title: "History of Heracles, Alban Tablet"
title_greek: Ἱστορία Ἡρακλέους
author: Anonymous Historians (FGrH)
eul_wid: mmg-ae
eul_aid: mmg
canonical: "https://eulogikon.org/works/anon-hist-frag-heraclean-history-mmg-ae"
lang: grc
period: Uncertain
dialect: Mixed Dialects
domain: "History, Mythology"
genre: Historiography
content_hash: "sha256:88eeac3c396ecc96222b7761968867c5322744dc7bb85a510b22518d17d7d482"
content_modified_at: "2026-10-23"
license: "https://creativecommons.org/publicdomain/mark/1.0/"

# History of Heracles, Alban Tablet

*Ἱστορία Ἡρακλέους*

**Author:** Anonymous Historians (FGrH)

**eul_wid:** `mmg-ae` · [HTML page](https://eulogikon.org/works/anon-hist-frag-heraclean-history-mmg-ae)

## Text

`1a,40,F.1a`

Ἡρακλέους πράξεις. Ἡρακλῆς  … νν … α γενόμενος Μινυᾶν  … Ὀρχομενὸν εἷλε τὰν πόλιν Ἐργῖνον φονεύσας τὸν βασιλέα καὶ τὰν λίμναν ἐπὶ τοῦ πεδίου  … αὐτοῖς ἀποφράξας ποταμόν. καὶ εἰς Λυδίαν ἐστρατεύσατο ποτʼ Ὀμφάλαν τὰν Ἰαρδάνου καὶ Μαίονας αὐτᾶι ὑπακόους ἐποίησε Κίον τε ἔκτισε  … πόλιν Πολύφαμον βασιλέα ἐπιστάσας. Λαομέδοντι δὲ ἐβοάθησε Τρωάδος βασιλεῖ πολιορκουμένωι ὑπὸ κήτεος· καὶ ἀτειμασθεὶς Ἡρακλῆς ὑπὸ Λαομέδοντος εἰς Ἄργος ἀπελύθη. ἱδρυσάμενος δʼ ἐν Τίρυνθι τέμενος Ἐνυαλίου μετὰ Τελαμῶνος τε καὶ Πηλέως καὶ Ὀικλέος ἐπὶ Τροίαν στρατευσάμενος εἷλεν τὰν πόλιν, Λαομέδοντα καὶ τοὺς υἱοὺς ἀποκτείνας πλὰν Πριάμου· Τελαμών τε Ἡσιόναν ἔλαβεν τὰν Πριάμου ἀδελφάν, ἐξ ἇς Τεῦκρον υἱὸν ἔθετο. ἐπ … οπλο ω … ν … α … α … ἔλαβε Κῶ τὴν Μεροπίδα φονεύσας Εὐρύπυλον, καὶ Χαλκιόπαι μιγεὶς ἐξ αὐτᾶς υἱὸν ἔθετο Θεσσαλόν.  … Ἴφιτος  … εἰς Τίρυνθα πόλιν  … ιους ολεθριας  … ος … ορ εις  … ατιοτοκ νς  … λονοψοι μετὰ δὲ  … λαον Ἡρακλῆς. ἐπὶ τὸν  … εύσας ὕδωρ προ … εἰς Αἰτωλίαν ἐλθὼν  … ε … εσεν τοὺς παῖδας  … τιων μάχαι  … καιροις οἵτινες  … το κατὰ κράτος  … Αὐγέαν ἀπέκτεινε καὶ τοὺς υἱοὺς πλὰμ Φυλέως. ἑλὼν δὲ καὶ Πύλον Ἡρακλῆς κατὰ κράτος καὶ Μεσσάναν Νηλέα καὶ τοὺς υἱοὺς ἀπέσφαξε πλὰν Νέστορος· Σπάρταν τε λαβὼν δορυάλωτον, Ἱπποκόωντα καὶ τοὺς παῖδας φονεύσας, Τυνδάρεων σὺν Κάστορι καὶ Πολυδεύκαι φεύγοντα κατάγαγε καὶ ἔδωκε Λακεδαίμονα. τουτῶ δὲ πάλιν εἰς Πίσαν ἐλθὼν Διὸς Ὀλυμπίου ἀγωνίσσατο ἀγῶνα τὰ Ὀλύμπια πρῶτος ἀγωνιστάς· Δρύοπάς τε ἀποστάντας ἔλαβε καὶ Φύλαντα τὸν βασιλέα ἀποσφάξας ἐκ τᾶς θυγατέρος αὐτοῦ Μήδας υἱὸν ἔθετο Κτήσιππον. Ἡρακλῆς μὲν οὖν Τραχεῖνα ὠικοδόμησε πόλιν καὶ Τιρυνθίους ἐν αὐτᾶι κατώικισε. τουτῶ δʼ ἐπὶ Θράικαν στρατευσάμενος Διομήδη ἐφόνευσε καὶ Θράικας ἐκυρίευσε Αἶνόν τε λαβὼν Σαρπαδόνα τὸν ἄρχοντα ἀπέσφαξε· καὶ Θάσον ἑλὼν  … ωι καὶ Ἀλκαίωι παρέδωκε· Τορώναν τε εἷλε, Πολύγονον καὶ Τηλέγονον ἀπέκτεινε· πόλιν τε Ἄβδηρα ἐπὶ Θράικας Ἡρακλῆς ὤικισε τοῦ Θρονικοῦ υἱοῦ ἐπώνυμον Ἀβδήρου. καὶ Ζάταν καὶ Κάλαιν υἱὼ Βορέα τοῦ Θραικὸς Δικαιοπολίτας ἐπιβουλεύσαντας αὐτῶι παραδιώκων  … κατάντεις  … αὐτοὺς εἰς θάλασσαν ἔρρειψεν. τουτῶ δὲ ἐπὶ Σκυθίαν διαβὰς Ἀράξην μάχαι ἐνίκασε, τᾶι δὲ θυγατρὶ αὐτοῦ συνγενόμενος Ἐχίδναι υἱοὺς Ἀγάθυρσον ἔθετο καὶ Σκύθαν. τουτῶ δʼ ἐπʼ Ἀμαζόνας ἦλθε καὶ ἐπὶ τὸν Θερμώδοντα ποταμόν, ἐνίκασε μάχαι φονεύσας Ἱππολύταν· Σινώπαν τε πόλιν Ἡρακλῆς ἑλὼν Ἀμαζόνας ἐξέβαλε καὶ Ἕλλανας ἐν αὐτᾶι κατώικισε. Κάστωρ δὲ καὶ Πολυδεύκας Ἡρακλ … Ἄμυκον ἐνίκασαν μάχαι τὸν Βεβρύκων βασιλέα. Ἡρακλῆς δʼ ἐπὶ τὸν Ἰνδὸν ἦλθε ποταμὸν καὶ πόλιν Ἡράκλειαν τὰν ἐν Σίβαις οἰκίζει. Ἀμαζόνες δʼ ἐς τὰν Ἀττικὰν εἰσέβαλον· Θησεὺς δὲ καὶ Πιρίθοος αὐτὰς ἐνίκασαν μάχαι· καὶ ἔλαβεν Θησεὺς αἰχμάλωτον τὰν Ἱππολύταν  … ἐξ ἇς υἱὸν Ἱππόλυτον ποιεῖται. Ἡρακλῆς δὲ ἐπὶ τὸ Κάλπεον ὄρος ἦλθε καὶ  … νοει πολέμου λαβ … οα … ρπειωνιαιτου … ωσλιετιουεπισκο … τουτῶ δὲ εἰς Αἰθιοπίαν ἦλθε καὶ Ἠμαθίωνα ἐφόνευσε τὸν Λαομέδοντος υἱὸν Τιθωνοῦ, καὶ Ἠμαθίωνος ἀπέδωκε τὰν βασιλήαν Μέμνονι τῶι Τιθωνοῦ  … εἰς δὲ Αἴγυπτον ἦλθε καὶ ἀπέκτεινε Βούσειριν· ἐλθὼν ὁ  …

`1a,40,F.1b`

«Ἀμφιτρύων ὑπὲρ Ἀλκαίου τρίποδʼ Ἀπόλλωνι.» τοῦτον ὑπὲρ Ἡρακλέους φασὶν δαφνηφορήσαντος ἀνατεθῆναι· τὸ γὰρ ἐξ ἀρχῆς οὐχ Ἡρακλῆ ἀλλʼ Ἀλκαῖον αὐτὸν καλεῖσθαι.

`1a,40,F.1c`

οὕς ποθʼ ὑπʼ Εὐρυσθεῖος ἀναγκασθεὶς τέλεσʼ ἄθλους· πρῶτα μὲν ἐν Νεμέαι βριερὸν κατέπεφνε λέοντα· δεύτερον ὕδραν Λερναίαν ἔκτεινε· τρίτον δὲ κάπρον ἐν Ἀρκαδίαι· στικτὴν ἔλαφον δὲ τέταρτον· πέμπτον δὲ στρουθοὺς Στυμφαλίδος ἤλασε λίμνης· ἕκτον θʼ Αὐγείαο ἐφόρει κόπρον· ἕβδομον ἐλθὼν ἐκ Κρήτης ταῦρον μέγαν ἤγαγεν· ὄγδοον ἵππους Θρήικης ἐξέλασεν Διομήδεος, Ἱππολύτης τε ζωστῆρα ἐξεκόμισσεν Ἀμαζονίδος· δέκατον δὲ Γηρυόνην ἔκτεινε καὶ ἤγαγε βοῦς ἀγελαίας· ἑνδέκατον δʼ ἐξ Ἅιδου ἀνήγαγε Κέρβερον αἰνόν· Ἑσπερίδων δʼ ἤνεγκε μολὼν ἐπὶ τέρματα γαίης χρύσεα μῆλα, δράκοντα λαθὼν  … δώδεκα μὲν τούσδʼ ἐξετέλεσσε τότʼ, αὐτὰρ ἔπειτα Βούσειριν μὲν ἐν Αἰγύπτωι κτάνεν, ἐν Λιβύηι δὲ Ἀνταῖον· Φολόην Κενταύρων ἐξεκάθηρεν· Κύκνον ἰδʼ ἀετόν, ὃς τὸ Προμηθέος ἤσθιεν ἧπαρ· ἐν Λυδοῖς πύματον  …

`1a,40,F.1d`

Ἥρας Ἀργείας ἱέρεια Ἀδμάτα Εὐρυσθέως καὶ Ἀδμάτας τᾶς Ἀμφιδάμαντος ἔτη νη.

## License and provenance

Eulogikon publishes public-domain Greek texts in cleaned, structured, readable form and makes no copyright claim over that preparation (Public Domain Mark 1.0, https://creativecommons.org/publicdomain/mark/1.0/). Cite as `eul_wid: mmg-ae`.