title: On the Personal Pronouns
title_greek: Γραμματικὸν Ἀπόσπασμα
author: Grammatical Fragments
eul_wid: tqa-af
eul_aid: tqa
canonical: "https://eulogikon.org/works/anon-grammarian-fragment-tqa-af"
lang: grc
period: Roman
dialect: Koine
domain: Grammar
genre: Treatise
content_hash: "sha256:70eb34db1a5a74c7cf139d7dd0738abdb237a67e634b32a6fe16d3ee117fa711"
content_modified_at: "2026-11-15"
license: "https://creativecommons.org/publicdomain/mark/1.0/"

# On the Personal Pronouns

*Γραμματικὸν Ἀπόσπασμα*

**Author:** Grammatical Fragments

**eul_wid:** `tqa-af` · [HTML page](https://eulogikon.org/works/anon-grammarian-fragment-tqa-af)

## Text

ωδε τοῦτο δυϊκαὶ ὀρθῆς καὶ αἰτιατικῆς  … πρώτου καιδευ …

προσώπου νὼ καὶ νῶϊ, γενικῆς καὶ δοτικῆς σφῶν

καὶ σφῶϊν. δευτέρου προσώπου, ὀρθῆς καὶ αἰτιατικῆς σφὼ

καὶ σφῶϊ. τρίτου προσώπου, ὀρθῆς καὶ γενικῆς οὐκ ἔνεισι,

δοτικῆς δὲ σφωΐν, αἰτιατικῆς δὲ σφωέ. ἀμφότεραι κατʼ

ἔγκλισιν ἐκφέρονται· πληθυντικαί, ὀρθῆς πτώσεως ἡμεῖς,

ὑμεῖς, σφεῖς, γενικῆς ἡμῶν, ὑμῶν, σφῶν ἤτοι σφέων,

δοτικῆς ἡμῖν, ὑμῖν, σφὶν ἤτοι σφίσιν, αἰτιατικῆς ἡμᾶς,

ὑμᾶς, σφᾶς ἤτοι σφέας, κλητικῆς δευτέρου προσώπου

ὑμεῖς. τούτων δὲ τῶν ἀντωνυμιῶν εἰσί τινες αἱ τοῦ

πρώτου προσώπου δεικτικῶς λεγόμεναι, αἱ δὲ ἀναφορικῶς.

δεικτικῶς μὲν αἱ ἐπὶ παρόντων προσώπων λεγόμεναι,

οἷον «οὗτός τοι Διόμηδες ἀπὸ στρατοῦ ἔρχεται ἀνήρ» ἢ ἐπὶ προειρημένων

πραγμάτων ἢ μελλόντων ῥηθήσεσθαι, οἷον

«ἀλλὰ τόδʼ αἰνὸν ἄχος κραδίην καὶ θυμὸν ϊ̔κάνει ὁππότʼ ἂν

ϊ̓σόμορον καὶ ὁμῇ πεπρωμένον αἴσῃ»· ἀναφορικῶς δὲ αἱ ἐπὶ

προειρημένων προσώπων λεγόμεναι, «οὗτοι ἄρʼ ἡγεμόνες

Δαναῶν καὶ κοίρανοι ἦσαν»· ἢ ἐπὶ προειρημένων πραγμάτων,

οἷον «οὐ γὰρ ἐγώ γέ τί φημι τέλος χαριέστερον εἶναι·

ἢ ὅταν εὐφροσύνη μὲν ἔχῃ κατὰ δῆμον ἅπαντα»,

καὶ μετʼ ὀλίγον «τοῦτό τί μοι κάλλιστον ἐνὶ φρεσὶν εἴδεται εἶναι.»

παρὰ δὲ τῷ ποιητῇ ἀντὶ τῶν προϋποκειμένων πραγμάτῶν

τοῦ τρίτου προσώπου ἀντωνυμιῶν τίθενται λέξεις

μονοσύλλαβοι ὅμοιαι τοῖς ἄρθροις ϊ̓σοδυναμοῦσαι αὐταῖς, ἀρσενικαῖς

μὲν ὁ, θηλυκαῖς δὲ ἡ, οὐδετέραις δὲ τό, καὶ τούτων

πτώσεις καθʼ ἕκαστον ἀριθμὸν διαφόρουσα. αἱ δὲ

αὐταὶ κατὰ διαφορὰν καὶ δεῖξιν λέγονται. ἐπὶ δὲ τῶν ἀντωνυμιῶν

αἱ μὲν κατʼ ἀντίθεσιν λέγονται· αἱ δὲ ἀπολελυμένως,

κατʼ ἀντίθεσιν μὲν ὅταν ἕτερον ἀντικέηται πρόσωπον,

οἷον «ϋ̔μῖν μὲν θεοὶ δοῖεν Ὀλύμπια δώματʼ ἔχοντες ἐκπέρσαι

Πριάμοιο πόλιν, εὖ δʼ οἴκαδʼ ἱκέσθαι, παῖδα δʼ ἐμοὶ

λύσαιτε φίλην», ἀπολελυμένως δὲ ὅταν ἕτερον μὴ ἀντικέηται

πρόσωπον, οἷον «οὐχ ἡμῖν συνθεύσεται ἥδε γε βουλή»

καί «δός μοι ἔτι πρόφρων». ἔχουσι δὲ ἑτέραν δύναμιν ἥ τε

αὐτὸς καὶ αὐτὴ καὶ αὐτό· καὶ τούτων πτώσεις καθʼ ἕκαστον

ἀριθμὸν διαφέρουσαι. οὐ γὰρ μόνον ἐπὶ τοῦ τρίτου προσώπου

συντάσσονται ἀλλὰ καὶ τοῖς τρισὶ προσώποις τοῖς ἀπαρεμφάτοις

τὰ γένη ἀφαρμόζουσι συνζευγνύμενοι, οἷον ἐγὼ

αὐτός· σὺ αὐτός· ἳ αὐτός. τῶν δὲ συνάρθρων ἀντωνυμιῶν

περὶ δύο θεωρουμένων, περί τε τὸ λέγον πρόσωπον καὶ τὸ

ἔξωθεν προσϋπακουόμενον· θ εἰσὶν ἀριθμῶν διαφοραί.

κατʼ ἀμφότερα ἑνικαί, ἐμός, σός, ὃς ἤτοι ἐμός,

τεός, σός, ἐμή, σή, ἣ ἤτοι ἐμή, τεή,

ἑή, ἐμόν, σόν, σόν ἤτοι ἐμόν, τεόν, ἑόν, ἐντὸς ἑνικαί

ἐκτὸς δυϊκαί, κοιναὶ ἀρσενικοῦ καὶ οὐθετέρω ἐμώ, σώ,

ὥ καὶ θηλυκῶς ἐμά, σά, ἅ· γενικῆς καὶ δοτικῆς

ἐμοῖν, σοῖν, οἷν, ἐμαῖν, σαῖν, αἷν. ἐντὸς ἑνικαὶ

ἐκτὸς πληθυντικαί, ἐμοί, σοί, οἵ,

ἐμαί, σαί, αἵ, ἐμά, σά, ἅ. ἐντὸς δυϊκαὶ ἐκτὸς ἑνικαί, νωΐτερος,

σφωΐτερος καὶ θηλυκῶς νωιτέρα, σφωιτέρα

καὶ οὐθετέρως νωΐτερον, σφωΐτερον. κατʼ ἀμφότερα

δυϊκαί, ἀρσενικῶς καὶ οὐθετέρως νωιτέρω, σφωιτέρω

καὶ θηλυκῶς νωιτέρα, σφωιτέρα, γενικῆς καὶ δοτικῆς

νωιτέροιν, σφωιτέροιν καὶ θηλυκῶς νωιτέραιν, σφωιτέραιν.

ἐντὸς δυϊκαὶ ἐκτὸς πληθυντικαί, νωΐτεροι, σφωΐτεροι,

νωΐτεραι, σφωΐτεραι, νωΐτερα, σφωΐτερα. ἐντὸς

πληθυντικαὶ ἐκτὸς ἑνικαί, ἡμέτερος, ὑμέτερος, σφέτερος

καὶ θηλυκῶς ἡμετέρα, ϋ̔μετέρα, σφωιτέρα καὶ

οὐδετέρως ἡμέτερον, ὑμέτερον, σφέτερον. ἐντὸς

πληθυντικαὶ ἐκτὸς δυϊκαὶ κοινὰ ἀρσενικῶν καὶ οὐθετέρων

ἡμετέρω, ὑμετέρω, σφετέρω, ἡμετέρα,

ὑμετέρα, σφετέρα. γενικῆς καὶ δοτικῆς ἡμετέροιν,

ὑμετέροιν, σφετέροιν, ἡμετέραιν, ὑμετέραιν, σφετέραιν.

κατʼ ἀμφότερα πληθυντικαί, ἡμέτεροι, ὑμέτεροι, σφέτεροι,

ἡμέτεραι, ὑμέτεραι, σφέτεραι, ἡμέτερα, ὑμέτερα,

σφέτερα. Πρόθεσις

πρόθεσις τί ἐστιν; μέρος λόγου ᾧ συμβέβηκε καθʼ ἕνα σχηματισμὸν

ἐκφέρεσθαι καὶ πάντων τῶν τοῦ λόγου μερῶν ἐν

συνθέσει προτίθεσθαι, ἐν δὲ συντάξει τῶν πλείστων, ὀρθῇ

καὶ κλητικῇ πτώσει οὐ δυνάμενον συντάσσεσθαι οὐδὲ

ἐν λόγῳ γενναίῳ προτίθεσθαι. προθέσεις δέ εἰσιν ιη,

ἀνά, ἀμφί, ἀπό, ἀντί, διά, ἐν, ἐξ, ἐπί, κατά,

πρός, πρό, περί, παρά, μετά, ὑπέρ, ὑπό, σύν, τῶν δὲ

προθέσεων ἀναστροφὴν ἐπιδέχονται ἀνά, ἀπό,

ἐπί, κατά, περί, παρά, μετά, ὑπέρ, ὑπό. πτώσεσι δὲ

ταῖς πλαγίοις συντάσσονται ἓξ αἵδε, ἀμφί, ἐπί, πρός,

περί, παρά, ὑπό. γενικῇ καὶ δοτικῇ γ, αἵδε, κατά, μετά,

ὑπέρ. γενικῇ ε, ἀπό, ἀμφί, διά, ἐξ, πρὸ καὶ ὡς Ἀττικοί

β ἐν, εἰς. δοτικῇ δύο, ἐν, σύν, καὶ αἰτιατικῇ β, ἀνά,

εἰς. Ἐπίρρημα. ἐπίρρημα τί ἐστιν; λέξις καθʼ ἕνα

σχηματισμὸν ἐκφερομένη, προτακτικὴ καὶ ὑποτακτικὴ

ῥήματος ἀσυνθέτου, ἐν πολλοῖς εἴδεσι θεωρουμένη. τῶν δὲ ἐπιρρημάτων

ἃ μέν ἐστιν μεσότητος καὶ ποιότητος δηλωτικά,

οἷον καλῶς, σοφῶς, ἄρδην, ἀνέδην, βοτρυδόν, ἀπριάτην,

νύξ, γνύξ, λάξ, ὀδάξ, αν, νων· ἀκονιτί, σάφα, μάλα,

λικριφίς, ἀμοιβηδής, ἑλληνιστί, συριστί, καὶ ἔτι πλείονα.

ἃ δὲ ποσότητος, οἷον δίς, τρίς, πεντάκις καὶ ἔτι πλείονα.

ἃ δὲ χρόνου, ἤδη, νῦν· αὖτις· πάλιν· ἐχθές· τηνίκα· καὶ τὰ

ὅμοια. ἃ δὲ εὐχῆς, οἷον αἴθε, εἴθε, βάλε, ἄβαλε· τινὰ

δὲ ἀπαγορεύσεως μή, μηκέτι. τινὰ δὲ συγκαταθέσεως,

ναί· ναίχι· τοῦ δʼ αὐτοῦ εἴδους κατωμοτικά, οῗ̔ον νή

… τὸ μὰ κοινὸν τῆς ἀπωμόσεώς τε καὶ ἀπαιτήσεως.

ἃ δὲ ἐρωτήσεως πίς, ποῦ, πόθεν  …

ταῦτα καὶ τοπικά ἐστιν. παρακελεύσεως δεῦτε,

τὸ δʼ αὐτὸ καὶ ῥῆμα γίνεται προστακτικόν. ὁμοιώσεως

ἢ παραβολῆς ὡς. τὸ δʼ αὐτὸ καὶ πλείστας ἔχει δυνάμεις.

ἃ δὲ ἐπικελευστικά, ἅπερ οἱ μὲν ἐπιφθέγματα

καλοῦσιν, οἱ δὲ συνεμφάσεις, οἱ δὲ

σχετλιασμούς, φεῦ, παπαῖ, ὤμοι. φασὶ δὲ καὶ

εἰκασμοῦ τινα εἶναι ἐπιρρήματα ὡς τὸ τυχόν, σχεδόν,

οΐσως, τάχα. ἃ δὲ τάξεως ἑξῆς, χωρίς.

ἐπίρρημα δὲ εἴρηται διὰ τὸ καθʼ ἑαυτὸ μὲν λεγόμενον

μὴ ἀποτελεῖν διάνοιαν ἐγγράμματον, προστασσομένου

δὲ ῥήματος  … , ζευγνύμενον ῥήματι

κατὰ τὸ πλεῖστον. Σύνδεσμος.

σύνδεσμος τί ἐστιν; λέξις συνδετικὴ τῶν τοῦ λόγου

μερῶν. τούτων δʼ εἴδη πλείονα. οἱ μὲν γὰρ αὐτῶν

εἰσιν συμπλεκτικοί, οἱ δὲ διαζευκτικοί, οἱ δὲ συναπτικοί,

οἱ δὲ παρασυναπτικοί, ἄλλοι δὲ συλλογιστικοί,

οἱ δὲ ἀπορηματικοὶ καὶ τελευταῖοι παραπληρωματικοί.

συμπλεκτικοὶ μὲν οὖν εἰσιν οἵδε· μέν, δέ· τέ· καί· ἀλλά,

ἠμέν· ἠδέ· ϊ̓δέ· αὐτάρ· ἀτάρ· ἤτοι· κέν· ἄν. διαζευκτικοὶ

δέ, ἤ· ἤτοι· ἠέ· αἰτιολοὶ δέ, οὕνεκα, τοὔνεκα,

ἕνεκα, ΐ̔να, χάριν, ὄφρα, ὅπως, ὅτι, γάρ, διότι· καθʼ ὅτι

καθʼ ὅσον, συναπτικοὶ δέ, εἴ. εἴπερ· εἰδέ· εἰδήπερ· εἰ  …

παρασυναπτικοὶ δέ, ἐπεί, ἐπείπερ, ἐπειδέ, ἐπειδήπερ

ἐπειπερδή· συνλογιστικοὶ δέ, ἄρα· ἀλλαμήν, τοίνυν,

τοιγαροῦν· τοιγάρτοι· ἀπορηματικοὶ δέ, ἆρα, κᾶτα, μῶν,

εἶτα· ἠέ· παραπληρωματικοὶ δέ, ἦ, δή, ἄρα, νύν  …

θήν· οὖν, μήν· τοί, γέ· πέρ· τάρ· εἰσὶ δέ τινες ὑποθετικοὶ

σύνδεσμοι αἴ κεν· εἴ κεν· ἐάν, εἰ δʼ ἄν

Τρύφωνος τέχνη γραμματικοί

## License and provenance

Eulogikon publishes public-domain Greek texts in cleaned, structured, readable form and makes no copyright claim over that preparation (Public Domain Mark 1.0, https://creativecommons.org/publicdomain/mark/1.0/). Cite as `eul_wid: tqa-af`.