---
title: On the Pronoun
title_greek: Γραμματικὸν Ἀπόσπασμα
author: Grammatical Fragments
eul_wid: tqa-am
eul_aid: tqa
canonical: "https://eulogikon.org/works/anon-grammarian-fragment-tqa-am"
lang: grc
period: Roman
dialect: Koine
domain: Grammar
genre: Treatise
content_hash: "sha256:05d2a9cf8571767037a7873e94836d5858b70422a692b24858bdd31ac7f81711"
content_modified_at: "2026-11-15"
license: "https://creativecommons.org/publicdomain/mark/1.0/"
---

# On the Pronoun

*Γραμματικὸν Ἀπόσπασμα*

**Author:** Grammatical Fragments

**eul_wid:** `tqa-am` · [HTML page](https://eulogikon.org/works/anon-grammarian-fragment-tqa-am)

## Text

Περὶ ἀντωνυμίας  <span class="gap">…</span>

  

 <span class="gap">…</span> ἐντὸς δυϊκαὶ

  

ἐκτὸς πληθυντικαὶ ὀρθῆς πτώσεως,  

νωΐτεροι, σφωΐτεροι, γενικῆς  

νωιτέρων, σφωιτέρων, δοτικῆς νωιτέροις,  

σφωιτέροις, αἰτιατικῆς  

νωιτέρους, σφωιτέρους. ἐντὸς πληθυντικαὶ  

ἐκτὸς ἑνικαὶ ὀρθῆς πτώσεως, ἡμέτερος, ὑμέτερος,  

σφέτερος, γενικῆς ἡμετέρου,  

ὑμετέρου, σφετέρου, δοτικῆς  

ἡμετέρῳ, ὑμετέρῳ, σφετέρῳ, αἰτιατικῆς  

ἡμέτερον, ὑμέτερον, σφέτερον.  

ἐντὸς πληθυντικαὶ ἐκτὸς δυϊκαὶ ὀρθῆς  

καὶ αἰτιατικῆς πτώσεως ἡμετέρω, ὑμετέρω,  

σφετέρω, γενικῆς καὶ δοτικῆς  

ἡμετέροιν, ὑμετέροιν, σφετέροιν.  

ἐντὸς καὶ ἐκτὸς πληθυντικαὶ ὀρθῆς  

πτώσεως, ἡμέτεροι, ὑμέτεροι, σφέτεροι,  

γενικῆς ἡμετέρων, ὑμετέρων, σφετέρων, δοτικῆς  

ἡμετέροις, ὑμετέροις, σφετέροις, αἰτιατικῆς  

ἡμετέρους, ὑμετέρους, σφετέρους.  

ὁμοίως δὲ αὐτοῖς καὶ τὰ θηλυκὰ  

καὶ τὰ οὐθέτερα κλίνεται.  

περὶ ἄρθρου  

ἄρθρον δέ ἐστιν συλλαβὴ προτακτικὴ  

καὶ ὑποτακτικὴ παντὸς ὀνόματος  

διαφόρως εἰς τὰς πτώσεις  

παρασχηματιζομένη. τῶν δὲ ἄρθρων  

ἃ μέν ἐστιν προτακτικά, ἃ δὲ  

ὑποτακτικά. προτακτικὸν μὲν  

οὖν ἐστιν ὁ, τοῦ, τῷ, τόν, ὑποτακτικὰ  

δὲ ὅς, οὗ, ᾧ, ὅν. ὁμοίως δὲ  

αὐτοῖς καὶ τὰ θηλυκὰ καὶ τὰ οὐθέτερα  

κλίνεται. περὶ προθέσεως  

πρόθεσις δέ ἐστιν μέρος λόγου κατὰ  

μόνον σχηματισμὸν ἐκφερομένη  

παντὸς μέρους λόγου προθετική.  

ἅπασαί εἰσιν μὲν δεκαοκτώ,  

αἵδε εἰσιν αὗται, ἀνά,  

παρά, ἀντί, μετά, κατά, διά,  

ἀπό, σύν, ἐν, ἐξ, πρό, πρός,  

εἰς, ἐπί, περί, ἀμφί, ὑπό, ὑπέρ.  

περὶ ἐπιρρήματος  

ἐπίρρημα δέ ἐστιν λέξις προτακτικὴ  

καὶ ὑποτακτικὴ παντὸς ῥήματος  

ἀκλίτως σημαίνουσα ποσότητα  

ἢ ποιότητα καὶ μεσότητα  

ἢ χρόνον ἢ τόπον ἢ ἄρνησιν  

ἢ ἐπικέλευσιν ἢ ἀπαγόρευσιν  

ἢ διστασμὸν ἢ συγκατάθεσιν  

ἢ εὐχὴν ἢ παραβολήν. ποσότητος  

μὲν οὖν ἐστιν δηλωτικὰ τὰ τοιαῦτα,  

ἅπαξ, δίς, τρίς, τετράκις,  

ὀλιγάκις, πολλάκις. ποιότητος δέ,  

καλῶς, σοφῶς, βοτρυδόν, ἀγεληδόν,  

νύξ, γνύξ, λάξ, ὀδάξ. ταῦτα  

δὲ καὶ μεσότητος καλεῖται. χρόνου  

δέ, νῦν, ἐχθές, αὔριον. τόπου δέ,  

ἐνταῦθα, χαμαί, ἔξω. ἀρνήσεως δέ,  

οὐ, οὐχί, οὐδῆτα. ἐπικελεύσεως δέ,

## License and provenance

Eulogikon publishes public-domain Greek texts in cleaned, structured, readable form and makes no copyright claim over that preparation (Public Domain Mark 1.0, https://creativecommons.org/publicdomain/mark/1.0/). Cite as `eul_wid: tqa-am`.
