγμασιν· οἷον ὅτι καθάπερ ὅδε καὶ ὅδε τυχὸν βουλεύσασθαι βουληθέντες τῇ πόλει λεληθότως προὔδωκαν, οὕτως ἂν κἀγὼ κεκρυμμένως ἐνεχείρουν τῇ καθʼ ἡμῶν βλάβῃ· εἰ δέ τις ζητοίη, πῶς οὐκ ἐνταῦθα ὄγδοον τρόπον, τὸν ἀπὸ τῶν παραδειγμάτων τούτων λαμβάνομεν, ὥσπερ ὁ ἕκτος ἡμῖν τρόπος τὰ ἐξ ἡμῶν αὐτῶν ἐγένετο παραδείγματα, ῥητέον, ὡς ἐκεῖνα μὲν κεχωρισμένα τοῦ πρὸ αὐτῶν τρόπου, ἰδίας εἴληχε τάξεως· ἡ γὰρ τῶν δικαστῶν κρίσις ἄλλο τι παρέστησε παρὰ τὰ κατωρθωμένα ἡμῖν. ταῦτα δὲ τῷ ἀπὸ τοῦ ἐναντίου προσώπῳ εἰκότως ἐπισυμπλέκεται· εἴ γε καὶ τὸ ἐναντίον, ἀφʼ ὧν οὐκ ἐπράξαμεν, λαμβάνεται· καὶ τὰ παραδείγματα δὲ ὁμοίως, ἀφʼ ὧν οὐχ ἡμεῖς, ἀλλʼ ἕτεροι πεποιήκασιν· ἐπὶ γὰρ τῶν ἄλλων, ὡς ἔφην, παραδειγμάτων οὐχ οὕτως, εἴπερ ἕτερόν τι ἡ κρίσις τῶν δικαστῶν, καὶ ἕτερα τὰ ὑφʼ ἡμῶν πεπραγμένα, ὄγδοος τοίνυν τρόπος ὁ κατὰ τὸ ἀναγκαῖον, ὅτι οὐδʼ ἐνῆν ἄλλως διαβοηθῆσαι τοῖς πράγμασιν, ἀλλʼ ἔδει παντὶ τρόπῳ τὸν λιμένα χωσθῆναι· τοσαῦτα περὶ τῆς διανοίας τοῦ φεύγοντος.

κδʹ. Οὐκ ἀποχρήσει, φησὶ, τῷ φεύγοντι πρὸς ἀπολογίαν τὰς ὑποπτευομένας αἰτίας ἐκβάλλειν, ἀλλʼ ἀνάγκη καὶ τὴν ἀληθῆ αἰτίαν, διʼ ἣν πέπρακται τὸ πεπραγμένον, προστιθέναι· οἷον εἰ λέγοι, οὐ διὰ τόδε πεφόνευκα, ἀλλὰ διὰ τόδε. διόπερ ἀληθῶς πεφόνευκε καὶ ὁ στρατηγός· ὅτι οὐ διὰ προδοσίαν ἢ ἐπιβουλὴν οὐδὲ τὸ βούλεσθαι χαρίζεσθαι τὸ τεῖχος τοῖς πολεμίοις διέκοψα, ἀλλʼ εὐνοία τῇ πρὸς ὑμᾶς.

`7.560`

κεʹ. Ἐπισυνάπτει τῇ διανοίᾳ ὁ φεύγων καὶ τὴν ἀντίθεσιν, χρώμενος δύο ἑξῆς κεφαλαίοις· ἀντεγκληματικὸν δέ ἐστιν ἐπὶ τοῦ ὑποκειμένου αὐτοῦ προβλήματος ἡ ἀντίθεσις, ἀριστεὺς πορνεύοντα τὸν υἱὸν ἀπέκτεινε, καὶ φεύγει φόνου· ἀντεγκαλέσει γὰρ τῷ παιδὶ ὡς ἀξίῳ τοῦ πεφονεῦσθαι, καὶ τόπον ἐρεῖ κατὰ πόρνου· καθόλου γὰρ πᾶσα ἀντεγκληματικὴ ἀντίθεσις τοπικὴ γίνεται, τουτέστι διὰ τοῦ κοινοῦ τόπου συμπληροῦται, χρωμένων ἡμῶν ἀνελλιπῶς τῇ πάσῃ διεξόδῳ τοῦ κοινοῦ τόπου, καὶ τοῦτο ἐπιστατέον, ὡς ἄρα κἀν τοῖς ἀγῶσι χρώμεθα πολλάκις τοῖς ἐπιλογικοῖς· τὴν μὲν οὖν ἀντεγκληματικὴν ἀντίθεσιν οὕτω κατασκευάσομεν, τὴν δὲ ἀντιστατικὴν, διὰ τῶν ἀπʼ ἀρχῆς ἄχρι τέλους τὸ εὐεργέτημα διʼ αὐτῶν αὔξοντες. ὁμοίως δὲ, κἀν τῇ μεταστατικῇ τοῖς ἀπʼ ἀρχῆς ἄχρι τέλους χρηστέον, ἐπειδὰν εἴς τι πρᾶγμα μεθιστῶμεν τὴν αἰτίαν, οἷον ἐπὶ τοῦ πρεσβευτοῦ, ὃς δέον εἴσω τριάκοντα ἡμερῶν ἐξιέναι, παρὰ τοῦ ταμίου τὰς χιλίας δραχμὰς οὐ λαβὼν ἔμεινε καὶ κρίνεται· τὴν γὰρ αἰτίαν εἰς τὸ μὴ εἰληφέναι τὰς δραχμὰς μεταφέρων τὰ ἀπʼ ἀρχῆς ἄχρι τέλους διεξέρχεται, ὅπως αὐτὸς μὲν παρηνώχλει, ὁ δὲ ταμίας ἀνεβάλλετο. ἐὰν δὲ κατὰ νόμον ἡ μετάστασις γίνηται, τὸν νόμον διεξελθεῖν προσήκει πλατύτερον, ἔτι δὲ καὶ τὴν συγγνωμικὴν ἀντίθεσιν διʼ αὐτῶν προοισόμεθα, ὡς ἐπὶ τῶν δέκα στρατηγῶν τῶν διὰ τὸν χειμῶνα μὴ ἀνελομένων τὰ σώματα· ἐπεξελθεῖν γὰρ ὥσπερ ἐν ἐκφράσει διὰ πάντων χρὴ τῶν ἐμπιπτόντων ἐκ τῆς περιστάσεως.

κϛʹ. Μὴ νομίσῃς, φησὶν, ἐπὶ τούτου μόνου τοῦ προβλήματος τοῦτο γενέσθαι, ἀλλʼ ἐν παντὶ ἀντεγκλήματι ἡ ἀντίθεσις τοπικὴ γίνεται· ὥσπερ γὰρ ἐπὶ τούτου, οὕτω καὶ ἐπὶ τοῦ στρατηγοῦ, τοῦ κατασκάψαντος τὴν ἀποστᾶσαν πόλιν μετὰ τὸ ἀντεγκαλέσαι τοὺς νεωτερισμοὺς, εὐθὺς τὸν κατὰ τῶν στασιαζόντων τόπον ἐπεξελεύσεται.

κζʹ. Ἐρεῖ, φησὶ, καὶ ἀντικαταστατικὸν, ὅτι καὶ συνενήνοχεν, ἐρεῖ γὰρ μετὰ τὸ εἰπεῖν ὅτι ἄξιος ἦν, ἐν δευτέρῳ· ὅτι καὶ ὑπὲρ αὐτοῦ τοῦ παιδὸς ἐποίησα· ἀπήλλαξα γὰρ αὐτὸν αἰσχύνης καὶ ἀδοξίας· βελτίων γὰρ θάνατος μᾶλλον, ἢ ὁ μετʼ αἰσχύνης βίος· ἴσως δʼ ἐρεῖ, ὅτι καὶ τοὺς ἄλλους σώφρονας πεποίηκα· δεύτερον δὲ τὸ ἀντιστατικὸν ἐν τῷ ἀντεγκλήματι τέθεικεν· οὐ γὰρ προφανές ἐστιν τὸ εὐεργέτημα ἐνταῦθα, καθάπερ ἐν τῇ ἀντιστάσει· ἐκ πρώτης οὖν αὐτὸ εἰσάγων, ἀσθενέστερος εἰς ἀπολογίαν ἐτύγχανε. μετὰ δὲ τὸ δεῖξαι δίκαιον τὸν φόνον τότε πιθανὸν δείκνυται τοῖς ἀκούουσι τὸ ἀντιστατικόν.

`7.561`

Τοῦ κατηγόρου χρωμένου διὰ τῶν ἀπʼ ἀρχῆς ἄχρι τέλους, οἷον ὅτι υἱὸν πεφόνευκας τὴν φύσιν ἠγνοηκὼς ἀγριώτερος θηρίου γενόμενος, ὁ φεύγων μετὰ τὴν διάνοιαν τῷ ἀντεγκλήματι χρήσεται, ὅτι ἄξιος ἦν, καὶ προαναιρήσει τὰς τοῦ διώκοντος μεταλήψεις. ἐρεῖ γὰρ, ὅτι παρῄνουν παύσασθαι, καὶ οὐκ ἔπειθον, καὶ ἐπὶ τῆς μεταστάσεως, ὅτι ἀπῄτουν, καὶ οὐ παρεῖχεν ὁ ταμίας, ἐγκειμένου μου σφόδρα· καὶ ἐπὶ τῆς ἀντιστάσεως, ὅτι ὠφελείας χάριν πεποίηκα τὴν εὐεργεσίαν πρόδηλον ἐργασάμενος, καὶ ἐπὶ τῆς συγγνώμης ὁμοίως χρησόμεθα· γενικῶς δὲ εἶπεν ἡ ἀντίθεσις, τουτέστι τὸ ἀντιθετικόν· ἐπειδὴ γένος ἡ ἀντίθεσις τῶν τεσσάρων στάσεων· εὑρίσκεται δὲ τὸ ἀντιθετικὸν πρὸς τὴν στάσιν, εἰ ἀντίστασις, ἀντιστατικὸν, εἰ ἀντέγκλημα, ἀντεγκληματικὸν, εἰ μετάστασις, μεταστατικὸν, εἰ συγγνώμη, συγγνωμονικόν. Ἵνα μὴ ψιλῶς εἴπῃ, ὅτι ἄξιος ἦν, καθόλου ποιήσεται τὸν λόγον κατὰ πόρνου, ὡς μοιχοῦ, ὡς ἀνδροφόνου· τῷ γὰρ καθόλου ἐπιχειρήματι βεβαιώσεται τὸ ἔγκλημα· ἀνῄρηται γὰρ τὸ φορτικὸν τῆς καταδρομῆς τῷ μὴ κατὰ τοῦ ἑαυτοῦ παιδὸς, ἀλλὰ τῷ κατὰ παντὸς πόρνου τὸν ἀριστέα διαλέγεσθαι.

Γρ. καὶ οὕτως· ἐρεῖ δέ τι καὶ ἀντιστατικὸν ὡς ὑπὲρ αὐτοῦ πεποίηκε τοῦτο τοῦ παθόντος.

`7.562–7.569`

κηʹ. Ἐμπέπτωκε, φησὶ, καί τι ἀντιστατικὸν ἐπὶ τοῦ ἀριστέως τοῦ τὸν παῖδα ἀνελόντος ἐπὶ μοιχείᾳ, καὶ κρινομένου, καὶ γὰρ λυσιτελεῖν αὐτῷ φησι τὸ πεφονεῦσθαι, τηλικούτου αἴσχους ἀπηλλαγμένῳ καὶ οὐκ ἐπὶ τούτου, φησὶ, τοῦ προβλήματος μόνου τοῦτο συμβέβηκεν, ἀλλὰ πᾶσαι αἱ ἀντιθετικαὶ ἀλλήλαις συμπλέκονται, καὶ οὐκ ἀλλήλαις μόνον, ἀλλὰ καὶ ἑτέραις τῶν στάσεων, οἷον στοχασμῷ καὶ ἀντιλήψει. ὁ Μητροφάνης μέντοι τὰς μὲν ἄλλας τῶν ἀντιθετικῶν συνομολογεῖ, καθά φησιν ὁ τεχνικὸς ἀλλήλαις ἐπισυμπλέκεσθαι, τὸ δὲ ἀντέγκλημα σημειοῦται μόνον, ὡς οὐχ οἷόν τε ὂν ἐπισυμπλακῆναι ἀντιστάσει, καίτοι τῆς ἀντιστάσεως τῷ ἀντεγκλήματι συμπλεκομένης. καὶ ἄξιον ἄγασθαι τὸν ἄνδρα τῆς ἀκριβείας, πάνυ γε τὸ παρατήρημα τοῦτο δεόντως ἀνιχνεύσαντα· ἤρνηται γὰρ ἡ φύσις ἐπὶ τῆς ἀντιστάσεως τὸ ἀντεγκληματικὸν, καθά φησιν αὐτὸς ὁ Μητροφάνης· οὐ γὰρ ἂν εὕροι τις ἐν ἀντιστάσει ἀντεγκληματικὸν ἐπισυμπλέκειν. πῆ μὲν γὰρ περὶ ἄψυχον ἢ ἄλογον ἐγένετο τὸ ἀδίκημα· ὥστε μὴ οἷόν τε τοῖς τοιούτοις ἀντεγκαλεῖν· περὶ ἄψυχον μὲν, ὡς ἐπὶ τοῦ στρατηγοῦ τοῦ τὸν λιμένα χώσαντος· οὐ γὰρ ἂν τῷ λιμένι δήπουθεν ἀντεγκαλοίη ὡς ἀξίῳ κεχῶσθαι· περὶ δὲ ἄλογον, ὡς ἐπʼ ἐκείνου τοῦ παραδείγματος· ἵππος ἐξέφερε τὸν ἱππέα εἰς τοὺς πολεμίους, βαλών τις τῶν στρατιωτῶν ἀπέκτεινε τὸν ἵππον, καὶ κρίνεται ὑπὸ τοῦ δεσπότου βλάβης, οὐδὲ γὰρ ἐνταῦθα τῷ ἵππῳ δυνατὸν ἀντεγκαλεῖν ὡς ἀξίῳ ἀπεκτονῆσθαι· πῆ δὲ ἄψυχον μὲν ἢ ἄλογον οὐκ ἔστι τὸ πεπονθὸς, ἡ δὲ περίστασις τὸ ἀντεγκληματικὸν οὐ προσίεται· οἷον ἐπὶ τοῦδε τοῦ παραδείγματος· τύραννος ᾔτησεν ἐκ πόλεως ἀστυγείτονος μειράκιον ὡραῖον, πόλεμον ἀπειλῶν, εἰ μὴ λάβοι· προσήκαντο τὸν πόλεμον πολιορκοῦντος τοῦ τυράννου τὴν πόλιν· ὁ πατὴρ ἀποκτείνας τὸ μειράκιον ἀπὸ τῶν τειχῶν ἔρριψεν· ἀνέζευξαν οἱ πολέμιοι· καὶ κρίνεται ὁ πατὴρ φόνου· τὸ μὲν γὰρ πεπονθὸς οὐκ ἄψυχον, οὐδʼ ἄλογον, ἡ δὲ παράστασις ἤρνηται παντελῶς τὸ ἀντεγκληματικὸν, τῷ μηδὲν ὑπὸ τοῦ μειρακίου γεγενῆσθαι ἀδίκημα. ὡς μὲν οὖν οὐκ ἐπιπλέκεται ἀντιστάσει ἀντέγκλημα, οἴομαι δεδηλῶσθαι· τὰς γὰρ ἄλλας μετʼ ἀλλήλων ἐπιπλοκὰς πᾶσαι αἱ ἀντιθετικαὶ σφόδρα προσίενται· ὅπου γε οὐ μόνον σὺν δύο ἀλλήλαις ἐπιπλέκονται, ἀλλʼ ἔσθʼ ὅτε καὶ πλείους· οἷον ἐπὶ παραδείγματος· νόμος, νύκτωρ μὴ ἀνοίγεσθαι τὰς πύλας· αἰχμαλώτους νυκτὸς ἀποδράντας ἐκ τῶν πολεμίων καὶ καταφυγόντας ἐπὶ τὸ τεῖχος ὁ στρατηγὸς οὐκ εἰσδέχεται· εἶτα τῶν πολεμίων ἐπικαταλαβόντων καὶ διαχρησαμένων αὐτοὺς κρίνεται δημοσίων ἀδικημάτων· πρῶτον μὲν γὰρ τῷ μεταστατικῷ χρήσεται, μεθιστὰς τὴν αἰτίαν ἐπὶ τὸν νόμον, ἔπειτα τῷ ἀντιστατικῷ, ὅτι καὶ πρὸς ὠφέλειαν ἡ τῶν πυλῶν ἀπόκλεισις γέγονεν· ἦ γὰρ ἂν ἐπεισέδραμον σὺν τοῖς αἰχμαλώτοις οἱ πολέμιοι· τρίτον τὸ συγγνωμονικὸν παραλήψεται τῆς μελλούσης τύχης ἄγνοιαν προβαλλόμενος, ὡς ἠγνόει τοὺς πολεμίους καταδραμουμένους αὐτῶν· ἐντεῦθεν ἀπορία μεγίστη κινεῖται, πῶς ἄν τις διαγνοίη τὴν στάσιν τῶν τοιῶνδε ζητημάτων ὁμοῦ τοσούτων ἐμπεπτωκότων· τί γὰρ ἂν μᾶλλον ἐκ τοῦ μεταστατικοῦ μεταστάσεως λεχθείη τὸ προκείμενον ζήτημα, καὶ οὐκ ἀντιστάσεως ἐκ τοῦ ἀντιστατικοῦ, ἢ ἐκ τοῦ συγγνωμονικοῦ συγγνώμης; ὁ μὲν οὖν Ἁρποκρατίων εἰς τοσοῦτον ἧκεν ἀπορίας, ὥστε παραλαβεῖν τεσσαρεσκαιδεκάτην στάσιν ἐπὶ τῆς τοιαύτης τῶν ἀντιθετικῶν συμπλοκῆς· ἣν ὀνομάζει ἀντίθεσιν, τῷ κοινῷ τῶν ἀντιθετικῶν ὀνομάτων χρώμενος· γελοιότατον δʼ ἂν εἴη τὸ τυραννικῶς πρὸς τὰς ἀπορίας ἀποφαίνεσθαι τοῖς ὑπὸ τῶν παλαιῶν ἀνδρῶν παραδεδομένοις ἀντινομοθετοῦντα· ἀλλʼ ἐκείνων ἐπὶ σχήματος μενόντων τὰ προσιστάμενα χρὴ καθʼ ἕτερον ἀπολύεσθαι τρόπον· ἑτέραν μὲν οὖν ἐπὶ ταῖς παραδεδομέναις οὐ μήποτε παραδεξόμεθα στάσιν· λεκτέον δὲ μέθοδον, καθʼ ἣν τὰ τοιαῦτα διακρινοῦμεν τῶν ζητημάτων· φανήσεται δὲ οἶμαι λίαν ἀρίστη· τὸ γὰρ ἰσχυρότερον χρὴ σκοποῦντα ἀπʼ ἐκείνων λαμβάνειν τὴν στάσιν, τὸ δὲ ἰσχυρὸν οὕτω θεωρητέον· ἀναιροῦντες ἕκαστον τῶν ἐμπεπτωκότων ἀντιθετικῶν, ὅπερ ἂν εὕροιμεν ἐκ τοῦ ἀναιρεῖσθαι λυποῦν τὴν ἀπολογίαν, τοῦτό γε δήπου νομιοῦμεν ἰσχυρότερον, καὶ τὴν στάσιν ἀπὸ τούτου ληψόμεθα, τὰ δʼ ἄλλα κεφαλαίων πληρώσει τόπον, οἷον γινέσθω τὸ λεγόμενον σαφὲς ἐπὶ παραδείγματος· νόμος νύκτωρ μὴ ἀνοίγεσθαι τὰς πύλας· αἰχμαλώτους νυκτὸς ἀποδράντας ἐκ τῶν πολεμίων καὶ καταφυγόντας ἐπὶ τὸ τεῖχος ὁ στρατηγὸς οὐκ εἰσδέχεται· εἶτα τῶν πολεμίων ἐπικαταλαβόντων καὶ διαχρησαμένων ἐπικρίνεται δημοσίων ἀδικημάτων· τρία γὰρ ἐνταυθοῖ ὡς ἔφαμεν ἐμπέπτωκε· τὸ μεταστατικὸν μεταφέρον τὴν αἰτίαν ἐπὶ τὸν νόμον, τὸ ἀντιστατικὸν, ὅτι ἐπισέδραμον ἂν οἱ πολέμιοι· τὸ συγγνωμονικὸν, ὅτι τὸ συμβησόμενον ἠγνόουν· εἰ ἀνέλωμεν οὖν τὸ συγγνωμονικὸν, καταφανὲς, ὅτι καὶ μετὰ τὴν τούτου ἀναίρεσιν ἔτι μένει τὰ τῆς ἀπολογίας ἰσχυρά· ἔτι δὲ τὸ ἀντιστατικὸν ἀνελόντες ἴδωμεν τὸν αὐτὸν τρόπον· ἀλλʼ οὐδὲ τοῦτο ἀναιρούμενον τοῦ ἀπολογουμένου διαφθείρει τὴν ἰσχύν· ἀναιρείσθω τοίνυν τὸ μεταστατικόν· μὴ μεταφέροντος γὰρ αὐτοῦ τὴν αἰτίαν ἐπὶ τὸν νόμον, εὐθὺς ὁρῶμεν τὴν ὅλην ἀπολογίαν χωλεύουσαν· καὶ τὸν φεύγοντα κατὰ παροιμίαν ἀπὸ λεπτῆς μίτου τὴν ἄγκυραν ἐξημμένον· οὐ γὰρ ἀρκέσει τὸ ἀντιστατικὸν λίαν ἐνταυθοῖ φαινόμενον ἀσθενές· οὐδὲ μὴν τὸ συγγνωμονικὸν ἀξιόχρεως ἔσται ἀπολογία· λάβωμεν δὲ καὶ καθʼ ἑτέραν μέθοδον τὸ ὑποκείμενον θεώρημα, κατὰ τὸν ἐν τῇ διανοίᾳ τοῦ φεύγοντος ὄγδοον τρόπον, τὸν ἀπὸ τοῦ ἀναγκαίου παραλαμβανόμενον, ὡς ἐπὶ αὐτοῦ ἐδηλώσαμεν τοῦ κεφαλαίου· οἷον ὅτι οὐδὲ ἄλλως ἐνῆν τὸ πεπραγμένον γενέσθαι, ἢ οὕτως ὡς ἐπράχθη· δοκεῖ οὖν καθάπερ τις ἐρώτησις ἐκ δικαστῶν ἀναγκαίως φέρεσθαι, καὶ πῶς οὐκ ἐνῆν ἑτέρως τόδε τι πραχθῆναι· εἶτα ἐκ τῆς ἀντιθέσεως ἡ ἀπάντησις, καὶ ὅπερ ἂν ἁρμόσῃ μᾶλλον καὶ ἀκόλουθον φανείη τῇ ἐρωτήσει πρῶτον εὐθὺς ἐκδραμὸν ἀπʼ ἐκείνου χαρακτηριοῦμεν τὴν στάσιν· προεκδραμεῖται δὲ δηλονότι τὸ ἰσχυρόν. Ὅπως μὲν οὖν τὰς ἀντιθετικὰς ἀλλήλαις ἐπισυμπλεκομένας διακρινοῦμεν, σαφὲς ἤδη γεγένηται· ἔτι δὲ ἀναγκαῖον αὐτὰς ἀπὸ τῶν ὁμωνύμων διαστεῖλαι κεφαλαίων, ἵνα ἴδωμεν, τί τέ ἐστιν αὕτη τε ἡ ἀντίστασις, καὶ τί τὸ ἀντιστατικὸν κεφάλαιον; καὶ τί μὲν ἀντέγκλημα, τί δὲ κεφάλαιον ἀντεγκληματικὸν, κἀπὶ τῶν ἄλλων ὁμοίως· ταυτὶ γὰρ δὴ τὰ κεφάλαια οὐ μόνον ταῖς ἀντιθετικαῖς, ἀλλʼ ἔτι καὶ ἑτέραις τῶν στάσεων ἐπισυμπλέκεται· καὶ πρῶτόν γε ἡμῖν λεγέσθω περὶ τοῦ ἀντιστατικοῦ, τίνι τῆς ἀντιστάσεως διοίσει· ὁρῶμεν γὰρ αὐτὸ οὐ μόνον ταῖς ἀντιθετικαῖς, ὡς ἔφη, ἁπάσαις συμπλεκόμενον, ἀλλὰ καὶ στοχασμῷ καὶ ἀντιλήψει· στοχασμῷ μὲν, ὡς ἐπὶ τοῦδε τοῦ παραδείγματος· νέος πλούσιος πολέμου καταλαβόντος τὴν πόλιν, χιλίους ὁπλίσας τῶν ἑαυτοῦ ἐπεξῆλθε τοῖς πολεμίοις, καὶ νικήσας κρίνεται τυραννίδος ἐπιθέσεως· ὅτι γὰρ στοχασμὸς, κατάδηλον ἀφʼ ὧν περὶ τὴν οὐσίαν τὸ ὅλον ἐστὶ τῆς ζητήσεως· ἐρεῖ δὲ τὸ ἀντιστατικὸν ὡς εὖ πεποιηκὼς εἴη τὴν πόλιν· ἐν δὲ τῇ ἀντιλήψει παρέλαβεν ἤδη τὸ ἀντιστατικὸν ὡς ἐπὶ τοῦ ζωγράφου, ὃς ναυάγια γράψας πρὸ τοῦ λιμένος ἐξέθηκε, καὶ μὴ καταιρόντων τῶν ἐμπόρων κρίνεται δημοσίων ἀδικημάτων· φησὶ γὰρ ὑπὲρ τῶν πλεόντων τοῦτο πεποιηκέναι, ἵνα φυλάττοιντο εἰδότες, οἷς εἰκὸς περιπίπτειν αὐτοὺς, εἰ παρὰ καιρὸν πλέοιεν· διαφέρει δʼ οὖν τῆς ἀντιστάσεως τὸ ἀντιστατικὸν κεφάλαιον, καθὸ ἐν μὲν ἀντιστάσει ὁμοίως ἄμφω, τό τε ἀδίκημα καὶ τὸ εὐεργέτημα, ὁμολογεῖσθαι βούλεται· τὸ δὲ ἀντιστατικὸν θάτερον πάντως ἔχει ἀμφισβητούμενον, ἤτοι τὸ εὐεργέτημα ἢ τὸ ἀδίκημα· καὶ σαφὲς ὃ λέγω ἐκ τῶν δεδομένων παραδειγμάτων· τὸ μὲν γὰρ νενικηκέναι τοὺς πολεμίους ὁμολογούμενον· τὸ δὲ εἰ τυραννήσει νέος πλούσιος ὢν ἀμφιβάλλεται· καὶ αὖ πάλιν τὸ μὲν μὴ καταίρειν τοὺς ἐμπόρους κατάδηλον, ἀμφισβητούμενον δʼ εἰ ἐπʼ ὠφελείᾳ τοῦτο ἐγένετο· ἀλλὰ μὴν καὶ ἐπὶ τῶν ἀντιθετικῶν, ἐφʼ ὧν ἐμπέπτωκε τὸ ἀντιστατικὸν, ἔξεστι τὸ τοιοῦτον κατιδεῖν· ἀριστεὺς πορνεύοντα τὸν υἱὸν ἀπέκτεινε, καὶ κρίνεται φόνου· στάσεως μὲν γάρ ἐστιν ἀντεγκληματικῆς, ἐπισυμπλέκεται δὲ τὸ ἀντιστατικὸν κεφάλαιον, ὡς καὶ ὠφέληται ὁ παῖς, τῆς ἐντεῦθεν αἰσχύνης ἀπαλλαγείς· κἀνταῦθα γὰρ τὸ ἕτερον ἀμφισβητεῖται· τὸ μὲν γὰρ ἀδίκημα φανερὸν, ἡ τοῦ παιδὸς ἀναίρεσις, εἰ δὲ τοῦτο ἦν ἀπαλλάττειν αἰσχύνης ἀμφίβολον, οὐ μὴν ἐν τῇ ἀντιστάσει ἦν οὕτως, ἀλλʼ ἄμφω ὁμολογεῖται, ὡς ἐπὶ τοῦ στρατηγοῦ τοῦ τὸν λιμένα χώσαντος, καὶ μετὰ τὸ νικῆσαι κρινομένου· ἥ τε γὰρ νίκη σαφὴς καὶ τὸ ἀδίκημα δῆλον· φημὶ τὸ τὸν λιμένα κεχῶσθαι· καὶ αὕτη μὲν ἀντιστάσεως διαφορὰ πρὸς τὸ ἀντιστατικὸν κεφάλαιον. ἐπεὶ δὲ καὶ ἡ κατὰ ῥητὸν καὶ διάνοιαν στάσις δοκεῖ πως κοινωνίαν ἔχειν πολλὴν πρὸς τὴν ἀντίστασιν τῷ ὑποκεῖσθαι καὶ ἐπὶ ταύτης εὐεργέτημα καὶ ἀδίκημα, χρὴ καὶ περὶ τούτου διαλαβεῖν· ἐκκείσθω δὲ εἰ βούλει ῥητοῦ καὶ διανοίας παράδειγμα· νόμος τὸν ἀνιόντα ξένον ἐπὶ τὸ τεῖχος τεθνάναι· πολέμου καθεστῶτος ἀνελθὼν ξένος ἠρίστευσε, καὶ ὑπάγεται τῷ νόμῳ· ἔχομεν κἀνταῦθα εὐεργέτημα μὲν τὴν ἀριστείαν, ἀδίκημα δὲ τὴν τοῦ νόμου παράβασιν· καὶ δή τινες ἐβουλήθησαν διορίσαι τὸ ῥητὸν καὶ τὴν διάνοιαν ἀπὸ τῆς ἀντιστάσεως τοιαύτῃ τινὶ διαφορᾷ· ὅπου, φησὶν, ὑπόκειται νόμος, ἐκεῖ πάντως ῥητὸν καὶ διάνοια, ὅπου δὲ φύσις, τουτέστιν ὅπου μὴ κατὰ νόμον, ἀλλὰ κατὰ φύσιν ἐστὶ τὸ ἀδίκημα, χρὴ ἐκεῖνο ἀντιστάσεως ἀποφαίνεσθαι· τὸ μὲν οὖν δεύτερον ἀληθές· τὸ δὲ πρότερον διέψευσται· εἴ τι μὲν γὰρ κατὰ φύσιν ἔχει τὸ ἀδίκημα, τοῦτο ἀντίστασις· οὐ μὴν εἴ τι κατὰ νόμον, τοῦτο ῥητὸν καὶ διάνοια· ἐνδέχεται γὰρ καὶ κατὰ νόμον γενέσθαι ἀντίστασιν· παράδειγμα τούτου· νόμος τῆς ἱερᾶς ὕλης μὴ ἅπτεσθαι, στρατηγὸς ἐπιτεθέντων τῇ πόλει κατὰ θάλατταν πολεμίων τεμὼν τὴν ἱερὰν ὕλην ἐναυπηγήσατο, καὶ ναυμαχήσας ἐνίκησε· καὶ μετὰ τὴν νίκην κρίνεται ἀσεβείας· τοῦτο γὰρ καὶ νόμον ὑποκείμενον ἔχει καὶ ἀντιστάσεως ὁμολογεῖται εἶναι. διαφορὰ οὖν αὕτη γένοιτʼ ἂν ἀκριβεστάτη τοῦ ῥητοῦ καὶ τῆς διανοίας πρὸς τὴν ἀντίστασιν, ὅτι ἐν μὲν τῷ ῥητῷ καὶ τῇ διανοίᾳ ἐκ νόμου ὥρμηται τὸ διάστημα, οὗ ἀναιρουμένου πᾶσα ἡ ζήτησις διαφθείρεται, ἐν δὲ τῇ ἀντιστάσει κατὰ φύσιν ἐστὶ τὸ ἀδίκημα, κἂν νόμος προσῆν, ὥστε καὶ ἀναιρουμένου τοῦ νόμου μένειν ἔτι τὴν ζήτησιν, τῇ φύσει γινωσκομένου τοῦ ἀδικήματος, ὡς ἐπὶ τοῦ στρατηγοῦ, ὃς νόμῳ κωλύοντι τῆς ἱερᾶς ἅπτεσθαι ὕλης τεμὼν αὐτὴν τριήρεις ἐναυπηγήσατο, καὶ νικήσας τὴν ναυμαχίαν κρίνεται· καὶ γὰρ ἂν ἀνέλῃ τις τὸν κωλύοντα νόμον, οὐδὲν λυμανεῖται τῇ ζητήσει· μένει γὰρ ἔτι ἀδίκημα φαινόμενον, ἡ τῆς ἱερᾶς ὕλης τομή· καὶ περὶ μὲν ἀντιστάσεως ταῦτα ἔχομεν· ὡσαύτως δὲ καὶ περὶ τοῦ ἀντεγκλήματος διαληπτέον, τίνι διοίσει τοῦ ἀντεγκληματικοῦ κεφαλαίου καὶ ἀντεγκληματικοῦ στοχασμοῦ· διαφέρει οὖν τοῦ μὲν κεφαλαίου, καθὸ τὸ μὲν ἀντέγκλημα, φημὶ ἡ στάσις, ἑκάτερον τῶν ἐγκλημάτων ὁμολογούμενον ἔχει, τό τε ὑπὸ τοῦ κατηγόρου κατὰ τοῦ φεύγοντος φερόμενον, καὶ τὸ ὑπὸ τοῦ φεύγοντος τῷ πεπονθότι ἀντεγκαλούμενον· οἷον ἀριστεὺς πορνεύοντα τὸν υἱὸν ἀπέκτεινε καὶ κρίνεται φόνου· καὶ γὰρ ὅτι ἀνεῖλεν, ὡμολόγηται, καὶ ὅτι πορνεύοντα· τὸ δὲ ἀντεγκληματικὸν κεφάλαιον οὐχ οὕτως κ. τ. λ. ἔπειτα ἐν μὲν τῷ ἀντεγκλήματι διακέκριται ὁ διώκων καὶ ὁ φεύγων, ἀμφότεροι γὰρ ὁμοίως κατηγοροῦσι, καὶ ἀπολογοῦνται ἀμφότεροι· τρίτον ἐπὶ τούτοις, ὅτι ἐν μὲν τῷ ἀντεγκλήματι αὐτὸς ὁ πεπονθὼς ἀντεγκαλεῖται, ἐν δὲ τῷ ἀντεγκληματικῷ στοχασμῷ ἕτερον μὲν τὸ πεπονθὸς, ἕτερον δὲ οἱ ἀντεγκαλοῦντες ἀλλήλοις· ὅπως μὲν οὖν ἀλλήλων διενηνόχασιν, ταῦτα δεδηλώσθω διὰ τοσούτων· ζητήσειε δʼ ἄν τις, διʼ ἣν αἰτίαν οὐ λέγομεν καὶ ἀντιστατικὸν στοχασμὸν, ὥσπερ καὶ ἀντεγκληματικόν· καί τοι καὶ τῆς ἀντιστάσεως ἐπισυμπλεκομένης τῷ στοχασμῷ. πρόδηλος δὲ τῆς ἀπορίας ἡ λύσις· ἡ μὲν ἀντίστασις παντὶ στοχασμῷ ἐπισυμπλέκεσθαι δύναται ἁπλῷ τε καὶ διπλῷ, ἔτι καὶ συνεζευγμένῳ· τὸ δὲ ἀντέγκλημα ἑνὶ μόνῳ ἐπισυμπλέκεται εἴδει, φημὶ τῷ διπλῷ, ἔνθεν καὶ τὴν ὀνομασίαν αὐτοῦ δέδωκεν ἰδίως ἐπʼ ἐκείνου. Λείπεται περὶ μεταστάσεως ἔτι καὶ συγγνώμης εἰπεῖν, εἴπερ καὶ ταύτας τῶν ὁμωνύμων δεῖ χωρισθῆναι κεφαλαίων· ἡ μὲν οὖν μετάστασις καὶ ἡ συγγνώμη φανερὰν καὶ ὁμολογουμένην ἔχειν βούλονται τὴν αἰτίαν, ἐφʼ ἣν τὸ ἀδίκημα μεταφέρουσιν· οἷον ἐπὶ μὲν τῆς μεταστάσεως ὡμολόγηται τὸν ταμίαν αἴτιον γεγενῆσθαι τοῦ μὴ ἐξελθεῖν τὸν πρεσβευτήν, ἐπὶ δὲ τῆς συγγνώμης, ὅτι βασανίζοντες οἱ πολέμιοι ἠνάγκασαν τὸν πρεσβευτὴν τὰ ἀπόρρητα ἐξειπεῖν· τὸ μέντοι μεταστατικὸν καὶ συγγνωμονικὸν κεφάλαιον ἀμφιβαλλομένην ἔχει τὴν αἰτίαν· παραδείγματα δὲ ἀμφοῖν ἐκ τοῦ παραπρεσβείας ληψόμεθα· τοῦ μεταστατικοῦ μὲν, διʼ ὧν Αἰσχίνης τὴν αἰτίαν τῆς τῶν Φωκέων ἀπωλείας μεθίστησιν ἐπὶ τὴν Λακεδαιμονίων ἀναχώρησιν· τοῦ δὲ συγγνωμονικοῦ, διʼ ὧν ἠπατῆσθαί φησιν ὑπὸ τοῦ Φιλίππου· οὔτε δὲ τὸ Λακεδαιμονίους ἀναχωρῆσαι αἴτιον ὁμολογεῖται τῆς Φωκέων ἀπωλείας· ὅπου γε αὐτὸς Αἰσχίνης εὐθύνεται ὡς ἀπολέσας Φωκέας· οὐδὲ μὴν τὸ τῆς ἀπάτης φανερόν· δεδωροδοκηκέναι γὰρ αὐτόν φησιν ὁ Δημοσθένης καὶ οὐκ ἀπατῆσαι.

κθʹ. Ἵνα μὴ ταραχθῶμεν, εἰ ἑνὸς ὄντος τοῦ προβλήματος δύο στάσεων εἴδη ἐμπίπτει, καθόλου ἀποφαίνεται τὰς ἀντιθετικὰς διʼ ἄλλων μελετᾶσθαι· καὶ γὰρ ἐν ἀντιστάσει εὕροις ἀντεγκληματικὸν, ἐνδέχεται γὰρ εἰπεῖν, ὅτι ὠφελείας χάριν πεποίηκεν· ἄλλως τε δὲ αὐτὸς τὴν αἰτίαν παρέσχετο· εὕροις δὲ καὶ μεταστατικόν· ὡς ἐπὶ τοῦ κατασκάψαντος τὸ τεῖχος· μετὰ γὰρ τὸ ἀντιστατικὸν ἐρεῖ, ὅτι ὑμεῖς αἴτιοι τοῦ διακόψαι τὸ τεῖχος· καὶ ἐν μεταστάσει ἀντιστατικὸν, ὡς ἐπὶ τοῦ κρινομένου Ἀρχιδάμου δημοσίων, νοσούντων Ἀθηναίων ἀναζεύξαντος· μετὰ γὰρ τὸ μεταστατικὸν, οἷον ἡ νόσος, οὐκ ἐγὼ, αἴτιος τῆς ἀναχωρήσεως, λέξει ὡς καὶ συνενήνοχεν ἡ ἀναχώρησις· εὕροις ἂν καὶ ἐν συγγνώμῃ ἀντιστατικὸν, ὡς ἐπὶ τῆς ἐκφερούσης χοὰς, καὶ φόβῳ τῶν πολεμίων τὰ ἀπόρρητα ἐξειπούσης καὶ κρινομένης ἀναζευξάντων τῶν πολεμίων· συγγνώμης ἐνταῦθα τὸ ζήτημα, καὶ ἀντίθεσις συγγνωμονικὴ δηλονότι· ἀλλὰ δύναται προσπλέξαι καὶ ἀντιστατικόν· ὅτι καὶ τὴν πόλιν ὠφέλησα πολιορκίας ἀπαλλάξασα καὶ πολέμων.

`7.570`

λʹ. Οὐ τοῦτο, φησὶ, θαυμαστὸν, εἰ ἀλλήλαις αἱ ἀντιθετικαὶ ἐπιπλέκονται, ἀλλὰ δὴ καὶ ταῖς ἄλλαις στάσεσιν· πολλάκις γὰρ καὶ στοχασμὸς ἐμπίπτει ἐν ταῖς ἀντιθετικαῖς, ὡς ἐπὶ τοῦ στρατηγοῦ τοῦ κατασκάψαντος τὴν συνεχῶς ἀφισταμένην πόλιν, καὶ κρινομένου δημοσίων· λέγοντος γὰρ τοῦ φεύγοντος, ὅτι ἄξιοι ἦσαν, τί γὰρ ἀφίσταται, ὁ κατήγορος στοχαστικὸν κινήσει νόημα λέγων, ὅτι ἐνίων οὐ πάντων ἦν ἀπόστασις.

λαʹ. Ἡ πρώτη διάνοια τοῦ φεύγοντός ἐστιν ἡ μαχομένη πρὸς τὴν προβολήν· ἡ δευτέρα δὲ τοῦ κατηγόρου· διὰ τοῦτο δὲ τοῦ διώκοντος ὀνομάζεται, ἐπειδὴ αὐτὸς τὴν τοῦ φεύγοντος ἐξετάζει γνώμην, οἷον ὅτι οὐκ ὠφελῆσαι βουλόμενος, ἀλλὰ προδοῦναι τὸ τεῖχος ἔτεμες, οὕτως γὰρ τὴν ἰσχὺν λύσει τῆς ἀντιθέσεως· καὶ ἐν μεταστάσει, ὅτι τὴν ἔξοδον ἀνεβάλλου καὶ τὴν πρεσβείαν, τοῖς ἐχθροῖς μὲν τὸν καιρὸν χαριζόμενος, ἡμᾶς δὲ βλάψαι τῷ βραδεῖ βουλόμενος, καὶ ἐν ἀντεγκλήματι, οὐχ ἵνα ὠφελήσῃς τὴν ἀποστᾶσαν πόλιν κατέσκαψας, ἀλλʼ ἵνα ἔρημον τὴν πόλιν τῶν συμμάχων ποιήσῃς· καὶ ἐπὶ συγγνώμης, ὅτι οὐ φόβῳ ἐξεῖπεν ἀπόρρητα, ἀλλὰ προδοῦναι ζητοῦσα καὶ κακῶς ἀπολέσαι βουλομένη τὴν πόλιν.

`7.571`

λβʹ. Ἐκ τοῦ πρός τι γε χρήσιμον τῷ κατηγόρῳ λαμβάνεσθαι· ὀνομάζουσιν αὐτὴν ἐκ τοῦ διώκοντος, ἐπεί τοι δῆλον, ὡς καὶ αὐτὴ τοῦ φεύγοντος· οὐ γὰρ τὴν ἑαυτοῦ διάνοιαν ἐξετάζει ὁ κατήγορος, τῆς δὲ τοῦ φεύγοντος καταστοχάζεται· ἀλλʼ ἐπειδήπερ, ὡς ἔφην, τῷ κατηγόρῳ χρησιμεύει, διάνοιαν αὐτὴν τοῦ διώκοντος ὀνομάζουσιν· οὐκ ἀεὶ δὲ, φησὶν, ἐμπίπτει, ἀλλʼ ἔστιν ὅτε. προσδιορίσαι δὲ ἀναγκαῖον, πότε ἐμπίπτει καὶ πότε ἐξίσταται· ὅταν μὲν γὰρ ἡ τοῦ προσώπου ποιότης, ἢ νὴ Δία γε ἡ τοῦ πράγματος παρέχει τῆς διανοίας πιθανὴν ἐξέτασιν, τηνικαῦτα χρησόμεθα· ἐπειδὰν δὲ φαίνηται ἡμῖν ἐναντία ἡ τούτων ποιότης, ἐξετάσομεν τὴν διάνοιαν διὰ τὸ ἀπίθανον· οὐ μὴν παντελῶς τὸ κεφάλαιον ὑπερδραμούμεθα, ἀλλʼ ἑτέρως αὐτὸ θεραπεύσομεν, ὅταν ἐκλείπῃ κατὰ φύσιν· χρηστέον γὰρ τηνικαῦτα τῷ πηλίκῳ· οἷον ὡς οὐ μέγα ἦν τὸ κατεπεῖγον ἀνελεῖν τὸν παῖδα, ἢ τόδε τι ποιῆσαι· καὶ οὕτως οὐκ ἀναγκαῖον δεικνύντες τὸ πεπραγμένον, διασείσαιμεν ἂν τὴν τοῦ φεύγοντος διάνοιαν, ἐκείνου τὸ ἀναγκαῖον προβαλλομένου, ὡς οὐδὲ ἐγχωροῦν ἄλλως ἢ οὕτω ποιεῖν. Καὶ ταῦτα μὲν περὶ τῆς εὑρέσεως τοῦ κεφαλαίου, κατασκευάζεται δὲ ἀπὸ τῶν αὐτῶν τρόπων, ἀφʼ ὧν καὶ ἡ τοῦ φεύγοντος διάνοια.

λγʹ. Θαυμασίως τοῦτο ἐπεσημήνατο· παῖς γὰρ ὁ φονευθεὶς ὑπὸ πατρὸς, ὥστε ἄτοπον ἐκείνου λέγοντος, ὅτι ἄξιος ἦν, τὸν κατήγορον λέγειν, ὅτι οὐκ ἐπὶ ταύτῃ τῇ διανοίᾳ τὸν παῖδα πεφόνευκας, αἰσχύνης ἕνεκα, ἀλλʼ ἐπιβουλεύων· δῆλον γὰρ, ὅτι πατὴρ ὢν μὴ μεγάλου τινὸς πλημμεληθέντος τὸν παῖδα οὐκ ἂν διεχρήσατο· αὕτη οὖν ἡ δευτέρα διάνοια, ἢ ἀπὸ τοῦ κατηγόρου, ἐκλείπει, ὡς ἐπὶ τοῦ τὸν υἱὸν φονεύσαντος ζητήματος, ἢ ἀπὸ τοῦ φεύγοντος· προείπομεν δὲ, ὅτι οὐκ ἀεὶ ἐμπίπτει, εἰ μὴ, ὅταν ἔνδοξον ἔχωμεν πρόσωπον, ἢ εὐεργεσία τις πρόκειται ἐν τῷ προβλήματι, δύναται γὰρ τότε ὁ διώκων διαβάλλειν τὴν γνώμην.

`7.572`

λδʹ. Ἡ μετάληψις πρὸς τὴν ἀντίθεσιν φέρεται· πᾶσα γὰρ ἀντίθεσις ὡς διωρισμένη πολλαχοῦ μεταλήψει λύεται· δύο δὲ οὐσῶν μεταλήψεων ἐν ταῖς ἀντιθετικαῖς, ἡ μὲν ἀπὸ τοῦ πράγματος, ἡ δὲ λαμβάνεται ἀπὸ τοῦ προσώπου· ἀλλὰ περὶ μὲν τῆς ἀπὸ τοῦ προσώπου μικρὸν ὕστερον λέξομεν, περὶ δὲ τῆς ἀπὸ τοῦ πράγματος καὶ δὴ τεχνολογητέον· γίνεται τοίνυν αὕτη κατὰ δύο τρόπους· ἢ κατὰ αὐτὸ τὸ πρᾶγμα, ἢ κατὰ τρόπον τοῦ πράγματος, οἷον ὅτι οὐκ ἐχρῆν τόδε τι ὅλως πραχθῆναι, ἢ οὐχ οὕτως ἐχρῆν· συστήσομεν δὲ τὴν μετάληψιν τρόπους εἰσφέροντες ἑτέρους, διʼ ὧν ἐξῆν τὸ δέον πράττειν χωρὶς τοῦ δεινόν τι ἐργάσασθαι· οἷον ἐπὶ τοῦ στρατηγοῦ τοῦ τὴν συνεχῶς ἀφισταμένην πόλιν κατασκάψαντος· ἐροῦμεν γὰρ, ὡς οὐ κατασκάπτειν ἐχρῆν ἀλλὰ φυλακὴν καθιστάναι· καὶ πάλιν ἐπὶ τοῦ ἀριστέως τοῦ τὸν παῖδα πεφονευκότος ἐπὶ πορνείᾳ, ὡς παραινεῖν ἔδει καὶ φυλάττειν, ὅπως ἂν τοῦ λοιποῦ μηδὲν ἐξαμάρτοι, οὐ παραχρῆμα φονεύειν· εἶτα ἐν ὑποδιαιρέσει τὴν αἰτίαν συστήσομεν, δεικνύντες, τί μὲν ἀγαθὸν ἀπέβαινεν, εἰ τοῦτον ἐπράχθη τὸν τρόπον, ὅνπερ ἡμεῖς φαμὲν, τί δὲ φαῦλον διʼ ὧν ἔπραξεν ὁ φεύγων ἐκβέβηκεν, ὡς ἐπὶ τοῦ στρατηγοῦ τὴν πόλιν κατασκάψαντος ἐπὶ τῇ συνεχεῖ ἀποστάσει· φήσομεν γὰρ, ὡς φυλακῆς μὲν ἐγκαθισταμένης τῇ πόλει συμμάχους τε ἂν εἴχομεν τοὺς νῦν ἀφεστῶτας, καὶ φιλανθρωπίας δόξαν ἐφερόμεθα, νῦν δὲ τοὐναντίον ἅπαν· συμμάχων τε γὰρ ἀπεστερήθημεν, καὶ ἀπανθρωπίας οὐ διεφύγομεν ἔγκλημα.

λεʹ. Ἐπὶ τούτοις ἀκολούθως ἡ μετάληψις παρὰ τοῦ κατηγόρου· εἰπὼν γὰρ, ὅτι οὐκ ἐπὶ ταύτῃ τῇ διανοίᾳ τόδε πεποίηκας· ἐὰν ἄρα ἐμπέσῃ, συνάψει τὴν μετάληψιν λέγων, ὅτι ἄλλως τε οὐδὲ οὕτως ὠφελῆσαι ἔδει τὴν πόλιν· ἐὰν ἀντιστατικὸν μελετῶμεν, ἀλλʼ ἐκκλησίαν συναγαγεῖν, παραινέσαι τὰ δέοντα, καὶ οὕτω τὴν νίκην περιποιῆσαι τῇ πόλει· καὶ ἐπὶ ἀντεγκλήματος, ἐχρῆν οὐ φονεύειν τὸν υἱὸν ἀλλʼ ἐπιτιμᾷν, τύπτειν, συμβουλεύειν, διδάσκειν, προτρέπειν· καὶ ἐπὶ μεταστάσεως οὐκ ἀναβάλλεσθαι τὸν καιρὸν τῆς πρεσβείας ἐχρῆν, ἀλλʼ ἑτέρωθεν ἐπινοήσαντα καὶ παρασκευασάμενον ἐφόδιον ἐξελθεῖν· καὶ ἐπὶ συγγνώμης, ὅτι ἐχρῆν σε τὰ μὴ ὄντα πλάσασθαι καὶ εἰπεῖν ὡς ἀπόρρητα.

`7.573`

λϛʹ. Μετὰ τὴν μετάληψιν τὸ πρός τι παραλαμβάνεται ἐξ ἑκατέρου τοῦ μέρους· ὁ μὲν γὰρ κατήγορος ἐρεῖ, ὅτι μεῖζόν ἐστι κακὸν ἡ κατασκαφὴ τοῦ τείχους ἢ τὸ νικῆσαι τοὺς πολεμίους, εὐαλώτους γὰρ ἡμᾶς ἔχουσι τὸ λοιπὸν ἅπαντα χρόνον, ὅν ποτε βούλοιντο· ὁ δὲ φεύγων ἐρεῖ, μικρὸν μὲν τοῦ τείχους ἔβλαψα μέρος, ὃ πάλιν ἀναλώμασι ῥᾷον οἰκοδομηθήσεται, τοὺς δὲ πολεμίους ἐπικρατοῦντας καὶ πολέμῳ φθείροντας ἀπεωσάμην· οὐκ ἐν πάσῃ δὲ ἀντιθετικῇ ἐμπίπτει τὸ πρός τι, ἀλλʼ ὅπου ἂν εὑρεθείη ἀντιστατικόν· ἐπὶ γὰρ τοῦ πρεσβευτοῦ τοῦ μὴ ἐξελθόντος διαλαβεῖν τὰ ἐφόδια, ποῖον ἔχομεν εἰπεῖν ἀντιστατικόν· οὐκοῦν συνεκλείπει καὶ τὸ πρός τι· ἐπὶ δὲ τῆς ἐπὶ καιρὸν μεταστάσεως, ὅπου Ἀρχίδαμος κρίνεται, ἀναζεύξας ἀπὸ τῆς Ἀττικῆς, διὰ τὸ λιμώττοντας εὑρεῖν τοὺς Ἀθηναίους, ἐμπίπτει ἀντιστατικὸν, ὅτι δὴ εὐηργέτησα, ἵνα μὴ μεταλάβῃ τὸ στράτευμα τοῦ νοσήματος, ὅθεν τὸ πρός τι ἐμπίπτει, ὅτι μεῖζον τοῦ δῃῶσαι τὴν Ἀττικὴν τὸ μὴ νοσῆσαι τὸ ἡμέτερον στράτευμα, ὥστε εὐεργέτηκα πλέον, ἤπερ ἠδίκηκα· δῆλον οὖν, ὅτι ἐφʼ οἷς ἐστιν εὐεργεσία τὸ πρός τι ἐμπίπτει.

Οὗτος τῇ προσηγορίᾳ γνωρίζεται· ἑκάτερον γὰρ βιάζεται ὡς ἐπὶ τοῦ στρατηγοῦ· ὁ μὲν διώκων, ὅτι εἰ τῶν νικώντων ἐστὶ τὸ φυλάξαι τὰ ὄντα, καὶ προσλαβεῖν τι τῶν πολεμίων, ἡμεῖς ἡττήμεθα τὰ τῶν νενικημένων παθόντες, καὶ τὴν οὖσαν ἀσφάλειαν ἀπολέσαντες· οὕτω δὲ καὶ ὁ φεύγων βιάσεται, ὅτι εἰ κώλυμα τῶν πολεμίων τὸ τεῖχος· τοῦτο δὲ καθῃρέθη, καὶ νενίκηκα, οὐ καθεῖλον· ἀλλʼ ἀνέστησα τοῖς ἔργοις· τοῦτο δὲ τὸ κεφάλαιον ἀεὶ τῷ πρός τι ἀκολουθεῖ καὶ ἐπιλείποντος ἐπιλείπει καὶ εὑρισκομένου συνευρίσκεται.

`7.574`

Ἐπὶ τούτοις ἀκολουθεῖ ἡ μετάληψις παρὰ τοῦ κατηγόρου· εἰπὼν γὰρ, ὅτι οὐκ ἐπὶ ταύτῃ τῇ διανοίᾳ τόδε πεποίηκας, ἐὰν ἄρα ἐμπέσῃ, συνάψει τὴν μετάληψιν λέγων, ὅτι ἄλλως τε οὐδὲ οὕτως ὠφελῆσαι ἔδει τὴν πόλιν, ἐὰν ἀντιστατικὸν μελετῶμεν· ἀλλʼ ἐκκλησίαν συναγαγεῖν, παραινέσαι τὰ δέοντα, καὶ οὕτω τὴν νίκην περιποιῆσαι τῇ πόλει. καὶ ἐπὶ ἀντεγκλήματος ἐχρῆν οὐ φονεύειν τὸν υἱὸν, ἀλλʼ ἐπιτιμᾷν, τύπτειν, συμβουλεύειν, διδάσκειν, προτρέπειν· καὶ ἐπὶ μεταστάσεως οὐκ ἀναβάλλεσθαι τὸν καιρὸν τῆς πρεσβείας ἐχρῆν, ἀλλʼ ἑτέρωθεν ἐπινοήσαντα καὶ παρασκευασάμενον ἐφόδιον ἐξελθεῖν, καὶ ἐπὶ συγγνώμης, ὅτι ἐχρῆν σε τὰ μὴ ὄντα πλάσασθαι καὶ εἰπεῖν ὡς ἀπόρρητα.

`7.575`

λζʹ. Τὸ πρός τι, φησὶ, κοινόν ἐστι τοῦ διώκοντος καὶ τοῦ φεύγοντος· ὡς μὲν οὖν συγκριτικὸν τὸ κεφάλαιον σαφές· λαμβάνεται δὲ ἐν μὲν ἀντιστάσει κατὰ τὸ ἀδίκημα καὶ τὸ εὐεργέτημα, τοῦ μὲν διώκοντος τὸ ἀδίκημα μεῖζον, τοῦ δὲ φεύγοντος τὸ εὐεργέτημα ἀποδεικνύντος· ἐν δὲ ἀντεγκλήματι κατὰ τὴν τιμωρίαν καὶ τὸ ἀδίκημα· οἷον ὅτι μείζων ἡ τιμωρία τοῦ ἀδικήματος, ὡς ἐπὶ ἀριστέως τοῦ τὸν πορνεύοντα υἱὸν ἀποκτείναντος· ἔστι γὰρ ἁμάρτημα μὲν ἡ πορνεία· τιμωρία δὲ ὁ φόνος. ἐπὶ δὲ τῆς μεταστάσεως τὸ πρός τι κατὰ τὸ πραχθὲν καὶ τὸ μὴ γεγενημένον λαμβάνεται, ἀντιπαραβαλλομένης τῷ πραχθέντι ὑπὸ τοῦ φεύγοντος τῆς, δέον γενέσθαι, μὴ γεγονυίας πράξεως, οἷον ἐπὶ τοῦ στρατηγοῦ τοῦ μὴ εἰσδεξαμένου τοὺς αἰχμαλώτους· παραβάλλομεν γὰρ τῷ πραχθέντι τουτέστι τῷ ἀποκλεῖσαι τοὺς αἰχμαλώτους τὸ μὴ γινόμενον· τοῦτο δέ ἐστι τὸ εἰσδέξασθαι, οἷον ὅτι λυσιτελέστερον καὶ ἄμεινον τὸ δέξασθαι, ἢ ὅτι τὸ πείθεσθαι τοῖς νόμοις ὠφελιμώτερον· ἔτι δὲ ἐν συγγνώμῃ, καθότι ἂν τῶν μερῶν ἡ ὑποκειμένη διδῷ παράστασις, τὸ πρός τι παραληφθήσεται· οἷον ἐπὶ τοῦ πρεσβευτοῦ, ὃς μαστιζόμενος ὑπὸ τῶν πολεμίων τὰ ἀπόρρητα ἐξεῖπε καὶ κρίνεται δημοσίᾳ· ἐπὶ τούτῳ γὰρ ὁ διώκων χρήσαιτο ἂν τῷ πρός τι· φάσκων ἧττον καθεστάναι δεινὸν τὴν ἐκείνου τελευτὴν τοῦ ἐξενεχθῆναι τὰ τῆς πόλεως ἀπόρρητα· καὶ ἑτέρωθι πάλιν ὁ φεύγων χρήσεται· ἔστι δὲ ὅτε καὶ ἄμφω δύνανται τὸ πρός τι παραλαβεῖν· ὡς ἐπʼ ἐκείνου προβλήματος· ὁ ἁλοὺς παρανοίας ὑπὸ τοῦ παιδὸς δεδέσθω, ἐδέδετό τις, ἔλυσεν αὐτὸν ὁ τοῦ παιδὸς παῖς, καὶ ἀποκηρύττεται.

`7.576`

ληʹ. Κοινὸν, φησὶ, κεφάλαιον, ὁ βίαιος ὅρος ἐστί· βίαιον δὲ αὐτόν φασί τινες ὀνομάζεσθαι, ὅτι τοὺς τῶν τελείων πραγμάτων ὅρους τοῖς ἀτελέσι προσφέρει, τοῦτο δέ ἐστι βιάζεσθαι τὴν φύσιν· οἷον εἰ τὴν χῶσιν τοῦ λιμένος ἅλωσιν τῆς πόλεως εἶναι φαίημεν· καὶ ταῦτα εὐεργετήματος ἐνόντος τοῦ πεπραγμένου, καὶ πάλιν ὁ φεύγων, εἰ μὴ χῶσιν τοῦ λιμένος λέγει, ἀλλὰ ποίησιν καὶ βεβαίαν κτίσιν· τοῦτο δὲ γελοιότατον· πᾶς γὰρ ἐντεῦθεν παρὰ τοῖς ῥήτορσιν ὅρος βίαιος ἂν κληθείη· εἴγε ἀνάγκη πάντα ῥητορικὸν ὅρον παρʼ ἀτελῶν εἶναι πραγμάτων, ὡς ἐπὶ τῆς ὁρικῆς δεδήλωται στάσεως· ταύτῃ γὰρ αὐτὸν τοῦ παρὰ τοῖς φιλοσόφοις διαφέρειν ἐφάσκομεν· ἢ ὁ μὲν τέλειος καὶ παρὰ τελείων ἐστὶν, ὁ δέ γε ῥητορικὸς τέλειος περὶ ἀτελῶν· καλεῖται τοίνυν βίαιος ὅρος, ὅτι πάσης ἀντιθέσεως ὁμολογούμενον ὑπὸ τοῦ φεύγοντος τὸ ἀδίκημα ἐχούσης, καὶ πάλιν ὑπὸ τοῦ διώκοντος τὸ εὐεργέτημα, ἢ τὴν αἰτίαν ἐφʼ ἣν μεθίστησιν ὁ φεύγων, καὶ τοῦτο καθόλου πάσης ἀντιθέσεως ἔχειν βουλομένης, ὁ βίαιος ὅρος ἀπαρνεῖται βιαστικώτερον παρὰ τὴν φύσιν τῆς ἀντιθέσεως· ὅτι οὐδὲ νίκη τὸ πεπραγμένον, καὶ ὅτι οὐδὲ χωσθῆναι τὸν λιμένα τοῦτό ἐστιν. Καὶ πόθεν μὲν ὠνόμασται βίαιος ὅρος, δεδήλωται· ἰστέον δὲ, ὡς οὐ πανταχοῦ ὁμοίως αὐτῷ χρησόμεθα, ἀλλʼ ἔνθα μὲν τὸ πιθανὸν ἡμῖν παρέχεται ἡ παράστασις, αὐτὸ ἕκαστον κατʼ εἶδος ἐξετάσομεν, λέγοντες μὴ εἶναι τοῦτο νίκην, ἢ μὴ εἶναι τοῦτο κατασκαφήν· ἂν δὲ ἀπίθανον φαίνηται τὸ μὲν κατʼ εἶδος ἐξετάζειν παριτέον· ἐπὶ δὲ τὸ γενικώτερον δραμούμεθα, οἷον ὡς οὐκ ἔστι νίκη τὸ βλάπτειν, ἢ οὐκ ἔστιν ἀδίκημα τὸ ὠφελεῖν· ταῦτα γὰρ καθολικώτερα ὄντα ἐπικρύπτει τὸ ἀπίθανον τῶν κατʼ εἶδος, καὶ ὅλως μετὰ τὰ γενικὰ χώραν ἕξομεν καὶ τοῖς ἰδίοις χρῆσθαι· λάβωμεν οὖν τὸν λόγον ἐπὶ παραδείγματος· νόμος, νύκτωρ μὴ ἀνοίγεσθαι τὰς πύλας, αἰχμαλώτους ἀποδράσαντας ἐκ τῶν πολεμίων ὁ στρατηγὸς οὐκ εἰσδέχεται· καὶ τῶν πολεμίων ἐπικαταλαβόντων καὶ διαχρησαμένων αὐτοὺς κρίνεται δημοσίων· τῷ μὲν φεύγοντι πιθανὸν τὸ τοῦ βιαίου ὅρου, ὅτι οὐδὲν αὐτοὺς ἠδίκησα φυλάττων τὸν νόμον· τῷ δὲ κατηγόρῳ ἀπίθανον τὸ λέγειν, ὡς οὐδὲ φυλάξαι τὸν νόμον τοῦτό ἐστιν· ἂν γὰρ ἐπὶ τοῦ ὑποκειμένου λαμβάνῃ τὴν φυλακὴν, φανερῶς ὁ νόμος πεφύλακται· δεῖ οὖν ἐπὶ τὸ γενικώτερον ἀνελθεῖν, ὡς οὐκ ἔστι φυλάττειν νόμους τὸ τὴν πόλιν συμφορῶν ἀναπιμπλάναι, καὶ μετὰ τὴν τοῦ γενικωτέρου διέξοδον λάβοι ἄν τινα χώραν καὶ τὸ εἰδικόν.

Ἡ θέσις ἀκολουθεῖ πρὸς τὴν μετάληψιν λέγοντος τοῦ φεύγοντος· τοῦτο γάρ ἐστι τὸ κεφάλαιον, ὅτι δεῖ τὸν στρατηγὸν παντὶ τρόπῳ τὴν εὐεργεσίαν ἐνδείκνυσθαι· ἐξεταστέον δὲ τὴν θέσιν τοῖς ἐμπίπτουσι τελικοῖς, ὅτι δίκαιον τοῦτο τὸ πράττειν τὸν στρατηγὸν, ὅ τι ἂν ἡγεῖται καλὸν καὶ ὅ τι συμφέρον τοῦτο τῇ πόλει· ἢ ὅτι καὶ πρέπον καὶ δυνατὸν, καὶ ὡς ἂν ὁ καιρὸς διδῷ.

`7.577`

λθʹ. Ὁμοίως καὶ ἡ θέσις ἀμφοῖν ἐστι, τοῦ τε διώκοντος καὶ τοῦ φεύγοντος· χρὴ δὲ αὐτὴν ἐπὶ τὸ γενικώτερον ἀναγαγεῖν· καὶ καθόλου ἐν πάσαις ἀντιθετικαῖς. τὰ γὰρ μερικώτερα παραιτητέον· ἐπειδὴ πάντων ὑπόκειται τὸ ἀδίκημα ἐν τῇ ἀντιθέσει· τὸ δὲ ἐπὶ τοῖς ἀδικήμασιν αὐτοῖς θέσιν περαίνειν εὔηθες· οὐ γάρ ἐστι λέγειν, ὡς δέον κατασκάπτειν τεῖχος· ἐπὶ τὸ γενικώτερον οὖν ἀναδραμόντας χρὴ προάγειν τὴν θέσιν, ὅτι δεῖ τὸν στρατηγὸν πάνθʼ ὃν ἂν ἐγχωρῇ τρόπον εὖ ποιεῖν τὴν πόλιν καὶ ἀκόντων ἐνίοτε τῶν πολιτῶν, διʼ ἄγνοιαν τοῦ βελτίστου· εἶτα καὶ συγκριτικῶς τὴν θέσιν προοισόμεθα, ὅτι βλάπτειν μικρὰ ἀντὶ μεγάλων προσήκει, κοινὸν γάρ φησι τοῦτο ἐν πάσῃ ἀντιθέσει, τουτέστι κατὰ σύγκρισιν τῶν ἡττόνων πρὸς τὰ μείζω τὴν θέσιν προφέρεσθαι. καὶ ὅλως τὸ πρός τι ἐπαναλαμβάνειν· ἐν μὲν ἀντιστάσει καθὰ πρόκειται, ὅτι μικρὰ προϊεμένους χρὴ μεγάλα εὐεργετεῖν, ἐν δὲ ἀντεγκλήσει, ὡς ἐπὶ τοῦ ἀριστέως τοῦ τὸν πεπορνευκότα υἱὸν ἀνελόντος, ὅτι οὐ μείζους τῶν ἁμαρτημάτων τὰς τιμωρίας λαμβάνειν δεῖ· τοῦτο γάρ ἐστιν ἄρχειν ἀδικίας, καὶ ἐκ τοῦ ἐναντίου ὁ φεύγων. ἐπὶ δὲ μεταστάσεως, ὅτι φυλακτέον τοὺς νόμους· καὶ ὡς μείζων οὐκ ἂν γένοιτο ὠφέλεια τῆς ἐκείνων φυλακῆς· ὅτι οὐδὲν ἂν δεινότερον εἴη τοῦ συμφορῶν ἀναπιμπλάναι τηλικούτων τὴν πόλιν, ὡς ἐπὶ τῶν ἀποκλεισθέντων αἰχμαλώτων· ἐν δὲ συγγνώμῃ, οἷον ὅτι χρὴ τὸ κοινῇ λυσιτελοῦν πρὸ τοῦ ἰδίᾳ συμφέροντος τίθεσθαι. μεῖζον γὰρ τὸ τῇ πόλει συνοῖσον κατὰ τὸ παράδειγμα τοῦ πρεσβευτοῦ, ὃς τοῖς πολεμίοις τὰ ἀπόρρητα ἐξεῖπε μαστιζόμενος· οὕτω γὰρ ὁ διώκων ἐνταῦθα προοίσεται τὴν θέσιν.

`7.578`

μʹ. Ἐλέγομεν τὴν μετάληψιν διχῆ, πῆ μὲν πρὸς τὸ πρᾶγμα, πῆ δὲ πρὸς τὸ πρόσωπον φέρεσθαι· περὶ μὲν οὖν τῆς κατὰ τὸ πρᾶγμα διείληπται ἡμῖν ἀνωτέρω, νυνὶ δὲ ὁ λόγος περὶ τοῦ κατὰ πρόσωπον μεταληπτικοῦ· χρήσεται δʼ αὐτῷ ὁ διώκων μόνος. δῆλον γὰρ, ὡς πᾶσα μετάληψις τοῦ κατηγόρου ἐστί· μεταλήψεται οὖν τὸ πρόσωπον, οἷον ὅτι οὐκ αὐτὸν ἐχρῆν ἑαυτῷ παράταξιν ἐπιτρέπειν, ἀλλὰ κοινοῦν τοῖς ταξιάρχαις, τῷ δήμῳ, τοῖς λοχαγοῖς. Τοῦ φεύγοντος χρησαμένου τῇ θέσει ὁ κατήγορος τῇ δευτέρᾳ μεταλήψει χρήσεται, τὸν τρόπον διαβάλλων τῆς πράξεως· λέξει γὰρ, ὅτι ἔδει σε μετὰ γνώμης τοῦ δήμου καθελεῖν τὸ τεῖχος, καὶ μὴ ἀπὸ ἰδίας ἐξουσίας τοῦτο ποιεῖν· οὐκ ἔστι δὲ τῶν ἀεὶ ἐμπιπτόντων, ἀλλʼ ἐπὶ μὲν τῶν δημοσίων ἐμπεσεῖται. εἰ γὰρ ἰδιωτικὸν, διατί ἀπαιτεῖται ἀνενεγκεῖν τῷ δήμῳ. ἐμπεσεῖται δὲ καὶ, ὅταν ἐνδημῶν ἐν τῇ πόλει τύχῃ ὁ κρινόμενος· εἰ γὰρ ἐν ἀποδημίᾳ ἂν ἐποίησέ τι, οὐ δύναται λέγειν ὁ κατήγορος, ὅτι ἐχρῆν ἀνακοινοῦσθαι καὶ ἐπὶ τοῦ ῥήτορος τοῦ ἀναγκασθέντος ἐγκώμιον τῶν κεφαλαίων εἰπεῖν· διὰ γὰρ τὸ πόρρω εἶναι οὐχ οἷόν τε ἀνενεγκεῖν τῷ δήμῳ.

μαʹ. Μεταλήψεως γινομένης ἀκολουθεῖ ἡ ἀντίληψις παρὰ τοῦ φεύγοντος, ὅτι ἐξῆν στρατηγῷ τὰ δοκοῦντα πρὸς τὸ λυσιτελοῦν διαπράττεσθαι. πῶς δὲ ὁμολογῶν ἔγκλημα εἶναι τὸ πεπραγμένον ἀντιλήψει δύναται χρῆσθαι; τυραννικὸν γὰρ δοκεῖ· ἀλλʼ οὐκ αὐτῷ τῷ πεπραγμένῳ προσάγει τὴν ἐξουσίαν, ἀξίωμα ἔχοντος ὅτι στρατηγός.

`7.579`

μβʹ Πᾶσα μετάληψις ἀντιλήψει λύεται· φέρεται οὖν εἰκότως πρὸς τὸ μεταληπτικὸν τοῦ προσώπου ἡ ἀντίληψις· ὅτι ἐξῆν μοι καὶ μόνῳ βουλεύεσθαι ὑπὲρ τῶν κοινῶν· ὁμοίως δὲ καὶ ἐπὶ τοῦ ἀριστέως τοῦ πορνεύοντα τὸν υἱὸν ἀνελόντος· ὅτι δεινὸν, εἰ μηδὲ περὶ τοῦ παιδὸς βουλευσαίμην πατήρ γε ὤν.

μγʹ. Τοῦτο ἐπὶ τοῦ ἀνῃρηκότος τὸν παῖδα πορνεύοντα· ἔστιν δὲ τὸ νόημα ἐν ἤθει, ὅτι μέγιστον ἀγαθὸν, εἰ μὴ ἐξῆν πατρὶ ὄντι βουλεύσασθαι περὶ τοῦ παιδὸς, ὃ θέλει.

μδʹ. Καθολικὸν τοῦτο παράγγελμα· οὐδὲ γὰρ πάντα τὰ κεφάλαια ἐμπίπτει ἀεί. Ἐν ταῖς προλαβούσαις στάσεσι καλῶς ὁ τεχνογράφος ἐδίδαξεν ἡμᾶς αὐτάς τε τὰς στάσεις καὶ τὰ εἴδη τῶν στάσεων, ἐν δὲ ταῖς ἀντιθετικαῖς παντάπασιν ἀποσιωπᾷ τὰ εἴδη, τὴν ἐναντίαν τοῖς ἄλλοις τεχνογράφοις ἰών. ἔλεγον γὰρ εἴδη εἶναι τῶν ἀντιθετικῶν τὸ μὲν ἰδιωτικόν, τὸ δὲ δημόσιον, τὸ δὲ μικτὸν, πάνυ εὔηθες τοῦτο ποιήσαντες, ταῦτα γὰρ οὐκ εἴδη στάσεων ποιεῖ, ἀλλʼ εἴδη τυγχάνει φράσεως. ἴσμεν γὰρ, ὅτι ἄλλως ἑρμηνευτέον τὰ δημόσια πράγματα, ἄλλως δὲ τὰ ἴδια. φησὶν οὖν, ὅτι ἐσφάλησαν οἱ νομίσαντες εἴδη διάφορα τὸ εἶναι δημοσίαν καὶ ἰδιωτικήν. οὐδὲ γὰρ τοῦτο διάφορον εἶδος ποιεῖ, ἀλλʼ ἡ διάφορος διαίρεσις· ἐν ταῖς ἀντιθετικαῖς οὖν οὐδεμία διαφορὰ, ἀλλὰ πασῶν μία διαίρεσις καὶ τὰ αὐτὰ κεφάλαια, ἐξαλλάττοντος μόνον καθʼ ἑκάστην ἀντιθετικὴν τοῦ ὁμωνύμου τῇ στάσει κεφαλαίου. δυσὶ δὲ ἁμαρτήμασι Μινουκιανὸν ὑποβάλλει, κακῶς τε τὸ περὶ στάσεων τέχνην ἐπιγράψαντα ῥητορικὴν, καὶ νῦν ἀκαίρως εἴδη τῶν ἀντιθετικῶν παραδιδόντα.

`7.580`

μϛʹ. Τὸ χωρίον ὅλον πρὸς Μινουκιανὸν ἀποτείνεται. ἐκεῖνος γὰρ ταῦτα εἴδη ἐτεχνολόγει κατὰ τὸ δημόσιον καὶ ἰδιωτικὸν καὶ μικτόν. παραδείγματα δὲ τοῦ μὲν δημοσίου ὁ τὸν λιμένα χώσας στρατηγὸς, τοῦ δὲ ἰδιωτικοῦ ὁ τὸν ἵππον λαβὼν τὸν ἐκφέροντα ἐπὶ τοὺς πολεμίους τὸν ἱππέα, καὶ κρινόμενος ὑπὸ τοῦ δεσπότου βλάβης. μικτοῦ δὲ παράδειγμα· τύραννος μειράκιον ὡραῖον ἐξ ἀστυγείτονος πόλεως ᾔτησε πόλεμον ἀπειλῶν, εἰ μὴ λάβοι, προσήκαντο τὸν πόλεμον, πολιορκοῦντος τοῦ τυράννου τὴν πόλιν, ὁ πατὴρ ἀποκτείνας τὸ μειράκιον ἀπὸ τῶν τειχῶν ἔρριψεν· ἀνέζευξαν οἱ πολέμιοι καὶ κρίνεται ὁ πατὴρ δημοσίᾳ· τοῦτο γὰρ μικτόν ἐστιν· ἰδιωτικὸν μὲν, καθὸ φαίη ἂν ὁ πατὴρ, αἰσχύνης ἀπηλλάχθαι τὸ μειράκιον· δημόσιον τῷ πολιορκίας ἠλευθερῶσθαι τὴν πόλιν. καὶ τὰ μὲν προκείμενα παραδείγματα ἀντιστατικὰ, τῇ δʼ αὐτῇ κἀπὶ τῶν ἄλλων ἀντιθετικῶν χρῆται διαιρέσει· ἀνασκευάζει τοιγαροῦν τὸν λόγον ὁ τεχνικὸς διχῆ κατὰ τὸ ἀσύμφορόν τε καὶ ἀδύνατον. κατὰ μὲν τὸ ἀσύμφορον, ὡς περιττὸν τοῖς περὶ διαιρέσεως γράφουσιν παραλαμβάνειν εἴδη μηδεμίαν ἔχοντα διαφορὰν περὶ τὴν τῶν κεφαλαίων διαίρεσιν· εἴληπται γὰρ τὸ ἀσύμφορον κατὰ τὸ περιττόν· κατὰ δὲ τὸ ἀδύνατον, ὅτι τὸν μὴ πρότερον τὰς ὑποθέσεις καὶ τὰ κεφάλαια ἐπιστάμενον οὐχ οἷόν τε δήπου ταῦτα γινώσκειν, τὸ ἰδιωτικόν φημι καὶ τὸ δημόσιον, τί τέ ἐστι καὶ διὰ τίνων προσάγεται· ὅμοιον δέ φημι κἀν τῷ περὶ εἴδους καὶ τρόπου πεπόνθασι λόγῳ· καὶ γὰρ τούτων ἐν τῷ περὶ διαιρέσεως οἱ περὶ τὸν Μινουκιανὸν ἐμνήσθησαν πάντα συγχέοντες. παραπλησίως γὰρ ἀδύνατον εἴδη καὶ τρόπους ἐπίστασθαι τὸν οὐκ εἰδότα, τί μὲν δημόσιον, τί δὲ ἰδιωτικόν.

Σημείωσαι, ὅτι τινὲς τὸ τῆς ῥητορικῆς μέρος τὸ περὶ διαιρέσεως μόνον διαλαβὸν τέχνην ῥητορικὴν ἐπέγραψαν, ὧν ἐστι καὶ Μινουκιανός.

`7.581`

μζʹ. Ἰδιωτικὸν λέγει, ὡς ἐπὶ τοῦ τὸν ἵππον τὸν τὸν ἴδιον δεσπότην ἐξαγαγόντα τοῖς πολεμίοις ἀποσφάξαντος καὶ κρινομένου βλάβης· δημόσιον δὲ, ὡς ἐπὶ τοῦ σκάψαντος στρατηγοῦ τὸ τεῖχος· μικτὸν δὲ, ὡς ἐπὶ τούτου· τύραννος ἐξ ἀστυγείτονος πόλεως μετεπέμψατο μειράκιον ὡραῖον, ἀπειλῶν πόλεμον εἰ μὴ λάβοι. οὐκ ἔδωκεν ἡ πόλις· ἐστράτευσεν ὁ τύραννος, πολιορκίας οὔσης ὁ πατὴρ σφάξας τὸν παῖδα ἔρριψε πρὸ τοῦ τείχους. θεασάμενος ὁ τύραννος ἀνεχώρησε καὶ κρίνεται δημοσίων ὁ πατὴρ ἀδικημάτων· αὕτη γὰρ μικτὴ τυγχάνει· ἔχει γὰρ καὶ ἴδιον ἀδίκημα τὸν φόνον τοῦ παιδός· καὶ δημόσιον ὅτι τὴν πόλιν ἠδίκησεν, ὑπὲρ οὗ γὰρ εἵλετο πόλεμον ἡ πόλις, καθάπερ ἆθλον αὐτὸν ποιουμένη, τοῦτον παρὰ γνώμην τῆς πόλεως ἐφόνευσε· καὶ τὸ ἀντιθετικὸν κεφάλαιον τοιοῦτον· ὅτι καὶ τῇ πόλει συνήνεγκε τὸ τελευτῆσαι τὸ μειράκιον, ἀπήλλακται γὰρ πολέμου καὶ πολιορκίας, καὶ αὐτῷ τῷ παιδί.

`7.582`

μηʹ. Τούτου καὶ κατʼ ἀρχήν που τῆς πραγματείας ἐπεμνήσθη, πρὸς Μινουκιανὸν φερόμενος ἄντικρυς· φησὶ δὲ οὕτως, εἴδους γὰρ ἕνεκα προβλημάτων καὶ τρόπου περίεργον ἂν εἴη λέγειν ἐν τῷ παρόντι· ὁ μὲν οὖν τεχνικὸς κατὰ τοὺς εἰρημένους λόγους τὰ εἴδη τῶν ἀντιθετικῶν οὐ προσίεται· προσθείημεν δʼ ἂν ἡμεῖς, ὅτι οὐ μόνον γε τῷ περιττῷ καὶ τῷ ἀδυνάτῳ τῆς διδασκαλίας, ἀλλʼ οὐδὲ κατὰ φύσιν ἀφιστάναι δύναται· πρῶτον γὰρ τὰ ἐκ διαφόρων γενῶν εἴδη κοινωνεῖν ἀλλήλοις οὐ δύναται τὸ δὲ ἰδιωτικὸν καὶ δημόσιον οὐκ ἀντιθέσεως μόνης, ἀλλὰ κοινὸν ἁπάσης φαίνεται στάσεως· ἔπειτα ἐν ταῖς προειρημέναις τῶν στάσεων εἴδη τοιαῦτα οὐ παραλαβόντες, καίτοι τοῦ δημοσίου καὶ τοῦ ἰδιωτικοῦ ἐν πάσαις εὑρισκομένων, τί δή ποτε ἐπὶ τῆς ἀντιθέσεως παρειλήφασιν; ἢ εἴπερ ἐνταῦθα, τί μὴ καὶ πρότερον πολὺ ἐπʼ ἐκείνων. τρίτον ἐπὶ τούτοις τὰ διαιρούμενα τὴν εἰς τὰ κεφάλαια διαίρεσιν ἢ τομῇ διενήνοχεν ἀλλήλων, ἢ ὕλῃ, τομῇ μὲν, ὡς τὸ ἁπλοῦν καὶ τὸ διπλοῦν· κεχώρισται γὰρ ἀλλήλων τῇ διαφόρῳ περὶ τὰ κεφάλαια διαιρέσει· ὕλῃ δὲ, ὡς κατὰ κρίσιν καὶ κατὰ αἴτησιν· διάφορος γὰρ ἡ ὕλη. πῆ μὲν τιμωρίας, πῆ δὲ δωρεᾶς ὑποκειμένης· πῶς οὖν δύναιτο ἂν εἴδη παραλαμβάνεσθαι τὸ δημόσιον καὶ τὸ ἰδιωτικὸν, οὐδὲ κατὰ τομὴν ἀλλήλων διαφέροντα· μία γὰρ ἀμφοῖν ἀλλήλων διαίρεσις, καὶ κατὰ τὴν ὕλην. καὶ γὰρ ἰδιωτικὸν γίνεται καὶ κατὰ κρίσιν καὶ κατὰ αἴτησιν. καὶ αὖ πάλιν δημόσιον· μόνου γὰρ ταῦτα τοῦ ποσοῦ διενήνοχε· καθὸ τὸ μὲν ἐφʼ ἑνὸς, τὸ δὲ ἐπὶ πολλῶν διήκει· τὸ δὲ ποσὸν διαφορὰν εἴδους οὐ κατεργάζεται.

Τοῦτό φησιν, ὅτι ὁ μήπω δυνηθεὶς εἰδέναι τὴν στάσιν τοῦ ζητήματος ἢ τὰ κεφάλαια, πῶς δύναται οὗτος, περὶ χαρακτήρων εἰπεῖν ἢ τρόπων.

μθʹ. Τινές φασιν, ὧν καὶ ὁ τεχνογράφος, τούτῳ διαφέρειν τὴν μετάστασιν τῆς συγγνώμης, τῷ ὑπευθύνῳ καὶ ἀνευθύνῳ· τὸ μὲν γὰρ εἰς ὑπεύθυνόν τι δυνάμενον γενέσθαι πρόσωπον ἢ πρᾶγμα ἀναφέρον τὴν αἰτίαν μεταστατικόν φασι, τὸ δὲ εἰς ἀνεύθυνον συγγνωμονικόν· τινὲς δὲ καὶ τὰ εἰς ἀνεύθυνον καὶ ὑπεύθυνον ἀναφέροντα μεταστατικά φασι· τὰ δὲ εἴς τι πάθος τῆς ψυχῆς συγγνωμονικά· ἐμάθομεν δὲ ἐν τῇ μεθόδῳ, ὅτι περὶ τούτων ἠμφισβήτουν ὅ τε Μινουκιανὸς καὶ ὁ Ἑρμογένης· ὁ μὲν Ἑρμογένης ὅτι συγγνωμονικὸν γίνεται, ὅτε μετάστασίς ἐστιν ἐπί τι ἀνεύθυνον, ὁ δὲ, ὅτε ἐπὶ ψυχῆς ἀναφέρεται πάθος· ἐνταῦθα οὖν, ὡς οἷα αἰσθόμενος τῆς ἀληθείας συγχωρεῖ τῷ Μινουκιανῷ καλῶς εἰρηκέναι.

`7.583–7.586`

νʹ. Τὴν συγγνώμην καὶ τὴν μετάστασιν ἔφη αὐτὸς ἐν τῇ μεθόδῳ διαφέρειν ἀλλήλων κατὰ τὸ ὑπεύθυνον καὶ ἀνεύθυνον. ἂν μὲν γὰρ ὑπεύθυνον ᾖ τὸ δεχόμενον τὴν αἰτίαν, γίνεται μετάστασις, ἂν δὲ ἀνεύθυνον, συγγνώμη· τινὲς δὲ, ὧν καὶ Μινουκιανὸς ἐν τοῖς μάλιστα, οὐχ οὕτως διαστέλλουσιν αὐτάς· ἀλλʼ ἁπλῶς τὰ μὲν εἴς τι τῶν ἔξωθεν μεθιστάντα τὸ ἀδίκημα πάντα μεταστατικὰ εἰρήκασιν εἶναι, ἄν τε χειμὼν, ἄν τε βάσανος, ἄν τε ἄλλο τι τοιουτότροπον ᾖ· τὰ δὲ εἰς ἴδιόν τι πάθος τῆς ψυχῆς μόνα συγγνωμονικὰ εἶναι ὡρίσαντο· ἰστέον μέντοι, ὡς περὶ τῆς βασάνου διαφέρεται πρός γε τοὺς ἄλλους ἅπαντας ὁ Μινουκιανός· οἱ μὲν γὰρ συγγνωμονικὸν τὸ τοιοῦτόν φασιν, τῷ ψυχικὸν ἐντεῦθεν πάθος κινεῖσθαι, τὸν φόβον· ὁ δὲ Μινουκιανὸς τῇ μεταστάσει προσνέμει τὴν βάσανον, ὡς τῶν ἔξωθεν οὖσαν· δοκοῦσι δʼ οὖν οἱ μὲν ἄλλοι κατὰ τοῦτο συμβαίνειν τῷ τεχνικῷ, ἢ καὶ τὰ μάλιστα καθʼ ἑκατέραν ἔννοιαν· δῆλον γὰρ, ὡς κατʼ αὐτὸν συγγνώμη ἔσται ἡ βάσανος τῷ εἶναι ἀνεύθυνον· ὁ δὲ Μινουκιανὸς καὶ κατὰ τοῦτο ἐναντιοῦται. ταύτης δὲ τῆς διαφορᾶς ὑπʼ ἐκείνων εἰσφερομένης, φημὶ τῆς κατὰ πάθος, ἴδιον ἤ τι τῶν ἔξωθεν ἐπιφέρει ὁ τεχνικὸς, ὥσπερ τινὰ συγκατάθεσιν, ὅτι καὶ ἴσως ταῦτα οὐ κακῶς, καὶ ζητητέον, τί δήποτε τὸν ἐκείνων παραδεχόμενος λόγον αὐτὸς εἰσήνεγκεν ἕτερον. ἢ εἴπερ μὴ καταδέχεται, τί μὴ διαρρήδην ἀντεῖπε· δυοῖν γὰρ ἁμαρτημάτων θάτερον οὐκ ἐκφεύξεται ἀγνοίας ἢ φθόνου· ἀλλὰ ταυτὶ μὲν ἑτέροις βλασφημεῖν ἐῶμεν, λεκτέον δὲ, ὡς οὐκ ἄνευ λόγου τρόπον δή τινα συγκατέθετο· ὑπῄσθετο γὰρ καὶ τὸν ἐκείνων λόγον σχεδὸν τῷ οἰκείῳ συμφερόμενον· σκοπῶμεν γὰρ οὕτως, οἱ μὲν γὰρ τὰ εἰς ψυχικὸν πάθος τὴν αἰτίαν μεθιστάντα συγγνώμην εἶναι βούλονται· ὁ δέ φησι τὴν συγγνώμην ἐκ τῶν ἀνευθύνων γίνεσθαι, ὃν τρόπον ἀπὸ διαφόρου γνώμης εἰς ταὐτὸν συνήχθησαν. δῆλον γάρ, ὡς πᾶν ψυχικὸν πάθος ἀνεύθυνον. Ἴδωμεν τὸν αὐτὸν αὖθις τρόπον, οἱ μὲν τὰ εἴς τι τῶν ἔξωθεν ἄγοντα τὸ ἀδίκημα μεταστατικὰ εἰρήκασιν, ὁ δὲ τῷ ὑπευθύνῳ τὴν μετάστασιν ὁρίζει· κἀνταῦθα σχεδὸν συμφέρονται· φυλαττέσθω γὰρ ἐκεῖνο ὁ λόγος αὐτῶν, ὡς τὰ εἴς τι ψυχικὸν πάθος μεθιστάντα τὸ ἀδίκημα συγγνώμη· εἶτα ὑποδιέλωμεν τὰ εἴς τι τῶν ἔξωθεν. ταῦτα γὰρ ἢ ἐπί τι ψυχικὸν ὁρμᾶται πάθος, ὡς ὁ χειμὼν ἢ βάσανος, φοβεῖ γὰρ καὶ καταπλήττει, ψυχικὸν δὲ πάθος ὁ φόβος. ὥστε καὶ κατʼ ἐκείνους ταῦτα συγγνώμης εἶναι, τῷ εἴς τι πάθος μεθιστᾷν τὸ ἀδίκημα, καὶ κατὰ τὸν τεχνικὸν τῷ εἶναι ἀνεύθυνον, ἢ εἴπερ μὴ ἐπί τι ψυχικὸν φέροιτο πάθος. ὑπεύθυνά γε πάντως ὄντα τῷ μὲν ὑπάρχειν τῶν ἔξωθεν κατὰ τὸν ἐκείνου λόγον, τῷ δὲ εἶναι ὑπεύθυνα κατὰ τὸν τεχνικὸν ἔσται μεταστατικά. καὶ ταῦτα μὲν ὅσον ἐπιδεῖξαι κἀκείνους ἄκοντας εἰς τὸν λόγον συνελαυνομένους τοῦ τεχνικοῦ. χρὴ δὲ μόνον τὴν κατὰ τὸ ἀνεύθυνόν τε καὶ ὑπεύθυνον διαφορὰν δέχεσθαι, σαφεστάτην δὲ οὖσαν καὶ τελειωτάτην· ἔτι δὲ κἀκεῖνο ζητῆσαι ἄξιον. ἐπήνεγκε γὰρ εὐθὺς μετὰ ταῦτα, ὡς οὐδὲ ἡ μετάστασις διαφέρει τῆς συγγνώμης, πλὴν τοῦ ὀνόματος· τί οὖν φαίη ἄν τις, μέχρι νῦν ἐφληνάφει, τοσοῦτον ἀποτείνων λόγον περὶ τῆς τούτων διαφορᾶς· καὶ οὐκ ἐνταυθοῖ μόνον, ἄλλʼ ἔτι κἀν τῇ μεθόδῳ καταφανὴς ἡ πρὸς τοῦτο ἀπάντησις· οὐ γὰρ πρὸς τὴν φύσιν αὐτῶν ἀφορῶν, ἀλλʼ ὅσον πρὸς τὴν τῶν κεφαλαίων ἥκει διαίρεσιν, ἔφη μὴ αὐτὰς διενηνοχέναι· καὶ γὰρ ἐν μεταστάσει, φησὶν, ἐμπίπτει τὸ συγγνωμονικὸν, καὶ ἔτι ἐν συγγνώμῃ τὸ μεταστατικόν. καὶ τό γε μεῖζον εἰπεῖν, ἐν συγγνώμῃ ἔστιν ὅτε οὐ χρησόμεθα συγγνωμονικῷ, ἀλλʼ ἐφαψάμενοι μόνον αὐτοῦ μεταπηδήσομεν θᾶττον ἐπὶ τὸ μεταστατικὸν, τοῦτο δὲ γίνεται, ἡνίκα ἔνδοξον ᾖ τὸ κρινόμενον πρόσωπον. Οὐδὲν οὖν ἀλλήλων, ἤρετό τις, διοίσουσι κατὰ διαίρεσιν; φαμὲν ὅτι κατὰ τὴν εὕρεσιν μὲν τῶν κεφαλαίων οὐδαμῶς· κατὰ μέντοι τὴν χρῆσιν· ἐφʼ ἑκατέρας γὰρ τῷ κυριωτέρῳ καὶ πρωτοστατοῦντι μᾶλλον ἐνδιατρίψομεν. οἷον ἐν μεταστάσει μὲν τῷ μεταστατικῷ, ἐν δὲ συγγνώμῃ τῷ συγγνωμονικῷ, πλὴν εἰ μὴ τὸ ἀξίωμα τοῦ προσώπου κωλύοι· τηνικαῦτα γὰρ ἡ μετάστασις κατὰ τὸ ἰσχυρὸν τῇ φύσει λαμβάνεται, ἡ δὲ τοῦ προσώπου ποιότης καὶ ἀσθενεστέρας ἔχεται μᾶλλον ἀπολογίας, ἕνεκα τοῦ μὴ καθελεῖν τὸ ἀξίωμα. τοῦτο δέ φημι, τουτέστι τὸ πλεονάζειν τόδε μᾶλλον ἢ τόδε, οὐ διαιρετικῆς ἔργον διδασκαλίας, ἀλλὰ μεθόδου τῆς περὶ τὸν καιρὸν καὶ τὰ ὀνόματα· ᾗ χρήσεται καὶ ὁ τῆς ὅλης ῥητορικῆς ἐπιστήμων· ὑπόλοιπόν ἐστι τὴν ἐργασίαν τῆς συγγνώμης εἰπεῖν· δοκεῖ γὰρ ἀσθενὲς κομιδῇ καθεστάναι τὸ φανερῶς ἠδικηκότας συγγνώμην αἰτεῖν· χρηστέον δὲ πρῶτον μὲν τῇ τοῦ μέλλοντος ἐπαγγελίᾳ, οἷον ὁ τοίνυν ἐγὼ διαφυγὼν αὖθις ὑμῖν χρήσιμος ἔσομαι τοῖς πολίταις· ἔπειτα ἐκ τῶν παραδειγμάτων χρὴ τὸ τοιοῦτο πιστοῦσθαι, ὡς πολλοὶ πολλάκις τὸ πρῶτον δόξαντες ἀδικεῖν ἀγαθοὶ τὰ τελευταῖα πολῖται γεγόνασιν. οἷον Θεμιστοκλῆς πονηρίᾳ τε καὶ ἀκρασίᾳ τὴν ἀρχὴν πάντας ὑπερβαλλόμενος διήνεγκεν ὕστερον ἐπὶ σοφίᾳ τῶν ἁπανταχοῦ γῆς ἀγαθῶν ἀνδρῶν· καὶ ὡς εἰ τὸ πρῶτον ἁμαρτὼν ἀνῃρέθη, οὐκ ἂν ἡ Ἑλλὰς τῆς διʼ ἐκείνου ἐλευθερίας ἀπώνατο. τρίτον ἐπὶ τούτοις ἀπὸ τῆς τῶν δικαστῶν φιλανθρωπίας ἐπιχειρήσομεν· ὅτι νέμειν εἰώθασι συγγνώμην τοῖς ἁμαρτάνουσιν πρὸς φιλανθρωπίαν ὁρῶντες· ἐπείτοι οὐδεὶς ἂν ἀθῷος ὑπελείπετο ἕνεκά γε τοῦ μηδὲν ἁμαρτεῖν, εἶτα ἐκ παραδειγμάτων, εἰ ἔχοιμεν ἐπιδεικνύναι συγγνώμην αὐτοὺς νείμαντας ἑτέροις.

Τί δήποτε τὸν ἐκείνων δεχόμενος λόγον, αὐτὸς εἰσήνεγκεν ἕτερον; ᾔσθετο καὶ τὸν ἐκείνων λόγον τῷ οἰκείῳ σκοπῷ συμφερόμενον· ἰστέον δὲ, ὡς τὸ τῶν βασάνων καὶ τοῦ χειμῶνος οἱ μὲν ἄλλοι συγγνώμῃ, τῷ ψυχικὸν ἐνταῦθα κινεῖσθαι πάθος τὸν φόβον, Μινουκιανὸς τῇ μεταστάσει προσνέμει ταῦτα, ὡς καὶ τῶν ἔξωθεν ὄντα. τοῦτο, φησὶν, ἀσαφῶς εἶπεν, οὐ γὰρ τῷ ὀνόματι διενήνοχε μόνον, ἀλλὰ καὶ τῇ φύσει· ἀλλὰ περὶ τῆς μεταχειρίσεως εἶπε τοῦτο, οὐ πρὸς τὴν φύσιν οὖν ἀφορῶν αὐτοῦ ταῦτά φησιν, ἀλλὰ πρὸς τὴν διαίρεσιν· καὶ γὰρ ἐν μεταστάσει φησὶν ἐμπίπτειν τὸ συγγνωμονικὸν καὶ μεταστατικόν· καὶ αὖ ἐπὶ συγγνώμης ἐφαψάμενοι μόνον ταύτης εὐθέως ἐπὶ τὴν μετάστασιν μεταβαίνομεν· πλὴν ὅτι ἐφʼ ἑκατέραις ταῖς στάσεσι τῷ κυριωτέρῳ κεφαλαίῳ χρησόμεθα.

ναʹ. Ἐπειδὴ ἐνδόξου ὄντος προσώπου αἰσχύνην φέρει τὸ συγγνωμονικῶς ἀπολογεῖσθαι, μεταστατικῶς δὲ ἀπαντῶντος, ὅτι οὐκ ἐγὼ αἴτιος, ἀλλʼ ἡ τύχη· ἀδόξου δὲ ὄντος μὴ δυναμένου μεταστατικῶς ἀπολογεῖσθαι, ἀναγκαίως δὲ ἐπὶ τὴν συγγνώμην καταφεύγοντος, λέγει ὁ τεχνικὸς, ὅτι ἀμφοτέρων τῶν στάσεων μετάστασις γίνεται. ἀλλʼ ἴσμεν τὴν διαφορὰν, ὅτι ἡ μὲν ἐπὶ πάθος ψυχῆς, ἡ δὲ ἐπὶ τῶν ἔξωθέν τι ἀνάγεται· τὸ δὲ τοὺς καιροὺς εἰδέναι ἐπιστήμονος ῥήτορος, καὶ εἰδότος χρῆσθαι τῷ καιρῷ καὶ τῇ ὕλῃ.

`7.587`

Περὶ πραγματικῆς.

`7.588`

αʹ. Τὴν μὲν τάξιν ἔγνωμεν, ἥτις γέγονε παρὰ τοῦ τεχνογράφου. ὅτι ἐν μὲν τῇ μεθόδῳ τρίτην ἔταξε τὴν πραγματικὴν, τῶν πραγμάτων οὕτως ἀναγκαζόντων τὸν λόγον, ἐν δὲ τῇ διαιρέσει τοῖς κεφαλαίοις ἑπόμενος ἀφῆκεν αὐτὴν καὶ μετὰ τὰς ἀντιθετικὰς τέταχε, καλῶς τὸν περὶ αὐτῆς λόγον ποιούμενος· οὖσα γὰρ τῶν λογικῶν εἰκότως συνῆπται ταῖς λογικαῖς ἐνταῦθα· ἐκεῖ δὲ τρίτην ἔταξε σαφέστερον τὸν λόγον ποιῶν· ἁπλούστερος γὰρ ὁ περὶ ταύτης λόγος ἅτε ἐπιδιαίρεσιν μὴ ἐπιδεχόμενος· ποικιλωτέρα δὲ ἡ δικαιολογία ἐπιδιαίρεσιν ἐπιδεχομένη. οἷα γενικὴ οὖσα καὶ πολυειδὴς τυγχάνουσα· προτέτακται δὲ καὶ τῆς μεταλήψεως, ἐπειδὴ ἐνταῦθα ἡ εὐθυδικία χώραν οὐκ ἔχει, παντάπασι γὰρ τὸν ἀγῶνα παρωθεῖται, ἡ μέντοι πραγματικὴ οὐχ οὕτως ἔχει, ἀλλὰ ταῖς εὐθυδικίαις θαρρεῖ. διὸ καὶ εἰκότως προτέτακται ταύτης· πραγματικὴ δὲ ὠνόμασται, οὐχὶ ἀπὸ τοῦ πράγματα παρέχειν τοῖς ἀγωνιζομένοις, τοῦτο γὰρ καὶ αἱ ἄλλαι στάσεις, ἀλλʼ ἐπειδὴ καὶ τὰς ἄλλας στάσεις περιέχει ἐν ἑαυτῇ, κατὰ πάσας γὰρ σχεδὸν μελετᾶται· τοῖς γὰρ τελικοῖς διαιρουμένη κεφαλαίοις καθʼ ἕκαστον ἐκ τῶν ἄλλων στάσεων ἔχει τὰς εὑρέσεις διαφόρως, πῆ μὲν στοχαστικὰς ὥσπερ ἐπὶ τῷ συμφέροντι· ἀδήλου γὰρ ὄντος τοῦ συμφέροντος σταχαστικῶς τοῦτο κατασκευάζομεν, πῆ δὲ ἀντιθετικὰς, ὥσπερ τὸ δίκαιον, πῆ δὲ νομικὰς, ὥσπερ τὸ νόμιμον· ἄλλως τε καὶ δύο ὄντων εἰδῶν τῶν δεχομένων στάσιν, συμβουλευτικοῦ καὶ δικανικοῦ, τὸ συμβουλευτικὸν μόνη ἀπείληφεν ἡ πραγματική, πᾶσαι γὰρ ὅσαι συμβουλευτικαὶ ὑποθέσεις ὑπὸ ταύτην ἀνάγονται· μετέχει δὲ κατὰ πολὺ τοῦ δικανικοῦ· τὸ γὰρ δίκαιον δηλονότι τοῦ δικανικοῦ τυγχάνει· ἔχει δέ τι καὶ τοῦ πανηγυρικοῦ· ταῖς γὰρ κατὰ ἀμφισβήτησιν στάσεσι τὸ πανηγυρικὸν ἐμπίπτει· ἀλλὰ καὶ τῆς ποιότητος τῶν πραγμάτων εἰς τὰ γεγονότα καὶ μέλλοντα διαιρουμένης, μόνη τὴν περὶ τῶν μελλόντων ἀπείληφεν ἐπισκοπεῖν φύσιν· ἔσθʼ ὅτε δὲ καὶ τῶν γεγονότων ἐφάπτεται πρὸς κατασκευὴν τῶν μελλόντων· διὰ ταῦτα οὖν πάντων μεγίστην περὶ τὰ πράγματα ἰσχὺν ἔχουσα ἡ πραγματικὴ, ταύτης ἐξαιρέτως ἔτυχε τῆς προσηγορίας.

`7.589–7.590`

βʹ. Τῆς πραγματικῆς αὐτὸ τὸ ὄνομα παρέχεσθαι ζητοῦσιν· οὐ γὰρ δοκεῖ, καθάπερ αἱ ἄλλαι τῶν στάσεων, προσεχὲς τῆς ἑαυτῆς φύσεως τὸ ὄνομα εἰληφέναι, οἷον ὁ στοχασμὸς, ὅτι στοχαστικὴν καὶ περὶ ἀδήλου πράγματος τὴν ζήτησιν ἔχει· ὁμοίως ἡ ἀντίληψις· ὅτι ἀντιλαμβάνεταί τινος· καὶ ἁπλῶς εἰπεῖν ἐπὶ πασῶν τῶν στάσεων δηλωτικὸν τῆς φύσεως τὸ ὄνομα γίνεται· ἡ δὲ πραγματικὴ εἴπερ ἐκ τῶν πραγμάτων τὸ κοινὸν ἁπάντων ὑφήρπακεν· οὐ γὰρ οἷόντε στάσιν ἄνευ πράγματος καθεστάναι· ὥστε τί μᾶλλον αὕτη καλεῖται πραγματικὴ, καὶ οὐχ ἅπασαι τήνδε προσηγορίαν αἱ στάσεις εἰλήφασι; τινὲς μὲν οὖν αὐτὴν κατʼ ἐξοχὴν ἔφασαν ὠνομάσθαι· τὴν αἰτίαν οὐ προσθέντες, ἀλλὰ κατʼ ἐξουσίαν ἀποφαινόμενοι· ἕτεροι δὲ, ὅτι ἐργώδης τε καὶ δύσκολος τοῖς ἐροῦσιν ἐγένετο· τὰ γὰρ πράγματα, φησὶν, εἰώθαμεν ἐπὶ τῆς δυσκολίας λαμβάνειν· ἄμεινον οὖν τῶν τοιούτων ἀφεμένους λόγων τὴν ἀκριβεστάτην αἰτίαν ἀποδοῦναι. πραγματικὴ γὰρ ὠνόμασται, καθὸ πάντων κ. τ. λ. ζητητέον δὲ καὶ περὶ τῆς τάξεως, ἀνθʼ ὅτου διαφόρως ἐτάγη ἔν τε μεθόδῳ κἀνταῦθα· ἐν μὲν γὰρ τῇ μεθόδῳ πρὸ τῆς δικαιολογίας· ἐνταῦθα δὲ παρείληπται μετʼ ἐκείνην. φασὶ γὰρ ἀναγκαίως ἐν τῇ διαιρέσει μετατετάχθαι τῆς δικαιολογίας τὴν πραγματικήν· ἐπεὶ κοινωνία τις ἦν κατὰ τὰ κεφάλαια πρὸς τὸν ὅρον ταῖς ὑπὸ τὴν δικαιολογίαν στάσεσιν. αὐτίκα ἡ προβολὴ κοινόν ἐστι κεφάλαιον· ἔτι δὲ τὸ ὁρικὸν καὶ τὰ ἑπόμενα τούτῳ· εἰ γὰρ, φασὶ, μετὰ τὸν ὅρον ἡ πραγματικὴ καθάπερ ἐν τῇ μεθόδῳ παρελαμβάνετο, διείργετο ἂν τὰ συνημμένα τῇ διαιρέσει τῶν κεφαλαίων, ὥστε ἀναγκαῖον εἶναι περὶ τῶν αὐτῶν αὖθις ἀναλαμβάνοντα τεχνολογεῖν· διά τοι τοῦτο, φασὶ, τῷ ὅρῳ τὰς δικαιολογίας ἐπισυνῆψεν· εἰ δέ τις ἀποροίη, τὶ δήποτε οὐ καὶ τὰς νομικὰς παρέταξεν ἕνεκά γε τῆς κοινωνίας τῶν κεφαλαίων, τὴν αἰτίαν ἐπʼ αὐτῶν γενόμενοι προσθήσομεν· καὶ οὗτος μὲν οὐκ ἄμουσος ἂν εἴη τῆς τάξεως ὁ λόγος· οὐ μὴν ἀλλὰ καὶ ζητήσειεν ἄν τις, εἴπερ τῶν εἰδῶν περιεκτικὴν ἔφαμεν εἶναι τὴν πραγματικὴν, καὶ διὰ τοῦτο καὶ τῶν πραγμάτων ἁπάντων, ἀφʼ οὗ καὶ τὴν ἐπωνυμίαν ἔλαβε ταύτην, πῶς οὐ τὴν πρώτην ἢ τὴν ὁποίαν δήποτε τάξιν ἔλαβε πάντως, οἷα δὴ καὶ αὐτῇ παραπλησίως ἁρμόττοντος τόπου· πρὸς ὃ ῥητέον, ὅτι τῶν στάσεων αἱ μὲν λογικαὶ, αἱ δὲ νομικαὶ, αἱ δὲ μικταί· λογικαὶ μὲν ἑπτὰ, νομικαὶ δὲ τέσσαρες· δύο δὲ μικταὶ, πραγματικὴ καὶ μετάληψις· ἀνάγκη δὲ ταῖς λαμβανούσαις τὴν μίξιν ἐφʼ ἑκατέρων τῶν ἄκρων καὶ μέσην ἀμφοῖν τάξιν ἐπέχειν· εἰκότως οὖν μεταξὺ τῶν λογικῶν τε καὶ νομικῶν τὴν πραγματικὴν καὶ τὴν μετάληψιν τέταχε· καὶ μὴν καὶ πρὸ τῆς μεταλήψεως ἔδει καθεστάναι τὴν πραγματικήν· ὃν γὰρ τρόπον ἐν τῇ μεθόδῳ μετὰ πάσας ἐτάττετο ἡ μετάληψις, τῆς παραγραφῆς ἕνεκα, τῷ χρῆναι τὰς ἄλλας προϋπεῖναι, καθʼ ἃς λαμβάνεται ἡ παραγραφὴ, τὸν αὐτὸν κἀνταῦθα μετὰ τὴν πραγματικὴν τετάχθω· μικρὸν γὰρ ὕστερον εἰσόμεθα, ὡς ἡ παραγραφὴ καὶ κατὰ πραγματικὴν ἐλαμβάνετο· ὥστε ἐπεισεφέρετο ἂν ὁ περὶ αὐτῆς λόγος τῇ μεταλήψει· καὶ οὕτως ἅπαντα συνεχεῖτο· αὕτη γοῦν τῆς παραγραφῆς ἀπηκριβωμένη φαίνεται τάξις· εἰ δέ τις λέγοι, ἐχρῆν κἀν τῇ μεθόδῳ ταύτην γενέσθαι τῆς πραγματικῆς τὴν τάξιν, ἴστω, ὡς ἐν μὲν τῇ μεθόδῳ διαίρεσιν ποιούμενος τῶν στάσεων κατὰ τὸ ἁπλούστερον τοῦ περὶ αὐτῆς λόγου προέταξεν αὐτὴν τῶν δικαιολογικῶν· πᾶσα γὰρ διαίρεσις τὰ ἁπλᾶ προτίθησι τῶν πολυσχιδῶν· ἐνταῦθα δὲ οὐκέτι, τοῦ διαιρετικοῦ κατεπείγοντος λόγου, τὴν κατὰ φύσιν αὐτῇ προσήκουσαν ἀπένειμε τάξιν.

`7.591–7.592`

γʹ. Περὶ τῶν μελλόντων ἡ πραγματικὴ ποιουμένη τὴν ζήτησιν, οὔτε προβολὴν οὔτε διήγησιν ἐπιδέχεται· τοῖς τελικοῖς δὲ κεφαλαίοις διαιρεῖται, ἅπερ εἴρηται τελικὰ, διότι πολλῶν νοημάτων περιεκτική ἐστιν· τελικὰ δὲ κεφάλαια κυρίως μέν ἐστι τρία, εἴγε καὶ τρία τῆς ῥητορικῆς εἴδη· ὧν τοῦ μὲν δικανικοῦ τέλος τὸ δίκαιον, κ. τ. λ. Προτέτακται δὲ τὸ νόμιμον καὶ τὸ δίκαιον. διὰ ταῦτα εἰς δύο χρόνους τῶν πολιτικῶν διῃρημένων ζητημάτων εἴς τε τὸν παρεληλυθότα καὶ τὸν μέλλοντα, καὶ τῆς πραγματικῆς φύσει μὲν εἰς τὸ μέλλον ἐχούσης τὸν σκοπὸν, οὐ μὴν οὐδὲ τοῦ παρελθόντος ἐκτὸς οὔσης, εἰκότως προτέτακται τὰ κεφάλαια ταῦτα τῶν λοιπῶν· ἐπεὶ τὰ μὲν ἄλλα περὶ τὸν μέλλοντα ὁρᾶται, τὸ δὲ νόμιμον καὶ τὸ δίκαιον τοῦ παρελθόντος εἰσίν· οἱ γὰρ νόμοι ἔφθασαν τεθεῖσθαι, καὶ τὸ δίκαιον ἐκ τῶν φθασασῶν ἐννοιῶν λαμβάνεται καὶ δοκιμάζεται· τὸ παρεληλυθὸς οὖν τῷ χρόνῳ πρότερον τοῦ μέλλοντος· ἄλλως τε τῶν κεφαλαίων τῶν μὲν τοῦ προσώπου τῶν δὲ τοῦ πράγματος ὄντων, ἐν στοχασμῷ μὲν τὰ τοῦ προσώπου προτάττει κεφάλαια, περὶ ὑπάρξεως γὰρ ἡ ζήτησις, ἐνταῦθα δὲ περὶ τῆς τοῦ πράγματος ποιότητος τῆς ζητήσεως οὔσης, τὰ τῷ πράγματι οἰκεῖα προτέτακται· κεφάλαιον δὲ τοῦ πράγματος τὸ νόμιμον καὶ τὸ δίκαιον· αὐτοῦ τοῦ δικαίου τὸ νόμιμον προτέτακται, κ. τ. λ. αἱ γὰρ ἔνδοξοι ἔντεχνοι πίστεις οὐ πανταχοῦ αἱ αὐταί· αὐτίκα γοῦν καὶ τὸ ἐσθίειν τοὺς γονεῖς τισιν ἀγαθόν ἐστιν, ἑτέροις δὲ τὸ κᾴειν, Ἀθηναίοις δὲ καὶ τὸ μὴ τρέφειν ἢ χειραγωγῆσαι ἔγκλημα ἐδόκει· μετὰ δὲ ταῦτα τὰ περὶ τὰ μέλλοντα τέτακται κεφάλαια· καὶ πρὸ τοῦ δυνατοῦ τὸ συμφέρον· πρῶτον γὰρ σκοποῦμεν εἰ συμφέρει, εἶθʼ οὕτως εἰ δυνατὸν γενέσθαι· φύσει οὖν τὸ συμφέρον πρῶτον, καὶ ἐμπεριείληφεν ἑαυτῷ τὸ δυνατόν· ἀνάγκη γὰρ τῷ συμφέροντι τὸ δυνατὸν περιέχεσθαι, οὐ μὴν τῷ δυνατῷ τὸ συμφέρον· οὐ γὰρ εἰ δυνατὸν ἀποκτεῖναί τινα ἢ ἱεροσυλῆσαι, ἀφυλάκτων τῶν ἱερῶν ὄντων, ἤδη καὶ συμφέρον· εἰ δὲ λέγοι τις, ὡς ἄχρηστον τὸ συμφέρον ἀπόντος τοῦ δυνατοῦ, ἐροῦμεν, ὅτι κἂν ἀπῇ τὸ δυνατὸν, ἀεὶ τὸ συμφέρον ἐξετάζεται· δεῖ γὰρ βούλεσθαι τὰ χρηστὰ ἑαυτοῖς, καὶ εἰ μὴ δυνάμεθα, τὸ ἔνδοξον μετὰ τοῦτο καὶ τὸ ἐκβησόμενον, καὶ ὥσπερ ὑπὸ τὸ συμφέρον τὸ δυνατὸν, οὕτως ὑπὸ τὸ ἔνδοξον τὸ ἐκβησόμενον· ἡ γὰρ τοῦ συμφέροντος ἔννοια τὴν δόξαν ἔχει· τὰ ζητήματα βούλεται ἀκόλουθον ἔχειν τοῖς προτεινομένοις προσώποις τὸν σκοπόν· προτείνεται δὲ ὡς ἐπὶ τὸ πολὺ ἐν τοῖς ζητήμασι τῶν ἀρχαίων πρόσωπα· οἷον τὸ Δημοσθένους, ἢ Περικλέους, ἢ Λακεδαιμονίων ἢ Ἀθηναίων· οἷς ἐπιμελὲς τὸ δόξης μᾶλλον ἢ τῶν ἄλλων φροντίζειν· ὡς δῆλον ἀπὸ τῶν ἐν Πύλῳ τριακοσίων, οἳ διὰ δόξαν τοῦ ἐκβησομένου κατεφρόνησαν· ἐξὸν γὰρ ἀλόγως σώζεσθαι εἵλοντο μᾶλλον τὸν μετὰ δόξης ἐκβάντα θάνατον· εἰκότως οὖν τὸ ἔνδοξον τοῦ ἐκβησομένου προτέτακται· καὶ ἡ μὲν τάξις τῶν κεφαλαίων αὕτη· τὴν δὲ πραγματικήν τινες οὕτως διεῖλον, εἰς νόμιμον, συμφέρον, δυνατόν· τῷ μὲν νομίμῳ τὸ σαφὲς προστιθέντες, τῷ δὲ συμφέροντι τὸ ἀναγκαῖον· τῷ δυνατῷ δὲ τὸ ῥᾴδιον· ἀλλʼ Ἑρμογένης ἐντέχνως τοῖς κειμένοις διελὼν ταύτην, ἐκείνην παρελογίσατο τὴν διαίρεσιν· ἰστέον δʼ ὅτι οὗτος μὲν τὸ ἀναγκαῖον κεφάλαιον ἐννοεῖ· Δημοσθένης δὲ καὶ ἄλλοις μεμελέτηται.

δʹ. Τίς ἡ ἔγγραφος καὶ τίς ἡ ἄγραφος, διδάσκει ἐνταῦθα ὁ τεχνικός· ὅτι ἔγγραφος μὲν κ. τ. λ.

`7.593–7.594`

εʹ. Συχνοὶ περὶ διαφορᾶς ἐγγράφου τε καὶ ἀγράφου πραγματικῆς κεκίνηνται λόγοι· ὥστε καί τις τῶν ὑπομνηματισάντων οὐ φαῦλον εἶναι ἔφη εἰπεῖν τοσαύτας ἀποδεδόσθαι διαφοράς· ὅσοι δὲ καὶ τεχνογράφοι γεγόνασιν, οἱ μὲν γὰρ κατὰ τὸ δημόσιον καὶ ἰδιωτικὸν διαστέλλεσθαι αὐτὰς ᾠήθησαν δεῖν· ἡ μὲν γὰρ ἔγγραφος περὶ δημοσίων ἐστὶν, ἡ δὲ ἄγραφος, φασὶν, περὶ ἰδιωτικῶν· ἀλλʼ ἐξελέγχονται αὐτόθι ἐκ τῶν Δημοσθένους Φιλιππικῶν, οἵ γε καὶ περὶ δημοσίων πραγμάτων εἰσὶ καὶ ἀγράφου πραγματικῆς, καίτοι οὐδʼ εἴπερ ἀληθὲς ἦν τοῦτο, ἐν διαφορᾶς ἂν αὐτὸ ἐδεχόμεθα μοίρᾳ· οὐ γὰρ τοῦτό ἐστι παραστῆσαι τὴν φύσιν τοῦ ἀγράφου τε καὶ ἐγγράφου, ἀλλʼ εἰπεῖν, ἐν τίσιν αὐτῶν ἑκάτερον εὑρίσκεται· ἕτεροι δὲ κατὰ χρόνον τὴν ἔγγραφον ἐκ τῆς ἀγράφου ἐχώρισαν· ἂν μὲν γὰρ, φασὶ, καινὸς ἐξετάζηται νόμος, ἐγγράφου γίνεται πραγματικῆς ὁ λόγος· οἷον ὁ πρὸς Λεπτίνην· εἰ δὲ τῶν πάλαι κειμένων, τὴν ἄγραφον δηλαδὴ ποιήσει, οἷον νόμος, οὐ βοηθεῖν τοῖς οὐ προβεβοηθηκόσιν, Ὀλύνθιοι βοήθειαν αἰτοῦσι καὶ Ἀθηναῖοι βουλεύονται· ἐνταῦθα γὰρ, φησὶν, ἄγραφος ἔσται πραγματικὴ τῷ πάλαι κεῖσθαι τὸν νόμον, ἀλλʼ οὐκ ἐξ ὑπογυίου πρός τινων εἰσενηνέχθαι· τῶν δεινοτάτων μέντʼ ἂν εἴη καθέκαστον τοὺς τοιούτους παρατίθεσθαι λήρους· τοῦτο τοιγαροῦν εὐθέως εὔηθες λίαν· πρῶτον μὲν γὰρ οὐ χρόνῳ τὴν διαφορὰν ἐχρῆν, ἀλλʼ ἢ φύσει διδόναι ἔπειτα καὶ τοὐναντίον εὑρίσκεται, πολλάκις γὰρ καὶ παλαιοῦ ὑποκειμένου ῥητοῦ ἔγγραφον γίνεται, ὡς ὁ κατὰ Κτησιφῶντος Αἰσχίνου καὶ Δημοσθένους περὶ τοῦ στεφάνου· καὶ αὖ πάλιν καινοῦ ὑπόντος ἀγράφου γίνεται πραγματικῆς ὁ λόγος, ὡς ὁ περὶ Ἁλοννήσου ἐν Φιλιππικοῖς, τῆς ἐπιστολῆς ἐνυποκειμένης· τινὲς δὲ καθολικώτερον ἀπεφήναντο, ὡς ὅπου μὲν ἂν εἴη ῥητὸν, ἐκεῖ πάντως ἔγγραφος πραγματική· ὅπου δὲ μὴ τοῦτο, ἀλλὰ ψιλὸν πρᾶγμα, τὸ τοιοῦτον ὑπὸ τὴν ἄγραφον λέγεται· ὁ δὲ λόγος οὐχ ὑγιής· ἐνδέχεται γὰρ καὶ ῥητοῦ ὑποκειμένου ἄγραφον εἶναι πραγματικὴν, ὅταν μὴ περὶ αὐτοῦ ἡ ἐξέτασις γίνηται· ἀναγκαῖον τοίνυν ἐπʼ αὐτὴν ἐλθεῖν τὴν σαφεστάτην διαφοράν· ὅταν μὲν γὰρ ἀπὸ ῥητοῦ καὶ περὶ ῥητὸν ἡ ζήτησις καταγίνηται, τηνικαῦτα ἔγγραφός ἐστιν ἡ πραγματικὴ, ἐπειδὰν δὲ ἄρχηται μὲν ἀπὸ ῥητοῦ τινος, περὶ πράγματος δὲ τὴν ζήτησιν ποιῆται, τότε ἄγραφός ἐστιν, οὕτω γὰρ καὶ τὸν περὶ Ἁλοννήσου φαμὲν ἄγραφον εἶναι, ὅτι μὴ περὶ ῥητὸν ἡ ζήτησις ἕστηκεν.

ϛʹ. Δοκεῖ πως ὁ τεχνικὸς αὐτὴν ἀναιρεῖν τὴν ἀκριβεστάτην διαφορὰν τῆς ἐγγράφου πρὸς τὴν ἄγραφον, καὶ ἣν μόνην ὡς ἀληθῆ παρεδεχόμεθα· τηνικαῦτα γὰρ ἔγγραφον ἐφάσκομεν γίνεσθαι, ἡνίκα ἀπὸ ῥητοῦ καὶ περὶ ῥητὸν ἡ ζήτησις ᾖ, τοῦτο δὲ αὐτὸς οὐ προσέθηκε, τουτέστι τὸ περὶ ῥητὸν γίνεσθαι τὴν ζήτησιν, ἀλλʼ ἔγγραφός ἐστιν ἀπὸ ῥητοῦ τὴν ζήτησιν ἔχουσα, φησίν· ῥητέον δὲ, ὡς οὐχ ἁπλῶς εἶπεν ἀπὸ ῥητοῦ, ἀλλὰ προσέθηκε τὸ ζήτημα ἔχουσα, τουτέστιν αὐτὸ τὸ στασιαζόμενον καὶ ζητούμενον, ὅταν τὸ στασιαζόμενον ῥητὸν ᾖ· τότε γὰρ δήπουθεν καὶ περὶ ῥητὸν ἡ ζήτησις ἕστηκεν· ὥστε ἔγγραφος μέν ἐστιν ἡ ἀπὸ ῥητοῦ τὴν ζήτησιν ἔχουσα, ἄγραφος δὲ ἡ μόνον ἀρχομένην ἢ καὶ μηδόλως ἔχουσα ῥητόν.

ζʹ. Τοῦτό φασί τινες ἀπίθανον εἶναι· οὐ γάρ ἐστι θειοτέρων φύσει προσηγοριῶν ἀνθρώπους ἐφίεσθαι· ἀλλʼ ἀντεροῦμεν, ὡς τὸ παράδειγμα ἦν ἐκ Περικλέους, ὃς Ὀλύμπιος ὀνομάζεται· εἰ δὲ λέγοιμεν, ἀλλʼ οὐ Περικλῆς ᾔτησε τῆσδε τυχεῖν τῆς προσηγορίας, τὸ τῆς αἰτήσεως ἄτοπον τῇ Κλέωνος ἀνατίθεσθαι ποιότητι· κεκωμῴδηται γὰρ ἐπʼ ἀλαζονείᾳ· καὶ μαρτυρεῖ τοῖς κωμικοῖς ὁ Θουκυδίδης, διʼ ὧν ἐν τῇ τετάρτῃ φησίν· «τοῖς δὲ Ἀθηναίοις ἐνέπεσε μέν τι καὶ γέλωτος τῇ κουφολογίᾳ αὐτοῦ.»

`7.595–7.596`

ηʹ. Ἐζήτηται διʼ ἣν αἰτίαν ἐπὶ μὲν τῶν ἄλλων στάσεων μετὰ τὴν τῶν κεφαλαίων διδασκαλίαν παραλαμβάνεται τὰ εἴδη· ἐνταῦθα δὲ πρίν τι διαλεχθῆναι περὶ τῶν κεφαλαίων ἐμνήσθη τῶν εἰδῶν, ἔγγραφον εἰπὼν καὶ ἄγραφον. Τινὲς μὲν οὖν ἔφασαν, ὡς διάφορος ἡ τῶν κεφαλαίων γίνεται διαίρεσις, κατὰ τὴν ἔγγραφόν τε καὶ ἄγραφον πραγματικὴν, ἔνθεν τὰ εἴδη προέταξεν, ἵνα τὴν ἑκατέρῳ προσήκουσαν ἀποδοίη τῶν κεφαλαίων διαίρεσιν· ἀλλʼ ἀντίκειται αὐτοῖς τὸ καὶ ἐπὶ τῶν ἄλλων στάσεων διαφόρως τὰ εἴδη διαιρεῖσθαι· ἄμεινον ἄρα τὸ ἀπορούμενον ἐκείνως ἀπολύεσθαι· ὡς ἐπὶ μὲν τῶν ἄλλων στάσεων κ. τ. λ. Ἔτι προστιθέασι καὶ ἕτερα εἴδη, ἃ γίνεται ἐκ τῆς τῶν ἄλλων στάσεων συμπλοκῆς, οἷον πραγματικὴν κατὰ ἀντινομίαν, καὶ πραγματικὴν κατὰ ῥητὸν καὶ διάνοιαν· ταῦτα δὲ μὴ οὕτω μανείην ὥστε καὶ παραδέξασθαι· οὐ γὰρ ἐκ τῆς τῶν ἄλλων στάσεων ἐπιπλοκῆς διάφορα εἴδη γενήσεται· ἐπεί τί ἐστι τὸ κωλύον, οὕτω καὶ στοχασμοῦ μυρία παραλαβεῖν εἴδη καὶ ἑτέρων στάσεων, ὥστε καὶ ἐπʼ ἄπειρον ἐξενεχθῆναι ἡμῖν τὸν λόγον· τοσαῦτα μὲν οὖν προστεθείκασίν τινες· ἀναγκαῖον δὲ ἔτι καὶ περὶ τῶν ἐκβαλλόντων διαλαβεῖν· τὰ γὰρ εἴδη, φασὶν, ἢ ἐκ διαφόρου γνωρίζεται ὕλης ἢ ἐκ διαφόρου διαιρέσεως· ἐφʼ ὧν δὲ μία τις ὕλη καὶ διαίρεσις ὑπόκειται, οὐκ ἂν, φασὶ, διάφορα παραλάβοιμεν εἴδη· ὥστε οὐχ ἕτερον εἶδος τὸ κατὰ νόμον καὶ ἄλλο τὸ κατὰ ψήφισμα ἢ κατὰ κήρυγμα, ἢ συνθήκην ἢ διαθήκην· ἀλλὰ πάντα, φασὶ, ταῦτα ἑνὸς εἴδους ὑποληπτέον· καὶ γὰρ τῆς αὐτῆς ὄντα φαίνεται ὕλης· καθὸ πάντα ὁμοίως ὑπὸ ῥητοῦ τὴν ἀρχὴν εἴληφε, καὶ ὅτι μίαν ἔχει διαίρεσιν· τί χρὴ καὶ λέγειν; εἰ γὰρ ὁ τεχνικὸς διαφόρως αὐτὰ ἠπίστατο διαιρούμενα, ἐξ ἀνάγκης ἂν καὶ ταῦτα παρέλαβεν, ὥσπερ τὸ ἔγγραφόν τε καὶ ἄγραφον· οὕτως ἐκβάλλειν τινὲς πολλὰ τῶν εἰρημένων εἰδῶν ἐπεχείρησαν, καὶ ἔγωγε οὐκ ἐνστήσομαι τῷ λόγῳ· ἀλλʼ οὐδὲ μὴν πάντα συγκατατίθεμαι· πρὸς μὲν γὰρ τὸ τεχνικώτερον σκοποῦντι, οἷον τὸ ἀπὸ ῥητοῦ ἄρχεσθαι τὰ εἰρημένα ὁμοίως οὐκ ἂν φαίνοιτο διάφορα εἴδη· πρὸς δὲ τὸ ἰδικώτερον ἀποβλέψαντι πάλιν, φημὶ δὲ τὸ ἐνταῦθα μὲν νόμον, ἐκεῖ δὲ ὑποκεῖσθαι ψήφισμα, τάχα ἂν καὶ ταῦτα ὡς εἴδη λαμβάνοιτο. Περὶ μὲν οὖν τῶν εἰδῶν τῆς πραγματικῆς ἐντελῶς οἴομαι δεδηλῶσθαι· μεταβήσομαι δὲ ἐπὶ τὰ κεφάλαια, τοσοῦτον ὑπειπὼν, ὡς εἴ τις ἀποροίη, τί δήποτε ὁ τεχνικὸς οὐκ ἐμνήσθη τῶν ὑποκειμένων εἰδῶν, μανθανέτω τὴν πραγματείαν αὐτῶν καθεστηκυῖαν περὶ τῆς τῶν κεφαλαίων διαιρέσεως, ταῦτα δὲ οὐδεμίαν ἔχοντα διαφορὰν περὶ τὴν διαίρεσιν εἰκότως αὐτῷ παραλελεῖφθαι.

`7.597`

θʹ. Ὥσπερ ἐπὶ πάσης εἴωθε ποιεῖν στάσεως, οὕτω κἀνταῦθα ἀπαριθμησάμενος κεφάλαια ἐπὶ τὴν ἑκάστου τεχνολογίαν ἔρχεται· καὶ ἰστέον μὲν, ὡς τὰ παρὰ πᾶσιν ὁμολογούμενα τῶν κεφαλαίων παρέθετο· τοῦτο δὲ ἔφην, ἐπεί τινες καὶ ἕτερα κεφάλαια τῆς πραγματικῆς παρειλήφασιν, ὧν τοὺς μὲν ἀσημοτέρους παραπέμψομαι ἐπιχειρήματά τινα λίαν εὐήθως εἰς τὴν κεφαλαίων παραλαβόντας τάξιν, Πορφυρίου δὲ ποιήσομαι μνήμην, ὃς ἐν τοῖς κεφαλαίοις τῆς πραγματικῆς τήν τε πηλικότητα καὶ τὸ πρός τι ἀπηριθμήσατο· καὶ οὐκ οἶδʼ ὅπως ἂν ἀποδεξαίμην τὸν ἄνδρα· οὐ γάρ μοι δοκεῖ εὐλόγως ταῦτα προστεθεικέναι βραχεῖαν ἐνταυθοῖ δύναμιν ἔχοντα· λεκτέον δὲ καὶ καθολικώτερόν πως περὶ τῆς τάξεως τῶν κεφαλαίων· αὖθις γὰρ ἐφʼ ἑκάστου γενόμενοι ἀκριβέστερον ἐροῦμεν. Τῶν κεφαλαίων τοίνυν πῆ μὲν περὶ τὸ πρᾶγμα, πῆ δὲ καθεστώτων περὶ τὸ πρόσωπον τοῖς περὶ τὸ πρᾶγμα τὴν προτέραν ἀπένειμε τάξιν· ἀλλʼ ἐρεῖ τις χρῆναι τὰ περὶ τὸ πρόσωπον προτετάχθαι, εἴγε δεῖ τὸ πρᾶττον προϋπεῖναι τοῦ πραττομένου, καὶ εἴπερ ἐν στοχασμῷ ἡ βούλησις καὶ ἡ δύναμις πρὸ τῶν ἀπʼ ἀρχῆς ἄχρι τέλους ἐτάγησαν· ὑποληψόμεθα δὲ πρὸς τοῦτο, ὡς ἔνθα μὲν περὶ ὑπάρξεως ἡ ζήτησις ᾖ, βούλεται πρῶτον τὸ πρόσωπον ἀποδείκνυσθαι, φυλαττομένης τῆς κατὰ τὴν ὕπαρξιν τάξεως, φημὶ δὴ τοῦ προϋπεῖναι τοῦ πραττομένου τὸ πρᾶττον· ἔνθα δὲ περὶ ποιότητος, προηγεῖται τοῦ προσώπου τὸ πρᾶγμα, οἷα δὴ κυριώτερόν τε καὶ προσφυέστερον τῇ ζητήσει· τούτου δὲ οὕτως ἀποδειχθέντος τὸ νόμιμον τέτακται καὶ τὸ δίκαιον πρὸ τοῦ συμφέροντος καὶ τοῦ δυνατοῦ· τὸ μὲν γὰρ περὶ τὸ πρᾶγμά ἐστι, τὸ δὲ συμφέρον καὶ τὰ ἑξῆς περὶ τὸ πρόσωπον, ὅτι γὰρ συμφέρει τῷ χρωμένῳ προσώπῳ, δείκνυμεν καὶ ἐπὶ τοῦ ἐνδόξου, ὅτι εὔκλειαν προστίθησιν ἢ διασώζει τὴν οὖσαν· αὐτοῦ δὲ τοῦ δικαίου ἡγεῖται τὸ νόμιμον, καθὸ τὸ μὲν νόμιμον πάντως δίκαιον· οὐδὲν γὰρ ἕτερον τὸ νόμιμον, ἢ ἔγγραφόν ἐστι δίκαιον· τὸ δὲ δίκαιον οὐ πάντως καὶ νόμιμον· καὶ αὕτη μὲν ἡ καθολικωτέρα τάξις· προϊὼν δὲ καθʼ ἕκαστον ὥσπερ ὑπεσχόμην ἀκριβέστερον περὶ αὐτῶν διαλέξομαι· εἰ δέ τις ἐπιζητοίη, διὰ τίνα τρόπον ἐν τῇ τῶν κεφαλαίων ἀπαριθμήσει τὸ ἔθος παρῆκεν, ὅπερ ἐν τῇ ἀγράφῳ τὴν πρώτην ἔχει τάξιν, οὐ γὰρ δὴ τὸ νόμιμον ἡ ἄγραφος παραλήψεται, μανθανέτω ὡς οὐ προηγούμενόν ἐστι κεφάλαιον τὸ ἀπὸ τοῦ ἔθους, ἀλλʼ ἑτέραν τάξιν ἀναπληροῖ· ἐπεὶ γὰρ τὸ νόμιμον οὐχ ἁρμόττει ἐπὶ τῆς ἀγράφου, εἰς τὴν ἐκείνου χρείαν τὸ ἔθος ἐπεισελήλυθεν, ὡς αὐτὸς ἔφη ὁ τεχνικός· τρία γὰρ ἀεὶ ταῦτα τοῖς πράγμασι φαίνεται κ. τ. λ.

`7.598`

ιβʹ. Τὸ ἔθος ἔχει μὲν τὴν ἐξεργασίαν καὶ αὐτὸ, ἥνπερ τὸ νόμιμον ἐκ τῶν εἰρημένων τεττάρων τρόπων, ἐκ τῆς πολιτείας, ἐκ τοῦ προσώπου, ἐκ τοῦ πράγματος, ἐκ τοῦ καιροῦ· πλατύνεται δὲ καὶ τοὐναντίον ἀναιρεῖται ἐκ τῶν καθολικωτέρων· πλατύνεται μὲν, ἐπειδὰν εἰς τὸ καθόλου ἀναδραμόντες φῶμεν, οὐχ ἡμᾶς μόνους τῷδε κεχρῆσθαι τῷ ἔθει, ἀλλὰ καὶ ἅπασαν, εἰ τύχοι, τὴν Ἑλλάδα· τοῦτο μὲν Θετταλοὺς καὶ Θηβαίους, τοῦτο δὲ Πελοποννησίους, καὶ ἔτι εἰ μὴ νεώτερον, ἀλλὰ καὶ παρὰ τοῖς ἄλλοις ἥρωσιν ἐκράτει· ἐπὶ Θησέως τυχὸν καὶ Ἡρακλέους καὶ ἐκ τοῦ ἐναντίου, ὅταν ἐκβάλλωμέν τι ὡς παρὰ τὸ ἔθος εἰσφερόμενον· ὅτι οὐ μόνον ἡμῖν ἄηθες τοῦτο, ἀλλὰ καὶ βαρβάροις εἰς τὰ ἔσχατα πολιτευομένοις· ὡς ἐπὶ τοῦ Κλέωνος τοῦ ἀξιοῦντος Πυθίου καλεῖσθαι· οὕτω μὲν οὖν πλατύνεται· ἀναιρεῖται δὲ, ὅταν εἰς ἀρχὴν ἀνάγωμεν τὸ ἔθος, καθολικώτερον χρώμενοι τῷ λόγῳ· οἷον ὅτι πᾶν ἔθος ἀνάγκη ἀρχήν τινα εἰληφέναι· σκοπῶ μὲν τοίνυν εἰ τὴν ἀρχὴν καλῶς παρεισέδυ· μὴ γὰρ εἰ τὴν ἀρχὴν φαύλως εἰληφὸς σύνηθες ἐγένετο τοῖς πολλοῖς· διὰ τοῦτο ἀξιῶ ἐμμένειν αὐτό· ἐπειδὴ γὰρ ταῖς πάντων γνώμαις ἐναντιοῦται οὐκ ἰσχυρὸν, ἐπὶ τοὺς κατάρξαντας τοῦ ἔθους μεταφέρειν προσήκει τὴν μέμψιν· ἐπισκοπεῖν δὲ μάλιστα χρεὼν ἐπὶ τοῦδε τοῦ κεφαλαίου τὴν τῶν προσώπων ποιότητα· ἐνδόξου μὲν γὰρ ὄντος τοῦ προσώπου, κατὰ παράλειψιν ἀλλʼ οὐ προηγουμένως χρηστέον αὐτῷ· βλάπτει γὰρ ἂν μᾶλλον τηνικαῦτα καθαιρετικὸν τοῦ ἀξιώματος ὄν· οὐ γὰρ προσήκει Περικλέα γε ὄντα εἰς τὸ τῶν πολλῶν ἔθος ἀποβλέπειν· ἐπὶ δὲ τῶν ἀδοξοτέρων προσώπων πολλὴν ἔχει τὴν εὐκαιρίαν.

ιγʹ. Τὸ νόμιμον, φησὶ, καὶ τὸ ἔθος λύεται ἐνστάσει καὶ ἀντιπαραστάσει, πρῶτον μὲν ὅτι οὐ παράνομον ἢ καινὸν, ἔπειτα ὡς εἰ καὶ νεώτερόν ἐστι, τὸν τῆς αἰτήσεως καιρὸν ἔχει, κοινῶν ὄντων καὶ τῶν πεπραγμένων· πότερον δὲ, φησὶ, προτέρῳ χρηστέον, ὁ καιρὸς διδάξει, ὡς εἴρηται ἐν τῷ στοχασμῷ· τοῦτο γὰρ κἀκεῖσε προσέθηκεν· ὅτι ὡς ἂν ὑφηγῆται ὁ καιρὸς, οὕτω ταχθήσεται· ἡμεῖς δὲ καὶ αὐτὸν διωρισάμεθα τὸν καιρόν· πάρεστι δὲ τοῖς ἐπὶ τοῦ στοχασμοῦ εἰρημένοις ἡμῖν ἐντυχοῦσιν εἰδέναι.

`7.599`

Ἐπὶ Κλέωνος τοῦ ἀξιοῦντος καλεῖσθαι Πυθίου μετὰ τὰ ἐν Πύλῳ λύεται τὸ ἔθος τοιῶσδε· πρὸς γὰρ τὴν ἀντίθεσιν, τὴν ὅτι καινὰ αἰτεῖς, ἀπαντήσει ὁ Κλέων λέγων, ἀλλʼ οὐδὲ πρὸς τὸν βίον ἅπαντα ἐξ ἀρχῆς παρῆλθεν, οὐδὲ τέλεια ἐξ ἀρχῆς ἀνεφάνη, ἀλλὰ μὴ πρότερον ὄντα κατὰ μέρος ἤρξαντο γίνεσθαι· οὕτω καὶ τέχναι ηὐξήθησαν, καὶ τὰ πράγματα εἴληφε τὰς ἐπιδόσεις· ἕκαστα δὲ τούτων κατὰ ἔνστασιν καὶ ἀντιπαράστασιν εἰσάξομεν· ἐνστάσεως δὲ ἴδιον τὸ ἐξ ἐναντίας ἵστασθαι πρὸς τὰ λεγόμενα καὶ ψευδῆ δεικνύναι, ἀντιπαραστάσεως δὲ τὸ συντρέχειν μὲν τοῖς ὑπὸ τοῦ ἀντιδίκου λεγομένοις, ἐκ δὲ τοῦ ἀκολούθου παρατρέπειν εἰς τὸ ἐναντίον.

`7.600–7.601`

ιδʹ. Ὅτι μετὰ τὸ νόμιμον ἔταξεν εἰκότως τὸ δίκαιον, δέδεικται μὲν καὶ ἀνωτέρω, κἀνταῦθα δὲ οὐ χεῖρον εἰπεῖν, καὶ μή τις οἰέσθω τετάχθαι τὸ ἔθος μετὰ τὸ νόμιμον· τὸ γὰρ ἔθος οὐ τῶν προηγουμένων ἐστὶν, ἀλλὰ τῶν ἀνθʼ ἑτέρου παραλαμβανομένων· τὴν γὰρ τοῦ νομίμου χρείαν ἐν τῇ ἀγράφῳ ὑπεισέρχεται, τὸ τοίνυν δίκαιον τῶν μὲν ἄλλων ἡγεῖται· καθὸ τὸ μὲν ἐφεξῆς περὶ τὸ πρόσωπόν ἐστιν· τὸ δὲ νόμιμον καὶ τὸ δίκαιον περὶ τὸ πρᾶγμα· ἐπὶ δὲ τῆς ποιότητος προτερεύει, ὡς ἔφαμεν, τὰ ἐκ τοῦ πράγματος· τοῦ δὲ νομίμου μετατέτακται οὐκ ἄνευ λόγου· πρῶτον μὲν γὰρ οὐκ εἴ τι δίκαιον, τοῦτο καὶ νόμιμον, εἴ τι δὲ νόμιμον, πάντως δίκαιον· ἔπειτα ὡσπερεὶ κατασκευαστικὸν γίνεται τοῦ νομίμου τὸ δίκαιον ἐκ τῆς τοιᾶσδε τάξεως καὶ εἰσφέρει οὐ σμικρόν τι τῷ χρωμένῳ· τῶν γὰρ εἰσφερομένων ὑπὸ τοῦ ῥήτορος τὰ μέν ἐστι κατὰ δόξαν, τὰ δὲ κατὰ διδασκαλίαν· κατὰ διδασκαλίαν μὲν, ὅταν λογισμοὺς ἀποδιδῶμεν, περὶ ὧν ἂν λέγωμεν, κατὰ δόξαν δὲ, ὅταν εἰς νόμον ἤ τι τοιοῦτον ὑπερειδώμεθα· ἅπερ οὐ πάντως ἔχει τόδε, ἀλλʼ εἰκὸς αὐτά ποτε καὶ ἐπταῖσθαι· φέρεται δὲ οὖν δυνάμει καθάπερ τις ἀντίθεσις ἐκ τοῦ δικαστικοῦ ὡς εἰ καὶ ἔννομον τὸ πρᾶγμα, οὐκ ἂν εἴη πάντως δίκαιον· τί γὰρ εἰ καὶ κακῶς ἔδοξε τῷ θεμένῳ τὸν νόμον, εἶτα παρελθὸν ἀκολούθως τὸ δίκαιον ἐκκαθαίρει τὸ ἐφορμοῦν καὶ τὸν λόγον ἐπισφραγίζεται· λαμβάνεται δὲ, φησὶ, τὸ δίκαιον κατὰ μίαν τῶν δικαιολογικῶν, καὶ κατʼ ἐκείνην διαιρεῖται, ὥστε ἐξ ἀνάγκης καὶ λύεται κατʼ αὐτήν· λύοιτο δʼ ἂν ἐκ τοῦ ἐναντίου ἄδικον ἐξελεγχόμενον· λάβωμεν δὲ καὶ ἐπὶ παραδείγματος τὸ κεφάλαιον· συχνοὶ τῶν πολιτῶν φυγόντες πόλιν κατεσκευάσαντο, καὶ γράφει τις στρατεύεσθαι ἐπʼ αὐτούς· ἐνταῦθα γὰρ κατὰ ἀντίληψιν τὸ δίκαιον, καὶ ληφθήσεται ὑπὸ τοῦ ἀντιλέγοντος, ὡς οὐ δίκαιον ἐπʼ ἐκείνους στρατεύεσθαι· ἐφεῖται γὰρ τοῖς βουλομένοις, ὅπου ἂν ἐθέλωσι κατασκευάζεσθαι πόλιν· οὐ γάρ τις ἀπηγόρευσε νόμος, καὶ ὅτι μὲν κατὰ μίαν λαμβάνεται τῶν δικαιολογικῶν, ἐντεῦθεν ἄν τις ἴδοι. Ἀναγκαῖον δὲ καὶ περὶ τῆς ἐργασίας διαλαβεῖν. ἐπιχειρήσομεν τοίνυν ἐν τῷ δικαίῳ ἐκ τοῦ προσώπου, ἐκ τοῦ πράγματος, ἐκ τοῦ ἀποβησομένου· ἐκ μὲν τοῦ προσώπου, ὅτι φίλοις καὶ συμμάχοις βοηθήσομεν, ἐκ δὲ τοῦ πράγματος, ὅτι δίκαιον τὰς ἀγαθὰς τῶν πράξεων διὰ τῶν ἴσων ἀμείβεσθαι, ἢ ὅτι δίκαιον, τὴν ὁσίαν τιμᾷν· τὸ δὲ ἀποβεβηκὸς ἀκριβῶς παρατηρητέον· εἰ μὲν γὰρ κατὰ τὸ ὠφελοῦν ἢ βλάπτον λαμβάνοιτο, τοῦτο συμφέροντος γίνεται· εἰ δὲ κατὰ τὸ δίκαιον ἢ ἄδικον, τοῦ δικαίου ἔσται κεφάλαιον, ὡς ἔχομεν παρὰ Δημοσθένει ἐν τῷ κατὰ Ἀριστοκράτους· αὐτὸ γὰρ τὸ ἀποβησόμενον κατὰ τὸ ἄδικον ἔλαβεν, ἐπὶ τὸ καθολικὸν ἀνενεγκὼν τὸν λόγον· οὕτως οὖν ἐπʼ αὐτῆς ἔφη τῆς λέξεως, «ὅτι καὶ τοὺς δεῦρο πεφευγότας, ἐὰν ἡμεῖς τοὺς ἑτέρωθι ἀποκτιννύωμεν, ἀποκτενοῦσιν ἕτεροι, εἰ δὲ τοῦτο ἔσται, ἡ μόνη λοιπὴ τοῖς ἀτυχοῦσιν ἅπασιν σωτηρία διαφθαρήσεται· ἔστι δὲ αὕτη τίς; τοὺς ἐκ τῆς τῶν πεπονθότων μεταστάντας εἰς τὴν τῶν μηδὲν ἠδικημένων ἀδεῶς μετοικεῖν·» ἐκ τούτων δηλαδὴ τῶν εἰρημένων ἐργασόμεθα τὸ δίκαιον· ἰστέον δὲ, ὡς ἐπειδὰν τούτων τινὸς ἀπορῶμεν, ἐπὶ τὴν ἀντίφασιν αὐτοῦ χωρήσομεν, οἷον εἰ μὴ ἔχοιμεν λέγειν, ὅτι φίλοις οὖσι βοηθήσομεν, ἐροῦμεν ὅτι οὐκ ἐχθροῖς, καὶ αὖ πάλιν εἰ μὴ ἔνεστι φράζειν, ὅτι δίκαιον τοῦτο ποιεῖν, φήσομεν ὅτι οὐκ ἄδικον· ὅταν δὲ καὶ ταύτης ἀπορῶμεν τῆς ἀντιφάσεως, ἐφʼ ἕτερον τρεψόμεθα κεφάλαιον· οἷον ὅτι συμφέρει ἢ εὔκλειαν ἔχει· τοῦτο δὲ οὐκ ἐπὶ τοῦ δικαίου μόνον, ἀλλὰ κἀπὶ τῶν λοιπῶν κεφαλαίων καθολικὸν ἡμῖν ἔστω θεώρημα· ὡς ἡνίκα τῶν προηγουμένων ἀπορῶμεν, ἐπὶ τὰς ἀντιφάσεις χωρητέον· εἰ δὲ καὶ τούτων ἐκκλειοίμεθα, ἐφʼ ἕτερα προσήκει τραπῆναι κεφάλαια. Λείπεται τῇ τοῦ δικαίου τεχνολογίᾳ· τοσοῦτον ἔτι προσθεῖναι δεῖ, ὡς τὴν πλείστην ἐργασίαν τε καὶ ἰσχὺν λαμβάνει ἐκ τῶν λογισμῶν καὶ τῆς τῶν αἰτιῶν ἀποδόσεως· ὅταν πλείους αἰτίας καὶ λογισμοὺς ἀποδιδῶμεν, περὶ ὧν ἂν λέγωμεν, ὥσπερ ἐποίησε καὶ Δημοσθένης ἐν τῷ περὶ τῆς ἀτελείας τῆς κατὰ Λεύκωνα διεξιών· οἷον ὅτι χρήσιμον προσλαβεῖν Ὄλυνθον.

`7.602–7.603`

ιζʹ. Τὸ συμφέρον μετὰ τὸ δίκαιον παρείληπται· τοῦτο μὲν, ὅτι παρὰ τὸ πρόσωπόν ἐστιν, εἰ γὰρ συμφέρει τῷ χρωμένῳ ζητοῦμεν, τοῦτο δὲ, ὅτι εἰ κατὰ ἄλλον τρόπον ὑποβέβηκε τῷ νομίμῳ, καὶ τῷ δικαίῳ, ἐκεῖνο μὲν γὰρ ἐκ τοῦ πράγματος ὁρμᾶται, τὸ δὲ συμφέρον κατά τινα μαντείαν τοῦ ῥήτορος πρόεισιν· οἷον ὅτι περιέσται τόδε τι ἡμῖν ἐντεῦθεν· τὰ δὲ τοιαῦτα οὐκ ἂν εἶεν ἰσχυρά· λαμβάνεται δὲ τὸ κεφάλαιον ἐξ ἁπάντων τῶν περὶ τὸν ἄνθρωπον, τουτέστιν ἀπὸ ψυχῆς, ἀπὸ σώματος, ἀπὸ τῶν ἐκ τῶν ἐκτός· ἀπὸ μὲν ψυχῆς, ἐπειδὰν λέγωμεν, εὐορκήσειν τοὺς ἀκούοντας, εἰ ἕλοιντο τὴν πρᾶξιν, καὶ εὐσεβεστέρους τὰ πρὸς τὸ δαιμόνιον ἔσεσθαι· ἀπὸ δὲ σώματος, εἰ ὑγίειαν ἀποτείνομεν, ἀπὸ δὲ τῶν ἐκτός, οἷον· εἰ περὶ πλούτου λέγομεν ἢ εὐκλείας· διαιρεῖται δὲ, φησὶ, τὸ συμφέρον εἰς τὸ χρήσιμον καὶ τὸ ἀναγκαῖον· χρήσιμον μὲν οὖν ἐστιν, ὃ παρὸν μὲν ὠφελεῖ, ἀπὸν δὲ οὐ διαφθείρει, ἀναγκαῖον δὲ, οὗ χωρὶς εἶναι ἀδύνατον, οἷον χρήσιμον προσλαβεῖν Ὀλυνθίους ἢ καὶ ἀναγκαῖον, ἵνα μὴ Φίλιππος τούτους λαβὼν καὶ μείζων γενόμενος ῥᾷον ἡμῶν ἐπικρατήσῃ· ἑκάτερον δὲ, φησὶ, διχῶς ἐξετασθήσεται· τί μὲν ἀγαθὸν αἱρουμένοις τὴν πρᾶξιν γενήσεται· τί δὲ φαῦλον ἐκ τοῦ μὴ ἑλέσθαι, ὥστε ἐντεῦθεν ἡμῖν πλείστην ἀπορίαν γενέσθαι τῶν λόγων· εἴγε οὐ τὰ ἡμέτερα μόνον, ἀλλὰ καὶ κατὰ ἐναντία μέλλοιμεν διεξιέναι· πάλιν δὲ, φησὶ, τούτων ἑκάτερον τετραχῶς κατασκευάζεται, ὥστε ὀκτὼ εὐπορεῖν ἀεὶ τόπων, πλατεῖαν ἡμῶν ἀεὶ ποιούντων τὴν ἐργασίαν· οἷον εἰ μὲν ποιήσαιμεν τόδε τὸ πρᾶγμα, περὶ οὗ ἡ βουλὴ, τὰ μὲν ὑπάρχοντα ἡμῖν ἀγαθὰ παραμένει, καὶ τὰ οὐκ ὄντα προσέσται· εἰ δὲ ἀποροῦμεν τῆς κτήσεως, ἐπὶ τὴν προσθήκην ἰτέον· ὅτι τὰ ἀγαθὰ ἡμῶν αὐξηθήσεται· οὕτω γὰρ ἀεὶ διαμένουσιν οἱ ἑπτὰ τόποι ἀκέραιοι· τὰ δὲ ὑπάρχοντα φαῦλα ἀποτρεψόμεθα· κἀνταῦθα δὲ, εἰ μὴ εὔπορον παντελῶς φράζειν ἀποβολὴν, χωρητέον ἐπὶ τὴν μείωσιν, καθάπερ τὴν αὔξησιν ἀντὶ τῆς παντελοῦς κτήσεως ἐπὶ τῶν ἀγαθῶν ἐλαμβάνομεν· τὰ δὲ οὐκ ὄντα τῶν φαύλων οὐ προσληψόμεθα· οὗτοι μὲν τέσσαρες τόποι, ἐκ τοῦ ἑλέσθαι τὴν πρᾶξιν λαμβανόμενοι· ἔτι δὲ ἐκ τοῦ ἐναντίου, τουτέστιν ἐκ τοῦ μὴ ἑλέσθαι, τοῖς ἴσοις ἐπιχειρήσομεν· εἰ δὲ μὴ ποιοῦμεν, τὰ μὲν ὑπάρχοντα ἡμῖν ἀπολεῖται, τὰ δὲ οὐκ ὄντα μὲν, προσγινόμενα δʼ ἂν οὐ προσέσται· τούτων δὲ ἄφθονα παραδείγματά ἐστι λαμβάνειν ἐκ τῶν Δημοσθένους Φιλιππικῶν· ἔστι δὲ ὅτε καὶ ἄμφω φαίνεται φαῦλα τά τε ὑφʼ ἡμῶν καὶ τὰ ὑπὸ τῶν ἐναντίων λεγόμενα· καὶ πάλιν ἄμφω ἀγαθὰ, ἐν οἷς κατὰ σύγκρισιν χρὴ προάγειν τὸν λόγον· ἐπὶ μὲν τῶν φαύλων, ὅτι ἐλάττω τὰ ἡμέτερα, ἐπὶ δὲ τῶν ἀγαθῶν, ὅτι μείζω. καθάπερ Δημοσθένης ἐν τῷ περὶ τῆς ἀτελείας· ἐπεὶ γὰρ συνετέλει τι καὶ τοῦ Λεπτίνου ὁ νόμος, χρημάτων εὐπορίαν εἰσφέρων τῇ πόλει, συμφορώτερον αὐτοῖς δείκνυσι τὸ μὴ τοὺς εὐεργέτας ἀφαιρεθῆναι τῆς χάριτος· ἔτι δὲ τοῦτο παρατηρητέον ἐπὶ τῶν κεφαλαίων, ὡς ἔστι χρησιμωτάτη ἡ διὰ τῶν παραδειγμάτων πίστις, καὶ τηνικαῦτα μάλιστα ἰσχύσομεν, ὅταν πλειόνων εὐπορῶμεν παραδειγμάτων· καὶ ὅλως τὰ μὲν προκείμενα τῶν κεφαλαίων τῷ ἐνθυμητικῷ χαίρει τῆς ῥητορικῆς ὀργάνῳ, τὸ δὲ συμφέρον τῷ παραδειγματικῷ· διὸ καὶ Δημοσθένης ἐν τοῖς Φιλιππικοῖς πολλαχοῦ φαίνεται πλεονάζων τοῖς παραδείγμασι· τοὺς παρʼ ἑκάστοις προδότας διεξιών.

Διχῶς, φησὶ, τὸ συμφέρον κατασκευάσομεν, τί ποιοῦσιν ἡμῖν καὶ τὶ μὴ ποιοῦσι συμβήσεται· στοχαστικὸν γὰρ ἡ τοῦ συμφέροντος ἐργασία.

`7.604`

Τὴν τοῦ χρησίμου, φησὶ, καὶ τοῦ ἀναγκαίου ἐξέτασιν, τί συμβήσεται γινομένου τοῦ πράγματος, τετραχῆ διαιρετέον· ἐροῦμεν γὰρ, ὅτι εἰ τόδε τι ποιήσομεν, τυχὸν εἰ ἑλοίμεθα τόδε περὶ οὗ ἡ βουλὴ, οἷον συμμαχῆσαι εἰ τύχοι Ὀλυνθίοις, τὰ ὄντα ἀγαθὰ παραμενεῖ, ἐλευθερία, ἀσφάλεια, καὶ τὰ μὴ ὄντα προσγενήσεται, δόξα, σύμμαχοι, χρημάτων πρόσοδοι, τῶν ἄλλων ἡγεμονία· καὶ πάλιν ἂν τύχοι κακῶς ἡ πόλις πράξασιν ἐκ τῆς τῶν κακῶν ἀπαλλάξεως τὸ συνοῖσον κατασκευάσομεν· ὅτι τόδε ποιοῦντες τὴν τῶν ὑπαρχόντων μὲν ἀδοξίαν ἀποτριψόμεθα, χρημάτων ἔνδειαν, συμμάχων ἀπορίαν, ἐχθρῶν ἰσχύν· φαῦλον δὲ οὐδὲν εἰς τὸ μέλλον κτησόμεθα, τὰ γὰρ οὐκ ὄντα οὐ προσέσται· οἷον ἀπὸ ἐχθρῶν ἡττηθῆναι, συμμάχων ἀπορῆσαι καὶ ὅσα τοιαῦτα.

`7.605`

ιζʹ. Διττόν ἐστι, φησὶν, τὸ συμφέρον, ὅτι χρήσιμον καὶ ὅτι ἀναγκαῖον· τὸ μὲν οὖν χρήσιμον ἐκ λογισμῶν ἔχει τὴν κατασκευὴν, τὸ δὲ ἀναγκαῖον καὶ ἀπὸ τῆς ἀνάγκης τὴν πίστιν· διπλῆ οὖν ἐστιν ἡ τοῦ συμφέροντος ἐξέτασις, ἡ μὲν τὸ χρήσιμον κατασκευάζουσα, ἡ δὲ τὸ ἀναγκαῖον· οἷον χρήσιμον μὲν, Ἀθηναίοις Κερκυραίους ποιήσασθαι συμμάχους διὰ τὴν τοῦ ναυτικοῦ δύναμιν, οὐ μέντοι σφόδρα ἀναγκαῖον· Ὀλυνθίους δὲ ἀναγκαῖον, ἵνα μὴ Φίλιππος στρατεύσῃ σὺν ἐκείνοις κατὰ τῆς πόλεως. Χρήσιμον οὖν ἐστι τὸ ἐκ περιουσίας λυσιτελὲς, ἀναγκαῖον δὲ ὅπερ ἐξ ἀνάγκης αἱρούμεθα· ἐκεῖνο μὲν γὰρ προαιρετικὸν τυγχάνει· τὸ μέντοι ἀναγκαῖον ἀκούσιόν ἐστιν· χώραν δὲ μάλιστα ἔχει ἡ τοῦ ἀναγκαίου ἐξέτασις ἐν ταῖς δυσκολίαις τῶν πραγμάτων, ὅταν ἐπὶ πόνον ἢ δαπάνην ἢ ἄλλο τι τῶν δυσχερῶν παρακαλῶμεν τοὺς ἀκούοντας, ἔνθα καὶ ἡ τοῦ ἐκβησομένου ἐξέτασις ἀναγκαία, ὡς εἰ μὴ τάδε πράξομεν, τάδε ἡμᾶς καὶ τάδε περιστήσεται τὰ δεινά· ὅπερ ὁ Δημοσθένης ἐν Ὀλυνθιακῷ ποιεῖ, κατασκευάζων, οἷα συμβήσεται τοῖς Ἀθηναίοις, εἰ μὴ βοηθήσει Ὀλυνθίοις· φησὶ γὰρ, «εἰπέ μοι· τίς αὐτὸν κωλύσει δεῦρο βαδίζοντα; Θηβαῖοι; μὴ λίαν πικρὸν εἰπεῖν, καὶ συνεισβαλοῦσιν ἑτοίμως. ἀλλὰ Φωκεῖς; οἱ τὴν οἰκείαν οὐχ οἷοί τε ὄντες φυλάττειν, ἂν μὴ βοηθήσητε ὑμεῖς ἢ ἄλλος τις.»

ιηʹ. Ὁμοίως, φησὶ, ταῖς αὐταῖς μεθόδοις χρησόμεθα κἀπὶ τοῦ μὴ γενησομένου· ἐροῦμεν γὰρ, ὅτι εἰ μὴ τόδε ποιήσομεν, τά τε ὑπάρχοντα ἀγαθὰ ἀπολοῦμεν, καὶ τὰ οὐκ ὄντα μὲν, προσγενησόμενα δὲ, οὐ κτησόμεθα· ἢ ἐκ τῶν ἐναντίων, τὰ μὲν ὑπάρχοντα φαῦλα παραμενεῖ, προσκτησόμεθα δὲ καὶ ἑτέραν ἀδοξίαν· ἡ δὲ τοῦ κεφαλαίου τούτου ἐργασία, τοῦτον γενήσεται τὸν τρόπον· πρῶτον μὲν ἐπιχειρήσομεν ἐκ τῶν ἐναντίων, λέξομεν γὰρ, κ. τ. λ.

`7.606–7.609`

ιθʹ. Τῇ τάξει τοῦ δυνατοῦ τινες ἐμέμψαντο, ὡς δέον αὐτὸ τετάχθαι πρὸ τοῦ συμφέροντος· μὴ γὰρ δειχθέντος πρότερον, ὅτι δυνατὸν ἑλέσθαι τῶνδε τὸ ἕτερον, τῶν ἀτοπωτάτων ἐστὶ περὶ τοῦ κατʼ αὐτὸ συμφέροντος διαλέγεσθαι· οἷον λυσιτελεῖ, φησὶ, Μαρωνείταις ἢ Σιφνίοις ἄρχειν τῶν Ἑλλήνων· ἀλλʼ ἐπειδὴ τὸ δυνατὸν ἐλλείπει, οὐδὲ περὶ τοῦ συμφέροντος οὐδʼ ἂν εἷς γένοιτο λόγος, ἀλλʼ ἔστιν ἀναστρέφειν, εἰ γὰρ μὴ πρότερον ἀποδειχθείη τὸ συμφέρον, οὐκ ἂν τὸ δυνατὸν ζητοῖτο. αὐτίκα δυνατὸν ἐκπιεῖν κώνειον, ἀλλʼ ἐπεὶ οὐ συμφέρον, διὰ τοῦτο ἀνόνητα καὶ τὰ τῆς δυνάμεως· ὅθεν ἀφέμενοι τούτου καὶ οὐδὲ λόγου τινὸς αὐτὸ ἀξιώσαντες, τὸ γὰρ ἀντιστρέφον οὐκ ἰσχυρὸν, τὴν ἀληθεστάτην αἰτίαν φήσομεν, ὅτι συμπέπλεκται ἀλλήλοις τὰ κεφάλαια, τὸ συμφέρον φημὶ καὶ δυνατόν· καὶ ὥσπερ ἡ βούλησις καὶ ἡ δύναμις ἐν στοχασμῷ ὡς ἓν ἐλαμβάνομεν τὸ κεφάλαιον, οὕτω καὶ ἐπὶ τῆς πραγματικῆς τὸ συμφέρον καὶ τὸ δυνατὸν ἑκάστοτε συμπλακήσεται· τούτου δὲ οὕτως ἔχοντος, τίς διαφορὰ περὶ τῆς τάξεως ἔσται, ἀναμιγνυμένων ἀμφοτέρων ἀλλήλοις; ἀλλʼ ὃ περὶ τῆς βουλήσεως καὶ τῆς δυνάμεως ἐλέγομεν, ἐνταῦθα παραφυλαττέσθω· τοῦτο δʼ ἐστὶ τὸ παρὰ τῷ ἰσχυροτέρῳ ἀεὶ τελευτᾷν κεφαλαίῳ· εἰ δέ τις λέγοι, ὡς εἰ καὶ συμπλέκονται ἡ βούλησις καὶ ἡ δύναμις, ἀλλά γε κατὰ φυσικὴν αὐτὰ ἱστάμεθα τάξιν, εἰδέτω, ὡς κἀνταῦθα ἡγήσεται τὸ συμφέρον κατὰ φύσιν, μιμεῖται γὰρ αὐτὸ μὲν τὴν βούλησιν· πᾶσα γὰρ βούλησις ἐπὶ τὸ δοκοῦν εἶναι συμφέρον ὁρμᾷ· τὴν δύναμιν δὲ τὸ δυνατόν· ὥστε εἰ προτετάχθαι δεῖ τὴν βούλησιν τῆς δυνάμεως, ἡγήσεται καὶ τοῦ δυνατοῦ τὸ συμφέρον. ταῦτα μὲν περὶ τῆς τάξεως· ὑποδιαιρήσεις δὲ καὶ τὸ δυνατόν· καὶ πρῶτόν γε αὐτὸ τοῦτο ἰστέον, ὡς κυρίως τῇ ὑποδιαιρέσει χρῆται, ὑποδιαιρεῖν γάρ ἐστιν ὅταν, τὸ ἐξ ἑνὸς διαιρεθὲν πάλιν καὶ αὐτὸ εἰς ἕτερα ὑποδιαιρῆται· τὸ οὖν δυνατὸν, φησὶ, τέμνεται εἰς τὸ κατὰ ἔνστασιν καὶ ἀντιπαράστασιν· πρῶτον μὲν, ὅτι οὐ χαλεπὸν, ἔπειτα, ὡς εἰ καὶ χαλεπὸν, ἀναγκαῖον, καὶ ὅτι δεῖ ὑπὲρ τῶν χρηστῶν πάντα πόνον καὶ πάντα κίνδυνον ὑφίστασθαι· εἶτα εἰς τὸ δεικνύναι, ὅτι καὶ ῥᾴδιον· καί τινες ᾠήθησαν τοῦτο ἐκ περιττοῦ προστεθεῖσθαι· μηδὲν γὰρ διαφέρει τοῦ μὴ χαλεποῦ τὸ ῥᾴδιον, ἀλλʼ εἰ μὲν ἄμεσα εἴη ταῦτα μηδεμίαν ἔχοντα μεσότητα, οὐδὲν αὐτοῖς ὁ λόγος ἡμάρτηται· νῦν δὲ ἔνεστι μὴ χαλεπόν τι μὴ ῥᾴδιον εἶναι, ὥστε ἕτερον παρὰ τὸ μὴ χαλεπὸν καθεστάναι τὸ ῥᾴδιον. τῶν δὲ εἰρημένων ἁπάντων ἐκ τῶν Δημοσθένους Φιλιππικῶν ὁ βουλόμενος παραλαμβανέτω παραδείγματα· αὐτίκα τὸ κατὰ ἀντιπαράστασιν πλατύτατον αὐτῷ ἐξείργασται· καὶ εἰ καὶ χαλεπὸν, ἀλλʼ ἀναγκαῖον. οὕτως οὖν ἐπʼ αὐτῆς ἔφη τῆς λέξεως. «εἰ δέ τῳ δοκεῖ ταῦτα καὶ δαπάνης μεγάλης καὶ πόνων πολλῶν καὶ πραγματείας εἶναι, καὶ μάλα ὀρθῶς οἴεται· ἀλλʼ ἐπειδὰν λογίσηται τὰ τῇ πόλει μετὰ ταῦτα γενησόμενα, ἐὰν ταῦτα μὴ ἐθέλῃ ποιεῖν, εὑρήσει λυσιτελοῦν τὸ ἑκόντας ποιεῖν, τὰ δέοντα,» καὶ τὰ ἑξῆς· λαμβάνεται δὲ, φησὶ, τὸ δυνατὸν ἐκ τῶν παρακολουθούντων τοῖς προσώποις, τουτέστιν ἀπὸ ψυχῆς, ἀπὸ σώματος, ἀπὸ τῶν ἐκτός· καθάπερ ἐν Φιλιππικοῖς Δημοσθένης ἐχρήσατο· ἀπὸ μὲν ψυχῆς, ὅτι ἀθυμεῖ Φίλιππος, καὶ ὅτι ἐπιορκεῖ καὶ ἀπιστεῖται· οὕτω γάρ πού φησιν· «οὐ γάρ ἐστιν, οὐκ ἔστιν, ὦ ἄνδρες Ἀθηναῖοι, ἀδικοῦντα καὶ ἐπιορκοῦντα καὶ ψευδόμενον δύναμιν βεβαίαν κτήσασθαι·» ἔφη ἂν, ὅτι ἀσθενεῖ Φίλιππος καὶ πεπήρωται, ἀπὸ δὲ τῶν ἐκτὸς ἀφθονώτατα παρὰ τῷ ῥήτορι παραδείγματα· ἐπεὶ καὶ μάλιστα ἡμῖν ὁ τόπος πλείστην ἐμπειρίαν παρέχεται, πῶς ὁ Δημοσθένης ἀπὸ τῶν ἐκτὸς ἐπιχειρεῖ· «οἱ δὲ δὴ περὶ αὐτὸν ξένοι καὶ πεζέταιροι δόξαν μὲν ἔχουσιν, ὡς εἰσὶ δυνατοὶ καὶ συγκεκροτημένοι τὰ τοῦ πολέμου, ὡς δʼ ἔγωγε τῶν ἐν τῇ χώρᾳ τινὸς ἤκουον ἀνδρὸς οὐδαμῶς οἵου τε ψεύδεσθαι, οὐδένων εἰσὶ βελτίους·» ἐπιρρώννυται δὲ οὐχ ἥκιστα τὸ κεφάλαιον καὶ πλείστην ὅσην ἐργασίαν λαμβάνει ἐκ τῶν συγκριτικῶν, ὅταν τὰ ἡμέτερα τοῖς τῶν ἐναντίων ἀντεξετάζωμεν· τούτου παράδειγμα ἐν τῇ δημηγορίᾳ Περικλέους παρὰ τῷ Θουκυδίδῃ, ἐν ᾗ παραβάλλει τὴν Ἀθηναίων δύναμιν τῇ Λακεδαιμονίων. περιφανέστερον δʼ οὖν ἐν τῇ Κορινθίων πρὸς Λακεδαιμονίους ἔστιν αὐτὸ θεωρῆσαι· κατὰ τὸ ἀντιθετικὸν προηγουμένως τοῦ λόγου. ἔφη δὲ οὕτως ἐπʼ αὐτῆς τῆς λέξεως· «οἱ μέν γε νεωτεροποιοὶ καὶ ἐπινοῆσαι ὀξεῖς καὶ ἐπιτελέσαι ἔργῳ ἃ ἂν γνῶσιν· ὑμεῖς δὲ οὐδὲ τὰ ὑπάρχοντα σώζειν, οὐδὲ τὰ ἀναγκαῖα ἐξικέσθαι,» τοσαῦτα μὲν περὶ τῆς ἐργασίας τοῦ κεφαλαίου· ἐζητήκασι δέ τινες, πῶς ἀπὸ τῶν παρακολουθούντων ἔφη κατασκευάζεσθαι τὸ δυνατόν· τοῦτο, γὰρ, φασὶ, τοῦ πρέποντός ἐστιν, ὅπερ ὑπὸ τὸ ἔνδοξον ἀνάγεται· ἐπʼ ἐκείνου γὰρ δεῖ, φασὶ, τὰ παρακολουθοῦντα τῷ προσώπῳ σκοπεῖν· οἷον γένος, πατρίδα, προγόνους, ἀρετάς· ἐχρῆν δὲ αὐτοὺς εἰδέναι, ὡς τῶν παρακολουθούντων τὰ μὲν ἐκ τῶν ἀνωτέρω, τὰ δὲ λαμβάνεται ἐκ τῶν ἐνεστώτων. τὰ μὲν οὖν παλαιότερα τὸ πρέπον ἐργάζεται, οἷον αἱ τῶν προγόνων πράξεις, τὰ τῆς πατρίδος τρόπαια, καὶ ἅπαν ὅ τι τοιοῦτον· τὰ δὲ ἐνεστῶτα ποιεῖ τὸ δυνατόν· οἷον εὐπορία χρημάτων, στράτευμα ἐξηρτυμένον, τριηρῶν πλῆθος· ἔτι καὶ τὸ ἐκ Φιλιππικῶν ἄπορον χρὴ λῦσαι. ὅπερ αὐτὸς προβάλλει ὁ τεχνικὸς ἐκ τῆς τοῦ δυνατοῦ κατασκευῆς ἀναφανέν. καθελὼν γὰρ τὴν τοῦ Φιλίππου δύναμιν ὁ ῥήτωρ οὐκέτι τὴν τῶν Ἀθηναίων περιέλαβεν, ἀντεξετάζων πρὸς τὴν Φιλίππου, ὅπερ ἔδει ποιεῖν, εἰ μή τι ἐκώλυεν· οὐ γὰρ τὰ τῶν ἐναντίων μόνον ἐπιδεικνύναι ἀσθενῆ, ἀλλὰ καὶ τὰ ἡμέτερα οὐ παραπλήσια. παρῆκεν οὖν αὐτὸς ἐκ τῆς τῶν πραγμάτων ἀνάγκης· οὐ γὰρ εἶχε τηνικαῦτα δύναμιν τῶν Ἀθηναίων οὐδεμίαν εἰπεῖν. ἔστιν οὖν αὕτη λύσις τοῦ ἀπορήματος ἀκριβής· θαυμαστὸν δὲ οὐδὲν, φησὶν, εἰ παρεῖται τὸ ἐπιχείρημα τῷ ῥήτορι, ἐπεὶ καὶ τῶν κεφαλαίων τινὰ ἐκεῖσε παραλέλειπται κατὰ φύσιν. τοῦτο δὲ ἔφη, ἐπεὶ τὸ δίκαιον κεφάλαιον ἐν τοῖς Ὀλυνθιακοῖς κατὰ φύσιν κεχωρηκός ἐστιν. ἐχθροὶ γὰρ ὄντες οἱ Ὀλύνθιοι περὶ συμμαχίας πρεσβεύονται· οὐκ ἔστι δὲ λέγειν, ὡς ἔστι δίκαιον τοῖς ἐχθροῖς βοηθεῖν· καὶ ἡμεῖς δὲ, φησὶ, πολλάκις παρελίπομεν τῶν κεφαλαίων τινὰ οὐκ ἐν πραγματικῇ μόνον, ἀλλὰ καὶ πανταχοῦ.

κʹ. Ἡ ἐργασία τοῦ δυνατοῦ γίνεται οὕτως, ἢ ἐξ αὐξήσεως οἰκείας μόνως, ἢ ἐκ καθαιρέσεως τῶν ἐναντίων μόνως, ἢ ἐξ ἀμφοτέρων, αὐξήσεως δέ φημι οἰκείας καὶ καθαιρέσεως τοῦ ἐναντίου· ὅταν οὖν ἐκ τῶν δύο εὐπορήσωμεν ἐργάσασθαι τὸ δυνατὸν, ἔσται μᾶλλον ἀγωνιστικώτερος ὁ λόγος, εἰ παράλληλα παραβάλοιμεν τά τε αὐξητικὰ καὶ καθαιρετικὰ, οὕτως γὰρ ἐδίδαξεν ἡμᾶς Θουκυδίδης ἐν τῇ Κορινθίων πρὸς Λακεδαιμονίους δημηγορίᾳ, ταῦτα εἰπών· «οἱ μέντοι γε νεωτεροποιοὶ καὶ ἐπινοῆσαι ὀξεῖς, καὶ ἐπιτελέσαι ἔργῳ ὃ ἂν γνῶσιν· ὑμεῖς δὲ τὰ ὑπάρχοντά τε σώζειν καὶ ἐπιγνῶναι μηδὲν καὶ ἔργῳ οὐδὲ τἀναγκαῖον ἐξικέσθαι. αὖθις δὲ οἱ μὲν καὶ παρὰ δύναμιν τολμηταὶ, καὶ παρὰ γνώμην κινδυνευταὶ καὶ ἐν τοῖς δεινοῖς εὐέλπιδες· τὸ δὲ ὑμέτερον τῆς τε δυνάμεως ἐνδεᾶ πρᾶξαι, τῆς τε γνώμης μηδὲ τοῖς βεβαίοις πιστεῦσαι, τῶν δὲ δεινῶν μηδέποτε οἴεσθαι ἀπολυθήσεσθαι· καὶ μὴν καὶ ἄοκνοι πρὸς ὑμᾶς μελλητὰς καὶ ἀποδημηταὶ πρὸς ἐνδημοτάτους· οἴονται γὰρ οἱ μὲν τῇ ἀπουσίᾳ ἀντικτᾶσθαι, ὑμεῖς δὲ τὸ ἐπελθεῖν καὶ τὰ ἕτοιμα βλάψαι·» οὕτως ἄρα δεῖ ἀντιπαρατιθέναι ἀμφότερα· ἀγωνιστικώτερος οὕτως ὁ λόγος γενήσεται.

`7.610`

καʹ. Καλῶς μετὰ τὸ συμφέρον τὸ δυνατὸν τέτακται· οὔτε γὰρ εἰ μὴ συνέφερε, δυνατὸν δὲ ἦν τὸ πρᾶγμα, ἱκανὸν ἦν τοὺς ἀκούοντας ἐφελκύσασθαι. οὔτε εἰ δυνατὸν ἦν, ἀλυσιτελὲς δὲ, ἠνείχετό τις αὐτὸ αἱρεῖσθαι. καλῶς οὖν ἔχει πρότερον διδάξαντας, ὅτι συμφέρον, οὕτως καὶ ὅτι δυνατόν ἐστιν ἀποδεῖξαι. εἰσάξομεν δὲ, φησὶ, τὸ δυνατὸν ἐνστάσει καὶ ἀντιπαραστάσει οὐκ ἀεὶ, ἀλλʼ ἐὰν κ. τ. λ. εἰ δὲ δυσχέρεια προσῇ διὰ τῶν τοιούτων μεθόδων, τὴν κατασκευὴν τοῦ δυνατοῦ ποιησόμεθα, λέγω δὴ τῆς ἐνστάσεως καὶ ἀντιπαραστάσεως· καθόλου γὰρ ἢ δυσχέρειά τις πρόσεστι τοῖς βουλομένοις ἢ ῥᾳστώνη· ἐπὶ τῶν εὐχερῶν οὖν περιττὸν πρὸς τοὺς εἰδότας, ὅτι ῥᾳδίαν ἔχει τὴν ἐπιχείρησιν τὰ πράγματα, περὶ ὧν ἡ βουλὴ τοιαύτας ἀποδείξεις καὶ κατασκευὰς ἐπάγειν. ἐπὶ δὲ τῶν δυσχερῶν ποιησόμεθα τοῦ δυνατοῦ τὴν κατασκευὴν, τελείως ἑκάστου ταῖς ἐργασίαις ἐπεξιόντες· ὅτι εἰ καὶ χαλεπὸν εἴη, ἀλλʼ οὖν ἀναγκαῖον· καὶ ὅτι δεῖ ὑπὲρ τῶν χρηστῶν καὶ πόνους καὶ κινδύνους ὑπομένειν. καὶ ὅτι ὑπὲρ τοῦ μὴ χαλεπωτέροις περιπεσεῖν ἀντιληπτέον τῶν πραγμάτων. καὶ Δημοσθένης δὲ τὴν πλατύτητα τοῦ κατὰ ἀντιπαράστασιν ἐδίδαξεν οὕτως αὐτὸ ἐργασάμενος· εἰ δέ τῳ δοκεῖ ταῦτα καὶ δαπάνης μεγάλης καὶ πόνων πολλῶν προσδεῖσθαι, καὶ μάλα ὀρθῶς δοκεῖ· ἀλλʼ ἐὰν λογίσηται τὰ τῇ πόλει μετὰ ταῦτα γενησόμενα, ἐὰν ταῦτα μὴ ἐθέλῃ ποιεῖν, εὑρήσει λυσιτελοῦν τὸ ἑκόντως ποιεῖν τὰ δέοντα.

`7.611`

κβʹ. Ἐπὶ τῶν τοιούτων, φησὶ, τῶν καὶ δυσκολίαν τοῖς βουλομένοις ἐχόντων τὰς κατασκευὰς ἀπὸ τὼν παρακολουθούντων τοῖς προσώποις παραληψόμεθα· ταῦτα δέ ἐστι τὰ ἐγκωμιαστικὰ, ἃ λαμβάνεται ἀπὸ ψυχῆς, ἀπὸ σώματος, ἀπὸ τῶν ἐκτός· ὡς ὁ ῥήτωρ ἐκανόνισεν ἐν Ὀλυνθιακοῖς· ἀρξάμενος γὰρ ἀπὸ τῶν κατὰ ψυχὴν πρόεισι μέχρι τῶν ἐκτός· οἷον «πῶς ἔχει ψυχῆς ὁ Φίλιππος, ὅτι ἀθυμεῖ,» καὶ ὅτι «οὐκ ἔστιν ἀδικοῦντα καὶ ἐπιορκοῦντα καὶ ψευδόμενον δύναμιν βεβαίαν κτήσασθαι·» πῶς τὰ ἐκτὸς, ὅτι «Θετταλοὶ ἄπιστοι, ὅτι δὲ Ἰλλυριοὶ καὶ Παίονες ἐλευθερίας ἐπιθυμοῦσι» καὶ ἑξῆς· ἡ γὰρ τοῦ δυνατοῦ ἐξέτασις γίνεται, ὥσπερ ἐπὶ τοῦ συμφέροντος, ἀπὸ τῶν ἐκτὸς, ἀπὸ μὲν ψυχῆς, εὐορκίας, ἐπιορκίας, πίστεως, ἀπιστίας, εὐνοίας, φθόνου, τυχίας, φιλοχρηματίας, ἐμπειρίας, ἀπειρίας, καὶ τῶν τοιούτων, ὅσα ψυχῆς ἐστι πάθη. ἀπὸ δὲ σώματος, ῥώμης, ἀσθενείας, εὐεξίας, καχεξίας καὶ τῶν τοιούτων, ἀπὸ δὲ τῶν ἐκτὸς, χρημάτων, φίλων, στρατιωτῶν, ὅπλων, συμμάχων, ἵππων καὶ τῶν παραπλησίων· ἀλλʼ ἐπὶ μὲν τῶν κοινῶν τὰ ἐκτὸς μάλιστα τὴν χορηγίαν ὑμῖν παρέξεται· ἡνίκα δὲ ἐπὶ τύραννον ἢ δικαστὴν ἢ ὅλως ἕνα ἄνδρα ὁ πόλεμος εἴη, χώραν ἡμῖν τὰ ἀπὸ ψυχῆς παρέξεται· τελεία δὲ δυνατοῦ κατασκευή ἐστιν ἡ ἑκατέρων ἐξέτασις, τῶν τε ἡμῖν αὐτοῖς προσόντων, καὶ τῶν τοῖς ἀντιπάλοις· οὐ γὰρ ἀποχρήσει τὰ τῶν ἐναντίων μόνα διαβαλεῖν, ἀλλὰ δεῖ καὶ τὰ οἰκεῖα συστῆσαι· ἀπὸ γοῦν τῶν προσόντων ἡμῖν αὐτοῖς ἢ τοῖς ἐναντίοις, ἢ πάντων ἅμα ἤ τινων ληψόμεθα τὴν εὐπορίαν εἰς τὴν τοῦ δυνατοῦ κατασκευήν.

κγʹ. Τὸ μὲν γὰρ, φησὶ, κατὰ τὸ ἐγχωροῦν χρῆσθαι τῆς κρίσεώς ἐστιν. τὸ δὲ διαιρεῖν τὰ κεφάλαια τῆς εὑρέσεως· καὶ σημείωσαι, ὅτι εὕρεσιν ἐνταῦθα ἐκάλεσιν οὐ τὴν ἔκθεσιν τῶν ἐνθυμημάτων καὶ παραδειγμάτων, ὥσπερ ἐν ἀρχῇ τῆς πραγματείας, ἀλλʼ ἁπλούστερον τὸ εὑρεῖν τὰ κεφάλαια εὕρεσιν εἶπεν, εἰδὼς πολλὴν συγγένειαν ἀμφοῖν, ὡς ἀρχόμενος τῆς βίβλου ἐδήλωσεν· ἔφη γὰρ, ὡς ἔστιν ὁ περὶ διαιρέσεως λόγος ὁ αὐτὸς τῷ περὶ εὑρέσεως, πλὴν ὅσον οὐ πάντα ἔχει τὰ περὶ εὑρέσεως.

`7.612–7.613`

κδʹ. Τῶν οὐ μετρίως ἐστὶν ἠπορημένων παρὰ πολλοῖς τε ἄλλοις καὶ οὐχ ἥκιστά γε Ἀθανασίῳ, τίνα τρόπον ἔσται κεφάλαιον τὸ ἔνδοξον παρὰ τὸ συμφέρον· τοῦ γὰρ συμφέροντος τριχῆ λαμβανομένου, κατὰ ψυχὴν, κατὰ σῶμα, κατὰ τὸ ἐκτὸς, τὸ ἔνδοξον ὑπὸ τὸ τρίτον ἀνάγεται τοῦ συμφέροντος μέρος, φημὶ τὸ ἀπὸ τῶν ἐκτός· ἐν γὰρ τούτῳ ἢ πλοῦτον ἢ εὔκλειαν ὑποτείνομεν, ὡς εἴρηται ἐν τῷ συμφέροντι, καὶ ἔστι μὲν λόγος ἀληθής· κομψότατα δὲ Ἀθανάσιος τὸ ἀπορούμενον ἀπελύσατο. ἐπεὶ γὰρ ἐκ τοῦ συμφέροντος προελθὸν τὸ ἐκείνου ἔνδοξον ἔσχε τελείαν τὴν ἐκείνου ὑποδιαίρεσιν, καὶ μόριον ὂν τῷ ὅλῳ διὰ πάσης τῆς ἐργασίας ἐκοινώνησεν, ὡς αὐτὸς ἔφη ὁ τεχνικὸς, εἰκότως ἰδίᾳ παρελήφθη ὡς ἔχον ἐντελοῦς κεφαλαίου ἐξεργασίαν· δεδηλώσθω οὖν ἐντεῦθεν ἡ ἐργασία τοῦ κεφαλαίου. διὰ γὰρ τῶν εἰρημένων ἐπὶ τοῦ συμφέροντος ὀκτὼ τόπων κατασκευασθήσεται. οἷον εἰ ποιοῦμεν ταῦτα, περὶ ὧν ἡ βουλὴ, ἡ μὲν ὑπάρχουσα ἡμῖν δόξα παραμένει, ἡ δὲ οὐκ οὖσα περιέσται· καὶ τὴν μὲν οὖσαν ἀδοξίαν ἀπωσόμεθα, τὴν δὲ οὐκ οὖσαν οὐ προσληψόμεθα· καὶ πάλιν, εἰ δὲ μὴ ποιοῖμεν, τὴν μὲν οὖσαν αἰσχύνην οὐκ ἀπωσόμεθα, τὴν δὲ οὐκ οὖσαν προσληψόμεθα· καὶ τὴν μὲν ὑπάρχουσαν δόξαν ἡμῖν ἀποτριψόμεθα· τὴν δὲ οὐχ ὑπάρχουσαν προσγενομένην δʼ ἂν οὐ προσληψόμεθα· ὅπερ δὲ ἔφασκον ἐπὶ τοῦ δικαίου, κἀνταῦθα προσκείσθω· τῶν γὰρ ἀναγκαιοτάτων τὸ θεώρημα, ὡς ἡνίκα τινὸς τῶν κεφαλαίων ἀποροῦμεν, τὴν ἀντίφασιν αὐτοῦ παραληψόμεθα, οἷον ὅτι εἰ μὴ ἔχοιμεν λέγειν, ὅτι συμφέρον, ἐροῦμεν, ὅτι μὴ βλάπτον, καὶ αὖ πάλιν, εἰ μὴ δυνατὸν εἰπεῖν, ὅτι νόμιμον, φήσομεν, ὅτι οὐ περὶ τὸν νόμον· εἰ δὲ λάβοι τὴν ἀντίφασιν ὁ ἀντίδικος, διὰ τῆς θέσεως αὐτὸν ἐξελέγχομεν, οἷον ὡς οὐ δίκαιον λέγειν αὐτὸν τόδε τι μὴ βλαβερὸν, ὡς συμφέρει, δεικνύναι· ὅπως δὲ χρηστέον τῇ ἀντιφάσει δέδωκεν ἡμῖν ἐν Φιλιππικοῖς Δημοσθένης παράδειγμα· οὐ γὰρ ἔχων ἀσθενῆ τὴν Φιλίππου δύναμιν ἀποφῆναι, ἐπὶ τὴν ἀντίφασιν ἐχώρησεν, ὅτι οὐ βεβαία, οὐδὲ ἰσχυρά· οὕτω γοῦν ἐπʼ αὐτῆς θεωρητέον τῆς λέξεως· «μὴ γὰρ ὡς θεῷ νομίζετε ἐκείνῳ πεπηγέναι τὰ παρόντα πράγματα ἀθάνατα, ἀλλὰ καὶ μισεῖ τις ἐκεῖνον», καὶ τὰ ἑξῆς· τοῦτο ἡμῖν ἐπὶ πάντων τῶν κεφαλαίων καθολικὸν πεφυλάχθω θεώρημα.

Ἔνδοξόν ἐστιν ὃ χρηστὴν ἁπλῶς δόξαν ἐμποιεῖ καθόλου τῷ δράσαντι· καλεῖται δὲ καὶ πρέπον· πρέπον δέ ἐστι τὸ καθῆκον ἑκάστῳ, κ. τ. λ. —Ἰστέον, ὅτι οὐκ ἔστι τοῦτο ἱκανὸν ἐξαλλαγὴν κεφαλαίων ποιῆσαι· εἰ γὰρ ἐκ τῶν προσεχῶς ἢ ἐκ τῶν πόρρω ἡ ἐπιχείρησις, οὐδὲν ἧττον τοῦ συμφέροντός ἐστι· περὶ γὰρ ἀποβαίνοντος καλοῦ ἢ κακοῦ ἡ σκέψις, ὅπερ τὸ συμφέρον χαρακτηρίζει κεφάλαιον. Ἐζήτησάν τινες καὶ περὶ τῆς τάξεως αὐτῶν, ποῖον ἄρα τοῦ ἑτέρου προτάττεσθαι χρή· καὶ ὁ μὲν Εὐστάθιος σκοπεῖν φησι χρεὼν, ποῖον αὐτῶν ἰσχυρότερον, κἀκεῖνο μᾶλλον ὑποτάττειν· ἐβούλετο γὰρ ὡς ἔοικεν ὁ ἀνὴρ εἰς τὰ ἰσχυρότερα μᾶλλον καταλήγειν, Ἀθανάσιος δὲ τοὐναντίον· προτακτέον, φησὶ, τὰ ἰσχυρότερα, ἵνα ἀπʼ αὐτῶν μᾶλλον ἀρξώμεθα· οὕτως μὲν οὗτοι· ἡμεῖς δὲ, ὃ κἂν πολλάκις τοῦτο καὶ νῦν λέξομεν, προτάξομεν γὰρ καὶ ὑποτάξομεν τὰ ἰσχυρότερα, καὶ πολλαχοῦ τοῦ λόγου θήσομεν· οὔτε γὰρ μόνως προτάξομεν οὔτε μὴν μόνως ὑποτάξομεν.

`7.614–7.615`

κε. Ἐζήτηται καὶ περὶ τούτου, πῶς ἰδίᾳ παρὰ τὸ συμφέρον τέτακται· τὸ γὰρ ἐκβησόμενον τέλος ἐστὶ τοῦ συμφέροντος· ζητοῦμεν γὰρ, τί ἀγαθὸν ἐκ τοῦ τοῦτο ποιεῖν ἡμῖν ἀποβήσεται, ἤ τί βλάβος ἐκ τοῦ μὴ ποιεῖν. ῥητέον δὲ ὡς τὸ μὲν ἐν τῷ συμφέροντι ἀποβησόμενον ἐκ τῶν προσεχῶν λαμβάνεται· τοῦτο δὲ ἐκ τῶν ἀποτέρω· οἷον εἰ μὲν λέγοιμεν, ὅτι βοηθητέον Ὀλυνθίοις, ἐὰν γὰρ αὐτῶν ἐπικρατήσῃ Φίλιππος, ἐπὶ τὴν συμμαχίδα εὐθὺς βαδιεῖται· τοῦτο τοῦ συμφέροντος ἔσται· εἰ δὲ ἔτι πολυπραγμονοῖμεν τὰ περαιτέρω, ποιήσομεν τὸ ἐκβησόμενον· οἷον ὅτι κρατήσας δὲ τῶν συμμάχων, διαβήσεται πύλας, καὶ τρέψεται ἐφʼ ἡμᾶς· εἶτα καὶ ἐπὶ τὴν Ἑλλάδα· ἔστω οὖν αὕτη διαφορὰ τοῦ ἐκβησομένου πρὸς τὸ συμφέρον· λαμβάνεται δὲ, φησὶ, τὸ ἐκβησόμενον διὰ διλημμάτων, καθʼ ὑπόθεσιν, ὅτι λυσιτελεῖ τὸ βοηθῆσαι, ἐάν τε γὰρ κρατήσωμεν, ἐάν τε μή· πολλάκις δὲ, φησὶν, καὶ τὸ ψηφίσασθαι λυσιτελοῦν δείκνυμεν· παράδειγμα δὲ τῆς κατὰ τὸ ἐκβησόμενον ἐξετάσεως πολλαχοῦ μὲν ἄν τις εὕροι ἐν τοῖς Δημοσθένους Φιλιππικοῖς· καὶ ἔτι ἐν τῷ ὑπὲρ Μεγαλοπολιτῶν· περιφανέστερον δὲ παρὰ τῷ Θουκυδίδῃ ἐν τῇ Περικλέους δημηγορίᾳ· «πῶς οὖν,» φησὶ, τῆς τε θαλάττης καὶ τῆς πόλεως δεῖ φυλακὴν ἔχειν, καὶ Πελοποννησίους, ὑπὲρ αὐτῶν ὀργισθέντας, πολλῷ πλέοσι διαμάχεσθαι· κρατήσαντες γὰρ αὖθις οὐκ ἐλάσσοσι μαχούμεθα, καὶ ἢν σφαλῶμεν, τὰ τῶν συμμάχων, ὅθεν ἰσχύομεν, προσαπόλλυται, καὶ τὰ ἑξῆς· τοσαῦτα μὲν εἰρήσθω περὶ τοῦ ἐκβησομένου· καλὸν δὲ καὶ τὸ διαλεκτικὸν μάλα χωρὶς προσθεῖναι θεώρημα, κοινὸν ἅπασι τοῖς κεφαλαίοις· ὅταν γὰρ κατασκευάζειν τι βουλώμεθα, δεῖ προσόμοιον μὲν τῷ ἀποδεικνυμένῳ, ἔλαττον δέ τι εὑρόντας ἐκεῖνο κατασκευάζειν. ὅσα γὰρ ἂν εἴποι τις περὶ τοῦ ἐλάττονος, ταῦτα καὶ κατὰ τοῦ μείζονος ἐνεχθήσεται· καὶ τὸ ἔλαττον ἀναιρούμενον οὐκ ἀναιρεῖ καὶ τὸ μεῖζον· ὅταν δέ τι ἀνασκευάζωμεν, ἐκ τοῦ μείζονος ληπτέον τὴν κατασκευήν, ὡς τοῦ ἐλάττονος συναναιρουμένου τῷ μείζονι· οἷον ἀμφότερα λάβωμεν ἐπὶ παραδείγματος· βουλόμεθα ἐγκωμιάζειν ὡς ἀνδρεῖον τὸν Ἕκτορα· τούτῳ παραζεύξαντες τὸν Αἰνείαν, πολλοὺς περὶ αὐτοῦ διεξίωμεν λόγους· ὅτι ἀνδρεῖος καὶ φοβερὸς τῷ Ἑλληνικῷ· δεδομένου γὰρ τοῦ ἀνδρειότερον καθεστάναι τὸν Ἕκτορα, ὅτι ἂν περὶ Αἰνείου λέγοιμεν, τοῦτο διπλασίως ἐπὶ τὸν Ἕκτορα φέρεται· ἀσθενοῦς δὲ τοῦ Αἰνείου δεικνυμένου οὐκέτι συνδιελέγχεται καὶ ὁ Ἕκτωρ· εἰ γὰρ ὁ Ἕκτωρ ἀνδρειότερος εἶναι πεπιστευμένος ἐξελεγχθείη δειλὸς ὢν καὶ ἀπόλεμος, καὶ τὸ Αἰνείου ἐξ ἀνάγκης συναποδείκνυται· ἴδωμεν καὶ ἐφʼ ἑκατέρου παραδείγματος τὸ τοιοῦτο· δεδόσθω τὸ ναυμαχεῖν ἄμεινον καθεστάναι τῆς πεζικῆς μάχης, τί οὖν ἐθέλοιμεν προτρέπειν ἐπὶ τὸ ναυμαχεῖν; μυρία πεζομαχίας ἡμῖν λεγέσθω ἐγκώμια. τοῦ γὰρ ὁμολογουμένως ἐλάττονος χρηστοῦ δεικνυμένου, τὸ μεῖζον δήπουθεν μάλιστα αἱρετὸν καταλείπεται· χρηστέον οὖν τῷ θεωρήματι διὰ πάντων, ὅπως ἂν ἐγχωρῇ, τῶν κεφαλαίων.

`7.616`

κϛʹ. Καθʼ ὑπόθεσιν, φησὶ, τὸ ἐκβησόμενον λαμβάνεται ἐφʼ ἑκάτερα τῶν ἀποβαινόντων ἀναγκαίως· ἐπειδὴ γὰρ εὔδηλον τῆς συμβουλῆς τὸ πέρας, τούτου δὲ τὴν ἀπόβασιν ζητοῦμεν ἀναγκαίως, τοῦτο ἀναπλάττειν προσήκει, ἵνʼ ὥσπερ ἐν ὀφθαλμοῖς αὐτὸ τῶν ἀκουόντων ποιήσαντες οὕτως τὴν λέξιν περαίνειν δυνηθῶμεν ἐφʼ ἑκάτερα· οἷον ἐὰν μὲν ἐκεῖ πολεμήσωμεν ἐν τῇ χώρᾳ τῶν ἐχθρῶν, πολλὰ ἡμῖν ἀγαθὰ συμβαίνει· καὶ ὅτι διὰ τούτου τὴν χώραν ἀκέραιον ἕξομεν· ἐὰν δὲ ἐνταῦθα, τόδε τι δεινὸν καὶ τόδε συμβαίνει· τούτῳ δὲ διαφέρει τὸ ἐκβησόμενον τῆς ἐν τῷ συμφέροντι ἐκβάσεως· ἐν ᾗ φαμεν, ὅτι συμμαχησάντων μὲν ἡμῶν τόδε ἀποβήσεται· μὴ συμμαχησάντων δὲ τόδε, ὅτι ἐκεῖ μὲν τὴν ἀπόδειξιν ποιούμεθα τοῦ πράγματος, καὶ τὰ προσεχῆ ἐξετάζομεν τέλη, οἷον ὅτι συμφέρει Ὀλυνθίοις βοηθῆσαι· εἶτα ἡ ἔκβασις, τοῦτο γὰρ ἡμῶν ποιησάντων ἐν Μακεδονίᾳ ἔσται ὁ πόλεμος, μὴ συμμαχησάντων δὲ τοῖς Ὀλυνθίοις ἐλθὼν εἰς τὴν Ἑλλάδα Φίλιππος πολεμήσει τὴν Ἀττικήν· ἐνταῦθα δὲ τοῦτο αὐτὸ λαμβάνοντες ὁμολογούμενον καθʼ ὑπόθεσιν τὴν ἀπόβασιν αὐτοῦ ἐξετάζομεν, καὶ τῶν ἐκεῖ ἐξετασθέντων τελῶν τὰ τέλεια διασκοποῦμεν, ὅτι ἐν Μακεδονίᾳ μὲν πολεμοῦντες πλεῖστα κερδανοῦμεν, ἐν δὲ τῇ Ἀττικῇ τοῦ πολέμου συστάντος τάδε καὶ τάδε ἡμᾶς περιστήσεται τὰ δεινά· καὶ προτρέψαι δὲ καὶ ἀποτρέψαι ἱκανωτάτη ἐστὶν ἡ τοῦ ἐκβησομένου ἐξέτασις.

Περὶ μεταλήψεως.

Προειπὼν περὶ πραγματικῆς ὅτι διττή ἐστι κατὰ ἀκολουθίαν, ἐπήγαγεν· ἡ μετάληψις πάλιν. τὸ πάλιν εὐλόγως προστιθεὶς πρὸς τὰ προειρημένα· ἀλλʼ εἰ ἐν τῇ μεταλήψει ἀεὶ ἀπὸ ῥητοῦ ἡ ζήτησις, τίνος χάριν τὴν μὲν ἔγγραφον, τὴν δὲ ἄγραφον ἐκάλεσεν, ὅτι ἐν μὲν τῇ ἀγράφῳ ἀποστάντος τοῦ ῥητοῦ περὶ τοῦ πράγματος ποιούμεθα τὴν ζήτησιν· ἐν δὲ τῇ ἐγγράφῳ περὶ αὐτὸ στρεφόμεθα τὸ ῥητόν. —Ἐν τῇ μεθόδῳ τελευταίαν ἔταξε τὴν μετάληψιν, ὡς πάσας περιέχουσαν ἅτε ἐμπιπτουσῶν τῶν ἄλλων στάσεων ἐν αὐτῇ. κ. τ. λ.

`7.617–7.618`

αʹ. Ὅτι μὲν οὖν εἰκότως τὴν μέσην εἴληφε τάξιν ἥ τε πραγματικὴ καὶ ἡ μετάληψις μικταὶ καθεστηκυῖαι, ἐδήλωσεν ἐν τῇ πραγματικῇ· δεῖ γὰρ τὸ μικτὸν μέσον εἶναι τούτων, ἀφʼ ὧν ἔχει τὴν μίξιν. Νυνὶ δὲ λεκτέον, ἀνθʼ ὅτου τῆς πραγματικῆς μετετάγη, τοῦ αὐτοῦ λόγου ἐπʼ ἀμφοτέρων διήκοντος· εἴη δʼ ἂν τῆς τοιᾶσδε πράξεως αἴτιον ἡ τῆς παραγραφῆς πρὸς τὰς νομικὰς πλείστη συγγένεια· τὸ μὲν γὰρ τῆς πραγματικῆς ἔγγραφον καθʼ ὁμοιότητα γίνεται τῶν νομικῶν, ἔχον καὶ ἰδίᾳ κεφάλαιον· φημὶ δὴ τὰ περὶ τὸ νόμιμον· τὸ δὲ τῆς μεταλήψεως, τουτέστιν ἡ παραγραφὴ, κατὰ νομικήν τε γίνεται ὡς ἐπὶ τὸ πλεῖστον· καὶ ἰδίοις οὐ χρῆται τὸ παράπαν, ἀλλὰ τῆς πραγματικῆς κεφαλαίοις· εἰ δὲ λέγοι τις καὶ κατὰ στοχασμὸν γίνεσθαι πολλάκις καὶ κατὰ ὅρον παραγραφὴν, καὶ τοῖς ἐκείνων χρῆσθαι αὐτὴν κεφαλαίοις, ἀληθὴς ὁ λόγος· οὐ μὴν δεῖ ζητεῖν, εἰ γίνεται καὶ καθʼ ἑτέραν, ἀλλʼ ὡς οὐ κατὰ νομικὴν γίνεται, δεικνύτω· ἀλλʼ ἐρεῖ τις καὶ τὴν πραγματικὴν προϊέναι ποτὲ κατὰ νομικὴν στάσιν· ὅτε ἔγγραφόν ἐστιν δηλονότι, καὶ ἔγωγε σύμφημι· καὶ ἔδωκα ἐν τῇ μεθόδῳ τούτου παράδειγμα, ἔνθα περὶ τῆς παραγραφῆς διελεγόμην· ἀλλʼ ἡ μὲν πραγματικὴ διακεκριμένη φαίνεται, ὥστε καὶ ἰδίοις, ὡς ἔφην, χρῆσθαι κεφαλαίοις· τὴν δὲ νομικὴν ἔξωθεν πρὸς κατασκευὴν ἑαυτῆς λαμβάνειν· ἡ δὲ παραγραφὴ συμπέπλεκται παντελῶς τῇ νομικῇ· καὶ ὅλως οὐδενὶ οἰκείῳ, ἀλλὰ τοῖς ἐκείνης ἐρείδεται κεφαλαίοις· ἄξιον δὲ ἐπιστάσεως, τίνα τρόπον πρὸ τῆς ἀπαριθμήσεως τῶν κεφαλαίων εὐθὺς ἐν ἀρχῇ περὶ τῶν εἰδῶν τεχνολογεῖ, ἐπὶ τῶν ἄλλων οὐχ οὕτως ποιεῖν εἰωθώς· τοῦτο δὲ εὐαπόλυτον· ἐπεὶ γὰρ ἐν τῇ μεταλήψει διαφόρῳ παντελῶς χρῆται διαιρέσει τὰ εἴδη, πρότερον εἰκότως περὶ αὐτῶν διέλαβεν, ἵνα ἑκατέρῳ τὴν προσήκουσαν τῶν κεφαλαίων διαίρεσιν ἀπονείμῃ, ἐπεί τοι εἰ πρῶτον ἀπηριθμήσατο τὰ κεφάλαια, ἀνεχαιτίζετο ἂν ὁ λόγος αὐτῷ πυνθανομένων ἡμῶν, ποίου εἴδους ἐστὶ τὰ ἐκτεθειμένα.

`7.619`

βʹ. Ἔχομεν πρῶτον περὶ τῆς τάξεως ἀπορεῖν· ἀνθʼ ὅτου προτέραν ἔταξε τὴν παραγραφήν· ἡ δὲ ζήτησις, οἶμαι, οὐ τῶν εὐλύτων· οὐδὲ παρʼ ἑτέροις πρό γε ἡμῶν ἤρξατο· τίνα οὖν τὰ τῆς ἀπορίας, ἤδη λεκτέον, εἰ διὰ τὸ μικτὰς εἶναι τὴν μετάληψίν τε καὶ τὴν πραγματικὴν μέσας ἔταξεν, ἐπειδὴ τὸ μὲν αὐτῶν ταῖς λογικαῖς, τὸ δὲ ταῖς νομικαῖς κοινωνεῖ· ἐχρῆν δήπου προτέραν τετάχθαι τὴν ἄγραφον μετάληψιν τῆς ἐγγράφου, ὥστε πλησιάζειν ταῖς νομικαῖς τὸ ἔγγραφον τῆς μεταλήψεως, ὃ καὶ τὴν κοινωνίαν ἔχει πρὸς αὐτάς· καὶ ὅλως ὃν τρόπον αἱ λογικαὶ πρὸ τῶν νομικῶν, τὸν αὐτὸν ἐχρῆν καὶ τὴν ἄγραφον τετάχθαι πρὸ τῆς ἐγγράφου· διήκει δὲ ἡ ζήτησις καὶ ἐπὶ τὴν πραγματικήν· ῥητέον δὲ, ὡς οὐ τοσοῦτον εἴωθεν ὁ τεχνικὸς ἀποβλέπειν εἰς τὴν φυσικὴν ἀκολουθίαν, ὅσον εἰς τὸ τῆς διδασκαλίας ἀναγκαῖον· ἐπεὶ οὖν ὁ διαιρετικὸς λόγος ἀπαιτεῖ, πρῶτά γε τὰ σύντομον ἔχοντα τὴν διδασκαλίαν, δεύτερον δὲ τὰ πλείονος δεόμενα λόγου, εὐλόγως τὴν παραγραφὴν πρὸ τῆς μεταλήψεως παρέλαβεν· ἡ μὲν γὰρ οἰκείοις κεφαλαίοις ἐχρῆτο ἡ μετάληψις, καὶ περὶ ἑκάστου ἀναγκαίως ὑπῆρχε διαλαβεῖν· ἡ δὲ παραγραφὴ ἑτέρας ἐτέμνετο στάσεως κεφαλαίοις· τί οὖν ἐπὶ τῆς πραγματικῆς ἂν φαίημεν, ἢ δῆλον, ὡς κἀκεῖσε τὸ τῆς διδασκαλίας σαφὲς τὴν τοιάνδε τάξιν κατήπειγε· τῆς γὰρ ἐγγράφου πραγματικῆς ἴδιον τὸ νόμιμον ἔχειν κεφάλαιον, τῶν δὲ ἄλλων κοινῶν ἀμφοτέραις καθεστώτων, εἰ μὲν τὰ τῆς ἐγγράφου πρότερον ἔφραζεν, οὐκ ἂν συμπεριέλαβε καὶ τὸ τῆς ἐγγράφου ἰδίωμα· ἐν ᾧ δὲ καὶ περὶ τῆς ἐγγράφου διαλέγεται, κοινῇ τὰ ἀμφοῖν περιλαμβάνει κεφάλαια· τοῦτο δὲ πολλοὶ μὲν καὶ ἄλλοι, διαφερόντως δὲ Ἀθανάσιος ἀπορεῖ, πῶς τελείαν ἔφη τὴν παραγραφήν· ὁρῶμεν γὰρ, ὡς τῶν παραγραφῶν αἱ μὲν τέλειαι, αἱ δὲ ἀτελεῖς· τέλειαι μὲν, ὅταν αὐτὸ τὸ πρᾶγμα καθάπαξ ἐκβάλλωσιν, ἀτελεῖς δὲ, ὅταν τὸ μὲν πρᾶγμα συγχωρῶσιν, ἀπό τινος δὲ τῶν περιστατικῶν τὸν ἀγῶνα παραγράφωνται· ὡς ἐν τῷ κατὰ Τιμάρχου Αἰσχίνου· λυθήσεται δὲ ἡ ἀπορία ὡς ἐν κρίσει τῆς μεταλήψεως κ. τ. λ.

γʹ. Τὴν μετάληψιν διελὼν, ὡς ἔφαμεν, εἰς τὸ ἔγγραφον καὶ ἄγραφον, φησὶν, ὅτι ἡ ἔγγραφος μιᾷ τῶν νομικῶν ὑποπίπτει, καὶ κατʼ αὐτὴν διαιρεθήσεται, ἧς τὴν διαίρεσιν ἀναβάλλεται ἐν ταῖς νομικαῖς παραδιδόναι· πρῶτον δὲ τὸν παραγραφῆς ποιεῖται λόγον· καίτοιγε ἐχρῆν τὸ ὁμώνυμον τῷ γένει πρῶτον διδάξαι· ἀλλʼ ἐπειδὴ ἡ μὲν παραγραφὴ ἀπὸ τοῦ ῥητοῦ τὸ κράτος ἔχει καὶ περὶ τοῦτο τὴν πᾶσαν σπουδὴν, ὅπερ ἄτεχνος πίστις, ἡ δὲ μετάληψις οὐκ ἀπὸ ῥητοῦ, ἀλλʼ ἀπό τινος τῆς περὶ τὸ ῥητὸν περιστάσεως, ὃ τῆς ἐντέχνου πίστεως, εἰκότως ἡ παραγραφὴ τῆς μεταλήψεως προτετίμηται.

δʹ. Ἐνταῦθα γενόμενος ὁ ἡμέτερος Παῦλος τάχα ἂν δικαίως ὁμηρίζων ἔφη·

  
νῦν αὖτε σκοπὸν ἄλλον, ὃν οὔπω τις βάλεν ἀνήρ,  

`7.620–7.622`

εἴσομαι αἴκε τύχοιμι. πάντων γὰρ ἑξῆς ὑποδραμόντων τὸ χωρίον, καὶ τοσοῦτον μόνον ἐπιμνησθέντων, ὡς γίνεταί ποτε καὶ κατὰ στοχασμὸν παραγραφὴ, αὐτὸς ἐπλάτυνέ τε τὴν ἀπορίαν καὶ ἀδύνατον οὐ κατέλιπεν· εἰ γὰρ κατὰ τὴν κοινὴν ἁπάντων παράδοσιν γίνεται κατὰ τέσσαρας ἡ παραγραφὴ στάσεις, κατὰ ῥητὸν καὶ διάνοιαν καὶ ἀμφιβολίαν, καὶ ὅρον καὶ στοχασμὸν, παραλιπεῖν δοκεῖ ὁ τεχνικὸς τὴν κατὰ στοχασμὸν παραγραφὴν, οὐ μέμψεως ἀπηλλάχθαι· ῥητέον δὲ ὡς ἀκριβῶς ἀναθεωροῦντι κατὰ στοχασμὸν οὐκ ἄν ποτε εἴη παραγραφή· ὃ καὶ αὐτὸς διαθρήσας τὸ τοιοῦτον εἶδος παρῆκε· σκοπῶμεν γὰρ οὕτως· παντὶ ῥητῷ δεῖ τινα ὑποκεῖσθαι περίστασιν, εἰ μέλλει ἐν ὑποθέσει ἀλλὰ μὴ ἐν θέσει λαμβάνεσθαι· ὅταν γὰρ αὐτὸ ἐφʼ ἑαυτὸ τὸ ῥητὸν ἀμφισβητῆται, θετικὴ γίνεται ἡ κατʼ αὐτὸ ἐξέτασις κατὰ νόμου εἰσφοράν· οἷον εἰ δημηγορητέον τοῖς τὰ πατρῷα κατεδηδοκόσιν, εἰ πολιτευτέον τοῖς ἡταιρηκόσι· παντὸς τοίνυν ῥητοῦ ἔχοντός τινα ὑποκειμένην περίστασιν, εἰ μὲν κατʼ ἄμφω γίνεται ἡ ἀμφισβήτησις, καὶ κατὰ τὸ ῥητὸν καὶ κατὰ τὴν παράστασιν νομικὴ πάντως ἀναφανεῖται ἡ στάσις· οἷον νόμος μὴ ἀνιέναι ξένον ἐπὶ τὸ τεῖχος· ἀνελθών τις ἠρίστευσε καὶ ὑπάγεται τῷ νόμῳ, ἐνταῦθα γὰρ νόμος μὲν μὴ ἀνιέναι ἐπὶ τὸ τεῖχος· περίστασις δὲ, τὸ ἀνελθόντα ἠριστευκέναι καὶ ἀμφισβητεῖται ἑκάτερον· ὁ μὲν νόμος, εἰ περὶ πάντων διαγορεύει, ὁ ἀνελθὼν εἰ ἠδίκησε καὶ παρέβη τὸν νόμον· ὁμοίως καὶ ἐπὶ τοῦ συλλογισμοῦ· νόμος τὸν ἐκ πόρνης μὴ λέγειν· ἐκ πόρνου τις γενόμενος λέγειν κωλύεται· καὶ ὅλως τὸν αὐτὸν τρόπον ἐπὶ τῆς νομικῆς· εἰ δὲ περὶ τοῦ ῥητοῦ μὲν μὴ ἀμφισβητοῖμεν, περὶ μόνης δὲ τῆς περιστάσεως, τοῦτο λογικῆς δήπουθεν στάσεως· οἷον νόμος ἀποτυμπανίζεσθαι τὸν φονέα, εὑρέθη τις ἐπʼ ἐρημίᾳ ἐπὶ νεοσφαγεῖ σώματι ξίφος κατέχων, καὶ κρίνεται, φησίν· δῆλον γὰρ, ὅτι στοχαστικὸν τὸ ζήτημα· τοῦ μὲν ῥητοῦ παντελῶς ὁμολογουμένου, περὶ δὲ τὴν περίστασιν τῆς ὅλης συνισταμένης ζητήσεως· προσάγομεν τοίνυν ἑπομένως τῇ παραγραφῇ τὸν λόγον· ὅτι μὲν οὖν περὶ μόνον τὸ ῥητὸν οὐκ ἂν ἔχοι τὴν ζήτησιν, καταφανὲς, θετικὸν γὰρ εἶναι τὸ τοιοῦτον ἐφάσκομεν, ἀλλʼ οὐδὲ μὴν περὶ τὴν περίστασιν μόνην· τοῦτο γὰρ ταῖς λογικαῖς παρείπετο· πᾶσα δὲ παραγραφὴ ἔγγραφος, λείπεται ἄρα καὶ περὶ τὸ ῥητὸν καὶ τὴν περίστασιν γίνεσθαι ἐν αὐτῇ τὴν ἀμφισβήτησιν· ὅπου δὲ περὶ ἀμφοῖν ἡ ζήτησις, νομικὴν γενέσθαι στάσιν ὁ λόγος ἀποδεικνύει· ὥστε πᾶσα παραγραφὴ κατὰ νομικὴν εὑρεθήσεται στάσιν. πῶς οὖν ὁ τεχνικὸς προσετίθει, ὡς ἔστιν ὅτε καὶ ὁρικῶς; καὶ ἐροῦμεν, ὡς κἀν ταῖς τοιαύταις παραγραφαῖς, λέγω ταῖς ὁρικῶς προφερομέναις, ἀνάγκη ῥητὸν καὶ διάνοιαν ὑποκεῖσθαι· εἶτα πλατύνεσθαι ταύτην ὁρικῶς· καὶ γὰρ τὸ ὁρικὸν κεφάλαιον ἐμπίπτει πάντως ἐν τῇ κατὰ ῥητὸν καὶ διάνοιαν· ὡς οὖν εἰς τὴν πρώτην ἐργασίαν ἀπιδὼν προσέθηκε τὸ ἔστιν ὅτε ὁρικῶς· ἀντὶ τοῦ ἔστιν ὅτε τοῦ ῥητοῦ καὶ τῆς διανοίας ὁρικῶς πλατυνομένου, ἀμέλει τοι οὐκ εἶπεν, ὡς ἔστιν ὅτε κατὰ ὅρον λαμβάνεται, ἀλλὰ ὁρικῶς, φησὶν, τέμνεται· καὶ ὅλως, ἵνα μὴ μακρολογῶ, πλείστη συμπλοκὴ ὅρου καὶ ῥητοῦ διανοίας· τοιγαροῦν πᾶσα ἀνάγκη ἐν ὅρῳ ὑποκεῖσθαι καὶ ῥητὸν καὶ διάνοιαν· τί γὰρ ἕτερόν ἐστιν ἡ γνώμη τοῦ νομοθέτου· ἥτις ἐστὶν κεφάλαιον ὁρικὸν, καὶ αὖ πάλιν ἐν ῥητῷ καὶ διανοίᾳ τὸ ὁρικὸν κεφάλαιον· τὸ μὲν οὖν παρὰ τῷ τεχνικῷ χωρίον οὕτω πάσης ἐκαθάρθη ζητήσεως, ὀρθῶς τε καὶ ἀκριβῶς ἔχειν ἀποδειχθέν. ἐπεὶ δὲ πολλοῖς τε καὶ ἄλλοις καὶ ἡμῖν νῦν αὐτοῖς ἐναντιοῦσθαι ἐδόξαμεν, παρεθέμεθα γὰρ ἐν τῇ μεθόδῳ καὶ κατὰ στοχασμὸν παραγραφὴν, ἀναγκαῖον οἶμαι καὶ περὶ τούτου ποιήσασθαί τινα λόγον· ἀκριβεῖ μὲν οὖν θεωρίᾳ οὐκ ἂν γένοιτο κατὰ στοχασμὸν παραγραφὴ, ἑτέρῳ μέντοι λόγῳ παρελήφθη καὶ τὸ τοιοῦτον εἶδος ὑπὸ τῶν τεχνικῶν· ἐπεὶ γὰρ κατενόησαν παραγραφήν τινα, αὐτὴν μὲν ἐφʼ ἑαυτῆς κ. τ. λ. πρὸς δὲ τούτοις ἐν τῇ κατὰ φύσιν ἀμφισβητουμένῃ παραγραφῇ διπλῶς ἔφαμεν τὴν ἀμφισβήτησιν ἀνάγκη γενέσθαι, καὶ συμπεπλεγμένην ἀπὸ τοῦ ῥητοῦ καὶ τοῦ ὑπευθύνου τῷ ῥητῷ, τουτέστι τῆς περιστάσεως· καὶ προηγεῖται μὲν τὰ τοῦ ῥητοῦ· ἕπεται δὲ ἀκολούθως τὰ περὶ τοῦ εὐθυνομένου· ἐπὶ τοίνυν τῶν στοχαστικῶν λεγομένων παραγραφῶν, ἐπειδὴ ἠπορήσαμεν τῶν τὰ προτερεύοντα μέρη τῆς ζητήσεως ποιουσῶν, τουτέστι τῶν περὶ αὐτὸ τὸ ῥητὸν, ἐν οἷς καὶ ἡ κυρία τῆς παραγραφῆς ἀμφισβήτησις γίνεται, μετειλήφαμεν ἀντʼ ἐκείνων τὰ δεύτερα τοῦ περὶ εὐθυνομένου, καὶ τὴν τῶν προτέρων τάξιν ἀποδιδόντες αὐτοῖς ἐπὶ τὴν παραγραφικὴν συνάγομεν ἀμφισβήτησιν αὐτά· οὐ κατὰ φύσιν, ἀλλʼ ὥσπερ ἰώμενοι τὴν ἔλλειψιν τῶν κυριωτέρων, καὶ ἀποχρώμενοι τοῖς εὑρεθεῖσιν, ἀμωσγέπως κοινωνοῦσι τῷ προκειμένῳ κατὰ ζήτησιν· οὕτω μὲν οὖν ταῦτα ἐπελυσάμεθα· ἔτι δὲ κἀκεῖνο ζητητέον, ὡς τριῶν κ. τ. λ.

`7.623–7.624`

εʹ. Σημειωτέον, ὅτι οὐ μόνον ἡ παραγραφὴ κατὰ μίαν τῶν νομικῶν ἐξετάζεται κατὰ τὸ πρότερον ζήτημα, τουτέστι τὴν παραγραφὴν, ἀλλὰ καὶ ὁριστικῶς, καὶ στοχαστικῶς· ὁριστικῶς μὲν οὕτως· νόμος τὸν ἡταιρηκότα μὴ πολιτεύεσθαι. Τίμαρχος ἡταιρηκὼς καὶ διδάσκων γράμματα κωλύεται· ζητεῖται γὰρ ἐνταῦθα, εἰ ταὐτὸν τῷ πολιτεύεσθαι τὸ γράμματα διδάσκειν, καὶ ὁριστικῶς κατὰ τὸ πρῶτον ζήτημα ὁ λόγος προέρχεται· στοχαστικῶς δὲ, οἷός ἐστιν ὁ κατὰ Τιμάρχου, ὃς ἐγράψατο Αἰσχίνην παραπρεσβείας, ὁ δὲ τὴν ἑταίρησιν αὐτῷ ἐγκαλῶν παραγράφει· στοχαστικῶς γὰρ ἐκεῖσε ζητεῖται, εἰ Τίμαρχος ἡταίρηκεν ἢ μή· φησὶν οὖν ὁ τεχνικὸς, ὅτι ἔσθʼ ὅτε καὶ ὁριστικῶς τέμνεται καὶ στοχαστικῶς· ἀλλʼ εἰ καὶ κατὰ ὅρον καὶ στοχασμὸν πολλάκις τὸ πρῶτον ζήτημα γίνεται, ἀλλʼ οὖν ἀπὸ νόμου πάντως τὴν ἀρχὴν λαμβάνει· καθὸ μὲν γὰρ ἀπὸ ῥητοῦ ἔχει πᾶσα παραγραφὴ τὴν ἀρχὴν, ἀπὸ νόμου πάντως λαμβάνεται, καὶ νομικῇ ὑποπίπτει στάσει καὶ κατὰ τοῦτο ὑγιὴς ὁ Ἑρμογένους κανὼν, ὅτι ἡ ἔγγραφος κατὰ μίαν τῶν νομικῶν ἐξετάζεται, καθὸ δὲ πλατυνομένη κ. τ. λ. σκοπῶμεν δὲ οὕτως· παντὶ ῥητῷ δή τινα ὑποκεῖσθαι περίστασιν, εἰ μέλλοι ἐν ὑποθέσει, ἀλλὰ μὴ ἐν θέσει λαμβάνεσθαι· ὅταν γὰρ αὐτὸ ἐφʼ ἑαυτοῦ τὸ ῥητὸν ἀμφισβητῆται, θετικὴ γραφὴ ἡ κατʼ αὐτὸ ἐξέτασις κατὰ νόμου εἰσφορὰν, οἷον εἰ δημηγορητέον τοῖς τὰ πατρῷα κατεδηδοκόσιν· πᾶν τοίνυν ῥητὸν περίστασίν τινα ἔχει, ὡς ἐπὶ τοῦ ξένου τοῦ ἐπὶ τὸ τεῖχος ἀνελθόντος· ἐνταῦθα γὰρ νόμος μὲν τὸ μὴ ἀνιέναι, περίστασις δὲ, τὸ ἀνελθόντα ἠριστευκέναι, ἀμφισβητεῖται γὰρ ἑκάτερον· ὁ γὰρ νόμος περὶ παντὸς διαγορεύει ξένου, ὁ δʼ ἀνελθὼν ἠδίκησε τὸν νόμον παραβάς· εἰ μὲν οὖν κατʼ ἄμφω γένοιτο ἡ ἀμφισβήτησις, κατά τε ῥητὸν καὶ κατὰ περίστασιν, νομικὴ πάντως ἀναφαίνεται στάσις, ὡς ἐν τούτῳ· εἰ δὲ περὶ ῥητοῦ μὲν μὴ ἀμφισβητοῦμεν, περὶ μόνης δὲ τῆς περιστάσεως λογικὴν ποιήσομεν στάσιν, οἷον νόμος τὸν φονέα κολάζεσθαι, εὑρέθη τις ἐπʼ ἐρημίας ξιφήρης νεοσφαγεῖ σώματι παρεστηκὼς, καὶ κρίνεται φόνου, δῆλον γὰρ ὅτι στοχαστικὸν τὸ ζήτημα περὶ τὴν περίστασιν, οὐ περὶ τὸ ῥητὸν τῆς ζητήσεως οὔσης, ὡμολόγηται γὰρ τὸ ῥητόν· ἡ τοίνυν παραγραφὴ, ὅτι μὲν μόνον περὶ τὸ ῥητὸν οὐκ ἔχει τὴν ζήτησιν, καταφανὲς, θετικὴ γὰρ ἂν ἐφαίνετο, ἀλλʼ οὐδὲ περὶ γυμνὴν τὴν περίστασιν, λογικῆς γὰρ τοῦτο στάσεως, πᾶσα δὲ παραγραφὴ ἔγγραφος, λείπεται ἄρα καὶ κατὰ τὸ ῥητὸν καὶ κατὰ τὴν περίστασιν γίνεσθαι ἐν αὐτῇ τὴν ἀμφισβήτησιν· ὅπου δὲ ταῦτα, νομική ἐστιν ἡ στάσις, ὥστε καὶ ἡ παραγραφή· ἡ ἔγγραφος δὲ αὕτη μετάληψις ἴδια κεφάλαια οὐκ ἔχει.

ϛʹ. Δύο ἀεὶ ζητήματά ἐστι κ. τ. λ. Καὶ οὕτως εὕρηται εἴσω τῶν τριάκοντα τοῦ κυριωθῆναι ἡμερῶν ἀντιλέγειν· μετὰ ταῦτα δὲ μὴ ἐξέστω· χρήσεται γὰρ ὁ μὲν πλούσιος τῷ ῥητῷ λέγων· ὅτι ἄχρι λʹ ἡμερῶν εἶπε κατηγορεῖν· ὁ δὲ πένης τῇ διανοίᾳ. —Ταῦτα γὰρ πραγματικῆς ἴδια, καὶ καθόλου ἔνθα ἂν ἔχωμεν παρὰ νόμον γραφὴν, καὶ οὐ μόνον ἂν ἔχωμεν νόμον, ἀλλὰ καὶ ψήφισμα.

`7.625–7.626`

ζʹ. Τὸ δὲ μετὰ τὴν παραγραφὴν, τουτέστιν ἡ εὐθυδικία, κατὰ λογικὴν, φησὶ, γίνεται· περιφανὲς δʼ οἶμαι τὸ ἐντεῦθεν ὑφορμοῦν, πλεῖστόν γε δήπουθεν εἰς ἀπορίαν τὴν ἄρτι ἡμῖν ἀπολελυμένην παρενεγκὸν ζήτησιν, ὥστʼ εἰ μὴ τῆς Παύλου ἐπέτυχε δεξιώσεως, τάχα ἂν μέχρι παντὸς ἔμενεν ἄλυτον, πῶς γὰρ κατὰ μίαν γίνεται τῶν λογικῶν ἡ εὐθυδικία; ἔγνωμεν γὰρ ὡς ἡ παραγραφὴ πᾶσαν ἐκβάλλειν δύναται στάσιν, οὐ λογικὴν μόνον, ἀλλὰ καὶ νομικὴν, καὶ ἁπλῶς εἰπεῖν, ἅπασαν, ὅπου γε δὴ καὶ αὐτὴ ἑαυτὴν, καθάπερ ὑπεσχόμην, καὶ δέδωκα ἐν τῇ μεθόδῳ παραγραφῆς κατὰ παραγραφὴν παράδειγμα· τοιαῦτα μὲν οὖν τὰ τῆς ἀπορίας· τὸ δὲ ῥητορικῆς ἄγαλμα, Παῦλος, ὡδί πως τὸ χωρίον ἐκάθηρε τῆς ζητήσεως· ὁ τεχνικὸς, φησὶν, βαθυτέρας ἁπτόμενος θεωρίας, οὐχ ἁπλῶς τὸ νομικὸν ἢ τὸ λογικὸν παρέδραμεν, οὐ γὰρ ἐκ τῶν κατασκευαστικῶν, οὐδὲ ἐκ τῆς ἑτέρων συμπλοκῆς λαμβάνομεν τὰς λογικὰς ἢ τὰς νομικὰς, ἣ ὅλως τὰς φύσεις τῶν στάσεων, ἀλλʼ ἐκ τοῦ σκοποῦ καὶ τοῦ τέλους, ἐφʼ ὃ ῥέπουσι· τοῦτο δέ ἐστι τὸ κατασκευαζόμενον· οὕτω γὰρ καὶ πραγματικῆς δέδωκεν ἐν τῇ μεθόδῳ παράδειγμα, τὴν ὅλην κατασκευὴν στοχαστικὴν διαλαμβανούσης· δῶμεν τοίνυν, τίς ὁ σκοπὸς τῆς παραγραφῆς· ἢ δῆλον, ὅτι ἡ τοῦ ἀγῶνος ἐκβολή· τὴν ἑαυτῆς ἄρα φύσιν ἀποβάλλει ἡ εὐθυδικία παρά τι καὶ περίεργος καθεστηκυῖα τό γε ἐπὶ τῇ προκειμένῃ ζητήσει· ἕτερον γὰρ τὸ ζητούμενον, τουτέστιν εἰσαγώγιμος ἡ δίκη· ὅπου γε πολλάκις καὶ χωρὶς τῆς εὐθυδικίας προάγεται ἡ παραγραφὴ, ὡς ἔχει ὁ κατὰ Τιμάρχου Αἰσχίνου· ἐπεὶ οὖν ἀπέβαλε τὴν ἑαυτῆς φύσιν ἡ εὐθυδικία, κἂν τὰ μάλιστα νομικὴ ἐτύγχανεν οὖσα. οὐκέτι τὴν διαφορὰν ταύτην παρατηρεῖν οἵα τε ἦν, φησὶ, τὴν καθʼ ἣν ὠνομάζετο νομικὴ, ἀλλʼ εἰς τὸ γενικὸν ἐνέπιπτε λογικὴ γενομένη· πᾶσα γὰρ στάσις λογικὴ κατὰ τὸ γενικώτερον, ἐπεὶ καὶ αὐτὴ ἡ ῥητορικὴ περὶ τὴν ζήτησιν γίνεται νομική. ὥστε πᾶσα μὲν νομικὴ σαφὲς ὅτι καὶ λογικὴ, οὐκ εἴ τις δὲ λογικὴ, αὕτη πάντως καὶ νομική· ἀποστᾶσα δʼ οὖν, ὅπερ ἔφην, τῆς οἰκείας φύσεως εὐθὺς ἐλέγετο λογικὴ, εἰ γὰρ καὶ νομικήν τινα λάβοιμεν ἐν τῇ εὐθυδικίᾳ, ὡς λογικὴν αὐτὴν διαιρήσομεν, παραλιπόντες τοὺς νόμους, ἐπεὶ βραχεῖαν ποιούμεθα τὴν περὶ αὐτῆς ἐξέτασιν, ὅσον τὴν καθʼ ἡμῶν ἀπόνοιαν τῶν δικαστῶν ἀποτρίψασθαι, ἵνα μὴ δοκῶσιν ἀπορίᾳ τῶν δικαίων ἰέναι ἡμᾶς ἐπὶ τὴν παραγραφήν· διόπερ ὁ πάνσοφος Ἑρμογένης τὸ μετὰ τὴν παραγραφὴν ζήτημα ἔφη κατά τινα διαιρεῖσθαι τῶν λογικῶν στάσεων. Ἐμπέπτωκε δὲ ἐνταῦθα καὶ δεύτερόν τι ὡς παραγραφικόν· ἐπελάβετό τις αὐτοῦ, ὡς οὐκ ὀρθῶς παραγραφικὸν εἰπόντος, τελεία γὰρ, φησὶν, ἐμπέπτωκε παραγραφὴ, ἐκβάλλουσα τὸν ἀγῶνα· ὅτι οὐκ ἔχων τὰ πέντε τάλαντα οὐ δύνασαι λέγειν· ἐπιεικῶς δὲ τοῦτο ἠλίθιον· ἡ μὲν γὰρ παραγραφὴ ὁμολογούμενον ἔχειν βούλεται τὸ ῥητὸν, τοῦτο δὲ ἀμφιβάλλεται· αὐτὸ γὰρ τοῦτό ἐστι τὸ ζητούμενον, πότερον ἄκυρον εἶναι δεῖ τὸν νόμον, ἢ κύριον, διὸ οὐδὲ τὸ παραγραφικὸν ἄντικρυς αὐτὸ ἀπεφήνατο, ἀλλʼ ὡς παραγραφικόν· καὶ γὰρ τὸ παραγραφικὸν ἐθέλει ἐξ ὁμολογουμένου τινὸς ἄρχεσθαι.

ηʹ. Τουτέστιν ἀπʼ αὐτῆς λυθήσεται τῆς περιστάσεως· ὅτι περὶ αὐτοῦ τῆς ζητήσεως ἔτι καθεστηκυίας οὐχ οἷόν τε ἤδη ὡς κυρίῳ χρῆσθαι· ἐμνήσθη δὲ τῆς λύσεως αὐτοῦ οὐχ ἁπλῶς, ἀλλʼ ἐπεὶ οὐδὲ ὡς κεφάλαιον, οὐδὲ ὡς στάσις ἐνέπιπτεν, ἐκεῖνα γὰρ φανερὰν ἔχει τὴν λύσιν· ἡ μὲν οὖν φύσις παντελῶς ἐπιδέδεικται τῆς παραγραφῆς, κεφαλαίοις δὲ ἰδίοις, καθάπερ ἀνωτέρω ἔφην, οὐ τέμνεται· εἰ καὶ τὰ μάλιστα ὁ Μητροφάνης αὐτῇ διδόναι ἐπιχειρεῖ τό τε κατʼ ἐπαγγελίαν καὶ τὸ ἐκ τοῦ ἀποβησομένου· τοῦ μὲν φεύγοντος, εἰ μὴ προσδέξαιντο τὴν παραγραφὴν, ἐπαγγελλομένου συχνὰ ἠδικηκότα τὸν ἀντίδικον ἐξελέγξαι, τοῦ δὲ κατηγόρου μὴ ἂν ἐπὶ τὴν παραγραφὴν ἐλθεῖν λέγοντος, εἴπερ μὴ ἐντεῦθεν δεινότατον ἁπάντων ἀποβαῖνον ἑώρα, τὸ παρρησίας τοὺς κακοήθεις ἐπιλαμβάνεσθαι· χρὴ δὲ τὰ τοιαῦτα οὐ κεφάλαια ἐπιχειρήματα δὲ οἴεσθαι μᾶλλον.

`7.627`

θʹ. Λύσει, φησὶ, ταῦτα τὸν χρόνον μεταλαβὼν, ὅτι ἔτι ἀμφιβόλου ὄντος, εἰ χρὴ κύριον εἶναι τὸν νόμον, πῶς δυνατὸν ὡς κυρίῳ χρῆσθαι, κατὰ φύσιν δὲ τοῦ πράγματος τὴν τοιαύτην εἶπε γενέσθαι λύσιν, διʼ ὧν φησιν· δῆλον δὲ ὡς καὶ πρὸς τοῦτο ἀπαντήσεται τῇ φύσει τοῦ πράγματος, ὅτι οὐκ ἐξ ἐπιχειρημάτων, οὐδὲ κατασκευῆς περιττῆς, ἀλλʼ ἐξ αὐτῶν τῶν ὑποκειμένων.

ιʹ. Τῶν κεφαλαίων λέγει τῆς μεταλήψεως· ἔστιν δʼ ἡ προβολὴ τοῦ κατηγόρου, τὸ δὲ παραγραφικὸν τοῦ φεύγοντος, ἀντιληπτικῶς εἰσαγόμενόν τε καὶ πλατυνόμενον, ἡ μετάληψις τοῦ κατηγόρου, ὁ συλλογισμὸς τοῦ φεύγοντος, ὁ ὅρος τοῦ κατηγόρου· διαιρεῖται δὲ ἀντιθέσει ἀντεγκληματικῇ ἀεὶ ἐν μεταλήψει ἐμπιπτούσῃ· καὶ λύσει μεταληπτικῶς· ἔστι δʼ ἡ μὲν ἀντίθεσις τοῦ φεύγοντος, ἡ μετάληψις δὲ τοῦ κατηγόρου, πρὸς ἣν ἡ ἀντίληψις, ἥ ἐστι τοῦ φεύγοντος· ἡ θέσις κοινὴ, καὶ ἡ ποιότης καὶ ἡ γνώμη ὁμοίως.

ιαʹ. Τὴν μὲν φύσιν τῆς μεταλήψεως, τὴν διαφορὰν ἣν ἔχει πρὸς τὴν παραγραφὴν, καὶ ὅλως τὴν πᾶσαν αὐτῆς θεωρίαν ἐν τῇ μεθόδῳ παρεξεθέμεθα, νῦν δὲ, ὅπερ ἐλείπετο, εἰς τὴν περὶ τῶν κεφαλαίων εἰσβαλοῦμεν τεχνολογίαν.

ιβʹ. Περὶ τῆς προβολῆς ἤδη πολλάκις διείλεγμαι, ὅτι ἐκ τῶν περιστατικῶν λαμβανόμενον αὔξησιν ἐργάζεται τὸ κεφάλαιον· ἔχει μέντοι διαφορὰν ἐνταυθοῖ· οὐ γὰρ ὡς ἐπὶ τῶν ἄλλων στάσεων πεφεισμένως ἐν τῇ προβολῇ χρώμεθα ταῖς αὐξήσεσι, τὸν αὐτὸν τρόπον κἀπὶ τῆς μεταλήψεως· ἀλλὰ διὰ πάντων, ὡς ἐνὸν, τῶν αὐξητικῶν ἐκφέρομεν· καὶ ἡ αἰτία περιφανής· ἐπὶ μὲν γὰρ τῶν ἄλλων ἕτερον κεφάλαιον τὴν πλείονα τῶν περιστατικῶν ἐξέτασιν διεδέχετο, ὥσπερ τὰ ἀπʼ ἀρχῆς ἄχρι τέλους· ἐνταῦθα δὲ τῶν ἄλλων οὐχ εὑρισκομένων, εἰκότως τῇ προβολῇ τὸ ὅλον ἀποδέδοται τῆς αὐξήσεως.

`7.628`

ιγʹ. Καλῶς προσέθηκε τὸ ἀπὸ ῥητοῦ, ἴδιον ποιῶν τῆς μεταλήψεως τὸ κεφάλαιον· τὸ μὲν γὰρ παραγραφικὸν, ὃ ψιλῶς ὀνομάζεται στοχαστικὸν κεφάλαιον καθεστὼς, οὐδέποτε ἀπὸ ῥητοῦ γίνεται· τοῦτο δὲ μεταλήψεως ὂν ἀπὸ ῥητοῦ πάντως ἄρχεται, ἐπεὶ καὶ πᾶσα μετάληψις ἀπὸ ῥητοῦ λαμβάνει τὴν ἀρχὴν, οἷον ἴδωμεν ἐπὶ παραδείγματος τὸ κεφάλαιον· ἀριστεὺς ᾔτησε πολίτου φόνον, ἔλαβεν, εὕρηται προαπεκτονὼς αὐτὸν, καὶ φόνου φεύγει· τὸ παραγραφικὸν ἐνταῦθα λαμβάνεται ἀπὸ τοῦ ψηφίσματος, ὅτι οὐ δώσω λόγον ὑπὲρ τοῦ δοθέντος εἰς ἀναίρεσιν διὰ τοῦ ψηφίσματος· κατασκευάζεται δὲ ἐκ τῆς ποιότητος τοῦ πεπονθότος, ὅτι τοιοῦτος ἦν, ὥστε κἀμὲ διὰ σπουδῆς ἐνεγκεῖν τὸν ἐκείνου φόνον, καὶ τὸν δῆμον ἑτοιμότατον πάσχειν· πολλάκις δὲ ἐκ τῆς τοῦ πράγματος ἐπιχειρήσομεν ποιότητος, ἐπειδὰν ὁμολογούμενον ᾖ τὸ ἀδίκημα, οἷον ἱεροσυλία, τυραννίς· τότε γὰρ ὥσπερ τινὰ κοινὸν τόπον περανοῦμεν, κατὰ ἱεροσύλου ἢ τυράννου, σφόδρα μέν τοι πεφεισμένως· ἐπὶ γὰρ τῶν τοιούτων ἡ ἀντίθεσις ἀντεγκληματικὴ ἐμπίπτει, ἔνθα τῇ τοπικῇ ἐνδιατρίψομεν ἐξετάσει· πλατύνεται οὖν τὸ παραγραφικὸν διὰ τῆς τῶν νόμων ἐκθέσεως· οἷον εἰ ἔχομεν πολλοὺς κατὰ τοῦ ἱεροσύλου νόμους διδόναι, ἢ κατὰ τυράννου· χρὴ γὰρ πλατύνειν τὸ κεφάλαιον, ἵνα φερόμενον πρὸς τὴν προβολὴν ἀντίπαλον ᾖ καὶ τῷ πλήθει τῶν λόγων.

`7.629`

ιδʹ. Τοῦ κεφαλαίου μόνον ἐπέδειξε τὴν δύναμιν, οὐχ ὡρίσατο δὲ, τί ἐστι προβολή· προεῖπε γὰρ ἐν τοῖς ἔμπροσθεν, ἀλλʼ ἐν μὲν ταῖς ἄλλαις στάσεσι μετὰ μερικῆς αὐξήσεώς ἐστιν ἡ προβολὴ, ἐνταῦθα δὲ μετὰ τῆς ἐνδεούσης αὐξήσεως, καὶ τὸ αἴτιον πρόδηλον· ἐν μὲν γὰρ ταῖς ἄλλαις ἡ πηλικότης καὶ τὸ πρός τι τὴν αὔξησιν ἐμποιεῖ, ἐνταῦθα δὲ ἐν τῇ προβολῇ παραλαμβάνεται, μὴ οὔσης μήτε πηλικότητος, μήτε πρός τι· προσήκει οὖν ἀπὸ τῶν περιστατικῶν τὰ πεπραγμένα ἐν αὐτῇ τῇ προβολῇ διεξιέναι, τὰ ἀπʼ ἀρχῆς ἄχρι τέλους κατατρέχοντας, καὶ τελείᾳ τῇ ἐργασίᾳ χρωμένους, τουτέστιν ἀπὸ τῶν περιστατικῶν ἢ καὶ πάντων ἢ καὶ τῶν ἐμπιπτόντων, ὡς ἐπὶ τοῦ προκειμένου παραδείγματος πρῶτον μὲν τὸ πρᾶγμα ἐρεῖ ὁ κατήγορος τὸ πραχθὲν, ὅτι μέγα καὶ ὑπὸ τίνος, ὅτι παρὰ τοῦ πλουσίου διʼ ὕβριν καὶ περιουσίαν, ἀδικοῦντος καὶ καταφρονοῦντος, εἶτα ἀπὸ τοῦ προσώπου, ὅτι τῶν πολιτῶν εἷς ὁ ἀνῃρημένος, ὅτι οὐδὲν ἠδικηκὼς οὐκ ἐν δικαστηρίῳ ἁλούς· καὶ ἀπὸ τόπου, ὅτι ἐν τῇ ἡμετέρᾳ πόλει, ἣ πασῶν φιλανθρωπίᾳ καὶ δικαιοσύνῃ ὑπερέχειν δοκεῖ· καὶ ἀπὸ χρόνου, ὅτι ἐν εἰρήνῃ, οὐκ ἐν πολέμῳ, ὅτε πᾶσιν ἡσυχάζειν ἐξῆν· καὶ ἀπὸ αἰτίας, ὅτι ἐχθρὸν ἀνῄρηται· διὰ τούτων δὲ κατασκευάσας τὴν προβολὴν ἐπάξεις ἐκεῖνο, ὅτι ἀνδροφόνος εἶ καὶ τιμωρίαν ὑποσχεῖν δίκαιος.

`7.630`

ιεʹ. Τῆς προβολῆς ὑπὲρ τοῦ κατηγόρου παραλαμβανομένης, ὁ φεύγων τῷ ἀπὸ τοῦ ῥητοῦ ἐν τῷ παραγραφικῷ χρήσεται· ἔστι δὲ τοῦτο ὅτι ὑπὸ τοῦ δήμου παραδέδοται, καὶ οὐ δεῖ με κρίνεσθαι ἐφʼ οἷς ὁ δῆμος παρέσχε τὴν ἐξουσίαν· ἀπὸ τοῦ ῥητοῦ δὲ τὸ παραγραφικὸν τοῦτο ἐκάλεσεν, ὅτι τὸ ῥητὸν αὐτὸ προβαλλόμενοι, διʼ αὐτοῦ τὴν κρίσιν ἰσχυρῶς αἰτιώμεθα, ὥσπερ ἐν τῷ παρόντι παραδείγματι· προβαλλόμενος γὰρ τὸ τοῦ δήμου ψήφισμα ὁ φεύγων, καὶ τὴν δοθεῖσαν ἐξουσίαν, διὰ τούτων τὴν κρίσιν αἰτιᾶται· ἄξιον δὲ ζητῆσαι, τί δή ποτε, εἰ ἀπὸ τοῦ ῥητοῦ παραλαμβάνεται τὸ κεφάλαιον τοῦτο παραγραφικὸν ὂν, οὐ καλοῦμεν τὸ ὅλον παραγραφὴν, ὡς γὰρ πολλάκις εἰρήκαμεν, ἡ πρώτη τοῦ φεύγοντος φωνὴ χαρακτηρίζει τὴν στάσιν· ἀλλὰ λέγομεν, ὅτι εἰ μὲν παραγραφὴ ἦν, ὅλου τοῦ ἀγῶνος ἐκβάλλουσα τὴν κρίσιν, λόγον εἶχεν ἡ ἀπορία, εἰ δὲ διαβολῆς μόνον ἕνεκα τοῦ ἀγῶνος τὸ κεφάλαιον τοῦτο παραλαμβάνεται, εἰκότως καὶ παραγραφικὸν, ἀλλʼ οὐ παραγραφὴ λέγεται.

ιϛʹ. Ἐν τῷ κεφαλαίῳ τῷδε ἡ φύσις θεωρεῖται τῆς στάσεως, καθὸ γὰρ ἂν τῶν περιστατικῶν γίνεται μετάληψις, κατʼ αὐτὸ πάντως καὶ τὸ μεταληπτικὸν λαμβάνεται κεφάλαιον, ὡς ἐπὶ τοῦ ὑποκειμένου παραδείγματος· ἐπεὶ γὰρ κατὰ τὸν χρόνον ἐγένετο ἡ μετάληψις, ἀπὸ τοῦ χρόνου καὶ τὸ μεταληπτικὸν, ὅτι οὐκ ἦν παραδεδομένος, ὅτε ἀνῄρηται· ἔστι δὲ δριμύτατον ἐνταῦθά τι κατὰ τὸ ἐναντίον ἐπιχειρῆσαι, ἐφʼ ᾧ γὰρ μάλιστα ὁ ἀντίδικος ἰσχυρίζεται, ὑπὸ τούτου ἁλίσκεται· εἰ γὰρ ἐκ τοῦ ψηφίσματός φησιν ἀνεύθυνος εἶναι, ἐξ αὐτοῦ δηλαδὴ τούτου ὑπεύθυνος ὢν, προὔλαβε τῷ φόνῳ τὴν ἀπὸ τοῦ ψηφίσματος ἐξουσίαν· καὶ οὕτως αὐτὸς συγκρούεται· λαμβάνει δὲ τὴν πλείστην κατασκευὴν τοῦ κεφαλαίου ἐκ τῆς τοῦ ἀδικήματος ποιότητος· οἷον εἰ φόνος εἴη τὸ πεπραγμένον· ἐξ αὐτῆς δὲ τῆς περιστάσεως· οἷον μοιχόν τις ἐν ἱερῷ καταλαβὼν ἀπέκτεινε, καὶ φόνου φεύγει· ἡ γὰρ ἐν τῷ ἱερῷ ἀναίρεσις πολλὴν εὐπορίαν ἡμῖν κατηγορημάτων παρέχεται.

`7.631`

ιζʹ. Τοῦ φεύγοντος τῷ παραγραφικῷ χρησαμένου ὁ κατήγορος τῇ μεταλήψει χρήσεται, ὅτι οὐκ ἦν παραδεδομένος ὑπὸ τοῦ δήμου, ὅταν ἀνῄρητο ὑπό σου· ἐν τούτῳ δὲ τῷ παραδείγματι καὶ πλείω χώραν ἔχει· προσθήσει γὰρ καὶ ταῦτα, ὡς εἰ παρῆν, ἀντέλεγεν ἂν καὶ οὐκ ἂν ἔδωκεν ὁ δῆμος. αὕτη δὲ ἡ μετάληψις οὐκ ἀεὶ τὴν ἴσην δύναμιν ἔχει, ἀλλʼ ὅταν ἢ ἀπὸ τόπου ἢ ἀπὸ χρόνου παραλαμβάνηται· ἀπὸ τόπου μὲν, ὡς ἐν τῷ ἀποκτείναντι τὸν μοιχὸν ἐν τῷ ἱερῷ· ἐρεῖ γὰρ ὁ κατήγορος μεταλαμβάνων τὸν τόπον, καὶ δυσωπῶν τὸν δικαστὴν ὀνόματι τῶν ὑβρισθέντων θεῶν, ἀπὸ τοῦ χρόνου δὲ, ὡς ἐπὶ τοῦ παρόντος πλάσματος· ἐρεῖ γὰρ, ὅτι συνῄδει τινὰ αὐτῷ ἄτοπα· διὰ τοῦτο φθάνει τῷ φόνῳ τὴν τοῦ δήμου κατάλυσιν· ὅταν οὖν ἀπὸ τοῦ χρόνου ἢ τόπου λαμβάνηται, μεγάλην ἔχει τὴν ῥοπήν· ὅτε δὲ ἀφʼ ἑτέρου, ἄτονος καὶ ἀσθενεστέρα, ὡς ἐπὶ τοῦ ἐμπρήσαντος τὸν μοιχὸν σὺν τῷ οἰκήματι καὶ κρινομένου παρανόμου τιμωρίας· ἐνταῦθα γὰρ οὐ μέγα ἰσχύει τὸ μεταληπτικὸν, τί γὰρ διαφέρει τοῦ σφαγέντα τὸν μοιχὸν ἀποθανεῖν τὸ καέντα τοῦτο παθεῖν; διαβεβλημένου γὰρ ἅπαξ ὄντος τοῦ προσώπου, τὸν τρόπον αἰτιάσεται μόνον, ὅτι οὐ πυρὶ σιδήρῳ δὲ ἐχρῆν ἀποκτεῖναι.

ιηʹ. Συγχωροῦντες γὰρ τὸ πεπραγμένον, τὸν χρόνον αἰτιώμεθα τῆς ἀναιρέσεως· οὐχ ὅτι ἀνεῖλε κατηγοροῦντες, ἀλλʼ ὅτι προανεῖλεν· ἐν τῇ παραβολῇ γὰρ ἐκ πάντων τῶν περιστατικῶν τὴν αὔξησιν ποιούμενος ταμιεύεται τοῦτο τὸ κεφάλαιον, εἰς τὴν λύσιν τοῦ παραγραφικοῦ, ἐν ἐκείνῃ τοῦτο σιωπῶν· τοῦ φεύγοντος οὖν εἰρηκότος, ὡς οὐ δεῖ με κρίνεσθαι, ἐφʼ οἷς ὁ δῆμος τὴν ἐξουσίαν παρέσχετο, προσηκόντως ἐρεῖ· καὶ μὴν πρὸ τῆς τοῦ δήμου χάριτος φθάσας ἀνῃρήκεις τὸν ἄνδρα.

ιθʹ. Ὡς ἐπιχείρημα τοῦτο τῷ ὑποκειμένῳ παραδείγματι προσέθηκε· τοῦτο δὲ ἔφη· ἵνα μή τις ὥσπερ τι καθολικὸν ἐπὶ παντὸς αὐτὸ λαμβάνειν πειρῷτο παραγραφικοῦ.

`7.632`

κʹ. Ὁ συλλογισμὸς, καθάπερ ἐν ὅρῳ, συνάγει τὸ παρʼ ἀμφοῖν, ὅτι οὐδὲν διαφέρει, εἴτε νῦν εἴτε καὶ πρότερον· ἐκείνῳ δὲ προσεκτέον, ὡς ἐπὶ τῶν ἀνομοίων καὶ πολὺ διεστηκότων οὐκέτι δύναται χώραν λαμβάνειν· οἷον ἐπὶ τοῦ ἀνελόντος ἐν ἱερῷ τὸν μοιχόν. οὐ γὰρ ἔνεστι λέγειν, ὡς ταὐτὸν εἴη, ἄν τε ἐν ἱερῷ, ἄν τε ὁποίῳ δήποτέ τις κτείνῃ, πλὴν εἰ μὴ τοῦτο βιαιότερόν πως λέγοιμεν. ὅτι ἐχρῆν ἔμπροσθεν τῶν θεῶν, οὓς ἠδίκει, τὴν τιμωρίαν αὐτὸν ὑποσχεῖν. εἶτα καὶ ἐκ τῆς ἀποβάσεως τοῦ ἀτόπου, ὡς εἴπερ ἀκίνδυνος γένοιτο ἡ ἐν τοῖς ἱεροῖς μοιχεία, τὰς ἰδίας οἰκίας καταλιπόντες ἐνταυθοῖ μοιχεύσουσιν.

καʹ. Τοῦ κατηγόρου τῷ μεταληπτικῷ χρησαμένου ὁ φεύγων τῷ συλλογισμῷ χρήσεται, λύων τὴν μετάληψιν, συνάγων ὅτι οὐδὲν διαφέρει αἰτήσαντα τὸν δῆμον ἀνελεῖν τοῦ καὶ πρὸ τῆς αἰτήσεως τοῦτο πεποιηκέναι· ἓν γὰρ ἐξ ἀμφοτέρων τὸ τέλος· ἀπὸ χρόνου δὲ τὴν μετάληψιν ὁ τεχνικὸς διελὼν, ἀπὸ χρόνου καὶ συλλογισμοῦ λαμβάνει· τί, φησὶ, δεῖ χρόνον ἐξετάζειν, εἴτε πρότερον εἴτε ὕστερον ἀπέκτεινα, εἴγε ὁ δῆμος κατέγνω θανάτου; καὶ πάλιν τί δεῖ τὸν τρόπον ἐξετάζειν, εἰ πυρὶ ἢ σιδήρῳ εἰ καὶ οὕτω κἀκείνως τελευτᾷν ἔδει· οὗτος δὲ ὁ συλλογισμὸς πρὸς τὸ μεταληπτικὸν ἔχει τὴν φύσιν· ὅτε μὲν γὰρ ἰσχύει τῷ μεταληπτικῷ ὁ κατήγορος, τότε ὁ φεύγων ἀσθενεῖ τῷ συλλογισμῷ. ὅτε δὲ ἀσθενεῖ ὁ κατήγορος, ὁ φεύγων ἔρρωται, ὡς ἐπὶ τοῦ τὸν μοιχὸν καταλαβόντος καὶ ἐμπρήσαντος ὀλίγη μὲν τῆς μεταλήψεως ἡ ἰσχύς, τοῦ δὲ συλλογισμοῦ μεγίστη. ἐρεῖ γὰρ ὁ φεύγων μηδὲν διαφέρειν, εἴτε ξίφει ἀνεῖλον εἴτε πυρί· ἐπὶ δὲ τοῦ ἀνελόντος ἐν τῷ ἱερῷ τὸν μοιχὸν πλέον μὲν ἡ μετάληψις ἰσχύει, ὀλίγον δὲ ὁ συλλογισμός· ἔστι γὰρ ἡ μετάληψις, ὅτι οὐκ ἐχρῆν ἐν ἱερῷ. τοῦτο γὰρ καταφρονῆσαί ἐστι θεῶν, ὅπερ ἐστὶν ἰσχυρὸν, ἀσθενὲς δὲ τὸ λέγειν, ὅτι οὐδὲν διαφέρει τὸ ἐν ἱερῷ φονεῦσαι τοῦ ἐν βεβήλῳ, ὅπερ ἐστὶ τοῦ συλλογισμοῦ.

κβʹ. Τὰ κεφάλαια διεξελθὼν ἐπιχειρηματικώτερον εὐθέως ἐπεσημήνατο, καθάπερ καὶ ἀνωτέρω πολλαχοῦ. ὡς νῦν οὐ περὶ εὑρέσεως αὐτῷ πρόκειται λέγειν· ταῦτα δὲ παραδείγματος χάριν ἕνεκα τῶν κεφαλαίων παρέλαβεν.

`7.633`

κγʹ. Ἀντίκειται ἀεὶ τῷ συλλογισμῷ ὁ ὅρος, ὡς καὶ ἀνωτέρῳ δεδήλωται· ἃ γὰρ ἐκεῖνος συνάπτει, οὗτος διίστησι· χρησόμεθα δὲ κἀνταῦθα τῷ κεφαλαίῳ τοῦτον τὸν τρόπον, ὅνπερ ἐν ὅρῳ διὰ πάντων ἑξῆς τῶν ἐπιχειρημάτων.

Ταῦτα, φησὶν, οὐχ ὡς διαιροῦντες εἴπομεν, οὐχ ὡς διαίρεσιν τῶν κεφαλαίων ποιούμενοι· ἦ γὰρ διὰ πλειόνων ἐλέγομεν, ἀλλὰ μικρὰ εἰρήκαμεν εἰς τὸ ἐπιδεῖξαι μόνον καὶ διδάξαι τῶν κεφαλαίων τὴν δύναμιν· διαίρεσιν δὲ ἐνταῦθα τὴν εὕρεσιν καλεῖ. —Τοῦ φεύγοντος χρησαμένου τῷ συλλογισμῷ, ὁ κατήγορος ὅρον προβάλλεται· εἴρηται γὰρ πολλάκις, ὅτι πᾶς συλλογισμὸς ὅρῳ λύεται καὶ ὅρος συλλογισμῷ· ἀντέστραπται δὲ ἐπὶ τούτου καὶ ἡ τῶν ἀμφισβητούντων τάξις· τοῦ γὰρ φεύγοντος γέγονεν ὁ συλλογισμὸς, ἐπειδὴ καὶ ἡ φύσις τῆς μεταλήψεως ἀντιστρόφως τὸν φεύγοντα διώκοντα ποιεῖ.

Ἀπὸ τοῦ φεύγοντος ἡ ἀντίθεσις ἀπαντᾷ· τὸ ἀντιθετικὸν δὲ οὐχ ἓν, ἀλλὰ πλείονα πολλάκις ἢ ἀντεγκληματικὸν, ἢ ἀντιστατικὸν, ἢ συγγνωμονικὸν, ἢ μεταστατικόν· ἓν οὖν τῶν τεσσάρων εὑρίσκεται, πολλάκις δὲ καὶ πλείονα ἐν τῷ ἀντιθετικῷ κεφαλαίῳ. ἐνταῦθα δὲ ἀντεγκληματικὸν, ὅτι ἄξιος ἦν ἀναιρεθῆναι· ὅπου γε καὶ ὁ δῆμος ταύτην ἐπʼ αὐτῷ τῆν ψῆφον ἐξήνεγκεν. Ἡ μὲν προτέρα μετάληψις τὴν φύσιν μιμεῖται τῆς στάσεως, γίνεται γὰρ ἐκ τῶν αὐτῶν περιστατικῶν, ἡ δὲ νῦν προκειμένη λυτική ἐστι τῆς ἀντιθέσεως· πᾶσα γὰρ ἀντίθεσις, καθὰ πολλάκις ἔφην, μεταλήψει λύεται.

`7.634`

κδʹ. Ἡ ἀντίθεσις λαμβάνεται δηλονότι κατὰ μίαν τῶν ἀντιθετικῶν· ἔστι δὲ ὅτε καὶ πλείους ἐμπίπτουσι· χρὴ δὲ τὸ ἰσχυρότερον σκοποῦντας ἐκείνῳ κεχρῆσθαι, αὐτίκα ἐν τῷ προκειμένῳ παραδείγματι δύο ἐνέπεσε, τὸ ἀντεγκληματικὸν καὶ τὸ μεταστατικόν· τὸ μὲν ἀντεγκληματικὸν, ὅτι ἄξιος ἀπολωλέναι, ὅτι ὁ δῆμος αὐτοῦ κατεψηφίσατο· τὸ μεταστατικὸν, ὅτι ψήφισμα αἴτιον τὸ τὴν ἐξουσίαν παρασχόν· ἀλλʼ ἐπειδὴ ἀσθενὲς τὸ μεταστατικὸν καταφρονήσει μὲν ἐκείνου, τῷ δὲ ἀντεγκληματικῷ χρήσεται.

κεʹ. Τὴν ἀντίθεσιν λύει ὁ κατήγορος ἑτέρᾳ μεταλήψει χρώμενος, λέγων ὅτι ἔδει αὐτὸ τοῦτο πρὸς τὸν δῆμον εἰπεῖν καὶ ὁμολογεῖν μὲν προανῃρηκέναι, αἰτεῖν δὲ εἰς δωρεὰν τὴν γενομένην ἀναίρεσιν· εἰρήκαμεν δὲ ἤδη, ὅτι διαφέρει αὕτη τῆς πρώτης, ὅτι ἡ μὲν πρώτη πρὸς τὸ πρᾶγμα γίνεται, ἡ δὲ δευτέρα πρὸς τὸν τρόπον τὸν περὶ τὸ πρᾶγμα· καὶ ὅτι ἡ πρώτη μετάληψις εἰς αὐτὸ τὸ ἔγκλημα καὶ τὴν πᾶσαν σύστασιν τοῦ ἀγῶνος γίνεται, ἡ δευτέρα δὲ πρὸς μόνον τὸ ἀντιθετικόν· ὥστε ἡ μὲν πρώτη πρὸς ὅλον τὸν ἀγῶνα, ἡ δὲ δευτέρα πρὸς μέρος· προσεθήκαμεν δὲ, ὅτι οὐ πανταχοῦ ἐμπίπτει.

κϛʹ. Μεταλήψεως εὑρεθείσης πᾶσα ἀνάγκη καὶ ἀντίληψιν εὑρεθῆναι, ἐναντία γὰρ ἀλλήλοις τὰ κεφάλαια· προβαλεῖται δὲ τὴν ἐξουσίαν, ὅτι ἐξῆν, ὅπερ ἠβουλόμην αἰτεῖν, καὶ οὐχ ὑμᾶς ὁριστὰς ἔδει τοῦ τρόπου εἶναι, καθʼ ὃν ἐχρῆν αἰτεῖν, καὶ ὅλως τοῖς ἐμπίπτουσι τῶν ἐπιχειρημάτων ἅπασι χρηστέον. Ὅτι κοινὸν τὸ κεφάλαιον, αὐτὸς ἐδίδαξεν εἰπὼν, εἰ δεῖ ταῦτα ἐπιτρέπειν, ἢ οὔ· τὴν δὲ θέσιν ἐνταυθοῖ ἐκ τῶν γενικῶν, ἀλλʼ οὐκ ἐκ τῶν ἰδικῶν χρὴ ποιεῖσθαι· οἷον ὅτι οὐ δεῖ τοὺς ἀριστέας ἐπὶ τοῖς συκοφάνταις ποιεῖν, ἢ ὅτι οὐ χρὴ τὰ τοιαῦτα ἐν ὑμῖν τολμᾶσθαι.

`7.635`

κηʹ. Περὶ ποιότητος καὶ γνώμης ἐν τοῖς ἔμπροσθεν ἡμῖν δεδήλωται ἱκανῶς· εἰσαχθήσεται δὲ πολυτρόπως ὑπὸ ἀμφοτέρων ἡ γνώμη, τίνι διανοίᾳ προαπέκτεινεν ὁ φεύγων· ἢ δῆλον ὅτι σαφῶς ἐπιστάμενος ὡς παρόντος ἐκείνου καὶ ἀντιλέγοντος, οὐκ ἂν ὑμεῖς ἐξαπατηθείητε· καὶ αὖ πάλιν, τίνι γνώμῃ ἐπὶ τὴν κατηγορίαν ἧκεν ὁ διώκων, πότερον διʼ ἔχθραν, ἢ διὰ τὴν πρὸς ἕτερον χάριν.

Τοῦ κατηγόρου μεταλήψει δευτέρᾳ χρησαμένου, πάλιν ὁ φεύγων ἀντιλήψει τὴν μετάληψιν λύει· ὡς γὰρ πολλάκις ἐμάθομεν, ταῦτα τὰ δύο κεφάλαια διʼ ἀλλήλων λύεται ὡς ἐπὶ τὸ πλεῖστον, λέξει τοιγαροῦν, ὅτι ἐξῆν μοι, ᾧ ἂν ἐβουλόμην τρόπῳ, τὴν αἴτησιν ποιεῖσθαι τῆς δωρεᾶς. —Τῇ ἀντιλήψει θέσιν τινὰ ἀναμίξει ὁ φεύγων, ὅτι οὐ δεῖ ὑμᾶς ὁριστάς μοι τοῦ πράγματος γενέσθαι, οὐδὲ ἐπὶ τοῖς συκοφάνταις τοὺς ἀριστέας εἶναι, πρὸς ἣν ὁ κατήγορος ἑτέραν θέσιν ἐρεῖ, ὅτι δεῖ τὰς αἰτήσεις δικαίας εἶναι καὶ μὴ βλαβερὰς τῇ πόλει.

Τούτοις, φησὶν, ἐπάξομεν τὴν ποιότητα καὶ τὴν γνώμην· ταῦτα δέ φησι παραπλησίως κἀνταῦθα ὥσπερ ἔμπροσθεν ἐργασόμεθα, οἷον τίνι γνώμῃ προανεῖλεν αὐτὸν, ὅτι δεδιὼς μὴ ἀντιλέγειν· καὶ πάλιν τίνι γνώμῃ ὁ κατήγορος ἦλθεν εἰς τὴν κατηγορίαν, ἢ κέρδους χάριν, ἢ διʼ ἔχθραν.

Περὶ ῥητοῦ καὶ διανοίας.

`7.636`

αʹ. Δυοῖν ἄκρων ἐν ταῖς περιστάσεσιν ὑποκειμένων, καὶ τῆς ἐξ ἀμφοῖν μεσότητος, λογικῶν φημι καὶ νομικῶν, μετὰ τὸν περὶ τῶν λογικῶν καὶ μικτῶν λόγον ἐπὶ θάτερον τῶν ἄκρων, τουτέστι τὰς νομικὰς ἐλήλυθε. τὴν μὲν οὖν ἐπιβάλλουσαν αὐταῖς φυσικὴν τεχνολογίαν ἐν τῇ μεθόδῳ προδιηνύσαμεν, καὶ δικαιολογεῖν αὖθις οὐκ ἀναγκαῖον διαληπτέον δὲ ἤδη καὶ περὶ τῶν κεφαλαίων τῆς κατὰ ῥητὸν καὶ διάνοιαν στάσεως.

βʹ. Μέχρι τούτου πεπλήρωται τῷ τεχνογράφῳ ὁ περὶ τῶν λογικῶν στάσεων λόγος, καὶ ἔτι τῶν μεταξὺ κειμένων, λέγω δὴ τῆς πραγματικῆς καὶ τῆς μεταλήψεως· νῦν δὲ ἤδη καθαρῶς ἐπὶ τὰς νομικὰς μετέρχεται στάσεις, διʼ αὐτῶν παιδεύων ἡμᾶς, πῶς τήν τε παραγραφὴν καὶ ἔγγραφον πραγματικὴν διαιρήσομεν, δηλονότι γιγνώσκοντες τὰς νομικὰς στάσεις, καθʼ ἣν ἂν ἐμπέσοι ἡ παραγραφὴ, ἢ ἡ ἔγγραφος πραγματικὴ, οὕτω μεταχειριούμεθα. αἱ δὲ νομικαὶ ἔχουσι τὴν γένεσιν ἀπὸ ῥητοῦ, οἷον νόμων, ψηφισμάτων, ἐπιστολῶν, διαθηκῶν. νομικαὶ δὲ ἐκλήθησαν, ἀπὸ τοῦ τιμιωτάτου καὶ πρώτου ὄντος ἐν ῥητοῖς λαβοῦσαι τὴν ἐπωνυμίαν· νόμος γὰρ τὸ τιμιώτατον ἐν ῥητοῖς· γίνεται δὲ ἡ νομικὴ ζήτησις, οὐχ ὅταν ἁπλῶς ῥητὸν ἐμπίπτῃ, ἀλλʼ ὅταν περὶ τὸ ῥητὸν πᾶσα κινεῖται ἡ ζήτησις, οὐ παρὰ τὸ κυροῦσθαι αὐτὸ ἢ μὴ, τοῦτο γὰρ τῆς ἐγγράφου πραγματικῆς ἀποδέδεικται, ἀλλʼ εἰ παραβέβασται, ἢ οὔ. ὅτε δὲ τὴν διάνοιαν τοῦ τεθέντος τῷ γεγραμμένῳ ἀντιτάττομεν, τότε ποιοῦμεν ῥητὸν καὶ διάνοιαν.

`7.637`

γʹ. Αἱ ἐργασίαι τῶν κεφαλαίων τούτων ἐκ τῶν ἐν ταῖς ἄλλαις στάσεσιν εἰρημένων πρόδηλοι τυγχάνουσι, πλὴν ἴσως τοῦ προδιορισμοῦ, ὅς ἐστι τοιόσδε· τοῦ φεύγοντος ἀντιτιθέντος τῇ προβολῇ τὴν διάνοιαν καὶ λέγοντος, ὅτι τοὺς ἐπὶ προδοσίᾳ τῆς πόλεως ἀνιόντας ἐπὶ τὸ τεῖχος τῶν ξένων ὁ νόμος κωλύει ἀνιέναι, οὐχὶ τοὺς ἐπὶ εὐεργεσίᾳ, ἀντιτίθησι τὸν προδιορισμὸν ὁ κατήγορος λέγων, ὡς οὐδαμοῦ τοῦτο προδιώρισεν ὁ νομοθέτης, ἀλλʼ ἁπλῶς ἀπείργει τὸν ξένον τῆς ἐπὶ τὸ τεῖχος ἀνόδου. Διὰ τί δὲ προβολὴν ῥητοῦ τὴν προβολὴν ταύτην ὠνόμασεν, ἀποδιιστὰς τὰς νομικὰς ἀπὸ τῶν λογικῶν· ἔστι γὰρ ἄλλη προβολὴ, ἐξ ἀδικήματος ἀγράφου γενομένη, ἥ τις οὐκ ἔστι τῶν νομικῶν, ἐνταῦθα δὲ ἐξ ἐγγράφου ἡ προβολή. διὸ προσέθηκε καὶ ῥητοῦ· ἔδει δὲ ἐμφαντικώτερον εἰπεῖν προβολῇ τῇ ἀπὸ ῥητοῦ· οὐδὲ γὰρ αὐτὸ τὸ ῥητὸν προβάλλονται, ἀλλὰ τὸ ἔγκλημα τὸ διὰ τὸ ῥητὸν γινόμενον.

Τῇ προβολῇ αὐτὸ τὸ ῥητὸν ἐκτίθεμεν μετʼ αὐξήσεως· ὅτι παρέβη τὸν νόμον, οὐδὲν ὑποστειλάμενος, εἰ ξένος ὢν ἐπὶ τὸ τεῖχος ἄνεισιν· ἀπαγορεύοντος τοῦ νόμου.

δʹ. Προβολή ἐστιν ἐνταῦθα ἡ τοῦ ῥητοῦ διδασκαλία. οἷον ἀνῆλθες ἐπὶ τὸ τεῖχος, τοῦ νόμου ἀπαγορεύοντος τοῦτο, καὶ δεῖ σε τεθνάναι, ὅτι τὸν νόμον παρέβης· ἐν ταὐτῷ δὲ καὶ τὴν ἀνάγνωσιν τοῦ νόμου ποιήσεται, δυσωπῶν διὰ τούτου τὸν ἀκροατὴν καὶ δύσλυτον κατασκευάζων τὴν προβολήν.

`7.638`

εʹ. Διττὴν ἡμῖν τῆς διανοίας τὴν ἐξέτασιν παραδίδωσι, τὴν μὲν τοῦ νομοθέτου, τὴν δὲ τοῦ φεύγοντος· ἐπειδὴ γὰρ δύο ἐστὶ τό τε ῥητὸν τὸ ἀντικείμενον καὶ ἡ πρᾶξις δοκοῦσα παράνομος· εἰ ξένος ὢν παρὰ τὸ τεῖχος ἐλήλυθεν, ἀμφότερα λύειν ἀνάγκη· ἀμφοτέρων δὲ λύσις ἡ αὐτὴ, λέγω δὴ ἡ διάνοια· καθολικὸν γὰρ παράγγελμα, ὅτι τὸ ῥητὸν τὸ βλάπτον τῇ διανοίᾳ τοῦ θέντος λύομεν· τὸ δὲ δοκοῦν ἀδίκημα διὰ τῆς διανοίας τοῦ πεποιηκότος συστήσομεν· ἐπεὶ γὰρ ὁ κατήγορος χρῆται τὸ ἀπὸ τοῦ νόμου ῥητὸν προβαλλόμενος, εἰκότως ὁ φεύγων ἐπὶ τὴν τοῦ ῥητοῦ διάνοιαν καταφεύγει, λέγων οὐκ ἔγνως τὸν νόμον, ὁ γὰρ νόμος κελεύει μὴ ἀνιέναι ξένον τὸν ἐπὶ βλάβῃ, ὅτε καιρὸς εἰρήνης ἐστί· ληψόμεθα δὲ τὰ ἀφορμὰς τῶν λύσεων, εἰς μὲν τὴν τοῦ νομοθέτου, ἀπὸ τοῦ καιροῦ· οἷον οὐκ ἐν πολέμῳ ἐκέλευσεν ὁ νόμος μὴ ἀνιέναι ξένον ἐπὶ τὸ τεῖχος, ἀλλʼ ἐν εἰρήνῃ, ὅτε οὐχ ὑπερμαχῆσαι καιρὸς, ἐγὼ δὲ ἐν πολέμῳ ἀνῆλθον ἐπʼ ὠφελείᾳ τῆς πόλεως, οὐκ ἐπὶ κατασκοπῇ· ἀπὸ τῆς αἰτίας, διατί; ἵνα μὴ κατασκέψωνται, οὐχ ἵνα μὴ ἀριστεύσωσιν· ἐγὼ δὲ ἀνελθὼν ἠρίστευσα· ταῦτα δὲ ἀπὸ τοῦ νομοθετηθέντος ἐστὶ πράγματος· φημὶ δὲ τὸ λέγειν, ὅτι ἐπὶ τούτῳ κωλύει ἀνελθεῖν, ἐπὶ βλάβῃ, ἐπὶ προδοσίᾳ τῆς πόλεως, ἀλλʼ οὐκ ἐπὶ τῷ εὖ ποιῆσαι· οὐ μόνον δὲ ἀπὸ τούτων ληψόμεθα τὰς ἀφορμὰς, ἀλλὰ καὶ ἀπὸ τῶν ἄλλων τῶν ἐμπιπτόντων· καὶ ὡς ἐπὶ τὸ πλεῖστον τῶν περιστατικῶν· εἰς δὲ τὴν τοῦ φεύγοντος διάνοιαν, καθάπερ ἐν ταῖς ἀντιθετικαῖς, ὅτι οὐ μόνον τὸ πραχθὲν δεῖ σκοπεῖν, ἀλλὰ καὶ τὴν γνώμην, μεθʼ ἧς τὸ πραχθὲν ἐπράχθη, καὶ ἅμα τῇ τῶν αἰτίων ὑπεξαιρέσει χρώμεθα· οἷον, οὐ κακονοίᾳ τῇ πρὸς τὴν πόλιν, οὐδʼ ἵνα τι κακὸν ἐργάσωμαι, ἀλλʼ ἵνα εὖ ποιήσω· εἰ οὖν εὖ ἐποίησα, πῶς φαίνομαι τὸν νόμον παραβεβηκώς; εἰκότως οὖν ἐπʼ ἀμφοῖν τῇ διανοίᾳ χρησόμεθα, ἐπί τε τοῦ νομοθέτου καὶ αὐτοῦ τοῦ φεύγοντος· δεῖ γὰρ καὶ τὴν τοῦ βλάπτοντος ῥητοῦ ἀνάγνωσιν τῇ διανοίᾳ λύειν τοῦ νομοθέτου, καὶ τὸ δοκοῦν ἀδίκημα διὰ τῆς τοῦ πεποιηκότος διανοίας.

`7.639`

ϛʹ. Ἡ διάνοια ὑπὸ τοῦ φεύγοντος ἀντιταχθήσεται τῷ ῥητῷ, οἷον ὅτι οὐ τοὺς ἐπʼ εὐεργεσίᾳ, ἀλλὰ τοὺς ἐπὶ βλάβῃ ἀνιόντας ἐκώλυσε· κατασκευάσομεν δὲ αὐτὸ ἀπὸ τοῦ καιροῦ, ἀπὸ τῆς αἰτίας, ἀπὸ τοῦ πράγματος· ἀπὸ καιροῦ μὲν, ὅτι οὐκ ἐν πολέμῳ, οὐδὲ ἐν πολιορκίᾳ ἐκώλυσεν, ὅτε μάλιστα δεῖ τῶν βοηθησάντων· ἀπὸ δὲ τῆς αἰτίας, ὅτι τοὺς ἐπὶ βλάβῃ καὶ τῷ λυμνήνασθαι ἀνιόντας, οὐ τοὺς ἀριστείας ἕνεκα καὶ τῶν κακῶν ἀπαλλάξαι τὴν πόλιν· ἀπὸ δὲ τοῦ πράγματος, οἷον ὅτι οὐκ ἐπὶ τῷδε τῷ πράγματι κεῖται ὁ νόμος. ἐπεὶ δὲ τὸ κεφάλαιον αὐστηρόν πως δοκεῖ, καθάπερ ἀντινομοθετούντων ἡμῶν, εἴγε τοῦ ῥητοῦ διαγορεύοντος ἕτερα ἄλλην ἡμεῖς ἀντεισφέρομεν διάνοιαν, δεῖ τινος θεραπείας τὴν τραχύτητα καθαιρούσης· διπλοῦς δὲ αὐτῆς ὁ τρόπος· ὅταν ἢ ἀτοπίαν τινὰ τοῖς τοῦ ἐναντίου λόγοις προσάπτωμεν, οἷον ὅτι φανεῖται ὁ νομοθέτης κατά γε τὸν ἀντίδικον, ἀποστερῶν σωτηρίας τὴν πόλιν, ἢ ὅταν ἀπαιτῶμεν νόμον, φανερῶς τῇ ἡμετέρᾳ ἀνταποφαινόμενον διανοίᾳ· ὅτι δεῖξον, εἴτις νόμος τὸν ἀνιόντα ἐπὶ σωτηρίᾳ ἐκώλυσεν· ἔχομεν δὲ ἀμφοῖν παρὰ Δημοσθένει παραδείγματα, τοῦ μὲν εἰς ἄτοπον ἀπάγειν τὸν λόγον, ὡς ἐν τῷ ὑπὲρ Κτησιφῶντος· τίς γάρ ἐστιν νόμος τοσαύτης ἀδικίας καὶ μισανθρωπίας μεστὸς, ὥστε τὸν δόντα τι τῶν οἰκείων καὶ ποιήσαντα πρᾶγμα φιλάνθρωπον καὶ φιλόδωρον τῆς χάριτος ἀποστερεῖν, εἰς τοὺς συκοφάντας δὲ ἄγειν· τοῦ δὲ ἀπαιτεῖν νόμον τινὰ διαρρήδην ἡμῖν ἐναντιούμενον παράδειγμα ἐν τῷ αὐτῷ λόγῳ. εἰ δὲ, φησὶν, οὗτος δειξάτω, κἀγὼ στέρξω καὶ σιωπήσομαι, ἔτι δὲ καὶ ἐκ παραδειγμάτων καὶ ἐθῶν χρὴ συνεστάναι τὴν διάνοιαν· ὃν τρόπον ὁ ῥήτωρ ἐν τῷ αὐτῷ λόγῳ πεποίηκε· πρῶτον μὲν γὰρ Ναυσικλῆς στρατηγῶν, ἐφʼ οἷς ἀπὸ τῶν ἰδίων προεῖτο πολλάκις, ἐστεφανοῦτο ὑφʼ ἡμῶν, ὅτε τὰς ἀσπίδας Διότιμος ἔδωκεν.

`7.640`

Τῇ προβολῇ αὐτὸ τὸ ῥητὸν ἐκτίθεμεν μετʼ αὐξήσεως, ὅτι παρέβη τὸν νόμον, οὐδὲν ὑποστειλάμενος, εἰ ξένος ὢν ἐπὶ τὸ τεῖχος ἄνεισιν ἀπαγορεύοντος τοῦ νόμου. Τοῦ φεύγοντος χρησαμένου τῇ διανοίᾳ. ὁ κατήγορος τῷ ἀπροσδιορίστῳ χρήσεται λέγων· καὶ ποῦ ταῦτα, ἅ φαμεν, ὁ νόμος διώρισεν; οὐδὲν τούτων εἴρηται τῷ νομοθέτῃ, ἀλλʼ ἁπλῶς εἴρηκε, μηδένα ξένον ἀνιέναι ἐπὶ τὸ τεῖχος· ἔνθα πάλιν καὶ τὴν τοῦ νόμου ἀνάγνωσιν ποιήσεται· ὡς γὰρ πολλάκις ἐγνώκαμεν τοῖς ἰσχυροῖς καὶ ὑπὲρ ἡμῶν ἅπαξ, ἀλλὰ καὶ δὶς χρηστέον.

ζʹ. Τοῦ ῥητοῦ πάλιν ἀνθέξεται ὁ διώκων· ὡς οὐ προσδιώρισεν ὁ νομοθέτης οὐδὲν, ἀλλʼ ἁπλῶς εἶπε τοὺς ξένους μὴ ἀνιέναι, σὺ τοίνυν ἀνελθὼν παρέβης τὸν νόμον· ἐπεὶ τί ἦν τὸ κωλύον, προσθεῖναι τὸν νομοθέτην.

ηʹ. Ἐν τῇ δευτέρᾳ διανοίᾳ ὁ μὲν φεύγων πρὸς τὸ μὴ διορίσασθαι ἀπαντήσει, οἷον ὅτι οὐδὲν ᾤετο δεῖν περὶ τῶν οὕτω φανερῶν διορίζειν ὁ νομοθέτης· οὐ γὰρ ἂν ὑπέλαβες τοὺς ἐπʼ εὐνοίᾳ ποτὲ κωλυθήσεσθαι· ὁ δὲ διώκων ἐρεῖ, ὡς ἄτοπον ἡγήσατο ὅλως ὁ νομοθέτης ἐπιτρέπειν ξένον ἐπὶ τὸ τεῖχος ἀνιέναι.

`7.641`

Πάλιν ἐξ ἀνάγκης ὁ φεύγων τὴν διάνοιαν τοῦ νομοθέτου ἀντιθήσει· διαφέρει δὲ τῆς πρώτης, καθὸ ἡ μὲν πρώτη μόνου τοῦ φεύγοντος, αὕτη δὲ κοινὴ ἀμφοτέρων, καὶ ὅτι ἡ μὲν πρώτη πρὸς τὸ ῥητὸν, ἑρμηνεύει γὰρ τὴν διάνοιαν, ἡ δὲ δευτέρα πρὸς τὸ ὑπὸ τοῦ νομοθέτου· τοῦ μὲν φεύγοντος λέγοντος, ὅτι διὰ τοῦτο παρῆκεν ὁ νομοθέτης τὸν διορισμὸν, ἵνα μὴ περιττὰ καὶ πᾶσι πρόδηλα φανῇ λέγων, ἐπεὶ ὅτι πρὸς ὠφέλειαν ἐσκόπει τῆς πόλεως καὶ τοῦτο βουλόμενος τοὺς νόμους προὔθηκεν, ἅπασι πρόδηλον. τοῦ δὲ κατηγόρου καὶ αὐτοῦ λέγοντος, ὅτι εἰ ἐβούλετο ξένον οἷον δή ποτε ἐφʼ οἵᾳ δή ποτʼ οὖν αἰτίᾳ ἀναβαίνειν ἐπὶ τὸ τεῖχος, πάντως ἂν διωρίσατο· νῦν δὲ τῷ σιωπᾷν μὲν τοῦτο, ἀπαγορεῦσαι δὲ ξένον μὴ ἀνιέναι ἐπὶ τὸ τεῖχος παντάπασιν ἀπείργων φανήσεται.

ζʹ. Ὁ συλλογισμὸς πανταχοῦ τὴν ἴσην ἔχει δύναμιν, ἀεὶ γὰρ συνάγει τὰ ἐξ ἑκατέρου μέρους· οἷον ὅτι οὐδὲν διαφέρει τὸ προσδιορίσασθαι ἢ μή· ὁπότε καὶ ἄνευ τοῦ προσδιορισμοῦ φανερά ἐστιν ἡ τοῦ νομοθέτου διάνοια· ἰσχὺν δὲ περιθήσομεν αὐτῷ ἐκ παραδειγμάτων, εἰ ἔχοιμεν πολλοὺς παρατίθεσθαι νόμους, ἐφʼ ὧν οὐ προσδιώρισται τὰ ὁμολογούμενα· καὶ οὐ διὰ τοῦτο ψιλῶς τῷ ῥητῷ ἀξιοῦμεν προσέχειν· δεῖ οὖν πολλῆς ἐνταυθοῖ νόμων ἐμπειρίας.

Ἔν τισιν οὐκ ἔστι τὸ ἐρεῖ. Ὁ συλλογισμὸς ἀπὸ τοῦ φεύγοντος ἕπεται δεικνύναι πειρωμένου, ὅτι οὐδὲν διαφέρει τοῦ διωρικέναι τὸν νομοθέτην τὸ σιγῆσαι παντάπασι, φανερὸν γὰρ ἦν, διὸ οὐ προσδιωρίσατο.

ιʹ. Ἐκ τοῦ ἐναντίου τῷ συλλογισμῷ λαμβάνεται ὁ ὅρος, ὅτι γε πλεῖστον διαφέρει τοῦ προσδιορισμοῦ τὸ μὴ οὕτως ἔχον· χρήσιμος δὲ κἀπὶ τούτου ἡ τῶν παραδειγμάτων ἐμπειρία νόμους ἑτέρους ἐπιδεικνύντων ἡμῶν, ἐν οἷς οὐχ οἷόν τε ἐκβῆναι οὐδαμῶς τοῦ ῥητοῦ. Τοῦ φεύγοντος χρησαμένου τῷ συλλογισμῷ, ὁ κατήγορος τῷ ὅρῳ χρήσεται λέγων, πολὺ διαφέρειν ταῦτα ἀλλήλων, χωρίζει γὰρ ὁ ὅρος τὰ διὰ τοῦ συλλογισμοῦ συναχθέντα.

`7.642`

Μετὰ τὸν ὅρον ἡ ἀντίθεσις ἀπὸ τοῦ φεύγοντος γίνεται· ἥ τις ἀπὸ μιᾶς τῶν ἀντιθετικῶν παραλαμβάνεται, ἐν ᾗ καὶ πλέον ἰσχύει ὁ φεύγων· ἐν μὲν γὰρ τοῖς προειρημένοις κεφαλαίοις πλεονεκτεῖ ὁ κατήγορος, τὸ ῥητὸν προβαλλόμενος· ἐπὶ δὲ τῆς ἀντιθέσεως, ἥτις ἐνταῦθα ἀντιστατική ἐστι, τοὐναντίον πείσεται ὁ κατήγορος· διεξιόντος τὰ κατὰ τὴν ἀριστείαν τοῦ φεύγοντος καὶ ἔκφρασιν ποιουμένων τῶν συμπιπτόντων κατὰ τὰς μάχας· ἴδιον γὰρ τῆς ἀντιστατικῆς ἀντιθέσεως ἡ τῶν γεγονότων ἔκφρασις.

ιαʹ. Ἡ ἀντίθεσις, φησὶν, αὐτό ἐστι τὸ γεγονὸς, τουτέστιν αὐτὰ τὰ ἀπʼ ἀρχῆς ἄχρι τέλους, καὶ ὅσα περὶ τὴν ἀριστείαν πέπρακται· ἀντιστατικῶς γὰρ ταῦτα ὑπὸ τοῦ φεύγοντος εἰσενεχθήσεται· τί δέ ἐστιν ὃ ἔφη; καὶ πλέον ἕξει γε ὁ φεύγων ἐν αὐτῇ· μέχρι μὲν γὰρ τούτου ἰσχυρότερα εἶναι δοκεῖ τὰ τοῦ κατηγόρου· εἴγε ὁ μὲν φανερῶς ἐπανέχει τῷ νόμῳ, ὁ δὲ ἔξωθέν τι παρεισφέρειν πειρᾶται· ἐν δὲ τῇ ἀντιθέσει πλέον ἔχει ὁ φεύγων, διεξιὼν τὴν ἀριστείαν καὶ λίαν ἀκμάζων ἐπὶ τῷ εὐεργετήματι, ἐργάσεται δὲ τὸ κεφάλαιον τὴν πρᾶξιν ἐκφράζων, ἀπὸ τῶν συμβεβηκότων ἁπάντων, ὅπως μὲν ἐπῄεσαν οἱ πολέμιοι καὶ τὴν πόλιν ἐτάραττον, ὅπως δὲ αὐτὸς ἠρίστευσεν.

Ἐμπεπτωκυίας ἀντιθέσεως ἀνάγκη καὶ τὴν μετάληψιν ἐπακολουθῆσαι, λυτικὴν οὖσαν τῆς ἀντιθέσεως· οἷον ἑτέρως ἐχρῆν εὐεργετεῖν· ἔνθα μηδεὶς παρεβαίνετο νόμος, χρήματα ἐπιδιδόντα ἐκ προβολῆς τοῖς ἐναντίοις μαχόμενον. —

Ἀντίστασιν· γὰρ ὁ φεύγων ἐρεῖ, ὅτι ὠφέλησα, ὁ δὲ διώκων πειράσεται μεῖζον τὸ ἀδίκημα δεικνύειν, ἀλλὰ μειονεκτήσει, ὅπερ καὶ ὁ Ἑρμογένης φησίν.

Τοῦ φεύγοντος τοῦτο εἰπόντος, ὁ κατήγορος μεταλήψει χρήσεται, ἐν ᾗ τὸν τρόπον αἰτιᾶται τοῦ πραχθέντος λέγων· ὅτι οὐ τούτῳ τῷ τρόπῳ ἔδει τὴν εὐεργεσίαν ἐνδείκνυσθαι· ἀλλʼ ἐξελθόντα τοῦ τείχους καὶ τὴν εὐψυχίαν ἐπιδειξάμενον οὕτως ὠφελῆσαι τὴν πόλιν.

`7.643`

ιγʹ. Τὸ πρός τι αὐξητικῶς κατὰ σύγκρισιν ληφθήσεται, ὑπὸ μὲν τοῦ φεύγοντος, ὅτι μεῖζον τὸ εὐεργέτημα τοῦ δοκοῦντος ἀδικήματος· κατὰ δὲ τὸ ἐναντίον ὑπὸ τοῦ διώκοντος.

ιδʹ. Τῆς μεταλήψεως ὑπὸ τοῦ κατηγόρου συνισταμένης τὸ πρός τι ὑπὸ τοῦ φεύγοντος καὶ τοῦ κατηγόρου παραλαμβάνεται, ἐν ᾧ ἑκάτερος δείκνυσιν, ὁ μὲν ὅτι μείζων τῆς βλάβης ἡ εὐεργεσία, ὁ δὲ ὅτι μείζων τῆς εὐεργεσίας ἡ βλάβη.

ιεʹ. Λοιπὰ κεφάλαια ὁ βίαιος ὅρος, ἡ θέσις, ἡ δευτέρα μετάληψις, ἡ πρὸς ταύτην ἀντίληψις, ἡ ποιότης καὶ ἡ γνώμη· καὶ ὁ μὲν βίαιος ὅρος κοινός ἐστιν ἀμφοτέροις, ἐν ᾧ δείκνυσιν ἑκάτερος, ὁ μὲν, ὅτι οὐδὲ τοῦτο εὐεργεσία ἐστίν· ὁ δὲ, ὅτι οὐδὲ τοῦτο βλάβη καθέστηκεν· εἶτα ἐφεξῆς ἡ θέσις· κοινὴ δὲ καὶ αὕτη ἀμφοῖν, τοῦ μὲν λέγοντος, ὅτι δεῖ ἕκαστον ὡς δυνατὸν εὐεργετεῖν, τοῦ δὲ, ὅτι οὐ δεῖ ὑπὸ τῷ προσχήματι τῆς εὐεργεσίας εἰς βλάβην καθιστάναι τὴν πόλιν· ἡ δευτέρα μετάληψις ὑπὸ τοῦ κατηγόρου λαμβάνεται λέγοντος, ὅτι ἔδει αὐτὸ τοῦτο τῇ πόλει κοινώσασθαι, ἧς τὴν δύναμιν πολλάκις ἐγνώκαμεν, ὅτι οὐκ ἀεὶ ἐμπεσεῖται. Περὶ δὲ τῆς ἀντιλήψεως οἱ μὲν ἐκλείπειν λέγουσι τὸ κεφάλαιον· οἱ δὲ ὅτι μεταλήψεως προκειμένης ἐμπεσεῖται καὶ ἀντίληψις, ὅτι ἐξῆν μοι μὴ ἀνακοινώσασθαι τῷ δήμῳ· πᾶσα γὰρ μετάληψις ἀντιλήψει λύεται· περὶ ποιότητος καὶ γνώμης εἴρηται πολλάκις.

ιϛʹ. Τὰ δὲ λοιπὰ, φησὶ, κεφάλαια τὸν αὐτὸν τρόπον, ὅνπερ ἐπὶ τῶν ἀντιθετικῶν ἐξετασθήσεται, τουτέστιν ὁ βίαιος ὅρος, ἡ θέσις καὶ ἡ μετάληψις, ἥτις ἐστὶ τοῦ προσώπου· ἡ ἀντίληψις, καὶ ἔτι ἡ ποιότης καὶ ἡ γνώμη, ἅπερ ἐν τῇ αὐτοῦ ἀπαριθμήσει τῶν κεφαλαίων παρέθετο.

`7.644`

Περὶ ἀντινομίας.

`7.645`

αʹ. Τὰ μὲν ἄλλα, ὅσα περὶ ἀντινομίας ἐνῆν προδιαλεχθῆναι, ἀποδεδώκαμεν ἐν τῇ μεθόδῳ· ζητητέον δὲ ἐνταῦθα περὶ τῆς τάξεως· ἐν γὰρ τῇ μεθόδῳ μετὰ τὸν συλλογισμὸν τεταγμένη, νῦν τὴν πρὸ ἐκεῖνον τάξιν ἀπέλαβεν· εἴη δʼ ἂν τῆς διαφόρου τάξεως αἴτιον ἐκεῖ μὲν ἡ φύσις, ἐνταῦθα δὲ ἡ διαίρεσις· ἐκεῖ μὲν γὰρ μετὰ τὸ ῥητὸν καὶ τὴν διάνοιαν εὐθὺς ὁ συλλογισμός· ἐπεὶ κοινωνοῦσι τῇ ποσότητι τοῦ ῥητοῦ· ἐνταῦθα δὲ ἐπεὶ μίαν σχεδὸν διαίρεσιν ἔχουσιν, ἥ τε κατὰ ῥητὸν καὶ διάνοιαν καὶ ἡ ἀντινομία, εἰκότως καὶ τὴν ἐγγὺς ἀλλήλων εἰλήφασι τάξιν, ἔστι δὲ, φησὶν, ἡ ἀντινομία, οἷον διπλοῦν ῥητὸν καὶ διάνοια, ἐπεί τοι εἶδος ἂν ὑπῆρχεν οὐ στάσις, καὶ διαιρεῖται, φησὶ, τοῖς γε πλείστοις κεφαλαίοις ὁμοίως τῷ ῥητῷ καὶ τῇ διανοίᾳ διπλοῖς δηλαδὴ γενομένοις, ἐπεὶ καὶ διπλῆ ἡ ζήτησις· ἔχει μέντοι καὶ ἴδιόν τι κεφάλαιον, ὃ καλεῖται περιέχον καὶ περιεχόμενον· ἔστιν οὖν ἡ διαίρεσις ἥδε, προβολὴ ῥητοῦ καὶ διάνοια, τῶν δὲ ἐφεξῆς κεφαλαίων τινὰ, φησὶν, ὡς ἐπὶ τὸ πλεῖστον ἐκλείπει διὰ τὸ δοκεῖν ἰσάζειν, οἷον τὸ μὴ προσδιωρίσθαι, ἡ διάνοια τοῦ νομοθέτου, ὁ συλλογισμὸς, ὁ ὅρος· ταῦτα γὰρ δοκεῖ πως ἰσάζειν· ἐχρήσατο δὲ καλῶς τῷ δοκεῖν· οὐ γὰρ παντάπασιν ἰσάζει, ὡς ἐπʼ αὐτῷ γενόμενοι δείξομεν· καὶ χαλεπὸν αὐτοῖς χρήσασθαι, τουτέστιν οὐκ ἀδύνατον, ἀλλὰ χαλεπόν. Τὰ μέντοι μετὰ ταῦτα κεφάλαια οὐκ ἄδηλα, ἡ ἀντίθεσις, ἡ μετάληψις, τὸ πρός τι, ὁ βίαιος ὅρος, ἡ ἑτέρα μετάληψις· εἶτα ἡ ποιότης καὶ ἡ γνώμη· ταῦτα μὲν κοινὰ καὶ τῇ κατὰ ῥητὸν καὶ διάνοιαν στάσει· ἴδιον δὲ, φησὶν, ἀντινομίας κεφάλαιον τὸ περιέχον καὶ περιεχόμενον, ὅπερ μετὰ τὸ πρός τι ταχθήσεται· ἀπηριθμήσατο δὲ αὐτὸ τελευταῖον, ἐπειδὴ τὰ μὲν ἄλλα κοινὰ, τοῦτο δὲ ἴδιον.

βʹ. Ἡ ἀντινομία ἐκ τοῦ ὀνόματος μὲν πρόδηλός ἐστιν ἐναντίωσίν τινα περιέχουσα νόμων, οὐ φύσει δὲ ἐναντιουμένων ἀλλήλοις, κατὰ δέ τινα περίστασιν ἐναντιοῦσθαι δοκούντων· τί δήποτε δὲ ἐν τῇ μεθόδῳ μετὰ τὴν κατὰ ῥητὸν διάνοιαν τὸν συλλογισμὸν τίθησιν, ἐνταῦθα δὲ ἐν τῇ διαιρέσει τὴν ἀντινομίαν πρὸ τοῦ συλλογισμοῦ διαιρεῖ; καὶ λέγομεν, ὅτι πρὸς τὴν κοινωνίαν τῶν πραγμάτων ὁ τεχνογράφος καὶ τὰς στάσεις συνάπτει, καὶ ἐκεῖ μὲν ἔταξε τὸν συλλογισμὸν πρὸ τῆς ἀντινομίας· ἐπειδὴ περὶ ῥητὸν ἓν τὴν ζήτησιν ἔχει, ἐνταῦθα δὲ τὴν ἀντινομίαν προέταξεν, ἐπειδὴ διπλῆ ἐστι κατὰ ῥητὸν καὶ διάνοιαν τῷ διπλᾶ τὰ κεφάλαια ἔχειν.

Ἀκριβῶς προσέθηκε τὸ οἷον· οὐ γὰρ τὸ ὄντως διπλοῦν ῥητὸν καὶ διάνοιά ἐστιν ἡ ἀντινομία, ἀλλὰ κατὰ μόνην τὴν διαίρεσιν τῶν κεφαλαίων· δύο γὰρ ὄντων τῶν ἐμπιπτόντων τῷ ῥητῷ, διπλᾶ ἐστι καὶ τὰ κεφάλαια.

Προβολαῖς, φησὶν, ἡ ἀντινομία δύο διαιρεῖται, τῇ μὲν τοῦ κατηγόρου, τῇ δὲ τοῦ φεύγοντος, καὶ διανοίαις δύο.

`7.646`

Οἱ προδιορισμοὶ, φησὶ, καὶ αἱ δεύτεραι διάνοιαι, ὅροι τε καὶ συλλογισμοὶ διὰ τὸ ἰσάζειν ἐκλείπουσιν· Ἀντιθέσει λέγει συγγνωμονικῇ ἢ ἀντιστατικῇ, μεταλήψει, τοῖς πρός τι διπλοῖς, ὧν τὸ μὲν σύγκρισιν ἔχει, τὸ δὲ τὸ περιέχον ἐξετάζει καὶ τὸ περιεχόμενον· βιαίῳ ὅρῳ, μεταλήψει, τῇ ἐπὶ τὸ πρόσωπον ποιότητι καὶ γνώμῃ· ταῦτα δὲ, φησὶ, τὰ κεφάλαια δῆλά ἐστι τῷ χρωμένῳ·

Ἴδιόν ἐστι, φησὶ, κεφάλαιον παρὰ τὰ ἐν ῥητῷ καὶ διανοίᾳ, τὸ πότερον περιέχει τῶν ῥητῶν, καὶ πότερον περιέχεται· οἷον ποτέρου τῶν ῥητῶν κρατήσαντος οὐδὲ τὸ ἕτερον ἀναιρεθήσεται, πολλὴ δὲ ἡ τοῦ κεφαλαίου δύναμις, καὶ προσάγεσθαι τὸν ἀκροατὴν ἱκανωτάτη· εἴτις γὰρ τῶν δύο ἀντιδίκων ἐπιδείξει, ὡς τοῦδε τοῦ νόμου κρατήσαντος, οὐδὲ ὁ ἕτερος ἀναιρεῖται, δῆλον ὅτι πᾶς αὐτῷ δικαστὴς προστεθήσεται. Θέντες, φησὶ, τὸ παράδειγμα ἕκαστον τῶν κεφαλαίων σαφῶς διεξέλθωμεν.

Τοῦτο τὸ παράδειγμα, ὡς ἐν τῇ μεθόδῳ δεδήλωται ὑπὸ Εὐσταθίου, οὐκ ἔστιν ἀντινομίας, ἀλλὰ πραγματικῆς κατὰ ῥητόν. Ὁ γὰρ κατήγορος τὸν ὑπὲρ αὐτοῦ νόμον προβάλλεται, ὡς ἐφʼ οὗ παρέθετο πλάσματος· ἐνταῦθα γὰρ ὁ κωλύων προβάλλεται τὸν νόμον, τὸν κελεύοντα μὴ δεῖν ἀποκήρυκτον πατρικῶν χρημάτων μετέχειν.

`7.647`

γʹ. Ἡ προβολὴ τοῦ ῥητοῦ γίνεται ἀπὸ τῆς ἐκθέσεως τοῦ νόμου, καὶ τῆς περὶ τὸ ἀδίκημα αὐξήσεως· οἷον ὁ ἀποκήρυκτος μὴ μετεχέτω τῶν πατρῴων, καὶ ὁ ἐπιμείνας χειμαζομένῃ νηῒ δεσπότης ἔστω τῆς νηός· ἀποκήρυκτος ἐπιμείνας χειμαζομένῃ νηῒ δεσπόζειν κωλύεται· ἡ προβολὴ, ὅτι ἀποκήρυκτος εἶ, ᾧ ἀπαγορεύει μὴ μετέχειν τῶν πατρῴων ὁ νόμος, πατρῴα δὲ ἡ ναῦς. Ἡ διάνοια τοιαύτη τις ἔσται· τότε, φησὶ, κωλύει μετέχειν τῶν πατρῴων, ὅταν μὴ χειμαζομένῃ τις ἐπιμείνῃ νηῒ, ὅταν ὡς κληρονόμος θέλῃ μετέχειν καὶ κύριος, οὐχ ὅταν ὡς ἀλλότριος καὶ μηδὲν προσήκων· οὕτω γὰρ σώζεται διπλῆ διάνοια αὐτοῦ τε τοῦ φεύγοντος καὶ τοῦ νομοθέτου· τὸ μὲν γὰρ διορίζειν, πότε καὶ πῶς μετέχειν τῶν πατρῴων, τῆς τοῦ νομοθέτου γνώμης ἐστί· τὸ δὲ προσθεῖναι, οὐχ ὅταν ὡς ἀλλότριος καὶ μηδὲν προσήκων, δῆλον ὅτι ὡς αὐτοῦ τοῦ χρωμένου.

δʹ. Ἡ διάνοια φέρεται πρὸς τὴν προβολὴν ἐκ τοῦ φεύγοντος, οἷον τηνικαῦτα λέγει ὁ νομοθέτης μὴ μετέχειν τῶν πατρῴων τὸν ἀποκήρυκτον, ὅταν ὡς κληρονομήσων ἀντέχηται τῆς οὐσίας, ὅταν διαδικάζηται περὶ τῶν τοῦ πατρὸς ὡς προσηκόντων κατὰ τοὺς περὶ τῶν παίδων νόμους· εἶτα καὶ ἐκ τοῦ ἐναντίου ἀντιθετικῶς, οὐχ ὅταν ὡς μηδὲν προσήκων, δεῖ δὲ μὴ ἁπλῶς προάγειν τὴν διάνοιαν, ἀλλὰ χώραν ἐξ αὐτῆς παρασκευάζειν τῇ προβολῇ.

εʹ. Πάλιν ὁ διώκων ἀντιτάξει τῇ τοῦ φεύγοντος προβολῇ τὴν διάνοιαν, ἀλλὰ τηνικαῦτα δίδωσιν, ὅταν ἑτέρου τινός, ὅταν μὴ νόμος εἴργῃ, ὅταν ὁ ἐπιμείνας μὴ ἀποκήρυκτος ᾖ· πρῶτον οὖν χρήσεται τῇ προβολῇ ὁ διώκων· ἔπειτα λύσει ταύτην ὁ φεύγων τῇ διανοίᾳ· ἐπισυνάψει δὲ καὶ τὴν ἑαυτοῦ προβολήν· εἶτα αὖθις ὁ διώκων ἑτέρᾳ διανοίᾳ τὴν τοῦ φεύγοντος προβολὴν ἀπολύσεται.

`7.648`

ϛʹ. Ἰσάζει τοῦτο, φησὶ, τὸ κεφάλαιον· ὁπότερος γὰρ ἂν χρήσηται αὐτῷ, καὶ τῷ ἑτέρῳ ἔξεστι χρήσασθαι· οὐ μὴν καθάπαξ ἰσάζει· ἀλλʼ εἰ οἷόν τε μεθοδεύειν αὐτὸ ἑτέρως, ὥστε μὴ εἶναι ἄχρηστον ἡμῖν τὸ κεφάλαιον· ἀλλʼ ὁ μὲν τεχνικὸς τὴν μέθοδον εἰπεῖν παρῃτήσατο, οὐ γὰρ περὶ εὑρέσεως προὔθετο λέγειν· ἡμᾶς δὲ οὐ καλῶς ἔχει παραδραμεῖν· ἀνασκοποῦντες τοίνυν πανταχόσε ἑκάτερον τῶν ῥητῶν ἐξ ἀνάγκης ἡντιναοῦν εὑρήσομεν διαφορὰν, ἐφʼ ἧς δυνησόμεθα χρῆσθαι τῷ κεφαλαίῳ· ἢ γὰρ κατὰ φύσιν ἢ κατὰ τὴν χρῆσιν διαφορᾶς τινος εὐπορῆσαι ῥᾴδιον· κατὰ μὲν τὴν φύσιν, ὅτι ἐκεῖνο μὲν ὡς κομιδῇ καταφανὲς καὶ ὁμολογούμενον εἰκότως οὐ πρόσκειται· τοῦτο δὲ οὐχ ὡς ὁμολογούμενον ἐχρῆν προστεθεῖσθαι· κατὰ δὲ τὴν χρῆσιν, εἰ ἔχοιμεν ἐπιδεικνύναι παραδείγματα, ὡς πολλῶν καὶ ἄλλων οὕτω χρησαμένων τῷ νόμῳ· οὐκέτι δὲ παραπλησίως καὶ τῷ τοῦ ἀντιδίκου.

ζʹ. Χρησόμεθα δὲ καὶ τῷ ὅρῳ καὶ τῷ συλλογισμῷ, εἰ καὶ τὰ μάλιστα ἰσάζειν δοκεῖ κατὰ τὴν προειρημένην τῷ προάγοντι κεφαλαίῳ μέθοδον, οἷον ὅτι οὐδὲν διαφέρει, ἄν τε προσδιώρισεν, ἄν τε μή· κατάδηλος γὰρ ἡ διάνοια, οὐχ οὕτως μέντοι καὶ ἐπὶ τοῦ ἑτέρου νόμου, ἵνα ἐκ τοῦ ὅρου διαστήσωμεν ὅτι πλεῖστον διαφέρει.

ηʹ. Ἡ ἑτέρα διάνοια ἡ γνώμη ἐστὶ τοῦ νομοθέτου, φησίν· ἣν ἑκάτερος ἐξετάσει πρὸς τὸ συμφέρον, ζητῶν ποίᾳ γνώμῃ γέγραφεν ὁ νομοθέτης· καὶ ὁ μὲν κατήγορος ἐρεῖ ὁ νομοθετήσας, οὐκ ἄξιον εἶναι τὸν ἅπαξ ἀπηχθημένον τῷ πατρὶ τῶν ἐκείνου μετέχειν· διὰ τοῦτο ἔφη τὸν ἀποκήρυκτον μὴ μετέχειν τῶν πατρῴων πραγμάτων· ὁ δὲ φεύγων φησὶν, ὅτι οὐ τοῦτο ἠβουλήθην, ἀλλὰ βουλόμενος καθʼ ἑαυτοὺς γινομένους καὶ παραβαλλομένους οὕτως ἀποτρίβεσθαι τὴν βλακείαν, διʼ ἣν ἀπεκηρύχθησαν πρότερον, τοῦτον ἔθηκε τὸν νόμον.

`7.649`

θʹ. Ἡ γνώμη τοῦ νομοθέτου ἀεὶ ἐμπεσεῖται στοχαστικὴ οὖσα, πρὸς γὰρ τὸ συμφέρον ὑφʼ ἑκατέρου ἐξετάζεται· τί οὖν ἐν τῇ ἀπαριθμήσει τῶν κεφαλαίων, ἐρεῖ τις, ὡς ἰσάζοντα παρέλαβε τὰ κεφάλαια; δοκεῖ γὰρ, εἶπεν, ὡς οὐκ ὄντος ἀληθοῦς τοῦ λόγου, ἐξετασθήσεται μὲν οὖν ἐπὶ μὲν τοῦ διώκοντος, ὅτι οὐχ ἁπλῶς τὸν ἀποκήρυκτον εἴργει ὁ νομοθέτης τῶν πατρῴων, ἀλλὰ νομίσας ἄξιον εἶναι τὸν ἀπηχθημένον τῷ πατρὶ, μὴ μετέχειν τινὸς τῶν ἐκείνου· ὑπὸ δὲ τοῦ φεύγοντος, ὅτι οὐ τοῦδε χάριν, ἀλλʼ ἵνα ἐκκλειόμενοι τῶν πατρῴων καὶ αὐτοὶ πονοῦντες κτᾶσθαι ἀναγκάζωνται, τὴν τροφὴν, διʼ ἣν ἀπεκηρύχθησαν, ἀπορρίψαντες. ἔτι δὲ καὶ τὴν ἑτέραν ἐξεταστέον τοῦ νομοθέτου διάνοιαν, διατί δίδωσι τῷ ἐπιμείναντι τὴν ναῦν, ἵνα δηλαδὴ πρὸς τοὺς κινδύνους διακαρτεροῖεν οἱ πλέοντες.

Λύσας, φησὶ, διὰ τούτων ὁ φεύγων τοῦ διώκοντος τὸ ῥητὸν ἅμα τὴν διάνοιαν βεβαιῶν ἐπάγει τὸν νόμον, τὸν κελεύοντα κύριον εἶναι τῆς νεὼς τὸν ἐπιμείναντα χειμαζομένῃ.

Τῇ διανοίᾳ ἐπισυνάπτει τὴν ἑαυτοῦ προβολὴν ὁ φεύγων· οἷον ἄλλως τε καὶ ὅταν σαφῶς περὶ τοῦ νόμου διαγορεύῃ· περὶ τοῦ κύριον εἶναι τῆς νεὼς τὸν ἐπιμείναντα· δεῖ γὰρ ἐκ τῆς προβολῆς ἐπιρρώννυσθαι τὴν διάνοιαν.

Ὀφειλόμενον ἦν μετὰ τὴν πρώτην προβολὴν τὴν δευτέραν προβολὴν ἀπαντῆσαι, ἀλλʼ ἐπεὶ κατηγορεῖταί τις πρότερον, εἶτα ἀπολογεῖται, τούτου χάριν μετὰ τὴν προβολὴν, ἥτις ἐστὶν ἡ κατηγορία, ἡ ἀπολογία, ἥτις ἐστὶν ἡ διάνοια, ἀπήντησεν· εἶτα τὰ ἑξῆς ταῦτα κεφάλαια, ἡ ἑτέρα προβολὴ καὶ ἐχομένως ἡ διάνοια, εἶτα τὸ πρός τι.

`7.650`

Τοῦ φεύγοντος χρησαμένου τῇ διανοίᾳ καὶ τῇ τοῦ νόμου προβολῇ ὁ διώκων διαφορᾷ ἑτέρᾳ λύει τὴν προβολὴν τοῦ νόμου, λέγων ὅτι ὁ νόμος κελεύει, κύριον εἶναι τὸν ἐπιμείναντα χειμαζομένῃ νηῒ, ὅταν μὴ πατρικὴ τυγχάνῃ οὖσα.

Ἐπὶ τούτοις ἔδει, φησὶ, παρέπεσθαι τὸ προσδιωρισμένον, ὡς ἐν τῇ κατὰ ῥητὸν καὶ διάνοιαν· ἀλλὰ διὰ τὸ ἐξισάζον ἐκλείπει· ἐπειδὴ γὰρ ἑκάτερος νόμον προβάλλεται, εἴπερ ὁ ἕτερος ἐχρῆτο τῷ προσδιωρισμένῳ καὶ ὁ ἕτερος ἠδύνατο λέγειν περὶ τοῦ νόμου τοῦ παρʼ αὐτοῦ προβαλλομένου· διὰ τοῦτο γοῦν ἐκλείπει· ἄχρηστον γὰρ ἐν τούτοις τὸ ἐξισάζον.

Γρ. καὶ οἷς ἂν ὁ ἕτερος χρήσεται, καὶ τῷ ἑτέρῳ ἐστὶ χρήσασθαι. Ἐκλείποντος, φησὶ, τοῦ προσδιωρισμένου ἐξ ἀνάγκης καὶ τἄλλα κεφάλαια συνεκλείπει, λέγω δὴ ὁ ὅρος τε καὶ ὁ συλλογισμός.

Μετὰ τὴν γνώμην τοῦ νομοθέτου κεφάλαιον παραλαμβάνεται ἡ ἀντίθεσις ἐν τῷ παρόντι προβλήματι· ἀντιστατικῶς μὲν ἀπὸ τοῦ φεύγοντος, ἀντεγκληματικῶς δὲ ἀπὸ τοῦ κατηγόρου, τοῦ μὲν λέγοντος, ἀλλʼ ἀποκήρυκτος εἶ. τοῦ δὲ λέγοντος, ἀλλʼ ἐπέμεινα χειμαζομένῃ τῇ νηΐ· ἑκάτερος δὲ χρώμενος τῇ ἀντιθέσει, ὁ μὲν κατήγορος κοινὸν τόπον εὐθὺς παραλήψεται κατὰ ἀποκηρύκτου λέγων· οἷον ὁ μὴ τῷ πατρὶ γεγονὼς ἐπιτήδειος, τίσιν ἂν γένοιτο πρὸς ὠφέλειάν ποτε; ὁ δὲ φεύγων ἔκφρασιν παραλήψεται, καὶ τοσαῦτα ἐρεῖ αὔξων τὸ γεγονὸς, ὅσα τοῖς χειμαζομένοις ἀεὶ παραπέπηγεν.

`7.651`

ιαʹ. Τὴν ἀντίθεσιν ὁ μὲν διώκων ἀντεγκληματικὴν ποιήσεται κατασκευάζων διὰ τοῦ κοινοῦ τόπου, εἰ καὶ ἀποκήρυκτος εἶ· καθόλου γὰρ πᾶν ἀντεγκληματικὸν διὰ τοῦ κοινοῦ τόπου προάγεται· ὁ δὲ φεύγων ἀντιστατικῇ τινι χρήσεται· ἀλλʼ ἐπέμεινα φάσκων. ἔστι δὲ τὸ τοιοῦτον οὐ καθαρὸν ἀντιστατικὸν, ἀλλὰ δοκοῦν· εἴγε τὸ εὐεργέτημα οὐκ εἰς τὸ κοινὸν, εἰς αὐτὸν δὲ φέρεται τὸν κρινόμενον, ὅπερ οὐ βούλεται ἔχειν τὸ φύσει ἀντιστατικόν· ἡ δὲ ἐργασία τοῦ κεφαλαίου ἐκ τῆς περὶ τὸν χειμῶνα ἐκφράσεως γενήσεται, καὶ τῶν ἀπʼ ἀρχῆς ἄχρι τέλους· οἷον ὅπως ἡ ναῦς ὑπὸ τοῦ πνεύματος ἐστροβεῖτο, ὅπως ἀνῴδει ἡ θάλασσα, ὅπως αἱ καταιγίδες ἐνέπιπτον· δεδήλωται ἐν τοῖς. προάγουσιν, ὡς ἅπαν ἀντιστατικὸν ἐκ τῆς τοῦ πράγματος ἐκφράσεως λαμβάνει κατασκευήν.

ιβʹ. Ἡ μετάληψις διπλῆ, ἑκάτερος γὰρ τὴν ἀντίθεσιν διὰ τῆς μεταλήψεως λύει· καὶ ὅλως διπλῆς τῆς ἀντιθέσεως διδομένης, ἀνάγκη καὶ μετάληψιν ἐπακολουθῆσαι διπλῆν· ὁ μὲν γὰρ διώκων ἀπαντήσει πρὸς τὸ ἀντιστατικὸν, ὅτι ἐφʼ ἑτέροις ἐχρῆν ἀνδρίζεσθαι, οὐκ ἐπὶ τούτοις· πρὸς δὲ τὸ ἀντεγκληματικὸν ὁ φεύγων, ὅτι οὐδὲν μᾶλλον δικαίως ἂν εἰργοίμην τῆς νηὸς, εἰ καὶ τοιοῦτος εἴη.

ιγʹ. Τῆς ἀντιθέσεως γενομένης διπλῆ, διπλῆ καὶ ἡ μετάληψις ἐπακολουθεῖ, καὶ ὁ μὲν ἀποκήρυκτος πρὸς τὴν τοπικὴν παραδρομὴν παραγραφικῶς χρήσεται αὐτῇ· ἐρεῖ γὰρ, ὡς εἰ καὶ ἀληθῆ τὰ λεγόμενα, οὐδέν τι μᾶλλον δικαίως ἀποστεροίμην ἂν τῆς νηὸς, ὁ δὲ ἕτερος κατὰ ἔνστασιν χρήσεται· λέγων, ὅτι ἐν ἑτέροις δεῖ τὴν ἀνδρείαν ἐπιδείκνυσθαι.

`7.652`

Παραπλησίως καὶ ἐπὶ τοῦ ἑτέρου μέρους, φησὶ, τὴν τοῦ νομοθέτου γνώμην ἐξετάσουσιν ἀμφότεροι, διὰ τί δίδωσιν ὁ νόμος τὴν ναῦν τῷ ἐναπομείναντι, ὅτι βούλεται, φησὶ, τοῖς κινδύνοις ἐγκαρτερεῖν τοὺς ἐμπλέοντας, καὶ μὴ τοῖς φόβοις εἴκειν ῥᾳδίως, μηδὲ τῶν νεῶν καταφρονεῖν.

Τὰ τοῦ φεύγοντος εἰπόντι ἀκόλουθον ἦν αὐτῷ καὶ τὴν ἑτέραν ἀποδοῦναι γνώμην. ἐπεμαρτύρατο δὲ, ὡς οὐ διελεῖν αὐτῷ τὰ νῦν πρόκειται. ἔστι δὲ ἡ ἑτέρα, ὅτι διάπειραν ὁ νόμος τῆς ἑκάστου τῶν πλεόντων γνώμης ποιούμενος ὥσπερ δέλεαρ τὴν ναῦν προέθηκε τοῖς παντὸς κέρδους ἡττωμένοις, ἐλέγχειν βουλόμενος, οἳ πάντα ἐθέλουσιν ὑφίστασθαι πλεονεξίας ἕνεκα. Οὐ κατηγορίας, φησὶν, ὁ καιρὸς, ἀλλʼ εὐεργεσίας.

ιδʹ. Ὅτι μὲν συγκριτικὸν τὸ κεφάλαιον, ἐν τοῖς ἔμπροσθεν δηλώσομεν. λαμβάνεται δὲ ἀπὸ τοῦ καιροῦ, ἀπὸ τοῦ προσώπου, ἀπὸ τῆς ποσότητος καὶ πηλικότητος, ἐκ τοῦ ἀποβησομένου, καὶ ἔτι ἀπὸ τῆς αἰτίας· ἀπὸ μὲν τοῦ καιροῦ, οἷον εἰ ἐγχωροίη λέγειν, ὡς ὁ μὲν ἀρχαιότερος, ὁ δὲ τεθειμένος ἐξ ὑπογυίου· ἀπὸ δὲ τοῦ προσώπου· εἰ τὸν μὲν ὑπὸ Σόλωνος, τὸν δὲ ὑπὸ τοῦ δεῖνος τεθεῖσθαι λέγοιμεν· ἀπὸ δὲ τῆς ποσότητος, εἰ τὸν μὲν κοινὸν, τὸν δὲ ἴδιον ἀποφανοῦμεν· ἀπὸ δὲ τῆς πηλικότητος, ὅτι ὁ μὲν περὶ τῶν μεγίστων, ὁ δὲ περὶ μικρῶν· ἀπὸ δὲ τοῦ ἀποβησομένου, ὅτι τούτου μὲν λυθέντος μεγάλα ἡ πόλις βλαβήσεται. θατέρου δὲ μικρὸν ἢ οὐδέν· ἀπὸ δὲ τῆς αἰτίας, οἷον τίνος ἕνεκα ἐτέθη, καθάπερ ὁ Δημοσθένης, ὁρῶν ὑμῶν ἔφη τὸ ναυτικὸν καταλυόμενον.

`7.653`

ιεʹ. Καλῶς ἔφη τὸ ἴδιον μᾶλλον, καὶ γὰρ τὰ κοινὰ οὐδὲν μᾶλλον κοινά ἐστιν ἢ ἴδια· ἐπειράθησαν δέ τινες ἐκ τοῦδε τοῦ κεφαλαίου τὴν ὅλην διασείειν ἀντιλογίαν· εἰ γὰρ ἐν ταύτῃ, φασὶν, ὁρᾶται τὸ περιεχόμενον, οὐδʼ ἂν καλοῖτο δικαίως ἀντινομία, τὸ μὲν γὰρ περιεχόμενον οὐκ ἐναντίον τῷ περιέχοντι· τὸ δὲ τῆς ἀντινομίας ὄνομα βούλεται νόμων δηλοῦν ἐναντίωσιν· ἔλαθε δὲ αὐτοὺς, ὡς τὸ περιέχον καὶ περιεχόμενον οὐ κατὰ τὴν περίστασιν, κατὰ δὲ τὰ ἐπιχειρήματα γίνεται· οὐκ εἴ τι δὲ κατὰ περιουσίαν ἐκ τῶν ἐπιχειρημάτων εἰσφέρεται, τοῦτο προσήκει ἐπὶ τὴν φύσιν ἀνάγειν τῆς στάσεως. λαμβάνεται δὲ, φησὶ, τὸ προκείμενον κεφάλαιον κατὰ τὸ περιέχον καὶ περιεχόμενον, σκοπούντων ἡμῶν, ποτέρου γενομένου οὐδέτερον ἀναιρεθήσεται· ἀλλʼ ἐπὶ μὲν τοῦ ἀποκηρύκτου, φησὶν, οὐκ εὔκολον ἰδεῖν τὴν φύσιν τοῦ κεφαλαίου· ἐπὶ δὲ τοῦ ζητήματος τούτου σαφέστερον ἔσται· δύο τις κατὰ ταὐτὸν ἐβιάσατο κόρας· καὶ ἡ μὲν γάμον, ἡ δὲ θάνατον αἱρεῖται τοῦ βιασαμένου, ἡ γὰρ ἀξιοῦσα τεθνάναι αὐτὸν ἐρεῖ, ὅτι γε ἀμφοτέραις δώσει δίκην εἰ τεθναίη, εἰ δὲ γήμῃ τὴν ἑτέραν, θάτερον μέρος ἄκυρον ἔσται τοῦ νόμου. πῶς οὖν ἐπὶ τῶν ἄλλων τῶν οὐ φανερὰν ἐχόντων τὴν φύσιν τοῦ κεφαλαίου ἐπιγνῶναι αὐτὸ δυνησόμεθα, ἐπὶ τὴν διάνοιαν ἀναδραμόντας χρὴ λαμβάνειν ἐκ τῆς περὶ αὐτῆς ἐξετάσεως τὸ περὶ οὗ ἡμῖν ὁ λόγος κεφάλαιον, ὡς ἐπὶ τοῦ ἀποκηρύκτου· ἐξετάζων γὰρ τὴν διάνοιαν ὁ φεύγων, ἐρεῖ ὡς τότε λέγει ὁ νόμος εἴργεσθαι τῶν πατρῴων τὸν ἀποκήρυκτον, ὅταν ὡς κληρονομήσων τῆς οὐσίας ἀντέχηται· οὐχ ὅταν ὡς ἀλλότριος καὶ μηδὲν προσήκων· εἶτα ἐντεῦθεν λαμβάνει χώραν τὸ περιεχόμενον, ὡς εἰ μὲν λάβοι τὴν ναῦν, ἑκάτερος φυλαχθήσεται τῶν νόμων, καὶ ὁ κύριον ποιῶν τὸν ἐπιμείναντα, καὶ ὁ τῶν ἀποκηρύκτων· οὐ γὰρ ὡς κληρονομήσων κατὰ τοὺς περὶ τῶν παίδων νόμους πρόσειμι τῇ νηῒ, εἰ δέ με ἀποστεροίητε, ὁ περὶ τῶν ἐναπομεινάντων λυθήσεται. ἐπιχειρήσει δὲ καὶ ὁ διώκων ἐκ τοῦ ἐναντίου ἐκ τῆς ἑαυτοῦ διανοίας· ἐλέγομεν γὰρ ἑκάτερον χρῆσθαι διανοίᾳ.

`7.654`

ιϛʹ. Ὁ βίαιος ὅρος βιαιοτέραν ἔχει τὴν κατασκευὴν ἀνατροπὴν ἔχων τοῦ προκειμένου, κοινὸς δέ ἐστιν ἀμφοῖν· βιάσεται γὰρ ἑκάτερος, ὁ μὲν οὐ τοῦ πατρὸς εἶναι τὴν ναῦν, ἀλλὰ τοῦ κλύδωνος καὶ τῆς θαλάσσης, ὁ δὲ τοὐναντίον ἀγωνιεῖται τοῦ πατρὸς εἶναι, καὶ οὐδενὸς ἑτέρου δεικνύναι· καὶ ὅτι δεινότερόν ἐστι τοῦ ὡς πατρικῶν ἀντιποιεῖσθαι.

ιζʹ. Ὁ βίαιος ὅρος ὃν τρόπον ἐπὶ τῶν ἀντιθετικῶν λαμβάνεται, ὅτι οὐδὲ ἀδίκημα ἢ ὅτι οὐδὲ εὐεργέτημα, τὸν αὐτὸν κἀνταῦθα, ὅτι οὐδὲ τοῦ πατρός ἐστιν ἡ ναῦς, ἀλλὰ τοῦ κλύδωνος· ἢ τοὐναντίον, ὅτι τοῦ πατρὸς καὶ οὐχ ἑτέρου γε οὐδενός.

ιηʹ. Ὅταν ἡ ὑπόθεσις ἡμῖν διδῷ παραλαβεῖν θέσιν, ἤ τι ἕτερον τῶν ἑξῆς κεφαλαίων, χρησόμεθα, φησὶν, αὐτοῖς καθάπερ ἐν τοῖς ἀντιθετικοῖς.

ιθʹ. Ἐπὶ τούτοις, φησὶν, ἡ θέσις ἀκολουθεῖ, καὶ ἡ μετάληψις καὶ ἀντίληψις, ὡς ἐν ταῖς ἄλλαις ζητήσεσιν, ἂν ἄρα ἐμπέσοι.

Τῇ μεταλήψει ταὐτὸν τὸ πρός τι ἀκολουθεῖ, ἑκατέρου ἐξετάζοντος, ποῖον νόμον τῶν δύο δεῖ παραβαίνειν, καὶ ἑκατέρου πειρωμένου δεικνύναι κατὰ τὰς παραδεδομένας ὑπὸ τοῦ τεχνικοῦ μεθόδους παραβῆναι τὸν αὐτῷ συμμαχοῦντα νόμον δεινότερον.

`7.655`

Μετὰ τὸ πρὸς τί ἐστι κεφάλαιον τὸ περιέχον καὶ περιεχόμενον· τοῦτο δʼ ἐξ ἑνὸς μέρους ἐμπίπτει· οὐχ ὡρισμένως, ἀλλὰ πῆ μὲν ἔνθεν, πῆ δʼ ἐκεῖθεν. Γρ. ποῖον τὸ περιέχον καὶ ποῖον τὸ περιεχόμενον; Ἐπὶ τοῦ ὑποκειμένου παραδείγματος οὐκ ἔχων αὐτοῦ δεῖξαι τὴν φύσιν, ἐφʼ ἕτερον μετέβη παράδειγμα· ἐν τούτῳ γὰρ ἡ τὸν θάνατον αἰτοῦσα τοῦ βιασαμένου ἔχει τὸ περιέχον καὶ τὸ περιεχόμενον· ἐρεῖ γὰρ, ὅτι ἐν τῷ θανάτῳ περιλαμβάνεται καὶ ἡ ὑπέρ σου τιμωρία.

ΓΕΩΡΓΙΟΥ εἰς τὴν ἀντινομίαν.

`7.656–7.665`

Μετὰ τὸ ῥητὸν καὶ διάνοιαν μέτεισιν ὁ τεχνικὸς ἐπὶ τὴν ἀντινομίαν, καὶ πρῶτόν γε ψιλὴν παραδοὺς τὴν ἀπαρίθμησιν τῶν κεφαλαίων καθʼ ἓν ἕκαστον τῶν κεφαλαίων ἐργάζεται· εἰσὶ δὲ τὰ κεφάλαια ταῦτα, προβολὴ ῥητοῦ, διάνοια, ἑτέρα προβολὴ ῥητοῦ, καὶ πάλιν ἑτέρα διάνοια, εἶτα ἕπεται τὸ μὴ προσδιωρίσθαι, καὶ ἡ ἑτέρα διάνοια τοῦ νομοθέτου καὶ ὁ συλλογισμὸς καὶ ὁ πρὸς αὐτὸν ὅρος. ἰσάζειν δέ πως δοκεῖ ταῦτα, ἐπʼ ἀμφοῖν τοῖν μεροῖν παραπλησίως λέγεσθαι δυνάμενα. τὰ μέντοι μετὰ ταῦτα κεφάλαι, δηλαδή ἐστιν ἀντίθεσις, μετάληψις, πρός τι, ὅρος βίαιος, ἑτέρα μετάληψις, εἶτα ποιότης καὶ γνώμη. ταῦτα μέν εἰσι τὰ κεφάλαι. φέρε δὲ πρὸ τῆς κατὰ μέρος αὐτῶν ἐξετάσεως προλάβωμεν ταῦτα, καὶ πρῶτόν γε περὶ τῆς τάξεως ζητήσωμεν. τί γὰρ δήποτε, φασὶν, ἐν μὲν τῇ μεθόδῳ μετὰ τὸ ῥητὸν καὶ τὴν διάνοιαν ἔταττεν ὁ τεχνικὸς τὸν συλλογισμὸν πρὸ τῆς ἀντινομίας, ἐνταῦθα δὲ τοὐναντίον ἐποίησε πρὸ τοῦ συλλογισμοῦ τάξας δευτέραν τὴν ἀντινομίαν· περὶ γὰρ τῆς ἀμφιβολίας εἴρηται, ὡς τελευταία τέτακται εἰκότως· λέγομεν δὲ πρὸς τοῦτο, ὅτι ἐκεῖσε μὲν μεθοδικῶς προετέτακτο τῆς ἀντινομίας ὁ συλλογισμὸς, μετὰ τὸ ῥητὸν καὶ διάνοιαν τεταγμένος εὐλόγως. ἄμφω γὰρ περὶ ἓν εἰλεῖται ῥητὸν, ὅ τε συλλογισμὸς καὶ τὸ ῥητὸν καὶ διάνοια· ἡ δὲ ἀντινομία περὶ πλείονα ῥητὰ καταγίνεται, ὡς καὶ αὐτὸ τοὔνομα δηλοῖ· ἀντινομία γὰρ καλεῖται· ἐχρῆν οὖν δεύτερον εἶναι τὸν συλλογισμὸν μετὰ τὸ ῥητὸν καὶ διάνοιαν, ὡς καὶ αὐτὸν περὶ ἓν καταγινόμενον ῥητόν. οὕτως μὲν ἐν τῇ μεθόδῳ προέταξε τὸν συλλογισμὸν τῆς ἀντινομίας· ἐνταῦθα δὲ τοὐναντίον ἐποίησε μετὰ τὸ ῥητὸν καὶ διάνοιαν τάξας τὴν ἀντινομίαν, διαιρετικαῖς μεθόδοις. ἐπειδὴ γὰρ τῇ αὐτῇ ἄμφω διαιρέσει κέχρηνται τῶν κεφαλαίων, τὰ γὰρ αὐτὰ ἐμπίπτουσιν ἐν ταῖς δύο στάσεσι κεφάλαια, ἀλλʼ ἐν τῇ ἀντινομίᾳ διπλᾶ, εἰκότως ἐφεξῆς εἰσι τεταγμέναι ἀλλήλαις, ἐχρῆν γὰρ ἐναύλου τῆς μνήμης οὔσης τῶν κεφαλαίων εὐθὺς ἐπιφέρεσθαι τὴν τὰ αὐτὰ ἔχουσαν κεφάλαια. καὶ ταῦτα μὲν περὶ τῆς τάξεως· καὶ δέδεικται, ὅτι εὐλόγως ἐνταῦθα μετὰ τὸ ῥητὸν καὶ τὴν διάνοιάν ἐστιν, ἀκόλουθον δὲ λοιπὸν κἀκεῖνο ζητῆσαι· φασὶ γάρ τινες, ὅτι αὐτὸς ἔφη ὁ τεχνικὸς, ὅτι ἡ ἀντινομία ἔστι μὲν οἷον διπλοῦν ῥητὸν καὶ διάνοια. ἐχρῆν οὖν διπλοῦν αὐτὸ εἰπεῖν εἶδος ῥητοῦ καὶ διανοίας, καὶ μὴ διαχωρίζειν καὶ ἰδικὴν λέγειν τάξιν. οὐ γὰρ τὰ διπλᾶ εἴδη ἑτέραν λέγομεν στάσιν, ἀλλὰ τὴν αὐτήν· τοιαύτης οὔσης τῆς ζητήσεως ἐπιλυόμενοί τινες λέγουσιν, ὅτι οὐ δύναται διπλοῦν εἶδος εἶναι ῥητοῦ καὶ διανοίας, τὰ γὰρ διπλᾶ εἴδη τὴν τῶν ἁπλῶν δέχονται διαίρεσιν, διπλοῖς προσχρώμενα τοῖς κεφαλαίοις, καὶ οὐδέποτε ξένον τι προσλαμβάνει κεφάλαιον, ὃ μὴ ἔγκειται ἐν τῷ ἁπλῷ εἴδει· ἐνταῦθα δὲ τῇ ἀντινομίᾳ ἰδικὸν ἐνέπεσε κεφάλαιον τὸ περιέχον καὶ τὸ περιεχόμενον, ὅπερ οὐκ ἔχει τὸ ῥητὸν καὶ διάνοια. οὐκ ἄρα οὖν διπλοῦν ἔσται εἶδος ἡ ἀντινομία ῥητοῦ καὶ διανοίας, ἀλλὰ τοῦτό γε οὐκ ἰσχυρόν. εὑρίσκομεν γὰρ ἐν τοῖς ῥητοῖς ζητήμασιν ἰδιάζοντα πολλάκις κεφάλαια, ὥσπερ ἐν τῷ κατὰ σύλληψιν ὅρῳ τὸ συλληπτικὸν ἐμπέπτωκεν· ὅπερ οὐκ ἔστιν ἐν τοῖς ἄλλοις εἴδεσιν· ἄμεινον οὖν ἀποδεῖξαι μᾶλλον, ὡς οὐκ ἔστι διπλοῦν εἶδος ἀντινομία ῥητοῦ καὶ διανοίας· καὶ ἔστιν ἡ ἀπόδειξις αὕτη· τὰ ὑπὸ τὴν αὐτὴν στάσιν τελοῦντα εἴδη τὸν αὐτῆς ἐπιδέχονται ὁρισμὸν, ἐπεὶ καὶ ἐν στοχασμῷ πᾶν εἶδος, ἁπλοῦν τέ φημι καὶ διπλοῦν ἀδήλου πράγματός ἐστιν ἔλεγχος οὐσιώδης, καὶ ἐν ὅρῳ ὁμοίως πᾶν εἶδος τὸν αὐτοῦ ἐπιδέχεται ὁρισμόν· ἐνταῦθα δὲ οὐ τὸν αὐτὸν ἐπιδέχεται ὁρισμὸν ἀντινομία τέ φημι καὶ ῥητὸν καὶ διάνοια· οὐκ ἄρα οὖν μιᾶς εἰσι στάσεως εἴδη. εἰ δὲ καὶ ἦν ἡ ἀντινομία διπλοῦν εἶδος ῥητοῦ καὶ διανοίας, ἔδει τὸν ἕνα κεχρῆσθαι τοῖς δύο ῥητοῖς, καὶ τὸν ἕτερον ταῖς δύο διανοίαις. τοῦτο γὰρ ῥητοῦ καὶ διανοίας ἴδιον, τὸ τὸν μὲν κεχρῆσθαι τῷ ῥητῷ, τὸν δὲ ἕτερον τῇ διανοίᾳ· καὶ οὐκ ἂν εὕροι τις τὸν αὐτὸν ἔχοντα καὶ ῥητὸν καὶ διάνοιαν, ἐνταῦθα δὲ ἐν τῇ ἀντινομίᾳ τοῦτό ἐστιν· ἑκάτερος γὰρ αὐτῶν καὶ ῥητὸν ἔχει καὶ διάνοιαν· οὐκ ἄρα οὖν τὰ ἴδια φυλάττει ῥητοῦ καὶ διανοίας ἡ ἀντινομία, καὶ αὕτη πρώτη ἡ ἀπόδειξις· δευτέρα δὲ ἡ καὶ μᾶλλον ἀμείνων αὕτη· ἐν τῷ ῥητῷ καὶ τῇ διανοίᾳ παραβαίνεται μὲν ῥητὸν, οὐ κυροῦται δέ που καὶ ἕτερον· ἐν δὲ τῇ ἀντινομίᾳ καὶ παραβαίνεται ῥητὸν καὶ ἕτερον κυροῦται· παραβαίνομεν γὰρ τὸ ἓν τῶν ῥητῶν, ἵνα κυρώσωμεν τὸ ἕτερον. οὐκ ἄρα τῆς αὐτῆς ἔχονται φύσεως αὗται αἱ στάσεις, ἀλλὰ ταῦτά γε προλαβόντες, φέρε δὴ λοιπὸν ἐπὶ τὴν κατὰ μέρος ἐξέτασιν τῶν κεφαλαίων χωρήσωμεν· δεῖ τοίνυν γινώσκειν, ὅτι ἐπὶ τούτου ποιεῖται ὁ τεχνικὸς τοῦ προβλήματος τὴν τῶν κεφαλαίων ἐξέτασιν, οἷον ἀποκήρυκτος ἐπιμείνας πατρῴᾳ νηῒ κωλύεται δεσπόζειν αὐτῆς. ἤδη δὲ περὶ τούτου τοῦ προβλήματος κἀν τῇ μεθόδῳ εἴρηται ἡμῖν, ὅτι οὐκ ἔστι καθαρᾶς ἀντινομίας τὸ πρόβλημα, ἀλλʼ ἔστι μᾶλλον πραγματικῆς κατὰ ἀντινομίαν. ζητοῦμεν γὰρ, ποῖον χρὴ παραβῆναι ῥητὸν, ἀλλʼ ὅμως αὐτὸς ὡς καθαρᾶς αὐτὸ παράγει ἀντινομίας· φησὶ δὲ, ὅτι ἡ προβολὴ τοῦ ῥητοῦ προηγεῖται, ἀποκηρύκτῳ ὄντι σοι οὐ μέτεστιν τῶν πατρῴων· τοιαύτης οὔσης τῆς προβολῆς ὁ ἕτερος ἐπάγει τὴν διάνοιαν, καὶ ἔστι διπλῆ, αὐτοῦ τε τοῦ πεποιηκότος, διʼ ἣν ἐποίησε διάνοιαν, καὶ τοῦ ῥητοῦ, ποίαν ἄρα διάνοιαν ἔχει τὸ ῥητόν· ἡ μὲν οὖν τοῦ ῥητοῦ διάνοια τοιαύτη ἐστίν. τότε δή που λέγει ὁ νόμος εἴργεσθαι τὸν ἀποκήρυκτον τῶν πατρῴων, ὅταν κληρονομεῖν ἀξιοῖ, ὅταν ἐπιδικάζηται τῶν τοῦ πατρὸς κατὰ τοὺς περὶ τῶν παίδων νόμους, εἶτα λοιπὸν τὴν οἰκείαν ἐπάγει διάνοιαν, ἐγὼ δὲ οὐχ ὡς κληρονόμος ἀντιποιοῦμαι τῶν πατρῴων, ἀλλʼ ὡς ἀλλότριος· πράξας δὲ τὰ ὑπὸ τοῦ νόμου διηγορευμένα, ἐξῆς λοιπὸν τῆς οἰκείας διανοίας εἰσβάλλει εἰς τὴν προβολὴν τοῦ οἰκείου καὶ αὐτὸς ῥητοῦ· οἷον σαφῶς ὁ νόμος βοᾷ, τὸν ἐπιμείναντα χειμαζομένῃ νηῒ δεσπότην αὐτῆς εἶναι. πρὸς ταύτην δὲ πάλιν τὴν δευτέραν προβολὴν τοῦ ἑτέρου ῥητοῦ ἕπεται διάνοια ἄλλη· ἀλλὰ τηνικαῦτα δίδωσιν, ὅταν μὴ πατρῷον ᾖ τὸ κτῆμα, ὅταν ἀλλότριον, ὅταν μὴ ἀποκήρυκτός τις ᾖ, ὅταν μὴ νόμῳ εἰργόμενος· χρὴ δὲ γινώσκειν, ὅτι ἐνταῦθα οὐκέτι διττὴ ἐξετασθήσεται διάνοια, τοῦ τε προσώπου φημὶ καὶ τοῦ νόμου, ἀλλὰ μόνην τὴν τοῦ ῥητοῦ διάνοιαν ἐξετάσει ὁ κατήγορος, αὐτῷ γὰρ οὐδὲν πέπρακται, ἵνα καὶ τὴν οἰκείαν ἐξετάσῃ διάνοιαν, μεθʼ ἧς ἔπραξε, καὶ οὐκ ἀπορήσειέ τις λέγων, ὅτι ἑτερορρεπὲς εὑρεθήσεται τὸ πρόβλημα· εἴγε ὁ φεύγων διπλῇ χρήσεται τῇ διανοίᾳ, ὁ δὲ διώκων οὐκέτι. λέγομεν γὰρ πρὸς τοῦτο, ὅτι ἀναγκαίως ὁ φεύγων διττὴν ἔχει διάνοιαν, δύο γὰρ εἶχε καὶ ἀντικείμενα, τό τε ῥητὸν τὸ ὑπὸ τοῦ κατηγόρου κατʼ αὐτοῦ προβαλλόμενον, καὶ τὸ ὑφʼ αὑτοῦ πεπραγμένον δοκοῦν παράνομον εἶναι· διὰ τοῦτο οὖν πρὸς τὰ δύο ἠναγκάσθη ἐξετάσαι διάνοιαν. ὁ μέντοι κατήγορος ἕν τι καὶ μόνον ἔχει κατʼ αὐτοῦ, φημὶ δὲ τὸ ὑπὸ τοῦ φεύγοντος προβαλλόμενον ῥητόν· εὐλόγως ἄρα καὶ μιᾷ διανοίᾳ ἐκέχρητο. τοσαῦτα περὶ τῆς διανοίας ἔχομεν εἰπεῖν· μετὰ ταῦτα δὲ ἐπὶ τὸ ἀπροσδιόριστον ἰτέον, καὶ χρὴ γινώσκειν, ὅτι ἐξέλιπεν ἐνταῦθα· ἐξισάζει γὰρ ἑκατέρου τὸ αὐτὸ εὐποροῦντος εἰπεῖν· οἷον δεῖ τὸν ἐπιμείναντα νηῒ δεσπότην αὐτῆς εἶναι, εἰ μὴ πατρῴα ᾖ καὶ τύχῃ ὁ ἐπιμείνας ἀποκήρυκτος. ὁ δὲ πρὸς τοῦτο λέξει, ὡς οὐδὲν τοιοῦτον προσδιώρισεν ὁ νόμος, ἐξισάζει οὖν διὰ τοῦτο καὶ ἐκλείπει. καὶ ἐκλείποντος αὐτοῦ δηλονότι, καὶ τὰ πρὸς αὐτὸ συνεκλείπει κεφάλαια, ὁ συλλογισμός φημι καὶ ὁ ὅρος. ἡ γὰρ γνώμη τοῦ νομοθέτου ἐν τῇ ἀντινομίᾳ οὐχ ὥσπερ ἐν ῥητῷ καὶ διανοίᾳ πρὸς τὸ ἀπροσδιόριστον φέρεται, ἀλλὰ πρὸς αὐτὸ τὸ ῥητόν· διόπερ καὶ ὁ τεχνικὸς ἐν μὲν τῇ ἁπλῶς ἀπαριθμήσει τῶν κεφαλαίων, μετὰ τὸ ἀπροσδιόριστον αὐτὴν ἔταξεν, ἐν δὲ τῇ ἐργασίᾳ μετὰ τὸν ὅρον αὐτὴν ἐπήγαγε, τουτέστι μετὰ τὰ ἐκλείποντα κεφάλαια· ἰστέον δὲ, ὅτι χρησόμεθα τῷ ἀπροσδιορίστῳ, ἡνίκα μὴ ἐξισάζει· δύναται γὰρ ἐν ἐνίοις μὴ ἐξισάζειν· καὶ γίνεται τὸ τοιοῦτον διχόθεν, ἀπό τε τῆς φύσεως μὲν, εἴπερ εὐπορήσει ἑκάτερος αὐτῶν ἐπιχειρῆσαι διαφόρως καὶ δεῖξαι, ὅτι ὁ αὐτοῦ μὲν νόμος σαφὴς, ὁ δὲ τοῦ ἑτέρου ἀσαφέστερος, τοῦτο δὲ ποιεῖν ἑκάτερος ἀντεπιχειρήσει, ὅ τε κατήγορός φημι καὶ ὁ φεύγων· χρήσεως δὲ, εἰ ἐπιχειρήσει πάλιν ἑκάτερος ἀποδεῖξαι, ὅτι τῷ αὐτοῦ πλεῖστοι ἐχρήσαντο, καὶ τὴν ἐξήγησιν ἐδείξαντο ὡς αὐτός· εἰ οὕτως ἐπιχειρεῖν εὐποροῖεν, ἐμπεσεῖται τὸ ἀπροσδιόριστον, ἅτε δὴ μηκέτι ἐξισάζον, καὶ αὐτοῦ ἐμπίπτοντος δῆλον, ὅτι καὶ τὰ πρὸς αὐτὸ ἐμπεσεῖται κεφάλαια, συλλογισμός τέ φημι καὶ ὅρος· χρὴ δὲ καὶ τοῦτο γινώσκειν, ὃ καὶ αὐτὸς ἐπεσημήνατο ὁ τεχνικὸς, ὅτι δυσχερῶς μὲν ἤτοι σπανίως ἐμπίπτει τὸ ἀπροσδιόριστον· ὅμως εἰ χρήσεται αὐτῷ ὁ εἷς, πάντως καὶ ὁ ἕτερος χρήσεται. οὕτως γὰρ ἔφη ὁ τεχνικός· εἶτά ἐστι τὸ μὴ προσδιωρίσθαι, ᾧ ὁπότερος ἂν χρήσηται, καὶ τῷ ἑτέρῳ ἐστὶ χρήσασθαι, καὶ ἰσάζει. Τάχα δʼ ἄν τις αὐτὸ καὶ μεθοδεύσειε διαιρῶν, ἡ δὲ μέθοδός ἐστιν, ἣν προείπομεν, ἀπό τε τῆς φύσεως καὶ τῆς χρήσεως· ὡς οὖν προείρηται, καὶ ὁ συλλογισμὸς καὶ ὁ πρὸς αὐτὸν ὅρος ἐξισάζει. μετὰ τὸν ὅρον τοίνυν ἐστὶν ἡ ἑτέρα διάνοια, ἥ τίς ἐστι, φησὶ, γνώμη τοῦ νομοθέτου, καὶ ἐξετασθήσεται διαφόρως ὑφʼ ἑκατέρου μέρους ἐπʼ ἀμφοῖν τοῖν νόμοιν· δύο γάρ εἰσι νόμοι, καὶ ἐξετάζεται εἷς ἕκαστος αὐτῶν ὑφʼ ἑκατέρου· ἡ γνώμη τοῦ νομοθέτου. οἷον διατί τὸν ἀποκήρυκτον εἴργει ὁ νομοθέτης τῶν πατρῴων. ὁ μὲν διώκων ἐρεῖ νομίσας οὐκ ἄξιον εἶναι τὸν ἀπηχθημένον τῷ πατρὶ τῷ ἐκείνου τινὸς μετέχειν· ὁ δὲ φεύγων οὔ· ἀλλʼ ἵνα καὶ καθʼ ἑαυτοὺς πονοῦντες καὶ παραβαλλόμενοι τοῖς κινδύνοις κτᾶσθαί τι ἀναγκάζωνται. καὶ τὴν βλακείαν, διʼ ἣν ἀπεκηρύχθησαν, καὶ τὴν τρυφὴν ἀπόθωνται· ὃ νῦν ἐγὼ πεποίηκα ἐπιμείνας τῇ νηΐ· πάλιν διατί δίδωσιν ὁ νόμος τῷ ἐπιμείναντι τὴν ναῦν· ὁ μὲν φεύγων οὕτως, ἵνα διακαρτεροῖεν πρὸς τοὺς κινδύνους οἱ ἐμπλέοντες ἢ ὅ τι ἂν εὑρίσκωσιν ἀμφότεροι· ὁ δὲ κατήγορος μᾶλλον ἐξετάσει τὴν γνώμην τοῦ νομοθέτου· προσέταξε γὰρ, φησὶ, τὸν ἐπιμείναντα ἔχειν τὴν ναῦν, οὐ πρὸς κέρδος τοῦ ἐπιμένοντος καὶ σώζοντος ἀφορῶν, ἀλλὰ τὴν ὠφέλειαν τῆς πόλεως λογιζόμενος, ὡς εἴπερ οἱ πολῖται εὐποροῖεν ὁλκάδων, ἡ πόλις εὐεργετεῖται, εὐετηρίαν γὰρ ἐκ τούτου καρποῦται ἐμπορευομένων. οὕτως τοίνυν ἡ γνώμη τοῦ νομοθέτου ἐξετασθήσεται ἑφʼ ἑκατέρου· μετὰ τὴν γνώμην τοῦ νομοθέτου ἕπεται ἡ ἀντίθεσις διπλῆ οὖσα παρʼ ἀμφοῖν, καὶ ἔστιν ἡ μὲν ἀντιστατικὴ, ἡ δὲ ἀντεγκληματικὴ, ἡ μὲν γὰρ ἀπὸ τοῦ κατηγόρου ἀντεγκληματική ἐστιν, οἷον ἀλλʼ ἀποκήρυκτος εἶ, καὶ ἄξιος εἶ ἀποστερεῖσθαι τῆς νεὼς, καὶ καταδρομῇ ἐνταῦθα χρησόμεθα τοπικῇ, κοινὸν ἐργαζόμενοι τόπον κατὰ τῶν ἀποκηρύκτων· ἡ δὲ ἀπὸ τοῦ φεύγοντος ἀντιστατική πώς ἐστιν· ἀλλʼ ἐπέμεινα τῇ νηῒ καὶ διέσωσά γε αὐτήν· καὶ αὐτὸς μὲν ἔφη ὁ τεχνικός· καὶ ἔστιν οἷον ἀντιστατικὸν ἐνταῦθα καὶ ἔκφρασις τῶν περὶ τὸν χειμῶνα· καὶ λέγουσί τινες, ὅτι ἀσφαλέστερον εἶπεν, οἷον ἀντιστατικόν τι· οὐ γάρ ἐστιν ἐνταῦθα κυρίως ἀντίστασις, ἐπειδὴ αὐτοῦ ἐστι τοῦ πεποιηκότος μόνον ὠφέλεια καὶ οὐ κοινῶς τῆς πόλεως, ὅπερ ἔχει ἡ ἀντίστασις. λέγομεν δὲ ἡμεῖς, ὃ καὶ φθάσαντες εἴπομεν, ὡς ὅτι τὸ γεγονὸς νῦν ὑπὲρ τῆς πόλεώς ἐστιν, εὐπορήσει γὰρ ὁλκάδων ἡ πόλις, ἐξ ὧν οὐδέπω τῶν ἀναγκαίων ἐν σπάνει γενήσεται, ὥστε πάλιν κυρίως ἔσται ἀντίστασις. Καὶ οὕτως μὲν γίνεται ἡ ἀντίθεσις, εἶτα μετὰ ταύτην ἐστὶ πάλιν ἡ μετάληψις διπλῆ, καὶ ἡ μὲν ἀπὸ τοῦ φεύγοντος μεταληπτική ἐστιν ἀπὸ τοῦ χρόνου, ὅτι οὐδὲν μᾶλλον δικαίως ἂν εἰργοίμην τῆς νεὼς, εἰ καὶ τοιοῦτος εἴην, οὐ γὰρ νῦν καιρὸς ταῦτα κατηγορεῖν, ἡ δὲ ἀπὸ τοῦ κατηγόρου μεταληπτική ἐστιν ἀπὸ τρόπου, οἷον ἐπὶ ἑτέροις χρὴ ἀνδρίζεσθαι καὶ οὐκ ἐπὶ τοιούτοις· μετὰ τὴν μετάληψιν ἕπεται τὸ πρός τι, γίνεται δὲ κἀνταῦθα, ὡς ἐν ταῖς ἀντιθετικαῖς· ἀντεξετάζουσι γὰρ τὰ δύο ῥητὰ, πότερον βέλτιον φυλάξαι τῶν νόμων· γίνεται δὲ ἡ ἀντεξέτασις ἀπὸ ἑπτά τινων, ὧν πέντε ἡμῖν ὁ τεχνικὸς ἐν τῷ κειμένῳ ἐπεσημήνατο· εἰσὶ δὲ ταῦτα ἀπὸ χρόνου, οἷον ὁ ἡμέτερος νόμος ἀρχαῖός ἐστι καὶ παλαιὸς, ὁ δὲ νέος, προκριτέα δὲ τῶν νέων τὰ παλαιά· ἀπὸ προσώπου, ὅτι ὁ ἡμέτερος Σόλωνός ἐστιν, ἂν οὕτω τύχῃ, ὁ δὲ σὸς Λεπτίνου ἢ τοῦ δεῖνος· τρίτον ἀπὸ ποσότητος, ὅτι ὁ μὲν περὶ κοινῶν ἐστι πραγμάτων, ὁ δὲ περὶ ἰδικῶν. τέταρτον ἀπὸ πηλικότητος, ὅτι ὁ μὲν περὶ μεγίστων ἐστι πραγμάτων, ὁ δὲ περὶ μικρῶν καὶ τῶν τυχόντων· πέμπτον ἐστὶ τὸ ἐκ τοῦ ἀποβησομένου, ὅτι μὲν τούτου λυθέντος μεγάλα ἡ πόλις βλαβήσεται, εἰ δὲ ὁ ἕτερος λυθείη, μικρὰ ἢ οὐδὲν ἢ πόλις βλαβήσεται, καὶ ταῦτα μέν εἰσι τὰ πέντε, ὧν μέμνηται καὶ ὁ τεχνικός. ἔτι δὲ ἕκτον ἐστὶ τὸ ἀπὸ αἰτίας, ἡνίκα φαμὲν, ὅτι διὰ τίνα οὗτος ἐτέθη αἰτίαν, ἵνα ἐπανορθώσηται τὰ τῆς πόλεως ἐν δυστυχίᾳ ὑπάρχοντα πράγματα· ὡς καὶ Δημοσθένης, ὁρῶν γὰρ τὸ ναυτικὸν ὑμῶν διαφθειρόμενον ἔθηκα νόμον τόνδε. τὴν γὰρ αἰτίαν λέγει, μεθʼ ἧς ἐτέθη. ἕβδομόν ἐστιν ἀπὸ τοῦ πλήθους τῶν κεχρημένων, ὅτε φαμὲν, ὅτι τούτῳ μὲν πλεῖστοι κέχρηνται, ἐκείνῳ δὲ ὀλίγοι· ταῦτα μέν εἰσι τὰ ἑπτά. χρὴ δὲ γινώσκειν, ὅτι οὐ πάντως ἐκ πάντων, ἀλλʼ ἐξ ὧν εὐπορήσει τὸ οἰκεῖον, συστήσει τὸ ῥητόν. ἐπὶ τούτοις ἐστὶ μετὰ τὸ πρός τι καὶ τὸ ἰδικὸν μᾶλλον ἀντινομίας κεφάλαιον, τὸ περιέχον τε καὶ περιεχόμενον, περὶ οὗ τοῖς ἐξηγηταῖς τέσσαρα ἐζητήθη κεφάλαια· καὶ ἔστι πρῶτον περὶ τῆς τάξεως, εἴπερ ἰδικόν ἐστι, φασὶ, τὸ κεφάλαιον, τί μὴ προτέτακται πάντων τῶν κοινῶν, προτάττειν γὰρ δεῖ τὰ ἰδικὰ τῶν κοινῶν; καὶ λέγομεν πρὸς τοῦτο, ὅτι οὐχ ἁπλῶς πρὸς τὸ κοινὸν δεῖ προσέχειν καὶ ἰδικὸν, ἀλλὰ πρὸς τὸ πιθανὸν καὶ ἀκόλουθον. εἰ γὰρ ἀκριβῶς σκοπήσειέ τις, εὑρήσει ὅτι ἀναγκαίως μετὰ τὰ πρός τι τουτὶ τέτακται τὸ κεφάλαιον. τῆς γὰρ τῶν ῥητῶν ὑφʼ ἑκάτερον γενομένης συστάσεως, ἀπορία τις ἦν παρὰ τοῖς δικασταῖς, ποῖον ἄρα προτιμήσουσιν, ἑώρων γὰρ ὥσπερ ἀμφοτέρους τοὺς νόμους εὖ ἔχοντας, καὶ πότερον αὐτῶν παραβαίνειν χρὴ, οὐκ ᾔδεσαν· τούτου δὴ χάριν εὐθὺς ἐπιφέρεται τὸ περιέχον καὶ περιεχόμενον, ἑκατέρου λέγοντος, μηδὲν εὐλαβεῖσθε, ὦ δικασταὶ, τὸν ἐμὸν κυροῦντες νόμον καὶ τὸ τούτου φυλάξατε βέβαιον. εἰ γὰρ τὸν ἐκείνου μᾶλλον κυρώσετε, πάντως τὸν ἐμὸν παραβαίνετε, εὐλόγως ἄρα μετὰ τὸ πρός τι ἐπηνέχθη τὸ ἰδικὸν τῆς ἀντινομίας κεφάλαιον· δεύτερον δὲ περὶ τοῦ αὐτοῦ ἐστι κεφαλαίου· τί βούλεται τὸ παρὰ τῷ τεχνικῷ εἰρημένον δηλοῦν, ἰδικὸν μᾶλλον· ἔφη γὰρ καὶ τὸ ἰδικὸν μᾶλλον τῆς ἀντινομίας κεφάλαιον. ἄρα ὡς καὶ τῶν ἄλλων αὐτῆς κεφαλαίων ἰδικῶν ὄντων, τούτου δὲ μᾶλλον· καὶ μὴν καὶ τὰ ἄλλα κοινά εἰσι, καὶ ῥητοῦ γὰρ καὶ διανοίας πάντα τυγχάνουσιν. λέγομεν οὖν, ὅτι καὶ τὰ κοινὰ ὡς ἔν τινι ὄντα ὥσπερ ἰδικὰ αὐτοῦ γίνεται. ὥστε οὖν καὶ τὰ ἄλλα κεφάλαια, εἰ καὶ ἐν ἑτέρᾳ τυγχάνουσι στάσει, ἀλλʼ οὖν γε καὶ τῆς ἀντινομίας ἰδικὰ ὑπάρχουσιν. ἀλλʼ ἐν ἰδικοῖς ἐστι μᾶλλον ἰδικὸν τὸ περιέχον καὶ περιεχόμενον, ἐπειδὴ μόνης ἐστὶν ἀντινομίας· καλῶς ἄρα ἔφη ὁ τεχνικὸς ἰδικὸν μᾶλλον. Τρίτον ἐστὶ κεφάλαιον τοῦτο· τὸ ἰδικὸν, φασὶ, τῆς ἀντινομίας κεφάλαιον κινδυνεύει τὴν ἀντινομίαν ἀσύστατον ποιῆσαι, πῶς γὰρ ἔτι ἀλλήλοις ἀντίκεινται οἱ νόμοι, εἴ γε περιέχονται ἀλλήλοις. ἑκάτερος γὰρ τοῦτο ἐπιχειρεῖ τῶν ἀντιδίκων λέγειν, ὅτι εἰ τὸν ἐμὸν κυρώσετε, οὐδὲ τὸν τούτου παραβαίνετε, περιέχεται γὰρ ἐν τῷ ἐμῷ· οὐ συστήσεται οὖν ἡ ἀντινομία ἀναιρουμένης αὐτῆς τῆς φύσεως, φημὶ δὲ τὸ μὴ ἔχειν μαχομένους ἐκ περιστάσεως τοὺς νόμους· λέγομεν δὲ, ὅτι αὗται δικαιολογίαι εἰσὶ πρὸς τὸ λυσιτελοῦν ἑκάστῳ τῶν ἀντιδίκων λεγόμεναι, φημὶ δὲ τὸ λέγειν, ὅτι περιέχεται ὁ νόμος ἐν τῷ ἡμετέρῳ. οὐ χρὴ δὲ ἐκ τῶν δικαιολογιῶν χαρακτηρίζειν τὰς στάσεις, ἐπείτοιγε καὶ τῶν Δημοσθενικῶν λόγων πολλοὺς ἀσυστάτους ποιοῦμεν. εἰ γὰρ καὶ δικαιολογούμενος ἑκάτερος αὐτῶν λέγει περιέχεσθαι τὸν τοῦ ἑτέρου νόμον ἐν τῷ οἰκείῳ, ἀλλʼ οὖν γε οὐδὲν ἧττον ἔμεινεν ἡ φύσις τῆς στάσεως ἔχουσα τοὺς νόμους ἐκ περιστάσεως μαχομένους. Τέταρτόν ἐστι κεφάλαιον, ὅ φησιν ὁ τεχνικὸς, καὶ ἐνταῦθα μὲν χαλεπῶς φαίνεται ἡ φύσις τοῦ κεφαλαίου. ἐπὶ δὲ τοῦ ζητήματος τοῦδε σαφέστερον ἔσται. δύο τις κατὰ ταὐτὸν ἐβιάσατο, καὶ ἡ μὲν γάμον, ἡ δὲ θάνατον αἱρεῖται τοῦ βιασαμένου· ἡ γὰρ ἀξιοῦσα τεθνάναι αὐτὸν αἱρεῖ, ὅτι ἀμφοτέραις δώσει δίκην, εἰ τεθναίη, εἰ δὲ γήμαι τὴν ἑτέραν, θάτερον μέρος ἔσται ἄκυρον τοῦ νόμου. ταῦτα τοῦ τεχνικοῦ εἰρηκότος φασί τινες, ὅτι δῆλον ἡμῖν ποιεῖ ὁ τεχνικὸς, ὅτι τὸ ἰδικὸν καὶ πάντως ὀφεῖλον ἐμπίπτειν κεφάλαιον ἐν ἐνίοις τῶν προβλημάτων ἔστιν ὅτε ἐκλείπει, ἔφη γὰρ ὅτι ἐπὶ τούτου οὐκ ἔστι φανερόν· λέγομεν δὲ πρὸς τοῦτο, ὅτι τῇ ἀληθείᾳ οὐκ ἔστιν ἐνταῦθα φανερόν· πῶς γὰρ ἐρεῖ ὁ ἀποκήρυκτος, ὅτι ὁ σὸς νόμος ἐν τῷ ἐμῷ περιέχεται, καὶ κυρουμένου τοῦ ἡμετέρου, οὔτε ὁ σὸς παραλαμβάνεται. ὅμως μέντοι τοῦτο γινώσκειν δεῖ, ὅτι ἐφʼ ὧν μή ἐστι φανερὸν τὸ περιέχον καὶ περιεχόμενον κεφάλαιον, ἐπʼ ἐκείνων ἐπαναλαμβάνομεν τὴν διάνοιαν τοῦ πεποιηκότος, ὥσπερ ἐπὶ τοῦ προκειμένου προβλήματος οὐχ ὡς κληρονόμος φημὶ τῶν πατρῴων ἀντιποιοῦμαι, ἀλλʼ ὡς ἐπιμείνας χειμαζομένῃ τῇ νηῒ, ὥστε λαμβάνων τὴν ναῦν, οὐδὲ τὸν σὸν παραβαίνω νόμον· μᾶλλον οὖν πιθανώτερον ἐπὶ τῶν τοιούτων ἔσται τὸ κεφάλαιον, ἐπαναλαμβανομένης ἐνταῦθα τῆς διανοίας· μετὰ ταῦτά ἐστιν ὁ βίαιος ὅρος ὑφʼ ἑκατέρου ἐξεταζόμενος· ὁ μὲν γὰρ ἐρεῖ, οὐκ ἦν ὅλως ἔτι τοῦ πατρὸς ἡ ναῦς, ἀλλὰ τοῦ κλύδωνος, ὁ δὲ ἕτερος λέξει· ὅτι τοῦ πατρός ἐστι καὶ οὐχ ἑτέρου τινός· ἡ δὲ θέσις καὶ τὰ ἑξῆς κεφάλαια ὡς ἐν ταῖς ἀντιθετικαῖς ἐξετασθήσεται.

Ἀνεπιγράφου εἰς τὴν ἀντινομίαν.

`7.666`

Αὐτὸ τὸ ὄνομα δείκνυσιν ἡμῖν δύο νόμων μάχην, ἤδη δὲ καὶ πλεόνων καὶ ἑνὸς μεριζομένου καὶ διμεροῦς ὄντος· ἐζήτηται δὲ, πῶς πολιτεία τοιαύτη συνέστηκεν, ἐν ᾗ νόμων ἐστὶ μάχη καὶ ἐναντιότης, λέγομεν δὲ, ὅτι φύσει μὲν οὐκ ἔστιν ἐναντιότης, ἐκ δὲ τῆς περιστάσεως τὸ συμβαῖνον ποιεῖ τὴν μάχην· οἷον νόμος μὴ πωλεῖν τὴν αὐτοῦ ἀσπίδα, καὶ νόμος τὸν πατέρα τελευτήσαντα θάπτειν. ἰδοὺ ἐνταῦθα τὸ γενόμενον πεποίηκε καὶ τὴν ἐναντιότητα· εἰ δὲ μὴ καθʼ ἑαυτοὺς, οὐδὲν ἔχουσιν ἐναντίον· ὁ μὲν γὰρ κελεύει θάπτειν, ὁ δὲ μὴ πωλεῖν, καὶ ἕτερον ζητούμενον λέγει, ὅτι οὐδέν ἐστιν ἀντινομία, ἢ διπλοῦν ῥητὸν καὶ διάνοια. τούτων δύο νόμοι καὶ δύο διαφοραί· διὰ τί μὴ μᾶλλόν ἐστι ῥητοῦ καὶ διανοίας διπλοῦν· καί φαμεν, ὅτι ἐν στοχασμῷ καὶ τοῖς λοιποῖς κἂν ἔχομεν εἶδος διπλοῦν, ἀλλὰ πανταχοῦ τὸ ἴδιον τῆς στάσεως σώζεται· ἐν στοχασμῷ τὸ εἶναι ἄδηλον ἐν ὅρῳ τὸ ἀτελὲς, ἐν ἀντιλήψει ἡ ἐξουσία, ἐν δὲ ῥητῷ καὶ διανοίᾳ καὶ ἀντινομίᾳ οὐκ ἔχομεν τὸ ἴδιον, ἀλλὰ διάφορον· ἴδιον γὰρ ῥητοῦ καὶ διανοίας τὸ παράβασιν ἔχειν πάντως τοῦ ῥητοῦ. ἐν δὲ τῇ ἀντινομίᾳ τοῦτο οὐκ ἔχομεν, ἀλλʼ ἕνα μὲν ἀναιρούμενον, ἕνα δὲ σωζόμενον, καὶ οἷον δὲ διπλοῦν ῥητὸν εἶπεν, ἐπεὶ διαφοράν τινα ἰδίαν ἔχει πρὸς ἐκεῖνο τὸ περιέχον καὶ περιεχόμενον· τούτου γὰρ χάριν ἐκόλασεν αὐτὸ εἰπὼν, οἷον διπλοῦν ῥητὸν καὶ διάνοιαν· καλῶς δὲ εἶπε τοῖς πλείστοις, οὔτε γὰρ πάντα κοινὰ τυγχάνει, ἀλλʼ ἔχει τινὰ διαφορὰν, ἔχει δέ τινα καὶ ἐξισάζοντα, ἅπερ διὰ τὸ ἐξισάζειν ἐλλείπει· ἔχει δὲ ἴδιον κεφάλαιον τὸ καλούμενον περιεχόμενον· ὡς ἐπὶ τοῦ πωλήσαντος τὴν ἀσπίδα, τὸ δὲ «ἀλλʼ ἐπέμεινα τῇ νηῒ» ἀντιστατικὸν μὲν, τὸ δὲ ἀντιστατικὸν ἐνταῦθα οὐ κυρίως· ἐπεὶ αὐτὸ καὶ τὴν ἀδικίαν ὀφείλει ἔχειν φανεράν· ἀλλὰ καὶ τὴν εὐεργεσίαν κοινὴν τῆς πόλεως, ὡς ἐπὶ τοῦ διακόψαντος στρατηγοῦ τὸ τεῖχος, καὶ διὰ τοῦτο νικήσαντος· ἐνταῦθα καὶ τὸ ἀδίκημα εὐτελές· ὅ ἐστιν ἐπιμεῖναι πατρῴᾳ νηῒ, υἱὸς γὰρ καὶ ἀποκήρυκτος, καὶ τὸ εὐεργέτημα οὐ κοινόν· ἰδιωτικὸν γὰρ καὶ εἰς αὐτὸν μόνον ἀνῆκον, τὸ τὴν χειμαζομένην ναῦν κληρονομῆσαι· τοῖς δὲ πρός τι χρησόμεθα διπλοῖς, ὧν τὰ μὲν σύγκρισιν ἕξει τῶν ἀδικημάτων, τὰ δὲ τὸ περιέχον ἐξετάσει καὶ περιεχόμενον, ὡς ἐπὶ τοῦ ἀποφαινομένου τὴν πανοπλίαν καὶ θάψαντος τὸν πατέρα· ἰστέον δὲ, ὅτι ἐπὶ τοῦ ἐπιμείναντος τῇ χειμαζομένῃ νηῒ οὐ κυρίως τὸ τοῦ περιέχοντος καὶ περιεχομένου κεφάλαιον τεθήσεται· ἐπὶ δὲ τοῦ τὰς δύο βιασαμένου κόρας καὶ μάλιστα ἢ ὡς ἐπὶ τοῦ τὴν πανοπλίαν ἀποδομένου καὶ τὸν πατέρα θάψαντος.

`7.667`

Περὶ συλλογισμοῦ.

Ἐζήτηται, διὰ τί εὑρίσκομεν ἐν τῇ νομικῇ ἕνα νόμον καὶ μίαν διάνοιαν· πάλιν δὲ εὑρίσκομεν νόμον, οὐκέτι δὲ τῇ διανοίᾳ λυόμενον· ἀλλὰ τὸ γράμμα ἴσον δείξομεν τῷ ἐγγράφῳ· οἷον νόμος τὸν πόρνον μὴ πολιτεύεσθαι, υἱὸς πόρνου βούλεται πολιτεύεσθαι καὶ κωλύεται· ἰδοὺ δείκνυσι τὸ ἔγγραφον ἔχον τὸ πόρνον, οὐκέτι μέντοι γε τὸν υἱὸν τοῦ πόρνου. Φησὶ δὲ πάλιν ὁμοίως ὁ Μινουκιανὸς, ὅτι ἡ μὲν μετάληψις ἐκ τοῦ κατηγόρου γνωρίζεται, ἀλλὰ καὶ ἔνιοι τῶν συλλογισμῶν· λέγει γὰρ εἶναι τούτων εἴδη ἀπὸ τοῦ ἴσου, ἀπὸ τοῦ ἐλάττονος, ἀπὸ τοῦ μείζονος, ἀπὸ τοῦ ἐναντίου· πόθεν οὖν εἰσόμεθα, ποῖοι ἐκ τοῦ κατηγόρου γνωρίζονται, καὶ ποῖοι ἀπὸ τοῦ φεύγοντος, ἀλλὰ δῆλον, ὅτι πᾶς συλλογισμὸς κατὰ κρίσιν γινόμενος ἀπὸ τοῦ φεύγοντος γίνεται.

`7.668`

βʹ. Ὁ συλλογισμὸς ὠνόμασται μὲν ἀπὸ τοῦ κατὰ φιλοσοφίαν συλλογισμοῦ· ὥσπερ γὰρ ἐκεῖνος διὰ τῶν ἀληθῶν ἀποδείξεων κατασκευάζει τὸ ζητούμενον, οὕτω καὶ οὗτος διὰ τῶν πιθανῶν λόγων εἰς ταὐτὸν ἄγει τὸ ἄγραφον τῷ ἐγγράφῳ· τοῦ δὲ συλλογισμοῦ ὁ μέν τις ἐκ τοῦ κατηγόρου γίνεται, ὁ δὲ ἐκ τοῦ φεύγοντος, ἀπὸ μὲν τοῦ κατηγόρου, οἷον νόμος τὸν ἐκ πόρνου μὴ λέγειν, ἐκ πόρνης τις ὢν βούλεται λέγειν καὶ κωλύεται· ἀπὸ δὲ τοῦ φεύγοντος, οἷον νόμος τοὺς μοιχοὺς στίζεσθαι· στίζων τις μοιχὸν ἀπέκτεινε καὶ κρίνεται φόνου· ἐρεῖ γὰρ ὁ φεύγων, ὡς ὁ στίζειν διδοὺς καὶ τὸ ἀκόλουθον δίδωσι τὸ κτείνειν.

γʹ. Περὶ τῆς τάξεως τοῦ λογισμοῦ εἴρηται ἡμῖν ἐν τῇ ἀντινομίᾳ· τί δή ποτε μετὰ τὸ ῥητὸν καὶ τὴν διάνοιαν τεταγμένος ἐν τῇ μεθόδῳ, ἐνταῦθα μετὰ τὴν ἀντινομίαν ἐτάγη; διαιρεῖται δὲ, φησὶν, ὁ συλλογισμὸς, προβολῇ πράγματος, τῷ ῥητῷ, συλλογισμῷ, ὅρῳ, γνώμῃ νομοθέτου, πηλικότητι, ὅρῳ βιαίῳ, τῷ πρός τι, ἀντιθέσει· ἥτις εἰ ἐμπέσοι, εὑρεθήσεται καὶ μετάληψις καὶ ἀντίληψις· ἔτι δὲ ποιότητι καὶ γνώμῃ· ὅλως δὲ πλὴν τῆς ἐναλλαγῆς τῶν πρώτων, φησὶ, κεφαλαίων ὁ συλλογισμὸς κατὰ τὸν ὅρον διαιρεῖται· πρῶτα δὲ λέγει κεφάλαια, τὸ ῥητὸν, τὸν συλλογισμὸν, τὸν ὅρον, περὶ ταῦτα γὰρ ἐγένετο ἡ τῆς τάξεως ἐναλλαγή· μετὰ γὰρ τὴν προβολὴν τεταγμένου τοῦ ὅρου ἕπεται ὁ ἀνθορισμὸς, καὶ μετʼ ἐκεῖνον ὁ συλλογισμός· τί οὖν αἴτιον τῆς τῶν κεφαλαίων ἐναλλαγῆς; τὸ διάφορον τῶν στάσεων εἶδος· ἡ μὲν γὰρ οὖσα λογικὴ εἰκότως τὰ λογικὰ ἔχει προτεταγμένα κεφάλαια, ἡ δὲ οἷον νομικὴ μετὰ τὴν προβολὴν ἔλαβε τὸ ῥητόν· ἕπεται δὲ τῷ ῥητῷ ὁ συλλογισμός. Ἴδωμεν οὖν κατὰ τὴν παράδοσιν τοῦ τεχνικοῦ ἕκαστον ἰδίᾳ τῶν κεφαλαίων ἐπὶ παραδείγματος· ὀνομαστὶ κωμῳδεῖν ὁ νόμος ἐκώλυεν· αὐτοπροσώπως εἰσάγων τις τοὺς κωμῳδουμένους ὑπάγεται τῷ νόμῳ ὡς ὀνομαστὶ κωμῳδῶν.

δʹ. Διαιρεῖσθαί φησι τὸν συλλογισμὸν κεφαλαίοις τοῖσδε, προβολῇ ἐκ πράγματος, προβολῇ ἐκ ῥητοῦ, κέχρηται δὲ τῇ μὲν ἐκ τοῦ πράγματος ὁ διώκων· τῇ δὲ ἐκ τοῦ ῥητοῦ ὁ φεύγων· τῷ ὁμοίῳ συλλογισμῷ καὶ σχεδὸν τοῖς αὐτοῖς διαιρεῖται κεφαλαίοις, οἷς καὶ ὁ ὅρος καὶ ἡ ἀντίληψις.

`7.669`

Ποίῳ ῥητῷ δηλονότι, αὐτῷ τῷ τοῦ συλλογισμοῦ ῥητῷ· οὐκ ἀκριβῶς τοῦτο ἐπεσημήνατο· ἐμπίπτει γὰρ ἢ ἀντεγκληματικὴ, ἢ ἀντιστατική· κατὰ γὰρ τὰ πρῶτα κεφάλαια ἐναλλάσσει ὅ τε συλλογισμὸς καὶ ὁ ὅρος.

εʹ. Πρῶτα λέγει κεφάλαια, τὸ ῥητὸν, τὸ νόμιμον, τὸν ὅρον· περὶ ταῦτα γὰρ ἐγένετο ἡ τῆς τάξεως ἐναλλαγή· ἐν γὰρ τῷ ὅρῳ μετὰ τὴν προβολὴν τεταγμένου τοῦ ὅρου, ἕπεται ὁ ἀνθορισμὸς καὶ μετʼ ἐκεῖνον ὁ συλλογισμός· τί οὖν αἴτιον τῆς τῶν κεφαλαίων ἐναλλαγῆς; τὸ διάφορον τῶν στάσεων εἶδος· ἡ μὲν γὰρ οὖσα λογικὴ εἰκότως τὰ λογικὰ ἔχει προτεταγμένα κεφάλαια, ἡ δὲ οἷον νομικὴ μετὰ τὴν προβολὴν ἔλαβε τὸ ῥητόν· ἕπεται δὲ τῷ ῥητῷ ὁ συλλογισμός.

Τὸ μὲν κωμῳδεῖν ὅλως οὐκ ἐκώλυσεν ὁ νόμος, ἀλλὰ τὸ μὲν ἀνωνύμως ἐκείνην αὐτὴν τὴν πρᾶξιν διασύρειν ἐδίδου, οἷον κακὸν τὸ πορνεύειν ἢ τὸ μοιχεύειν. Τὸ δὲ ὥσπερ τυχὸν ὅδε λέγειν ὀνομαστὶ ἐκώλυεν, ἵνα μὴ καὶ πρὸς ἑτέρας πόλεις διασύρωνται οἱ πολῖται καὶ τῷ ἀπογνῶναι χείρους γίνωνται· τινὲς οὖν αὐτοπροσώπως τὰς κωμῳδίας ποιοῦντες ὑπήγοντο τῷ νόμῳ, ὡς ταὐτοῦ ὄντος τοῦ αὐτοπροσώπως τῷ ὀνομαστὶ ἢ καὶ μείζονος· ἐπὶ μὲν γὰρ τοῦ ὀνόματός ἐστί τις ἄγνοια διὰ τὰς ὁμωνυμίας· τὸ δὲ παραγαγεῖν τὸν πολίτην ἐπὶ μέσον καὶ πάντων ἀκουόντων κωμῳδῆσαι αὐτὸν διαδηλότερον τοῦ ὀνομαστί.

`7.670`

ϛʹ. Ἐπὶ τοῦ συλλογισμοῦ προβολὴ πράγματος ὀνομάζεται τὸ κεφάλαιον, οὐ προβολὴ ῥητοῦ, καθάπερ ἐπὶ τῆς ἀντινομίας, καὶ τῶν ἄλλων νομικῶν· ἐνταῦθα γὰρ τὸ ῥητὸν λυτικὸν γίνεται τῆς προβολῆς. ἐπὶ δὲ τῶν ἄλλων συναναλαμβάνεται αὐταῖς καὶ λύεται τῇ διανοίᾳ· ἔστι τοίνυν ἡ προβολὴ αὐτὸ τὸ πρᾶγμα μετὰ αὐξήσεως, οἷον παρὰ τὸν νόμον κωμῳδεῖς τοὺς πολίτας.

ζʹ. Τὸ ῥητὸν λύει τὴν προβολὴν, ὡς ἔφην, λαμβάνον ἐκ τοῦ φεύγοντος· καὶ μὴν οὐκ ὠνόμασα οὐδένα· τοῦτο γὰρ ἀπαγορεύει ὁ νόμος.

ηʹ. Τοῦ κατηγόρου χρησαμένου τῇ προβολῇ, ὁ φεύγων τὸ ῥητὸν προβάλλεται, λέγων ὅτι οὐ παρέβην τὸν νόμον. σαφέστερον δὲ ἔσται ἐπὶ τοῦδε τοῦ παραδείγματος· νόμος ὀνομαστὶ μὴ κωμῳδεῖν τοὺς πολίτας· αὐτοπροσώπως τις εἰσάγει κωμῳδίαν, καὶ κρίνεται δημοσίων ἀδικημάτων· ἐνταῦθα γὰρ ἡ προβολὴ, ὅτι τὴν πόλιν ἀδικεῖς τοὺς πολίτας κωμῳδῶν· τὸ ῥητὸν ἀπὸ τοῦ φεύγοντος, ὅτι οὐκ ἀδικῶ, οὐδὲ γὰρ τὸν νόμον παρέβην, ὁ μὲν γὰρ εἶπε, μὴ ὀνομαστὶ κωμῳδεῖν, ἐγὼ δὲ οὐκ ὀνομαστὶ ἐκωμῴδησα· ζητῆσαι δὲ ἄξιον, τί διαφέρει τῆς ἀντιλήψεως· καὶ ἐκεῖ γὰρ νόμον προβάλλεται· καί φαμεν, ὅτι ἐν μὲν τῇ ἀντιλήψει νόμον προβάλλεται, ὃν ἄντικρυς φυλάττειν δοκεῖ, οἷον τὸν μοιχὸν ἀναιρεῖσθαι· μοιχὸν τρισαριστέα ἀνελὼν κρίνεται δημοσίων· ἐνταῦθα γὰρ τὸ ὑπὸ τοῦ νόμου προστεταγμένον ἄντικρυς· ἐν δὲ τῷ συλλογισμῷ, ἀλλʼ ὅτι πράττει παρὰ τὸ γεγραμμένον, διαφέρει γὰρ καὶ τῆς κατὰ ῥητὸν καὶ διάνοιαν, ὅτι ἐκεῖ μὲν ὁ κατήγορος ῥητὸν προΐσχεται, ἐνταῦθα δὲ ὁ φεύγων.

`7.671`

θʹ. Φέρεται πρὸς τὸ ῥητὸν ὁ συλλογισμὸς, ὡς ἔστιν ὅμοιον, μᾶλλον δὲ ταὐτὸν, ὀνομαστὶ κωμῳδεῖν, καὶ αὐτοπροσώπως εἰσάγειν· τοῦτο δὲ μάλιστα ἐπαγωνιεῖται ὁ διώκων, εἴγε τοῦτό ἐστι τὸ συνιστῶν τὴν ζήτησιν, καὶ ὅλως τὸ χαρακτηριστικὸν τῆς στάσεως· χρήσεται οὖν καὶ τῇ ἀπὸ τῶν παραδειγμάτων ἐξετάσει, δεικνὺς καὶ ἑτέροις τὸν νόμον οὕτω παραληφθέντα, ὅπερ ἐστὶν ἄγαν Δημοσθενικόν.

Τῷ ῥητῷ τοῦ φεύγοντος χρησαμένου ὁ κατήγορος τὸν συλλογισμὸν προφέρει, ὅτι οὐδὲν διαφέρει τοῦ ὀνομαστὶ κωμῳδεῖν τὸ αὐτοπροσώπως εἰσάγειν τὰς κωμῳδίας, τὰς ἀφορμὰς δὲ ληψόμεθα ἀπὸ τοῦ τέλους τῶν κοινωνιῶν συνάγοντες εἰς ταὐτὸν τῷ ἐγγράφῳ τὸ ἄγραφον.

Πρῶτόν ἐστι κεφάλαιον ἡ προβολή· διαφέρει δὲ τῆς κατὰ τὴν ἀντινομίαν καὶ ῥητὸν καὶ διάνοιαν, ὅτι ἐκεῖναι μὲν τοῦ ῥητοῦ ἔχουσι τὴν προβολὴν, αὕτη δὲ τοῦ πράγματος· διὰ τοῦτο οὐκ εἶπεν ἡ προβολὴ τοῦ ῥητοῦ· οὐδὲ γὰρ ἔχει τὸ ῥητὸν ἐνταῦθα ὁ προβαλλόμενος, ἀλλὰ τὸ γενόμενον αὐτὸ προβάλλεται, τουτέστιν αὐτὸ τὸ πρᾶγμα.

ιʹ. Ὁ ὅρος ἀπὸ τοῦ φεύγοντος διαιρῶν τὰ συνημμένα, καὶ χωρίζων τὰς διαφοράς· κατασκευάσει γὰρ ὅτι κατὰ πολὺ διενήνοχε.

ιαʹ. Πᾶσαν ἐντελῶς παραλήψεται τὴν τοῦ ὅρου ἐργασίαν ὁ φεύγων· εἰ γὰρ τῷ συλλογισμῷ μάλιστα ἰσχυριεῖται ὁ διώκων, δῆλον ὡς ὁ ἀπολογούμενος χρῆται ἰσορρόπως τῷ ὅρῳ.

`7.672`

ιβʹ. Ἡ γνώμη τοῦ νομοθέτου κοινή ἐστιν ἀμφοτέρων, στοχαστικῶς ἀπʼ ἀμφοῖν ἐξεταζομένη· τοῦ μὲν κατηγόρου λέγοντος, ὅτι πᾶσαν τὴν πορνείαν ὁ νομοθέτης μεμισηκὼς διὰ τοῦτο καὶ τὴν ἐκ πόρνου λέγειν κεκώλυκε· τοῦ δὲ φεύγοντος, ὅτι οὐ διὰ τοῦτο, ἀλλὰ διὰ τὸ μὴ ἔχειν αὐτὸν ὡρισμένον πατέρα, μηδὲ ἀναγεγράφθαι, ὅτου πατρὸς εἴη, κεκώλυκεν αὐτὸν λέγειν, καὶ αὖθις ἐπὶ τοῦ ἑτέρου προβλήματος ὁ μὲν ἐρεῖ, ὅτι ὁ νομοθέτης βουλόμενος μηδένα τῶν πολιτῶν ὀνομαστὶ κωμῳδεῖσθαι, τοῦτο προσέταξεν· ὁ δὲ φεύγων ὅτι βουλόμενος μὲν ἐπιστρέφειν τοὺς πολίτας οὐ παντάπασιν ἀνεῖλε τὸ κωμῳδεῖν· ἐθέλων μέντοι μὴ τοῖς μετὰ ταῦτα τὰς λοιδορίας φυλαχθῆναι ἀπεῖπεν ὀνομαστὶ κωμῳδεῖν.

ιγʹ. Τὴν γνώμην τοῦ νομοθέτου ἑκάτερος ἐξετάσει πρὸς τὸ συμφέρον, οἷον τί βουλόμενος τοῦτο ἐκώλυσεν; ὁ μὲν διώκων ἐρεῖ, ὅτι ἀνελεῖν βουλόμενος τὸ ἁπλῶς καὶ ἀκινδύνως διαβάλλειν, ἐφʼ ὅτῳ ἂν αὐτοῖς δοκῇ ὅντινα οὖν τῶν πολιτῶν· ὁ δὲ φεύγων οὐ διὰ τοῦτο ἐρεῖ, ἀλλʼ ἐπιστρέφεσθαι μὲν αὐτοὺς ἐβούλετο διὰ τῆς κωμῳδίας· οὐ γὰρ δὴ ἀνεῖλε παντάπασι τὴν κωμῳδίαν, ὑπομνήματα δὲ τῆς εἰς τοὺς πολίτας λοιδορίας τοῖς ἐπιγενησομένοις οὐκ ἐβούλετο καταλιπέσθαι, ὅπερ συμβαίνει ἐκ μόνου τοῦ ὀνομαστὶ κωμῳδεῖν· μὴ ὄντων δὲ ὑπομνημάτων ἡ μὲν ἐπιστροφὴ γίνεται διὰ τῶν προσώπων, ἡ δὲ τῶν διαβαλλομένων εἰς τὸν μετὰ ταῦτα χρόνον μνήμη περιῄρηται.

ιδʹ. Ἡ πηλικότης τὴν αὐτὴν ἔχει δύναμιν, ἥνπερ ἐν ὅρῳ, καὶ τὴν αὐτὴν ἄρα λήψεται ἐργασίαν.

`7.673`

ιεʹ. Καὶ ὁ βίαιος ὅρος κεφάλαιόν ἐστιν ὁρικὸν, εἴρηται γὰρ ἡμῖν ἐν τῷ ὅρῳ, ὡς εἰ μὲν ἐμπίπτει ἀντίθεσις, συρρηθήσεται καὶ τὰ ἑπόμενα αὐτῇ κεφάλαια ὧν ἐστι καὶ ὁ βίαιος ὅρος. Ὁ βίαιος ὅρος καὶ αὐτὸς κοινός· τοῦ μὲν κατηγόρου λέγοντος, ὅτι τοῦτο ὀνομαστί ἐστι κωμῳδεῖν· τοῦ δὲ φεύγοντος, ὅτι τοῦτο, οὐ δὲ ὅλως ἐστὶ κωμῳδεῖν.

ιϛʹ. Ἐπὶ τοῦ πρός τι καὶ τῶν ἑξῆς οὐδὲν ἔχομεν ἐνταῦθα λέγειν καινότερον· ἀλλʼ ὥσπερ ἐν ὅρῳ, οὕτω κἀπὶ τοῦ συλλογισμοῦ προαχθήσεται.

ιζʹ. Ἐπὶ τούτοις τὸ πρός τι, τοῦ μὲν λέγοντος ὅτι μεῖζόν ἐστι τὸ κωμῳδεῖν ὀνομαστὶ, εἴπερ τὰ μὲν ὀνόματα πολλάκις ἀγνοεῖται, τὰ δὲ πρόσωπα καὶ οἱ χαρακτῆρες τοῖς πολλοῖς γνώριμα· τοῦ δὲ φεύγοντος, ὅτι τοῦτό ἐστιν ἔλαττον τοῦ ὀνομαστὶ κωμῳδεῖν· εἶτα ἡ ἀντίθεσις, ἢν ἐμπίπτειν ἔστιν ὅτε εἶπεν ὁ τεχνικὸς οὐ καλῶς, ἐμπίπτει γὰρ ἢ ἀντεγκληματικὴ ἢ ἀντιστατική. Ἐπειδὴ πᾶς ὁ συλλογισμὸς ἐπʼ ἐγκλήματί ἐστιν, ἀντεγκληματικὴ ἀναφαίνεται, οἷον ἄξιοι ἦσαν κωμῳδεῖσθαι· πάλιν εἴτις ἀναστρέψοι τὸν ἐκ τοῦ ἐναντίου συλλογισμὸν, ἀντιστατικὴ εὑρεθήσεται, ἐὰν λέγωμεν τὸν λειποτάκτην κολάζεσθαι νόμος, ἀριστεύσας λειποτάκτης ἀξιοῖ τιμᾶσθαι, ἀντιστατικὸν εὑρεθήσεται· ἀντιθέσεως δὲ ἐμπεσούσης ἀκολουθεῖ μετάληψις· ἐρεῖ γὰρ ὁ κατήγορος τὴν ἀντίθεσιν λύων τῇ μεταλήψει, οἷον ὅτι ἔδει παραινεῖν, καὶ μὴ τηνάλλως βλασφημεῖν· μετὰ ταῦτά ἐστιν ἀντίληψις, ὅτι ἐξῆν κωμῳδεῖν καὶ οὐ κεκώλυται· ἐπὶ τούτοις ἡ ποιότης καὶ ἡ γνώμη, ὡς ἐν ταῖς ἄλλαις στάσεσιν.

ιηʹ. Ἡ θέσις ἐνταῦθα οὐκ ἐμπίπτει· ἐπὶ δὲ τοῦ θάψαντος τὸν πατέρα καὶ ἀποδόντος τὰ ὅπλα· ἐρεῖ γὰρ, καλὸν τὸν πατέρα θάπτειν ἀποθανόντα.

ιθʹ. Εἰ ὁμοίως διαιρεῖταί πως εἴδη, ἀλλὰ κατεχρήσατο τοὺς τρόπους εἴδη εἰρηκώς· δύο γὰρ τοὺς πάντας εἶναί φησιν.

`7.674`

κʹ. Τῶν εἰδῶν μόνον τὰ διάφορον ἔχοντα διαίρεσιν τεχνολογεῖν εἴωθεν· διὸ δὴ ταῦτα οὐκ ἔχοντα διαίρεσιν διάφορον κατὰ παραδρομὴν διεξέρχεται.

καʹ. Ἐμφαίνει ἡ φράσις τὸ πάρεργον· τί οὖν κἀπὶ τοῦ ῥητοῦ καὶ τῆς διανοίας, καὶ ἔτι τῆς ἀντινομίας οὐκ ἐμνήσθη τοιούτων εἰδῶν; καὶ ῥητέον ὡς ἐπὶ τῶν ἀντιθετικῶν ἔφησεν εἴδη πρός τινων εἰσφέρεσθαι κατὰ τὸ ἰδιωτικὸν καὶ δημόσιον, καὶ τὸν λόγον οὐ παρεδέξατο· εἰκότως ἄρα καὶ τῆς κατὰ ῥητὸν καὶ διάνοιαν στάσεως οὐδὲ μίαν ἐποιήσατο μνήμην, εἰδὼς, ὡς οὐκ ἐνὸν ἐπʼ αὐτῶν εὑρέσθαι, πλὴν εἰ μήτις κατὰ τὸ ἰδιωτικὸν λαμβάνοι καὶ τὸ δημόσιον· ὅπερ ἤδη ταῖς ἀντιθετικαῖς ἐξεβέβλητο· ἐπὶ γὰρ τῶν ἄλλων στάσεων ἔχων εἰπεῖν διάφορα περὶ τὴν διαίρεσιν εἴδη τῶν μὴ τοιούτων ἠμέλησε· λεγέσθω δὲ ἡμῖν τὰ εἴδη τοῦ συλλογισμοῦ, ὡς παρείληπται ἕκαστον τοῦ τεχνικοῦ.

κβʹ. Ὡς τὸ προκείμενόν φησι πρόβλημα τοῦ ὀνομαστὶ κωμῳδεῖν· ἀπὸ τοῦ ἴσου δὲ εἴρηται· ἴσον γὰρ ὁ κατήγορος σπουδάζει δεῖξαι τὸ πεπραγμένον τῷ ἀπειρημένῳ ὑπὸ τοῦ νόμου.

κγʹ. Τοῦ κατὰ τὸ ἴσον παράδειγμα ἔστω τὸ προκείμενον, ἐφʼ ᾧ τὴν τῶν κεφαλαίων ἐθεωρήσαμεν φύσιν· ὀνομαστὶ κωμῳδεῖν ὁ νόμος ἐκώλυεν, αὐτοπροσώπως εἰσάγων τις τοὺς κωμῳδουμένους ὑπάγεται τῷ νόμῳ, ὡς ὀνομαστὶ κωμῳδῶν· ἴσον γὰρ ἐν αὐτῷ δεικνύναι πειρᾶται τὸ αὐτοπροσώπως εἰσάγειν τῷ ὀνομαστὶ κωμῳδεῖν.

κδʹ. Ἀπὸ τοῦ μείζονος εἴρηκε διὰ τοῦ λέγειν τὸ κρινόμενον· ὅτι ὁ τὸ μεῖζον δοὺς καὶ τὸ ἔλαττον ἔδωκε, τὸ μαστίξαι·

`7.675`

κεʹ. Ἀπὸ τοῦ μείζονος δέ φησιν, ὡς ἐπὶ τοῦδε τοῦ παραδείγματος· ἐξῆν ἀποκτιννύναι τοὺς κατιόντας φυγάδας· μαστίξας τις κατιόντα τινὰ φεύγει παρανόμου τιμωρίας· ἀπὸ γὰρ τοῦ μείζονος ἡ ἐπιχείρησις· ὅτι γε ὁ τὸ μεῖζον δοὺς καὶ τὸ ἔλαττον ἔδωκεν.

κϛʹ. Ἀπὸ τοῦ ἐναντίου εἴρηται διὰ τὸ ἐρεῖν τὸν διώκοντα, ὅτι ὁ τὴν ἀριστείαν τιμήσας ἐκ τῶν ἐναντίων μισεῖ καὶ τιμωρεῖται τὸν φυγάδα· δόξει δέ τισιν ἀντέγκλημα εἶναι· διὸ προσέθηκεν ὁ τεχνικὸς, οὐ γὰρ ἁπλῶς τῷ ἀντεγκλήματι ὁ φεύγων χρήσεται, ἀλλὰ μετὰ τῶν προειρημένων, τουτέστι τῶν ἰδίων τοῦ συλλογισμοῦ.

κζʹ. Τὸ ἀπὸ τοῦ ἐναντίου γίνεται, ὅταν ἐκ τοῦ ἐναντίου τὸ ἐναντίον εἰσφέρωμεν· οἷον εἰ τὸν ἀριστέα τετίμηκε, δῆλον ὡς τὸν λιπόντα τὴν τάξιν ἀποκτίννυσθαι βούλεται, οἷον τῷ ἀριστεῖ γέρας εἶναι, λιπόντα τὴν τάξιν τινὰ ἀπέκτεινεν ὁ στρατηγὸς, καὶ φεύγει φόνου, οὐ γὰρ ἁπλῶς, φησὶ, τῷ ἀντεγκληματικῷ χρήσεται· ἀλλὰ μετὰ τῶν κεφαλαίων τοῦ συλλογισμοῦ· εἰ μὲν γὰρ προσέκειτο γέρας τῷ ἀριστεῖ, τάχα ἂν ἦν ἀντέγκλημα ἢ ἀσύστατον καθειστήκει· νῦν δὲ συλλογισμὸς καθαρός ἐστιν.

κηʹ. Ἀπὸ τοῦ ἐναντίου γίνεται, ὅταν ἐκ τοῦ ἐναντίου τὸ ἐναντίον εἰσφέρωμεν, οἷον εἰ τὸν ἀριστέα τετίμηκε, δῆλον ὡς τὸν λιπόντα τὴν τάξιν κτείνεσθαι βούλεται.

κθʹ. Εἰ μὲν γὰρ ἐπέκειτο γέρας τῷ ἀριστεῖ, τάχα ἂν ἢ ἀντέγκλημα ἢ ἀσύστατον καθειστήκει, νῦν δὲ συλλογισμὸς καθαρός.

λʹ. Ἔλαττον εἴρηκε πρὸς τὸ ἄνω μεῖζον ὄν· διὸ καὶ ἐπήγαγε κατὰ τὸ ἐξ αὐτοῦ ἀποβαῖνον· ἐρεῖ γὰρ ὅτι ὁ τὸ στίζειν παρασχὼν, ἔλαττον ὂν, δέδωκε καὶ τὸ μεῖζον, ὅ ἐστι τὸ ἐξ αὐτοῦ ἀποβαῖνον.

`7.676`

λαʹ. Ἐκ τοῦ ἀποβαίνοντος λαμβάνει τὴν ζήτησιν ὁ ἀπὸ τοῦ ἐλάττονος συλλογισμὸς, οἷον ἐξῆν στίζειν τοὺς μοιχούς· στίζων τις ἀπέκτεινε καὶ φεύγει φόνου· ἐρεῖ γὰρ ὡς ὁ τὸ πρότερον δοὺς καὶ τὸ ἐξ αὐτοῦ ἀποβαῖνον δέδωκε.

Ἴσον γὰρ ἔλεγεν ὁ κατήγορος τῷ ὀνομαστὶ κωμῳδεῖν τὸ αὐτοπροσώπως εἰσάγειν τὰς κωμῳδίας.

Ἔλεγεν ὁ φεύγων, ὅτι ὁ νόμος ὁ διδοὺς τὸ μεῖζον, δηλονότι τὸ φονεύειν τοὺς κατιόντας φυγάδας, δίδωσι καὶ τὸ ἔλαττον, τὸ μαστίζειν αὐτούς. Ἔλεγεν ὁ στρατηγὸς, δίδωσι γέρας ὁ νόμος τῷ ἀριστεῖ· συγκατατιθεμένων δὲ τῶν ἀκροατῶν διὰ τὸ ἀναμφίβολον τοῦ ῥητοῦ ἐπῆγεν· οὐκοῦν ἐκ τοῦ ἐναντίου κολάζει ὁ αὐτὸς νόμος τὸν λειποτάκτην· ὅρα δὲ, ὅτι οὐ λέγει ἁπλῶς, ἄξιος ἦν τῆς τιμωρίας, ἦν γὰρ ἀντέγκλημα, ἀλλὰ καὶ τὸ ἐναντίον ἐπιφέρει τοῦ νόμου, ἵνα ποιήσῃ συλλογισμόν.

Ὁ μὲν νόμος τὸ ἔλαττον ἐδίδου, τὸ στίζειν, ἵνα μόνον διὰ τοῦ τίτλου φανεροὶ ὦσι· τὸ δὲ ἐξ αὐτοῦ ἀποβαῖνον μεῖζον ἦν, ὁ θάνατος δῆλον τῶν στιζομένων· καὶ κατὰ τοῦτο ὑπήγοντο τῷ νόμῳ, ὁ στίξας καὶ ἀνελών· κατέφυγε δὲ καὶ εἰς αὐτὸν τὸν νόμον προϊσχόμενος, ὡς ὁ δοὺς τὸ ἧττον, ὅ ἐστι τὸ στίζειν, ἔδωκεν ἀκολούθως καὶ τὸ ἐξ αὐτοῦ ὡς εἰκὸς ἀποβαῖνον, τὸ θνήσκειν τῇ τομῇ τὸν τιτλούμενον.

ΓΕΩΡΓΙΟΥ εἰς τὸν συλλογισμόν.

`7.677–7.682`

Μετὰ τὴν ἀντινομίαν μέτεισιν ὁ τεχνικὸς καὶ εἰς τὸν συλλογισμόν· καὶ ἤδη μὲν τὴν ψιλὴν ἀπαρίθμησιν τῶν κεφαλαίων ἐποιήσαμεν, ἐχρῆν δὲ λοιπὸν ἀκολούθως καὶ περὶ τῆς τάξεως αὐτῶν διαλαβεῖν· ἀλλʼ ὡς αὐτὸς ἔφη ἐν τῷ κειμένῳ ὁ τεχνικὸς, καὶ ὅλως πλὴν τῆς ἐναλλαγῆς τῶν πρώτων κεφαλαίων ὁ συλλογισμὸς κατὰ τὸν ὅρον διαιρεῖται· χρὴ τοίνυν τἄλλα ἐῶντας περὶ τῶν πρώτων διαλαβεῖν κεφαλαίων. Ἐν μὲν τῇ ὁρικῇ στάσει προτέτακται ὁ ὅρος τοῦ συλλογισμοῦ, ἐνταῦθα δὲ τοὐναντίον, καὶ μάλα εἰκότως· ἔδει γὰρ ἐν τῷ ὅρῳ λογικῆς οὔσης τῆς στάσεως, τὰ λογικὰ προτετάχθαι κεφάλαια, φημὶ δὲ τὸν ὅρον. ἐνταῦθα δὲ νομικὴ ἡ στάσις· καὶ τὸ νομικὸν χρεὼν προτάττειν κεφάλαιον· φημὶ δὲ τὸν συλλογισμόν· καὶ οὐκ ἀπορήσειέ τις, πῶς τὸ αὐτὸ κεφάλαιον ἑνὸς καὶ τοῦ αὐτοῦ κεφαλαίου ποτὲ μὲν προταχθήσεται, ἄλλοτε δὲ ὑποταχθήσεται· λέγομεν γὰρ, ὅτι εἰ μὲν φυσική τις αὐτῶν ὑπῆρξεν ἡ τάξις, καλῶς ἐλέγετο, ὡς οὐκ ἐνδέχεται τὸ τοιοῦτον γενέσθαι. νυνὶ δὲ φυσικοῦ τινος ἐμποδίζοντος, οὐδὲν ἄτοπον ἐν ἄλλῃ καὶ ἄλλῃ στάσει προτετάχθαι καὶ ὑποτετάχθαι, ἐπεὶ ἐνδέχεται πρῶτον συνάγειν, εἶτα διαχωρίζειν, καὶ ἔμπαλιν διαχωρίζειν πρῶτον, καὶ εἶθʼ οὕτως συνάγειν· καὶ ταῦτα περὶ τῆς τάξεως τοῦ ὅρου καὶ τοῦ συλλογισμοῦ. φέρε δὲ καθʼ ἕκαστον αὐτῶν ἐξετάσωμεν· φησὶ τοίνυν ὁ τεχνικὸς, πρῶτον προβολὴ τοῦ πράγματος, καὶ χρὴ ἐπισκῆψαι, ὅτι πρὸς τὸ προκείμενον ἀφορῶν πρόβλημα καὶ ἐπʼ αὐτῷ τὴν ἐξέτασιν ποιούμενος ἔφη, προβολῇ πράγματος· οἷον ὀνομαστὶ κωμῳδεῖν ὁ νόμος ἐκώλυεν. αὐτοπροσώπως εἰσάγων τις τοὺς κωμῳδουμένους ὑπάγεται τῷ νόμῳ, ὡς ὀνομαστὶ κωμῳδῶν· ἐνταῦθα ὁ φεύγων κέχρηται τῷ ῥητῷ. τοιγαροῦν ὁ κατήγορος οὐ προβολὴν ἕξει ῥητοῦ, ἀλλὰ προβολὴν πράγματος, προβαλεῖται γὰρ τὸ γεγονός· χρὴ δὲ γινώσκειν, ὅτι οὐκ ἀεὶ τὸ ῥητὸν ἕξει ὁ φεύγων, ἀλλʼ ἔστιν ὅτε καὶ ὁ κατήγορος, ὡς ἐν τοῖς τρόποις τοῦ συλλογισμοῦ προϊόντες εἰσόμεθα· οὐκοῦν οὐκ ἔστι τὸ τηνικαῦτα προβολὴ πράγματος ἁπλῶς, ἀλλὰ καὶ ῥητοῦ· καὶ τότε οὐκέτι δεύτερον ἔσται κεφάλαιον τὸ ῥητὸν, ἀλλʼ ὁ συλλογισμός· ἐκείνου γὰρ προβαλλομένου τὸ ῥητὸν, ὁ ἕτερος συνάγει ὡς οὖν εἴρηται· πρὸς τὸ προκείμενον ἀφορῶν ὁ τεχνικὸς πρόβλημα ἔφη προβολὴ πράγματος· ἕπεται γοῦν μετὰ τὴν προβολὴν τὸ ῥητόν· ἐνταῦθα ἀπὸ τοῦ φεύγοντος, ὁ νόμος ὀνομαστὶ κωλύει κωμῳδεῖν· ἐγὼ δὲ οὐκ ὠνόμασα, ἀλλʼ αὐτοπροσώπως εἰσήγαγον. οὕτως μὲν τὸ ῥητόν, δύο δὲ περὶ τούτου ζητοῦσι· τὸ πρῶτον, εἰ καὶ ἐνταῦθα τὸ ῥητὸν ὑπὲρ ἑαυτοῦ προβάλλεται, τί ἄρα διαφέρει τοῦ ἀντιληπτικοῦ κεφαλαίου τοῦ ἐν ἀντιλήψει; κἀκεῖσε γὰρ ὑπὲρ ἑαυτοῦ ὁ φεύγων προβάλλεται τὸ ῥητόν· λέγομεν οὖν, ὅτι ἔχουσι διαφορὰν ταύτην· καθὸ ἐκεῖσε μὲν, ἐν τῇ ἀντιλήψει φημὶ, προβάλλεται τὸ ῥητὸν ὁ φεύγων ὡς διαγορεῦον τὸ ὑπʼ αὐτοῦ πεπραγμένον. οἷον ἐφόνευσα τὸν μοιχόν· ὁ νόμος γὰρ τοῦτο προστάττει. ἐνταῦθα δὲ οὐχ οὕτως· προβάλλομαι γὰρ τὸ ῥητὸν, ὡς μηδὲν περιέχον τῶν ἐμοὶ πεπραγμένων, οἷον αὐτοπροσώπως εἰσήνεγκε τοὺς κωμῳδουμένους· ὁ νόμος δὲ ὀνομαστὶ μόνον κωλύει κωμῳδεῖν· ἀποχωρίζει γοῦν μᾶλλον τὸ ὑφʼ ἑαυτοῦ πεπραγμένον καὶ τὸ ὑπὸ τοῦ νόμου διηγορευμένον, ἐκ τούτου δὲ λοιπὸν ἑτέρα γίνεται κοινωνία, φημὶ δὲ πρὸς τὸν ὅρον, κοινωνεῖ γὰρ τῷ ὅρῳ, καθὸ ἀμφότερα ἀποχωρίζουσι· λέγομεν δὲ, ὅτι οὐ πᾶν ἀποχωρίζον ἤδη καὶ ὅρος, ἀλλὰ τὸ ὁρικῶς ἀποχωρίζον· τοῦτο δέ φημι, ἐπειδὴ οὐ μόνον ἀποχωρίζει ὁ ὅρος, ἀλλὰ καὶ ὀνόματα περιτίθησι τοῖς ἀποχωριζομένοις· οἷον πάμπολυ διαφέρει τὸ ὀνομαστὶ κωμῳδεῖν καὶ αὐτοπροσώπως εἰσάγειν τοὺς κωμῳδουμένους· τὸ μὲν γὰρ διὰ λόγου κατορθοῦται, τὸ δὲ διὰ πράξεως, οὐ ταὐτὸν δὲ λόγος καὶ πρᾶξις. οὕτως μὲν ἐν ὅρῳ ἀποχωρίζομεν· ἐν δὲ τῷ ῥητῷ οὐχ οὕτως, ἀλλʼ ἄχρι τούτου μόνον, ὅτι οὐ περὶ τῶν ἐμοὶ πεπραγμένων κωλύει ὁ νόμος. Καὶ ταῦτα περὶ τοῦ ῥητοῦ· εἶτα ἕπεται ὁ συλλογισμὸς, συνάγων εἰς ταὐτὸν τὸ ἔγγραφον τῷ ἀγράφῳ· ταὐτὸν γάρ ἐστι, φησὶ, τῷ ὀνομαστὶ κωμῳδεῖν τὸ αὐτοπροσώπους εἰσάγειν τοὺς κωμῳδουμένους· τοῦτο δὲ τὸ κεφάλαιον καὶ αὔξομεν καὶ ἐργαζόμεθα· αὔξομεν δὲ ἀπὸ τῆς χρήσεως, ὅτι τούτῳ πολλοὶ ἐχρήσαντο ἀντὶ τοῦ ὀνομάσαι τινὰ ὑποδείξαντες. ἐργαζόμεθα δὲ ἀπὸ τῆς κατὰ τὸ τέλος ταυτότητος. πρὸς ἓν γὰρ ἄμφω τέλος ὁρῶσιν, ὀνομαστὶ γὰρ κωμῳδοῦμεν, ἵνα γνωσθῶσιν οἱ κωμῳδούμενοι· οὐκοῦν ταὐτόν εἰσιν, ἐπεὶ πρὸς ἓν ἀφορῶσι τέλος, φημὶ δὲ τὸ γνωσθῆναι τοὺς κωμῳδουμένους· οὕτως μὲν καὶ ὁ συλλογισμός. εἶτα ἕπεται ὁ ὅρος· τοῦ γὰρ συλλογισμοῦ συνάγοντος, ὁ ὅρος διαχωρίζει· πάμπολυ μὲν οὖν διαφέρουσι, καὶ ἐνταῦθα λοιπὸν διαχωρίζομεν ὁρικῶς, ὥσπερ ἀνωτέρω προείπομεν, ὅτι τὸ μὲν διὰ λόγου γίνεται, τὸ δὲ διὰ πράξεως· χρὴ δὲ γινώσκειν, ὅτι ὁ μὲν συλλογισμὸς ὡς ἀπὸ τοῦ τέλους συνάγει, ὁ δὲ ὅρος ἀπὸ τῆς ἀρχῆς διαχωρίζει, ὅτι τὸ μὲν διὰ λόγου γίνεται, τὸ δὲ διὰ πράξεως· μετὰ τὸν ὅρον ἐστὶν ἡ γνώμη τοῦ νομοθέτου κοινή· καὶ ὁ μὲν διώκων οὕτως ἐρεῖ, ὅτι ἀνελεῖν βουλόμενος τὸ ἁπλῶς καὶ ἀνευθύνως διαβάλλειν ὁ νομοθέτης ὁντιναοῦν τῶν πολιτῶν, ἐφʼ ὅτῳ ἂν αὐτοὶ ἐθέλωσιν ἐγκλήματι, τοῦτον τέθεικε τὸν νόμον, ὁ δὲ φεύγων οὐ διὰ τοῦτο ἐρεῖ, ἀλλʼ ἐπιστρέψαι μὲν αὐτοὺς καὶ σωφρονίσαι διὰ τῆς κωμῳδίας ἠβούλετο· οὐ μὴν παντάπασιν ἀνελεῖν τὴν κωμῳδίαν, οὐδὲ ὑπομνήματα τῶν κωμῳδουμένων καταλείπεσθαι τοῖς μετὰ ταῦτα ἀνθρώποις ἠβούλετο. τοῦτο δὲ διὰ τὸ ὀνομαστὶ κωμῳδεῖσθαι συνέβαινε· διέμενον γὰρ ἀεὶ μνημονευόμενοι ἐν τοῖς λόγοις οἱ κωμῳδούμενοι, μὴ ὄντων δὲ τῶν ὀνομάτων, ἡ μὲν ἐπιστροφὴ καὶ ὁ σωφρονισμὸς γίνεται διὰ προσώπων εἰσφερομένων, ἡ δὲ εἰς τὸν μετὰ ταῦτα χρόνον μνήμη περιῄρηται· καὶ ἡ πρὸς τοὺς ἄλλους ἀνθρώπους διαβολὴ οὕτως μὲν, καὶ ἡ γνώμη τοῦ νομοθέτου· μετὰ τοῦτό ἐστιν ἡ πηλικότης, ὅτι μέγα τὸ γεγονός· μετὰ τοῦτό ἐστιν ὁ βίαιος ὅρος, τοῦ μὲν λέγοντος, ὅτι οὐκ ἔστιν τοῦτο ὅλως ὀνομαστὶ κωμῳδεῖν, τοῦ δὲ λέγοντος, ὅτι αὐτό γε τοῦτό ἐστι τὸ ὀνομαστὶ κωμῳδεῖν. καὶ εἰκότως μετὰ τὴν πηλικότητα ὁ βίαιος ὅρος πρὸ τοῦ πρός τι· ἐνθυμηματικώτερος γὰρ μᾶλλον ὁ βίαιος ὅρος ὥσπερ καὶ ἡ πηλικότης· τὸ γὰρ πρός τι, παραδειγματικώτερον. ἐχρῆν οὖν τὸν βίαιον ὅρον ἐνθυμηματικώτερον μετὰ τὴν πηλικότητα τετάχθαι· μετὰ τὸν βίαιον ὅρον ἔστιν οὖν, ὡς εἴρηται, τὸ πρός τι καὶ τὰ ἑξῆς δὲ κεφάλαια πάντα· καθάπερ ἐν τῷ ὅρῳ ἐξετασθήσεται· οὕτως πληρώσας τὴν τῶν κεφαλαίων ἐξέτασιν μέτεισιν ἐπὶ τὴν ὑπόλοιπον τοῦ συλλογισμοῦ διδασκαλίαν, καὶ λέγει, ὅτι πλείονα εἴδη ἐστὶ συλλογισμῶν, ἃ δὴ πάντα ὁμοίως διαιρήσεις, οὕτως μὲν αὐτός· ἰστέον δὲ, ὅτι φανερά ἐστιν ἀντίφασις· εἰ γὰρ εἴδη εἰσὶν, πῶς τὴν αὐτὴν ἐπιδέχονται διαίρεσιν. αὐτὸς γὰρ πολλάκις ἔφη, ὅτι ἐκεῖνά εἰσιν εἴδη τὰ διαφέροντα κατὰ τὴν τῶν κεφαλαίων διαίρεσιν. πῶς οὖν ἐνταῦθα εἶπεν εἴδη τὰ ὁμοίως διαιρούμενα; μήποτε οὖν οὐκ εἰσὶν εἴδη, ἀλλὰ τρόποι· πολλάκις δὲ ἐπὶ τοῦ αὐτοῦ σημαινομένου λαμβάνει τὸ εἶδος καὶ τὸν τρόπον, ὡς καὶ ἀνωτέρω ἐδήλωσεν εἰπών· εἴδους μὲν γὰρ ἕνεκα καὶ τρόπου ταὐτὸν λαβὼν εἶδος καὶ τρόπον. κἀνταῦθα οὖν τὸ εἶδος ἐπὶ τοῦ τρόπου ἔλαβε· τέσσαρες τοίνυν εἰσὶν οἱ τρόποι τῶν συλλογισμῶν· ἀπὸ τοῦ ἴσου, ἀπὸ τοῦ ἐναντίου, ἀπὸ τοῦ μείζονος, ἀπὸ τοῦ ἐλάττονος· ἀπὸ μὲν τοῦ ἴσου, ὡς ἐπὶ τοῦ προειρημένου παραδείγματος, ὀνομαστὶ κωμῳδεῖν ὁ νόμος ἐκώλυεν· αὐτοπροσώπους τις εἰσάγων τοὺς κωμῳδουμένους ὑπάγεται τῷ νόμῳ ὡς ὀνομαστὶ κωμῳδῶν· ἴσον γάρ ἐστι, φησὶ, τῷ ὀνομαστὶ κωμῳδεῖν τὸ αὐτοπροσώπους εἰσάγειν τοὺς κωμῳδουμένους· ἀπὸ δὲ τοῦ ἐναντίου, οἷον τῷ ἀριστεῖ γέρας εἶναι, λιπόντα τινὰ τὴν τάξιν ἀπέκτεινεν ὁ στρατηγός· καὶ φεύγει φόνου, καὶ χρὴ σκοπεῖν, ὅτι οὐχ ὡς ἄν τις ὑπολάβοι ἀντεγκλήματός ἐστι τὸ πρόβλημα· εἰ γὰρ καὶ χρήσεται ὁ φεύγων τῷ ἀντεγκλήματι, ὡς κεφαλαίῳ χρῆται μετὰ τῶν προειρημένων κεφαλαίων τοῦ συλλογισμοῦ. εἴρηται γοῦν, ὅτι εἰ ὁ ἀριστεὺς ἐπαινεῖται, δῆλον ὅτι ὁ λιπὼν τὴν τάξιν τιμωρηθήσεται, καὶ δὴ τὸ φιλοσόφου ἐκεῖνο χρησιμεύει θεώρημα, εἰ τῷ μὴ ἐναντίῳ ἁρμόσει τὸ ἐναντίον, εὔδηλον ὡς καὶ τῷ ἐναντίῳ τὸ μὴ ἐναντίον· παλιλλογία δὲ τοῦτό ἐστι· τὸ γὰρ τὸν τρισαριστέα γέρας λαμβάνειν καὶ τὸ τὸν λειποτάκτην τιμωρεῖσθαι καὶ ἐναντία ἀλλήλοις, καὶ οὐκ ἐναντία, καθὸ μὲν γὰρ οὐ λέγει τις, ὅτι οὐ δεῖ τὸν ἀριστέα λαμβάνειν γέρας, ἀλλὰ τοῦτο μόνον, ὅτι χρὴ τὸν λειποτάκτην τιμωρίαν ὑπέχειν, οὐκ ἐναντία. Καθὸ δὲ ἕτερον μέν τι ἐκεῖνο, ἄλλο δὲ τοῦτο, καὶ ὅτι ἐκεῖ μὲν τιμωρία πρόκειται, ὧδε δὲ γέρας, ἐναντία. ἁρμόζουσι δὲ ἀλλήλοις κατὰ τὸν τεχνικόν· σόφισμα δὲ τοῦτό ἐστι κατὰ τὸ ἀντιστρέφον. ἀλλὰ καὶ ἀπὸ τοῦ μείζονος, ὡς ἐπὶ τούτου· ἐξῆν ἀποκτιννύναι τοὺς κατιόντας φυγάδας. μαστίξας τινὰ κατιόντα τις, φεύγει παρανόμου τιμωρίας, ὁ γὰρ τὸ μεῖζον, φησὶ, δοὺς καὶ τὸ ἔλαττον ἔδωκεν· ἀπὸ δὲ τοῦ ἐλάττονος κατὰ τὸ ἐξ αὐτοῦ ἀποβαῖνον· οἷον ἐξῆν στίζειν τοὺς μοιχούς· μοιχὸν στίζων τις ἀπέκτεινε καὶ φεύγει φόνου· ὁ γὰρ τὸ πρότερον, φησὶ, δούς, ἤτοι τὸ ἔλαττον, καὶ τὸ ἐξ αὐτοῦ ἀποβαῖνον ἔδωκεν· οὗτοι οἱ τέσσαρες τῶν συλλογισμῶν τρόποι, καὶ δεῖ γινώσκειν, ὅτι ἐν τούτοις δύο μὲν, ἐν οἷς ὁ κατήγορος ἔχει τὸ ῥητὸν, δύο δὲ, ἐν οἷς μᾶλλον ὁ φεύγων. ἐν μὲν τῷ ἀπὸ τοῦ ἴσου καὶ τοῦ ἐναντίου ὁ φεύγων ἔχει τὸ ῥητὸν, ἐν δὲ τῷ ἀπὸ τοῦ μείζονος καὶ τοῦ ἐλάττονος ὁ κατήγορος, καὶ ἐν τούτοις λοιπὸν τοῖς δύο οὐκέτι προβολὴ ἔσται πράγματος ἁπλῶς, ἀλλὰ καὶ ῥητοῦ, ὥσπερ ἀνωτέρω προείρηται· τοσαῦτα εἴχομεν λέγειν περὶ τοῦ συλλογισμοῦ.

Περὶ ἀμφιβολίας.

`7.683–7.684`

αʹ. Τὴν ἀμφιβολίαν οἱ μὲν ἀσύστατον εἶναι ᾠήθησαν ὡς ἀπόρου καθεστηκυίας τῆς περὶ αὐτὴν ἐξετάσεως· ἔλαθε γὰρ αὐτοὺς, ὅτι γε ἡ τῆς περιστάσεως ποιότης δίδωσιν αὐτῇ δηλαδὴ σύστασιν. οἱ δὲ ἐπὶ τὸν στοχασμὸν ἀνήγαγον, διελόντες τὸν στοχασμὸν εἰς ἔγγραφόν τε καὶ ἄγραφον, καὶ τὸ μὲν ἄγραφον στοχασμὸν καλέσαντες ὁμωνύμως τῷ γένει, τὸ δὲ ἔγγραφον ἀμφιβολίαν· ὡρμήθησαν μὲν οὖν ἐπὶ ταύτην τὴν ἔννοιαν ἐκ τοῦ ἰδιώματος τοῦ στοχασμοῦ· ἐπεὶ γὰρ εὑρήκασι τοῦ ἐπιφερομένου ἐγκλήματος ἄρνησιν ἐν στοχασμῷ καὶ ἐν ἀμφιβολίᾳ, ὑφʼ ἓν ἀμφότερα γένος ἀνήγαγον. ἐχρῆν δὲ αὐτοὺς εἰδέναι, ὡς ἐν μὲν στοχασμῷ περὶ οὐσίας γίνεται τὸ ζητούμενον, ἐν δὲ ἀμφιβολίᾳ περὶ λέξιν οὐσίας δηλωτικήν. ἕτερον δὲ δήπου οὐσία καὶ ἕτερον λέξις ἡ ταύτης δηλωτική. ἐδόκει δὲ καί τισιν αὐτὴ μὲν ἡ ἀμφιβολία καθʼ αὑτὴν ἀνυπόστατος εἶναι, τῇ δὲ πρὸς ἑτέραν τῶν στάσεων συμπλοκῆ ζήτησιν ἐπιδέχεσθαι, καθάπερ ἡ παραγραφή· καὶ ἔοικεν αὐτοῖς κοινωνεῖν τῆς δόξης ὁ τεχνικὸς, οὐ μὴν πάντη συμφέρεται. Οἱ μὲν γὰρ καθʼ αὑτὴν εἶναι τὴν ἀμφιβολίαν ᾠήθησαν· ὁ δὲ ἀσθενεστέραν μὲν τηνικαῦτα, εἶναι δὲ ὅμως καὶ αὐτὴν ἐφʼ ἑαυτῆς· διαιρεῖται δὲ προβολῇ ῥητοῦ, ἑτέρᾳ τοῦ αὐτοῦ ῥητοῦ προβολῇ κατὰ τὸ ἀμφίβολον, τουτέστι περὶ ὃ γίνεται ἡ ἀμφιβολία, διανοίᾳ τοῦ νομοθέτου περὶ τὸ ἀμφίβολον αὐτὸ γινομένῃ, περιέχοντι καὶ περιεχομένῳ, ἀντιθέσει, μεταλήψει, ποιότητι καὶ γνώμῃ. ἰστέον δὲ, φησὶν, ὡς, εἰ μὲν αὐτὴ καθʼ ἑαυτὴν ἡ ἀμφιβολία εἴη, ἀσθενὲς καὶ γλίσχρον εἶναι ἀνάγκη τὸ ζήτημα, ἐὰν δὲ συμπλακῇ ἑτέρᾳ, χρήσιμον τὸ περὶ τὴν διαίρεσιν αὐτῆς γίνεται· ἐν δὲ τοῖς ἀπὸ χρησμῶν, φησὶ, καὶ λογίων πλαττομένοις ζητήμασι τοῦτο εὑρίσκεται· κατὰ γὰρ τῶν χρησμῶν τὸ λοξὸν χώραν ἡ ἀμφιβολία λαμβάνει, ὥστε ἐπὶ τῶν τοιούτων ἁπάντων πραγματικὴν εἶναι ἀμφιβολίαν. Πρὸς οὖν ἐπίσκεψιν τῶν κεφαλαίων τὸ παρὰ τῷ τεχνικῷ παράδειγμα· ἑταίρα εἰ φοροίη χρυσία δημοσία ἔστω, πεφώραταί τις φοροῦσα, καὶ ἡ μὲν τὰ χρυσία δεῖν δημόσιά φησιν εἶναι, οἱ δὲ οὐκ, ἀλλʼ αὐτὴν δημοσίαν εἶναι.

βʹ. Ἐξ αὐτοῦ τοῦ ὀνόματος πρόδηλα τὰ τῆς δυνάμεως αὐτῆς· καὶ γὰρ αὐτὸ τὸ ῥητὸν ἀμφίβολον ἔχει, δεῖ γὰρ ὑπονοεῖν γεγράφθαι νόμον, ἤ τι τῶν τοιούτων στιγμῆς ἄμοιρον καὶ τόνου, καὶ ἐν τοῖς τοιούτοις ἀνάγκη τὸν τόνον ὑποκλέπτειν· καὶ τούτῳ τῶν ἄλλων νομικῶν διαφέρει, ὅτι ἐν μὲν ἐκείνῳ φανερὸν ἔχομεν τὸ ῥητὸν, περὶ δὲ τὴν διάνοιαν αὐτοῦ γίνεται ἡ ζήτησις, ἐνταῦθα δὲ αὐτὸ τὸ ῥητὸν ἔχομεν ἄδηλον· διὸ καὶ κέχρηνται αὐτῷ τῷ ῥητῷ ἑκάτερος τῶν ἀμφισβητούντων ἕλκων πρὸς ἑαυτόν· οὐδὲν γὰρ ἕτερόν ἐστιν ἡ ἀμφιβολία, ἢ ῥητοῦ ἀσάφεια.

`7.685`

γʹ. Τινὲς οὐδὲ στάσιν αὐτὴν εἶπον διὰ τὴν εὐτέλειαν· διὰ τοῦτο καὶ τελευταία καθάπερ προὶξ τῶν ἄλλων· ὁ γοῦν Δημοσθένης εἰς κατασκευὴν ἄλλου ζητουμένου αὐτῇ κέχρηται, καὶ οὐκ ἀποπεποίηται ζήτημα ὁλόκληρον ἡγούμενος· ἐν δὲ τῷ πρὸς Λεπτίνην καὶ ἐν τῷ κατὰ Τιμοκράτους οὐκ ἀμφιβολίαν καλῶν, ἀλλʼ ἀσάφειαν, οὐδὲν γάρ ἐστιν ἀμφιβολία, ἀλλʼ ἢ ἀσάφεια, ἐπειδὴ γὰρ ὁ Λεπτίνης ἀσαφῶς εἶπε καὶ ἀμφιβόλως, μηδένα ἀτελῆ εἶναι πλὴν τῶν ἀφʼ Ἁρμοδίου καὶ Ἀριστογείτονος καὶ οὐ διώρισεν, οὐ πρόσωπον, οὐ πρᾶγμα, ἔλαβε χορηγίαν ὁ ῥήτωρ εἰς κατηγορίαν, ἑτέρου ὄντος τοῦ ζητουμένου, ἀλλʼ οὐ κατʼ ἰδίαν ὑπόθεσιν· καὶ ἐν τῷ κατὰ Ἀριστοκράτους, «ἐάν τις ἀποκτείνῃ Χαρίδημον, ἀγώγιμον εἶναι», πάλιν ἐπιλαμβάνεται τῆς ἀσαφείας καὶ λέγει, «ποῖον ἀνδροφόνον λέγεις, πότερον τὸν ἑκούσιον ἢ τὸν ἀκούσιον, τὸν δίκαιον ἢ τὸν ἄδικον.» ὅμως εἰς ἀπόδειξιν παραλαβὼν αὐτὴν, ὡς ἐν τῷ κατὰ Τιμοκράτους ἐν συμφέροντι κεφαλαίῳ λέγων, ὅτι πάλιν ἀσαφῶς εἶπεν, λαμβάνει τὴν ἀσάφειαν ἐκ παραλείψεως, οὔτε γὰρ τόδε προείρηκεν οὔτε τόδε· καὶ ἐπιλαμβάνεται ἐκ τῆς λέξεως, καθάπερ καὶ ἐνταῦθα ἡ ἀμφιβολία περὶ τὴν λέξιν εὔδηλον ὅτι ἡ ἀσάφεια.

δʹ. Οὐκέτι εἶπεν ἑνὸς τῶν ἀγωνιζομένων, ἀλλʼ ἐπεὶ ἀμφίβολον τὸ ῥητὸν, ἀμφότεροι αὐτῷ κέχρηνται, καὶ τῇ ἄλλῃ προβολῇ ὁμοίως ἀμφότεροι.

`7.686`

εʹ. Ἡ στάσις, φησὶν, αὕτη τελεία καθʼ ἑαυτὴν ἐμπίπτουσα εὐτελῆ καὶ ἀχρεῖον καὶ ψυχρὸν τὸν λόγον ποιεῖ, ἡ δὲ ἑτέρου τινὸς ὄντος τοῦ ζητουμένου, ἐν μέρει ζητήματος ἐμπεσοῦσα, ἀξιόλογον ἔχει τὴν ζήτησιν· διὸ καὶ Δημοσθένης ἐν τῷ παραπρεσβείας τοιούτου ζητήματος ἐμπεσόντος, πάνυ καλῶς διεχείρισε τὸν λόγον· εἰπόντος γὰρ τοῦ θεοῦ δεῖν τοὺς ἡγεμόνας φυλάξασθαι, καὶ τῆς ὁμωνυμίας ἐργαζομένης τὴν ἀμφιβολίαν, αὐτὸς ἀπὸ τοῦ καιροῦ διέλυσε τὸ ἀμφίβολον· φησὶ γὰρ, «εἰ μὲν ἐν πολέμου καιρῷ τοῦτο εἶπεν ὁ θεὸς, τοὺς στρατηγοὺς φυλάττεσθαι λέγει, αὐτοὶ γὰρ ἡγεμόνες, εἰ δὲ ἐν εἰρήνῃ, τοὺς ῥήτορας καὶ τοὺς πολιτευομένους, αὐτοὶ γὰρ ἐν τούτῳ τῷ καιρῷ ἡγοῦνται καὶ τούτοις πειθόμεθα.»

ϛʹ. Ἐν τούτοις γὰρ πολλάκις καθʼ ὁμωνυμίαν καὶ κατὰ τόνον, καὶ κατὰ διάστασιν συλλαβῶν ἀμφιβάλλεται.

ζʹ. Ἡ προβολὴ αὐξητικῶς ἀπὸ τοῦ ῥητοῦ, ὅτι δημοσίαν σε εἶναι βούλεται ὁ νόμος φορέσασαν τὰ χρυσία· ἑτέρα προβολὴ κατὰ τὸ ἀμφίβολον· ἀπὸ ταύτης ἐμφανίζεται τῆς προβολῆς ἡ ἀμφιβολία· διὸ προσέθηκε κατὰ τὸ ἀμφίβολον· ἡ ἑταίρα γὰρ ἐρεῖ, ὡς οὐκ ἐμὲ δημοσίαν εἶναι βούλεται, ἀλλὰ τὰ χρυσία δημόσια.

`7.687`

ηʹ. Μετὰ ταῦτα ἡ τοῦ νομοθέτου διάνοια παρʼ ἀμφοῖν ἐξετασθήσεται· τοῦ μὲν κατηγόρου λέγοντος, ὅτι ὁ νομοθέτης βουλόμενος ταύτας μάλιστα τιμωρεῖσθαι, τοῦτον ἔθηκε τὸν νόμον· ὁ δὲ φεύγων φησὶν, ὅτι οὐ τοῦτο ἐζήτησεν, ἀλλὰ μετριωτέρας βουλόμενος αὐταῖς ἐπιθεῖναι κολάσεις ἐκέλευσε τὰ χρυσία δημόσια εἶναι· ἐνταῦθα δὲ τὴν πᾶσαν αὔξησιν ποιήσεται ἑκάτερος τελείως ἐπεξιὼν ἀπὸ τῶν εὑρισκομένων τόπων· ὅθεν ὁ διώκων ἐρεῖ αὔξων ἀπὸ τῆς αἰτίας, ὅτι μεγίστης τιμωρίας ἀξία, πᾶσα γὰρ πόρνη καλλωπιζομένη ἐπὶ κακῷ τῶν νέων καλλωπίζεται, διὸ καθʼ ὑπερβολὴν τιμωρεῖται αὐτή· ὁ δὲ ἀπολογούμενος μειῶν ἐρεῖ· ὅτι τιμωρίαν μὲν δικαία ἀπολαύειν ἐστὶν, οὐ μὴν ὥστε δημοσίαν γενέσθαι· ἱκανὸν γὰρ ἐπιτίμιον ἡ τῶν χρυσίων στέρησις ταῖς τοιαύταις. κατὰ λόγον δὲ τῶν ἀδικημάτων εἶναι τὰς τιμωρίας προσήκει, καὶ εἰ μὴ νόμον δὲ ἔχομεν, ἀλλὰ ῥητὸν, τῷ ῥητῷ ὡς νομίμῳ χρησόμεθα.

θʹ. Κοινὸν ἀμφοῖν κεφάλαιον ἡ γνώμη τοῦ νομοθέτου· ἐξετάζεται γὰρ ἐξ ἑκατέρου πρὸς τὸ λυσιτελοῦν· οἷον τιμωρίας τοῦτο ὑπέλαβεν ἄξιον, καὶ ὁ μὲν διώκων ἐρεῖ, ὅτι τῆς μεγίστης, ἡ δὲ ὅτι τιμωρίας μὲν, ἀλλʼ οὐ τοσαύτης· οὐδὲ γὰρ ἐπὶ τῶν ἄλλων μείζους τῶν ἀδικημάτων ποιεῖται τὰς τιμωρίας.

Ἐν ἄλλοις οὕτως· τὰ χρυσία δὲ ἡ προβολὴ τοῦ ῥητοῦ. Πρῶτόν ἐστι κεφάλαιον ἡ τοῦ ῥητοῦ προβολή. τοῦ κατηγόρου λέγοντος, ὅτι παρέβης τὸν νόμον· καὶ δεῖ σε δημοσίαν εἶναι. —Ἐπειδὴ οὐχ ὡμολογημένως τὸ ῥητὸν πρὸς τοῦ ἑτέρου προβάλλεται, ἀλλὰ κατὰ τὸ ἀμφίβολον ἑκάτερος τῷ ἀμφιβόλῳ κέχρηται· ἔστι γὰρ κοινὸν ἀμφοῖν τὸ ῥητόν· ὅρα δὲ, ὡς ἑκάτερος ἀπὸ ῥητοῦ ἀγωνίζεται θάτερος θατέρου· ἀκριβοῦν δὲ ἄξιον τὸ ῥητόν· ὁ γὰρ ὑπὲρ τῆς γυναικὸς λέγων φήσει, ὅτι οὐκ ἐμὲ λέγει ὁ νόμος, ἀλλὰ τὰ χρυσία, προπαροξύνων τὸ δημόσια.

`7.688`

Γρ. ὥσπερ καὶ ἐπὶ τῶν ἄλλων ἀδικημάτων κατὰ λόγον τὰς τιμωρίας ἔταξεν. Ἡ ἀντίθεσις ἐνταῦθα ἀντεγκληματικὴ, ὅτι ἀξία τοῦτο παθεῖν· ἔνθα καὶ κοινὸς τόπος κατὰ πόρνης δεῖ συνίστασθαι· ἴδιον γὰρ τῆς ἀντεγκληματικῆς ἀντιθέσεως ἡ καταφορά· τῇ μεταλήψει δὲ θέσις ἀκολουθεῖ, ὅτι δεῖ τοιαύτης τιμωρίας ἀπολαύειν τὰς τοιοῦτον ἐπανελομένας βίον· καὶ τόπος κοινὸς κατὰ τῆς ἑταίρας· ἐν πάσῃ γὰρ ἀντεγκληματικῇ ἀντίθεσις τοπικὴ γίνεται. Τῆς ἀντιθέσεως γινομένης, ἡ μετάληψις πάντως ἕπεται, λέγοντος τοῦ συνηγόρου, ὅτι εἰ καὶ κολάσεως ἀξία, ἀλλʼ οὖν ἔχει τιμωρίας ὑπὸ τοῦ βίου, καὶ οὐ δεῖ πλέον ἐπιτεῖναι τὴν ἀτυχίαν· ἱκανὸν γὰρ αὐτῇ τοῦτο· μέμφεται δὲ τὸν τρόπον, καθʼ ὃν ὁ διώκων φησὶν αὐτὴν τιμωρεῖσθαι· λύσις δὲ οὖσα ἡ μετάληψις τῆς ἀντιθέσεως, εἰ ἐμπίπτοι ἀντίθεσις, ἐμπεσεῖται καὶ αὐτή· δῆλον δὲ, ὅτι ἡ ἀντίθεσις οὐκ ἀεὶ ἐμπίπτει.

ιʹ. Περὶ τοῦ περιέχοντος ἐζητήκασι, πῶς ἴδιον ἀντινομίας εἰπὼν ἐπὶ τῆς ἀμφιβολίας αὐτὸ παρέλαβε· καὶ οἱ μὲν πρὸς τὸ ῥητὸν καὶ τὴν διάνοιαν ἔφασαν αὐτὸ ἴδιον ἐκεῖσε εἰρῆσθαι, οἱ δὲ ὅτι οὐχ ἁπλῶς εἶπεν ἴδιον, ἀλλὰ τὸ μᾶλλον προσθείς· ἔφη γὰρ ὧδε· ἔστιν ἐπὶ τούτοις καὶ τὸ ἴδιον μᾶλλον ἀντινομίας κεφάλαιον, ἀλλʼ οὐχ ἕξουσιν ἀποδεικνύναι, πῶς ἀντινομίας μᾶλλον εἴη καὶ οὐκ ἀμφιβολίας· ἄμεινον ἄρα φάναι, ὡς κἀνταῦθα κατὰ τὴν ἐναντίωσιν τὴν ἀπὸ τῆς ἀναγνώσεως ἐμπέπτωκε τὰ κεφάλαια, εἰ μιμεῖταί τις τὴν ἀντινομίαν· ὥστε κἀπὶ τῆς ἀμφιβολίας κατὰ τὴν φύσιν τὴν ἐκεῖσε εὑρίσκεται· εἰκότως οὖν αὐτὸ ἴδιον τῆς ἀντινομίας ἐκάλεσεν.

`7.689`

ιαʹ. Τὸ περιέχον καὶ τὸ περιεχόμενον ἀπὸ τοῦ κατηγόρου ἐνταῦθα ἐμπεσεῖται, οἷον ὅτι τῆς ἑταίρας δημοσίας καθισταμένης, καὶ τὰ χρυσία δημόσια γίνεται, τῶν δὲ χρυσίων μόνων ταμιευθέντων, αὕτη πάντως ἐλευθέρα καθίσταται.

ιβʹ. Ἰστέον, ὅτι γνωσιγραφία ἡ ἀπόφασις λέγεται τῶν δικαστῶν, ὅτι μετὰ τὸ διαγνῶναι τὸ πρᾶγμα γίνεται, ὡς Ἀψίνης ἐν τῇ τέχνῃ φησίν· ἔτι ἀναμνήσωμεν ἐπὶ τῆς καλουμένης γνωσιγραφίας, κατʼ αὐτὴν ἀνακαλούμενοι τὰ εἰρημένα· ἔστι δὲ ἡ γνωσιγραφία ἀπόφασις δικαστῶν· οἷον τί δὲ μὴ ἀφιέντες γράψετε, ἐξεῖναι καταλύειν τοὺς νόμους, πράττειν τὰ τῇ πόλει μὴ συμφέροντα, δημεύειν ἀλλοτρίας οὐσίας.

ιγʹ. Τὴν ἀντίθεσιν ἀντεγκληματικὴν ἐνταῦθα λήψεται ὁ διώκων, κοινὸν τόπον κατὰ ἑταίρας ἀποτείνων.

ιδʹ. Τῆς ἀντιθέσεως ἐμπεσούσης ἕπεται ἀναγκαίως ἡ μετάληψις, ὅτι εἰ καὶ ἑταίρα, ἀλλʼ ἔχουσά γε ἰδίαν τῆς προαιρέσεως ταύτης ἐπιτιμίαν, οἷον τὸ μὴ τῶν ἴσων ἀξιοῦσθαι ταῖς ἐλευθέραις, μηδὲ ὁμοίαν εἶναι· καὶ ἄλλα δὲ, φησὶν, ἐλλεεινολογήσεται, πενίαν προβαλλομένη ἤ τι τοιοῦτον· ἐπεὶ γὰρ οὐκ ἰσχυρὰ τὰ τῶν ἀποδείξεων, τοῖς ἐπιλογικοῖς ἀνάγκη πλεονάζειν.

ιεʹ. Πρὸς τὴν μετάληψιν καὶ ἀντίληψιν ἔδει ἀπαντῆσαι, ἀλλʼ ἐνταῦθα παράβασις γέγονεν, ὅτι οὐκ ἠδύνατο ὡς πανταχοῦ ὥσπερ ἐπʼ ἐξουσίας προβάλλεσθαι τὴν ζήτησιν.

`7.690`

ιϛʹ. Γυνὴ εἰς δικαστήριον οὐκ εἰσέρχεται, οὐδὲ παρρησίαν ἔχει δημηγορεῖν, ἄλλως τε κἂν ἑταίρα τυγχάνῃ οὖσα· διὸ οὐκ αὐτὴν ἐλεεινολογουμένην, ἀλλὰ τὸν ὑπὲρ αὐτῆς φησι λέγοντα.

ιζʹ. Εἰρήκαμεν ἤδη, ὅτι γυνὴ εἰς δικαστήριον οὐκ εἰσέρχεται, οὐδὲ παρρησίαν ἔχει δημηγορεῖν, ἄλλως τε κἂν ἑταίρα τυγχάνῃ οὖσα.

ιηʹ. Τὴν ποιότητα καὶ τὴν γνώμην ὅπως ληψώμεθα ἐκ τῶν ἔμπροσθεν μεμαθήκαμεν, συμβέβηκε δὲ, φησὶν, ἐν τῷδε τῷ ζητήματι, ἐπειδὴ τὸ τῆς ἑταίρας διαβέβληται πρόσωπον, καὶ πλείονά γε τῆς γνώσεως εἶναι ἐξέτασιν, πότερον καταφρονήσασα τῶν νόμων ἐφόρεσε τὰ χρυσία, ἢ ἄλλως ἀγνοήσασα, οἷα οὐκ ἔμπειρος τῶν νόμων.

ιθʹ. Ἡ ποιότης, φησὶ, καὶ ἡ γνώμη μὴ παραπλησίως ταῖς ἄλλαις ἐξετασθήσεται, πλὴν ὅτι ἡ γνώμη κατὰ τὸ παρὸν πρόβλημα πλείονα τὴν ἐξέτασιν ἔχει· ἐπειδὴ γνώριμος καὶ μεστὴ πλείστης ἐπιμελείας ἡ τύχη, καὶ ἡ τοῦ προσώπου ποιότης· διὸ καὶ πλείω τὴν χορηγίαν ὁ κατήγορος ἕξει κατασκευάζων, ὡς οὐδὲν ἀπεικὸς αὐτὴν ἑτέραν οὖσαν καταφρονεῖν καὶ τῶν νόμων· ἐξετάσει δὲ καὶ τὴν κοινὴν τῶν γυναίων περὶ ταῦτα προαίρεσιν, ὁ δὲ ὑπὲρ τῆς ἑταίρας τὸν λόγον ποιούμενος ἀπὸ τῶν ἐναντίων ἀπολογήσεται.

Γεωργίου εἰς τὴν ἀμφιβολίαν.

`7.691`

Εἰρηκὼς ἡμῖν ὁ τεχνικὸς καὶ τὴν τοῦ συλλογισμοῦ διαίρεσιν, μέτεισιν λοιπὸν καὶ ἐπὶ τὴν τελευταίαν τῶν νομικῶν στάσεων, φημὶ δὲ τὴν ἀμφιβολίαν, καὶ πρῶτόν γε ὡς ἔθος, ψιλὴν ποιεῖται τῶν κεφαλαίων ἀπαρίθμησιν, εἶτα καθʼ ἓν ἕκαστον ἐξετάζει. Ἀλλὰ περί γε τῆς τάξεως αὐτῶν οὐ δεῖ λέγειν, κεφάλαιον γὰρ ἀντιτέτακται κεφαλαίῳ. Χρὴ τοίνυν πρὸ τῆς κατὰ μέρος ἐξετάσεως δύο τινὰ προλαβεῖν, τὸ τοῦ τεχνικοῦ κείμενον ἐξετάζοντας· ἔφη γὰρ οὕτως, εἰδέναι χρὴ, ὅτι εἰ μὲν αὐτοτελὲς ζήτημα ἀμφιβολία εἴη, γλίσχρον αὐτὸ ἀνάγκη εἶναι καὶ κατὰ τὴν διαίρεσιν ὡσαύτως ὑπόψυχρον· μέρος δὲ ὅτε γένοιτο ζητήματος, χρήσιμον τότε περὶ τὴν διαίρεσιν γίνεται· ταῦτα τοῦ τεχνικοῦ εἰρηκότος φασί τινες, ὅτι φαίνεται λέγων μὴ δύνασθαι καθʼ αὑτὴν ὑφίστασθαι τὴν ἀμφιβολίαν, ἀλλὰ χρὴ πάντως αὐτὴν συμπεπλέχθαι ἑτέρᾳ στάσει, καὶ μέρος γενέσθαι ζητήματος· λέγομεν δὲ, ὅτι τοῖς γε σκοποῦσιν ἀκριβῶς οὐδὲν εἶπε τοιοῦτον ὁ τεχνικὸς, ὅτι καθʼ ἑαυτὴν οὖσαν γλίσχραν αὐτὴν ἀνάγκη εἶναι· καὶ κατὰ τὴν διαίρεσιν, ὑπόψυχρον, τὸ γὰρ περὶ ὁμωνυμίας, ἢ τόνου, ἤ τινος τοιούτου ἀμφιβάλλειν εὐτελὲς ἄγαν· καί πως δοκεῖ ὑπὸ φιλοπραγμοσύνης τις περὶ τῶν τοιούτων συγκροτεῖν δικαστήριον· ὡς οὖν εἴρηται, καὶ καθʼ αὑτὴν εὑρίσκεται πολλάκις ἡ ἀμφιβολία, καὶ πολλὰ δεδώκαμεν τοῦ τοιούτου παραδείγματος, ἀλλʼ ὡς ὁ τεχνικός φησι γλίσχρον τοῦτό γε καὶ κατὰ τὴν διαίρεσιν ὑπόψυχρον· χρὴ δὲ μᾶλλον ἐπισυνάπτειν αὐτὴν καὶ ἐπισυμπλέκειν ἑτέρᾳ στάσει· οὕτω γὰρ ποιοῦντες καὶ τὸ τῆς ἀμφιβολίας κατορθοῦμεν χρήσιμον· καὶ τὴν τοῦ φιλοπράγμονος ὑποψίαν ἐκφεύγομεν, οὐ γὰρ ἔτι δόξομεν περὶ τόνων ἁπλῶς ἢ συλλαβῶν κροτεῖν δικαστήρια. Συμπλέκεται γοῦν ἡ ἀμφιβολία ἑτέρᾳ στάσει, ὡς ἐπὶ τούτου· ἐπελθόντος τοῦ Πέρσου εἰς τὴν Ἑλλάδα ἔχρησεν ὁ θεὸς τοῖς Ἀθηναίοις·

`7.692–7.695`

Τεῖχος τριτογενεῖ ξύλινον διδοῖ εὐρύοπα Ζεύς· καὶ ζητοῦσι, τί ποτε βούλεται δηλοῦν ὁ χρησμός· καὶ οἱ μὲν εἰσηγοῦνται γνώμην, ὅτι τὴν ἀκρόπολιν λέγει· Θεμιστοκλῆς δὲ τὰς τριήρεις ἔλεγε· γέγονεν οὖν ἡ ἀμφιβολία κατὰ τὴν ὁμωνυμίαν· καὶ ἔστιν ἡ πᾶσα ζήτησις συμπλοκή· πραγματικῆς γὰρ κατὰ ἀμφιβολίαν· καθὸ μὲν γὰρ βουλὴ πρόκειται πραγματικῆς ἐστιν, καθὸ δὲ περὶ τὴν λέξιν ἀμφιβάλλουσιν, ἀμφιβολία ἕπεται, πολλάκις δὲ καὶ ἐπὶ λογικῇ εὑρίσκεται ἡ ἀμφιβολία, πρός τι χρήσιμον λαμβανομένη, ὥσπερ ἐν τῷ κατʼ Αἰσχίνου ὁ Δημοσθένης παράγει χρησμὸν, φυλάττεσθαι λέγοντα τοὺς προεστῶτας, ὅπερ ὁμώνυμον· οἱ μὲν γὰρ προεστῶτας τοὺς ῥήτορας ἔλεγον, ἄλλοι δὲ τοὺς στρατηγούς· καὶ οὕτως ἐκεῖσε γίνεται ἡ καθʼ ὁμωνυμίαν ἀμφιβολία· καὶ ἐν τούτοις τὸ πρῶτον ζητούμενον, δεύτερον δέ ἐστι τοῦτο· πάλιν γὰρ ἐφεξῆς πού φησιν ὁ τεχνικός· ἐν δὲ τοῖς ἀπὸ χρησμῶν καὶ λογίων πλαττομένοις ζητήμασι πᾶσι τοῦτο εὑρίσκεται· ἔτι φασί τινες, ὅτι φαίνεται λέγων ὁ τεχνικὸς, ὡς ἐν μόνοις τοῖς ἀπὸ χρησμῶν καὶ λογίων ζητήμασιν εὑρίσκεται ἡ ἀμφιβολία, ἄλλοθι δὲ οὐδαμοῦ· τοῦτο γὰρ αἰνίττεται, εἰρηκὼς τὸ πᾶσι· μᾶλλον οὖν, φασὶ, κατὰ τὸν τεχνικὸν ἐν τούτοις ἐστὶν ἡ ἀμφιβολία, ἤπερ ἐν τοῖς ἄλλοις· ἀλλὰ λέγομεν πρὸς τοῦτο, ὅτι ἐν πᾶσιν ἐπίσης ἐστὶν ἡ ἀμφιβολία, καὶ οὐκ ἐνταῦθα μὲν μᾶλλον, ἐν ἑτέροις δὲ ἧττον· ἐκεῖνο δὲ βούλεται μᾶλλον εἰπεῖν ὁ Ἑρμογένης, ὅτι ὡς ἐπὶ τὸ πλεῖστον ἐν τοῖς ἀπὸ χρησμῶν καὶ λογίων ζητήμασιν εὑρίσκεται ἡ ἀμφιβολία, σπανίως δὲ ἐν ἑτέροις, καὶ εἰκότως· ἐπειδὴ γὰρ ὡς λοξίας ὁ Ἀπόλλων ἀσαφεῖς ἀφίησι τοὺς χρησμοὺς, ἐκ τούτου ἐγίνοντο πολλαὶ περὶ τοὺς χρησμοὺς ἀμφιβολίαι· ἄλλως καὶ ἄλλως ἐκδεχομένων αὐτῶν τοὺς χρησμούς· ἔνθεν ὡς εἴρηται ἐν τοῖς περὶ χρησμῶν ζητήμασιν ὡς ἐπὶ τὸ πλεῖστον ἡ ἀμφιβολία εὑρίσκεται· καὶ ταῦτα μέν ἐστιν, ἅπερ ἐχρῆν προλαβεῖν· μετιτέον δὲ λοιπὸν καὶ ἐπὶ τὴν κατὰ μέρος ἐξέτασιν τῶν κεφαλαίων, καὶ ὥς φησιν ὁ τεχνικὸς πρὸς ἐπίσκεψιν τῶν κεφαλαίων· ἔστω ὑπόδειγμα τόδε· ἑταίρα εἰ φοροίη χρυσία, δημοσία ἔστω· φορεῖ τις, καὶ ὁ μὲν δημοσίαν αὐτὴν εἶναι λέγει, ὁ δὲ οὐκ αὐτὴν δημοσίαν, τὰ δὲ χρυσία δημόσια· γέγονε γὰρ παρὰ τὸν τόνον ἡ ἀμφιβολία, ἡ προβολὴ τοῦ ῥητοῦ· δημοσίαν σε κελεύει εἶναι ὁ νόμος, ἑταίρα γὰρ οὖσα χρυσία φορεῖς· οὕτως μὲν ἡ προβολὴ τοῦ ῥητοῦ, χρὴ δὲ γινώσκειν, ὅτι οὐκέτι ἐπὶ τῆς ἀμφιβολίας ὁ κοινὸς ἐκείνοις κανὼν φυλαχθήσεται· ἐλέγομεν γὰρ, ὅτι ἡνίκα κακουργεῖ περὶ τὴν διήγησιν ὁ κατήγορος, τότε καὶ ὁ φεύγων κέχρηται τῇ προβολῇ τοῦ αὐτοῦ ῥητοῦ· ἐπειδὴ καὶ ἀεὶ ἀπαρέσκεται τοῖς ὑπὸ τοῦ κατηγόρου λεχθεῖσι καὶ οὐδέποτε δέχεται τὴν τοῦ κατηγόρου προβολὴν, εἰ γὰρ δέξεται, οὐκέτι ἔσται τὸ ζητούμενον· οὐκέτι τὸ τῆς ἀμφιβολίας φυλαχθήσεται γνώρισμα· δεῖ γὰρ ἀντιπαραβάλλεσθαι τὸ αὐτὸ ῥητὸν, ἐξ οὗ γίνεται ἡ ἀμφιβολία· τοῦ γὰρ κατηγόρου λέγοντος, δημοσίαν σε εἶναι κελεύει ὁ νόμος, ἡ ἑταίρα φήσει, οὐκ ἐμὲ, ἀλλὰ τὰ χρυσία δημόσια, γίνεται γοῦν περὶ τόνον ἡ ἀμφιβολία, μετὰ ταῦτα ἕπεται ἡ γνώμη τοῦ νομοθέτου, καὶ εὐλόγως· νομικῆς γὰρ οὔσης τῆς στάσεως ἐχρῆν καὶ τὰ νομικὰ προτετάχθαι κεφάλαια τὰ εἰς σύστασιν τοῦ ῥητοῦ λαμβανόμενα, ὅπερ ποιεῖ ἡ γνώμη τοῦ νομοθέτου· ἐξετάζεται δὲ ὑπʼ ἀμφοῖν πρὸς τὸ λυσιτελοῦν ἑκατέρῳ, οἷον τιμωρίας ἀξίαν τὴν ἑταίραν ὁ νομοθέτης ὑπέλαβε, καὶ ὁ μὲν διώκων ἐρεῖ, ὅτι τῆς μεγίστης· καὶ ἔφη δημοσίαν αὐτὴν εἶναι καὶ τὰ χρυσία δημόσια· ἡ δὲ ὅτι τιμωρίας μὲν ἀλλὰ μετρίας, ὥσπερ καὶ ἐπὶ τῶν ἄλλων ἀδικημάτων κατὰ λόγον τὰς τιμωρίας ἔταξεν· οὕτω μὲν ἐπʼ ἀμφοῖν ἡ γνώμη τοῦ νομοθέτου ἐξετασθήσεται. Χρὴ δὲ γινώσκειν, ὅτι καὶ σημειώσεως ἄξιον· ὡς γὰρ ἐν ὅρῳ ὁ φεύγων ἔλαττον ὁμολογεῖ ἀδίκημα, οὕτως καὶ ἐπὶ τοῦ παρόντος προβλήματος· ἡ γὰρ ἑταίρα ὁμολογεῖ μὲν ἀδίκημα, ἀλλʼ ἔλαττον, ὡς δέδεικται ἐν τῇ ἐξετάσει τῆς γνώμης τοῦ νομοθέτου· μετὰ τοῦτο τοίνυν τὸ κεφάλαιον ἕπεται τὸ περιέχον καὶ περιεχόμενον, ἑκατέρου λέγοντος, εἰ τὸ ἐμὸν κυρώσετε, οὐδὲ τοῦτο παραβαίνετε. καὶ ὁ μὲν διώκων οὕτως· εἰ ποιήσετε τὴν ἑταίραν δημοσίαν, ἔστω καὶ τὰ χρυσία δημόσια, ὥστε καὶ τὸ ταύτης κυροῦται· τῶν δὲ χρυσίων μόνων γινομένων δημοσίων, ἡ ἑταίρα οὐκ ἔσται δημοσία· οὐκοῦν παραβαίνετε τὸ ἡμέτερον. ὁ δέ γε φεύγων ἤτοι ἡ ἑταίρα φήσει, ὅτι κυρουμένου τοῦ ἐμοῦ καὶ γινομένων τῶν χρυσίων δημοσίων, οὐδὲ τὸ τοῦ κατηγόρου παραβαίνεται· οὐδὲν γὰρ ἧττον δώσει ἡ ἑταίρα δίκην, ἀφαιρουμένη τὰ χρυσία ἐφʼ οἷς ἠγάλλετο· οὕτως μὲν γίνεται τὸ περιέχον καὶ περιεχόμενον. ζητοῦσι δὲ, πῶς, εἴπερ καὶ ἐν ἀμφιβολίᾳ εὑρίσκεται τουτὶ τὸ κεφάλαιον, ἰδικὸν αὐτὸ ἔφη ὁ τεχνικὸς τῆς ἀντινομίας, εἰπὼν ἰδικὸν μᾶλλον τῆς ἀντινομίας κεφάλαιον. καὶ λέγομεν, ὅτι ὡς καὶ ἐκεῖσε ἔφημεν ὡς πρὸς ἀντιδιαστολὴν τῶν ἄλλων κεφαλαίων τοῦτο μᾶλλον εἶπεν ἰδικόν. τὰ γὰρ ἄλλα ἦσαν καὶ ῥητοῦ καὶ διανοίας· ἀλλὰ πρὸς τοῦτο εἴποι τις ἂν, ὅτι οὐκοῦν οὐδὲ τὸ περιέχον καὶ περιεχόμενον ἐχρῆν εἰπεῖν ἰδικὸν εὑρεθὲν καὶ ἐν τῇ ἀμφιβολίᾳ· ἄμεινον τοίνυν ἐκεῖνο λέγειν, ὅτι καλῶς εἶπεν αὐτὸ ὁ τεχνικὸς ἰδικὸν μᾶλλον ἀντινομίας· καὶ ἐν τῇ ἀμφιβολίᾳ γὰρ ἐνταῦθα ἐμπεσὸν ὡς ἐν ἀντινομίᾳ ἐστί· μάχη γὰρ κἀνταῦθά ἐστι ῥητῶν, τοῦ κατηγόρου ἄλλως προφέροντος τὸ ῥητὸν καὶ τοῦ φεύγοντος ἄλλως· ἐπεὶ οὖν ἐσχηματίσθη ὥσπερ εἰς τύπον ἀντινομίας, ἡ ζήτησις ἔσχε χώραν ἐμπεσεῖν καὶ τὸ τῆς ἀντινομίας ἰδικὸν κεφάλαιον, τὸ περιέχον φημὶ καὶ περιεχόμενον· καὶ εὐλόγως μετὰ τὴν γνώμην τοῦ νομοθέτου· ἑκατέρου γὰρ ἐν αὐτῷ συστήσαντος τὸν οἰκεῖον ὥσπερ σκοπὸν τοῦ ῥητοῦ, ἐδόκουν πως οἱ δικασταὶ ἀπορεῖν, τίνι δεῖ μᾶλλον προστίθεσθαι, ὁρῶντα ἀμφότερα ἰσχυρὰ καὶ βέβαια. διὰ τοῦτο οὖν ἐπιφέρεται τὸ κεφάλαιον, ἐν ᾧ ἐπιχειρήσει δεῖξαι ἑκάτερος, ὅτι εἰ τὸ αὐτὸ κυρώσουσιν, οὐδέτερον παραβαίνουσι· καὶ ἐν τούτοις τὸ περιέχον καὶ περιεχόμενον. εἶτα εὐθὺς ἕπεται ἀντίθεσις, καὶ ἔστιν ἐνταῦθα ἀντεγκληματικὴ, κατὰ ἑταίρας λόγον περαίνοντος τοπικῶς τοῦ κατηγόρου. εἶτα ἕπεται ἡ μετάληψις, λυτικὴ οὖσα τῆς ἀντιθέσεως, ὅτι εἰ καὶ ἑταίρα, ἀλλʼ ἔχουσά γε ἴδια τῆς προαιρέσεως ταύτης ἐπιτίμια, τὸ μὴ ὁμοίαν εἶναι ταῖς ἐλευθέραις, μηδὲ τῶν αὐτῶν ἀξιοῦσθαι, καὶ ἄλλα δὲ ἐλεεινολογήσεται δηλαδὴ πενίαν προβαλλόμενος ἤ τι τοιοῦτον ὁ λέγων ὑπὲρ αὐτῆς, μετὰ ταύτην δὲ ἡ θέσις· καὶ παρῆκεν αὐτὴν ἐν τῇ ἐξετάσει ὁ τεχνικὸς ὡς πρόδηλον· ὁ μὲν γὰρ ἐρεῖ ὅτι τιμωρητέον τὰς ἑταίρας, ὁ δὲ ὅτι ἐλεητέον τὰς ἑταίρας, τὰς διὰ πενίαν καὶ ἔνδειαν ταῦτα ἀναγκαζομένας ποιεῖν· μετὰ ταῦτά ἐστιν ἡ ποιότης καὶ ἡ γνώμη, τὰ ἐπιλογικὰ κεφάλαια· καὶ ὡς γίνονται πολλάκις ἐμάθομεν· καθόλου δὲ χρὴ τοῖς ἐπιλογικοῖς ἐνδιατρίβειν ἐν τῇ ἀμφιβολίᾳ, ἐπεὶ οἱ ἀγῶνες σμικροί τε καὶ εὐτελεῖς καὶ μάλιστά γε τῇ γνώμῃ· ὡς καὶ αὐτός πού φησιν ἐν τῷ κειμένῳ ὁ τεχνικός· συμβέβηκε δὲ τούτῳ τῶ ζητήματι, καὶ πλείονά γε τὴν ἐξέτασιν τῆς γνώμης εἶναι, ζητοῦντος ἑκατέρου τὴν γνώμην τῆς ἑταίρας, καὶ ὁ μὲν ἐρεῖ, ὅτι ἀγνοήσασα ἐφόρεσε τὰ χρυσία, ὅ γε ὑπὲρ αὐτῆς λέγων, ὁ δέ γε διώκων λέξει, ὅτι κατεφρόνησε τοῦ νόμου, οὕτως μὲν ὁ τεχνικός, ὁ δέ γε Μητροφάνης δεῖ, φησὶ, πλεονάζειν ἐν τῇ ἀμφιβολίᾳ τὴν τῆς γνώμης ἐξέτασιν, καὶ παραφέρει τὸ κατὰ Πανταλέοντα πρόβλημα· ἔχων τις δύο υἱοὺς, Λέοντα καὶ Πανταλέοντα, τελευτῶν ἐπέγραψεν ἐν ταῖς διαθήκαις, βούλομαι ἔχειν τὰ ἐμὰ πάντα Λέοντα, καὶ ἀμφισβητοῦσιν ἀμφότεροι τοῦ κλήρου· ἐνταῦθα, φησὶ, χρὴ τὴν γνώμην πλατύτερον ἐξετάζειν ἐρευνώντων ἡμῶν καὶ ἐπιζητούντων, τίνι τῶν τέκνων μᾶλλον προσέκειτο κατὰ τὴν γνώμην, καὶ τίνα πλέον ἠγάπα. τούτου γὰρ δεικνυμένου συναποδείκνυται τὸ ζητούμενον.

Γνώσεως ὄργανα ὀκτώ.

`7.696`

Αἴσθησις, φαντασία, τέχνη, δόξα, φρόνησις, ἐπιστήμη, σοφία, νοῦς. Τούτων κοινὰ μέν ἐστιν πρὸς τὰ θεῖα ἡμῖν τέχνη καὶ φρόνησις, καὶ ἐπιστήμη καὶ νοῦς· πρὸς δὲ τὰ ἄλογα, αἴσθησις καὶ φαντασία· ἴδιον δὲ ἡμῶν μόνον η δόξα. ἔστι καὶ αἴσθησις μὲν γνῶσις ψευδὴς διὰ σώματος· φαντασία δὲ κίνησις ἐν ψυχῇ· τέχνη δὲ ἕξις ποιητικὴ μετὰ λόγου· τὸ δὲ μετὰ λόγου πρόσκειται, ὅτι καὶ ὁ ἀράχνης ποιεῖ, ἀλλʼ οὐ μετὰ λόγου. φρόνησις δὲ ἕξις προαιρετικὴ τῆς ἐν τοῖς πρακτοῖς ὀρθότητος· ἐπιστήμη δὲ ἕξις τῶν ἀεὶ κατὰ τὰ αὐτὰ καὶ ὡσαύτως ἐχόντων, σοφία δὲ ἐπιστήμη τῶν πρώτων αἰτίων, νοῦς δὲ ἀρχὴ καὶ πηγὴ πάντων τῶν καλῶν. Τέλος τῶν στάσεων.

Μέρη εὐμαθείας τρία, ἀγχίνοια, μνήμη, ὀξύτης. Μνήμη μὲν οὖν ἐστι τήρησις ὧν ἔμαθέ τις. ὀξύτης δὲ ἡ ταχυτὴς τῆς διανοίας· ἀγχίνοια δὲ τὸ ἐξ ὧν ἔμαθέ τις ἃ μὴ ἔμαθε θηρεύειν. Μεταξὺ λέγεται τὸ ἀμφοτέρων τῶν ἄκρων μετέχον. οἷον τὸ φαιὸν μεταξύ ἐστι λευκοῦ καὶ μέλανος· λέγεται καὶ τὸ οὐδετέρων μετέχον· οἷον τὸ ἀρτιγενὲς παιδίον μεταξύ ἐστιν ἀδικίας καὶ δικαιοσύνης, ἀντὶ τοῦ οὐδενὸς μετέχει.

## License and provenance

Eulogikon publishes public-domain Greek texts in cleaned, structured, readable form and makes no copyright claim over that preparation (Public Domain Mark 1.0, https://creativecommons.org/publicdomain/mark/1.0/). Cite as `eul_wid: xrk-am`.
