---
title: Epimerisms-Iliad
title_greek: Ἐπιμερισμοὶ εἰς τὴν Ἰλιάδα
author: Anonymous Grammatical Scholia
eul_wid: wbc-aa
eul_aid: wbc
canonical: "https://eulogikon.org/works/anon-gramm-scholia-epimerisms-wbc-aa"
period: Late Antique
dialect: Technical Koine
domain: Grammar
format: Prose
license: "https://creativecommons.org/publicdomain/mark/1.0/"
---

# Epimerisms-Iliad

*Ἐπιμερισμοὶ εἰς τὴν Ἰλιάδα*

**Author:** Anonymous Grammatical Scholia

**eul_wid:** `wbc-aa` · [HTML page](https://eulogikon.org/works/anon-gramm-scholia-epimerisms-wbc-aa)

## Text

### 1,a1

παρὰ δὲ τὸ μένω γέγονε μένος, ἡ ψυχή· ἀΐδιος γάρ. ἔστι δὲ μένος, ἡ προθυμία, ἀπὸ τοῦ μένω, τοῦ προθυμοῦμαι, ἀφ’ οὗ καὶ τὸ μέμονε δ’ ὅ γε ἶσα θεοῖσιν (Φ 315). ἐκ δὲ τοῦ μέμονα μέσου παρακειμένου κατ’ ἐπένθεσιν τοῦ ι καὶ μεταβολὴν τοῦ τέλους εἰς ω καὶ ἐναλλαγῇ τῶν στοιχείων, μενοινῶ· καὶ μενοινώω δὲ καὶ οἶος (Ν 79), ἑτέρου ω πλεονάσαντος. μεταβάλλει δὲ τὸ τέλος εἰς ω Σικελικῶς, ὡς τὸ λήθω, λέληθα καὶ Ἰακῶς λέλαθα· καὶ ὡς μέμηκα, μέμακα καὶ μεμαυῖα (Δ 440 alibi)· τὸν οὖν λέλαθα παρακείμενον οὗτοι λελάθω λέγουσιν, ὡς τὸ πεποίηκα πεποιήκω· ἀφ’ οὗ καὶ †ἐκλελάθοντο κιθαριστύν (Β 600)· καὶ τὸν ἀπὸ τοῦ βρώθω βέβρωθα μεταβάλλοντες λέγουσι βεβρώθω· ὠμὸν βεβρώθοις Πρίαμον (Δ 35)· τὸ δὲ βρώθω ἀπὸ τοῦ βρῶ, ἐξ οὗ καὶ βρῶσις καὶ βρωτύς (Τ 205, ς 407)· οὕτως οὖν καὶ ἀπὸ τοῦ μέμονα, μενοινῶ, ὡς εἴρηται. Ps Oa τοῦτο δέ φασι καὶ ἀπὸ τοῦ μένος γίνεσθαι μενωνή καὶ μενοινή καὶ ἐξ αὐτοῦ μενοινῶ. Ps Oa Παρὰ γοῦν τὸ μένω, μένος, μένις καὶ ἐκτάσει τοῦ ε εἰς η , ὡς ἔνος, ἐνιαυτός, ἔνις καὶ ἤνις ἤνιδος, ὅπερ κατὰ τὴν ἤνιδας αἰτιατικὴν πληθυντικήν, ἔκθλιψιν τοῦ δ καὶ κρᾶσιν τῶν φωνηέντων παθόν, γέγονεν ἤνις ἠκέστας (Ζ 94, 275, 309). ἀπὸ γοῦν τοῦ μένω, μένιγξ καὶ μήνιγγες, οἱ συνέχοντες τὸν ἐγκέφαλον ὑμένες, παρὰ τὸ ἐν αὐταῖς μένειν. ἐκ τούτου καὶ μήνη, ἡ σελήνη, κατ’ εὐφημισμόν· ἡ ἀεὶ ἐν κινήσει οὖσα. Ps Oa Ἢ μάνις τις οὖσα παρὰ τὴν μανίαν γέγονε μῆνις· ἐοίκασι γὰρ τοῖς μαινομένοις οἱ ὀργιζόμενοι. Ps Oa Περὶ δὲ τῆς κλίσεως τῶν εἰς ις οὕτως ἔνι διαλαβεῖν· Ps Τὰ εἰς ις λήγοντα ὀξύτονα ὑπὲρ μίαν συλλαβὴν πάντα διὰ τοῦ δος κλίνεται, εἴτε ἐκτείνουσι τὸ ι εἴτε συστέλλουσι (τὰ μὲν ἐκτείνοντα οἷον κνημίς [Φ 592], σφραγίς· τὰ δὲ συστέλλοντα οἷον ἀσπίς, ῥανίς), πλὴν τοῦ ἀγλίς ἀγλίθος· σημαίνει δὲ τὴν κεφαλὴν τῶν σκόρδων. πρόσκειται „ὑπὲρ μίαν συλλαβήν“ διὰ τὸ κίς καὶ λίς (μ 64, 79). τὸ ἀκτίς διὰ τοῦ νος κλινόμενον δικατάληκτόν ἐστιν. ταῦτα δὲ τὰ εἰς { ς } ις ὀξύτονα μόνως εἰς α ἔχει τὴν αἰτιατικήν, πλὴν εἰ μὴ Αἰολικῶς μετὰ βαρείας τάσεως· κ〈ν〉ᾶμ{ν}ιν γὰρ λέγουσι καὶ σ〈φ〉ρᾶγιν καὶ ἄψιν· τρισπίθαμον δ’ ἄψιν (Hes. Opp. 426). ταῦτα δὲ τὰ εἰς ις ὀξύτονα οὐ γίνονται παρὰ τοῖς Ἴωσι κατὰ ἀποβολὴν τοῦ δ ἐν τῇ γενικῇ, κνημῖος ἀσπίος, ὡς Πάριος Θέτιος. Ps Τὰ δὲ εἰς ις περισπώμενα θηλυκὰ διὰ τοῦ δος κλίνονται καὶ εἰς ν μόνως ἔχουσι τὴν αἰτιατικήν, οἷον Βενδῖς, Ἀταργατῖς, Μολῖς, Τιτῖς, δαίμονες τιμώμενοι παρὰ Θρᾳξί. Ps Τὰ δὲ εἰς νις μακρᾷ παραληγόμενα διὰ τοῦ δος κλίνεται· ὄνωνις ὀνώνιδος (εἶδος ἀκάνθης) καὶ τὰ τοιαῦτα. τὸ δὲ κόνις καὶ ὕνις καὶ σπάνις βραχυπαραληκτοῦντα διὰ τοῦ ος ἐκλίθη. ἡμάρτηται τὸ ὄρνις ἢ ὅτι εὕρηται καὶ ἀρσενικῶς ὁ ὄρνις (Θ 251 alibi) ἢ ὅτι τὰ εἰς ις λήγοντα ἔχοντα πρὸ τοῦ ι δύο ἀμετάβολα διὰ τοῦ θος κλίνεται· δέλλις δέλλιθος (ἔστι δὲ ζῷον ὅμοιον μελίσσῃ), μέρμις μέρμιθος (cf. κ 23), τὸ λεπτὸν σχοινίον, ὁμοίως καὶ ὄρνις ὄρνιθος, πλὴν τοῦ Τράλλις Τράλλεως. Ps Oa Ὡσαύτως καὶ τὰ εἰς ρις διὰ τοῦ δος · ἔρις, θοῦρις, χάρις χάριδος (τὸ δὲ χάριτος Δωρικόν), πλὴν τοῦ ὕβρις καὶ ἄγυρις καὶ ὅσα παρὰ τὸ 〈ἄ〉γυρις (τὸ δὲ κίσηρις καὶ κάππαρις διφορεῖται), πλὴν τοῦ ἄκρις ἄκριος (ἔστι δὲ ἡ τοῦ ὄρους ἐξοχή). Ps Τοῦτο δὲ ἰστέον ὅτι ἐπὶ τῶν εἰς ις βαρυτόνων τῶν διὰ τοῦ δος κλινομένων, εἰς ν μόνως ὀφείλει γίνεσθαι ἡ αἰτιατική, εἰ μὴ κατὰ ποιητικὴν ἐξουσίαν ἢ διάλεκτον· Ζεὺς δ’ Ἔριδα προΐαλλε (Λ 3). Ps Oa Τὸ δὲ νις ι · τὰ εἰς ις , εἴτε ἀρσενικά, εἴτε θηλυκά, εἴτε δικατάληκτα, εἴτε καὶ ἄλλως, εἴτε βαρύτονα, εἴτε μή, κοινολεκτούμενα ἀποστρέφονται τὴν ει δίφθογγον, εἰ μὴ ἔχοι τὸ ε ἐν τῇ γενικῇ, ὡς χαρίεις χαρίεντος καὶ εἷς ἑνός, πλὴν τοῦ κλείς καὶ †τὰ παρ’ αὐτοῦ, κατάκλεις† καὶ ἀντήρεις, ὃ λέγεται πᾶν εἰς ὃ ἐπερείδεταί τις, ἀλλὰ τοῦτο κατὰ τὴν εὐθεῖαν τηρεῖ τὴν δίφθογγον, τὴν δὲ κλίσιν ὡς ἀπ’ ὀξυτόνου εὐθείας, συνεσταλμένου τοῦ ι , ἐποίησεν· ἀντηρίδος γάρ. Ps Oa Βαρύνεται τὸ μῆνις ὅτι τὰ εἰς νις δισύλλαβα ἔχοντα πρὸ τέλους ἓν φωνῆεν μακρὸν ἢ ἐκτεινόμενον βαρύνεσθαι θέλει, εἰ μὴ ὑποκοριστικῶς εἴη τετυπωμένα ἢ ἐθνικά· οἷον Θῶνις, Τᾶνις (εἰσὶ δὲ πόλεις Αἰγύπτου)· ἤνις· νῆνις, ἡ νεᾶνις. πρόσκειται „εἰ μὴ ὑποκοριστικῶς εἴη“ διὰ τὸ φωνίς ἀντὶ τοῦ φωνή· „ἐθνικόν“ δὲ διὰ τὸ Θυνίς· παρὰ γὰρ τὸ Θυνός ἐγένετο, ὡς παρὰ τὸ Λοκρός Λοκρίς. Ps Διαφέρει δὲ μῆνις κότου· κότος μέν ἐστιν ὀργὴ μόνιμος πρὸς τὸ ἀντιλυπῆσαι ὁρῶσα, μῆνις δὲ ἡ ἁπλῶς μνησικακία. Ps μῆνιν : γέγονε μῆνις παρὰ τὸ μένω ῥῆμα· μένις, ὄνομα προσηγορικὸν ῥηματικόν, καὶ κατ’ ἐπέκτασιν τοῦ ε εἰς η , μῆνις.

### 1,a2

ἡ ἐναπομείνασα ὀργὴ μῆνις καλεῖται. καὶ ἄλλως· μάνις τίς ἐστιν ἡ μῆνις {ἢ} παρὰ τὴν μανίαν· ἐοίκασι γὰρ μαινομένοις οἱ ὀργιζόμενοι. Os ἄειδε : προκατάρχει ῥῆμα ἀείδω, ὅπερ ἐκ τοῦ εἴδω κατ’ ἐπέκτασιν τοῦ α , ὡς τὸ „ἀχανὲς πέλαγοσ“, τὸ πολλὰ εἰδέναι.

### 1,b1a

τοῦ εἴδω διάφορα σημαίνοντος, τό τε γινώσκειν καὶ τὸ ὁμοιῶ καὶ τὸ ὁρῶ, καὶ περισπώμενον εἰδῶ, ἐξ οὗ καὶ τὸ εἰδήσω καὶ εἰδήμων καὶ οἴδημι Αἰολικῶς καὶ κατὰ τὸ δεύτερον οἴδης καὶ ἐπεκτάσει τῆς θα συλλαβῆς καὶ οἶσθα κατὰ συγκοπήν· καὶ ἕτερον ἥδω διὰ τοῦ η , τὸ ἀρέσκω, ἐξ οὗ καὶ τὸ ἅδε δ’ Ἕκτορι (Μ 80, Ν 748) καὶ ἅδος τέ μιν ἵκετο θυμόν (Λ 88) καὶ ἡδονή καὶ τὰ παραπλήσια. τὸ δὲ ἐπὶ τοῦ γινώσκω κατὰ τὸν μέσον παρακείμενον εἶδα κοινῶς, Αἰολικῶς οἶδα, Ἀττικῶς ᾖδα καὶ ᾔδειν, ὅπερ Ἰωνικῶς ᾔδεα· εἰ γὰρ ἐγὼ τόδε ᾔδε’ ἐνὶ φρεσίν (Θ 366). καὶ Ἀττικῶς ᾔδη διὰ τοῦ η κατὰ τὸ τέλος· ᾔδεες Ἰωνικῶς. τοῦτο δὲ τὴν ει δίφθογγον πλεονάσασαν ἐποίησε τὸ ἐκ Διὸς ἠείδης τὸν ἐμὸν μόρον (Χ 280). τὸ τρίτον ᾔδεε καὶ ᾔδη Ἀττικῶς κατὰ τὴν παλαιὰν Ἀτθίδα· ὃς ᾔδη τά τ’ ἐόντα (Α 70). ἐκ τοῦ εἴδω ὁ μέλλων εἴσω, ἐξ οὗ τὸ ἴς, ὃ σημαίνει τὸν ἔμπειρον, καὶ νῆϊς, ὁ ἄπειρος, καὶ ἴσω ῥῆμα, ἐξ οὗ ἴσημι, ὅπερ κλινόμενον πεποίηκε τὸ ἴσαμεν καὶ ἴσμεν καὶ ἴσασιν, ἑπόμενον τῷ τόνῳ τῆς μετοχῆς. ἡ δὲ μετοχὴ ἴσας ἐβαρύνθη, ὡς βρίσας, κτίσας, λακτίσας. κατὰ δὲ τὸ προστακτικὸν παρή〈λλα〉ξε τὸ ἴσαθι καὶ ἴσθι, τὸ γίνωσκε. ἐκ τούτου τὸ ἴστωρ καὶ ἱστορῶ καὶ ἁπλῶς τὰ ἐκ τούτων κινούμενα. Ps Oab Εἴδω οὖν καὶ ἀείδω, Ps Oab τοῦ α ἀεὶ συστελλομένου, ἅπαξ δὲ ἐκτεταμένου ἐν τῷ ἀείδει δεδαώς (ρ 519). ἅπαξ δὲ εὑρέθη κατ’ ἀρχήν, ὡς Διόνυσος ἅπαξ διὰ τοῦ ο μικροῦ Διονύσου μαρτυρίῃσι (λ 325), καὶ τὸ ἠέλιος διηνεκῶς, ἅπαξ δὲ Ἥλιος ὅ σφ’ ἐνόησεν (θ 271). Ps τὸ ἀπαρέμφατον Δωρικὸν ἀείδῃν καὶ ἀείδεν· τοῦτο γὰρ τούτοις ἔθος εἰς εν ποιεῖν. τὸ δὲ ἀειδέμεναι (θ 73) οὐ Δώριον· κατὰ γὰρ ἐνεστῶτα τὸν εἰς ν 〈 αι 〉 λήγοντα οὐ ποιοῦσι παραγωγὴν Δωριεῖς. φασὶ δὲ ταῦτα πάντα ποιητικὰ μᾶλλον εἶναι. ὅθεν Δωρικῶς μὲν τὸ ἔμεν ἀπὸ τοῦ εἰμί, ποιητικῶς δὲ τὸ ἔμεναι καὶ ἔμμεναι, ἑτέρου μ πλεονάσαντος. ὁμοίως τιθέμεναι, στήμεναι καὶ ὅσα διὰ τοῦ μεναι ἔσχον τὴν κίνησιν, πενθήμεναι, οὐτάμεναι, εὑρέμεναι, δύμεναι, οὐ Δώρια ἀλλὰ ποιητικά. ἐκ τοῦ ἀείδω †Δωρικοῦ γίνεται ἀηδών διὰ τὸ η . Ps Oab Ἀντιπαράκειται αὐτῷ ὄνομα ἀοιδός, ὅ, κρᾶσιν παθόν, γέγονεν ᾠδός καὶ ἀοιδή καὶ ᾠδή· ἀπὸ τοῦ ἀοιδός παράγεται ῥῆμα ἀοιδῶ. εἶτα ὡς κνήθω κνηθιῶ, ἀτῶ ἀτιῶ, μειδῶ μειδιῶ, οὕτως ἀοιδῶ ἀοιδιῶ. Ὅμηρος ἡ δ’ ἔνδον ἀοιδιάους’ ὀπὶ καλῇ (ε 61) καὶ καλὸν ἀοιδιάει (κ 227). ἐκ τοῦ ἀοιδῶ παράγωγον ἄλλο ἀοίδιμος. Ps Oab τοῦτο δὲ ἰστέον, ὡς πολλάκις οἱ ποιηταὶ παρατίθενται †τοῦ ὀνόματος τοῖς ἀφ’ ὧν γεγόνασι·† πεπόλιστο πόλις (Υ 217), μάχην ἐμάχοντο (Μ 175, Ο 414, 673), βοῦς βουκολέεσκες (Φ 448)· Μοῦς’ ἄρ’ ἀοιδὸν ἀνῆκεν ἀειδέμεναι (θ 73). Ps Τὸ ἀείδω, συναλιφὴν παθόν, ἅπαξ γέγονεν ᾄδω. κράσεως δὲ γεγονυίας Ps Oab μακρὸν γίνεται τὸ α · τὰ ἐμά, τἀμά. εἰ ἔστιν ἀείδω διὰ τῆς ει (ἐδιδασκόμεθα γάρ) ἐκ τοῦ ἀοιδός, γέγονε κρᾶσις Ps τοῦ α καὶ ε εἰς α μακρόν. Ps Oab ὑπερηχεῖται δὲ τὸ ι διὰ τὸν μακρὸν χρόνον, ὡς καὶ τὸ Νηρηΐς Νηρῇς. τὸ δὲ πάϊς παῖς οὐχ ὑπερηχεῖται. οὐ γὰρ μακρὰ ἡ συναλιφή. οὐκ ἂν δέ τις εἴποι ὡς παραπλησίως τῷ ᾄδω ἐκ τοῦ ἀείδω γέγονε τὸ φαίνω καὶ αἴρω ἐκ τοῦ φαείνω καὶ ἀείρω. ὤφειλε γὰρ οὕτως ὑπερηχεῖσθαι τὸ ι διὰ τὸ μακρὸν γίνεσθαι τὸ α · ὡς ἀείδω ᾄδω, οὕτως ἀείρω ᾄρω καὶ φαείνω φᾴνω. νῦν δὲ φαίνω καὶ αἴρω· ὡς τεκμαίρω, σκαίρω, χαίρω καὶ ἐθείρω, ἐγείρω, οὕτως ἀείρω καὶ αἴρω λέγεται, καὶ πάλιν ὡς ἀλεείνω καὶ ῥαίνω καὶ δραίνω, καίνω, οὕτως οὖν φαείνω καὶ φαίνω, κατ’ ἴδιον χαρακτῆρα ἑκάτερα. Ps Ἐκ δὲ τοῦ ἀείδω ἀοιδός, οὐκ ἀνάπαλιν. ἔστι γὰρ ἴσως εἰπεῖν καθολικῶς, ὅτι ἡνίκα ἰσοσυλλαβεῖ τὰ ὀνόματα τοῖς ῥήμασι, τῶν μὲν περισπωμένων, τῶν δὲ ὀνομάτων ἢ βαρυνομένων ἢ ὀξυνομένων, ἐκ τῶν ὀνομάτων γίνεσθαι τὰ ῥήματα, οἷον φίλος φιλῶ, χρυσός χρυσῶ. ἡνίκα δὲ πάλιν ἰσοσυλλαβοῦσιν ἑκάτερα, τῶν μὲν ῥημάτων βαρυνομένων, τῶν δὲ ὀνομάτων ὡς ἔτυχε τονουμένων ἢ ὀξυνομένων, ἐκ τῶν ῥημάτων γίνεσθαι τὰ ὀνόματα· λέγω λόγος, φθείρω φθορά, οὕτως ἀείδω ἀοιδός. ἡνίκα δὲ περιττοσυλλαβοῦσι τὰ ῥήματα τοῖς ὀνόμασιν, τῶν δὲ ῥημάτων βαρυνομένων, τῶν δὲ ὀνομάτων ὀξυνομένων ἢ βαρυτονουμένων, ἐκ τῶν ὀνομάτων γίνεσθαι τὰ ῥήματα, οἷον κακός κακίζω, ἵππος ἱππεύω. ἡνίκα δὲ τὸ ἀνάπαλιν ὁρᾶται τῶν ὀνομάτων περιττοσυλλαβούντων τοῖς ῥήμασιν, εἰ μὲν βαρύνονται τὰ ῥήματα ἢ περισπῶνται, τῶν ὀνομάτων ὡς ἔτυχεν ἐχόντων κατὰ τὸν τόνον, ἐκ τῶν ῥημάτων παράγεσθαι τὰ ὀνόματα· εὐδοκῶ εὐδοκία, ἅζω ἅγιος, χωρὶς εἰ μὴ ἀπὸ μελλόντων ὦσιν, κατὰ ἀποβολὴν τοῦ ω , ὡς τὸ κλείσω κλείς καὶ ἀνάσσω ἄναξ. ταῦτα γὰρ ἐνδέοντα τοῖς ῥήμασι συλλαβῇ ἐξ αὐτῶν γίνονται. Ps Βαρύνεται τὸ ἀείδω, ὅτι τὰ εἰς δω ὑπὲρ δύο συλλαβὰς ἔχοντα τὴν πρὸ τέλους εἰς φωνῆεν λήγουσαν περισπᾶται, εἰ μὴ τύχοι ἡ ει δίφθογγος· ὀπηδῶ, ἀοιδῶ, τραγῳδῶ, ληρωδῶ, σταφιδῶ, ὁμαδῶ (ἀφ’ οὗ τὸ ὁμάδησαν [α 365 alibi]· ἐκ τοῦ ὅμαδος· τοῦτο δὲ παρὰ τὸ ὁμοῦ αὐδᾶν, ὁμόαυδός τις ὤν), καὶ κελαδῶ (τὸ γὰρ κελάδων [Φ 16] κελάδοντος ἑτέρῳ λόγῳ κατώρθωται). ἐξέφυγεν ἄρα τὸ ἀείδω καὶ ἐρείδω. δεύτερος κανών· τὰ εἰς δω ὑπὲρ δύο συλλαβὰς περισπώμενα ὀνόματα ἔχει προκατάρχοντα· ὅμαδος ὁμαδῶ, κέλαδος κελαδῶ· τὸ ἀείδω καὶ ἐρείδω οὐκ ἔχει. Ps Oab ἄειδε : δεῖ γινώσκειν ὅτι τὸ ἄειδε ἐστὶ προστακτικὸν ἐνεστῶτος καὶ παρατατικοῦ χρόνου, δευτέρου προσώπου.

### 1,b1b

γέγονε δὲ ἀπὸ τοῦ ἀείδω. τὸ δὲ ἀείδω διὰ τῆς ει διφθόγγου γράφεται· 〈ἀντι〉παράκειται γὰρ αὐτῷ τὸ ἀοιδή. τὰ δὲ ἔχοντα τὸ ο ἐγκείμενον ἐν τοῖς ὀνόμασι {κείμενον} ἔχουσι τὸ ε ἀντιπαρακείμενον ἐν τοῖς ῥήμασιν, οἷον λέγω λόγος, φθείρω φθορά, λείβω λοιβή, πείθω πέποιθα, λείπω λέλοιπα, ἀλείφω ἀλοιφή· οὕτως οὖν καὶ ἀπὸ τοῦ ἀείδω ἀοιδή. γέγονε δὲ τὸ ἀείδω ἐκ τοῦ εἴδω, τοῦ σημαίνοντος τὸ ἐπίσταμαι, καὶ τοῦ α ἐπιτατικοῦ μορίου, ἀείδω, τουτέστι τὸ λίαν καὶ πάνυ ἐπίσταμαι. γέγονε δὲ καὶ τὸ ᾄδω ἐκ τοῦ ἀείδω {καὶ} κατὰ κρᾶσιν τοῦ α καὶ ε εἰς 〈...〉 ω , ᾠδή. καὶ πάντα τὰ παρὰ τὸ ᾠδή ἔχουσι τὸ ι προσγεγραμμένον, οἷον ψαλμῳδός, κωμῳδός, τραγῳδός. Os ἄειδε : προστακτικόν· χρόνου τὸ αὐτὸ ἐνεστῶτος καὶ παρατατικοῦ· τὸ θέμα ἀείδω.

### 1,b2

γράφεται διὰ τῆς ει διφθόγγου· ἀντιπαράκειται γὰρ αὐτῷ τὸ ἀοιδή· τὰ γὰρ ἔχοντα τὸ ο ἐγκείμενον ἐν τοῖς ὀνόμασι ἔχουσι τὸ ε ἀντιπαρακείμενον ἐν τοῖς ῥήμασιν, οἷον λέγω λόγος, λείβω λοιβή, ἀλείφω ἀλοιφή· οὕτως καὶ ἀπὸ τοῦ 〈ἀείδω ἀοιδή〉. γίνεται παρὰ τὸ εἴδω, τὸ σημαῖνον τὸ ἐπίσταμαι, καὶ τὸ α ἐπιτατικὸν μόριον, ἀείδω, τὸ πάνυ ἐπίσταμαι. ἐξ αὐτοῦ γέγονε καὶ τὸ ᾄδω κατὰ κρᾶσιν τοῦ α καὶ ε εἰς α μακρόν. καὶ μένει τὸ ι ἀνεκφώνητον. καὶ τὸ ᾠδή γέγονεν ἀπὸ τοῦ ἀοιδή κατὰ κρᾶσιν τοῦ α καὶ ο εἰς ω , ᾠδή. Pa Oaa Et.Gud. Ψιλοῦται· τὸ α , η , ι πρὸ φωνήεντος ὄντα κατὰ διάστασιν ψιλοῦται· ἄαπτος, ἀΐω, ἀήσυλα, ἰάπτω, ἴαμβος, ἰατρός, Ἠετίων (Α 366 alibi), ἠέλιος, ὀΐω, ὀϊστός· οὕτως οὖν καὶ ἀείδω. σεσημείωται τὸ ἵημι καὶ ὅσα γέγονε παρ’ αὐτό· ἱέραξ, ἱόμοροι· καὶ τὸ ἱῶ ⸤ οἱ Ἀ ⸥ ττικοὶ δασύνουσιν. Oaa Διατί βαρύνεται τὸ ἀείδω; τὰ εἰς δω ὑπὲρ δύο συλλαβὰς ἔχοντα τὴν πρὸ τέλους συλλαβὴν εἰς φωνῆεν λήγουσαν περισπᾶται, εἰ μὴ τύχοι ἡ ει δίφθογγος· ὀπηδῶ, ἀοιδῶ, τραγῳδῶ, ληρωδῶ, ὁμαδῶ (ἀφ’ οὗ τὸ ὁμάδησαν [α 365]· ἐκ τοῦ ὅμαδος· τοῦτο παρὰ τὸ ὁμοῦ αὐδᾶν) καὶ κελαδῶ (τὸ γὰρ κελάδων [Φ 16] κελάδοντος ἑτέρῳ λόγῳ κατώρθωται). ἐξέφυγεν ἄρα τὸ ἀείδω καὶ ἐρείδω. Pa Oaa Et.Gud. θεά : παρὰ τὸ θεός ἢ παρὰ τὸ θεῖν ἀεί.

### 1,c

ἰστέον δὲ ὅτι τὰ εἰς ος ἁπλᾶ καθαρὰ ποιοῦντα θηλυκόν, εἰς α αὐτὸ ποιοῦσιν, οἷον θεός θεά, κύριος κυρία· εἰ δὲ μὴ καθαρά, εἰς η , οἷον σοφός σοφή. τὰ δὲ σύνθετα ὁμοφώνως ἐκφέρονται τοῖς ἀρσενικοῖς, οἷον 〈ὁ〉 ἀθάνατος καὶ ἡ ἀθάνατος. οἱ μέντοι Ἀθηναῖοι τὸ ἐναντίον ποιοῦσιν· ἐπὶ μὲν τῶν ἁπλῶν, ὁμοφώνως τοῖς ἀρσενικοῖς· ὁ θεός καὶ ἡ θεός, ὁ σοφός καὶ ἡ σοφός· ἐπὶ δὲ τῶν συνθέτων, εἰς η , οἷον ἀθάνατος ἀθανάτη, ἀρίζηλος ἀριζήλη. Ps; Oa extr. ord. Θεά ὀξύνεται· τὰ γὰρ εἰς α λήγοντα ἐκτεταμένον ἢ εἰς η , παρεσχηματισμένα τοῖς εἰς ος λήγουσιν ὀνόμασι, τὸν ἐκείνων τόνον ἀναδέχονται, οἷον φοβερός φοβερά, ἰσχυρός ἰσχυρά, σοφός σοφή, θεός θεά, κοῦφος κούφη. Ps Πηληϊάδεω : ⸤ ὄνομα ⸥ γενικόν.

### 1,d1

δ ⸤ εῖ ⸥ γιν ⸤ ώσκειν ⸥ ὅ ⸤ τι ⸥ ἔστι Πηλεύς τὸ πρωτότυπον καὶ τὸ πατρωνυμικὸν ⸤ αὐτοῦ Πηλείδης καὶ κατὰ διάλυσιν Πηλεΐδησ ⸥ καὶ τροπῇ τοῦ ε εἰς η καὶ πλεονασμῷ τοῦ α , δ ⸤ ιὰ τὸ κακόφωνον ἢ διὰ τὴν συνέμπτωσιν, Πηλ ⸥ ηϊάδης. ἡ γενικὴ Πηληϊάδ ⸤ ου ⸥ κ ⸤ οινῶς, Δωρικῶς Πηληϊάδαο καὶ Ἰωνικῶς καθ’ ὑπέρθεσιν χρόνου Πηληϊάδεω. ⸥ Ps Os; Gb et oa extr. ord. Πηλείδης· τὰ εἰς δης πατρωνυμικὰ ἢ ὡς πατρωνυμικὰ βαρύνεσθαι θέλει, ὧν καὶ ἡ γενικὴ ἀπρόσληπτος τοῦ ς , Κρονίδης, Πηλείδης, Κλυτίδης, Ἀτρείδης. Ἡρωδιανός (cf. 1, 66, 10—11). Ps ⸤ Ἰστέον δὲ ὅτι τὰ εἰς δης πατρωνυμι ⸥ κὰ ἢ τῷ ⸤ ι ⸥ παραλήγεται μόνῳ ἢ καὶ ἐν διφθόγγῳ ἢ τῷ α . ⸤ εἰ μὲν οὖν ἀπὸ τῶν εἰς ος γενικῶν γέν ⸥ ηται ⸤ ἡ πατρωνυμία ⸥ , τῷ ι μόνῳ παραλήγεται ⸤ ἐν βραχείᾳ, ὁποίας ἂν εἴη καταλή ⸥ ξεως, χωρὶς τῶν ἀπὸ τῶν εἰς ευς ⸤ καὶ ἀπὸ τῶν εἰς ης ⸥ , οἷον Ἀγαμέμνονος Ἀγαμεμνονίδης, Νέστορος Νεστορίδης (Ζ 33 alibi), Βίαντος (Υ 460) Βιαντίδης· τὸ γὰρ Βιαντιάδης πλεονασμῷ τοῦ α . καὶ παρὰ τὴν Δευκαλίωνος γενικὴν καὶ Ἀνθεμίωνος (Δ 473) ὤφειλε Δευκαλιωνίδης καὶ Ἀνθε ⸤ μι ⸥ ωνίδης, ἀλλὰ συγκοπὴν πεπόνθασιν ἐν τῷ Δευκαλίδης καὶ Ἀνθεμίδης. καὶ τὸ Χαλκωδοντιάδης (Β 541, Δ 464) καὶ Τελαμωνιάδης (Ι 623, Ψ 838) πλεονασμὸν ἔχουσι τοῦ α . ὁμοίως δὲ καὶ ἀπὸ τῆς εἰς ους γενικῆς διὰ τοῦ ειδης γίνεται ἡ παραγωγή, οἷον Ἡράκλης, Ἡρακλεΐδης καὶ Ἡρακλείδης· Δημοσθένης Δημοσθενείδης. καὶ ἀπὸ τῶν εἰς ευς εὐθειῶν, οἷον Πηλεύς, Πηλεΐδης, Πηλείδης. ἐν τούτοις γὰρ γίνεται συναίρεσις εἰς τὴν ει δίφθογγον, ἐπείπερ ἀνεφάνη τὸ ε ἐν τῇ γενικῇ τῶν πρωτοτύπων. εἰ δὲ ἀπὸ τῶν εἰς ος εὐθειῶν εἰσιν, εἰ μὲν καθαρῶν ὄντων, διὰ τοῦ α ἐκφέρονται, οἷον Ἥλιος Ἡλιάδης, Θυέστιος Θυεστιάδης (δ 518)· τὸ δὲ Πάνθοος Πανθοΐδης (Ξ 450, Π 808, Σ 250) καὶ Πανθοίδης ἡμάρτηται· εἰ δὲ μὴ καθαρῶν, διὰ τοῦ ι · Ὕλλος Ὑλλίδης, Κόδρος Κοδρίδης. εἰ δὲ ἀπὸ τῶν εἰς ας ἢ εἰς ης , ὧν ἡ γενικὴ εἰς ου , διὰ τοῦ αδης ποιεῖ τὸ πατρωνυμικόν· Βορέας, Βορέου, Βορεάδης· Ἱππότης, Ἱππότου, Ἱπποτάδης (κ 2). Ps; Gb et oa extr. ord. Πηληϊάδεω· ὁ κανών· οἱ Ἴωνες καὶ οἱ ποιηταὶ τὰς εἰς ου ληγούσας γενικάς, τὰς ἀπὸ τῶν εἰς ης εὐθειῶν γινομένας, διὰ τοῦ εω προφέρουσιν, οἷον Ξέρξης, Ξέρξου, Ξέρξεω· Ἀτρείδης, Ἀτρείδου, Ἀτρείδεω, ἐναντίως τοῖς Βοιωτοῖς καὶ Αἰολεῦσιν· ἐκεῖνοι γὰρ διὰ τοῦ αο ποιοῦσι, τοῦ α ἐκτεινομένου· πᾶσα γὰρ γενικὴ ὀνόματος εἰς φωνῆεν λήγουσα, καὶ περιττοσυλλαβοῦσα τῆς ἰδίας εὐθείας, ἢ ἐκτείνει τὴν παραλήγουσαν καὶ συστέλλει τὴν λήγουσαν, οἷον καλός, καλοῦ, καλοῖο· σοφός, σοφοῦ, σοφοῖο· ἢ ἐκτείνει τὴν λήγουσαν καὶ συστέλλει τὴν παραλήγουσαν, οἷον Ἀτρείδεω (Β 185 alibi), Πριαμίδεω (Υ 77), Πηληϊάδεω.

### 1,d2

Ga Oa Ἀχιλῆος : οὕτως ἀναγνωστέον δι’ ἑνὸς λ διὰ τὸ μέτρον· καὶ διὰ τὸ ἄχος, ὅ ἐστι λύπην, ἐνεγκεῖν τοῖς Ἰλιεῦσιν· ἢ διὰ τὸ μὴ θιγεῖν χείλεσι θηλῆς, Ps Os ὅ ἐστι τροφῆς· ὅλως γὰρ οὐ μετέσχε γάλακτος.

### 1,e

ἀναλογώτερον δὲ ἡ δι’ ἑνὸς λ γραφή. Ps οὐλομένην : ὄνομα μετοχικὸν ἀπὸ τοῦ παθητικοῦ οὐλόμενος, οὐλομένη καὶ ἡ αἰτιατικὴ οὐλομένην.

### 2,a1

γέγονε δὲ ἀπὸ τοῦ ὀλῶ, ὀλέσω, ὀλοῦμαι, ὀλούμενος, ὀλουμένη καὶ ὑπερβιβασμῷ οὐλομένη. οὐκ ἀπὸ τοῦ οὔλω, καθώς τινές φασιν· οὐδὲν γὰρ διὰ τοῦ ουλω βαρύνεται, πλὴν τοῦ βούλω. ἢ παρὰ τὸ ὀλῶ, τὸ ἀπολλύω, καὶ πλεονασμῷ τοῦ υ . Ps; G et Oa extr. ord. Εἶπε δὲ ἀντὶ τοῦ ἐπιθετικοῦ ὀνόματος τοῦ †οὐλοήν. ὡς γὰρ τοὐναντίον ἐπὶ τοῦ ψάμμῳ κυανέη{ν} (μ 243), ὃ καὶ χωρὶς τοῦ ι γράφεται· σημαίνει δὲ ψάμμῳ κυανίζουσα{ν}. γέγονε δὲ ἀπὸ τῆς μετοχῆς ὄνομα, ὥσπερ καὶ τὸ ἡγουμένη καὶ ἐρωμένη. μετὰ μὲν γὰρ τῆς ὑπό προθέσεως συντασσόμενα δηλοῦσι μετοχήν· „ἐρωμένη ὑπὸ Δίωνοσ“· ἀπολύτως δὲ λεγόμενα λαμβάνει ὀνοματικὴν σύνταξιν. Ps; G et Oa extr. ord. Ἄλλως· ἔστιν ὄλλω, τὸ ἀπόλλω.

### 2,a2

ἐκ τούτου γίνεται ὀλῶ ὀλεῖς ὀλεῖ, πρώτης συζυγίας τῶν περισπωμένων. ἢ παρὰ τὸ ἕλω, τὸ φονεύω, ὀλῶ, ὡς πέλω, τὸ ὑπάρχω, πολῶ, μένω μονῶ, πέτω ποτῶ, στρέφω στροφῶ. ὀλῶ οὖν, ὁ μέλλων ὀλέσω καὶ ἡ μετοχὴ παθητικὴ τοῦ θηλυκοῦ ὀλουμένη καὶ ὑπερθέσει οὐλομένη. σημαίνει δὲ τὴν ὀλεθρίαν. καὶ ἔστι μετοχὴ ἀντὶ ὀνόματος, ὡς καὶ τοὐναντίον ὄνομα ἔστιν εὑρεῖν ἀντὶ μετοχῆς, οἷον ψάμμῳ κυανέη (μ 243) ἀντὶ τοῦ κυανίζουσα. G et Oa extr. ord. 〈οὐλομένην : .

### 2,a3

.. ἔστι〉 γὰρ τὸ θέμα οὔλω, ἐνεστὼς παθητικὸς οὔλομαι καὶ ἡ μετοχὴ οὐλόμενος· τὸ θηλυκὸν οὐλομένη. μετοχὴν εἶπεν ἀντὶ ἐπιθετικοῦ ὀνόματος τοῦ ὀλοήν. ὡς γὰρ τοὐναντίον ἐπὶ τοῦ ψάμμῳ κυανέη (μ 243) (ὃ καὶ χωρὶς τοῦ ι )· σημαίνει γὰρ ψάμμῳ κυανίζουσα{ν}. Os ἥ: ἄρθρον ὑποτακτικόν.

### 2,b1

πρὸ δὲ τῶν ἀναφορικῶν μορίων τίθεμεν διαστολήν. Ps (a) Ἥ δασυνόμενον καὶ ὀξυνόμενον σημαίνει πέντε· (1) ἄρθρον προτακτικόν· ἡ δ’ ἑτέρη θέρεϊ προρέει εἰκυῖα χαλάζῃ (Χ 151)· (2) ἄρθρον ὑποτακτικόν· ἣ μυρί’ Ἀχαιοῖς ἄλγε’ ἔθηκε (Α 2)· (3) ἀντωνυμίαν ἀναφορικήν· ἥ γ’ ἀμφιπόλοισι (ζ 109)· καὶ ἀλλ’ ἥ γ’ ἱστὸν ὕφαινε μυχῷ δόμον ὑψηλοῖο (Χ 440)· καὶ (4) ἀντὶ τῆς ὡς παραβολῆς· ἣ θέμις ἐστίν, ἄναξ, ἀγορῇ (Ι 33)· καὶ (5) ἀντωνυμίαν σύναρθρον τρίτου προσώπου· ἐμή, σή, ἥ· παραδείγματα οὐκ ἔστι παρ’ Ὁμήρῳ· αἱ δὲ πλάγιαι αὐτῆς κεῖνται. Ps; Oa extr. ord. (b) Δασυνόμενον καὶ περισπώμενον σημαίνει τέσσαρα· (1) ἄρθρον ὑποτακτικὸν πτώσεως δοτικῆς· †ᾗ ἔπι πόλλ’ ἔπαθον καὶ πόλλ’ ἐμόγησα† (cf. Α 162, Ι 492, Ξ 67, ε 223, θ 155). καὶ (2) ἀντωνυμίαν σύναρθρον τρίτου προσώπου· εἴ πως ἱμείραιτο παραδραθέειν φιλότητι ᾗ χροιῇ (Ξ 163—64)· καὶ (3) ἀντὶ τοῦ ὡς· ᾗπερ δὴ κρανέω τε (v. l. Ι 310) καὶ (4) ἀντὶ τοῦ ὅπου· ᾗ τ’ ἀλόχῳ 〈καὶ〉 παιδί, τὸν ἐν μεγάροισιν ἔλειπον (cf. ν 403)· καὶ ἐπεκτάσει τῆς χι , ᾗχι· ᾗχι ἑκάστῳ δῶμα περικλυτὸς ἀμφιγυήεις (Α 607). Ps; Oa extr. ord. (c) Ψιλούμενον καὶ περισπώμενον σημαίνει ἕξ· (1) βεβαιωτικὸν ἀντὶ τοῦ ὄντως· ἦ μάλα δὴ τέθνηκε Μενοιτίου ἄλκιμος υἱός (Σ 12)· καὶ (2) ἀπορηματικὸν ἀντὶ τοῦ ἄρα· ἦ οὐχ Ἑλένης ἕνεκ’ ἠϋκόμοιο; ἦ μοῦνοι φιλέους’ ἀλόχους μερόπων ἀνθρώπων (Ι 339—40)· καὶ (3) ῥῆμα ἀντὶ τοῦ ἔφη· ἦ καὶ κυανέῃσιν (Α 528, Ρ 209)· καὶ (4) ἐρωτηματικόν· ἦ ἔτι Μυρμιδόνεσσι πιφαύσκεαι (Π 12)· καὶ (5) παραπληρωματικόν· ἐπεὶ ἦ πολὺ φέρτερόν ἐστι (Α 169, μ 109, φ 154)· τοῦτο δὲ μετὰ πύσματος ὀξύνεται· τί ἦ τοι ταῦτ’ εἰδυίῃ πάντ’ ἀγορεύω; (Α 365)· καὶ (6) ἀπὸ τοῦ ἔω, τὸ ὑπάρχω· εἰμί, ἦν, ἦς, ἦ, παρατατικὸν ἀντὶ τοῦ ὑπῆρχε· τοῦτο δὲ ἄχρηστον. Ps; Oa extr. ord. (d) Ψιλούμενον καὶ βαρυνόμενον σημαίνει ἑπτά· (1) σύνδεσμον διαζευκτικόν· ἢ εὖ ἦε κακῶς νοστήσομεν υἷες Ἀχαιῶν (Β 253)· καὶ (2) συναπτικὸν ἀντὶ τοῦ εἴ· οὐδ’ ἀφαμαρτοεπής· ἦ καὶ γένει ὕστερος ἦεν (Γ 215)· καὶ (3) ἀντὶ τοῦ πρότερον· ἢ ὅ γε φάσγανον ὀξὺ ἐρυσσάμενος (Α 190)· καὶ (4) ὁρκικόν, ὡς Ἡρωδιανός φησιν (cf. Lentz ad 1,516,28)· ἠμέν μοι πρόφρων ἔπεσ{σ}ιν καὶ χερσὶν ἀρήξειν (Α 77)· καὶ (5) παρέλκεται· ἀλλὰ τί ἦ μοι ταῦτα φίλος διελέξατο θυμός (Λ 407)· καὶ (6) διασαφητικόν, ὃς οὐδέποτε ἐν ἀρχῇ τίθεται, μετήνεκται δὲ ἀπὸ τοῦ διαζευκτικοῦ εἰς διασαφητικόν· βούλομ’ ἐγὼ λαὸν σῶ{ο}ν ἔμμεναι ἢ ἀπολέσθαι (Α 117). Ps; Oa extr. ord. τοῦτο δὲ οὐ λύεται ἐν ἤθει· καὶ πάντες κ’ ἀρησαίατ’ ἐλαφρότεροι πόδας εἶναι ἢ ἀφνειότεροι χρυσοῖό τε ἐσθῆτός τε (α 164—5)· καὶ (7) συγκριτικός· „ἵν’ ᾖ τοῦ ἑλομένου τὸ ἀγαθὸν οὐχ ἧττον ἢ τοῦ παρασχό〈ν〉τος τὰ σπέρματα“ (Greg. Naz. or. 38, 12, 31 [36, 324B Migne]). Ps ἥ: πρῶτον ἀναφορικὸν μόριον· τίθεμεν διαστολήν· ἀναφορικὸν δὲ τὸ η.

### 2,b2

Os μυρία : ἐκ τοῦ μυρίος, μυρία, μυρίον.

### 2,c1a

σημαίνει δὲ τὸ μὴ δυνάμενον ὁρισμῷ καθυπερβληθῆναι, ἀντὶ τοῦ πολλὰ ἀριθμῷ. καὶ παροξύνεται· ὅτε δὲ δηλοῖ τὸν ὡρισμένον ἀριθμόν, προπαροξύνεται. τινὲς δὲ λέγουσιν ἀντὶ τοῦ θρηνητικά, παρὰ τὸ μύρεσθαι. Ps Os Oa Οὐδὲν δὲ ἄτοπον εἰ παρὰ Μουσῶν Ὅμηρος ταῦτα ἐρωτᾷ.

### 2,c1b

φρόνησις μὲν γάρ ἐστιν ἡ πάντων εἴδησις. προαίρεσις δὲ ἀκριβὴς ἡ τῶν ἀμεινόνων ἐκλογή. Ps Os Τὸ μυ ψιλόν· πᾶς ἀριθμὸς ἐν τῇ ἀρχούσῃ κατὰ τὴν φωνὴν συνεμπίπτων ὀνόματι στοιχείου, καὶ τὴν αὐτὴν γραφὴν φυλάττει· ὁμοίως καὶ τὸ χίλιοι κατὰ τὴν ἀρχὴν συνεμπίπτει τῷ χι στοιχείῳ.

### 2,c2

καὶ γράφεται διὰ τοῦ ι δι’ αἰτίαν τοιαύτην· πᾶν ὄνομα στοιχείου εἰς ι καταλῆγον οὐκ ἔχει αὐτὸ ἐν διφθόγγῳ, οἷον πι, ξι, φι· οὕτως οὖν καὶ χι. σεσημείωται τὸ ει· τοῦτο γὰρ ἔχει τὸ ι ἐν διφθόγγῳ δι’ αἰτίαν τοιαύτην· τὰ ὀνόματα τῶν στοιχείων ἀφ’ ἑαυτῶν θέλουσιν ἄρχεσθαι, οἷον ἄλφα, βῆτα καὶ τὰ ἑξῆς. τούτου γοῦν χάριν διὰ τῆς διφθόγγου γέγονεν, ἵνα εὑρεθῇ ἀρχόμενον ἀφ’ ἑαυτοῦ, ἤγουν ἀπὸ τοῦ ε. Oa Ἀχαιοῖς : ἀπὸ Ἀχαιοῦ τινος.

### 2,d

ὀξύνεται· τὰ γὰρ διὰ τοῦ αιος , εἰ ἔχοι πρὸ τῆς αι διφθόγγου τὸ χ , προπερισπᾶσθαι θέλει, οἷον ἀρχαῖος, τροχαῖος. σεσημείωται τὸ Ἀχαιός ὀξυνόμενον καὶ τὸ Ἐ{υ}ρυσίχαιος (Alcm. 16, 4 Page)· ἔστι δὲ ὄνομα ἔθνους. Ps πολλάς : ἐκ τοῦ πολλός· τὸ θηλυκὸν πολλή.

### 3,a

τὸ πολλός καὶ πολύς ἀμφότερα ἐκ τοῦ πέλω, τὸ ἀναστρέφομαι. διαφέρει δὲ ὅτι τὸ μὲν πολύς δι’ ἑνὸς λ , τὸ δὲ πολλός διὰ δύο πρὸς ἀντιδιαστολήν. Ps; G et Oa extr. ord. ἰφθίμους : παρὰ τὸ ἶφι, ὃ σημαίνει τὸ ἰσχυρῶς καὶ γενναίως, παρήχθη ἴφιμος, ὡς πρωΐ, πρώϊμος, τοῦ μέσου ι βραχέος ὄντος, καὶ κατὰ πλεονασμὸν τοῦ θ ἴφθιμος· μετὰ γὰρ τὸν πλεονασμὸν ὑπερτίθενται οἱ χρόνοι, τοῦ μὲν πρώτου συσταλέντος φύσει 〈.

### 3,b

..〉, τοῦ δὲ δὲ ἑξῆς ἐκταθέντος. Ps Os Oa Ἢ παρὰ τὸ ἶφι καὶ τὸ θυμός, ὃ σημαίνει τὴν ψυχήν, γέγονεν ἰφίθυμος, ὁ ἔχων τὴν ψυχὴν ἰσχυράν, καὶ κατὰ ἀποβολὴν τοῦ ι καὶ τροπὴν τοῦ υ εἰς ι , ὥσπερ Ἀφροδύτη Ἀφροδίτη καὶ δύφρος δίφρος, γέγονεν ἴφθιμος. Ps Os Oa Τὸ δὲ ἶφι γέγονε παρὰ τὸ ἴς, τὸ σημαῖνον τὴν δύναμιν, ἰνός, ἰνόσφι καὶ συγκοπῇ ἶφι. τὸ ἴς παρὰ τὸ ἔω, τὸ ὑπάρχω, ἡ ὑπάρχουσα ἔν τινι. Ps Oa Ἄϊδι : ὄνομα, δοτικὴ κατὰ μεταπλασμὸν γεγονυῖα.

### 3,c

καί φησιν Ἡρωδιανὸς (cf. Lentzii adn. ad 2,205,2) ἐκ τοῦ Ἀΐδῃ Ἄϊδι, ὡς λιτῷ λιτί, ὑσμίνῃ ὑσμῖνι. καὶ ἐν ἑτέρῳ ὁ ποιητὴς λέγει ἀλλ’ ὑπ’ ἐμοῦ δμηθέντα πύλας Ἀΐδαο περήσειν (Ε 646). Ps Os ἢ παρὰ τὸ εἴδω, τὸ βλέπω, ὁ μέλλων εἴσω καὶ ὄνομα ῥηματικὸν ἴς. πολλὰ γάρ εἰσιν ὀνόματα ἀπὸ ῥημάτων γινόμενα καὶ τὰ ἑξῆς. καὶ μετὰ τοῦ στερητικοῦ α Ἄϊς, ἐν ᾧ οὐδὲν ἔστιν ὁρᾶν, καὶ ἡ γενικὴ Ἄϊδος, οἷον δῦναι δόμον Ἄϊδος εἴσω (Γ 322), καὶ ἡ δοτικὴ Ἄϊδι. Ps προΐαψεν : ῥῆμα χρόνου ἀορίστου, συζυγίας πρώτης τῶν βαρυτόνων.

### 3,d1

εἰ μὲν οὖν τὸ „ἔπεμψεν“ ἁπλῶς σημαίνει, παρὰ τὸ ἴω γέγονε, τὸ διὰ τοῦ ι , ἀφ’ οὗ καὶ τὸ ἵημι· εἰ δὲ „μετὰ βλάβης ἔπεμψεν“, παρὰ τὸν ἰόν, ἰάπτω· διαφθαρτικὸς γὰρ οὗτος τῆς ὕλης, ἐξ ἧς γίνεται. ἐνταῦθα μὲν οὖν ἀμφίβολον· ἐκεῖ δὲ ἀντικρὺς ἐπὶ τῆς βλάβης μόνον· ὡς ἂν μὴ κλαίουσα κατὰ χρόα καλὸν ἰάπτῃ (β 376). ἐν τῷ Ἀχιλλῆϊ προϊάπτω (Ω 110) ἀμφίβολος ἡ γραφή, εἴ〈τε〉 προϊάπτω εἴτε προτιάπτ ω. τοῦτο τὸ ῥῆμα καὶ τὸ α ἐκβάλλει· μέγα δ’ ἴψαο λαὸν Ἀχαιῶν (Α 454, Π 237). ὡς δὲ παρὰ τὸ ἵξω ἴξαλος, ἰξάλου αἰγός (Δ 105), κονίσω κονίσαλος, οὕτως καὶ ἴψω ἴψαλος, ἀφ’ οὗ τὸ παρὰ Στησιχόρῳ ἀνίψαλον παῖδα (fr. 249 Page), τὸν ἀβλαβῆ. Oa extr. ord. ἴαψε : ἀορίστου πρώτου· τὸ θέμα ἰάπτω καὶ τὰ λοιπὰ δῆλα.

### 3,d2

τὸ δὲ ῥῆμα τοῦτο ποιητικόν ἐστιν· ὁ ἐνεστὼς γὰρ μόνος εὑρίσκεται. ὁ γὰρ ἀόριστος ἀπὸ τοῦ ἴπτω γέγονε, τοῦ σημαίνοντος τὸ βλάπτω, καὶ κατὰ πλεονασμὸν τοῦ α ἰάπτω, ὡς καὶ ἐν ἑτέρῳ λέγει ὁ ποιητής· τίμησας μὲν ἐμέ, μέγα δ’ ἴψαο λαὸν Ἀχαιῶν (Α 454, Π 237). τὸ δὲ ἴψαο ἐκ τοῦ ἴπτω, ἴψω ὁ μέλλων, ἀόριστος παθητικὸς ἰψάμην, ἴψαο, Ἰωνικῶς μόνως λεχθέν. Ps Os Et.Gud.d; Oaa extr. ord. τὸ δὲ ἴπτω παρὰ τὸ ἰός, ὃ σημαίνει τὸ βέλος· τὸ δὲ 〈...〉 βέλος, παρὰ τὸ ἵημι, τὸ πέμπω, Ps Et.Gud.; Oaa extr. ord. τὸ διὰ βέλους πέμπον θάνατον. Ps Ἰάπτω βαρύνεται· πᾶν ῥῆμα εἰς πτω λῆγον βαρύνεται, εἰ μὴ προκατάρχῃ ὄνομα ἢ διαστολὴ γένοιτο σημαινομένου· σκάπτω, πίπτω, ῥίπτω (τὸ γὰρ ῥιπτῶ Ἀττικὸν ἢ ποιητικόν), νίπτω, τύπτω (τὸ δὲ τυπήσω ὡς ἀπὸ περισπωμένου), ἴπτω, θάπτω. πρόσκειται „εἰ μὴ διαστολὴ σημαινομένου γένηται“ διὰ τὸ ὀπτῶ πρὸς ἀντιδιαστολὴν τοῦ ὄπτω· „ἢ προκατάρχῃ ὄνομα“, διὰ τὸ ἄβλεπτος ἀβλεπτῶ, ἄπεπτος ἀπεπτῶ, ἀλείπτης φιλαλειπτῶ. Ps; Oab extr. ord. ἡρώων : ἥρωες δὲ ἐκλήθησαν ἀπὸ τῆς ἀρετῆς, ἢ ἀπὸ τοῦ ἀέρος, ὥς φησιν Ἡσίοδος ἠέρα ἑσσάμενοι (Opp.

### 4,a1a

125, 255)· ἢ ἀπὸ τῆς ἐράσεως, τουτέστι τῆς μίξεως, τῶν θεῶν· ἢ ἀπὸ τῆς ἔρας (ἔρα δὲ ἡ γῆ κατὰ διάλεκτον). ἥρως δὲ γέγονε παρὰ τὸ αἴρω, τὸ κουφίζω, ἢ παρὰ τὸ ἀρῶ, τὸ ἁρμόζω. Ps Et.Gud.; Oa extr. ord. ἡρώων : δεῖ γινώσκειν ὅτι ἥρωες ἐκλήθησαν ἀπὸ τῆς ἀρετῆς ἢ ἀπὸ τοῦ ἀέρος, ὥς φησιν Ἡσίοδος ἐν Ἔργοις καὶ Ἡμέραις· ἠέρα ἑσσάμενοι πάντη φοιτῶσιν ἐπ’ αἶαν (125, 255)· ἢ ἀπ’ ἐράσεως, τουτέστι μίξεως, τῶν θεῶν· οἱ γὰρ θεοὶ θνηταῖς ἐμίσγοντο.

### 4,a1b

ἢ ἀπὸ τῆς ἔρας (ἔρα δὲ ἡ γῆ κατὰ διάλεκτον)· ἐκ δὲ τῆς γῆς ἐπλάσθη τὸ τῶν ἀνθρώπων γένος. Os Τὸ δὲ αἱρέω σημαίνει ὀκτώ· (1) αἴρω, τὸ κουφίζω, ἐξ οὗ τὸ „αἴρεται ἀπὸ τῆς γῆς ἡ ζωὴ αὐτοῦ“ (Is.

### 4,a2

53, 8; Act. Ap. 8, 33)· (2) αἱρῶ, τὸ χωρίζω, ἐξ οὗ καὶ τὸ διαιρῶ· (3) αἱρῶ, τὸ προκρίνω, ἐξ οὗ τὸ προαιροῦμαι· (4) ἐρῶ, τὸ καθαίρω, ἐξ οὗ τὸ ἐρατός καὶ ἐρατή καὶ ἑορτή· (5) ἔρω, τὸ ἐρωτῶ, ἐξ οὗ τὸ ἠρόμην καὶ τὸ ἠρώτην· (6) ἐρῶ, τὸ λέγω, ἐξ οὗ ὁ παρακείμενος εἴρηκα· (7) ἔρρω, τὸ φθείρω, ἐξ οὗ καὶ εἴρερος, ἡ δουλεία, ὡς παρ’ Ὁμήρῳ· εἴρερον εἰσανάγουσιν (θ 529)· (8) ἔρω, τὸ λέγω, ἐξ οὗ καὶ εἴρων, εἰρωνεία. Oa extr. ord. ἑλώρια : παρὰ τὸ ἕλωρ· τοῦτο παρὰ τὸ ἕλω, τὸ ἑλκύω· πλεονασμῷ τοῦ ρ ἕλωρ, καὶ ἑλώριον.

### 4,b1

Ps ἑλώρια : παρὰ τὸ ἕλω, τὸ σημαῖνον τὸ ἑλκύω, ἐγένετο κατὰ πλεονασμὸν τοῦ ρ ἕλωρ· καὶ ἐκεῖθεν ἑλώριον ὄνομα οὐδέτερον καὶ ἡ εὐθεῖα τῶν πληθυντικῶν ἑλώρια.

### 4,b2

Os τεῦχε : παρατατικός· ἀφῃρέθη ἡ αὔξησις.

### 4,c

οἱ γὰρ Ἴωνες καὶ οἱ ποιηταὶ συναρχομένους ποιοῦνται τοὺς παρῳχημένους τοῖς ἰδίοις ἐνεστῶσι. δὲ ὅλον κλίνεται. Ps Os Τεῦχε βαρύνεται· τὰ εἰς χω δισύλλαβα, ἀρχόμενα ἀπὸ συμφώνου βαρύνονται. εἰ δέ τι περιεσπάσθη, τοῦτο ἢ ἐκ βαρυτόνου παρῆκται, ὡς τρέχω τροχῶ, ἢ παρὰ ὄνομα γέγονεν, ὡς τεῦχος τευχῶ· τετευχῆσ{εσ}θαι γὰρ ἀμείνων (χ 104). 〈...〉 οἷον σ〈τ〉είχω, τεύχω, ψύχω· τὸ ἠχῶ ἀπὸ φωνήεντος καὶ τὸ αὐχῶ. Ps κύνεσσι : δοτικὴ τῶν πληθυντικῶν Ps Os G Oa κατὰ τὴν Αἰολέων διάλεκτον· καὶ κανονίζεται ἀπὸ τῆς εὐθείας τῶν πληθυντικῶν· Ps Os Oa οἱ γὰρ Αἰολεῖς ἀπὸ τῶν εἰς ες εὐθείων πληθυντικῶν προσθέσει τῆς σι συλλαβῆς ποιοῦσι Ps G Oa τὴν δοτικὴν τῶν πληθυντικῶν· Αἴαντες Αἰάντεσσι.

### 4,d

Ps Oa ἔστιν οὖν ὁ κύων· καὶ ἡ γενικὴ ὤφειλεν εἶναι κύονος. δύο κανόνες εἰσὶν οἱ μαχόμενοι· ὁ μὲν εἷς λέγει ὅτι τὰ εἰς ων βαρύτονα, διχρόνῳ παραληγόμενα συνεσταλμένῳ, φυλάττουσι τὸ ω ἐπὶ τῆς γενικῆς, οἷον Ἀμφιτρύων Ἀμφιτρύωνος, Ἰξίων Ἰξίωνος. ὁ δὲ ἕτερος λέγει ὅτι τὰ εἰς ων κοινὰ τῷ γένει τρέπουσι τὸ ω ἐπὶ τῆς γενικῆς, οἷον σώφρονος, γείτονος (πλὴν τοῦ εἴρων εἴρωνος, αἴθων αἴθωνος· ταῦτα γὰρ φυλάττουσιν)· οὕτως οὖν καὶ κύονος. τῶν οὖν δύο κανόνων μαχομένων ἐγένετο συγκοπή, καὶ ἐκλίθη κυνός. ἡ μέντοι κλητικὴ εὕρηται κύον διὰ τοῦ ο, ὡς ἀπὸ τῆς κύονος γενικῆς. Γέγονε δὲ τὸ κύων παρὰ τὸ ὠκύς (τὸ γὰρ ζῷον ταχύ ἐστιν) καὶ ὑπερβιβασμῷ τοῦ ⸤ ω ⸥ κύων. ⸤ ἢ ⸥ παρὰ τὸ κύω, τὸ φιλῶ· φιλοδέσποτον γὰρ τὸ ζῷον. Ps G Oa Οἰωνοῖσι : δοτικὴ τῶν πληθυντικῶν ἐπεκτάσει τοῦ ι · Ἰώνων δέ ἐστιν ἡ ἐπέκτασις.

### 5,a

σημαίνει δὲ τοὺς γῦπας· γύψ δὲ εἴρηται παρὰ τὸ γυρεύειν τὰ ὕψη. Ps Os; Oa extr. ord. ἔστι δὲ ἡ εὐθεῖα οἰωνός. γέγονε δὲ παρὰ τὸ οἰῶ, τοῦτο παρὰ τὸ οἷος, τοῦτο παρὰ τὸ ἴος, ὁ μόνος, πλεονασμῷ τοῦ ο . Ps; Oa extr. ord. Οἰωνός ὀξύνεται· τὰ διὰ τοῦ ωνος ὑπὲρ δύο συλλαβὰς ἁπλᾶ ὀξύνεσθαι θέλει, οἷον οἰωνός, κοινωνός, Τιθωνός· πρόσκειται „ἁπλᾶ“ διὰ τὸ τετράγωνος, ἄφωνος, εὔωνος. Ps; Oa extr. ord. Ἰστέον δὲ ὅτι ὠνόμασται ὁ γὺψ οἰωνός παρὰ τὴν μονότητα ἐκ τοῦ οἶος· οὐ συναγελάζεται γὰρ ἑτέρῳ ζῴῳ. ἱστορεῖται δὲ ὅτι καὶ χωρὶς ἄρρενος τίκτει. Ps Os; Oa extra ord. Διός : ἀπὸ τῆς Ζεύς εὐθείας.

### 5,b1

Ps Oa ἰστέον δὲ ὅτι τὰ εἰς ευς λήγοντα ἓξ κλίσεις ἐπιδέχονται, ὡς πᾶσι δῆλον. καὶ περισπώμενα Δωριεῖς ποιοῦσιν. ἔστι καὶ τὸ Ζεύς Βοιωτικὸν γενόμενον Διός. Ps τὸ γὰρ ζ εἰς δ τρέπουσιν, οἷον Ζῆθος Δῆθος· οὕτως οὖν καὶ Ζεύς, Δεύς. ἀπὸ γὰρ τῆς Δεύς εὐθείας ἐγένετο ἡ γενικὴ Διός. τὸ γὰρ κοινολεκτούμενον οὐ κλίνεται διὰ τοιαύτην αἰτίαν· πᾶν ὄνομα μονοσύλλαβον εἰς ς λῆγον ὀξύτονον διὰ καθαροῦ τοῦ ος κλινόμενον τὸν χρόνον θέλει φυλάττειν τῆς ἰδίας εὐθείας καὶ ἐπὶ γενικῆς, οἷον Τρώς Τρωός, δμώς δμωός. πρόσκειται „μονοσύλλαβον“ διὰ τὸ Ἀχιλλεύς Ἀχιλλέως. πρόσκειται „ὀξύτονον“ διὰ τὸ βοῦς βοός καὶ νεύς νεός καὶ γρεύς γρεός. πρόσκειται διὰ καθαροῦ τοῦ ος διὰ τὸ Ζάς Ζαντός. ὤφειλεν οὖν τὸ Ζεύς, εἰς ς λῆγον καὶ μονοσύλλαβον ὄν, κλίνεσθαι Ζευός. ὁ δὲ ἕτερος κανὼν λέγει ὅτι τὰ εἰς ευς διὰ τοῦ εος κλίνεται· καὶ ὤφειλεν εἶναι Ζεός. τῶν οὖν δύο κανόνων μαχομένων, ἀπέλειψεν ἡ κοινὴ κλίσις καὶ παρεισῆλθεν ἡ τῶν Βοιωτῶν καὶ ἐγένετο Ζεύς Διός Διΐ Δία, ὡς Ἀχιλλεύς Ἀχιλλίος Ἀχιλλίϊ Ἀχιλλία. Ps Oa Διός {δέ}: ἰστέον ὅτι τὸ Διός ἐστι γενικὴ ἀπὸ τῆς Ζεύς εὐθείας.

### 5,b2

καὶ τὰ εἰς ευς λήγοντα πέντε κλίσεις ἐπιδέχονται· (1) κοινῶς διὰ τοῦ ε καὶ ο , οἷον Ἀχιλ〈λ〉έος· (2) Ἀττικῶς διὰ τοῦ ε καὶ ω , οἷον Ἀχιλλέως καὶ βασίλεως· (3) παρὰ δὲ τοῖς ἀρχαίοις Ἴωσι καὶ Αἰολεῦσι, διὰ τοῦ η καὶ ο , οἷον Ἀχιλ〈λ〉ῆος καὶ βασιλῆος· (4) παρὰ δὲ τοῖς νεωτέροις διὰ τῆς ει διφθόγγου· Ἀχιλ〈λ〉εῖος καὶ βασιλεῖος· (5) παρὰ δὲ τοῖς Βοιωτοῖς διὰ τοῦ ι καὶ ο γίνεται ἡ γενική, οἷον Ἀχίλ〈λ〉ιος καὶ βασίλιος. τοιοῦτόν ἐστι καὶ τὸ Ζεύς Βοιωτικὸν γενόμενον κατὰ τὴν γενικὴν Διός. τὸ γὰρ ζ εἰς δ τρέπουσι· ζυγός δυγός καὶ Ζῆθος Δῆθος· οὕτως οὖν καὶ Ζεύς Δεύς, ἡ γενικὴ Διός· τὸ γὰρ κοινολεκτούμενον, λέγω τὸ {δὲ} Ζεύς, οὐ κλίνεται διὰ τοιαύτην αἰτίαν· πᾶν ὄνομα μονοσύλλαβον εἰς ς λῆγον ὀξύτονον καὶ διὰ καθαροῦ τοῦ ος κλινόμενον τὸν χρόνον τῆς εὐθείας θέλει φυλάττειν καὶ ἐν τῇ γενικῇ· Τρώς Τρωός, δμώς δμωός, κίς κιός (σημαίνει δὲ τὸν σκώληκα), λίς λιός (σημαίνει δὲ τὸν λέοντα). πρόσκειται „μονοσύλλαβον“ διὰ τὸ Ἀχιλ〈λ〉εύς Ἀχιλλέως· τοῦτο γὰρ ὀξύνεται καὶ οὐκ ἐφύλαξε τὸν χρόνον τῆς εὐθείας καὶ ἐν τῇ γενικῇ· ἀλλ’ οὐκ ἔστι μονοσύλλαβον. πρόσκειται „ὀξύτονον“ διὰ τὸ βοῦς βοός καὶ νεῦς νεώς, τὸ πλοῖον, καὶ γρεῦς γρεός· ταῦτα γὰρ οὐκ ἐφύλαξαν τὸν χρόνον τῆς εὐθείας ἐν τῇ γενικῇ ἀλλ’ οὐκ εἰσὶν ὀξύτονα ἀλλὰ περισπώμενα. πρόσκειται „διὰ καθαροῦ τοῦ ος κλινόμενα“ διὰ τὸ Ζάς Ζαντός· τοῦτο γὰρ οὐκ ἐφύλαξε τὸν χρόνον τῆς εὐθείας καὶ ἐν τῇ γενικῇ· ἡ μὲν γὰρ εὐθεῖα φύσει μακρὸν ἔχει τὸ α , ἡ δὲ γενική, θέσει, ἀλλ’ οὐ κλίνεται διὰ καθαροῦ τοῦ ος . εἰ ἄρα τὸ Ζεύς εἰς ς λήγει καὶ μονοσύλλαβόν ἐστι καὶ ὀξύνεται καὶ διὰ καθαροῦ τοῦ ος κλίνεται, ὀφείλει Ζευός εἶναι ἀπὸ τῆς γενικῆς διὰ τὴν ευ δίφθογγον ἵνα φυλάξῃ τὸν χρόνον τῆς εὐθείας ἐν τῇ γενικῇ. ἀλλ’ ἐπεὶ τὰ εἰς ευς ἀποβάλλουσι τὸ υ ἐν τῇ γενικῇ, οἷον Πηλεύς Πηλέως, τούτου χάριν ἠναγκάζετο Ζεός εἶναι κατὰ τὴν γενικὴν κατὰ ἀποβολὴν τοῦ υ . τούτων οὖν τῶν δύο κανόνων μαχομένων καὶ τοῦ μὲν ἑνὸς ἀπαιτοῦντος φυλάττειν τὸ υ κατὰ τὴν γενικήν, τοῦ δὲ ἑτέρου ἀποβάλλεσθαι αὐτὸ τῷ λόγῳ τῶν εἰς ευς , ἀπέλειψεν ἡ κοινὴ κλίσις καὶ παρεισῆλθεν ἡ τῶν Βοιωτῶν διάλεκτος, οἷον Ζεύς Διός Διΐ Δία, ὥσπερ Ἀχιλ〈λ〉ίος 〈Ἀχιλλίϊ〉 Ἀχιλ〈λ〉ία. Os ἐτελείετο : παρατατικοῦ παθητικοῦ Ps Os ἐκ τοῦ τελείω, βαρυτόνου· ⸤ τὰ γὰρ τοιαῦτα παράγωγα ἄχρι τοῦ ⸥ παρατατικοῦ κλίνεται κατὰ πᾶσαν ἔγκλισιν καὶ ⸤ διὰ τῆς ει διφθόγγου γράφεται, οἷον κιχῶ κιχείω ⸥ Ps Os G Oa θῶ θείω, σῶ σείω, τελῶ τελείω.

### 5,c

ἰστέον δὲ ὅτι ⸤ ἀπὸ τῶν ἐνεστώτων γίνεται καὶ ἀπὸ ⸥ μελλόντων. καὶ τὰ μὲν ἀπὸ ἐνεστώτων ἔχουσι καὶ παρατατικούς· τὰ δὲ ⸤ ἀπὸ μελλόντων, ἐνεστῶτας μόνουσ ⸥ , ὅθεν σεσημείωται τὸ ὤψεον (Sophr. fr. 81 Kaibel) ἀπὸ τοῦ ὀψείω. Ps G Oa Τελειῶ περισπᾶται· τὰ ⸤ εἰς ω λήγοντα ⸥ καθαρά, παραληγόμενα τῇ ει διφθόγγῳ, βαρύνονται, εἰ δέ τι περιεσπάσθη, τοῦτο παρὰ ὄνομα ἐγένετο, οἷον σείω βροσείω· τὸ μέντοι μειῶ παρὰ τὸ μεῖος καὶ τὸ τελειῶ παρὰ τὸ τέλειος Ps G Oa καὶ τὸ ἀρειῶ (cf. Hippon. fr. 41 Masson et West) (σημαίνει δὲ δύο· 〈...〉 τὸ ἀπειλῶ) παρὰ τὸ Ἄρης καὶ τὸ ἀχρειῶ παρὰ τὸ ἀχρεῖος. G Oa πρῶτα : ἐπίρρημα μεταχθὲν ἀπὸ οὐδετέρου.

### 6,a

ἰστέον δὲ ὅτι τὰ ἐπιρρήματα μεταγόμενα ἀπὸ οὐδετέρων τὸν αὐτὸν τόνον θέλουσι φυλάττειν· τὸ σάφα παρὰ τὸ σαφέα, συγκοπῇ τοῦ ε · καὶ ἐκ τοῦ ὠκέα, ὦκα. σεσημείωται κατὰ τόνον τὸ σφόδρα· τοῦ ὀνόματος ὀξυνομένου, τὸ ἐπίρρημα βαρύνεται. Ps; G et Oa extr. ord. διαστήτην : ἀορίστου δευτέρου τῶν εἰς μι τρίτου προσώπου τῶν δυϊκῶν.

### 6,b

ἡ δὲ τῶν δυϊκῶν κατάχρησις τοῖς Ἀττικοῖς μάλιστα ἁρμόζει. ἔστι δὲ τὸ θέμα Ps Os Oa Et.Gud. ἵστημι, ὁ μέλλων στήσω, ὁ ἀόριστος δεύτερος ἔστην καὶ τὸ τρίτον τῶν δυϊκῶν ἐστήτην καὶ διαστήτην. Ps Oa Et.Gud. ἐρίσαντε : μετοχὴ εὐθείας τῶν δυϊκῶν, ἀόριστος πρῶτος ἐκ τοῦ ἐρίζω· Ps Os τοῦτο παρὰ τὸ ἔρις.

### 6,c

τὸ δὲ ἔρις παρὰ τὸ ἐρῶ, τὸ λέγω. τοῦ δὲ ἐρίζω ὁ Ἀττικὸς παρακείμενος ἐρήριδα διὰ τοῦ ι · φυλάττει γὰρ αὐτό. ἀπὸ δὲ τοῦ ἐρείδω, ἐρήρειδα, διὰ τῆς ει διφθόγγου, ἵνα μὴ συνεμπέσῃ τῷ ἀπὸ τοῦ ἐρίζω. Ps Ἀτρείδης : πατρωνυμικὸν ἀπὸ τοῦ Ἀτρεύς· τοῦτο παρὰ τὸ τείρω, τὸ καταπονῶ, καὶ μετὰ τοῦ στερητικοῦ α , Ἀτρεύς, ὁ ἀκαταπόνητος.

### 7,a1

Ἀτρείδης Ἀτρείδου· τὰ εἰς δης πατρωνυμικὰ εἰς ου ἔχει τὴν γενικήν· Ἀτρείδης Ἀτρείδου, Πηλείδης Πηλείδου. γράφεται δὲ διὰ τῆς ει διφθόγγου· τὰ γὰρ ἀπὸ τῶν εἰς ευς διὰ τοῦ ειδης γινόμενα πατρωνυμικὰ διὰ τῆς ει διφθόγγου γράφονται. Ps Ἀτρείδης : καὶ κλίνεται τοῦ Ἀτρείδου.

### 7,a2

τὰ εἰς δης πατρωνυμικὰ ἢ τύποι πατρωνυμικοὶ εἰς ου ἔχει τὴν γενικήν. τὸ τρει δίφθογγος· τὰ διὰ τοῦ ειδης πατρωνυμικά—. Os ἄναξ : ἐκ τοῦ ἄνακος κατὰ πλεονασμὸν τοῦ τ ἄνακτος.

### 7,b

ἐτυμολογεῖται δὲ παρὰ τὸ τὴν ἄνω τάξιν ἔχειν, ἢ ἐφ’ ὃν πάντα ἀναφέρομεν, ἢ παρὰ τὸ ἀνάσσω, ἢ ὁ ἄνω ἀΐσσων. Ps Os Ἄναξ βαρύνεται· πᾶν εἰς αξ λῆγον ὄνομα ὑπὲρ μίαν συλλαβὴν βαρύνεσθαι θέλει, χωρὶς εἰ μὴ παρὰ ῥῆμα εἴη συντεθειμένον καὶ μίαν συλλαβὴν φυλάττει τοῦ ῥήματος· Φαίαξ, θώραξ, ἄναξ, κόραξ· τὸ δὲ δι〈α〉σφάξ καὶ ἀποσφάξ (Nic. Ther. 521) ἀπὸ ῥήματος. Ps ἀνδρῶν : ἀπὸ τῆς ἀνήρ εὐθείας, ἀνέρος, καὶ ἐν συγκοπῇ, ἀνδρός.

### 7,c

Ps δῖος : ἐπίθετον ὀνοματικὸν ἀπὸ τῆς Διός γενικῆς, δίϊος, καὶ κατὰ συναλιφήν, δῖος.

### 7,d1

προπερισπᾶται· τὰ εἰς ος λήγοντα καθαρὰ δισύλλαβα παραληγόμενα τῷ ι ἐκτεταμένῳ, εἰ ἄρχεται ἀπὸ συμφώνου, βαρύνεσθαι θέλει, τουτέστι προπερισπῶνται, οἷον Πῖος ὄνομα κύριον, Χῖος, δῖος, Θρῖος, Κρῖος, Φθῖος. σεσημείωται τὸ κριός ὀξυνόμενον καὶ τὸ ἰός, ἐπειδὴ ἀπὸ φωνήεντος ἄρχεται. Ps Oa δῖος : τοῦτο τὸ δῖος ὄνομά ἐστιν ἐπίθετον ἀπὸ τῆς Διός γενικῆς.

### 7,d2

γέγονε δίϊος καὶ κατὰ συναλιφὴν δῖος· διὸ καὶ τὸ δι μακρόν ἐστιν. οὕτως εὗρον ἐν τοῖς Ἐπιμερισμοῖς Ἡρωδιανοῦ (fr. novum). Os σφωέ : ἀντωνυμία τρίτου προσώπου αἰτιατικῆς μόνης πτώσεως.

### 8,a1

διατί οὐκ ἔστι ὀρθῆς καὶ αἰτιατικῆς; διότι ἡ ὀρθὴ πτῶσις οὐδέποτε ἀναδίδωσι τὸν τόνον αὑτῆς, οἷον νῶϊ σφῶϊ. τοῦτο δὲ ὀξύνεται καὶ ἐγκλίνεται καὶ ἀναδίδωσι τὸν τόνον. διὸ ἀπέλιπεν ἡ εὐθεῖα καὶ ἔστι μόνης αἰτιατικῆς. Ps G Oa σφωέ : δεῖ γινώσκειν ὅτι τὸ σφωέ ἀντωνυμία τρίτου προσώπου αἰτιατικῆς μόνης.

### 8,a2

τὸ γὰρ πρῶτον πρόσωπον τῶν δυϊκῶν εὐθείας καὶ αἰτιατικῆς πτώσεώς ἐστι νῶϊ· τὸ δεύτερον πρόσωπον ὀρθῆς καὶ αἰτιατικῆς πτώσεως σφῶϊ· τὸ δὲ τρίτον αἰτιατικῆς μόνης πτώσεως σφωέ. διὰ τοῦτο δὲ οὐκ ἔστιν ὀρθῆς καὶ αἰτιατικῆς, διότι ἡ ὀρθὴ πτῶσις οὐδέποτε ἀναδίδωσι τὸν αὑτῆς τόνον· τοῦτο δὲ ἀναδίδωσι· οὐκ ἄρα ὀρθῆς ἀλλὰ μόνης αἰτιατικῆς πτώσεως. Os ξυνέηκε : ἀορίστου πρώτου ἐνεργητικοῦ τρίτου προσώπου τῶν εἰς μι .

### 8,b1

ἔστι τὸ θέμα ἵημι, ἥσω, ἧκα, πλεονασμῷ ποιητικῷ ἕηκα καὶ ἐν συνθέσει συνέηκε Ps Os καὶ τροπῇ τοῦ ς εἰς ξ Ἀττικῶς· οἱ γὰρ Ἀττικοὶ τὸ ς εἰς τ καὶ εἰς ξ τρέπουσιν. Ps ξυνέηκε : οἱ Ἀττικοὶ τὸ ς πῇ μ ⸤ ὲν ⸥ εἰς τ τρέπ ⸤ ουσιν, πῇ δὲ ⸥ εἰς ξ · τὸ γὰρ σύν ξύν λέγουσιν καὶ τὸ σοί τοί καὶ τ ⸤ ὴν συμφοράν ξυμφοράν· ⸥ οὕτως καὶ συνέηκε ξυνέηκε.

### 8,b2a1

G ξυνέηκε : οἱ Ἀττικοὶ τὴν σύν πρόθεσιν εἰς ξ τρέπουσιν· τὴν γὰρ συμφοράν ξυμφοράν 〈λέγουσι〉 καὶ τὸ συνέηκε ξυνέηκε.

### 8,b2a2

καὶ γὰρ τὸ ς πῇ μὲν εἰς τ τρέπουσιν, πῇ δὲ εἰς ξ . τὸ γὰρ σύν ξύν 〈λέγουσι〉 καὶ τὸ σύ τύ. Oa Ἔστι δὲ ἀόριστος πρῶτος ⸤ ἧκα συνῆκα καὶ ⸥ ξυνῆκα καὶ πλεονασμῷ τοῦ ε ποιητικῷ ξυνέηκε.

### 8,b2b

⸤ ἵημι, ἥσω, ἧκα ⸥ καὶ τὸ τρίτον ἧκε καὶ πλεονασμῷ τοῦ ε ἕηκε. G Oa Λητοῦς : παρὰ τὸ λήθω, τὸ λανθάνω, ὁ μὲν Πλάτων (Crat.

### 9,a1a

406a 6) φησίν· πραεῖα γὰρ καὶ πάντας ἐλεοῦσα· τὸ δὲ ἥμερον καὶ πρᾶον ἐκ τοῦ ἐπιλελῆσθαι τῶν εἰς αὑτὴν πεπλημμελημένων ἐμφαίνεται. ὁ δὲ Ἀρίσταρχος παρὰ τὸ λῶ, τὸ θέλω, 〈λῇ〉, ὅ ἐστι θέλει{ν}, ἐπειδὴ ὃ ἄν τις θέλῃ, παρ’ ⸤ αὐτῆ ⸥ ς λαμβάνει. Ps G Oa Λητοῦς : τὸ Λητοῦς ἐστι γενική· γέγονε δὲ κατὰ μὲν Πλάτωνα (Crat.

### 9,a1b

406a 6) ἀπὸ τοῦ λήθω· πραεῖα γὰρ καὶ πάντας ἐλεοῦσα· τὸ γὰρ ἥμερον καὶ πρᾶον ἐκ τοῦ ἐπιλελῆσθαι τῶν εἰς αὑτὴν πεπλημμελημένων ἐπιφαίνεται. ὁ δὲ Ἀρίσταρχος παρὰ τὸ λῇ, τὸ Δώριον, ὅ ἐστι θέλει, ἐπειδὴ πᾶν, ὃ ἄν τις θέλῃ, παρ’ ⸤ αὐτῆ ⸥ ς λαμβάνει, πραϋτάτης οὔσης τῆς θεᾶς. οὕτως Ἡρακλείδης (fr. novum). Os Τὸ δὲ λῶ σημαίνει τρία· (1) λῶ, τὸ θέλω, ἐξ οὗ καὶ λέγω· (2) ⸤ λῶ ⸥ , τὸ ἐπιθυμῶ, ἐξ οὗ καὶ λιλῶ καὶ λελιημένος (Δ 465, Ε 690)· (3) λῶ, τὸ βλέπω, ὅπερ γίνεται ἀπὸ τοῦ λ ⸤ άω ⸥ .

### 9,a2

G Oa Λητώ ὀξύνεται· τὰ εἰς ω λήγοντα θηλυκὰ ὀξύνονται· Κλειώ, Λητώ, Ἐρατώ, Κλωθώ, Σαπφώ.

### 9,a3

Ps : vide 21 B Ὅ: ἄρθρον ὑποτακτικὸν μεταχθὲν εἰς ἀντωνυμίαν ἀναφορικήν.

### 9,c

ἔθος γὰρ τῷ ποιητῇ τὰ ὑποτακτικὰ τῶν ἄρθρων εἰς ἀντωνυμίας μετάγειν· τὰ γὰρ ἄρθρα, μὴ ἐπαγομένου ὀνόματος ᾧ συνταγῶσι, μετάγονται εἰς ἀντωνυμικὴν σημασίαν· τοῦδ’ ἕνεκά σφιν (Α 110) ἀντὶ τοῦ „τούτου χάριν“· τῷ δ’ ἐπε ⸤ το ⸥ ξάζοντο (Γ 79) ἀντὶ τοῦ „ἐπ’ αὐτῷ τὰ τόξα ἔτεινον“· τὸν δ’ ἀπαμειβόμενος (Α 84 alibi) ἀντὶ τοῦ „πρὸς τοῦτον δέ“. Ps; G et Oaa (ad A 33 pertinent); Oab extr. ord. Σημαίνει δὲ τὸ ὅ ἕξ· ἄρθρον (1) ὑποτακτικὸν καὶ (2) προστακτικὸν καὶ (3) ἀντὶ τοῦ οὗτος ἀντωνυμίαν τρίτου προσώπου ἀναφορικήν· ὃ γὰρ βασιλῆϊ (Α 9)· (4) ἀντὶ τοῦ τοῦτο· ὃ μὲν οὔτι τόσον τελέθει κακὸν ἔνδοθι μίμνον (non inveni), τουτέστι, νῦν δὲ τοῦτο μὲν ὑπάρχει κακόν· (5) ὅ ἀντὶ τοῦ ὅτι· λεύσσετε γὰρ τό γε πάντες, ὅ μοι γέρας ἔρχεται ἄλλῃ (Α 120)· (6) ἀντὶ τοῦ διό· τοίου γὰρ καὶ πατρός, ὃ καὶ πεπνυμένα βάζεις (δ 206). G Oaa βασιλῆϊ : παρὰ τὸ σίνω, τὸ σημαῖνον τὸ βλέπω, γίνεται εἰς ευς σινεύς καὶ μεταβολῇ τοῦ ν εἰς λ σιλεύς, εἶτα μετὰ τῆς α στερήσεως καὶ πλεονασμῷ τοῦ β βασιλεύς, ὃν οὐδεὶς 〈δύναται〉 ἰσχύϊ βλάψαι.

### 9,d1

Os βασιλεύς : 〈ποίου〉 εἴδους τῶν ὑποπεπτωκότων 〈τῷ ὀνόματι〉 βασιλεύς, 〈προφήτης, δεσ〉πότ〈ησ〉, ἄναξ; ταῦτα πρὸς μὲν τὰ †προσηγορικὰ τασσόμενα, τάξιν ἐπιθετικῶν ἔχει· ὁ βασιλεὺς Κωνσταντῖνος· ὁ προφήτης Σαμουήλ· ἐπιθέτοις δὲ συμπλεκόμενα, προσηγορικὰ γίνεται· ὁ καλὸς βασιλεύς· ὁ εὐκλεὴς δεσπότης.

### 9,d2

Oa Ἔστι δὲ ὅτε τὰ ἐπίθετα τὰ αὐτὰ καὶ προσηγορικὰ καὶ ἐπιθετικὰ γίνεται. πῇ μὲν ὑποκείμενα, πῇ δὲ ἐπιτιθέμενα· δίκαιος, σοφός, μέγας· ταῦτα δὴ ἐπίθετα ὄντα πολλάκις προσηγορικῶν καὶ ἐπιθετικῶν σύνταξιν ἔχουσιν, ἀλλήλοις ὑποκείμενά τε καὶ ἐπιτιθέμενα· οἷον, δίκαιος· σοφός· μέγας· σοφὸς δίκαιος καὶ μέγας δίκαιος. Oa χολωθείς : ἐκ τοῦ χολῶ· τοῦτο παρὰ τὸ χόλος· τοῦτο παρὰ τὸ χῶ, χέω, χόλος καὶ ἐξ αὐτοῦ χολῶ.

### 9,e1

Ps χολωθείς : μετοχὴ ἀορίστου πρώτου τρίτης συζυγίας τῶν περισπωμένων.

### 9,e2

Os νοῦσος : Ἰωνικῷ πλεονασμῷ τοῦ υ , οἷον νός νούς, μόνος μοῦνος, κόρος κοῦρος.

### 10,a1a

γέγονε δὲ παρὰ τὸ νο στερητικὸν καὶ τὸ σῶον· τὸ ἐστερημένον τοῦ σώου καὶ ὑγιοῦς. Νόσος βαρύνεται· τὰ εἰς ος λήγοντα διβραχέα βαρύνεσθαι θέλει, οἷον δρόσος, Θάσος, νῆσος, νόσος. Ps νοῦσον : νόσος· παρὰ τὸ ἔχειν στέρησιν τοῦ σώου εἴρηται· τὸ γὰρ νο στερητικόν ἐστιν.

### 10,a1b

Os νοῦσος : πλεονασμῷ τοῦ υ Ἰωνικῷ, ὡς κόρος κοῦρος, μόνος μοῦνος, εἴρ ⸤ η ⸥ ται νόσος παρὰ τὸ νο στερητικὸν μόριον καὶ τὸ σεύω, τὸ ὁρμῶ· ἡ μὴ ἐῶσα ἡμᾶς κινεῖσθαι καὶ σεύ ⸤ εσθαι ⸥ .

### 10,a2

ἢ παρὰ τὸ ν ⸤ ε στερητικὸν ⸥ καὶ τὸ σόος, ὁ ἀκέραιος· σόος δὲ διὰ τοῦ ⸤ ο ποιητικόν ⸥ . G Oa ἀνὰ στρατόν : ἡ ἀνά ἀντὶ τῆς κατά, ἔθει Ἀττικῷ.

### 10,b

οἱ γὰρ Ἀττικοὶ χρῶνται πολλάκις προθέσεσι ἀντὶ προθέσεων. Ps στρατός : παρὰ τὸ στατός καὶ πλεονασμῷ τοῦ ρ στρατός.

### 10,c

ἢ παρὰ τὸ στρῶ, στρώσω, στρωτός καὶ στρατός. ἢ παρὰ τὸ ἵστημι. Ps ὦρσε : ἀόριστος πρῶτος· ἔστιν ὄρω, τὸ διεγείρω, ὁ μέλλων ὀρῶ καὶ Αἰολικῶς ὄρσω καὶ ὁ ἀόριστος πρῶτος ὦρσα.

### 10,d

Ps Os ὀλέκοντο : παρατατικοῦ Ἰωνικοῦ ἀρχόμενον ἀπὸ τοῦ ο · καὶ ἔστιν ἄκλιτον· τὰ δὲ τοιαῦτα μέλλοντας οὐκ ἔχουσιν, ἐπειδὴ ἀπὸ μελλόντων ⸤ μετήχθησαν εἰς ἐνεστῶτα ⸥ , οἷον ὄρσεο, Λαομεδοντιάδη (Γ 250)· ἄξετε Πριάμ ⸤ οιο βίην (cf.

### 10,e1

Γ 105) . γέγονε δὲ ⸥ τοῦτο ἀπὸ τοῦ ὀλῶ, ὀλέσω, πλεονασμῷ τοῦ κ , ὀλέσκω, καὶ κατ’ ἔνδειαν τοῦ ς ὀλέκω, ὡς ἀπὸ τοῦ μεθύω, μεθύσω, μεθύσκω, καὶ ἀρῶ, ἀρέσω, ἀρέσκω, πλεονασμῷ τοῦ κ , διὸ καὶ οὐ κλίνεται ὡς ἀπὸ μέλλοντος. Ps; G et Oa extr. ord. ὀλέκοντο : ἔστι παρατατικοῦ παθητικοῦ Ἰωνικοῦ, ἀρχόμενον ἀπὸ τοῦ ο · καὶ ἔστιν ἄκλιτον· οὐ γὰρ κλίνεται, ὥσπερ ἀπὸ τοῦ πλέκω πλέξω καὶ ὥσπερ ἀπὸ τοῦ ἄρω ἐγένετο ἀρέσω καὶ κατὰ πλεονασμὸν τοῦ κ ἀρέσκω καὶ ἀπὸ τοῦ μεθύω ἐγένετο μεθύσω καὶ μεθύσκω, οὕτως καὶ ἀπὸ τοῦ ὄλω ἐγένετο ὀλέσω καὶ κατὰ πλεονασμὸν τοῦ κ ὀλέσκω καὶ κατ’ ἔνδειαν τοῦ ς ὀλέκω· διὸ οὐ κλίνεται.

### 10,e2

Os οὕνεκα : σύνδεσμος α ⸤ ἰτιολογικόσ ⸥ , σχήματος ἁπλοῦ.

### 11,a

ἔχει δὲ ἔννοιαν συνθέτου ἀντὶ τοῦ οὗτινος ἕνεκα. ἀλλὰ κανών ἐστιν ὁ λέγων· τὰ ἐν ἀνταποδόσει τοῦ τ παραλαμβανόμενα ἁπλᾶ καθεστήκασιν, οἷον τέως ἕως, τόσος ὅσος. τὸ οὖν οὕνεκα ἐν ἀνταποδόσει τοῦ τ παρα ⸤ λα ⸥ μβανόμενον λέγομεν τούνεκα. τούτου χάριν ἐν ἁπλότητι κ ⸤ αθ ⸥ έστηκε. G Oa τὸ δὲ τούνεκά ἐστι σύνδεσμος ἀνταποδοτικός. G ἠτίμησεν : ἐκ τοῦ ἀτιμάζω· τοῦτο παρὰ τὸ ἀτιμῶ, ὡς βῶ βάζω· τοῦτο παρὰ τὸ ἄτιμος· 〈τοῦτο παρὰ τὸ τιμῶ·〉 τοῦτο παρὰ τὸ τίω, τὸ τιμῶ, ὅπερ φυλάττει ἐν πᾶσι τὸ ι μακρόν.

### 11,b1a

τινὲς δὲ λέγουσιν αὐτὸ ἐνταῦθα εἶναι δευτέρας συζυγίας τῶν περισπωμένων. ἔστι μὲν οὖν δευτέρας, ἀλλ’ οὖν καὶ τρίτης, ἐξ οὗ τὸ ἠτιμωμένος. Ps {οὕνεκα τὸν Χρύσην} ἠτίμησεν : δεῖ γινώσκειν ὅτι τὸ ἠτίμησέν ἐστι ἀορίστου πρώτου ἐνεργητικοῦ τρίτου προσώπου.

### 11,b1b

ἔστι δὲ παρὰ τὸν ἀτιμάζω ἐνεστῶτα. τινὲς δὲ ἐνταῦθα λέγουσιν αὐτὸ ὡς δευτέρας συζυγίας τῶν περισπωμένων. ἔστι δὲ καὶ δευτέρας ἀλλ’ οὖν καὶ τρίτης, ὥσπερ „ὁ τῆς δόξης κύριος ἐν ἀδοξίᾳ μορφῆς ἐπὶ τοῦ ξύλου ἠτιμωμένος ἑκουσίως κρέμαται“ (non inveni). Os ἀτιμάζω : ἐξ οὗ τὸ ἠτίμησε· τοῦτο παρὰ τὸ ἀτιμῶ, ὡς βῶ βάζω· τοῦτο παρὰ τὸ ἄτιμος· τοῦτο παρὰ τὸ τιμῶ· τοῦτο παρὰ τὸ τίω.

### 11,b2

ἔστι δὲ καὶ ἀτιμῶ καὶ δευτέρας καὶ τρίτης συζυγίας. τὸ τίω σημαίνει τρία· (1) τὸ τιμῶ θεὸς δ’ ὣς τίετο δήμῳ (Ε 78 alibi), (2) τὸ τιμωρῶ, καὶ (3) τὸ ἀποδίδωμι. καὶ τὸ ἀτιμῶ σημαίνει τρία· (1) τὸ ἀτιμάζω, (2) τὸ ὑβρίζω καὶ (3) τὸ καταδικάζω. Τί διαφέρει τὸ ἀτιμῶ, ἡ τρίτη συζυγία, τοῦ ἀτιμάζω; ἀτιμῶ μὲν λέγεται τὸ κατὰ τὸν νόμον ὁλοσχερῶς κατακρίνω, ἐξ οὗ τὸ „ἐπὶ τοῦ ξύλου ἠτιμωμένοσ“ (non inveni) ἤτοι κατακεκριμένος· „λάβετε γὰρ αὐτὸν ὑμεῖς καὶ κατὰ τὸν νόμον ὑμῶν κρίνατε“ (Ev. Io. 18, 31)· ἀτιμάζω δὲ τὸ ὑβρίζω. πάλιν διαφέρει τὸ ἀτιμῶ, ἡ τρίτη συζυγία τῶν περισπωμένων, τῆς δευτέρας· ἡ μὲν γὰρ τρίτη συζυγία παρασύνθετός ἐστιν ἐκ τοῦ ἄτιμος· ἡ δὲ δευτέρα σύνθετος ἐκ τοῦ τιμή, ἐξ οὗ τὸ ἠτίμησεν. Oa ἀρητῆρα : παρὰ τὴν ἀράν, ἀράτης, τροπῇ τοῦ α εἰς η Ἰωνικῇ.

### 11,c1a

ἀρατήρ δὲ παρὰ τὸ ἀρῶ, ἀρᾷς, ἀράσω, ἀρατήρ, ἢ παρὰ τὸ αἴρω, τὸ κουφίζω, ἢ παρὰ τὸ ἀρέσκειν Θεῷ. Ps ἀρητῆρα : γίνεται ἀρητήρ παρὰ τὴν ἀράν, ἤτοι τὴν εὐχήν, ἢ παρὰ τὸ αἴρειν †τῆς εὐχῆς† τὰς χεῖρας, ἢ παρὰ τὸ ἀρέσκειν Θεῷ.

### 11,c1b

Os ἀρητῆρα : Ἰωνικὸν τροπῇ τοῦ α εἰς η · ἀρατήρ παρὰ τὸ ἀρῶ ἀρᾷς ἀράσω, ἀρατήρ καὶ ἀρητήρ.

### 11,c2

τὸ δὲ ἀρῶ παρὰ τὸ ἀρά· τοῦτο παρὰ τὸ αἴρω, τὸ κουφίζω, 〈...〉 τὸ εἰς ὕψος αἴρειν τὰς χεῖρας. λέγεται δὲ καὶ ἀρά ἡ εὐχὴ καὶ ἡ κατάρα, ἴσως ἀπὸ τοῦ Ἄρεος, βλαπτικοῦ ὄντος. Pa Oa Et.Gud. θοάς : τὸ θοάς ἐστι θηλυκοῦ γένους πτώσεως αἰτιατικῆς τῶν πληθυντικῶν.

### 12,a

γέγονε δὲ Os παρὰ τὸ θέω, τὸ τρέχω, θοή, ἡ ταχεῖα. Ps Os νῆας : παρὰ τὸ νῶ, τὸ κολυμβῶ, Ps Os ἐξ οὗ παρήχθη καὶ νῆσος καὶ ναύτης καὶ νᾶμα καὶ νῆτρον.

### 12,b

Os θύγατρα : κατὰ συγκοπὴν τοῦ θυγατέρα, ἀναδοθέντος τοῦ τόνου· αἱ γὰρ συγκοπαὶ ἀναβιβάζουσι τοὺς τόνους, οἷον ὁμοπάτριος ὄπατρος, ἁρμόσαντες ἄρσαντες.

### 13,a

γέγονε δὲ τὸ θυγάτηρ παρὰ τὸ θύω καὶ τὸ γαστήρ· λέγουσι γὰρ τὰ θήλεα τάχιον κινεῖσθαι ἐν τῇ μήτρᾳ. Ps Oa φέρων : τοῦτο ἑτερόκλιτον· ὁ μέλλων οἴσω.

### 13,b

Ps ἀπερείσια : δεῖ γινώσκειν ὅτι τὸ ἀπερείσια τῇ ει διφθόγγῳ προπαραλήγεται· παρὰ γὰρ τὸ ἄπειρος γέγονεν ἀπειρέσιος καὶ καθ’ ὑπερβιβασμὸν ἀπερείσιος· τὸ οὐδέτερον ἀπερείσιον.

### 13,c1

Ps Os ἀπερείσια : ἐκ τοῦ πέρας ἄπερος ἄπειρος ἀπειρέσιος καὶ ἐν ὑπερβιβασμῷ τοῦ ι ἀπερείσιος.

### 13,c2

Pa; Oa extr. ord. ἄποινα : οἱονεὶ ἀφοινά τινα ὄντα, τὰ ὑπὲρ φόνου κυρίως διδόμενα λύτρα, Ps Os παρὰ τὸ φῶ, τὸ φονεύω, ἄφονος, ἄφοινα καὶ ἄποινα.

### 13,d1

Ps ἄποινα : οἱ μὲν ἐκ τοῦ φόνος ἄφονος Pab Oab Et.

### 13,d2a

Gud.; Paa et Oaa ad Β 230 πλεονασμῷ ἄφοινος καὶ ἄποινος. οἱ δὲ ἐκ τοῦ ποινή, ἡ τιμωρία, γίνεται ἄποινος. ἢ ἐκ τοῦ φονή, ὃ σημαίνει τὸν τόπον τῶν ἀναιρουμένων· ἄνδρας ἀσπαίροντας ἐν ἀργαλέῃσι φονῇσι (cf. Κ 521). —καὶ προπαροξύνεται· τὰ γὰρ ἀπὸ τῶν εἰς α καὶ η θηλυκῶν εἰς ος γινόμενα ἀρσενικὰ προπαροξύνεται· οἷον, ὥρα ἄωρος, ποινή ἄποινος.— τὸ δὲ ποινή ἐκ τοῦ φόνος γίνεται· φονή, πλεονασμῷ τοῦ ι καὶ τροπῇ τοῦ δασέος εἰς ψιλόν. Pab Et.Gud. ; Paa et Oaa ad Β 230. Τετραχῶς τὰ εἰς η θηλυκὰ συντίθενται· (1) ἢ γὰρ φυλάττουσι τὸ αὐτὸ τέλος, ὡς τὸ μάχη Ἀνδρομάχη· (2) ἢ προσλαμβάνουσι τὸ ς , ὡς τὸ γυνή μισογύνης· (3) ἢ τρέπουσι τὸ τέλος εἰς ος , ὡς τὸ φωνή ἄφωνος, κεφαλή ἐγκέφαλος· (4) ἢ μεταποιοῦσιν εἰς ον οὐδέτερον, ὡς τὸ πύλη Δίπυλον καὶ τετράπυλον.

### 13,d2b1

Oaa Τετραχῶς συντίθεται τὰ εἰς η λήγοντα θηλυκά· (1) ἢ γὰρ τρέπουσι τὸ η εἰς ο , ὡς τὸ νύμφη νυμφοστόλος, τιμή Τιμόθεος· (2) ἢ φυλάττουσι αὐτό, ὡς γῆ γηπόνος, βοή βοηθός, θαλάμη θαλαμηπόλος, βουλή βουληφόρος 〈.

### 13,d2b2

..〉. Oab. Τετραχῶς τὰ εἰς η θηλυκά· (1) ἢ γὰρ φυλάττουσιν, (2) ἢ προσλαμβάνουσιν, (3) ἢ τρέπουσιν, (4) ἢ μεταποιοῦσιν εἰς ον οὐδέτερον.

### 13,d2b3

Paa Et.Gud. Λέγεται δὲ ῥηματικῶς καὶ ἀποινῶ ἀποινᾷς, δευτέρας συζυγίας, τουτέστι τὸ χρήματα εἰσπράττομαι.

### 13,d2c

Pab Oab Et.Gud. Τὸ δὲ φόνος παρὰ τὸ φένω, τὸ ἀναιρῶ, ὡς λέγω λόγος· τὸ δὲ φένω παρὰ τὸ ἔνω, τὸ φονεύω, ἐξ οὗ καὶ Ἐνυάλιος καὶ Ἐνυώ, ἡ πολεμικὴ θεός.

### 13,d2d

τὸ δὲ ἔνω παρὰ τὸ ἔω, τὸ τελειῶ· πλεονάζει δὲ τὸ ν πολλάκις ἐν ταῖς στερήσεσιν· οἷον ἄξιος ἀνάξιος, αἰσχυντηρός ἀναίσχυντος, αἰδής ἀναιδής, ἀνδρός ἄνανδρος. Pab Oab Et.Gud. ἑκηβόλος : τοῦτο ἐκ τοῦ ἑκάς καὶ τοῦ βάλλω, ἑκαβόλος καὶ ἑκηβόλος.

### 14

ἑκάς δέ, τὸ πόρρω, παρὰ τὸ ἥκω, τὸ παραγίνομαι (πόρρωθεν γάρ τις παραγίνεται), ἐξ οὗ καὶ δασύνεται τὸ ἑκάς. Oa σκῆπτρον : παρὰ τὸ σκήπτω, τὸ ἐπερείδομαι.

### 15,a

σημαίνει δὲ δύο, τὸ προφασίζομαι καὶ τὸ ἐπερείδομαι. Ps ἐλίσσετο : ἔστι παρατατικὸς τρίτου προσώπου τῶν ἑνικῶν.

### 15,b1a

τὸ θέμα λίσσω, ὁ μέλλων λίσω. ἢ παρὰ τὸ λίτω, τὸ παρακαλῶ· εἶτα μετάγεται εἰς ἐνεστῶτα καί, πλεονασμῷ τοῦ ς , λίσσω, λίσσομαι, ἐλισσόμην, ἐλίσσετο. Ps λίσσετο : ἔστι παρατατικοῦ παθητικοῦ· ἔστι γὰρ τὸ θέμα λίσσω διὰ δύο σς · ὁ μέλλων λίσω δι’ ἑνός.

### 15,b1b

Os λίσσομαι : παρὰ τὸ λίαν ἵζω.

### 15,b2

τὸ θέμα λίσσω, ὁ μέλλων λίσω. ἢ παρὰ τὸ λιτῶ, τὸ παρακαλῶ· ἤ, ὥς φασί τινες, ἀπὸ μέλλοντος παρήχθη εἰς ἐνεστῶτα καὶ ἐγένετο λίσω καὶ πλεονασμῷ ἑτέρου ς λίσσω λίσσομαι. G Oa πάντας : ἐκ τοῦ πᾶς· σημαίνει δύο· 〈.

### 15,c

..〉 τὸν πατέρα, οὗ κατὰ ἀναδιπλασιασμὸν παπᾶς· τοῦτο δὲ οἱ μὲν Ῥ ⸤ ωμαῖοι βαρυτόνωσ ⸥ λέγουσιν, ἡμεῖς δὲ περισπωμένως. G Oa δύω : δεῖ γινώσκειν ὅτι τὸ δύω Ἀττικόν ἐστι· διὸ καὶ μέγα γράφεται.

### 16,a

γέγονε δὲ παρὰ τὸ διϊέναι· †μόνη γὰρ πρώτη†· ἡ δυὰς διΐσταται ἀπὸ τῆς μονάδος· ὅθεν οἱ Πυθαγορικοὶ τόλμαν αὐτὴν εἶπον (cf. P. T. 166, 1 Thesleff). Ps Os εἰ δὲ ὀξύνεται, διὰ τῆς οι γράφεται. δοιὼ δ’ οὐ δύναμαι ἰδέειν κοσμήτορε λαῶν (Γ 236). Ps κοσμήτορε : ἐκ τοῦ κοσμήτωρ· τοῦτο παρὰ τὸ κοσμῶ· τοῦτο παρὰ τὸ κόσμος· τοῦτο παρὰ τὸ κάζω, τὸ κοσμῶ.

### 16,b

Ps ἐϋκνήμιδες : διάλυσις Ἰωνική· τὸ δὲ κνημίς ἀναβιβάζει τὸν τόνον ἐν τῇ συνθέσει· εὐκνήμις.

### 17

τὰ εἰς ις λήγοντα βαρύτονα συστέλλει τὸ ι , εἰ μὴ ἐκ συνθέσεων εἴη· κόνις, δῆρις, μάντις, ὄφις. τὸ δὲ εὐκνήμις καὶ μελαμψήφις (Call. Dian. 101, Del. 76) σύνθετα· ἐφυλάξατο αὐτὰ ὁ κανών. Ps δοῖεν : ἔστιν ἀορίστου δευτέρου εὐκτικόν· Ps Os Oa ἐκ τοῦ δίδωμι, ἔδων, δούς, δόντος, δοίην, δοίημεν καὶ 〈ἐν συγκοπῇ〉 δοῖμεν καὶ δοῖεν.

### 18,a

Ps Oa Ὀλύμπια : παρὰ τὸ ὁλολαμπὴς εἶναι ἢ παρὰ τὸ ὀλλύειν τοὺς ὦπας διὰ τὸ κρύος.

### 18,b

Ps δώματα : ἐκ τοῦ δομῶ δόμημα καὶ ἐν συγκοπῇ δῶμα καὶ ἀποβολῇ τῆς μα συλλαβῆς, δῶ· ἡμέτερον δῶ (Η 363 alibi).

### 18,c

εἰσὶ δέ τινα τρέποντα τὸ ε εἰς ω , ὡς τὸ νέμω νωμῶ· νώμησαν δ’ ἄρα πᾶσιν ἐπαρξάμενοι δεπάεσσιν (Α 471 alibi)· πέτω πωτῶ, δέμω δωμῶ, ἐξ οὗ καὶ τὸ δωμήτωρ, πέλω πωλῶ· ἐπεπωλεῖτο στίχας ἀνδρῶν (cf. Γ 196). τὸ μέντοι πεποτήαται (Β 90) καὶ ἀμφιποτᾶτο ὀδυρομένη φίλα τέκνα (Β 315) οὐκ ἔλαβεν αὔξησιν διὰ τὸ μέτρον· οὐ γὰρ ἀεὶ γίνεται. τὸ δὲ δόμα ἐπὶ τῆς λήψεως διὰ τοῦ ο μικροῦ ἐκ τοῦ δέδομαι, δόμα. ἢ παρὰ τὸ δόμος· ἐπαύξησις δὲ ἐγένετο τοῦ ο εἰς ω . ἢ παρὰ τὸ δῶ, τὸ δεσμεύω, δήσω, δέδηκα, δέδημαι, δέδημα καὶ δῶμα. Ps Oa ἐκπέρσαι : ἐκ τοῦ πέρθω.

### 19,a1

Ps ἐκπέρσαι : ἀορίστου πρώτου ἀπαρεμφάτου.

### 19,a2

Os πόλις : παρὰ τὸ πολῶ, τὸ ἀναστρέφομαι.

### 19,b

ἢ παρὰ τὸ πέλω, τὸ ὑπάρχω. τὸ δὲ πέλω σημαίνει δύο· πέλω τὸ ὑπάρχω βαρύτονον, πελῶ δὲ περισπώμενον, τὸ προσεγγίζω. Ps οἴκαδε : ἐπίρρημα τοπικὸν τῆς εἰς τόπον.

### 19,c

καὶ διατί ἐστι προτέρα ἡ ἐν τόπῳ; ἐπειδή, εἰ μὴ ἐν τόπῳ ᾖς, εἰς τόπον οὐ δύνασαι ἀπελθεῖν. G Oa ἱκέσθαι : ἐκ τοῦ ἥκω, τὸ παραγίνομαι.

### 19,d1

τοῦτο ἐν μὲν τοῖς πεζολόγοις διὰ τοῦ η γράφεται καὶ ἐν τοῖς ἰαμβολόγοις ὁμοίως διὰ τοῦ η ἐν τοῖς ἐνεργητικοῖς μόνον, ἐν δὲ τοῖς παθητικοῖς καὶ εἰς τὰς λοιπὰς ἐγκλίσεις διὰ τοῦ ι , ὁμοίως καὶ ἐν τοῖς δυϊκοῖς ἐνεργητικοῖς καὶ πληθυντικοῖς. οἱ δὲ ποιηταὶ πανταχοῦ διὰ τοῦ ι αὐτὸ γράφουσιν. Ps Oa ἱκέσθαι : μέσου ἀορίστου δευτέρου ἐστίν, ἀπαρεμφάτου παρὰ τὸ ἥκω· τοῦτο ἐν μὲν τοῖς πεζολόγοις διὰ τοῦ η γράφεται, ἐν δὲ τοῖς ἰαμβολόγοις εἰς τὰ ὁριστικὰ ἑνικὰ καὶ μόνον διὰ τοῦ η · εἰς δὲ τὰ παθητικὰ καὶ δυϊκὰ καὶ πληθυντικὰ εἰς τὰς λοιπὰς ἐγκλίσεις διὰ τοῦ ι .

### 19,d2

Os παῖδα : παῖς παρὰ τὸ παίειν, τουτέστι τύπτειν, ἢ παρὰ τὸ παίζειν· ἀμφότερα γὰρ παισὶν ἁρμόζει.

### 20,a1

ἢ παρὰ τὸ βαιόν, ὃ σημαίνει τὸ μικρόν, βαῖς καὶ παῖς. τρία δέ εἰσι σεσημειωμένα, παῖς, δαίς, σταῖς, ἅτινα κλίσιν μὲν ἀνεδέξατο, κανόνι δὲ οὐχ ὑπέπεσον. ἀρσενικὸν ὁ παῖς, θηλυκὸν ἡ δαίς, ὃ σημαίνει τὴν εὐωχίαν, οὐδέτερον τὸ σταῖς, ὃ σημαίνει τὸ ἄλευρον. Ps; Oa extr. ord. παῖδα : παρὰ τὸ παίειν, τουτέστι τύπτειν· τοῖς γὰρ παισὶν ἁρμόζει δαρμός.

### 20,a2

ἢ παρὰ τὸ παίζειν· παρεπόμενον γάρ ἐστι τοῖς παισὶ τὸ παίγνιον. Os φίλην : κατὰ παρασχηματισμὸν 〈.

### 20,b

..〉· τοῦτο παρὰ τὸ φιλῶ ῥῆμα, ἐξ οὗ καὶ νῦν αὖτ’ ἐμὲ φῖλαι, Ἀθήνη (Ε 117; cf. Κ 280) καὶ τὸ φιλαμένη. Ps ἁζόμενοι : παρὰ τὸ ἅζω, τὸ σέβω, ὅπερ δασύνεται· τοῦτο παρὰ τὸ χάζω, τὸ ὑποχωρῶ· ὃν γὰρ σεβόμεθα, τοῦτον καὶ ὑποχωροῦμεν.

### 21,a

Ps Ἀπόλλων : παρὰ τὸ ἀπολύειν τῶν κακῶν τοὺς ἀνθρώπους· ἰατρὸς γὰρ ὁ θεὸς καὶ μάντις.

### 21,b1

οἱ δὲ ἀπὸ τοῦ ἀποπάλλειν τὰς ἀκτῖνας· αὑτὸς γάρ ἐστι τῷ ἡλίῳ. Ps et Os ad Α 9 Ἀπόλλωνος· τὰ εἰς λων ὑπὲρ δύο συλλαβὰς βαρύνεται καὶ διὰ τοῦ ω κλίνεται, οἷον Ἀσκάλων Ἀσκάλωνος, Ἀπόλλων Ἀπόλλωνος.

### 21,b2a

βαρύνεται· τὰ εἰς λων λήγοντα ὑπὲρ δύο συλλαβὰς βαρύνεσθαι θέλει, εἰ μὴ ᾖ περιεκτικά· Ἀσκάλων, Ἀπόλλων· τὸ ἀμπελών καὶ 〈κα〉μηλών περιεκτικά. σεσημείωται τὸ Βαβυλών καὶ τὸ μιμαλλών θηλυκόν, ὃ σημαίνει τὴν μαινάδα. οὕτως Καλλίμαχος (fr. 503 Pf.). Ps ad Α 9 Ἀπόλλων Ἀπόλλωνος· ὁ κανών· τὰ εἰς λων ὀνόματα βαρύτονα, εἴτε δισύλλαβα εἴτε ὑπὲρ δύο συλλαβάς, φυλάττει τὸ ω καὶ ἐπὶ γενικῆς, οἷον Ἀσκάλων Ἀσκάλωνος, Ἀπόλλων Ἀπόλλωνος· δισύλλαβον δὲ Δόλων Δόλωνος.

### 21,b2b

Pa ἔνθα : σημαίνει χρόνον, ὡς ἐνταῦθα, καὶ τόπον, ὡς τὸ ἔνθα καθεῦδ’ ἀναβάς (Α 611), ἀντὶ τοῦ ἐκεῖσε.

### 22,a

ψιλοῦται· τὸ ε καταλῆγον εἰς ν , ἐπιφερομένου συμφώνου, ψιλοῦται. Ps ἐπευφήμησαν : ἐκ τοῦ εὐφημῶ· τοῦτο παρὰ τὸ εὔφημος· τοῦτο παρὰ τὸ εὖ μόριον καὶ τὸ φήμη· τοῦτο παρὰ τὸ φῶ, τὸ λέγω, φημί, φήσω, φήμη, ὡς κωλύσω, κωλύμη, νοήσω, νοήμη καὶ νόμη καὶ γνώμη, κινήσω, κινήμη καὶ κνήμη.

### 22,b

τὰ διὰ τοῦ ιμος δὲ παράγωγα διὰ τοῦ ι γράφονται, πλὴν τοῦ ἔρημος, εὔσημος, εὔφημος, βλάσφημος. Ps αἰδεῖσθαι : πρώτης συζυγίας τῶν περισπωμένων, ἀπαρέμφατον ἀντὶ προστακτικοῦ· εἰώθασι γὰρ οἱ ποιηταὶ ἀπαρεμφάτοις χρῆσθαι ἀντὶ προστακτικῶν.

### 23,a

Ps Os Pa Oaa; Oab extr. ord. τὸ θέμα αἰδῶ, αἰδήσω, ἐξ οὗ καὶ αἰδήμων· τοῦτο παρὰ τὸ αἰδώς· τοῦτο παρὰ τὸ εἴδω, τὸ βλέπω, καὶ μετὰ τοῦ στερητικοῦ α ἀείδω, καὶ ἐξ αὐτοῦ γίνεται αἰδώς· οἱ γὰρ ἐντρεπόμενοι συστέλλουσι τὰ ὄμματα. Ps Ps Oaa; Oab extr. ord. ἱερῆα : Ἰωνικὸν τὸ ἱερῆα· ἡ εὐθεῖα ἱερεύς.

### 23,b

Ps παρὰ τὸ ἵημι, τὸ πέμπω· ὁ τὰς θυσίας ἀναπέμπων. Ps Os ἢ παρὰ τὸ ἱερεύω, τὸ θύω, ὁ τὰς θυσίας ἀναφέρων. τοῦτο παρὰ τὸ ἱερός, ὁ τεθυμένος· τοῦτο παρὰ τὸ ἵημι. Ps ἀγλαά : παρὰ τὸ ἀγάλλω· ἐφ’ ᾧ τις ἀγάλλεται.

### 23,c1

ἢ παρὰ τὸ αἴγλη, ὅ ἐστιν ἀπὸ τοῦ ἀΐσσω, τὸ ὁρμῶ· ἡ γὰρ αἴγλη ὁρμητική. Ps Pa ἀγλαά : εἰς ὃ ἀγάλλεταί τις.

### 23,c2

Os δέχθαι : ἀπαρέμφατον ἀντὶ προστακτικοῦ παθητικὸν παρακείμενον κατὰ ἀφαίρεσιν τοῦ ἀναδιπλασιασμοῦ· ἦν γὰρ δεδέχθαι.

### 23,d

Ps Os ἥνδανε : ἔστι παρατακτικὸς ἐνεργητικὸς τρίτου προσώπου καὶ δασύνεται.

### 24,a1

γέγονε δὲ παρὰ τὸ ἥδω, τὸ ἀρέσκω, ἁνδάνω, ὡς λήβω λαμβάνω, πήθω πανθάνω, δήκω δαγκάνω. Ps ἥνδανε : τὸ θέμα ἁνδάνω· καὶ δασύνεται.

### 24,a2

γέγονε δὲ παρὰ τὸ ἥδω, τὸ ἀρέσκω. ὥσπερ παρὰ τὸ λήβω τὸ λαμβάνω καὶ κίχω κιχάνω, οὕτως καὶ ἥδω ἁνδάνω, ὁ παρατατικὸς ἥνδανον καὶ τὸ τρίτον ἥνδανε. Os ἥνδανε : ἤρεσκε.

### 24,a3

δασύνεται. παρὰ τὸ ἥδω, τὸ ἀρέσκω, ἁνδάνω, ὡς πήθω πανθάνω, μήθω μανθάνω, δήκω δαγκάνω, λήβω λαμβάνω· καὶ ἐγέν ⸤ ετο φύ ⸥ σει μακρὰ θέσει. Et.Gud. θυμός : παρὰ τὸ θύω, τὸ ὁρμῶ.

### 24,b1

Ps θυμός : παρὰ τὸ θύω θυμός· ψυχὴ γὰρ θύει μᾶλλον ἢ τὸ πᾶν †θω.

### 24,b2

Os ἀφίει : ἔστι ῥῆμα ἱῶ περισπώμενον, ὅπερ καὶ δασύνεται.

### 25,a

τούτου ὁ παρατατικὸς ἵουν, τὸ δεύτερον ἵεις, τὸ τρίτον ἵει καὶ ἐν συνθέσει ἀφίει, ἐξ οὗ καὶ τὸ προΐει· ὣς εἰπὼν προΐει (Α 326). Ps Os Pa Oa ἰστέον ὅτι τοῦ τίθημι καὶ ἵημι καὶ δίδωμι οἱ παρῳχημένοι μᾶλλον ἀπὸ τῶν εἰς ω εἰσὶν ἐν χρήσει ἤπερ ἀπὸ τῶν εἰς μι , οἷον· ὣς εἰπὼν ἐν χερσὶ τίθει (Α 446, Ψ 624, 797, θ 406) Ps Pa Oa καὶ „ἐδίδουν αὐτῷ ῥαπίσματα“ (cf. Ev. Io. 19, 3). Ps Pa κρατερόν : παρὰ τὸ κράτος, κρατῶ, κρατήσω, κρατερός.

### 25,b1

Ps κρατερόν : παρὰ τὸ κράτος γέγονε κρατερός καὶ ἐντεῦθεν κρατερόν.

### 25,b2

Os μῦθον : παρὰ τὸ μυθῶ· τοῦτο παρὰ τὸ μυῶ, τὸ διδάσκω.

### 25,c1

Ps ⸤ μῦθος : ⸥ δύο σημαίνει, τόν τε σκοτεινὸν λόγον, παρὰ τὸ μύω, τὸ καμμύω, τόν τε ⸤ ἁπλοῦν λόγον, παρὰ τὸ μύω μυήσω, ⸥ τὸ διδάσκω, μύηθος καὶ μῦθος.

### 25,c2

G; Oa extr. ord. (spectat ad Α 33) ἔτελλε : ἐκ τοῦ τέλλω καὶ 〈τὰ〉 λοιπὰ δῆλα.

### 25,d

Ps γέρον : κλητικὴ διὰ τοῦ ο .

### 26,a

γέγονε δὲ παρὰ τὸ εἴρω, ὃ σημαίνει τὸ λέγω· γίνεται ἐξ αὐτοῦ ἔρων καὶ πλεονασμῷ τοῦ γ γέρων, ὡς ῥέα, γρέα. καὶ ὁ ποιητής· ἀλλ’ ἀγορηταὶ ἐσθλοί (Γ 150—51). ἢ παρὰ τὸ γέρας, τὸ σημαῖνον τὴν τιμήν· τιμῶμεν γὰρ τοὺς γέροντας. ἢ παρὰ τὸ εἰς γῆν ὁρᾶν, διὰ τὸ κεκυφέναι. ἢ παρὰ τὸ εἰς γῆν ἔρ〈χ〉εσθαι. ἢ παρὰ τὸ ῥέω, τὸ φθείρω· οὐδὲν γὰρ ἰσχνότερον γήρως. Ps Os Σεσημείωται τὸ γέρων κατὰ τὴν κλίσιν· τὰ γὰρ εἰς ρων δισύλλαβα διὰ τοῦ ω κλίνονται, εἰ μὴ κοινὰ εἴη, καὶ φυλάττουσι τὸ ω ἐπὶ γενικῆς, οἷον Νέρων Νέρωνος, Ἱέρων Ἱέρωνος· σεσημείωται τὸ γέρων γέροντος ὡς μετοχικόν. Ps κοίλῃσιν : Ἰωνική ἐστιν ἡ ἐπέκτασις· τὰς γὰρ εἰς αις δοτικὰς εἰς ῃσι ποιοῦσιν.

### 26,b1

γράφουσι δὲ τὸ κοι δίφθογγον, ἐπειδὴ εὑρέθη κατὰ διάστασιν κόϊλος Ps Os Oa καὶ ἐν συναιρέσει κοῖλος, ὡς ζῷ Ζώϊλος. ἐκ δὲ τοῦ κοῖλος, κοίλη. τὸ δὲ κοῖλος παρὰ τὸ κῶ, τὸ κεῖμαι· τὸ δὲ κῶ σημαίνει δύο, κῶ, τὸ καίω, ἐξ οὗ τὸ κείω· πῦρ μέγα κειάμενοι (cf. ψ 51)· καὶ τὸ κοιμῶμαι, οὗ ὁ μέλλων κώσω, ἐξ οὗ καὶ κώμη καὶ κῶμα. Ps Oa κοίλῃσιν : Ἰωνικὴ ἐπέκτασις· παρὰ τὸ κῶ, τὸ κεῖμαι.

### 26,b2

G κιχείω : ἐκ τοῦ κιχῶ κιχείω, ὥσπερ ὀλῶ ὀλείω, σῶ σείω, ὁ μέλλων σείσω, καὶ τελῶ τελείσω, τελειῶ.

### 26,c1

γράφεται δὲ διὰ τοῦ ι , διότι αἱ ἀναδιπλάσεις ἀεὶ διὰ τοῦ ι γράφεται. σημαίνει δὲ δύο, τὸ καταλαμβάνω, ἐξ οὗ ἀκίχητα διώκων (Ρ 75), καὶ τὸ ἱκετεύω, ἐξ οὗ καὶ τὸ ἡμεῖς δὲ κιχάνομεν τὰ σὰ γούνατα (cf. ι 266). Ps Oa κιχείω : ἐκ τοῦ κιχῶ παρήχθη κιχείω, ὥσπερ τελῶ, τελέσω, τελειῶ.

### 26,c2

Os δηθύνοντα : μετοχή· τὸ ῥῆμα δηθύνω· τοῦτο δὲ παρὰ τὸ δηθά ἐπίρρημα χρονικόν.

### 27,a1

Ps δηθύνοντα : παρὰ τὸ δηθῶ δηθύνω.

### 27,a2

Os ὕστερον : ὑπό, ὑπότερος, καὶ κατὰ συγκοπὴν ὕπτερος καὶ πλεονασμῷ τοῦ ς ὕστερος, ὡς πρότερος.

### 27,b1

Ps ὕστερον : παρὰ τὸ ὑπότερον καὶ κατὰ συγκοπὴν ὕστερον.

### 27,b2

Os ἰόντα : ἐκ τοῦ ἰῶ περισπωμένου.

### 27,c1

ὁ δεύτερος ἀόριστος ἴον καὶ ἡ μετοχὴ ἰών. Ps ἰόντα : ἀορίστου δευτέρου μετοχή· τὸ θέμα ἴω.

### 27,c2

ὁ δεύτερος ἀόριστος ἴον, καὶ ἡ μετοχὴ γέγονεν ἰών. Os μή : τὸ μή σημαίνει δύο, ἀπαγορευτικὸν καὶ διστα〈κ〉τικόν.

### 28,a

ἀπαγορευτικὸν μέν, οἷον, μὴ φάγῃς· διστα〈κ〉τικὸν δέ, μὴ ἀπέθανεν ὁ δεῖνα; Ps χραίσμῃ : ῥῆμα δευτέρου ἀορίστου ὑποτακτικοῦ ἐνεργητικοῦ.

### 28,b

τὸ θέμα χραισμῶ, πρώτης συζυγίας τῶν περισπωμένων, ὁ δεύτερος ἀόριστος ἔχραισμον, καὶ τὰ λοιπὰ δῆλα. γέγονε δὲ τὸ χραισμῶ ἀπὸ τοῦ χρήσιμος, χρησιμῶ, συστολῇ τοῦ η εἰς α καὶ ὑπερβιβασμῷ τοῦ ι χραισμῶ. Ps Os τὸ δὲ χρήσιμος ἀπὸ τοῦ χρῄζω ἢ παρὰ τὸ χρῶ, ἐξ οὗ καὶ τὸ ἀχρεῖος. Ps θεοῖο : γενικὴ Βοιωτικὴ καὶ Αἰολική· οὕτω γὰρ τὰς εἰς ου γενικάς, τὰς ἀπὸ τῶν εἰς ος εὐθειῶν γινομένας, διὰ τοῦ οιο προφέρουσιν, οἷον καλός καλοῖο, σοφός σοφοῖο.

### 28,c

καὶ εἰ μὲν ἀπὸ περισπωμένων κοινῶν γενικῶν ὦσιν, προπερισπῶνται, οἷον καλοῦ καλοῖο, σοφοῦ σοφοῖο. εἰ δὲ ἀπὸ βαρυτόνων, προπαροξύνονται, οἷον Πρίαμος Πριάμου Πριάμοιο, φίλου φίλοιο. Ps πρίν μιν : τὸ πρίν χρόνου δηλωτικόν, ὃ ἐκ τῆς παρά προθέσεως γίνεται, πάρος, πάριν καὶ πρίν.

### 29,a1

τὸ μίν ἀντωνυμία †ἄθετος θεματικὴ λαμβανομένη ἐπὶ τῶν τριῶν γενῶν. Ps πρίν : χρόνου δηλωτικόν.

### 29,a2

G et Oa extr. ord. sed inter sch.—ep. ad A pertin. ⸤ μίν : ἀντὶ τοῦ τρίτου ⸥ π ⸤ ροσώπου ⸥ πρωτοτύπου· ἐγώ, σύ, ἴ.

### 29,a3

τοῦτο γὰρ ⸤ τὸ ἴ ὡς τρίτον β ⸥ ραχυνόμενον πρόσωπον ἐφειλκύσατο τὸ ν , ⸤ ὡς ἔτυψε ἔτυψ ⸥ ε ⸤ ν ⸥ · καὶ πλεονασμῷ τοῦ μ μίν, ὡς ἴα μία, χεράδιον ⸤ χερμά ⸥ διον. τὸ δὲ μίν τρία γένη σημαίνει· αὐτόν, αὐτήν, αὐτό. G Oa ἔπεισι : ἐκ τοῦ εἶμι, τοῦ πορεύομαι, εἶς, εἶσι καὶ ἔπεισι.

### 29,b1a

Ps ἔπεισι: ἐνεστῶτος τῶν εἰς μι τρίτου προσώπου τῶν ἑνικῶν· ἔστι γὰρ τούτου τὸ θέμα εἶμι, τὸ σημαῖνον τὸ πορεύομαι, καὶ ἐν συνθέσει ἔπειμι καὶ τὸ τρίτον ἔπεισιν.

### 29,b1b

Os ἔπειμι : παρὰ τὸ εἶμι, τὸ πορεύομαι, τὸ τρίτον εἶσιν, ὡς τίθημι, τίθησι, {τίθητι} καὶ μετὰ τῆς ἐπί προθέσεως ἔπεισι.

### 29,b1c

Oa τὸ δὲ εἶμι παρὰ τὸ ἔω, τὸ περιπατῶ, εἴω, ὡς βῶ βέω βείω καὶ κῶ κέω κείω, καὶ ἐξ αὐτοῦ εἶμι.

### 29,b2

Ps Oa γῆρας : ἀπὸ τοῦ ῥέω, τὸ φθείρω, καὶ ὑπερθέσει τοῦ ε , ἔρω, ἡ μετοχὴ ἔρων καὶ προσθέσει τοῦ γ , γέρων, καὶ ἐξ αὐτοῦ γέρας καὶ Ἰωνικῶς γῆρας.

### 29,c

ἢ παρὰ τὸ γῶ, τὸ χωρῶ, πρὸς ὃ πάντες χωροῦμεν. ἢ παρὰ τὸ γῆ, γῆρας· τοῦτο ἀπὸ τοῦ εἰς γῆν ὁρᾶν. Ps ἐνὶ οἴκῳ : ὀρθοτονεῖται ἡ ἐνί πρόθεσις· ἔστι δὲ κατὰ πλεονασμὸν τοῦ ι .

### 30,a1

ἰστέον δὲ ὅτι τότε ἀναστρέφονται αἱ προθέσεις ὅτε λείπει ῥῆμα· γίνεται γὰρ ἀντὶ τοῦ ῥήματος, οἷον· παρ’ ἔμοιγε καὶ ἄλλοι (Α 174)· πάρα γὰρ θεοί εἰσι καὶ ἡμῖν (Γ 440)· ἔνι τοι φρένες οὐδ’ ἠβαιαί (φ 288)· καὶ ὅτε μεταξὺ δύο ὀνομάτων τεθῶσιν· ἔστι δὲ ἡ σύνταξις αὕτη οἷον· ξύλοχον κάτα βοσκομενάων (Ε 162)· πρότερον δὲ τὸ ὄνομα· Ξάνθῳ ἔπι δινήεντι (Ε 479)· νηῶν ἄπο καὶ κλισιάων (Ν 723)· καὶ ὅτε ὑποτέτακταί τινι ἀμέσως, οἷον· ᾧ ἔπι πόλλ’ ἔπαθον καὶ πόλλ’ ἐμόγησα (cf. Α 162, Ι 492), ἀντὶ τοῦ „ἐφ’ ᾧ“· καὶ ὅτε εὑρεθῇ ἐπὶ τέλους οὖσα, οἷον· Ἀρτέμιδι ξύν (ο 410). εἰ δὲ μὴ οὕτως ἔχει, ὀρθοτονεῖται ἢ φυλάττει τὸν ἴδιον τόνον. τὸ δὲ ἐνί ὀρθοτονεῖται μετὰ ὀνόματος ἵνα μή, ἀναστρεφομένη, ῥῆμα σημαίνῃ. Ps Oa Et.Gud. ἀναστρεφόμεναι γὰρ ἡ παρά καὶ ἐνί ῥῆμα σημαίνουσιν. ἔστι δὲ καθόλου εἰπεῖν ὅτι τότε ἀναστρέφονται, ἡνίκα ὑποταγῶσι τῇ λέξει μεθ’ ἧς τινος ὀφείλωσι συντάσσεσθαι, μὴ παρεντιθεμένης ἐν τῷ μέσῳ οἱασδήποτε συλλαβῆς. Ps οἶκος : γέγονε παρὰ τὸ εἴκω, τὸ ὑποχωρῶ, οἶκος, εἰς ὃν πάντες ὑποχωροῦμεν.

### 30,a2

Os Ἄργει : οὕτως ἐκλήθη ἀπό τινος Ἄργου ἐν Πελοποννήσῳ κατοικήσαντος.

### 30,b

ἰστέον δὲ ὅτι αἱ τοιαῦται δοτικαί, ἐὰν μὲν ἔχωσιν ἐπιφερόμενον σύμφωνον, διαιροῦνται, οἷον Διομήδεϊ Παλλὰς Ἀθήνη (Ε 1)· εἰ δὲ φωνῆεν, οὐ διαιροῦνται, οἷον σῷ θάρσει ὅτ’ ἐμὸν δολιχόσκιον ἔγχος (Ζ 126), ἐὰν μὴ μέτρον κωλύσῃ, χαριζομένη πόσεϊ ᾧ (Ε 71). τινὰ δὲ χωρὶς μέτρου παρήλλακται, οἷον πρὸς δ’ ἔβαλον, μετέπειτα δὲ ἡδέϊ οἴνῳ (cf. κ 519, λ 27). Ps Os Pa Oa τηλόθι : ἐπίρρημα τοπικὸν ἀπὸ τοῦ τηλοῦ· τοῦτο παρὰ τὸ τῆλε· τοῦτο παρὰ τὸ τέλος, Ps G; Oa extr.

### 30,c1

ord. ὡς τὸ ὑψοῦ ὑψόθι καὶ τὸ ἀγχοῦ ἀγχ ⸤ όθι ⸥ . G; Oa extr. ord. τηλόθι : παρὰ τὸ τηλοῦ ἢ τὸ τῆλε.

### 30,c2

Os πάτρης : πάτρα λέγεται ἡ πατρὶς καὶ πάτρη.

### 30,d1

Ps πάτρης : ἡ εὐθεῖα ἡ πάτρα.

### 30,d2

Oa extr. ord. ἱστόν : παρὰ τὸ ἵστημι.

### 31,a1

Ps ἱστόν : ἱστός γέγονε παρὰ τὸ ἵστημι.

### 31,a2

Os ἐποιχομένη : ἐκ τοῦ οἴχω, οἴχομαι, οἰχόμενος, οἰχομένη καὶ ἐποιχομένη.

### 31,b1a

ἢ παρὰ τὸ εἴκω, οἶκος, οἴκω, οἰκοῦμαι, ἡ μετοχὴ οἰκουμένη καὶ τροπῇ τοῦ κ εἰς χ καὶ ἀποβολῇ τοῦ υ οἰχομένη. Ps ἐποιχομένην : ἐνεστῶτος καὶ παρατατικοῦ μετοχὴ παθητική.

### 31,b1b

Os οἴχομαι : παρὰ τὸ ἔχω, τὸ ἐλαύνω, οἴχω, ἢ παρὰ τὸ εἴκω, οἰκῶ, ἐξ οὗ καὶ οἰκουμένη, καὶ τροπῇ τοῦ κ εἰς χ καὶ ἀποβολῇ τοῦ υ .

### 31,b2

G extr. ord. sed inter sch.—ep. ad A pertinentes; Oa λέχος : παρὰ τὸ λέγω, τὸ κοιμῶμαι.

### 31,c1

ἢ παρὰ τὸ λεχρίους ἡμᾶς κεῖσθαι ἤγουν πλαγίους. Ps λέχος : παρὰ τὸ λέγω, τὸ κοιμῶμαι, ἐξ οὗ ἄλοχος, ἡ ὁμόκοιτος· σημαίνει δὲ τὸ φθέγγομαι καὶ τὸ μετρῶ, ἐξ οὗ καὶ ὡρολόγιον.

### 31,c2

G; Oa extr. ord. ἀντιόωσαν : ἐκ τῆς ἀντί προθέσεως, ἀντίος, ἀντιῶ, ἀντιῶσαν καὶ πλεονασμῷ τοῦ ο ποιητικῶς ἀντιόωσα〈ν〉, ὡς βοῶντα, βοόωντα.

### 31,d1a

Ps ἀντιόωσαν : παρὰ τὴν ἀντί πρόθεσιν γίνεται ἀντίος καὶ ἐκ τούτου ἀντιῶ, ἀντιᾷς, τὸ ὑπαντῶ.

### 31,d1b

ἀντιῶ οὖν καὶ ἡ μετοχὴ θηλυκὴ ἀντιῶσα, ὡς βοῶσα, καὶ πλεονασμῷ τοῦ ο ἀντιόωσα, ὡς γελόωσα καὶ κυδιόωσα, ἡ γαυριῶσα. Pa Oa Et.Gud. Ἔστι δὲ δευτέρας συζυγίας τῶν περισπωμένων.

### 31,d2

καὶ ὁμώνυμος ἡ λέξις· ὅτε γὰρ δηλοῖ τὸ ἀντιλαμβανομένη, αἰτιατικῇ συντάσσεται, ὅτε δὲ τὸ ἀπαντῶσα, γενικῇ, οἷον· ἀντιόων ταύρων τε καὶ ἀρνειῶν ἑκατόμβης (α 25). οἱ δὲ ποιηταὶ πλεονασμῷ τοῦ ο , οἷον· ὃν δ’ αὖ δήμου τ’ ἄνδρα ἴδοι βοόωντα τ’ ἐφεύροι (Β 198), Ps Os Pa Oa Et.Gud. „ὁρόων“ δὲ „ἐπὶ οἴνοπα πόντον“ (codd. A 350). Os ἴθι : ἐκ τοῦ εἶμι, τὸ πορεύομαι, τὸ πρῶτον τῶν πληθυντικῶν ἴμεν καὶ τὸ προστακτικὸν ἴθι.

### 32,a1

φασὶ γὰρ 〈ὅτι〉 δύο εἰσὶ πρωτοτυπικὰ ῥήματα, ἴω διὰ τοῦ ι καὶ εἴ〈ω〉 διὰ τῆς ει διφθόγγου, καὶ τὰ μὲν ἑνικὰ διὰ τῆς ει διφθόγγου γράφεται, ὡς ἀπὸ τοῦ εἴω, οἷον εἶμι, εἶς, εἶσι· τὰ δὲ πληθυντικὰ διὰ τοῦ ι , ὡς ἀπὸ ἴω, τὸ πληθυντικὸν ἴμεν, ἴτε, ἴσι, πλεονασμῷ ἴασι· ἐκ τούτου οὖν τοῦ ἴμεν, τροπῇ τῆς μεν εἰς θι , ἴθι. Ps {ἀλλ’} ἴθι : προστακτικόν ἐστιν ἐνεστῶτος καὶ παρατατικοῦ τῶν εἰς μι · γέγονε ἀπὸ τοῦ εἶμι, τοῦ σημαίνοντος τὸ πορεύομαι, καὶ τὸ πρῶτον τῶν πληθυντικῶν ἴμεν καὶ τὸ προστακτικὸν ἴθι.

### 32,a2

Ps σαώτερος : ἔστι ῥῆμα σῶ, τὸ ὑγιαίνω.

### 32,c

παράγωγον σάω, ἐξ οὗ ὄνομα σάος διὰ τοῦ ο · ἐξ αὐτοῦ σαώτερος. ἔστι καὶ ἐκ τοῦ σῶ ῥῆμα σέω, ἐξ οὗ σόος διὰ τοῦ ο . καὶ ἕτερον ὄνομα ἐκ τοῦ σῶ· σῷος, ἐξ οὗ τὸ σῴζω καὶ σώζω, ἐξ οὗ καὶ τὸ βούλομ’ ἐγὼ λαὸν σόον (cf. Α 117), Ps G Oa τροπῇ τοῦ ο εἰς α , σάος καὶ σαώτερος. τὸ δὲ σόος εἴρηται παρὰ τὸ σεύειν, τὸ ὁρμᾶν· ὁ δυνάμενος ὁρμᾶν καὶ κινεῖσθαι. G Oa νέηαι : ὑποτακτικὸν χρόνου ἐνεστῶτος καὶ παρατατικοῦ παθητικοῦ δευτέρου προσώπου Ἰωνικοῦ· οἱ γὰρ Ἴωνες ⸤ ὁμοίως τοῖς ὁριστικοῖς καὶ ⸥ τὰ ὑποτακτι ⸤ κὰ ποιοῦσιν· ⸥ ἔστι νέω, ⸤ τὸ πο ⸥ ρεύ ⸤ ο ⸥ μαι, καὶ τὸ ὑποτακτικὸν ⸤ ἐὰν νέωμαι, τὸ τρίτον νέη ⸥ ται καὶ Ἰωνικῶς νέ ⸤ η ⸥ αι· συστέλλουσι γὰρ τὸ τ ⸤ οἱ Ἴωνες καὶ ποιοῦσι τὸ δεύτερον, ⸥ οἷον ὄληαι, νέηαι.

### 32,d

Ps Os Os 1 ( in mge.) G Oa ἔφατο : ἐκ τοῦ φημί, φῄς, φησί, ἐφάμην, ἔφασο, ἔφατο· μέσος ἀόριστος δεύτερος.

### 33,a1

ἰστέον δὲ ὅτι τὸ προστακτικὸν τοῦ φημί ὀξύνεται, οἷον φαθί, τῶν ἄλλων βαρυνομένων. Ps ἔφατο : μέσου ἀορίστου δευτέρου, τρίτου προσώπου τῶν εἰς μι · τὸ θέμα φημί.

### 33,a2

Os ἔδδεισεν : ἐκ τοῦ δείω ἢ παρὰ τὸ δέω, τὸ φοβοῦμαι, πλεονασμῷ τοῦ ι , ὡς πνέω πνείω, δέω δείω, ὁ μέλλων δείσω.

### 33,b1a

ἔστι δὲ καὶ ἄλλως δείδω, οὗ ὁ μέσος παρακείμενος δέδοιδα καὶ διὰ τὴν ἐπαλληλίαν τῶν δύο δ τρέπεται τὸ ἓν δ εἰς κ καὶ γίνεται δέδοικα· δέδοικα μήτι πάθῃσι (cf. Λ 470, Ρ 242, δ 820). ὁ δὲ ἀόριστος πρῶτος ἔδεισα καὶ πλεονασμῷ Ἰωνικῷ ἄλλου δ ἔδδεισα. Ps ἔδδεισεν : χρόνου ἀορίστου πρώτου· γέγονε δὲ παρὰ τὸ δέω, τὸ φοβοῦμαι· πλεονασμῷ τοῦ ι ἐγένετο δείω.

### 33,b1b

ἔστι δὲ καὶ ἄλλο ῥῆμα δείδω, ὡς „δείδω μὴ πάθω“, ἔδεισα καὶ πλεονασμῷ τοῦ δ , ἔδδεισα, τὸ τρίτον ἔδδεισεν. Os ἔδδεισεν : δείω, τὸ φοβοῦμαι, ἐξ οὗ καὶ δέος, ὡς κλείω, τὸ δοξάζω, κλέος· δείω καὶ ὁ μέλλων δείσω, ἔδεισα καὶ πλεονασμῷ τοῦ δ ἔδδεισα.

### 33,b2

ἢ ὡς ἀπὸ περισπωμένου δειδῶ, δειδήσω, ἐδείδησα, ἐν ὑπερβιβασμῷ τοῦ δ καὶ ἀποβολῇ τοῦ η . Oa cf.

### 33,c

ad 9 C supra ἐπείθετο : παρατατικοῦ παθητικοῦ.

### 33,d

Os βῆ : ἀόριστος δεύτερος ἐκ τοῦ βῶ, βῆμι, ὁ μέλλων βήσω, ὁ δεύτερος ἀόριστος ἔβην καὶ τὸ τρίτον ἔβη· εἶτα βῆ κατὰ συγκοπήν.

### 34,a1a

Ps βῆ : τουτέστιν ἐπορεύθη· βῶ, βήσω καὶ ὁ δεύτερος ἀόριστος ἔβην, τὸ τρίτον ἔβη καὶ ἀφαιρέσει τοῦ ε βῆ.

### 34,a1b

Os βίβημι : ὁ παρατατικὸς ἔβη· ἀν’ δ’ ἄρ ἔβη Πρίαμος (Γ 261).

### 34,a2

βαίνειν δὲ λέγεται τὸ ἁπλῶς διὰ τῶν σκελῶν βαδίζειν, καὶ ἀναβαίνειν 〈καὶ ἀνάβασισ〉, ἡ ἀπὸ τῶν κάτω εἰς τὰ ἄνω ἀνάδοσις. λοιπὸν ἐκ τοῦ βίβημι γίνεται ὁ μέλλων βήσω· μετάγεται δὲ ὁ μέλλων εἰς ἐνεστῶτα καὶ γίνεται βήσω· καὶ μέλλοντα οὐκ ἔχει· τὰ ἀπὸ μελλόντων εἰς ἐνεστῶτα μεταγόμενα ἄχρι τοῦ παρατατικοῦ κλίνεται. Oa ἀκέων : παρὰ τὸ ἀκήν, ἢ παρὰ τὸ ἀχήν, οἱονεὶ ἡ μὴ χ〈α〉ίνουσα.

### 34,b1a

ἢ παρὰ τὸ ἀγῶ, τὸ ἐκπλήττομαι, ἀγήν καὶ ἀκήν καὶ ἀκέων· τοῦτο δὲ ἔχει θηλυκὸν παρεσχηματισμένον ἀκέουσα. ὡς μετοχικὸν δὲ ἔχον χαρακτῆρα λαμβάνεται καὶ ὡς ἐπίρρημα· ἀλλ’ ἀκέων δαίνυσθε (φ 89). Ps ἀκέων : ἐγένετο παρὰ τὴν ἀχήν, οἷον ἡ μὴ χαίνουσα.

### 34,b1b

Os ἀκέων : ἡσυχάζων, παρὰ τὴν ἀκήν, τὴν ἡσυχίαν· ἢ λυπούμενος, παρὰ τὸ ἄχος, ἀχέω καὶ ἀκέω καὶ ἡ μετοχὴ ἀκέων.

### 34,b2

οἱ δὲ τὸ πάνυ σιγᾶν καὶ λυπεῖσθαι λέγουσι, παρὰ τὸ κείω, τὸ κοιμῶμαι, μετὰ τοῦ ἐπιτατικοῦ α , ἀκείω καὶ ἀκέων. Τὸ δὲ ἀκέων εἰ καὶ θηλυκὸν παρασχηματισμὸν ἔχει, ἡ δ’ ἀκέους’ ἀπεβήσατο (v. l. E 352), ἀλλὰ καὶ ⸤ ὡς ἐπίρρημα ⸥ πληθυντικῶς εἴρηται, ἀλλ’ ἀκέων δαίνυσθε (φ 89). —ἢ γί ⸤ νεται ⸥ π ⸤ αρὰ τὸ ἀ ⸥ γῶ, τὸ ἐκπλήττομαι, ἀγήν καὶ ἀκήν.— ἔστιν οὖν ἐπίρρημα μεσότητος. ἀλλὰ κανών ⸤ ἐστιν ὁ λέγων ⸥ αὐτὸ μετοχήν· ἐπὶ τῶν εἰς ων ληγόντων, οἷς παράκειται θηλυκὸν εἰς α τῇ ⸤ παραλήξει ⸥ τοῦ ς , τούτοις παρέπεται τὸ εἶναι μετοχαῖς· οἷον λέγων λέγουσα, φ ⸤ έρων ⸥ φέρουσα, φρονῶν φρονοῦσα· διὰ τούτου τοῦ λόγου δείκνυται καὶ τὸ ⸤ κρείων ⸥ μετοχὴ ἐκ τοῦ κρείουσα γυναικῶν (Χ 48). Pa Oa Et.Gud. παρὰ ⸤ θῖνα : ἡ παρά τὸ ⸥ ἔξ ⸤ ω ⸥ δ ⸤ η ⸥ λ ⸤ οῖ ⸥ , ὥσπερ καὶ παραπλεῖν τὸ ἔξω πλεῖν.

### 34,c

⸤ αἰγιαλός μὲν οὖν κοινῷ ⸥ εἴρηται ⸤ ὀνόμα ⸥ τι, καὶ ἔστι παρὰ τὸ αἶαν ἐγγὺς ἁλὸς ἔχειν. ⸤ ἔχει δὲ διάφορα τρία, ἀκτὴν καὶ ῥηγμῖνα καὶ ⸥ θῖνα. ἀκτή μὲν οὖν εἴρηται ὁ πετρώδης αἰγιαλός, παρὰ τὸ ἄγνυσθαι καὶ κλᾶσθαι ἐκεῖ τ ⸤ ὰ κύματα· θίν ⸥ δὲ ⸤ ὁ εὔδιος καὶ ⸥ ἥσυχος αἰγιαλ ⸤ ός, παρὰ τὸ μετὰ γαλήνης καὶ νηνεμίας ἐκεῖσε τὰ κύ ⸥ ματα ἀποτίθεσθαι· ῥη ⸤ γμίν ⸥ δὲ ⸤ ὁ ⸥ π ⸤ ρὸς ἄνεμον αἰγιαλός, παρὰ τὸ ῥήσσεσθαι ⸥ ἐκεῖ τὰ κύματα. G Oa θῖνα : παρὰ τὸ θείνω, τὸ τύπτω.

### 34,d1

ἔστι δὲ θηλυκοῦ γένους, εὑρίσκεται δὲ καὶ ἀρσενικοῦ, οἷον, ἐκβάντες δ’ ἐπὶ θῖνα βαθὺν καὶ ὑπήνεμον ἀκτήν{α} (Theocr. 22, 32). σημαίνει δὲ δύο, θείνω, τὸ τύπτω, καὶ θείνω, τὸ φονεύω. Ps Oa θῖνα : παρὰ τὸ θείνεσθαι, τὸ σημαῖνον τὸ τύπτεσθαι.

### 34,d2

ἔστι δὲ καὶ ἐνταῦθα θηλυκοῦ γένους, εὑρίσκεται δὲ καὶ ἀρσενικοῦ, οἷον, ἐκβάντες 〈δ’〉 ἐπὶ θῖνα βαθὺν καὶ ὑπήνεμον ἀκτήν{α} (Theocr. 22,32). Os πολυφλοίσβοιο : παρὰ τὸ φλοῖσβος· ἔστι δὲ ὄνομα πεποιημένον ὡς τὸ λίγξε βιός (Δ 125), οὕτω φλοῖ〈σ〉βος.

### 34,e1

γέγονε δὲ παρὰ τὸ φλογίζω, φλογίσω, φλογισμός καὶ ἀποβολῇ τοῦ γ φλοϊσμός καὶ ἐν συναιρέσει φλοῖσμος καὶ τροπῇ τοῦ μ εἰς β φλοῖσβος, κατὰ ἀντίφρασιν, ἡ μὴ φλέγουσα. ἢ ἀπὸ τοῦ φλῶ, τὸ ἀναπέμπω, φλέω, φλοῖβος 〈...〉, ὁ ἀναδιδόμενος ἦχος τῆς θαλάσσης. Ps πολυφλοίσβοιο : γέγονε δὲ παρὰ τὸν φλοῖσβον, ὅ ἐστιν ὄνομα πεποιημένον ὡς λίγξε βιός (Δ 125) καὶ ἔκλα〈γ〉ξαν δ’ ἄρ ὀϊστοί (Α 46).

### 34,e2

Os ἔπειτα : ἐπίρρημα χρόνου δηλωτικόν, ἐκ τῆς ἐπί προθέσεως καὶ τοῦ εἶτα.

### 35,a1

Ps ἔπειτα : ἐπίρρημα χρόνου δηλωτικόν.

### 35,a2

τὸ πει δίφθογγον. ἐκ τῆς ἐπί προθέσεως καὶ τοῦ εἶτα· τοῦτο ἐκ τοῦ εἴ συνδέσμου κατ’ ἐπέκτασιν τῆς τα συλλαβῆς. ὁ δὲ εἴ συναπτικὸς γράφεται διὰ διφθόγγου, ὅτι οἱ Δωριεῖς τὴν ει δίφθογγον εἰς αι τρέπουσι· τὸ γὰρ κύπειρον κύπαιρον λέγουσιν. Et.Gud. ἀπάνευθε : ἐπίρρημα τοπικὸν ἐκ τῆς ἀνά προθέσεως· ἀνά, ἄνευ, ἄνευθε καὶ ἀπάνευθε.

### 35,b

Ps Pa Oa Et.Gud. ὡς ἀπὸ τοῦ ἄτερ, ἄτερθε καὶ ἀπάτερθε. σημαίνει δὲ τὸ χωρίς. Pa Oa Et.Gud. κιών : ἐκ τοῦ κείω ἔκειον καὶ κίον καὶ κιών, ἡ μετοχὴ ἀορίστου δευτέρου.

### 35,c1a

Ps κιών : κιών μετοχή ἐστιν ἀορίστου δευτέρου.

### 35,c1b

Os κιών : ἐκ τοῦ κίω, ἔκιον καὶ κιών, ἡ μετοχὴ ἀορίστου δευτέρου.

### 35,c2

τὸ δὲ κίω σημαίνει δύο· (1) κίω, τὸ πορεύομαι, ἐξ οὗ τὸ κιχῶ, κιχάνω, κίχημι καὶ κτῖλος, ὁ κριὸς ὁ προηγμένος (Γ 196, Ν 492)· (2) κείω, τὸ κοιμῶμαι, ἐξ οὗ τὸ κακκείοντες (Α 606 al.) G Oa ἠρᾶτο : παρατατικὸς παθητικὸς δευτέρας συζυγίας τῶν περισπωμένων Ps Os ἐκ τοῦ ἀρῶ, ἀρᾷς, ὁ μέλλων ἀράσω, ἠράμην, ἠρᾶτο.

### 35,d

Ps τόν : ἄρθρον ὑποτακτικόν· ἰστέον δὲ ὅτι οἱ ποιηταὶ Ἰωνικῷ ἔθει προ{σ}τακτικὰ λαμβάνουσιν ἀντὶ ὑποτακτικῶν.

### 36,a

Ps ἠΰκομος : διάλυσις τῆς ευ καὶ τροπῇ τοῦ ε εἰς η .

### 36,b1a

τὸ δὲ κόμη εἴρηται ἀπὸ τοῦ κόσμος, τοῦτο παρὰ τὸ κοσμῶ. ἢ παρὰ τὸ κάζω, κόσμη καὶ ἀποβολῇ τοῦ ς κόμη· κόσμος γὰρ καὶ εὐπρέπεια τοῦ σώματος ἡ κεφαλή. Ps κόμη : διότι κόσμος ἐστὶ τοῦ σώματος γέγονε κόσμη καὶ ἀποβολῇ τοῦ ς κόμη.

### 36,b1b

Os κόμη : παρὰ τὸ κείρω, κόρη, τροπῇ τοῦ ρ εἰς μ , κόμη.

### 36,b2

ἢ παρὰ τὸ κόσμον αὐτὴν εἶναι τοῦ σώματος. κώμη δὲ ἡ χώρα παρὰ τὸ χῶ, τὸ χωρῶ, χώμη καὶ κώμη. G Oa τέκε : τὸ τέκε παρατατικοῦ ἐνεργητικοῦ.

### 36,c

Os κλῦθι : ἐνεστὼς καὶ παρατατικὸς δευτέρας συζυγίας τῶν εἰς μι ἐκ τοῦ κλύω, τοῦ σημαίνοντος τὸ ἀκούω, παράγωγον κλῦμι, ὁ δεύτερος ἀόριστος ἔκλυν, τὸ προστακτικὸν κλῦ καὶ ἐπεκτάσει τῆς θι συλλαβῆς κλῦθι.

### 37,a1

ἢ ἀπὸ τῆς μετοχῆς κλύς, κλυτός, κλῦθι. ὅμοιον δέ ἐστι καὶ τὸ ζῆθι ἀπὸ τοῦ ζῆμι, ὅ ἐστι ζῶ, ζᾷς, τροπῇ τοῦ α εἰς η , καὶ τὸ στῆθι ἀπὸ τοῦ ἵστημι. ἔστι δὲ τὸ κλῦθι Λα〈μ〉ψακηνόν. Ps κλῦθι : δεῖ γινώσκειν ὅτι τὸ κλῦθι ἐνεστῶτος καὶ παρατατικοῦ τῶν εἰς μι τρίτης συζυγίας· τὸ πρωτότυπον κλύω καὶ ἐξ αὐτοῦ κλῦμι· τὸ δεύτερον πρόσωπον τῶν πληθυντικῶν κλῦτε καὶ τὸ προστακτικὸν κλῦθι.

### 37,a2

τὸ δὲ υ ἐξετάθη διὰ τὸ μέτρον. Os μευ : ἐμοῦ, διαλύσει Ἰωνικῶς ἐμέο καὶ κράσει Δωρικῇ ἐμεῦ.

### 37,b

Ps ἀργυρότοξε : —ἐκ τοῦ ἀργόν ὀνόματος, σημαίνει δὲ τὸ καθαρόν·— γέγονε δὲ ἐκ τοῦ ἀργός, ὃ σημαίνει τὸ λαμπρόν· ὁ λαμπρὸν τόξον ἔχων ἢ λευκόν· τοῦτο παρὰ τὸ ἀγλαός· τοῦτο παρὰ τὸ αἴγλη, αἴγλον καὶ ἀποβολῇ τοῦ ι ἄγλον καὶ τροπῇ τοῦ λ εἰς ρ ἀργόν.

### 37,c

ὅταν δὲ σημαίνῃ τὸν ταχύν, ἀπὸ τοῦ ἀρκῶ ἀρκός καὶ τροπῇ τοῦ κ εἰς γ ἀργός. ὁ γὰρ ταχὺς ἐπαρκεῖ ἐν τῷ νικᾷν. Ps Oa ζαθέην : ἐκ τοῦ ζα καὶ τοῦ θεός, ζάθεος καὶ ζαθέη, ἡ ἄγαν θεία.

### 38

Ps Σμινθεῦ : ἐπίθετον Ἀπόλλωνος· οὕτως καλοῦσι Κρῆτες τοὺς μύας.

### 39,a

Ps G Et.Gud. †κλίνεται Σμίνθιος καὶ Σμινθεύς†. Et.Gud. νηός : παρὰ τὸ ναίω, τὸ οἰκῶ, ναός καὶ νηός.

### 39,b1

Ps νηόν : τουτέστι ναόν· γέγονε δὲ ναός παρὰ τὸ ναίω, τὸ σημαῖνον τὸ οἰκῶ, ναός καὶ νηός Ἰωνικῶς.

### 39,b2

Os ἔρεψα : ἐκ τοῦ ἐρέφω, ἐξ οὗ καὶ ἔρεφος καὶ ὀροφή, ὁ ἀόριστος ἤρεψα καὶ ἐν συγκοπῇ ἔρεψα.

### 39,c1

Ps ἔρεψα : ἀορίστου ἐνεργητικοῦ· τὸ θέμα αὐτοῦ ἐρέφω καὶ ὁ ἀόριστος ἤρεψα καὶ κατὰ συστολὴν ἔρεψα, ὅθεν εἰραφιώτης ὁ Διόνυσος· ἐστέφετο γὰρ κισσῷ.

### 39,c2

Os πίονα : παρὰ τὸ πίων πίονος.

### 40,a

ὁ κανών· τὰ εἰς ων κοινὰ τῷ γένει τρέπουσι τὸ ω εἰς ο ἐπὶ τῆς γενικῆς. ἢ καὶ οὕτως· τὰ εἰς ων βαρύτονα, διχρόνῳ ἐκτεταμένῳ παραληγόμενα, τρέπουσι τὸ ω εἰς ο ἐπὶ τῆς γενικῆς, οἷον κίων κίονος, Μαχάων Μαχάονος, πίων πίονος. γέγονε δὲ παρὰ τὸ πίω ῥῆμα, ἐξ οὗ καὶ ὁ δεύτερος ἀόριστος ἔπιον. Ps ⸤ μηρία ⸥ : γέγονε μηρός ἐκ τοῦ μερίζω· ἔστι δὲ εὐθεῖα τῶν πληθυντικῶν· ἐκ τοῦ μερίζω μέρος καὶ μηρός καὶ τὸ ⸤ ὑπο ⸥ κοριστικὸν μηρίον.

### 40,b

Ps G ἔκηα : μέσος παρακείμενος.

### 40,c1a

ἔστι καίω, καύσω, ἔκαυσα, ἐκλείψει τοῦ ς καὶ κατὰ ἀποβολὴν τοῦ υ καὶ τροπῇ τοῦ α εἰς η , ἔκηα. ἢ παρὰ τὸ καίω, ὁ μέσος παρακείμενος κέκηα καὶ ἀποβολῇ τοῦ κ ἔκηα. Ps ἔκηα : παρατατικοῦ· τὸ θέμα καίω, ὁ μέσος παρακείμενος κέκηα καὶ ἔκηα ἀφαιρέσει τοῦ κ γίνεται.

### 40,c1b

καὶ ἄλλως· ἔστι τὸ θέμα καίω, καύσω, ὁ ἀόριστος ἔκαυσα, ἐκλείψει τοῦ ς καὶ ἀποβολῇ{ν} καὶ τροπῇ τοῦ α εἰς η ἔκηα. Os ἔκηα : κήω, τὸ καίω.

### 40,c2a

τὸ κη η . G et Oa s.v. κιών (35 C 2 supra) sine novi lemmatos indicio καίω : ὁ μέλλων καύσω, ἔκαυσα, ἐκλείψει τοῦ ς καὶ ἀποβολῇ τοῦ υ καὶ τροπῇ τοῦ α εἰς η ἔκηα.

### 40,c2b

ἢ παρὰ τὸ καίω ὁ μέσος παρακείμενος κέκηα καὶ ἀποβολῇ τοῦ κ . τὸ δὲ καίω παρὰ τὸ κῶ, τὸ καίω. G et Oa extr. ord. sed inter sch.—ep. ad A pertinentes ταύρων : οἱονεὶ τανύουροι παρὰ τὸ τείνειν τὴν οὐράν.

### 41,a

Ps αἰγῶν : παρὰ τὸ αἴξ, τοῦτο παρὰ τὸ ἀΐσσω, τὸ ὁρμῶ, ὁ μέλλων ἀΐξω καὶ ἀποβολῇ τοῦ ω ἀΐξ καὶ ἐν συναιρέσει αἴξ.

### 41,b1

Ps αἰγῶν : γενικῆς τῶν πληθυντικῶν· γέγονε δὲ παρὰ τὸ αἴξ· τὸ δὲ αἴξ παρὰ τὸ ἀΐσσω.

### 41,b2

Os τὸ δέ {μοι}: Ἀρίσταρχος δύο μέρη λόγου λέγει· ὁ δὲ †Ἡρωδιανὸς (cf.

### 41,c

1, LXXIX adn. Lentz) ἕν. ὁ δὲ Ἀρίσταρχος ὀξυτονεῖ τὸ δέ ὁμοίως καὶ τῷ τό, ἵνα ᾖ δύο μέρη λόγου, ἐπείσθη δὲ ἡ παράδοσις Ἀριστάρχῳ. Ps Os G Oa κρήηνον : κρᾶναί ἐστι τὸ ἐπιτελέσαι παρὰ τὸ τὴν κάραν ἤτοι τὴν κεφαλὴν ἐπιθεῖναι τῷ πράγματι.

### 41,d1

ἔστι δὲ τὸ θέμα καραίνω ἀπὸ τοῦ κάρα, ἐν συγκοπῇ κραίνω, κρανῶ καὶ ὁ ἀόριστος ἔκρανα, Ps Os G Oa Et.Gud. Ἰωνικῶς ἔκρηνα, καὶ τὸ προστακτικὸν κρῆνον καὶ πλεονασμῷ ἑτέρου η κρήηνον.

### 41,d2a

Ps Os Oa κραιαίνω κραιανῶ ἐκραίηνα καὶ τροπῇ τοῦ α εἰς η ἐκρῄηνα, τὸ προστακτικὸν κρήηνον.

### 41,d2b

Et.Gud. ( utrum adhuc ex Ep. Hom. an iam ex altero fonte dubitari potest; cf. supra p. 26) ἐέλδωρ : ἔστιν ἔλδω, τὸ ἐπιθυμῶ, ὅπερ γέγονεν ἀπὸ τοῦ ἕλκω κατὰ μετάθεσιν τοῦ κ εἰς δ · εἰς ὃ γάρ τις ἐπιθυμεῖ, ἐκεῖ ἕλκεται.

### 41,e1

ἐκ τούτου γίνεται ἔλδωρ καὶ πλεονασμῷ τοῦ ε ἐέλδωρ. Ps Os Et.Gud. ἢ παρὰ τὸ ἕλω, τὸ ἑλκύω, ἕλωρ καὶ πλεονασμῷ τοῦ ε καὶ δ . Ps Et.Gud. ἐέλδωρ : ἔλδω, τὸ ἐπιθυμῶ, πλεονασμῷ τοῦ ε , ἐέλδωρ.

### 41,e2

ἢ παρὰ τὸ ἕλω, τὸ ἑλκύω, ἕλωρ καὶ ἔλδω καὶ ἔλδωρ. Oa τίσειαν : ἀορίστου πρώτου εὐκτικοῦ Αἰολικοῦ τρίτου προσώπου.

### 42,a

ἐκεῖνοι γὰρ τὸ τύψαιμι τύψεια λέγουσι, τὸ δεύτερον τύψειας, τὸ τρίτον τύψειε· καὶ τῷ μὲν πρώτῳ χρῶνται οἱ Αἰολεῖς, τοῖς δὲ λοιποῖς προσώποις ἡ κοινὴ διάλεκτος. ἔστι δὲ τὸ θέμα τίω, τὸ τιμωρῶ. Ps Os G Oa Et.Gud. καὶ ἔστιν ἄλλο τίω, τὸ σημαῖνον τὸ τιμῶ, οἷον πᾶς τις πλούσιον ἄνδρα τίει, ἀτίει δὲ πενιχρόν (Theognis 621)· καὶ πάλιν ἐμὲ μὲν ἔτισας, μέγα δ’ ἴψαο λαὸν Ἀχαιῶν (cf. Α 454). Os Δαναοί : δεῖ γινώσκειν ὅτι τὸ Δαναοὺς καὶ Ἀργείους καὶ Ἀχαιοὺς ὁ ποιητὴς τοὺς Ἕλληνας καλεῖ.

### 42,b

Ps Os δάκρυα : παρὰ τὸ δάκνω, δάκνυον καὶ τροπῇ τοῦ ν εἰς ρ δάκρυον.

### 42,c

Ps Os σοῖσι : Ἰωνικῶς σοῖς.

### 42,d

Ps G βέλεσσι : παρὰ τὸ βάλλω, τὸ τιτρώσκω.

### 42,e

ἢ παρὰ τὸ βέλλω, ὃ σημαίνει τὸ πέμπω, βέλ〈λ〉ος καὶ ἀφαιρέσει τοῦ ἑνὸς λ , βέλος. Ps Os Et.Gud.; Oa extr. ord. sed inter sch.—ep. ad A pertinentes Φοῖβος : οἱονεὶ φαόβιος, τουτέστιν ὁ λαμπρὸν βιὸν ἔχων, ἤγουν τόξον· ὅθεν καὶ φοιβάζω, τὸ λαμπρύνω.

### 43

ἢ ἀπὸ Φοίβης μαμμωνυμικῶς, ὥς φησιν Ἡσίοδος (Th. 404). Ps Os G Oa χωόμενος : μετοχῆς παθητικῆς παρὰ τὸ χόω ἑκτῆς συζυγίας· σημαίνει δὲ τὸ λυποῦμαι καὶ ὀργίζομαι.

### 44,a

ὁ ἐνεστὼς χόω καὶ ἡ μετοχὴ χοώμενος καὶ ὑπερβιβασμῷ χωόμενος. Ps Os καρήνων : ἀπὸ τοῦ κάρα κάρανον καὶ κάρηνον.

### 44,b

Ps κῆρ : παρὰ τὸ κέαρ, τοῦτο παρὰ τὸ κῶ, κέω, κέαρ.

### 44,c1

ἢ παρὰ τὴν καῦσιν· τὸ γὰρ ἔμφυτον θερμόν φασι τὴν ψυχήν. ἢ παρὰ τὸ κεκρᾶσθαι αὐτὸ ἐκ τῶν στοιχείων, τουτέστιν ἐκ θερμοῦ καὶ ψυχροῦ. ἢ ἀπὸ τοῦ ἔαρ, ὅ ἐστι τὸ πνεῦμα. ἢ παρὰ τὸ δίκην κηροῦ ἀπομάττεσθαι τὰ μαθήματα. Τὸ δὲ κηρ σημαίνει δύο· ὀξυνόμενον μὲν τὴν θανατηφόρον μοῖραν, ἀπὸ τοῦ καίω, κέκηα, κήρ· καυστικὸν γὰρ καὶ ἀφανιστικὸν τὸ πῦρ. τὸ δὲ περισπώμενον δηλοῖ τὴν ψυχήν. Ps G Oaa κῆρ : ἡ ψυχή· γέγονε δὲ παρὰ {τὸ} τὴν καῦσιν· τὸ γὰρ ἔμφυτον θερμὸν 〈.

### 44,c2

..〉. τοῦτο δὲ περισπωμένως δεῖ ἀναγινώσκειν. Os 〈κ〉ῆρ : παρὰ τὸ κέαρ· καὶ προείρηται.

### 44,c3

Oab extr. ord. τόξον : παρὰ τὸ τάζω ῥῆμα, σημαίνει δὲ τὸ τανύω· ὁ μέλλων τάξω, ἐξ αὐτοῦ τάξον καὶ τροπῇ τοῦ α εἰς ο τόξον.

### 45,a

Ps Os ὦμος : παρὰ τὸ ὦ, τὸ ὑπομένω· ὁ ὑπομένων τὰ βάρη καὶ τὰ φορτία.

### 45,b

Ps Os; Oaa extr. ord. ἢ παρὰ τὸν οἴσω μέλλοντα, ἐφ’ οὗ φέρομεν τὰ φορτία, γέγονεν οἶμος καὶ τροπῇ τῆς οι διφθόγγου εἰς ω ὦμος. Ps Os καὶ ἐκ τοῦ ἐναντίου ἀγκών ἀγκώνη ἔδει λήγεσθαι καὶ τροπῇ τοῦ ω εἰς οι ἀγκοίνη· τοιοῦτόν ἐστι καὶ τὸ θοίνη ἀπὸ τοῦ θῶ ῥήματος δηλοῦντος τὸ τρέφω, ὁ μέλλων θώσω καὶ θώνη τὸ ῥηματικὸν ὄνομα. Os ⸤ Β ⸥ αρύνεται· τὰ γὰρ εἰς ος λήγοντα δισύλλαβα μονογενῆ ἀρχόμενα ἀπὸ τοῦ ω , μὴ ⸤ προσκειμένου τοῦ ι ⸥ , βαρύνεται, οἷον ὦρος, ὦμος, ὦχρος· πρόσκειται „μονογενῆ“ ⸤ διὰ τὸ ὠμός, ὁ ἀπηνής, καὶ ⸥ ἡ ὠμή καὶ τὸ ὠμόν· πρόσκειται ⸤ „ἀπὸ τοῦ ω ἀρχόμενα“ ⸥ διὰ τὸ ζωμός, ψωμός, βλωμός· „μὴ προ ⸤ σκειμένου τοῦ ι “ διὰ τὸ ᾠδός, ὁ ⸥ τραγῳδός. Ps; G et Oab extr. ord. ἀμφηρεφέα : παρὰ τὸ ἐρέφω, τὸ σημαῖνον τὸ σκεπάζω, καὶ τὴν ἀμφί πρόθεσιν, ἀμφιερεφές καὶ ἐν συγκοπῇ ἀμφηρεφές.

### 45,c1

Ps ἀμφηρεφέα : ἔστι γένους θηλυκοῦ πτώσεως αἰτιατικῆς.

### 45,c2

ἐγένετο δὲ παρὰ τὸ ἐρέφω, τὸ σκεπάζω, καὶ τὴν ἀμφί πρόθεσιν. Os φαρέτρην : παρὰ τὸ φέρειν τὰ τιτρώσκοντα.

### 45,d1

Ps φαρέτρην : παρὰ τὸ φέρειν καὶ κομίζειν τὰ τιτρώσκοντα ἐγένετο φερέτρα καὶ τροπῇ τοῦ ε εἰς α φαρέτρα.

### 45,d2

Os ἔκλαγξαν : ῥῆμα πεποιημένον, ἀπὸ τοῦ κλάζω, κλάγξω, ἐξ οὗ καὶ κλαγγή.

### 46,a1

†τοῦτον ἄρκτον ὄν.† Ps ἔκλα〈γ〉ξαν : ῥῆμα πεποιημένον, ἀπὸ τοῦ κλάζω ἐνεστῶτος γέγονεν ἀόριστος.

### 46,a2

Os ὀϊστός : παρὰ τὸ οἴσω, οἰστός καὶ ὀϊστός.

### 46,b1

Ps ὀϊστοί : παρὰ τὸ οἴσω, τὸ σημαῖνον τὸ φέρω, οἰστός καὶ ἐν διαλύσει ὀϊστός.

### 46,b2

Os ὀϊστοί : τὰ βέλη ἤτοι τὰ τόξα.

### 46,b3

εἴρηται δὲ τόξον ὅταν τείνηται ἐν τῇ ⸤ νευρᾷ ⸥ παρὰ τὸ ⸤ τ ⸥ άζ ⸤ ω ⸥ , τὸ τανύω, τάξον καὶ τόξον· ὀϊστός δὲ ὅταν φέρηται καὶ βαστάζηται· ⸤ ὀϊστός γὰρ ἐκ τοῦ οἴ〈σ〉 ω, τὸ κομίζω καὶ φέρω ⸥ , καὶ διαλύσει ὀϊστός· βέλος δὲ τὸ συστάδην καὶ οὐ μακρόθεν ἀλλ’ ἐγ〈γ〉ύθεν βαλλόμενον καὶ οἷον κρ ⸤ ατου ⸥ μένου {καὶ} τοῦ ⸤ βέλους ἐν τῇ χειρί ⸥ · ἰός δὲ παρὰ τὸ ἵημι, τὸ πέμπω, ὅταν μακράν π ⸤ ου πέμπηται ἀπὸ τῆσ ⸥ νευρᾶς· βιός δὲ ἀ ⸤ π’ αὐτῆ ⸥ ς τῆς ⸤ βίας ἤτοι συντονίας καὶ {σ} τά ⸥ σεως εἴρηται. ἢ ὅτι οἱ ἀρχαῖοι δι’ αὐτοῦ τὰ ⸤ π ⸥ ρ ⸤ ὸσ ⸥ τὸν ⸤ βίον εἶχον, ἤγουν ⸥ τὰ πρὸς ζωὴν ἐκέκτηντο θηρῶντες ἢ κυνηγοῦντες. G Oa ἤϊε : ἐκ τοῦ εἴω, τοῦ σημαίνοντος τὸ πορεύομαι.

### 47,a

ὁ μέσος παρακείμενος εἶα καὶ τὸ τρίτον εἶε καὶ κατὰ διάλυσιν ἔϊε καὶ τροπῇ τοῦ ε εἰς η ἤϊε. Ps Os Et.Gud. δύναται δὲ εἶναι καὶ παρατατικὸς Ps Et.Gud. ἐκ τοῦ εἴω, τοῦ σημαίνοντος τὸ πορεύομαι, ὥσπερ παρὰ Σώφρονι· 〈ἐγ〉κί{γ}κρα ὡς εἴω (fr. 48 Kaibel), τουτέστι 〈ἐγ〉κέρασον, ἵνα πορευθῶ. Ps νυκτί : δοτικῆς.

### 47,b

γέγονε δὲ νύξ παρὰ τὸ νύσσω νύξω καὶ 〈κατὰ〉 ἀποβολὴν 〈τοῦ〉 ω νύξ· καὶ γὰρ νύττει ἡμᾶς 〈πρὸς ὕπνον〉 λέγουσα· „γνῶθι †ἄνεω ὅτι θνητὸς καὶ† ὕπνῳ δουλεύεισ“. Os ἐοικώς : εἴδω, τὸ ὁμοιῶ, ὁ μέσος παρακείμενος οἶκα καὶ πλεονασμῷ τοῦ ε ἔοικα καὶ ἡ μετοχὴ ἐοικώς.

### 47,c1

γίνεται δὲ ἀπὸ τοῦ εἴδω, τοῦ σημαίνοντος τὸ γινώσκω καὶ τὸ ὁμοιῶ, ὁ παρακείμενος οἶκα, ὁ μέσος παρακείμενος οἶδα· σημαίνει δὲ τὸ γινώσκω. τὸ δὲ ὁμοιῶ, ἵνα μὴ συνεμπέσῃ τῷ οἶδα, ἐγένετο οἶκα καὶ ἔοικα καὶ ἐοικώς. Ps ἐοικώς : μετοχὴ μέσου παρακειμένου.

### 47,c2

ἔστι δὲ ὁ ἐνεστὼς αὐτοῦ εἴκω, τὸ ὁμοιῶ, ἐξ οὗ καὶ εἰκών, ὁ μέσος παρακείμενος οἶκα καὶ πλεονασμῷ τοῦ ε ἔοικα· ἡ μετοχὴ ἐοικώς. Os ἕζετο : παρατατικοῦ παθητικοῦ τρίτου προσώπου κατὰ συστολήν.

### 48,a

Os ἔπειτα : ἀπὸ τοῦ εἶτα καὶ μετὰ τῆς ἐπί προθέσεως ἐπίειτα καὶ κράσει τοῦ ι καὶ τῆς ει διφθόγγου εἰς τὴν ει δίφθογγον ἀπετελέσθη 〈ὁ〉 ἔπειτα σύνδεσμος.

### 48,b

Os ἰόν : τὸ βέλος· ἐκλήθη δὲ ἰός παρὰ τὸ ⸤ β ⸥ λ ⸤ απτι ⸥ κὸς εἶναι· ὥσπερ γὰρ ὁ ἰός φθαρτικός ἐστι τοῦ σιδήρου, οὕτως καὶ οὗτος τοῦ σώματος.

### 48,c

γέγονε δὲ παρὰ τὸ ἵημι, τὸ σημαῖνον τὸ πέμπω, ἢ παρὰ τὸ ἰόν, τὸ δ ⸤ ηλοῦν ⸥ τὸ φάρμακον τοῦ ὄφεως. καὶ γὰρ ἔχριον αὐτὸ ἀπὸ τοῦ ἰοῦ τοῦ ὄφεως, ἵνα τιτρωσκόμενός τις εὐθέως ἀναιρεθῇ. Ps Os G Oa δεινή : παρὰ τὸ δέος, ὃ σημαίνει τὸν φόβον, δέϊνος, καὶ κράσει τοῦ ε καὶ ι εἰς τὴν ει δίφθογγον, δεινός.

### 49,a1

Ps δεινή : γέγονε παρὰ τὸ δέω, τὸ σημαῖνον τὸ φοβοῦμαι, δεεινός καὶ κράσει δεινός· εἶτα δεινή καὶ τὸ οὐδέτερον δεινόν.

### 49,a2

Os κλαγγή : παρὰ τὸ κλάζω πεποίηται, ἡ φωνή.

### 49,b1

Ps κλαγγή : πεποιημένον παρὰ τὸ κλάζω, κλαγγή.

### 49,b2

Os γένετο : παρὰ τὸ γεν〈ν〉ῶ, ἐξ οὗ γίνεται γίγνομαι.

### 49,c

Ps ἀργυρέοιο : παρὰ τὸ ἀργύρεος, ἀργυρέου, τοῦτο παρὰ τὸ ἄργυρος, τοῦτο παρὰ τὸ ἀργός, ὃ σημαίνει τὸ{ν} λευκόν.

### 49,d

Ps βιοῖο : τῆς τοῦ τόξου νευρᾶς.

### 49,e1

προπερισπωμένως ἀναγνωστέον ἀπὸ εὐθείας τῆς βιός ὀξυτόνου Ps Os διὰ τὴν πρὸς τὸν βίον διαστολήν. ἔοικε δὲ ὑπὸ τῶν ἀρχαίων ὁμωνύμως λέγεσθαι βίος τὸ τόξον καὶ ἡ ζωή· Ἡράκλειτος γὰρ ὁ σκοτεινὸς λέγει· „†τὸ οὖν τόξον† ὄνομα μὲν βίος, ἔργον δὲ θάνατοσ“ (fr. 22B, 48 Diels—Kranz 11 ). γέγονε δὲ βιός παρὰ τὴν βίαν τῆς τάσεως· ἢ ὅτι δι’ αὐτοῦ τὰ πρὸς βίον εἶχον οἱ ἀρχαῖοι, ἐν ταῖς θήραις αὐτῷ χρώμενοι. Ps Os Oa βιοῖο : ἐκ τοῦ βία βιός.

### 49,e2

Et.Gud. οὐρῆας : λέγει δὲ τοὺς ἡμιόνους παρὰ τὸ ὄρος ὀρεύς, ὡς ἡνίοχος ἡνιοχεύς (λέγεται γὰρ ἐν ὄρ ⸤ ε ⸥ σι δύνασθαι μᾶλλον ἐργάζεσθαι), καὶ κατὰ πλεονασμὸν τοῦ υ οὐρεύς καὶ ἡ γενικὴ οὐρῆος κατὰ Ἴωνας καὶ ἡ αἰτιατικὴ τῶν πληθυντικῶν οὐρῆας.

### 50,a

Ps Os G Oa ᾤχετο : παρὰ τὸ οἴχω, ὁ παθητικὸς ἐνεστὼς οἴχομαι καὶ ὁ παρατατικὸς ᾠχόμην καὶ τὰ λοιπὰ δῆλα.

### 50,b1

Ps ᾤχετο : παρατατικοῦ τρίτου προσώπου· τὸ θέμα οἴχω.

### 50,b2

Os κύνας : κυ εἴρηται παρὰ τὸ κύω ῥῆμα, ὃ σημαίνει τὸ φιλῶ· τοιοῦτον γὰρ τὸ ζῷον· ἱλαρὸν γὰρ ἀεὶ παρὰ τοὺς οἰκείους καὶ οἱονεὶ ἀσπαζόμενον αὐτούς.

### 50,c

Os ἀργούς : τρία σημαίνει ἡ λέξις, (1) τόν τε ἐν τῇ συνηθείᾳ ἀργὸν λεγόμενον καὶ (2) κατὰ ἀντίφρασιν {καὶ} τὸν ταχὺν καὶ (3) τὸν λευκόν.

### 50,d1

Ps ἀργούς : λευκούς.

### 50,d2

δύο σημαίνει ἀργός, τὸν νωθρὸν καὶ δυσκίνητον, μᾶλλον δὲ 〈ἀν〉ενέργητον παρὰ τὸ ἀ〈ε〉ργός τις εἶναι ἢ βοηθείας δεόμενος, παρὰ τὸ ἀρήγω, τὸ βοηθῶ· σημαίνει δὲ καὶ καθαρὸν καὶ λευκόν, ὡς ἐνταῦθα. γίνεται παρὰ τὸ ἀήρ ἀέρος ἀργός· διειδὴς γὰρ ὁ ἀὴρ καὶ διαφανὴς καὶ δίοσμος, ἅτε λεπτομερέστερος ὤν. Oa αὐτάρ : δεῖ δὲ γινώσκειν ὅτι ὁ αὐτάρ διαφέρει τοῦ δέ, ὅτι ὁ μὲν αὐτάρ προτάσσεται, ὁ δὲ δέ ὑποτάσσεται.

### 51,a

Ps Os ἐχεπευκές : πικρόν.

### 51,b

μεταφορικὴ ἡ λέξις ἀπὸ τῆς πεύκης· καὶ γὰρ ἡ πεύκη κοπεῖσα οὐκ ἀνίησι κλάδον, καὶ τὸ δάκρυον αὐτῆς ἐστι πικρόν, ἡ πίσσα. Ps Os ἐφιείς : μετοχῆς χρόνου ἐνεστῶτος καὶ παρατατικοῦ ἀπὸ τοῦ ἵημι· ἱείς, ἱέντος καὶ ἐν συνθέσει ἀφιείς καὶ ἐφιείς.

### 51,c

Ps Os; Oa extr. ord. βάλλε : παρατατικὸς ἐκ τοῦ βάλλω.

### 52,a1

Ps βάλλε : ἔστι παρατατικοῦ τρίτου προσώπου.

### 52,a2

Os αἰεί : διὰ τῆς ει διφθόγγου γράφεται.

### 52,b

εἴρηται καὶ χωρὶς τοῦ ι , οἷον ἀεί. πάντα δὲ τὰ παρὰ τὸ ἀεί συντιθέμενα διὰ τῆς ει διφθόγγου γράφεται, οἷον ἀείμνηστος, ἀειγενέτης, ἀείφρουρος, ἀειπάρθενος, ἀειφανής, πλὴν τοῦ ἀΐδιος. Δεῖ γινώσκειν ὅτι δώδεκα φωναί εἰσι τοῦ ἀεί. ἔστι γὰρ (1) αἰεί καὶ (2) αἰείν καὶ (3) αἰέν καὶ (4) αἰές ποιητικῶς καὶ (5) ἀεί διὰ τῆς ει διφθόγγου συστολῇ τοῦ α καὶ (6) ἀεί ἐκτάσει τοῦ α , ὥσπερ παρ’ Εὐριπίδῃ· τὸν αὐτὸν ἀεὶ δυστυχῆ καθεστάναι (Tr. 87)· καὶ (7) αἴϊ διὰ τοῦ ι παρὰ τοῖς Αἰολεῦσι καὶ (8) αἴϊν σὺν τῷ ν παρ’ αὐτοῖς· ὁμοίως δὲ παρ’ αὐτοῖς καὶ (9) ἄι (Sappho fr. 44A, l. 5 Voigt) βαρύτονον διὰ τοῦ ι καὶ συστολῇ τῆς ἀρχούσης, ἐξ οὗ καὶ τὸ ἀΐδιον διὰ τοῦ ι γράφεται, καὶ σημαίνει τὸ ἀεὶ ὄν (δεῖ δὲ γινώσκειν ὅτι καὶ τὸ ἀειπάρθενος διὰ τῆς ει διφθόγγου γράφεται κοινῶς, Αἰολικῶς δὲ διὰ τοῦ ι [cf. Sapph. fr. 44A, l. 5 Voigt])· ἔστι δὲ καὶ (10) ἠΐ παρὰ τοῖς Βοιωτοῖς διὰ τοῦ η καὶ ι καὶ (11) αἰή παρὰ τοῖς Ταραντίνοις διὰ τῆς αι διφθόγγου καὶ τοῦ η (οἱ δὲ Ταραντῖνοι ἄποικοί εἰσι τῶν Δωριέων)· ἔστι δὲ καὶ (12) αἰές παρὰ τοῖς Δωριεῦσι. καὶ ταῦτα δώδεκα φωνὰς λέγουσιν εἶναι. ἔστι δὲ καὶ ἀέ παρὰ Πεισάνδρῳ τῷ Καμειρεῖ (EGF fr. 11 Kinkel). Ps Os πυραί : αἱ πυρκαϊαί· τὸ γὰρ παλαιὸν τὰ σώματα τῶν θνῃσκόντων πρότερον ἐκαίετο διὰ τὸ ἀπέριττα γίνεσθαι καὶ ⸤ εἶθ’ οὕτωσ ⸥ τὴν τέφραν σὺν τοῖς ὀστέοις ὑπὸ γῆν ἔθαπτον.

### 52,c

Ps Os; G Oa extr. ord. γίνεται παρὰ τὸ πῦρ· τοῦτο παρὰ τὸ φύρω ἢ φύω. Ps; G Oa extr. ord. νέ ⸤ κυς : παρὰ τὸ κίκυς, τὸ δηλοῦν τὴν ⸥ ἰσχύν, καὶ τὸ στερητικὸν νε νέκικυς, ⸤ ὁ ἐστερημένος τῆς ἰσχύος, καὶ κατὰ ⸥ συγκοπὴν νέκυς.

### 52,d1

Ps Os G Oa { ⸤ νεκρός:} νεκρός δὲ πραὰ τὸ νη στερητι ⸥ κὸν καὶ τὸ κῆρ, ὃ δηλοῖ τὴν ψυχήν· ⸤ γέγονε νήκηρος, τουτέστ ⸥ ιν ὁ ἐστερημένος τῆς ψυχῆς καὶ κατὰ συγκοπὴν ⸤ καὶ συστολῇ τ ⸥ οῦ η εἰς ε νεκρός.

### 52,d2a

καὶ ὥσπερ ἵππος Ἵππυς, κότος Κότυς, ⸤ οὕτως οὖν καὶ νεκ ⸥ ρ ⸤ ό ⸥ ς νέκρυς καὶ κατ’ ἀποβολὴν τοῦ ρ νέκυς. Ps Os G Ἢ ὥσπερ ἀπὸ τοῦ κότος γίνεται Κότυς, οὕτως νεκρός νέκρυς καὶ ἀποβολῇ τοῦ ρ νέκυς.

### 52,d2b

τὸ δὲ νεκρός σύνθετόν ἐστι παρὰ τὸ νη στερητικὸν καὶ τὸ κῆρ, ὃ δηλοῖ τὴν ψυχήν, νήκηρος, τουτέστιν ὁ ἐστερημένος τῆς ψυχῆς, καὶ συγκοπῇ καὶ συστολῇ τοῦ η εἰς ε νεκρός. Oa καίοντο : ἐκ τοῦ καίω· τοῦτο ἐκ τοῦ κῶ, τὸ καίω.

### 52,e1

Ps καίοντο : παρατατικοῦ παθητικοῦ τρίτου προσώπου τῶν πληθυντικῶν· τὸ θέμα καίω.

### 52,e2

Os θαμειαί : παρὰ τὸ θαμά ἐπίρρημα, σημαίνει δὲ τὸ συνεχὲς καὶ πυκνόν.

### 52,f

γίνεται οὖν θαμός θαμειός καὶ θαμειαί. τὸ δὲ θαμά ἐκ τοῦ ἅμα καὶ πλεονασμῷ τοῦ θ θαμά· καὶ σεσημείωται κατὰ τὸν τόνον· οὕτως ὁ Ὠρίων (72, 23). ὁ δὲ Χάραξ μᾶλλον τὸ ἅμα ἐκ τοῦ θαμά παράγει, ἀποβολῇ τοῦ θ , καὶ βαρύνει. τὸ δὲ θαμά ἐκ τοῦ θαμός, θαμή καὶ θαμόν καὶ θαμά ἐπίρρημα. Ps Oa Et.Gud. Γράφεται δὲ διὰ τῆς ει διφθόγγου· ὥσπερ ἀπὸ τοῦ ἀδελφός ἀδελφειός κατὰ πλεονασμὸν τῆς ει διφθόγγου καὶ ἀπὸ τοῦ φατός φατειός, σημαίνει δὲ τὸν ὀνομαζόμενον, καὶ ἀπὸ τοῦ ἀρνός ἀρνειός, οὕτως καὶ τοῦτο, καθὼς προέφημεν, ἀπὸ τοῦ θαμός, σημαίνει δὲ τὸν συνεχῆ, θαμειός καὶ τὸ θηλυκὸν θαμειά. Ps Os Oa Γράφεται δὲ διὰ τῆς ει διφθόγγου διὰ τὸν κανόνα τοῦτον· τὰ ἀπὸ τῶν εἰς ος διὰ τοῦ ιος γινόμενα, ἡνίκα προπαροξύνονται, Ps Os Oa Et.Gud. διὰ τοῦ ι γράφονται, οἷον ὀρθός ὄρθιος, λοῖσθος λοίσθιος, πτολίπορθος πτολιπόρθιος, κάπρος κάπριος, Αἰτωλός Αἰτώλιος, αἰζηός αἰζήϊος, ὅμοιος ὁμοίϊος, γέλοιος γελοίϊος· ἡνίκα δὲ ὀξύνονται, διὰ τῆς ει διφθόγγου γράφονται, οἷον ἀδελφός ἀδελφειός, ἀρνειός, φατειός, οὕτω καὶ θαμειός. Ps Os Oa ἐννῆμαρ : λοιμός, φησίν, ἐπὶ ἐννέα ἡμέρας κατασχὼν τὸν στρατὸν τῶν Ἑλλήνων.

### 53,a

δεῖ δὲ γινώσκειν ὅτι ὁ ποιητὴς εὐεπιφόρως λέγει τὸν ἐννέα ἀριθμόν· φησὶ γάρ· οἳ δ’ ἐννέα πάντες ἀνέσταν (Η 161)· καὶ ἐννέα δέ σφεας κήρυκες βο〈ό〉ωντες ἐρήτυον (Β 96—97). ἢ ὅτι περὶ φθορᾶς ἀνθρώπων διαλέγεται· ὁ δὲ ἐννέα ἀριθμὸς τοῖς καταχθονίοις ἀνεῖται. Ps Os Κἂν παρὰ τὸ ἦμαρ ὄνομα συντεθῇ, οὐκ ἔστιν ὄνομα ἀλλ’ εἰς ἐπιρρηματικὴν καὶ ἄκλιτον μετέπεσε σύνταξιν καὶ σημαίνει χρόνον τινὰ ἢ καιρόν· τοιοῦτόν ἐστι τὸ ἑξῆμαρ καὶ αὐτῆμαρ καὶ πανῆμαρ. Oa Et.Gud. δεῖ δὲ γινώσκειν ὅτι οὐδὲν τῶν εἰς αρ συντιθεμένων διὰ τοῦ ι γράφεται, οἷον ἑξῆμαρ, αὐτῆμαρ (τὸ δὲ ἦμαρ ἀεὶ μετὰ ἀκλίτων τάττεται), ἐννῆμαρ. ἐχρῆν δὲ αὐτὸ προπαροξύνεσθαι, ὡς παρ’ οὐδέτερον συγκείμενον, ἀλλ’ ὁ τόνος παρηλλάγη, ἐπεὶ καὶ ξένη ἡ σύνθεσις—τὰ γὰρ ἀπὸ τοῦ ἦμαρ συντιθέμενα ἐπιρρήματα προπερισπῶνται, οἷον ἑξῆμαρ, αὐτῆμαρ, ἐννῆμαρ—· οὐδὲν γὰρ εἰς αρ συντίθεται οὐδέτερον. Ps Os Oa Et.Gud. κῆλα : σημαίνει τὰ βέλη, τὰ αἴτια τῆς καύσεως, ὅθεν καὶ ὁ προφήτης· „τὰ βέλη αὐτοῦ τοῖς καιομένοις ἐξειργάσατο“ (Ps.

### 53,b1

7, 14), τουτέστι τοῖς ἁμαρτωλοῖς καὶ ἀσεβέσι. Ps Os παρὰ τὸ κήω, κήσω, κῆλον καὶ δῆλον. Ps κῆλα : παρὰ τὸ καίω· κυρίως γὰρ τὸν κεραυνὸν σημαίνει καὶ τὸν πρηστῆρα ἡ λέξις.

### 53,b2

ἢ παρὰ τὸν ἥσω μέλλοντα, τουτέστιν ἀφήσω καὶ πέμψω, ἀπὸ τοῦ ἵημι, τὸ πέμπω, ἧλον καὶ κῆλον. G Oa {τῇ} δεκάτῃ : δεχάς τις οὖσα παρὰ τὸ δέχω, ἡ ἔχουσα ἐν ἑαυτῇ 〈πάντασ〉 τοὺς ἀριθμούς.

### 54,a1

Ps δεκάτῃ : τοῦτο παρὰ τὸ δέκατος γέγονε· τὸ δὲ δέκατος παρὰ τὸ δεχάς, ἡ ἔχουσα ἐν αὑτῇ πάντα ἀριθμόν.

### 54,a2

Os ἀγορήν : παρὰ τὸ ἀγείρω, τὸ συναθροίζω, ὅπερ παρὰ τὸ ἄγω γέγονεν Ps Os ἀγείρω, κατὰ συγκοπὴν ἄγρω, καὶ 〈ἐν〉 ἀγρομένοισιν ἔμιχθεν (Γ 209, Κ 180).

### 54,b

ἐκ τοῦ ἀγορή, ἀγορῶ, δευτέρας συζυγίας, ἐξ οὗ τὸ ἀγοράασθε (Β 337)· ἐκ δὲ τοῦ ἀγορῶ, ἀγοράζω, τὸ εἰς ἀγορὰν ἐμβάλλω. Ps φρήν : παρὰ τὸ φρῶ ῥῆμα κατὰ συγκοπὴν γινόμενον ἐκ τοῦ προϊῶ, τοῦ σημαίνοντος τὸ πέμπω, γίνεται πρῶ καὶ κατὰ μετάθεσιν τοῦ π εἰς φ φρῶ καὶ ἐντεῦθεν φρήν, ἐφ’ ἧς προΐεται τὰ βουλεύματα.

### 55,a1

Ps φρήν : φρενός κέκλιται.

### 55,a2

τὰ γὰρ εἰς ην λήγοντα διὰ τοῦ η ὀξύτονα μονοσύλλαβα μόνως ἀρσενικὰ καὶ μὴ μόνως θηλυκὰ προσθέσει τοῦ ος κλίνονται καὶ φυλάττουσι τὸ η ἐν τῇ γενικῇ, οἷον σπλήν σπληνός, σφήν σφηνός, μήν μηνός, χήν χηνός Ps Os (ὁ γὰρ ποιητής, εἰπὼν ἀργὴν χῆνα ᾖρεν αἰετός [cf. ο 161], θηλυκὸν εἰπών, ποιητικῇ ἐξουσίᾳ ἐχρήσατο), Ζήν Ζηνός. Ps τὸ δὲ φρήν φρενός, ἐπειδὴ θηλυκοῦ μόνου γένους ἐστί, τρέπει τὸ η εἰς ε ἐν τῇ γενικῇ. τῷ αὐτῷ λόγῳ καὶ ἐπὶ τῶν εἰς ων μονοσυλλάβων, οἷον ὁ κλών τοῦ κλωνός· τὰ εἰς ων λήγοντα ὀξύτονα μονοσύλλαβα, μόνως ἀρσενικὰ καὶ μὴ μόνως θηλυκά, προσθέσει τοῦ ος κλίνεται καὶ φυλάττει τὸ ω ἐν τῇ γενικῇ, οἷον πρών πρωνός, σημαίνει δὲ τὴν ἐξοχὴν τοῦ ὄρους. τὸ δὲ χθών, ἐπειδὴ μόνου θηλυκοῦ γένους ἐστίν, ἔτρεψε τὸ ω εἰς ο ἐν τῇ γενικῇ, οἷον χθών χθονός. Ps Os Φρήν δὲ γέγονε παρὰ τὸ φρῶ ῥῆμα κατὰ 〈συγκοπὴν〉 Ἀττικὴν γενόμενον ἀπὸ τοῦ προΐω, τοῦ σημαίνοντος τὸ πέμπω, πρῶ καὶ κατὰ μετάθεσιν τοῦ π εἰς φ γέγονε φρῶ καὶ ἐντεῦθεν φρήν, ἀφ’ ἧς προΐεται τὰ βουλεύματα. οὕτω Φιλόξενος (fr. 29 Th.). Os λευκώλενος : παρὰ τὸ λεύσ〈σ〉ω, τὸ βλέπω, ὡς ἐκ τοῦ ἐναντίου τὸ μέλαν (τὸ δὲ μέλαν τὸ μὴ βλεπόμενον παρὰ τὸ λάω, τὸ βλέπω, καὶ τὸ μή γίνεται μῆλαν καί, τροπῇ τοῦ η εἰς ε μέλαν).

### 55,b

Ps ὠλέναι δὲ παρὰ τὸ δι’ αὐτῶν ὁλοῦσθαι τὰς πράξεις, τουτέστι πληροῦσθαι. Ps Os Ἥρα : παρὰ τὸ ἀήρ· τὴν αὐτὴν γὰρ λέγουσιν Ἀέρα.

### 55,c

Ps κήδετο : παρὰ τὸ κήδω, ὃ σημαίνει τὸ φροντίζω.

### 56,a1a

Ps κήδετο : σημαίνει τὸ ἐφρόντιζεν.

### 56,a1b

ἔστι δὲ παρατατικοῦ παθητικοῦ· τὸ κήδομαι, ὁ παρατατικὸς ἐκηδόμην καὶ ἐκήδετο. σημαίνει δὲ καὶ τὸ ἀνιᾶσθαι, τουτέστι λυπεῖσθαι· κήδεσθαι γὰρ τὸ λυπεῖσθαι, οἷον τέτλαθι, μῆτερ ἐμή, καὶ ἀνάσχεο κηδομένη περ (Α 586). Os κήδετο : ὁ Ἀρίσταρχος ἀντὶ τοῦ ἠνιᾶτο· καὶ ἔστι μετὰ τῆς περί, ἵν’ ᾖ, „ἠνιᾶτο γὰρ περὶ Δαναῶν“· σέ τε κήδων ἠδὲ σὰ τέκνα (Ω 542)· καλόν τοι σὺν ἐμοὶ τὸν κήδειν (Ι 615)· δηλοῖ καὶ τὸ ἐφρόντιζε· κήδετο οἰκήων, οὓς κτήσατο δ ⸤ ῖο ⸥ ς Ὀδυσσεύς (ξ 4)· ὅθεν κηδεσταί, ὅ τε πατὴρ τῆς 〈γ〉εγαμημένης καὶ αὐτὸς ὁ γαμῶν.

### 56,a2

G Oa ὅτι ῥα : ὅτι δή· ἔστιν ἐπίρρημα.

### 56,b

Os θνῄσκοντας : παρὰ τὸ θνῄσκω· τοῦτο παρὰ τὸ θνῶ, θνήσω, θνήσκω.

### 56,c1

ἔχει δὲ καὶ τὸ ι κατὰ παράδοσιν προσγεγραμμένον, ἀλόγως. Ps θνῄσκοντας : εἴρηται.

### 56,c2

Os θνῄσκω : παρὰ τὸ θνῶ, θνήσω, θνῄσκω, ὡς τρῶ, τρώσω, τρώσκω καὶ τιτρώσκω, καὶ βρῶ, βρώσω, βιβρώσκω.

### 56,c3

Oa ὁρᾶτο : παθητικοῦ παρατατικοῦ τρίτου προσώπου κατὰ συστολὴν Ἰωνικήν.

### 56,d

Ps Os τὸ θέμα ὁρῶ, τὸ βλέπω, ἐξ οὗ καὶ ὅρασις. Ps ἤγερθεν : ἀορίστου πρώτου παθητικοῦ τρίτου προσώπου παρὰ τὸ ἀγε〈ί〉ρω, ὁ μέλλων ἀγερῶ, ὁ παρακείμενος ἤγερκα, ἤγερμαι, ἠγέρθην καὶ τὸ τρίτον τῶν πληθυντικῶν Αἰολικῶς ἢ Δωρικῶς ἤγερθεν.

### 57,a1

ἔθος γὰρ ἔχουσιν οἱ Αἰολεῖς καὶ Δωριεῖς τὰ ἔχοντα ῥήματα τὴν μετοχὴν εἰς ς μετ’ ὀξείας τάσεως σχηματίζειν τὰ τρίτα τῶν πληθυντικῶν, Ps Os ἐνδεί〈ᾳ〉 συλλαβῆς τοῦ πρώτου, φυλάττοντα τὴν παραλήγουσαν τῆς γενικῆς τῆς μετοχῆς· ἐγερθέντος ἤγερθεν, ὥσπερ κοσμηθέντες (Β 655 alibi) κόσμηθεν (Γ 1) καὶ διέτμαγεν (Α 531 alibi) καὶ ἐρήτυθεν (Β 99, 211) καὶ τὰ ὅμοια. Ps ἤγερθεν : συνηθροίσθη.

### 57,a2

τὰ ἔχοντα τὴν μετοχὴν εἰς ς ὀξύτονον ποιοῦσιν †εἰς ος †. Et.Gud. ὁμηγερέες : ἐπίρρημα ἀθροίσεως· γέγονε δὲ παρὰ τὸ ὁμοῦ καὶ τὸ ἀγείρω, τὸ συναθροίζω, Ps Os G Oa Et.

### 57,b

Gud. ὁμοαγειρέος ὁμηγερέος. G Oa Et.Gud. ἐγένοντο : ἔστιν ἀορίστου δευτέρου παθητικοῦ.

### 57,c

Os ἀνιστάμενος : μετοχή ἐστι παθητικὴ {τῶν εἰς μι } ἐνεστῶτος καὶ παρατατικοῦ συζυγίας δευτέρας τῶν εἰς μι .

### 58,a

Os δεῖ γινώσκειν ὅτι τὸ παλαιὸν κἂν βασιλεὺς ἦν κἂν ἄλλος τις οἱασδήποτε τύχης λαμπρᾶς καὶ ἐδημηγόρει, ὀρθὸς ἵστατο. Ps Os ἔφη : παρὰ τὸ φημί, ἔφην, ἔφης, ἔφη καὶ φῆ καὶ τὸ πρωτότυπον αὐτοῦ 〈φῶ〉.

### 58,b

Ps πόδας : παρὰ τὸ παύω, παύσω, ἢ παρὰ τὸ πορός ὀξύτονον.

### 58,c1

Ps πούς : εἴρηται παρὰ τὸν παύσω μέλλοντα ἢ ἀπὸ τοῦ πορός ὀξυτόνου, τοῦ σημαίνοντος τὸ ἐνεργητικόν, ἐκθλίψει τοῦ ρ καὶ κράσει τῶν δύο οο εἰς τὴν ου δίφθογγον, πούς.

### 58,c2

Os ὠκύς : παρὰ τὸ ἀκύς καὶ τροπῇ τοῦ α εἰς ω ὠκύς· τὸ δὲ ἀκύς παρὰ τὸ εἴκω, τὸ ὑποχωρῶ.

### 58,d

Ps Os Ἀχιλλεύς : παρὰ τὸ ἄχος, ὅ ἐστι λύπην, ἐπενεγκεῖν τοῖς Ἰλιεῦσιν.

### 58,e1

οἱ δὲ παρὰ τὸ μὴ θιγεῖν, τουτέστι προσψαύειν, χείλεσι θηλῆς· ὅλως γὰρ οὐ μετέσχε γάλακτος, ἀλλ’ ὑπὸ μυελοῦ ἐτράφη. Ps Ἀχιλλεύς : εἴρηται.

### 58,e2

Os παλιμπλαγχθέντας : δεῖ γινώσκειν ὅτι οὐκ ἐξ ἐπιρρήματος ἡ σύνθεσις τῆς μετοχῆς ἀλλὰ συντεθειμένη διὰ τὸ ἄψ ἀπονοστήσειν (Α 60).

### 59

τὸ δὲ πλα〈γ〉χθέντας ἐστὶ μετοχὴ ἀορίστου πρώτου παθητικοῦ. ἔστι τὸ θέμα αὐτοῦ πελάζω, ὃ δηλοῖ τὸ πλανῶ καὶ ἀπατῶ, καὶ κατὰ συγκοπὴν πλάζω, ὁ μέλλων πλάξω καὶ ἡ μετοχὴ τοῦ ἀορίστου πρώτου πλαχθείς καὶ κατὰ πλεονασμὸν τοῦ ν πλαγχθείς. Ps Os νοστήσειν : μέλλοντος πρώτου ἀπαρεμφάτου πρώτης συζυγίας τῶν περισπωμένων.

### 60,1

γέγονε δὲ ἀπὸ τοῦ νόστου, τοῦ σημαίνοντος τὴν ἀνακομιδήν· ἡ μεταφορὰ ἀπὸ τῶν ἐδεσμάτων, ὡς ἔφη Ὅμηρος· οὐδὲν γλύκιον 〈ἧσ〉 πατρίδος οὐδὲ τοκήων (ι 34). Ps Os νόστος : παρὰ τῇ συνηθείᾳ ὁ γλυκασμὸς λέγεται νόστος· ἡ εἰς τὸν οἶκον ἀνακομιδή, μεταφορικῶς ἀπὸ τῶν ἐδεσμάτων, ὥς φησιν Ὅμηρος ὡς οὐδὲν γλύκιον ἧς πατρίδος οὐδὲ τοκήων (ι 34).

### 60,2

γέγονε δὲ παρὰ τὸ νέω, τὸ πορεύομαι, νέσω, νόστος καὶ νοστῶ, νοστήσω. τὸ δὲ νέω σημαίνει πέντε· τρία διὰ τοῦ ε , τὰ μὲν δύο βαρύτονα, τὸ δὲ ἓν περισπώμενον· καὶ τὰ ἕτερα δύο, τὸ μὲν ἓν διὰ τῆς αι διφθόγγου, ναίω, τὸ οἰκῶ, τὸ δὲ ἕτερον διὰ τοῦ α , νάω. G Oa δαμᾷ : ἐνεστῶτος χρόνου, τρίτου προσώπου, δευτέρας συζυγίας τῶν περισπωμένων.

### 61,a1

γέγονε δὲ παρὰ τὸ δέμω, τὸ σημαῖνον τὸ δαμάζω καὶ καταπονῶ, ὁ ἀόριστος δεύτερος ἔδαμον καὶ ὁ δεύτερος μέλλων δαμῶ καὶ μετάγεται εἰς ἐνεστῶτα καὶ γίνεται δαμῶ δαμᾷς δαμᾷ. Ps Oa Et.Gud. τινὲς δὲ οὕτως· δαμῶ, δαμάσω, τὸ τρίτον δαμάσει καὶ ἀποβολῇ τῆς σει συλλαβῆς δαμᾷ. Et.Gud. Oa δαμᾷ : ἐνεστῶτος χρόνου, τρίτου προσώπου.

### 61,a2

δαμῶ· ἐκεῖθεν δαμᾷ. Os λοιμός : παρὰ τὸ λείπω ῥῆμα, ὁ μέσος παρακείμενος λέλοιπα καὶ ἐξ αὐτοῦ λοιπός καὶ τροπῇ τοῦ π εἰς μ λοιμός.

### 61,b1

Ps λοιμός : παρὰ τὸ λείπω λέλοιπα λοιμός.

### 61,b2

Os μάντιν : ἔστι τι ἡ μαντικὴ διαιρούμενον εἰς εἴδη τρία, εἰς οἰωνοσκοπίαν, ἀεροσκοπίαν καὶ τὴν διὰ τῶν ὀνειράτων.

### 62,a

γέγονε δὲ μάντις παρὰ τὸ ματῶ ῥῆμα, ὃ σημαίνει τὸ ζητῶ· ζητητικὸς γὰρ ὁ μάντις τοῦ μέλλοντος. καὶ οὐκ ἔστι παρὰ τὴν μανίαν, ὥς τινες ὑπέλαβον (cf. Pl. Phaedr. 244c 2), διὸ καὶ Ὅμηρος „εὔφρονα“ (Α 73) λέγει τὸν μάντιν, τουτέστι φρόνιμον. Ps Os ἐρείομεν : προείρηται.

### 62,b1

Os ἐρείομεν : ἐρείω τὸ θέμα· ἐκ τοῦ ῥῶ ῥείω καὶ ἐρείω.

### 62,b2

Et.Gud. ὀνειροπόλον : παρὰ τὸ †ἀναπολεῖν, ὅ ἐστιν ἀναστρέφεσθαι ἐν τοῖς ὀνείροις.

### 63,1a

Ps ὀνειροπόλος : εἴρηται ὀνειροπόλος παρὰ τὸ πολῶ, τὸ ἀναστρέφομαι.

### 63,1b

Os ὀνειροπόλος : 〈.

### 63,2

..〉 ὥσπερ γὰρ οἰωνοπόλος λέγεται ὁ περὶ τοὺς οἰωνοὺς ἀναστρεφόμενος καὶ αἰγοπόλος ὁ περὶ τὰς αἶγας καὶ συγκοπῇ αἰπόλος, οὕτως καὶ ὁ περὶ τοὺς ὀνείρους πολῶν καὶ ἀναστρεφόμενος ὀνειροπόλος, ὡς καὶ θυηπόλος ὁ περὶ τὰς θυσίας ἀναστρεφόμενος. G Oa Et.Gud. ἐχώσατο : μέσου ἀορίστου πρώτου· γέγονε δὲ παρὰ τὸ χέω ῥῆμα· τοῦτο γίνεται κατὰ κρᾶσιν χῶ, τρίτης συζυγίας τῶν περισπωμένων, ὁ μέλλων χώσω, Ps Os ὁ ἀόριστος πρῶτος ἔχωσα, ἐχωσάμην, ἐχώσω, ἐχώσατο.

### 64

Ps εὐχωλῆς : παρὰ τὸ εὔχω κατ’ ἐπέκτασιν τῆς λη συλλαβῆς εὐχωλή.

### 65,1

καὶ ἔμεινε τὸ χω μέγα· διατί; ὥσπερ παρὰ τὸ παύσω, παυσωλή καὶ θάλπω θαλπωρή, Ps Os καὶ ἀλέω, ἀλεωρή, οὕτως καὶ εὔχω, εὐχωλή. ὁ κανών· τὰ {γὰρ} ἀπὸ ἐνεστώτων ἢ μελλόντων κατὰ πρόσθεσιν συλλαβῆς γινόμενα ὀνόματα διὰ τοῦ ω γράφεται. Ps εὐχωλή : πόθεν; εὔχω εὐχωλή, 〈ὡσ〉 παύσω παυσωλή, τέρπω τερπωλή.

### 65,2

Et.Gud. ἀρνῶν : γέγονεν ἀρνός παρὰ τὸ ἀρά, ὃ σημαίνει τὴν εὐχήν· ἐκ τούτου γίνεται ἀρήν ἄρηνος, τουτέστι τὸ ἐπὶ εὐχῇ προσφερόμενον πρόβατον· αὕτη ἡ γενικὴ συγκοπὴν συμπάσχει καὶ γίνεται ἀρνός καὶ μετάγεται εἰς εὐθεῖαν.

### 66,a

οἷον ὁ ἀρνός τοῦ ἀρνοῦ, ἢ ἀπὸ τοῦ ῥήν ῥηνός, ἐξ οὗ τὸ πολύρρηνες πολυβοῦται (Ι 154, 296)· γίνεται κατὰ τροπὴν τοῦ η εἰς α ῥανός καὶ κατὰ ὑπερβιβασμὸν ἀρνός Ps Os καὶ μετάγεται αὕτη ἡ γενικὴ εἰς εὐθεῖαν. Ps κνίσης : τοῦ λίπους καὶ τῆς ἀναθυμιάσεως, τουτέστι τοῦ καπνοῦ.

### 66,b

εἴρηται κνίσα ἀπὸ τοῦ κνίζω, κνίσω, ὃ σημαίνει τὸ λεπτύνω· λεπτότατος γάρ ἐστιν ὁ ἐπίπλους, τουτέστι τὸ λεγόμενον κνισάριον. τοῦτο δέ ἐστι καὶ τὸ „συκάμινα †κνίζοντα“ (Amos. 7, 14), το ⸤ υτέστι ⸥ τῷ ὄνυχι διακαθαίρων· καὶ ἐν τῷ Νόμῳ· „ἀποκνιεῖ ὁ ἱερεὺς τὸ ὁλοκάρπ ⸤ ωμα ⸥ “ (cf. Lev. 1, 15 et 5, 8). G Oa τελείων : ἤτοι τῶν ὁλοκλήρων (λελωβημένα γὰρ οὐ θύεται, ἀλλ’ ὑγιῆ) ἢ τῶν τελείων θυσιῶν.

### 66,c1

παρὰ τὸ τέλειος. Τὸ λει δίφθογγος· τὰ ἀπὸ τῶν εἰς ος οὐδετέρων διὰ τοῦ ειος γινόμενα ὀνόματα, μὴ παραληγόμενα τῷ α , διὰ τῆς ει διφθόγγου γράφεται, οἷον ἕλος ἕλειος, ὄνειδος ὀνείδειος καὶ ὀνειδείοις ἐπέεσιν (Α 519 alibi) καὶ ὀνείδειον φάτο μῦθον (Φ 393, 471), ἄφενος, ἀφένειος καὶ κατὰ συγκοπὴν ἀφνειός, οὕτως οὖν καὶ τέλος τέλειος, χωρὶς τοῦ τέμενος τεμένιος· τοῦτο γὰρ διὰ τοῦ ι γράφεται, ἵνα μὴ εὑρεθῇ τὸ ε ἄλλ’ ἐπάλληλον ἐν τρισὶ συλλαβαῖς· πρόσκειται „〈μὴ〉 παραληγόμενα τῷ α ,“ ἐπειδὴ ἐκεῖνα διὰ τοῦ ι γράφεται, οἷον ἅγος ἅγιος, θάλπος θάλπιος, 〈πέλαγοσ〉 πελάγιος. Ps τελείων : τελείων ἤτοι τὴν ἡλικίαν ὁλοκλήρων· λελωβημένα γὰρ οὐ 〈θύεται〉.

### 66,c2

〈...〉 γράφεται οἷον 〈...〉 τέλειος, χωρὶς τοῦ τεμένιος διὰ τὴν ἐπαλληλίαν τῶν τριῶν εεε . Os ⸤ λ ⸥ οιγός : παρὰ τὸ λείπω λοιπός καὶ λοιγός· λεῖψιν γὰρ τῶν ἀν⸤ θρώπων ἐργάζεται ⸥ .

### 67,a

G, Oa extr. ord. ἀμῦναι : ἀποστρέψαι καὶ ἀλεξῆσαι καὶ βοηθῆσαι· σημαίνει δὲ 〈καὶ〉 τὸ τιμωρήσασθαι.

### 67,b

τὸ δὲ ἀμύνω ἀπὸ τοῦ ἄμυνα, ἡ ἐκδίκησις· τοῦτο παρὰ τὸ μύνη (φ 111), ἡ πρόφασις, καὶ μετὰ τοῦ ἐπιτατικοῦ α , ἄμυνα. Oa ὄχ’ ἄριστος : τὸ ὄχα σημαίνει τὸ ἔξοχον ἢ ἔνδοξον· γέγονε δὲ παρὰ τὸ ἐξέχω ἔξοχος καὶ οὐδετέρως ἔξοχον καὶ ἡ εὐθεῖα τῶν πληθυντικῶν ἔξοχα.

### 69

Ps Os G καὶ ἀφαιρέσει τῆς ἐξ προθέσεως, ὄχα, Ps Os G Oa ὅθεν καὶ ὄχ’ ἄριστος (Α 69). Ps G Oa ἔστι δὲ ἐπίρρημα ὀνοματικόν. G Oa ᾔδη : μέσος ὑπερσυντέλικος.

### 70

ἔστι γὰρ τὸ θέμα αὐτοῦ εἴδω, ὁ μέσος παρακείμενος εἶδα ἀτρέπτως καὶ ὁ μέσος ὑπερσυντέλικος εἴδειν καὶ ἐκτάσει Ἀττικῇ τοῦ ε εἰς η ᾔδειν, Ps Os προσγραφομένου καὶ τοῦ ι · καὶ ἐπειδὴ οἱ Ἴωνες διαλύουσι τὴν ει δίφθογγον εἰς ε καὶ α , οἷον εἰ τότε κοῦρος ἔα (Δ 321), †συνήθως καθότι καὶ τὸ ᾔδειν, ᾔδεα, καὶ κράσει τοῦ ε καὶ α εἰς η , ᾔδη καὶ τὸ ἑστήκειν ἑστήκεα†. Ἔστι δὲ τελείου μάντεως τὸ ἐπίστασθαι ἀκριβῶς τοὺς τρεῖς χρόνους. Ps ἡγήσατο : μέσου ἀορίστου πρώτου, πρώτης συζυγίας τῶν περισπωμένων.

### 71

Ps Os ἔστι δὲ ὁμώνυμος ἡ λέξις· ὅτε γὰρ δηλοῖ τὸ προηγεῖσθαι ὁδοῦ, δοτικῇ συντάσσεται. ὅτε δὲ τὸ ἄρχειν, γενικῇ. Ps Os Et.Gud.; Oa extr. ord. ⸤ κέλεαι : χρόνου ἐνεστῶτος παθητικοῦ, δευτέρου ⸥ προσώπου Ἰωνικοῦ.

### 74,a

ἔστι τὸ θέμα κελεύω καὶ κατὰ συγκοπὴν τῆς ευ διφθόγγου, κέλω· καὶ σημαίνει τὸ κελεύω· ὁ παθητικὸς κέλομαι, τὸ δεύτερον κέλῃ καὶ Ἰωνικῶς κέλεαι. Ps Os G Oa Et.Gud. μυθήσασθαι : μέσου ἀορίστου πρώτου, δευτέρας συζυγίας τῶν περισπωμένων.

### 74,b

Os ἑκατηβελέταο : Αἰολικὴ γενική· παρὰ τὸ ἵημι· ὁ παθητικὸς παρακείμενος ἔμαι, ἔσαι, ἔται, ἔτης καὶ μετὰ τοῦ βέλους, βελέτης, καὶ μετὰ τῆς εκη ἑκηβελέτης καὶ πλεονασμῷ τοῦ ατ ἑκατηβελέτης.

### 75

Oa σύνθεο : προστακτικὸν μέσου ἀορίστου δευτέρου· ἐθέμην, ἔθου καὶ θοῦ τὸ προστακτικὸν καὶ κατὰ διάλυσιν θέο καὶ ἐν συνθέσει σύνθεο.

### 76,1

Ps σύνθεο : μέσου ἀορίστου παθητικοῦ· ἔστι τὸ θέμα τιθῶ, ὁ μέσος δευτέρου ἀορίστου ἐθέμην, ἔθου καὶ θοῦ καὶ κατὰ διάλυσιν θέο καὶ σύνθεο.

### 76,2

Os ἀρήξειν : μέλλοντος πρώτου ἀπαρέμφατον· τὸ θέμα ἀρήγω, ἐντεῦθεν γέγονεν ἀρωγός, οἷον ἀρήγω ἀρηγός καὶ ἀρωγός· ὁ μέλλων ἀρήξω.

### 77,1a

Ps ἀρήξειν : ἀπαρέμφατον· τὸ θέμα ἀρήγω, ἀφ’ οὗ ἀρωγός, τροπῇ τοῦ η εἰς ω .

### 77,1b

Os ἀρήξειν : βοηθήσειν.

### 77,2

καὶ ἔστι κυρίως τὸ μετ’ εὐχῆς βοηθεῖν, ἀπὸ τοῦ ἀρῶ, ἀράσω καὶ ἀρήσω καὶ ἀρήξω καὶ ἀρηγών (Δ 7 alibi), ὁ βοηθός. Oa ὀΐομαι : ἔστιν οἴω, τὸ ὑπολαμβάνω καὶ νοῶ· τοῦτο γίνεται κατὰ διάλυσιν ὀΐω καὶ ὁ παθητικὸς ὀΐομαι.

### 78,a

Ps Os χολωσέμεν : μέλλοντος πρώτου ἀπαρέμφατον Δωρικῶς· ἐκεῖνοι γὰρ τὰ εἰς ειν ἀπαρέμφατα εἰς εμεν μεταβάλλουσι (τὸ τύψειν τυψέμεν λέγουσιν), οἱ δὲ Αἰολεῖς εἰς εμεναι , οἷον εἰωθότες ἔδμεναι ἄδην (Ε 203).

### 78,b1

γέγονε δὲ παρὰ τὸ χόλος, ὅπερ παρὰ τὸ χῶ. Ps Os χολωσέμεν : Δωριεῖ ⸤ σ ⸥ τὰ εἰς ειν ἀπαρέμφατα ποιοῦσι καὶ εἰς εμεν καὶ εἰς εμεναι · τύπτειν τυπτέμεν καὶ τυπτέμεναι· γελάσειν γελασέμεν καὶ γελασέμεναι· χολώσειν χολωσέμεν καὶ χολωσέμεναι.

### 78,b2

Et.Gud. Ἀργείων : δεῖ γινώσκειν ὅτι τὸ Ἀργεῖος διὰ τῆς ει διφθόγγου γράφεται καὶ προπερισπᾶται.

### 79

καὶ γὰρ τὰ διὰ τοῦ ειος τρισύλλαβα πρὸ μιᾶς τὸν τόνον ἔχοντα, 〈ἔχοντα〉 ἐν τῇ πρώτῃ συλλαβῇ τὸ α , μεθ’ οὗ ἐστι δύο σύμφωνα ἢ καὶ πλείονα, διὰ τῆς ει διφθόγγου γράφεται, χωρὶς τοῦ ἀντίος, οἷον ἀνδρεῖος, ἀστεῖος, βακχεῖος, ἀγρεῖος, ὁ ἄγροικος, οὕτως οὖν καὶ Ἀργεῖος καὶ ἀνδρεῖος καὶ ἀχρεῖος (τοῦτο δὲ οἱ Ἀθηναῖοι προπαροξύνουσιν) Ps Os 〈καὶ〉 τὸ Ἀρνεῖος (ἔστι δὲ ὄνομα μηνὸς παρὰ †Λακεδαιμονίοις). ἰστέον δὲ ὅτι τὸ ἀγρεῖος ἐπὶ μὲν τοῦ ἀγροίκου διὰ τῆς ει διφθόγγου γράφεται, ἐπὶ δὲ τοῦ ἀνημέρου ἄγριος λέγεται προπαροξυτόνως καὶ διὰ τοῦ ι γράφεται, ὁμοίως καὶ ἐπὶ τοῦ κυρίου ὀνόματος· Ἄγριος ἠδὲ Μέλας (Ξ 117). Ps κρείσσων : παρὰ τὸ κρατύς γέγονεν—ὅπερ παρὰ τὸ κράτος— κράσσων, τὸ συγκριτικόν, καὶ τροπῇ τοῦ α εἰς ε κρέσσων καὶ πλεονασμῷ τοῦ ι κρείσσων.

### 80,a1

Ps Os οὐδέποτε γὰρ πρὸ τῶν δύο σς ἢ δύο συμφώνων τῶν αὐτῶν εὑρίσκεται δίφθογγος, πλὴν τοῦ κρείσσων καὶ τὰ ἐξ αὐτοῦ, οἷον κρεσσῶ. Ps κρείσσων : παρὰ τὸ κράτος γίνεται κρατύς, ὄνομα συγκριτικὸν κρατύτερος, κρατίων, κράσσων καὶ τροπῇ τοῦ α εἰς ε , ὡς βάραθρον βέρεθρον, καὶ πλεονασμῷ τοῦ ι κρείσσων.

### 80,a2

G Oa χέρηϊ : ὀνόματος συγκριτικοῦ, πτώσεως δοτικῆς.

### 80,b

γέγονε δὲ οὕτως· χερείων, χερείονος, ἡ δοτικὴ χερείονι, καὶ κατὰ συγκοπὴν τοῦ ον χέρειϊ καὶ διὰ τὸ ἐπάλληλον τῶν δύο ιι , τροπῇ τῆς ει διφθόγγου εἰς η , γίνεται τὸ χέρηϊ· καὶ ἀναβιβάζει τὸν τόνον. Ps Os σημαίνει δὲ τὸ ἐλάττονι. Ps πέψῃ : σημαίνει τὸ κατάσχῃ καὶ καταδαπανήσῃ· ἡ δὲ μεταφορὰ ἀπὸ τῶν ἐν γαστρὶ πλείω χρόνον κατεχομένων.

### 81,1

ἔστι δὲ μέσου ἀορίστου πρώτου. τὸ θέμα αὐτοῦ πέπτω Ps Os καὶ ὁ μέλλων πέψω καὶ 〈τὰ〉 λοιπὰ δῆλα. καὶ ἔστιν ἑτερόκλιτον. Ps καταπέψῃ : ἐκ τοῦ πέπτω, τοῦ δαπανῶ καὶ μαγειρεύω, ἀορίστου πρώτου ὑποτακτικοῦ παθητικοῦ δευτέρου προσώπου· ἐὰν πέψωμαι, πέψῃ· ἀπεψίας πέπονθεν ἐξ ἀπληστίας.

### 81,2

Et.Gud. ὄπισθεν : ὄπισθεν ἐκ τοῦ ὀπίσωθεν καὶ κατὰ συγκοπὴν τοῦ ω ὄπισθεν.

### 82,1

Ps ὄπισθεν : κατὰ συγκοπὴν ἀπὸ τοῦ ὀπίσωθεν.

### 82,2

Os θαρσήσας : παρὰ τὸ θάρσος· ἔστι ψυχικὸν τὸ πάθος.

### 85,a

Ps Os εἰπέ : τρία ῥήματά εἰσιν ὀξυνόμενα ἐν προστακτικοῖς εἰς τὸν δεύτερον ἀόριστον· τὸ εἰπέ, τὸ ἐλθέ καὶ τὸ εὑρέ.

### 85,b

περὶ τούτων λέγει ὁ Ἡρωδιανὸς (cf. 1, 464, 8—9 et 15—19) ὅτι ταῦτα ὡς μακρᾷ παραληγόμενα ταύτης ἔτυχε τῆς τάσεως· Ps Os τὰ γὰρ βραχείᾳ παραληγόμενα διὰ βαρείας τάσεως ἐκφέρεται (Ἀττικὸν δέ ἐστι τὸ ἰδέ καὶ τὸ λαβέ). Ps θεοπρόπιον : ὄνομα οὐδέτερον, σημαίνει δὲ τὸ ἐκ θεοῦ μάντευμα.

### 85,c1

ἢ τὸ θεοπρέπιον, τὸ τοῖς θεοῖς πρέπον· οὗτοι γὰρ ὡς πάντα ἐπιστάμενοι λέγουσι τὰ τοῖς ἀνθρώποις ἠγνοημένα. Ps Os 〈ἢ〉 θεοπροέπιον, τὸ ἐκ θεοῦ 〈προ〉λεγόμενον. Ps θεοπρόπιον : τὸ ἐκ θεοῦ μάντευμα.

### 85,c2

παρὰ τὸ ἔπω ἔπιον, τὸ λόγιον, ὡς λέγω λόγιον, καὶ μετὰ τῆς προ , προέπιον, καὶ ἐν συγκοπῇ πρόπιον, καὶ μετὰ τοῦ θεός, θεοπρόπιον· οὗτοι γὰρ ὡς πάντα ἐπιστάμενοι λέγουσι τὰ τοῖς ἀνθρώποις ἠγνοημένα· οἱονεὶ θεοπρο〈έ〉πιον, τὸ ἐκ θεοῦ προλεγόμενον. Oa οἶσθα : ἔστιν ἐνεστῶτος χρόνου τῶν εἰς μι , δευτέρου προσώπου.

### 85,d

ἔστι ῥῆμα εἰδῶ, καὶ σημαίνει τὸ ἐπίσταμαι καὶ γινώσκω, οὗ ὁ μέλλων εἰδήσω, ἐξ οὗ καὶ τὸ Ἥρη, μὴ δὴ πάντας ἐμοὺς ἐπιέλπεο μύθους εἰδήσειν (Α 545—46), καὶ τὸ παράγωγον εἴδημι, τὸ δεύτερον εἴδης καὶ κατὰ πλεονασμὸν τῆς θα συλλαβῆς εἴδησθα καὶ ἐν συγκοπῇ καὶ κατὰ τροπὴν Αἰολικὴν τοῦ ε εἰς ο οἶσθα. Ps Os; Oa extr. ord. Καὶ ἄλλως· Αἰολική ἐστιν ἡ λέξις. ἔστι τὸ θέμα εἴδω, ὁ μέσος παρακείμενος οἶδα. οἱ δὲ Αἰολεῖς τὸ οἶδα οἴδημι λέγουσι καὶ τὸ δεύτερον οἴδης καὶ πλεονασμῷ τῆς θα συλλαβῆς οἴδησθα καὶ ἐν συγκοπῇ οἶσθα. Os; Oa extr. ord. Κάλχαντα : τὰ εἰς ας δισύλλαβα ἔχοντα τὴν πρώτην καὶ δευτέραν συλλαβὴν ἀπὸ τοῦ αὐτοῦ συμφώνου ἀρχομένην, διὰ τοῦ ντ κλίνεται, οἷον Μίμας Μίμαντος (cf.

### 86

γ 172). οὕτως καὶ Κάλχας Κάλχαντος. Os χθών : παρὰ τὸ χῶ ῥῆμα, τὸ χωρῶ, ἐγένετο χών καὶ κατὰ πλεονασμὸν τοῦ θ · ἡ πάντας λαμβάνουσα καὶ ὑποδεχομένη.

### 88,1

καὶ κλίνεται μόνως θηλυκῶς καὶ γράφεται ἐπὶ τῆς γενικῆς διὰ τοῦ ο . Ps χθών : εἴρηται.

### 88,2

Os βαρείας : ὑβριστικάς, φονικάς, 〈ὅπλῳ〉 βεβαρημένας χεῖρας.

### 89,a

Ps χείρ : παρὰ τὸ ἔχειν χείν καὶ τροπῇ τοῦ ν εἰς ρ χείρ.

### 89,b

Ps Os ἄριστος : παρὰ τὸ ἀρείων συγκριτικὸν γίνεται τὸ ὑπερθετικὸν ἄριστος Ps Os διὰ τοῦ ι .

### 91,a

τὰ γὰρ εἰς τος λήγοντα ὀνόματα ἁπλᾶ ἢ σύνθετα διὰ μόνου τοῦ ι γράφεται, οἷον Χριστός ἄχριστος, πιστός δύσπιστος. Ps εἶναι : ἰστέον ὅτι τὸ εἶναι ἐνεστώς ἐστι παθητικὸς ἀπαρεμφάτου τῶν εἰς μι ἀπὸ τοῦ εἰμί γινόμενον· ὥσπερ γὰρ ἀπὸ τοῦ τίθημι τίθεμεν γίνεται τιθέναι, τὸν αὐτὸν τρόπον καὶ ἀπὸ τοῦ εἰμί γίνεται τὸ πληθυντικὸν ἐμέν, ὅπερ κατὰ πλεονασμὸν τοῦ ς ἐσμέν· ἀπὸ οὖν τοῦ ἐμέν γίνεται τὸ ἀπαρέμφατον ἔναι καὶ κατὰ πλεονασμὸν τοῦ ι εἶναι.

### 91,b1

τὸ δὲ εἷναι, τὸ σημαῖνον τὸ ἀπολύω, γέγονεν ἀπὸ τοῦ ἵημι. καὶ ἔστι δευτέρου ἀορίστου ἀπαρεμφάτου. Ps Os εἶναι : ἐνεστὼς καὶ παρατατικὸς ἀπαρεμφάτου τῶν εἰς μι .

### 91,b2

ἐκ τοῦ εἰμί, εἴς, ἔντος, ἔναι καὶ πλεονασμῷ τοῦ ι εἶναι (εὑρέθη δὲ πλεονασμὸς καὶ ἐν τῷ πρώτῳ τῶν πληθυντικῶν τοῦ ὁριστικοῦ· εἰμὲν τοῖοι [Η 231]). καὶ γίνεται δι’ ἐκείνου τὸ εἶναι. 〈...〉 διὰ τοῦ ι , ἵνα φυλάξῃ τὴν παραλήγουσαν τῶν πληθυντικῶν. ἀλλὰ συνεξέδραμεν τῷ ὁμοίῳ αὐτῷ εἶναι, ὅπερ ἐν συνθέσει γίνεται ἐξεῖναι καὶ παρεῖναι. Ἔστι δὲ ἕτερον εἷναι δευτέρου ἀορίστου ἐκ τοῦ ἵημι· ὁ δεύτερος ἀόριστος ἧν καὶ ὤφειλε τὸ ἀπαρέμφατον 〈ἕναι〉 εἶναι διὰ τὴν παραλήγουσαν τοῦ πρώτου τῶν πληθυντικῶν τοῦ ὁριστικοῦ ἢ ἧναι διὰ τὸ ἐκεῖθεν κανονίζεσθαι, τουτέστιν 〈ἐκ〉 τοῦ τρίτου προσώπου, τοῦ ἧ. τῶν οὖν δύο κανόνων μαχομένων, τοῦ μὲν ἑνὸς ἀπαιτοῦντος τὸ ε , τοῦ δὲ ἑτέρου τὸ η , ἐγένετο 〈εἷναι〉, φυλάττον τὸν μακρὸν χρόνον τοῦ η , τὴν δὲ παραλήγουσαν τοῦ ἕμεν. τοῦτο δὲ δασύνεται καὶ ἐν συνθέσει· ἀφεῖναι καὶ καθεῖναι. Oa ηὖδα : χρόνου παρατατικοῦ· ὁ ἐνεστὼς αὐδῶ αὐδᾷς, ὁ παρατατικὸς ηὔδαον, ηὔδων, ηὔδαες, ηὔδας, ηὔδαε, ηὔδα.

### 92,a1

καὶ ἔστι τὸ α μακρόν, ὡς ἀπὸ συναιρέσεως. Ps ηὖδα : παρατατικοῦ· καὶ εὔδηλον.

### 92,a2

Os ἀμύμων : παρὰ τὸ ἄμωμος· τὸ δὲ ἄμωμος παρὰ τὸ μῶμος ἀμώμων καὶ τροπῇ τοῦ ω εἰς υ ἀμύμων.

### 92,b

Ps Os Pa Et.Gud.; Oa extr. ord. θυγάτηρ : παρὰ τὸ θύειν κατὰ γαστέρα καὶ ὁρμᾶν.

### 95,1

λέγεται τὰ θήλεια τάχιον κινεῖσθαι ἐν τῇ γαστρὶ ὄντα· οὕτως Ἡρωδιανός (2, 300, 26—28). Ps θύγατρα : εἴρηται.

### 95,2

Os ἀφέξει : ἐκ τοῦ ἔχω ἀπέχω καὶ ἀφέξω.

### 97

Pa πατήρ : ἐπὶ Θεοῦ παρὰ τὸ πάντας τηρεῖν.

### 98,a

εἴρηται δὲ καὶ ἄλλως πατήρ παρὰ τὸ πατεῖν ἐν τῇ συνουσίᾳ, καθάπερ τὰ λοιπὰ ζῷα. Ps Os δόμεναι : ἀορίστου δευτέρου ἀπαρεμφάτου τῶν εἰς μι .

### 98,b

εἰώθασι γὰρ οἱ Δωριεῖς ἐπὶ τῶν εἰς ναι ἀπαρεμφάτων τοῦ ἀορίστου ἐπεντιθέναι τὴν με συλλαβὴν καί, εἰ μὲν ὦσι δύο φωνήεντα, τὸ ἓν ἀποβάλλειν, οἷον δοῦναι δόμεναι, θεῖναι θέμεναι, εἶναι ἔμεναι καὶ πλεονασμῷ ἑτ ⸤ έρου ⸥ μ ἔμμεναι· εἰ δὲ εὑρεθῇ ἓν φωνῆεν, φυλάττει〈ν〉 αὐτό, οἷον στῆναι στήμεναι, βῆναι βήμεναι. Ps Os ἑλικώπιδα : μελανόφθαλμον, ἀφ’ οὗ εὐπρεπῆ —ἢ τὴν ἀξιοθέατον, πρὸς ἣν πᾶς ἑλίσσει τὴν θέαν—· ἑλικόν γὰρ κατὰ διάλεκτον καλεῖται τὸ μέλαν.

### 98,c1

Ps Os ἑλικώπιδα : τὴν ἀξιοθέατον καὶ εὐμορφοτάτην, πρὸς ἣν ἅπας ἑλίσσει τοὺς ὦπας διὰ τὸ κάλλιστον εἶδος.

### 98,c2

ἢ μελανόφθαλμον· ἑλικόν δὲ τὸ μέλαν κατὰ διάλεκτον. Oa κούρην : παρὰ τὸ οὐρῶ, τὸ φυλάττω, οὔρη καὶ πλεονασμῷ τοῦ κ κούρη· φυλακτικὴ γὰρ ἡ κούρη καὶ περιέπει ἑαυτήν· ὅθεν καὶ κηπουρός λέγεται ὁ οὐρῶν τὸν κῆπον, τουτέστι φυλάττων.

### 98,d1

καὶ ἄλλως· παρὰ τὸ κείρω, τὸ κουρεύω, γίνεται κόρη, ἡ κειρομένη ἔτι καὶ νεάζουσα, καὶ κατὰ πλεονασμὸν τοῦ υ , κούρη. Ps Os κούρη : παρὰ τὸ ⸤ οὐ ⸥ ρῶ, τὸ φυλάττω, γίνεται ὄνομα οὔρη καὶ κούρη.

### 98,d2

ἢ παρὰ τὸ κείρω, τὸ κου ⸤ ρεύω, κό ⸥ ρη καὶ κούρη Ἰωνικὸν κατὰ πλεονασμὸν τοῦ υ · ἡ κειρομένη ἔτι καὶ νηπιά ⸤ ζουσα ⸥ . G Oa ἀπριάτην : παρὰ τὸ πρίασθαι, τουτέστιν ἀγοράζεσθαι καὶ μετὰ τοῦ στερητικοῦ α ἀπριάτην.

### 99,1

Ps Os ἀπριάτην : ἢ ἐπιρρηματικῶς δεῖ ἀκούειν, τουτέστιν ἄνευ πράσεως, ἢ θηλυκῶς ἀπὸ τοῦ ὁ ἀπρίατος καὶ ἡ ἀπριάτη.

### 99,2

πρίημί ἐστι τὸ πωλῶ· τοῦτο δὲ παρὰ τὸ πριῶ, ἐξ οὗ καὶ „πριῶ μοι,“ φησὶν ὁ κωμῳδός, „σελάχιον“ (Eup. fr. 1 Kock), ἐκ τοῦ πριῶ, πριάσω, πεπρίακα, πεπρίαμαι, πεπρίαται, πρίατος καὶ ἀπρίατος, 〈...〉 ὁμοφώνως τῷ ἀρσενικῷ· τὰ γὰρ εἰς ος σύνθετα κοινά εἰσι τῷ γένει. Pa Oa Et.Gud. ἱλασσάμενος : μετοχὴ παθητικοῦ μέσου ἀορίστου πρώτου, εὐθείας τῶν πληθυντικῶν· ἔστιν ἱλῶ, ἱλᾷς καὶ ὁ μέλλων ἱλάσω καὶ ὁ ἀόριστος ἵλασα καὶ ὁ μέσος ἱλασάμην καὶ ἡ μετοχὴ ἱλασσάμενοι κατὰ πλεονασμὸν τοῦ ς τοῦ δευτέρου.

### 100,a1

Ps Os ἱλασσάμενος : μετοχῆς παθητικῆς, συζυγίας δευτέρας τῶν περισπωμένων.

### 100,a2

τὸ θέμα ἱλῶ, ἱλᾷς, ἱλάσω καὶ ἐκ τούτου ἱλάσθητι (Ev. Luc. 18, 13 alibi) καὶ ἱλασμός καὶ ἐκ τούτου ἱλασσάμενος, πλεονασμῷ τοῦ ς διὰ τὸ μέτρον· ἐκ τοῦ ἱλῶ, ἵλημι, ἐξ οὗ καὶ τὸ ἵλαθι προστακτικόν. Et.Gud. d; Oa extr. ord. πεπίθοιμεν : ἀορίστου δευτέρου εὐκτικοῦ, πρώτου προσώπου τῶν πληθυντικῶν.

### 100,b1a

ἔστι πείθω καὶ ὁ μέλλων πείσω, ὁ δεύτερος ἀόριστος ἔπιθον καὶ μετὰ ἀναδιπλασιασμοῦ πέπιθον. εἴωθε γὰρ ὁ δεύτερος ἀόριστος ἀναδιπλασιάζεσθαι, ὥσπερ καὶ τὸ σπουδῇ πεπίθοντο (cf. Ψ 37, ω 119) καὶ ῥηϊδίως πεπιθεῖν μεγάλας φρένας (Ι 184). Ps πεπίθοιμεν : δεῖ γινώσκειν ὅτι τὸ πεπίθοιμέν ἐστι ἀόριστος δεύτερος· τὸ θέμα πείθω καὶ ἐδέξατο ἀναδιπλασιασμόν, ὥσπερ καὶ τὸ σπουδῇ †πεπιθοῦντος (cf.

### 100,b1b

Ψ 37, ω 119) καὶ ῥηϊδίως πεπιθεῖν μεγάλας φρένας Αἰακίδαο (Ι 184.) Os πεπίθ ⸤ οι ⸥ μεν : εὐκτική, ⸤ δεύτερος ἀόριστος.

### 100,b2

τὸ ⸥ θέμα πείθω, ὁ δεύτερος ἀόριστος ἔπιθον καὶ ἀναδιπλασιασμῷ Ἀττικῷ ἐπ ⸤ έπιθον ⸥ , ἐξ οὗ καὶ τὸ σπουδῇ παρπεπιθόντες (Ψ 37, ω 119) καὶ τὸ ἀπαρέμφατον πεπιθεῖν· ῥη ⸤ ϊ ⸥ δίως ⸤ πεπιθεῖν μεγάλας φρένας Αἰακίδαο ⸥ (Ι 184). G Oa κρείων : παρὰ τὸ κρατῶ, κρατείων καὶ ἐν συγκοπῇ κρείων.

### 102,a

Ps Ἀγαμέμνων : ὁ ἄγαν μένων ἐν τῷ πολέμῳ ἢ ὁ ἄγαν ὑπομονητικός.

### 102,b

Ps Os ἀχνύμενος : ἐνεστῶτος καὶ παρατατικοῦ μετοχῆς τῶν εἰς μι .

### 103,a

γέγονε δὲ παρὰ τὸ ἄχος, ὃ σημαίνει τὴν λύπην, ἀχῶ καὶ ἀχύω καὶ κατὰ πλεονασμὸν τοῦ ν ἀχύνω καὶ ἐν ὑπερθέσει ἀχνύω· ἐκ τούτου γέγονε παράγωγον ῥῆμα ἄχνυμι καὶ τὸ παθητικὸν ἄχνυμαι καὶ ἡ μετοχὴ ἀχνύμενος. Ps Os μένεος : ἔστιν οὐδετέρου γένους· τὸ μένος.

### 103,b

Os πίμπλαντο : παρατατικοῦ τῶν εἰς μι κατὰ συστολὴν τῆς ἀρχούσης· γέγονε δὲ ἐκ τοῦ πέλω καὶ κατὰ συγκοπὴν πλῶ καὶ κατὰ ἀναδιπλασιασμὸν πιπλῶ, δευτέρας συζυγίας τῶν περισπωμένων, καὶ κατὰ πλεονασμὸν τοῦ μ πιμπλῶ· ἐκ τούτου παράγωγον πίμπλημι.

### 104,a

Ps Os καὶ τὸ παθητικὸν πίμπλαμαι, ὁ παρατατικὸς ἐπιμπλάμην καὶ τὸ τρίτον τῶν πληθυντικῶν ἐπίμπλαντο. Ps ὄσσε : ἔστιν ὄνομα, γένους οὐδετέρου, εὐθείας τῶν δυϊκῶν.

### 104,b1

σημαίνει δὲ τοὺς ὀφθαλμούς. κλίνεται δὲ οὕτως· τὸ ὄσσος, τοῦ ὄσσεος καὶ ὄσσους καὶ ἡ εὐθεῖα τῶν δυϊκῶν τὼ ὄσσεε, εἴτε κατὰ ἀποκοπὴν ἢ κατὰ συγκοπὴν τοῦ ε —ἄδηλον γὰρ τὸ πάθος—γίνεται ὄσσε. τὸ δὲ ὄσσος ἐγένετο παρὰ τὸ ὄπτω Αἰολικόν· οἱ γὰρ Αἰολεῖς τὸ πτ εἰς δύο σς τρέπουσι. κλίνεται {οὖν} καὶ ἀρσενικῶς ὁ ὄσσος, ὥσπερ ὁ σκότος καὶ τὸ οὐδέτερον τὸ ὄσσος, ὥσπερ τὸ σκότος. Ps Os ὄσσε : ⸤ οὐδέτερον, εὐθείας τῶν δυϊκῶν.

### 104,b2

⸥ σημαίνει δὲ τοὺς ὀφθαλμούς. κλίνεται δὲ τὸ ὄσσος, τοῦ ὄσσεος καὶ ⸤ ὄσσους· ἡ εὐθεῖα ⸥ τῶν δυϊκῶν ὄσσεε, ἀφαιρέσει τοῦ ἑνὸς ε , ὄσσε. γέγονε ⸤ δὲ παρὰ τὸ ὄπτω, τὸ βλέπω, Αἰ ⸥ ολικῶς ὄσσω, ὡς κόπτω κόσσω καὶ πέπτω πέσσω. ⸤ κλίνεται δὲ καὶ ἀρσενικῶς ὁ ὄσσοσ ⸥ , ὥσπερ ὁ σκότος. G Et.Gud. λαμπετόωντι : μετοχὴ γένους οὐδετέρου πτώσεως δοτικῆς δευτέρας συζυγίας τῶν περισπωμένων.

### 104,c1

παρὰ τὸ λάμπω ἐγένετο λαμπετῶ καὶ ἡ μετοχὴ λαμπετῶν, τὸ θηλυκὸν λαμπετῶσα καὶ τὸ οὐδέτερον λαμπετῶν, ἡ γενικὴ τοῦ λαμπετῶντος καὶ ἡ δοτικὴ τῷ λαμπετῶντι καὶ κατὰ πλεονασμὸν τοῦ ο λαμπετόωντι. ἔθος γὰρ ἔχουσιν οἱ ποιηταὶ πλεονάζειν τὸ ο ἐπὶ τῆς δευτέρας συζυγίας, Ps Os οἷον ὃν δ’ αὖ δήμου 〈τ’〉 ἄνδρα ἴδοι βοόωντά τ’ ἐφεύροι (Β 198) καὶ ὁρόων ἐπὶ οἴνοπα πόντον (Α 350). Ps λαμπε ⸤ τόωντ ⸥ ι : ⸤ λάμποντι ⸥ .

### 104,c2

ὥσπερ ἀπὸ τοῦ εὔχω εὐχέτης, βάλλω βελέτης καὶ ἑκατηβελέτης (Α 75), οὕτως λάμπω λαμπέτης καὶ ἐκ τούτου λαμπετῶ καὶ πλεονασμῷ τοῦ ο λαμπετόω καὶ ἡ μετοχὴ λαμπετόων· ἔστι δὲ δευτέρας συζυγίας τῶν περισπωμένων. οἱ γὰρ ποιηταὶ ἐπὶ τῆς δευτέρας συζυγίας τῶν περισπωμένων ἔθος ἔχουσι πλεονάζειν τὸ ο , οἷον βοόωντα τ’ ἐφεύροι (Β 198) καὶ ὁρόων ἐπὶ οἴνοπα πόντον (Α 350). G Oa ἐΐκτην : μέσος ὑπερσυντέλικος ἐνεργητικός, τρίτου προσώπου τῶν δυϊκῶν κατὰ διάλυσιν τῆς ει διφθόγγου.

### 104,d1

ἔστιν εἴκω, τὸ ὁμοιῶ, ἐξ οὗ καὶ τὸ εἰκών· τούτου ὁ μέσος ὑπερσυντέλικος εἴκειν καὶ τὸ τρίτον τῶν δυϊκῶν εἰκείτην καὶ κατὰ συγκοπὴν τῆς ει διφθόγγου καὶ διαλύσει τῆς ἀρχούσης γέγονεν ἐΐκτην. Ps Oa ἐΐκτην : μέσου ὑπερσυντελίκου εἴκω καὶ τὸ τρίτον τῶν δυϊκῶν εἰκείτην καὶ κατὰ συγκοπὴν τῆς ει διφθόγγου καὶ διαλύσει τῆς ἀρχούσης ἐΐκτην.

### 104,d2

ἔστιν εἴκω, τὸ ὁμοιῶ, ἐξ οὗ καὶ εἰκών. Os ὀσσόμενος : ἐκ τοῦ ὄπτω γέγονεν, ὡς προείρηται, Αἰολικῶς ὄσσω.

### 105,1

οἱ γὰρ Αἰολεῖς τὸ πτ τρέπουσιν εἰς τὰ δύο σς . τὸ γὰρ πίπτω πίσσω λέγουσι καὶ τὸ πέπτω πέσσω. τούτου ὁ ἐνεστὼς παθητικὸς ὄσσομαι, ὀσσόμενος. Ps ὀσσόμενος : τὸ θέμα ὄσσω.

### 105,2

Os κρήγυον : παρὰ τὸ κῆρ, τὸ δηλοῦν τὴν ψυχήν, καὶ τὸ ἡδ ⸤ ύ ⸥ , Ps Os G Oa γίνεται κηρ ⸤ ή ⸥ δυον, τουτέστι τὸ τῷ κέαρι ἡδὺ καὶ προσηνές, ὃ ταὐτόν ἐστι τῷ θυμῆρες, καὶ ἐν συγκοπῇ καὶ τροπῇ τοῦ δ εἰς γ .

### 106,1

Ps G Oa Et.Gud. s. v. κρήγυον 1 κρήγυον : τάχα καλογήρυον, καλόφρον.

### 106,2

ἢ τὸ τοῦ κέαρος ἡδύ· κηρήδυον, κρήδυον καὶ κρήγυον. Et.Gud. s. v. κρήγυον 2 ἐσθλόν : παρὰ τὸ ἐθέλω, ἐθελόν, καὶ πλεονασμῷ τοῦ ς ἐσθλόν καὶ κατὰ ἀποβολὴν τοῦ ε · τὸ γὰρ ἀγαθὸν πᾶς λογικὸς θέλει.

### 108,1

Ps Os ἐσθλόν : .

### 108,2

.. παρὰ τὸ ἐθέλον τι εἶναι, ὅπερ θέλει ἕκαστος, πλεονασμῷ τοῦ ς . Et.Gud. Κλυταιμνήστρης : παρὰ τὸ κλυτόν, ὃ σημαίνει τὸ{ν} ἔνδοξον, καὶ τὸ μήδω, τὸ φροντίζω, γίνεται Κλυτομήστρα, τουτέστιν ἡ ἔνδοξα φροντίζουσα· τροπῇ τοῦ ο εἰς α καὶ προσθέσει τοῦ ι καὶ πλεονασμῷ τοῦ ν , Κλυταιμνήστρα.

### 113,a

Ps Os G Oa Ἰστέον δὲ ὅτι τὰ εἰς ος ὀκταχῶς συντίθεται. Os G Oa ἢ γὰρ (1) ὁλόκληρον φυλάττουσι τὸ ς , ὡς τὸ θεόσδοτος (Hes. Opp. 320 alibi), ἢ (2) ἀποβάλλουσιν αὐτό, ὡς τὸ Θεόφιλος, ἢ (3) ἀποβάλλουσι τὸ ς καὶ τρέπουσι τὸ ο εἰς η , ὡς τὸ ἐλαφηβόλος (Σ 319), θεητόκος, ἢ (4) ἀποβάλλουσι τὸ ς καὶ τρέπουσι τὸ ο εἰς ε καὶ προσλαμβάνουσι τὸ ι , ὡς Ἄργος, ὁ καθαρός, ἀργεφόντης καὶ ἀργεϊφόντης (Π 181 alibi), ἢ (5) ἀποβάλλουσι τὸ ς καὶ τρέπουσι τὸ ο εἰς α καὶ προσλαμβάνουσι τὸ ι , ὡς Κλυταιμνήστρα, ἢ (6) ἀποβάλλουσι τὸ ς καὶ τρέπουσι τὸ ο εἰς ε , ὡς Μενόλαος Μενέλαος, ἢ (7) ἀποβάλλουσι 〈τὸ ς καὶ τρέπουσι〉 τὸ ο εἰς ει , ὡς ὄρος Ὀρειβάσιος, ἢ (8) ἀποβάλλουσι 〈τὸ σ 〉 καὶ προσλαμβάνουσι τὸ ι , ὡς Πυλογένης Πυλοιγένης (Β 54; Ψ 303), ὁδοπόρος ὁδοιπόρος (Ω 375). Os βέβουλα : μέσος παρακείμενος ἀπὸ τοῦ βούλω.

### 113,b1

ἐνεστὼς βαρύτονος, ὁ μέλλων βουλήσω (οὕτως κλίνεται ὥσπερ τὸ μέλω μελήσω καὶ οἰκτείρω οἰκτειρήσω), ὁ παρακείμενος βεβούληκα, ὁ μέσος βέβουλα. Ps βέβουλα : μέσου παρακειμένου· ἔστι βούλω βουλήσω, ὡς οἰκτείρω οἰκτειρήσω, μέλω μελήσω· ὁ μέσος βέβουλα.

### 113,b2

Os † βεβούλαμεν : παρακείμενος ἐκ τοῦ βούλω· ὁ μέλλων βουλήσω, ὡς μέλω μελήσω.

### 113,b3

Oa ἀλόχου : παρὰ τὸ λέχος, τὸ δηλοῦν τὴν κοίτην, καὶ τὸ α , τὸ δηλοῦν τὸ ὁμοῦ, οἷον ὁμόλεχός τις οὖσα.

### 114,a

Ps Os ⸤ οὔ ἑθέν : ἐκ τῆς οὐ ἀρνήσεωσ ⸥ καὶ τῆς ἕθεν ἀντωνυμίας οὔ ἑθέν.

### 114,b

ἰστέον ὅτι τὸ οὔ ἑθέν χωρὶς τοῦ κ εὑρ ⸤ έθη ⸥ διότι ἐγκλίνεται· τὰ δὲ ἐγκλιν ⸤ όμενα οὐδέποτε προσλαμβάνουσιν ⸥ , οἷον ἐμοῦ, ἤκουσ ⸤ έ μου ⸥ . ἄλλ ⸤ ως δὲ αἰτία μέν ἐστιν ἡ ἄρνησισ ⸥ τοῦ πλεονασμοῦ· ἀλλὰ οὐ δύναται ⸤ λήγειν εἰς κ · οὐδέποτε γὰρ λέξις Ἑλλη ⸥ νικὴ εἰς ἄφωνον λήγει· δεῖ οὖν αὐτὸ ⸤ ἐπιφέρειν τῇ ἑτέρᾳ λέξει ⸥ · εἰ οὖν ἔλαβεν αὐτὸ ἐν τῷ ἕθεν, ἤμελλε φυλάττ ⸤ ειν ἐν ⸥ π ⸤ λεονασμῷ ⸥ καὶ οὐκέτι ἐνεκλίνετο. G Oa δέμας : ἀπὸ τοῦ διδῶ διδεῖς διδεῖ· δίδημι, ὁ παθητικὸς παρακείμενος δέδεμαι, ἐξ αὐτοῦ δέμας.

### 115

τὸ γὰρ σῶμα δεσμός ἐστι τῆς ψυχῆς. δεσμός δὲ ἀπὸ τοῦ δέω βαρυτόνου ἢ ἀπὸ τοῦ δεῶ περισπωμένου. Oa δεῖ δὲ γινώσκειν ὅτι ὁ ποιητὴς δέ ⸤ μας εἴωθε ⸥ λέγειν Ps Os Oa τὸ ἔμψυχον σῶμα, παρὰ τὸ δεδέσθαι τὴν ψυχὴν ἐν αὐτῷ καὶ συνεστηκέναι, σῶμα δὲ τὸ ἄψυχον, ⸤ ἐπεὶ σῆμά ⸥ ἐστι, τουτέστι τάφος, τοῦ ποτὲ ζῶντος. Ps Oa ἀλλὰ καὶ ὧς : περισπαστέον τὸ ὧς, σημαίνει δὲ τὸ ὅμως, ὅτι ὅτε σημαίνει τὸ οὕτως, δασύνεται καὶ ὀξύνεται.

### 116

Ps Os ἤ: σύνδεσμος διασαφητικὸς ἀντὶ τοῦ ἤπερ, καὶ προσλαμβάνει τὸν περ · οἷον „πλουτεῖν θέλω ἢ πένεσθαι“· διασαφεῖ γὰρ τὸ ἕτερον.

### 117

προείρηται. Ps ἑτοιμάσατε : ἀορίστου πρώτου.

### 118,1

τὸ θέμα ἑτοιμάζω· γέγονε δὲ παρὰ τὸ ἕτοιμος, τοῦτο δέ, ἡνίκα δηλοῖ τὸ ἡτοιμασμένον, διὰ τῆς οι διφθόγγου γράφεται καὶ δασύνεται· παρὰ γὰρ τὸ ἔθος καὶ τὸ οἶμος, ὃ σημαίνει τὴν ὁδόν, ἔθοιμός τις ὤν· ἡνίκα δὲ τὸ ἀληθές, ψιλοῦται καὶ διὰ τοῦ υ γράφεται, οἷον ψεύσομαι, ἦ ἔτυμον ἐρέω (Κ 534, δ 140). Ps Os ἑτοιμάσατε : παρασκευάσατε.

### 118,2

παρὰ τὸ οἶμος, ὃ σημαίνει τὴν ὁδόν, καὶ τὴν ἐπί πρόθεσιν 〈ἕποιμοσ〉, ὁ ἐπὶ τὴν ὁδὸν ὢν παρεσκευασμένος, τροπῇ τοῦ π εἰς τ . Oa ἑτοιμάσατε : παρὰ τὸ ἕτοιμος.

### 118,3

τοῦτο δὲ ἡνίκα δηλοῖ τὸ ἡτοιμασμένον, διὰ διφθόγγου γράφεται καὶ δασύνεται· ἡνίκα δὲ τὸ ἀληθές, ψιλοῦται καὶ διὰ τοῦ υ γράφεται, οἷον ψεύσομαι, ἦ ἔτυμον ἐρέω; κέλεται δέ 〈με〉 θυμός (Κ 534, δ 140). Et.Gud.d 2 λεύσσετε : Ἀρίσταρχος †ἓν σ † γράφει· ἐγὼ δὲ ἐνεστῶτα αὐτὸ λέγω ὡς ἀπὸ μέλλοντος, ὥσπερ καὶ τὸ ἄξετε (Γ 105, Ω 778) καὶ οἴσετε (Γ 103, Ο 718, υ 158) καὶ καταβήσεο δίφρου (Ε 109).

### 120,1a

Ps λεύσετε : ὁρᾶτε.

### 120,1b

Ἀρίσταρχος †ἓν σ † γράφει· ἄλλοι δὲ δι’ ἑνὸς λέγουσιν, ὡς ἀπὸ τοῦ μέλλοντος. Os G Oa λέγουσι δὲ αὐτὸ ἀπὸ τοῦ λεύσσω, τοῦ σημαίνοντος τὸ βλέπω, ὁ μέλλων λεύσω καὶ ἐξ αὐτοῦ τὸ λεύσετε, ὥσπερ ἄξετε δὲ Πριάμοιο βίην (Γ 105) καὶ τὸ οἴσετε δ’ ἄρνα λευκόν (cf. Γ 103) καὶ καταβήσεο δίφρου (Ε 109). G Oa Γέγονε δὲ τὸ λεύσ〈σ〉ω ἐκ τοῦ βλέπω, ὅθεν καὶ ἀβλεπτῶ· ὅπερ κατ’ Αἰολεῖς γίνεται βλέσσω, ὡς ὄπτω ὄσσω, κάκ’ ὀσσόμενος (Α 105), καὶ ἀποβολῇ τοῦ β καὶ πλεονασμῷ τοῦ υ , λεύσσω.

### 120,2

Ps Os G Oa λεύσ〈σ〉ω σὲ τλῆμον (Lyc. Al. 52). ἔστι καὶ ἐνεστῶτος. G ποδάρκης : ὁ ἐπαρκεῖν τοῖς ποσὶ δυνάμενος, τουτέστι βοηθεῖν, διὰ τὸ ὀξὺ τοῦ δρόμου.

### 121,1a

Ps Os G Oa ποδάρκης : ὁ ἐπαρκεῖν ἑαυτῷ δυνάμενος δι’ ὀξύτητα τῶν ποδῶν διώκων καὶ ἀποφεύγων τοὺς πολεμί ⸤ ουσ ⸥ τ ⸤ οῖσ ⸥ πο ⸤ σί ⸥ .

### 121,1b

Et.Gud. ὤφειλε δὲ εἶναι ποδαρκής ὀξύτονον, ὡς ἐπίθετον, ἀλλὰ σεσημείωται τὰ παρὰ τὸ ἀντῶ καὶ ἀρκῶ καὶ αὐθάδης.

### 121,2

γίνεται δὲ ἡ κλητικὴ πόδαρκες, ὡς αὔταρκες, καὶ τὸ οὐδέτερον ποδαρκές ὀξύτονον, τῶν ἄλλων ὁμοφωνούντων τῇ κλητικῇ τοῦ ἀρσενικοῦ. G Oa φιλοκτεανώτατε : παρὰ τὸ φίλος καὶ τὸ κτέανον· τὸ κτέανον παρὰ τὸ κτῶ, κτάνον, ὡς τύπτω τύπ{τ}ανον, καὶ πλεονασμῷ τοῦ ε κτ ⸤ έανον ⸥ .

### 122

G Oa οὐδέ τί που : ὁ δέ ἐνταῦθα ἀντὶ τοῦ γάρ κεῖται.

### 124,a

Ps Os ἴδμεν : μέσος παρακείμενος· οἷον οἴδαμεν, καὶ κατὰ συγκοπὴν 〈ο〉ἴδμεν καὶ ἀφαιρέσει τοῦ ο .

### 124,b

ἢ ὁ δεύτερος ἀόριστος, οἷον ἴδομεν καὶ κατὰ συγκοπὴν τοῦ ο ἴδμεν. Ps Os ξυνήϊα : παρὰ τὸ ξυνόν, τὸ κτητικὸν ξύνειον, ὡς παρὰ τὸ κοινόν κοινεῖον, καὶ διαιρέσει Ἰωνικῇ ξυνέϊον καὶ τροπῇ τοῦ ε εἰς η ξυνήϊον Ps Os καὶ τὸ πληθυντικὸν ξυνήϊα.

### 124,c1

Ps ξυνήϊα : ἀπὸ τῆς ⸤ σύν προθέσεως (παρὰ ⸥ Ἀττικοῖς λέγεται ξύν) γίνεται ὄνομα ξυνός.

### 124,c2

ἐκ τούτου ξύνειος καὶ τὸ οὐδέτερον ⸤ ξύν ⸥ ειον, G Oa ὥσπερ κοινόν κοινεῖον, καὶ διαιρέσει Ἰωνικῇ ξυνέϊον καὶ τροπῇ ⸤ τοῦ ε ⸥ εἰ ⸤ σ ⸥ η ξυνήϊον καὶ ἡ εὐθεῖα τῶν πληθυντικῶν ξυνήϊα. G ἐξεπράθομεν : ἀορίστου δευτέρου ἀπὸ τοῦ πέρθω· ὁ δεύτερος ἀόριστος ἔπαρθον καὶ ἐν ὑπερθέσει τοῦ ρ ἔπραθον καὶ τὸ πληθυντικὸν ἐπράθομεν Ps Os καὶ ἐν συνθέσει ἐξεπράθομεν.

### 125,a

Ps δέδασται : παρακείμενος παθητικός.

### 125,b

γέγονε παρὰ τὸ δαίω, τὸ σημαῖνον τὸ κόπτω καὶ μερίζω, ὅθεν καὶ τὸ δαιτρός (α 141, δ 57, ρ 331), ὁ μάγειρος· τούτου ὁ μέλλων δαίσω καὶ ἀποβολῇ τοῦ ω δαίς ἐν ὀξείᾳ τάσει, ἡ μεριστὴ εὐωχία· ὁ παρακείμενος δέδαικα καὶ κατὰ συγκοπὴν τοῦ ι δέδακα, ὁ παθητικὸς δέδασμαι καὶ τὸ τρίτον δέδασται. Ps Os ἐπέοικε : μέσος παρακείμενος.

### 126,a

ἔστι τὸ θέμα εἴκω, τὸ πρέπω, ὁ μέσος παρακείμενος οἶκα καὶ ἐν πλεονασμῷ τοῦ ε ἔοικα, ἔοικας, ἔοικε καὶ ἐπέοικε. Ps Os παλίλλογα : παρὰ τὸ λέγω ῥῆμα, τὸ δηλοῦν τὸ συλλέγω, καὶ τὸ πάλιν, τὸ σημαῖνον τὸ ἐκ δευτέρου, πλεονασμῷ τοῦ λ Ps Os G Et.

### 126,b

Gud. ἢ τροπῇ τοῦ ν εἰς λ , παλίλλογα. Ps †Τὰ μετὰ τὸ τὸν† Τυραννίων (fr. 2 Haas) ὀξύνει. Os πρόες : ἀορίστου δευτέρου προστακτικοῦ ἀπὸ τοῦ ἵημι.

### 127

ὁ δεύτερος ἀόριστος ἧν, τὸ προστακτικὸν ἕς καὶ ἐν συνθέσει πρόες καὶ ἄφες. Ps Os G Oa δῷσι : ὑποτακτικοῦ μέσου ἀορίστου δευτέρου, 〈τρίτου〉 προσώπου· ἐὰν δῶ, δῷς, δῷ, καὶ κατ’ ἐπέκτασιν τῆς σι συλλαβῆς δῷσι.

### 129,a1

Ps Os Oa δῷσι : δίδωμι, δώσω, ὁ δεύτερος ἀόριστος ἔδων, τὸ ὑποτακτικὸν ἐὰν δῶ δῷς δῷ, πλεονασμῷ τῆς σι συλλαβῆς ἐὰν δῷσι, ὥσπερ 〈ἐὰν〉 ἔχῃ ἔχῃσι, ἐὰν {δὲ} εἴπῃ εἴπῃσι· τρίτου προσώπου εἰσίν.

### 129,a2

Et.Gud. Τρωΐην : παρὰ τὸ Τροῖα καὶ κατὰ διάλυσιν Τρόϊα καὶ ἐκεῖθεν Τρωΐη τὸ κτητικὸν κατ’ ἐπέκτασιν τοῦ ο εἰς ω .

### 129,b1

Ps Os Τροΐην : κτητικόν· ἔστι Τρώς Τρωός Τρωϊκός, ἀποβολῇ τοῦ κ Τρώϊος, τοῦ τόνου ἀναδιδομένου, ὡς Ὀλυμπικός Ὀλύμπιος.

### 129,b2

Τρώϊος Τρώϊα, Ἰωνικῶς Τρωΐη καὶ συστολῇ ποιητικῇ τοῦ ω εἰς ο διὰ τὸ μέτρον καὶ ἐν συναιρέσει Τροίη καὶ Τροῖα. Καὶ ἄλλως· Τρωΐην κτητικόν. ἔστι γὰρ Τροῖα καὶ κατὰ διάλυσιν Τρόϊα καὶ ἐκεῖθεν Τροΐην καὶ κατ’ ἐπέκτασιν τοῦ ο εἰς ω Τρωΐην, ἤγουν Τροῖαν. G et Oa extr. ord. ἐξαλαπάξαι : παρὰ τὸ λάπαθον γέγονε τὴν βοτάνην· ἔστι γὰρ βοτάνη καθαρτικὴ ὀνομαζομένη λάπαθος.

### 129,c

γίνεται οὖν ὁ ἐνεστὼς λαπάζω καὶ κατὰ πλεονασμὸν τοῦ α ἀλαπάζω Ps Os καὶ ὁ μέλλων ἀλαπάξω· σημαίνει δὲ κυρίως τὸ ἐκκενῶσαι. Ps ἐών : ἔστι μετοχῆς ἐνεργητικῆς καὶ δοκεῖ παραλόγως ὀξύνεσθαι, οὐ μόνον δὲ αὕτη ἀλλὰ καὶ ἡ κιών καὶ ἡ †ἑκών.

### 131,a

δεῖ δὲ γινώσκειν ὅτι τὸ ἐών τοῦ ὤν ἐντελέστερόν ἐστιν, Ps Os οἷον Ἀργείων ἀγέραστος ἔω (Α 119), οὗ τὸ δεύτερον ἔῃς, ἔῃ· ὥς τε ἔπειτ’ ἔῃς (cf. Β 366) καὶ πάλιν, δηρὸν ἔῃ κρειῶν (Μ 300). ὅτι δὲ τὸ ἐών τοῦ ὤν ἐντελέστερον Ps πρόδηλον καὶ ἀπὸ τοῦ παρηγμένου, λέγω δὴ τοῦ εἰμί. ὁ μέντοι ποιητὴς ἐπὶ ταῖς μετοχαῖς οὐδέποτε παρέλειψε τὸ ε , οἷον ἀρσενικῶς μέν, 〈ἤδ〉η δὴν ἀπεών, ἢ ἀμφαδὸν ἦε κρυφηδόν (ξ 330, τ 299)· θηλυκῶς δέ, ἠλίβατος μεγάλη, πολιῆς ἁλὸς ἐγγὺς ἐοῦσα (Ο 619)· οὐδετέρως δέ, Ps Os κυρτὸν ἐὸν κορυφοῦται (Δ 426). αἱ δὲ πλάγιοι ὅλαι· ἐκ μὲν οὖν γενικῆς, ἐκ δὲ στέατος ἔνεικε μέγαν τροχὸν ἔνδον ἐόντος (φ 178, 183)· ἐπὶ δὲ δοτικῆς, ὑψόθ’ ἐόντι Διί (Κ 16)· ἐπὶ δὲ αἰτιατικῆς, ἔνδον ἐόντα (π 26, 202 alibi)· δυϊκῶς δέ, ὄφελός τι γενώμεθα καὶ δύ’ ἐόντε (Ν 236)· πληθυντικῶς, Κρόνον ἀμφὶς ἐόντες (Ξ 274, Ο 225)· γενικῇ, χαριζομένη παρεόντων (α 140, δ 56 alibi)· αἰτιατικῇ, παυροτέρους 〈περ〉 ἐόντας (Ο 407)· ὡς δὲ ἴδεν νεῦρόν τε καὶ ὄγκους ἐκτὸς ἐόντας. (Δ 151). Ps θεο{ι}είκελε : ἔστιν ὀνόματος συνθέτου κλητικῆς πτώσεως.

### 131,b

λέγω δὲ παρὰ τὸ εἴκω, τὸ ὁμοιῶ. καὶ ὥσπερ παρὰ τὸ σθένω γέγονε Σθένελος (Β 564, alibi) καὶ παρὰ τὸ πέμπω πέμπελος καὶ ἀπὸ τοῦ ἄγω ἄγγελος κατὰ πλεονασμὸν τοῦ γ · οὕτως καὶ ἀπὸ τοῦ εἴκω 〈ε〉ἴκελος καὶ θεοείκελος. Os παρελεύσεαι : Ἰωνικῶς ἀπὸ τοῦ ἐλεύθω.

### 132,1

Ps λεύσεαι : ἔστι ῥήματος· τὸ θέμα ἐλεύθω ἐλεύσω ἐλεύσεται καὶ συστολῇ Ἰωνικῇ λεύσεαι.

### 132,2

Os ἧσθαι : ἐνεστῶτος καὶ παρατατικοῦ ἀπαρεμφάτου παθητικοῦ.

### 134,a

γέγονε δὲ παρὰ τὸ ἕω, τὸ καθέζομαι, τούτου τὸ παράγωγον ἕημι, ὡς κέω κέημι, τούτου τὸ παθητικὸν ἕεμαι, ὡς κέεμαι, κατὰ κρᾶσιν τῶν δύο εε εἰς η μακρὸν ἧμαι (τοῦ δὲ κέεμαι ἡ κρᾶσις τῶν δύο εε εἰς τὴν ει δίφθογγον κεῖμαι), εἶτα ἧμαι ἧσαι ἧται καὶ ἧσθαι τὸ ἀπαρέμφατον. Ps Os δευόμενον : ἀπὸ τοῦ δέω, τοῦ σημαίνοντος τὸ χρῄζω καὶ ἐνδεοῦμαι.

### 134,b1

Ps δευόμενον : ἐνεστῶτος καὶ παρατατικοῦ μετοχῆς.

### 134,b2

τὸ θέμα δεύω, τὸ σημαῖνον τὸ χρῄζω καὶ ἐνδεοῦμαι, καὶ δεύομαι καὶ δευόμενον. Os κέλεαι : ἔστι ῥῆμα· καὶ ἐγράφη.

### 134,c

Os ἄρσαντες : ἀορίστου πρώτου μετοχή.

### 136,a1a

τὸ θέμα ἀρῶ, τὸ σημαῖνον τὸ ἁρμόζω, ὁ μέλλων Αἰολικῶς ἄρσω, ὁ ἀόριστος ἦρσα, ἡ μετοχὴ ἄρσας ἄρσαντες. Ἀρίσταρχος δασύνει αὐτό, ὁ δὲ Ἡρωδιανὸς (2, 24, 13—16) ψιλοῖ. Ἢ παρὰ τὸ ἁρμόζω ἐγένετο ὁ μέλλων ἁρμόσω, ὁ ἀόριστος ἥρμοσα, ἡ μετοχὴ ἁρμόσας, ἁρμόσαντος, ἁρμόσαντες καὶ κατὰ συγκοπὴν τῆς μο συλλαβῆς ἄρσαντες. Ps Os ἄρσαντες : ἐκ τοῦ ἄρω, τὸ ἁρμόζω, ἀρῶ, ἄρσω Αἰολικῶς, ἦρσα, ἡ μετοχὴ ἄρσας ἄρσαντος.

### 136,a1b

ἢ ἐκ τοῦ ἁρμόζω ἁρμόσω ἥρμοσα, ἡ μετοχὴ ἁρμόσας, κατὰ συγκοπὴν ἄρσας. Et.Gud. ἄρσαντες : ἁρμόσαντες ἢ ἀρεσθέντες.

### 136,a2

Oa extr. ord. ἔσται : ἔστι μέσου μέλλοντος πρώτου παρὰ τὸ εἰμί, ὁ μέλλων ἔσω, ἔσομαι καὶ ἔσεται καὶ κατὰ συγκοπὴν ἔσται.

### 136,b

Os δώωσιν : ἀορίστου δευτέρου ὑποτακτικοῦ, ὥσπερ τὸ δῶ{σι} καὶ κατὰ πλεονασμὸν τοῦ ω καὶ τῆς σι συλλαβῆς δώωσι.

### 137,1

Ps δώωσιν : ἔστιν ἀορίστου δευτέρου ὑποτακτικοῦ ἐνεργητικοῦ καὶ προσθέσει τοῦ ω · ἔστι γὰρ ἐὰν δῶ, ἐὰν δῷς καὶ ἐὰν δῷ καὶ κατὰ πλεονασμὸν τῆς σι καὶ προσθήκῃ τοῦ ω , ἐὰν δώωσιν.

### 137,2

Os Ὀδυσσῆος : Ὀδυσσεύς γέγονε παρὰ τὸ ὀδύσσω, τὸ ὀργίζομαι.

### 138

Os κεχολώσεται : χρόνου μετ’ ὀλίγον μέλλοντος τρίτης συζυγίας τῶν περισπωμένων.

### 139,1

διαφέρει δὲ ὁ μετ’ ὀλίγον μέλλων τοῦ †ἀορίστου ὅτι ὁ μὲν ἀόριστος, ὁ δὲ ὡρισμένος. Os κεχολώσεται : ἐκ τοῦ χολῶ χολώσω, ὁ παρακείμενος κεχόλωκα, κεχόλωμαι ὁ παθητικός, κεχόλωσαι, ὁ μετ’ ὀλίγον μέλλων κεχολώσομαι κεχολώσει κεχολώσεται.

### 139,2

Et.Gud. ἐς δ’ ἐρέτας : ἐρέτης παρὰ τὸ ἐρέσσω, τὸ κωπηλατῶ.

### 142,a

Ps Os ἐπιτηδές : ἀντὶ τοῦ ἐπιτηδείους· οἱ πλείους οὕτω διὰ τοῦ ς αὐτὸ γράφουσιν· ἀπὸ τοῦ ἐπιτηδεῖς συστολῇ τοῦ ι ἐπιτηδές, ὄνομα ἐπιρρηματικόν.

### 142,b

Ps Os θείομεν : ἔστι θῶ, τούτου παράγωγον θείω, ὡς ὄψω ὀψείω, τελῶ τελείω, Ps Os οὕτως καὶ θῶ θείω καὶ θείομεν.

### 143,a

Ps καλλιπάρῃον : παρὰ τὸ παρειά· γράφεται δὲ διὰ τῆς ει διφθόγγου τὸ παρειά.

### 143,b1

τὰ γὰρ διὰ τοῦ εια τρισύλλαβα ὀξύτονα διὰ τῆς ει διφθόγγου γράφεται, οἷον παρειά, φορβειά (σημαίνει δὲ τὸν χαλινόν), πλὴν τοῦ καλιά. πρόσκειται „τρισύλλαβα“ διὰ τὸ ἱμονιά (σημαίνει δὲ τὸ ἀντλητήριον). πρόσκειται „ὀξύτονα“ διὰ τὸ σοφία. τὸ δὲ καλλιπάρῃος παρὰ τὸ παρειά γίνεται Ps Os καὶ τὸ κάλλος. οἱ δὲ Δωριεῖς τὴν ει δίφθογγον εἰς η τρέπουσιν. ὅτε μὲν οὖν παρειά ἁπλῶς λέγωμεν, διὰ τῆς ει διφθόγγου, ὅτε δὲ σύνθετον, διὰ τοῦ η . Ps καλλιπάρῃος : ἐκ τοῦ κάλλος καὶ τοῦ παρειά· τοῦτο παρὰ τὸ ἐπαίρω· τὸ ἀνεσταλμένον μέρος τοῦ σώματος.

### 143,b2

τὰ δὲ παρὰ τὸ κάλλος ἐν συνθέσει διὰ τοῦ ι γράφεται. τὸ ρη η Αἰολικῶς· οἱ γὰρ Αἰολεῖς τὴν ει δίφθογγον εἰς η τρέπουσιν· οἱ δὲ Δωριεῖς τὸ ε εἰς η . G ἀρχός : παρὰ τὸ ἄ〈ρ〉χω ἀρχός.

### 144,a1

Os ἀρχός: ὡς ἀπὸ τοῦ ἄγω ἀγός, ὁ ἡγέμων, —ὁ θεολόγος εἰς τὰ ἔπη· „καὶ γάρ, ἀγοῦ πίπτοντος, ὅλος στρατὸς εἰς χθόνα πίπτει“ (cf.

### 144,a2

Greg. Naz. carm. 2, 1, 13, 53 = 37, 1231 Migne)—οὕτως ἐκ τοῦ ἄρχω ἀρχός. Oa Et.Gud. ἔστω : ἐνεστῶτος καὶ παρατατικοῦ χρόνου προστακτικοῦ τῶν εἰς μι .

### 144,b

Os ἐκ τοῦ ἔω, τὸ ὑπάρχω, παράγωγον εἰμί καὶ τὸ πρῶτον τῶν πληθυντικῶν ἐμέν, ὅπερ γίνεται κατὰ πλεονασμὸν τοῦ ς ἐσμέν καὶ τὸ προστακτικὸν ἔθι καὶ ἐπενθέσει τοῦ ς καὶ τροπῇ τοῦ ε εἰς ι ἴσθι· πολλάκις γὰρ ἐπείσοδος συμφώνου τροπὴν ποιεῖ, οἷον τέκω τίκτω, ἕπω ἵσπω καὶ ἔνισπε· οὕτως ἔθι καὶ ἴσθι καὶ τὸ τρίτον ἔστω· τὸ γὰρ κεχρεωστημένον ε ἀνέλαβε τὸ τρίτον. Ps Os ἐκπαγλότατε : παρὰ τὸ ἐκπλαγεῖν γέγονεν ἔκπαγλος καὶ τὸ ὑπερθετικὸν ἐκπαγλότατος, καθ’ ὑπέρθεσιν τοῦ λ καὶ α , καὶ ἡ κλητικὴ ἐκπαγλότατε.

### 146,1

Τί διαφέρει τὸ κατεπλάγην τοῦ κατεπλήγην; ὅτι τὸ μὲν κατεπλάγην ψυχικὸν πάθος ἐστίν, τὸ δὲ κατεπλήγην ἐπὶ σωματικοῦ πλήγματος, τουτέστι τοῦ λαβεῖν τραῦμα· ἐπλάγην δὲ καὶ ἐξεπλάγην ἐπὶ τῆς ψυχῆς· καὶ γὰρ θαυμάζει τις. ὁ μέντοι ποιητὴς διὰ τὸ μέτρον εἶπε· κατεπλήγη φίλον ἦτορ (Γ 31), Ps Os ἐπειδὴ καὶ τὰ ἀμφότερα τὸν ἐνεστῶτα ἔχουσι διὰ τοῦ η , οἷον πλήσσω· εἰς δὲ τὸν δεύτερον ἀόριστον διαφέρουσιν, ὅτι ὁ μὲν φυλάττει τὸ η , ὁ δὲ συστέλλει. Ps ἐκπαγλότατ’ : ἐκ τοῦ πλήσσω, ὁ μέλλων πλήξω, ὁ δεύτερος ἀόριστος ἔπλαγον καὶ ἐν ὑπερθέσει ἔπα〈γ〉λον, μετὰ τῆς ἐξ ἐξέπ{λ}αγ〈λ〉ον, συγκοπῇ ἔκπαγλον καὶ ὄνομα ἐξ αὐτοῦ ἔκπαγλος καὶ τὸ ὑπερθετικὸν ἐκπαγλότατος.

### 146,2

Oa Et.Gud. ἑκάεργον : παρὰ τὸ ἕκαθεν εἴργειν, τουτέστι κωλύειν, ἢ ἕκαθεν ἐργάζεσθαι, τουτέστι μάχεσθαι· ἔργον γὰρ καλεῖται ἡ μάχη· καὶ Ὅμηρος· ἔνθα κεν οὐκέτι ἔργον ἀνὴρ ὀνόσαιτο μετελθών (Δ 539).

### 147,a1a

Ps Os ἑκάεργος : παρὰ τὸ ἑκάς καὶ τὸ ἔργον.

### 147,a1b

παρὰ τὸ ἕκαθεν εἴργειν, τουτέστι κωλύειν. ἢ ὁ ἕκαθεν ἐργαζόμενος, ἤγουν μαχόμενος· ἔργον γὰρ καλεῖται ἡ μάχη. Et.Gud. Τὰ παρὰ τὸ ἔργον συντεθειμένα ἅπαντα ὀξύνεται, οἷον ἱερουργός ὑπουργός ἀγαθοεργός, πλὴν τοῦ πανοῦργος καὶ κακοῦργος προπερισπωμένως· ἑκάεργος δὲ προπαροξύνεται.

### 147,a2

Et.Gud. ἱλάσσεαι : μέσου ἀορίστου Ἰωνικοῦ δευτέρου προσώπου· τὸ θέμα ἱλάω ἱλῶ.

### 147,b

Ps Os ῥέξας : ἀορίστου πρώτου.

### 147,c1

τὸ θέμα ῥέζω. Os ⸤ ῥέ ⸥ ξας : παρὰ τὸ ἔρδω, τὸ θύω, καὶ ἐν ὑπερ ⸤ βιβασμῷ ῥέδω, τροπῇ τοῦ δ εἰς ζ ⸥ Δωρικῶς, ῥέξω ὁ μέλλων, ὁ ἀόριστος ἔρεξ ⸤ α, ἡ μετοχὴ ῥέξασ ⸥ .

### 147,c2

Τὸ ῥέζω σημαίνει τρία· (1) τὸ πράττω· νῦν δὲ τόδε μέγ’ ἄ ⸤ ριστον ⸥ ἐν Ἀργείοισιν ἔρεξεν (Β 274)· καὶ (2) τὸ ⸤ θύω· ἄλλος δ’ ἄλλῳ ⸥ ἔρεζε ⸤ θεῶν αἰειγενετάων ⸥ (Β 400)· καὶ (3) τὸ τῇ χειρὶ καταψῶ· χειρί ⸤ τέ μιν ⸥ κατ ⸤ έ ⸥ ρεξεν (Α 361 alibi). G Oa ὑπόδρα : παρὰ τὸ δρῶ, τὸ ὑφορῶ, ὅθεν δραπέτης.

### 148

ἢ παρὰ τὸ ὑποδράξ, ἀφαιρέσει τοῦ ξ ἐποίησεν ἀναδρομὴν τοῦ τόνου. ἢ παρὰ τὸ δέρκω, τὸ βλέπω, καὶ κατὰ συγκοπὴν γίνεται δρῶ, τὸ σημαῖνον τὸ ὁρῶ· ὅθεν τὸ ὑποδρώμενοι εἴρηται ἀντὶ τοῦ ὑφορώμενοι· καὶ ὡς ἐγένετο ἀπὸ τοῦ μίσγω μίγδα καὶ ἀπὸ τοῦ ἠρεμῶ ἠρέμα, οὕτω καὶ ἀπὸ τοῦ δρῶ δρά καὶ ἐν συνθέσει ὑπόδρα. Ps Os οὕτω καὶ Φιλόξενος (fr. 25 Th.). Os ᾤμοι : παρὰ τὸ οἴμοι, τοῦτο παρὰ τὸ οἴ θρηνητικὸν καὶ πλεονασμῷ τῆς μοι συλλαβῆς οἴμοι.

### 149,a1

Ps ᾤ μοι : οἴμοι ἀναφώνημα λύπης δηλωτικὸν καὶ ἐπεκτάσει τοῦ ο εἰς ω ᾤ μοι.

### 149,a2a

Os ⸤ ὤ μοι : ἀναφώνημά ἐστι λύπη ⸥ ς δηλωτικόν· ἐκ τοῦ οἴμοι κατὰ ἔκτασιν ⸤ τοῦ οι εἰς ω · εἴρηται γὰρ καὶ οἴμοι δι’ ἑν ⸥ ὸς μ · ἢ ἀπὸ τοῦ ὦ τοῦ σχετλιαστικοῦ, ⸤ ὅπερ καὶ εἰς ἆ συστέλλεται, ὡς τὸ ⸥ „ἆ δειλέ“ (ξ 361, φ 288) ἀντὶ τοῦ „ὦ ἄθλιε“· ⸤ τοίνυν ἀπὸ τοῦ ὦ ⸥ ὤ μοι· καὶ τὸ ι οὐκ ἔχει.

### 149,a2b

G Oa Et.Gud. ἀναιδείην : παρὰ τὸ αἴδω αἰδής καὶ ἀναιδής, πλεονασμῷ τοῦ ν , ὥσπερ ἀναίσχυντος καὶ †ἀνάγραπτος, εἶτα ἀναίδεια καὶ Ἰωνικῶς τροπῇ τοῦ α εἰς η ἀναιδείην.

### 149,b1

Ps ἀναιδείην : ὀνόματος πτώσεως αἰτιατικῆς Ἰωνικῆς, τραπέντος τοῦ α εἰς η .

### 149,b2

σημαίνει δὲ ὅτι προφανῆ τὴν ἀναίδειαν ἔχει. ἔστι γὰρ φύσει ὁ φιλοχρήματος καὶ ἀναιδής. γέγονε δὲ ἀναιδής παρὰ τὸ αἰδῶ αἰδήσω καὶ μετὰ τοῦ στερητικοῦ α ἀαιδής καὶ πλεονασμῷ τοῦ ν ἀναιδής, ὥσπερ ἀναίσχυντος, †ἀνάγραπτος, εἶτα ἀναίδεια καὶ ἡ αἰτιατικὴ ἀναίδειαν καὶ Ἰωνικῶς ἀναιδείην. Os ἐπιειμένε : παρακειμένου μετοχῆς παρὰ τὸ ἕω, τὸ ἐνδύω, ὁ μέλλων ἕσω, ὅθεν ῥηματικὸν ὄνομα ἑστής καὶ τροπῇ τοῦ τ εἰς θ ἑσθής· ὁ παρακείμενος εἷκα, ὁ παθητικὸς εἷμαι καὶ ἡ μετοχὴ εἱμένος, Ps Os ἡ κλητικὴ εἱμένε καὶ ἐν συνθέσει ἐπιειμένε.

### 149,c1

Ps ἐπιειμένε : μετοχὴ πτώσεως κλητικῆς· τὸ θέμα ἕω, ῥηματικὸν ὄνομα ἑτής, πλεονασμῷ τοῦ ς ἑστής, καὶ τροπῇ τοῦ τ εἰς θ ἑσθής.

### 149,c2

τοῦ ἕω ὁ μέλλων ἕσω, ὁ παρακείμενος εἷκα, ὁ παθητικὸς εἷμαι, ἡ μετοχὴ εἱμένος καὶ ἐπιειμένος. Oa κερδαλεόφρον : παρὰ τὸ φρένα καὶ τὸ κερδαλέον, τοῦτο παρὰ τὸ κερδαίνειν, τοῦτο παρὰ τὸ κέαρ ἰαίνειν, τουτέστι τὴν ψυχὴν εὐφραίνειν.

### 149,d1

Ps Os κερδαλεόφρων : παρὰ τὸ φρένα καὶ τὸ κερδαλέον, τοῦτο παρὰ τὸ κερδῶ κερδαίνω, τοῦτο παρὰ τὸ κέαρ καὶ τὸ †αἶνος, τουτέστιν ὁ τὴν ψυχὴν ἰαίνων, ὅ ἐστιν εὐφραίνων.

### 149,d2

τὰ δὲ διὰ τοῦ αλεος ἅπαντα παροξύνεται, οἷον γηραλέος, διψαλέος, πλὴν τοῦ δαιδάλεος. G Oa ἶφι : παρὰ τὸ ἴς, ὃ σημαίνει τὴν δύναμιν, ἰνός ἡ γενικὴ καὶ πλεονασμῷ τῆς φι συλλαβῆς ἰνόσφι· 〈ὡς χαλκός χαλκόφι〉 (Λ 351) καὶ 〈φρήτρη〉 φρήτρηφι (Β 363), οὕτως ἴς ἰνός ἰνόσφι καὶ κατὰ συγκοπὴν ἶφι.

### 151,1

καὶ γράφεται διὰ τοῦ ι καὶ πάντα τὰ παρ’ αὐτό. Ps ἶφι : ἐσχημάτισται τὸ ἶφι οὕτως· ἔστιν ἴν ὄνομα, τὸ σημαῖνον τὴν δύναμιν, οὗ ἡ γενικὴ ἰνός καὶ κατὰ πλεονασμὸν τῆς φι συλλαβῆς ἰνόσφι, 〈ὡσ〉 χαλκός, χαλκοῦ, χαλκόφι (Λ 351) καὶ φ〈ρ〉ήτρη φ〈ρ〉ήτρηφι (Β 363)· καὶ κατὰ συγκοπὴν τῆς νο συλλαβῆς ἶφι.

### 151,2

καὶ γράφεται διὰ τοῦ ι . Os αἰχμητάων : παρὰ τὸ αἰχμή, ἥτις παρὰ τὸ ἀΐσσω, γέγονεν ἀϊχή· κατὰ συγκοπὴν καὶ πλεονασμῷ τοῦ μ, αἰχμή· καὶ αἰχμητής, αἰχμητοῦ, αἰχμητῶν καὶ Δωρικῶς πλεονασμῷ τοῦ α.

### 152,1a

Ps Os αἰχμητάων : αἰχμητής αἰχμητοῦ.

### 152,1b

παρὰ τὸ αἰχμή, αἰχμῶ, αἰχμᾷς, αἰχμάσω, †αἰχμή, ἥτις† παρὰ τὸ ἀΐσσω γέγονεν ἀϊχή καὶ κράσει αἰχή καὶ πλεονασμῷ τοῦ μ αἰχμή. Δωρικὴ δὲ ἡ διάλυσις. Ps Oa Et.Gud. Τὰ δὲ ἀπὸ τῆς δευτέρας συζυγίας τῶν περισπωμένων γινόμενα ὀνόματα εἰς της ὑπὲρ δύο συλλαβὰς ὀξύνεται· ἐραστής, γελαστής, θεατής, δαπανητής, λωβητής· τὸ δὲ πεδήτης καὶ κομήτης καὶ ἀλήτης οὐ παρὰ ῥῆμα ἀλλὰ παρὰ τὸ πέδη καὶ κόμη καὶ ἄλη.

### 152,2

τὰ δὲ τοιαῦτα βαρύτονα δισύλλαβα ὀνόματα δηλονότι ἀπὸ μονοσυλλάβων περισπωμένων τῆς δευτέρας συζυγίας ἐγένοντο καὶ βαρύνονται, οἷον κτῶ, κτήτης καὶ Φιλοκτήτης· βῶ βήτης καὶ διαβήτης· θλῶ θλάτης· πρῶ πράτης. τὸ δ’ αἰχμή παρὰ τὸ ἀΐσσειν. Pa Oa Et.Gud. Αἰχμητάων. ὁ κανών· τὰς εἰς ων γενικὰς τὰς ἀπὸ τῶν εἰς αι εὐθειῶν γινομένας οἱ Αἰολεῖς διὰ τοῦ αων προφέρουσιν, οἷον μέλισσαι μελισσάων, μέλαιναι μελαινάων, αἰχμηταί αἰχμητάων· οἱ δὲ Δωριεῖς διὰ τοῦ εων · πύλαι πυλέων· ὣς εἰπὼν πυλέων ἐξέσσυτο φαίδιμος Ἕκτωρ (Η 1). Pa Oa Et.Gud. δεῦρο : τὸ δεῦρο σημαίνει δύο· (1) τὸ ἔξελθε, ὅπερ ἐστὶν ἐπίρρημα παρακελεύσεως, ὡς ἐν τῷ θείῳ Εὐαγγελίῳ· „Λάζαρε, δεῦρο ἔξω“ (Io.

### 153,a

11, 43)· καὶ (2) τὸ ἐνταῦθα, ὅπερ ἐστὶν ἐπίρρημα τοπικόν, ὡς ἐνταῦθα „δεῦρο μαχησόμενοσ“. Ps Os μαχησόμενος : †μετ’ ὀλίγου μέσος.

### 153,b

† Os ἤλασαν : ἐλῶ, ἐλᾷς, ἤλασα.

### 154

Ps Φθίῃ : ἔστι Φθία πόλις Θεσσαλίας, πατρὶς Ἀχιλλέως.

### 155,a

Os ἐριβώλακι : παρὰ τὴν βῶλον καὶ τὸ ερι τὸ ἐπιτατικὸν μόριον ἐριβῶλαξ, εὔγειος καὶ πίων γῆ.

### 155,b

Ps Os βωτιανείρῃ : παρὰ τὸ βῶ, τὸ τρέφω, καὶ τὸ ἀνήρ, γέγονε βωτιάνειρα.

### 155,c

Ps Os Et.Gud. D 2 ἐδηλήσατο : μέσου ἀορίστου πρώτου Ps Os πρώτης συζυγίας τῶν περισπωμένων.

### 156

τὸ θέμα δηλῶ καὶ τὰ λοιπὰ δῆλα. Ps σκιόεντα : γέγονε σκιόεις παρὰ τὴν σκιάν· τὸ δὲ σκιά παρὰ τὸ κίω, τὸ πορεύομαι, καὶ πλεονασμῷ τοῦ ς σκιά, ἡ τοῖς σώμασι συμπορευομένη.

### 157,a

Os θάλασσα : παρὰ τὸ θάνατά τις οὖσα, τροπῇ τοῦ ν εἰς λ , ἢ παρὰ τὸ ἆσσον εἶναι θανάτου.

### 157,b

Os ἠχήεσσα : γέγονε παρὰ τὸ ἦχον.

### 157,c

Os ἑσπόμεθα : ἐνεστῶτος παθητικοῦ· τὸ θέμα ἕπω, τὸ ἀκολουθῶ, καὶ ὁ παθητικὸς ἕπομαι, τὸ πληθυντικὸν ἑπόμεθα καὶ πλεονασμῷ τοῦ ς ἑσπόμεθα.

### 158

Os ἀρνύμενοι : ἐνεστῶτος μετοχῆς παθητικῆς Ps Os τῶν εἰς μι .

### 159,a

ἄρνυμι τὸ θέμα. σημαίνει δὲ τὸ ἀντικαταλλασσόμενοι. Ps κυνῶπα : παρὰ τὸ ὦπα καὶ τὴν κύνα.

### 159,b1

Os κυνῶπα : ἀναιδὲς πρόσωπον ἔχων καὶ κυνός.

### 159,b2

ἀπὸ τοῦ κύων κυνός καὶ τοῦ ὤψ ὠπός κυνῶπις, ὡς γλαυκῶπις καὶ βοῶπις. ἡ γενικὴ εἰς ου καὶ ἡ κλητικὴ εἰς α . G Oa ἀλεγίζεις : παρὰ τὸ λέγω, τὸ φροντίζω, τοῦτο παρὰ τὸ λέγω μετ’ ἐπιτάσεως τοῦ α ἀλέγω, τὸ πάνυ φροντίζω, κἀκ τούτου ἀλεγίζω.

### 160,1

Ps Os ἀλεγίζειν : παρὰ τὸ λέγω, τὸ φροντίζω· ἐξ οὗ καὶ λόγος, ἡ φροντίς· λέγω οὖν μετὰ τοῦ ἐπιτατικοῦ α ἀλέγω καὶ ἐξ αὐτοῦ ἀλεγίζω παράγωγον.

### 160,2

Oa ἐμόγησα : παρὰ τὸ μόγος γέγονε μογῶ, μογήσω, ἐμόγησα, πρώτης συζυγίας τῶν περισπωμένων.

### 162,1

Ps ἐμόγησα : παρὰ τὸ μόγος βαρυτόνως γέγονε μογός ὀξυτόνως.

### 162,2

ἔστι δὲ τὸ ἐμόγησα ἀορίστου πρώτου. Os ἶσον : παρὰ τὸ εἴδω, τὸ ὁμοιῶ, ὁ μέλλων εἴσω καὶ ῥηματικὸν ὄνομα συστολῇ τοῦ ε ἶσος.

### 163

Ps Os ἔστι δὲ καὶ μακρὸν τὸ ι , πολλάκις δὲ εὕρηται καὶ ἐν συστολῇ. Ps πλεῖον : πολύς, πολέος καὶ ἐν συγκοπῇ πλέος καὶ μετὰ τοῦ ι πλεῖος καὶ πλείων συγκριτικὸν καὶ τὸ οὐδέτερον πλεῖον.

### 165,a

G πολυάϊκος : παρὰ τὸ ἀΐσσω, τὸ ὁρμῶ, ὁ μέλλων ἀΐξω, ἀποβολῇ τοῦ ω ἄϊξ, ἡ γενικὴ ἄϊκος καὶ ἐν συνθέσει πολυάϊκος.

### 165,b

Ps Os ἵκηται : μέσου ἀορίστου δευτέρου ὑποτακτικοῦ παθητικοῦ.

### 166

Os ἐπήν κε κάμω : Ps Os .

### 168,1

.. ὁ κέ ἐστι σύνδεσμος παραπληρωματικός. οἱ δὲ ἐπὴν κεκάμω· ἀναδιπλασιασμός ἐστιν ἡ κε συλλαβὴ καὶ ἔστιν ἐνεστῶτος. Os κεκάμω : ἔστι κάμνω· καὶ ὁ δεύτερος ἀόριστος ἔκαμον· ἐὰν κάμω, καὶ ἀναδιπλασιασμῷ κεκάμω, ὡς λάχωσι λελάχωσιν.

### 168,2

G Oa Et.Gud. εἶμι : ἐνεστῶτος τῶν εἰς μι · καὶ σημαίνει τὸ πορεύομαι· τὸ πρῶτον πρόσωπον τῶν πληθυντικῶν ἴμεν καὶ τὸ προστακτικὸν ἴθι, τὸ πορεύου.

### 169

Ps Os Et.Gud. d 2 κορώνισιν : ὑποκοριστικὸν ἐκ τοῦ κορώνη, κορωνίς· τοῦτο ἐκ τοῦ κάρα, †δι’ ἧς ὑψοῦ ἀνέχειν†.

### 170

ἔστι καὶ κορώνη ἐκ τοῦ †γαῦρον, ἐξ οὗ καὶ κορωνός, ὁ γαῦρος. G Oa ἄφενος : παρὰ τὸ ἕνος, τὸν ἐνιαυτόν.

### 171,a1

ἄφενος δὲ κυρίως καλεῖται ὁ ἀπὸ ἑνὸς ἐνιαυτοῦ συλλεγόμενος πλοῦτος· πλοῦτος δὲ ὁ ἐκ πολλῶν. Ps Os ἄφενος : ὁ ποιητὴς οὐδετέρως χρᾶται τῇ λέξει, τινὲς δὲ ἀρσενικῶς.

### 171,a2

γίνεται ἐκ τοῦ ἕνος, ὃ σημαίνει τὸν ἐνιαυτόν, ἄφενος προπαροξυτόνως· ἀφενός δὲ ἄνθρωπος ὁ πλήρης τοῦ ἀφένου. ἕνος δέ, ὁ ἐνιαυτός, παρὰ τὸ ἕω, τὸ πληρῶ. 〈...〉 ὁ ἐξ ἑνὸς ἐνιαυτοῦ συναγόμενος πλοῦτος· πλοῦτος δὲ ὁ ἐκ πολλῶν. Oa Et.Gud. ἀφύξειν : μέλλοντος πρώτου ἀπαρεμφάτου.

### 171,b1a

τὸ θέμα ἀφύσσω, τὸ ἀπαντλῶ. Ps ἀφύξειν : μέλλοντος ἀπαρεμφάτου τετάρτης συζυγίας τῶν βαρυτόνων.

### 171,b1b

Os ἀφύξειν : παρὰ τὸ ἀφύσσω, τὸ ἀπαντλῶ.

### 171,b2

Δωρικὴ δὲ ἡ λέξις, ὅπερ ἐν πλεονασμῷ τοῦ λ λαφύσσω γίνεται. 〈...〉 ἀφύξειν τὸ ἀπαρέμφατον καὶ ἀφύσσω ἀπὸ τοῦ φυσ{σ}ῶ καὶ μετὰ τοῦ ἐπιτατικοῦ α ἀφύσσω, ἀπὸ μεταφορᾶς τῶν φυσωμένων ἀσκῶν. Oa θυμός : παρὰ τὸ θύω, τὸ ὁρμῶ.

### 173,a1

ἰστέον δὲ ὅτι πέντε σημαίνει, ὡς πολλάκις εἴρηται. Ps εἴ τοι θυμός : ἡ ψυχή σου.

### 173,a2

δεῖ δὲ γινώσκειν ὅτι ὁ θυμὸς παρὰ τῷ ποιητῇ πέντε σημαίνει· πρῶτον, τὴν ὀργήν, ὡς ἐν τῷ θυμὸς δὲ μέγας ἐστὶ διοτρεφέων βασιλήων (Β 196)· δεύτερον, τὴν ψυχήν, ὡς τὸ μελιηδέα θυμὸν ἀπηύρα (Κ 495)· τρίτον, τὴν ἐπιθυμίαν· ᾧ θυμῷ εἴξασ〈α〉, μίγη φιλότητι καὶ εὐνῇ (ε 126)· τέταρτον, ἐπιλογισμόν· ἕτερος δέ 〈με〉 θυμὸς ἀνῆκεν (v. l. ι 302)· πέμπτον, τὴν ὁ{ο}μόνοιαν· ἕνα θυμὸν ἔχοντες (Ο 710, Π 219, Ρ 267). Os ἔσσυται : παρὰ τὸ σῶ, τὸ ὁρμῶ, γίνεται σύω καὶ παράγωγον σῦμι· Ps ἐπέσσυται : παθητικὸν παρακείμενον τῶν εἰς μι .

### 173,b1b

ἔστι τὸ ῥῆμα σῶ, τὸ ὁρμῶ· ἐκ τούτου παράγωγον σύω, ἐξ αὐτοῦ σῦμι, Os Oa ὁ μέλλων σύσω, ὁ παρακείμενος σέσυκα, ὁ παθητικὸς σέσυμαι καὶ τὸ τρίτον σέσυται καὶ ἐν ὑπερθέσει ἔσσυται.

### 173,b2

πάλιν δὲ ἐκ τοῦ σῶ γίνεται σεύω, τὸ παθητικὸν κατὰ τὸ τρίτον πρόσωπον σεύονται, Ps Os Oa ἐξ οὗ καὶ τὸ σεύωνται κύνες θαλεροί τ’ αἰζηοί (cf. Γ 26). Ps Os λίσσομαι : ἔστιν ἐνεστῶτος παθητικοῦ· τὸ θέμα λίσσω, ὁ μέλλων λίσω δι’ ἑνὸς ς .

### 174,a1

Ps λίσσομαι : τουτέστι παρακαλῶ· ὁ μέλλων λίσω δι’ ἑνὸς ς .

### 174,a2

Os εἵνεκα : ἐκ τοῦ ἕνεκα, κατὰ πλεονασμὸν τοῦ ι εἵνεκα.

### 174,b

Ps Os ἐμεῖο : ἀντωνυμία, καὶ σημαίνει τὸ ἐμοῦ, καὶ διὰ τῆς ει διφθόγγου γράφεται.

### 174,c

ἔστι γὰρ τῆς ἐγώ ἀντωνυμίας ἡ γενικὴ ἐμοῦ, σοῦ, οὗ· αὗται αἱ γενικαὶ γίνονται κατὰ διάλυσιν ἐμέο, σέο, ἕο. καὶ ἐπειδὴ αἱ διαλελυμέναι γενικαὶ οὐδέποτε τὰ δύο φωνήεντα ἔχουσι μακρὰ ἢ βραχέα, ἀλλὰ τὸ μὲν ἓν μακρόν, τὸ δὲ ἕτερον βραχύ, οἷον Ἀτρείδεω, Πηλείδεω, Ὠκεανοῖο, ποταμοῖο, ἐπλεόνασε τὸ ι ποιητικῶς καὶ ἐγένετο ἐμεῖο, σεῖο, εἷο. Ps Os Oa Et.Gud. d 2 a et b μητίετα Ζεύς : παρὰ τὸ μῆτις, τοῦτο παρὰ τὸ μήδω, τὸ βουλεύομαι, ὅθεν καὶ μέδοντες οἱ βασιλεῖς λέγονται (Λ 276 alibi), οἷς εὐβουλίας δεῖ, διὸ καὶ βουληφόροι (cf.

### 175

Β 24 alibi) λέγονται· οὗ ὁ μέλλων μήσω καὶ ῥηματικὸν ὄνομα μῆσις καὶ τροπῇ τοῦ ς εἰς τ μῆτις καὶ ἐν συνθέσει ἀγκυλομήτης (cf. Β 205 alibi). ἀπὸ δὲ τοῦ μήδω ἐγένετο μῆδος, ὄνομα οὐδέτερον, ὅθεν καὶ τὸ μήδεα πυκνά (Γ 202 alibi). ἀπὸ τούτου ἐγένετο μητιόεις καὶ ὄνομα οὐδέτερον μητιόεν μητιόεντος. ἰστέον δὲ ὅτι ταῦτα κατὰ ποιητικὴν ἄδειαν λέγονται, ὡς ἱππότα Νέστωρ (Β 336) καὶ μητίετα Ζεύς (hic, alibi) καὶ αὐτὰρ ὁ Θυέστ’ (cf. Β 107) καὶ τὰ τούτοις ὅμοια. ταῦτα γὰρ καὶ μονόπτωτά ἐστι, καὶ ποιητικῷ μεταπλασμῷ λέγεται εἶναι αὐτά. διὸ καὶ ἄκλιτα ἔμεινεν. Καὶ ἄλλως· παρὰ τὸ μήδω γίνεται μητίτης καὶ πλεονασμῷ τοῦ ε καὶ συστολῇ τοῦ ι γίνεται μητιέτης. ἔστι δὲ Βοιωτῶν καὶ Αἰολέων ὁ τοιοῦτος παρασχηματισμός· παρ’ ἡμῖν δὲ οὐδὲν ἀρσενικὸν ὄνομα ἐπ’ εὐθείας εἰς α λήγει. Ps Os ἔχθιστος : παρὰ τὸ ἔχθος Ps Os γέγονεν ἔχθιστος· τὸ δὲ χθι ι · διατί; ἐπειδὴ πάντα τὰ εἰς τος λήγοντα ὀνόματα διὰ μόνου τοῦ ι γράφονται, οἷον Χριστός, πιστός, ἄπιστος, δύσπιστος, κάλλιστος, ἔχθιστος.

### 176,a

Ps ἐσσί : ἐνεστῶτος τῶν εἰς μι δευτέρου προσώπου.

### 176,b

παράγεται δὲ οὕτως· ἔστι τὸ πρωτότυπον ῥῆμα ἔω, τὸ ὑπάρχω, ὅθεν γέγονε τὸ εἰμί. ἀπὸ τούτου οὖν τοῦ ἔω γέγονε καὶ τὸ ἐσμί, εἰ καὶ μὴ εὕρηται ἐν χρήσει, καὶ τροπῇ τοῦ μι εἰς ς γίνεται τὸ δεύτερον ἔσς διὰ τοῦ ε καὶ τῶν δύο σς καὶ ἐσσί (διὰ τὸ χαρακτηριστικόν—οὐδέποτε γὰρ συλλαβὴ εἰς δύο λήγει τὰ αὐτὰ σύμφωνα—προσέλαβε τὸ ι καὶ γέγονε ἐσσί)· καὶ τὸ τρίτον ὀφεῖλον καὶ αὐτὸ εἶναι ἐσσί, οὐχ εὕρηται. (τοῦ δὲ εἶμι, τοῦ πορεύομαι, τὸ τρίτον ἐστὶν εἶσιν). Καὶ ζητοῦμεν πόθεν τὸ ἔστί τρίτον πρόσωπον γέγονεν· καὶ ῥητέον ὅτι ἀπὸ τοῦ ἐσμί, ἀπὸ τοῦ πρώτου προσώπου. καὶ ὤφειλεν εἶναι τὸ τρίτον ἐσσ ί· τὰ γὰρ εἰς μι τροπῇ τοῦ μι εἰς σι τὰ τρίτα ποιοῦσιν, οἷον δίδωμι δίδωσι, ἵστημι ἵστησι· διότι τὸ ἐσσί ἔφθη γενόμενον δεύτερον διὰ τὴν ἀνωτέρω γενομένην αἰτίαν, λέγω δὴ διὰ τὸ χαρακτηριστικὸν τοῦ ἔσς (δεύτερον γέγονεν ἀπὸ τοῦ ἐσμί) προσλαβόντος τὸ ι , διὰ τοῦτο τὸ τρίτον, ἵνα μὴ συνεμπέσῃ τῷ ἐσσί, γέγονε τροπῇ τοῦ ς εἰς τ ἐστ ί. καὶ ὡς εἰς τι λῆγον, ἐστί ἔοικε Δωρικῶς, οὐ γάρ ἐστι κυρίως τὸ ἐστ ί. τὰ γὰρ Δώρια τρίτα ἑνικὰ γινόμενα εἰς τι καθαρὸν ἔχουσι τὸ τι , οἷον τὸ φησίν οἱ Δωριεῖς, τροπῇ τοῦ ἐν τῇ ἀρχούσῃ η εἰς α καὶ τοῦ ς εἰς τ , Ps Os φατί λέγουσι καὶ τὸ δίδωσι δίδωτι· τὸ δὲ ἐστί ν, ἔχον σύμφωνον τὸ ς πρὸ τοῦ τ καὶ μὴ ὂν εἰς τι καθαρόν, οὐκ ἔστι {καθαρὸν ἀλλὰ} Δωρικὸν καθὸ εἰς τι λήγει. Os Δεῖ δὲ γινώσκειν ὅτι τοῦ εἰ{σ}μί τὸ τρίτον πρόσωπον τῶν πληθυντικῶν ἐστιν εἰσί ὁμοφώνως τῇ δοτικῇ τῶν πληθυντικῶν 〈τῆς ἰδίας μετοχῆσ〉, ἣ κέκλιται ὁ εἶς, τοῦ ἔντος, τῷ ἔντι, 〈τοῖς εἶσι〉· τοῦτο 〈τὸ〉 εἰσί συστολῇ τῆς παραληγούσης καὶ προσόδῳ τοῦ α 〈γέγονεν ἔασι Ἰωνικῶσ〉· τούτῳ γὰρ 〈οἱ〉 Ἀττικοὶ οὐ χρῶνται, καίπερ Ἀττικοῦ ὄντος, ἀλλ’ οἱ Ἴωνες. Τὸ δὲ ἱᾶσιν, ὃ σημαίνει τὸ πέμπουσιν, τοῦτον γίνεται τὸν τρόπον ὅτι τὸ πρῶτον τῶν πληθυντικῶν ἵεμεν, τὸ δεύτερον ἵετε, τὸ τρίτον ἱεῖσιν ὁμοφώνως καὶ ὁμοτόνως τῇ πληθυντικῇ δοτικῇ· ὁ ἱείς το〈ῦ〉 ἱέντος, γίνεται καὶ τοῖς ἱεῖσι μετοχή, σημαίνει {σημαίνει} δὲ τὸ ἀπολύειν καὶ πέμπειν· τοῦτο τὸ ἱεῖσιν, συστολῇ τῆς {τῆς} παραληγούσης καὶ προσόδῳ τοῦ α μακροῦ γίνεται ἱᾶσιν ἐπὶ τοῦ πέμπουσιν, ὡς τὸ τιθέασι, καὶ ἐπειδὴ τὸ ε καθ’ ἑαυτὸ καθαρόν ἐστιν, μὴ ἔχον σύμφωνον πρὸ αὑτοῦ, συναιρεῖται· ἢ κιρνᾶται μετὰ τοῦ α εἰς α μακρὸν καὶ γίνεται ἱᾶσι τρισύλλαβον κατὰ Ἀττικοὺς προπερισπώμενον ἐπὶ τοῦ πέμπουσι. διὰ τοῦ〈το〉 δὲ ἐν τῷ τιθέασι καὶ τοῖς ὁμοίοις οὐ γίνεται συναίρεσις, διότι οὐκ {ε}ἔστι καθαρὸν τὸ ε καὶ διὰ 〈τοῦ〉το ἐν τῷ {ι}ἔασι οὐ συναιρεῖται τὸ ε 〈καὶ α 〉 εἰς α (καί〈τοι〉 ἐνταῦθα καθαρόν ἐστι) ὅτι οὐ χρῶνται οἱ Ἀττικοὶ τῷ {ι}ἔασι, ἀλλ’ οἱ Ἴωνες· οἱ δὲ Ἀττικοί εἰσιν οἱ ποιοῦντες τὰς συναιρέσεις· οἱ γὰρ Ἴωνες μᾶλλον διαλύουσιν. τὸ δὲ ἱέασι γίνεται ἐν συνθέσει ἀφιᾶσι. Os Τὸ δὲ ἴασι τὸ προπαροξύτονον, τὸ λαμβανόμενον ἐπὶ τοῦ πορεύονται, γίνεται τοῦτον τὸν τρόπον· ἔστι τὸ ἑνικὸν εἶμι· ἀπὸ τοῦ ἴω γέγονε τοῦ σημαίνοντος τὸ πορεύομαι, ὡς Σώφρων λέγει· 〈ἐγ〉κίγκρα ὡς εἴω (fr. 48, p. 162 Kaibel) ἀντὶ τοῦ „κέρασον ὅπως πορευθῶ“· τὸ δεύτερον εἶς, τὸ τρίτον εἶσι· εἶσι περὶ πτόλιος μαχεούμενος (cf. λ 403) καὶ ἠΰτε ἔθνεα εἶσι μελισσάων ἁδινάων (Β 87)· τούτου τὰ πληθυντικὰ γίνεται διὰ τῆς 〈ἰ〉δίας μετοχῆς· οὐ γὰρ εὕρηται μετοχὴ τοῦ εἶμι ἐπὶ τοῦ πορεύομαι, ἀλλ’ ἐκτείνει τὸ ι καὶ γίνεται τὸ ἶσιν εἰς ι μακρόν, βραχὺ ὂν ἐν τῷ ἴμεν ἴτε, καὶ ἀπὸ τοῦ ἶσι μακροκαταλήκτου γίνεται κατὰ Ἀττικὴν συστολὴν τοῦ ι βραχέος καὶ προσόδῳ τοῦ α μακροῦ ἴασι προπαροξυτόνως, ἀντὶ τοῦ πορεύονται· τοῦτο οὐ συναιρεῖται, ὥσπερ τὸ ἱᾶσι. Os εἰδῇς : ὑποτακτικοῦ μέσου παρακειμένου.

### 185

εἴδω, τὸ γινώσκω, ὁ μέλλων εἴσω, ὁ παρακείμενος οἶδα, ἡ μετοχὴ εἰδώς εἰδότος, καὶ τὸ εὐκτικὸν εἴδοιμι, καὶ τροπῇ τῆς μι εἰς ην εἰδοίην καὶ εἰδείην. καὶ τὰ ἔχοντα τὸ εὐκτικὸν εἰς ην περισπῶσι τὸ ὑποτακτικὸν καὶ γίνεται εἰδῶ εἰδῇς. Oa Et.Gud. φέρτερος : ἀπὸ τοῦ φέρω φέρ ⸤ τερος.

### 186,a

γίνεται τὰ συγκριτικὰ ἐξ ὀνομάτων, ὡς ὀξύς ὀξύτερος· ἀπὸ ῥήματος, ὡς φ ⸥ έρω φέρτερος· ἀπὸ προθέσεως, ὡς πρό πρότερος· ἀπὸ ἐπι ⸤ ρρημάτων, ὡς πάλαι παλαίτεροσ ⸥ . G Oa στυγέῃ : στύζω, στύξω, ἀποβολῇ τοῦ ω Στύξ.

### 186,b

ἢ παρὰ τὸ στυγῶ στυγήσω, ἐξ οὗ στυγητός, ὁ μισητός, καὶ .... στυγνός ἐξ αὐτοῦ. καὶ ἔστιν ἀπὸ μεταφορᾶς τῆς Στυγός, ἥτις ἐστὶν ἐν Ἅιδῃ κρήνη. G φάσθαι : μέσου ἀορίστου δευτέρου, ἔστι δὲ ἀπαρέμφατον τῶν εἰς μι .

### 187,a

γέγ ⸤ ονεν ἐκ τοῦ φῶ τοῦ πρωτοτύπου, τοῦ σημαίνοντος τὸ φαίνω, ⸥ παράγωγον φημί, Ps Os G Oa ὁ μέλλων φήσω, ἔφην ὁ δεύτερος ἀόριστος, ὁ μέσος ἐφ ⸤ άμην, τὸ τρίτον ἔφα ⸥ το, καὶ φάσθαι. Ps G Oa ἄντην : παρὰ τὸ ἀντῶ ἄντην, ὡς κρύβω κρύβδην καὶ μίγω μίγδην.

### 187,b

Oa Et.Gud. τὰ δὲ εἰς ην ἐπιρρήματα βαρύνονται· χύδην, μίγδην. Oa ἄχος : παρὰ τὸ χῶ, τὸ χέω, μετὰ τοῦ στερητικοῦ α ἄχος, τὸ μὴ διαχεόμενον.

### 188

Oa extr. ord. λασίοισι : τοῖς δασέσι καὶ συνετοῖς καὶ θερμοῖς.

### 189,a1a

ἡ θέρμη γὰρ αἰτία τῆς ἐκφύσεως τῶν τριχῶν. Ps Os λασί ⸤ οι ⸥ σι : ἐκ τοῦ λα ἐπιτατικοῦ μορίου καὶ τοῦ σεύω, τὸ ὁρμῶ· ὀρθῶς γὰρ ⸤ ὁ ⸥ ρμῶνται τὰ †διὰ τοῦ νοήματος† G Oa νῦν δὲ περὶ τοῦ θυμοειδοῦς μέρους τῆς ⸤ ψυχ ⸥ ῆς φ ⸤ ησιν, ἀφ’ ὧν ⸥ λέγει ⸤ „στήθεσ ⸥ σιν“ (loco nostro)· ὑπὸ γὰρ τὰ στέρνα κεῖται ἡ καρδία, ⸤ ἐν ᾗ ἐστι τὸ ξηρῶδεσ ⸥ καὶ θερμὸν καὶ μανικὸν τῆς ψυχῆς.

### 189,a2

Ps Os G Oa τὸ δὲ λασίοισι γέγονε παρὰ τὸ σεύω, τὸ ὁρμῶ, καὶ τὸ λα ἐπιτατικὸν μόριον.

### 189,a3

Ps Os μερμήριξε : ἀορίστου πρώτου, τρίτου προσώπου.

### 189,b

τὸ θέμα μερμηρίζω. Ps Os τοῦτο παρὰ τὸ μείρω, τὸ μερίζω, ἀφ’ οὗ καὶ μέρος ὄνομα· παρὰ τοῦτο μερίζω καὶ κατὰ ἀναδιπλασιασμὸν μερμερίζω καὶ τροπῇ τοῦ ε εἰς η μερμηρίζω, ὁ μέλλων μερμηρίξω, ὁ ἀόριστος ἐμερμήριξα, ἐμερμή〈ρι〉ξε καὶ συναρχομένως μερμήριξε. Ps φάσγανον : παρὰ τὸ σφάζω σφάγανον καὶ ἐν ὑπερθέσει Ps Os φάσγανον.

### 190

τὸ δὲ σφάζω παρὰ τὸ φῶ, τὸ φονεύω, φάζω, καὶ πλεονασμῷ τοῦ ς σφάζω. Ps ἐναρίζοι : φονεύοι.

### 191,1a

παρὰ τὸ ἐναρίζω, καὶ τὸ εὐκτικὸν ἐναρίζοιμι. τὸ ἐναρίζω παρὰ τὸ ἐναίρω, τὸ φονεύω· τοῦτο παρὰ τὸ ἔνω, τὸ φονεύω, ὅθεν καὶ Ἐνυώ, ἡ πολεμικὴ θεός, καὶ Ἐνυάλιος. τὸ ἔνω παρὰ τὸ ἕλω, τὸ φονεύω, ἐξ οὗ καὶ εἷλε καὶ ἀνεῖλε. Oa ἐναρίζει : σημαίνει τρία ἡ λέξις· (1) τὸ σκυλεύω καὶ (2) τὸ φονεύω καὶ (3) τὸ ἀπολαμβάνω.

### 191,2

ἔναρα δὲ ἐκ τοῦ αἴρω, τὸ λαμβάνω, τὰ βασταζόμενα. ἢ παρὰ τὸ ἀρῶ, τὸ ἁρμόζω, οἱονεὶ ἃ ἥρμοσται τοῖς σώμασιν, ὡς ἐπὶ θώρακος καὶ περικεφαλαίας. Oa ὥρμαινε : παρατατικοῦ χρόνου τρίτου προσώπου ἑνικοῦ.

### 193,1

γέγονε δὲ παρὰ τὸ ὅρμος καὶ παράγωγον ὁρμαίνω, Ps Os ὁ παρατατικὸς ὥρμαινον καὶ τὸ τρίτον ὥρμαινε. Os ⸤ ὥρμαινε : ἐκ τοῦ ὁρμῶ ⸥ ὁρμαίνω.

### 193,2a

τὸ δὲ ὁρμῶ ἐκ τοῦ ὅρμος. G (deperd. suppl. ex Et.Gud. d 146 v ) ὥρμα〈ι〉νε : ἐκ τοῦ ὁρμῶ ὁρμαίνω, ὁ παρατατικὸς ὥρμαινεν.

### 193,2b

Oa κουλεοῖο : εἴρηται κουλεός παρὰ τὸ κῆλα, τουτέστι τὰ βέλη.

### 194,a

Ps Os ⸤ ξίφος : παρὰ τὸ ὀξύνεσθαι πρὸσ ⸥ φόνον.

### 194,b

γίνεται ἐκ τοῦ ξύω, ξύσω, ξύφος καὶ ξίφος. τὸ ξι ι · τὰ εἰ ⸤ ς φος οὐ θέλου σι τῇ ει ⸥ διφθόγγῳ παραλήγεσθαι, οἷον ἔριφος, στέριφος. G Oa Ἀθήνη : ἔστι ῥῆμα θῶ, τὸ θηλάζω, οὗ ὁ μέλλων θήσω καὶ ῥηματικὸν ὄνομα θήνη καὶ μετὰ τοῦ στερητικοῦ α Ἀθήνη, ἡ μὴ θηλάσασα· ἀμήτωρ γὰρ παραδέδοται ἡ θεός.

### 194,c

Ps Os ξανθῆς : πυρρᾶς.

### 197,a1a

καὶ διὰ τοῦτο, φησίν, αἰνίττεται τὸ θερμὸν καὶ ὀργίλον τοῦ ἥρωος· οἱ γὰρ ξανθόχολοι τοιοῦτοι. Ps Os ⸤ ξανθόσ ⸥ : ἐκ τοῦ ξαίνω ξαντός καὶ ξανθός.

### 197,a1b

διὰ τούτου γάρ, φασίν, αἰνίττεται τὸ θερμὸν καὶ ὀργίλον τοῦ ἥρωος· οἱ γὰρ ξανθόχολοι τοιοῦτοι. ἢ παρὰ τὸ ἄνθος, πλεονασμῷ τοῦ ξ καὶ καταβιβασμῷ τοῦ τόνου. G Oa ξα ⸤ νθός : ποίου εἴδους τῶν ὑποπεπτω ⸥ κότων; εἰδικοῦ.

### 197,a2

τὸ γένος πῶς ἐστιν; ⸤ χολὴ διαιρεῖται εἰς δύο, ⸥ ε ⸤ ἰσ ⸥ ἀτμῶδες καὶ ὠχρόν. G Oa κόμης : παρὰ τὸ κείρω, τὸ κόπτω, κόρη, τροπῇ τοῦ ρ εἰς μ , κόμη.

### 197,b

ἢ παρὰ τὸ κόσμος εἶναι τοῦ σώματος. Ps Os Παλλάδα : εἴρηται Παλλάς παρὰ τὸ πάλλω, τὸ κραδαίνω· πολεμικὴ γὰρ ἡ θεός.

### 200,a1

ἢ ἀπὸ τοῦ ἀναπαλθῆναι †ἀπὸ τῆς κεφαλῆς† τοῦ Διός. ἢ ὅτι Πάλλαντα ἕνα τῶν γιγάντων ἀπέκτεινεν. Ps Os Παλλάς : παρὰ τὸ πάλλω, τὸ κινῶ· ἢ ἀπὸ τοῦ παλθῆναι αὐτὴν ἀπὸ τῆς κεφαλῆς τοῦ Διός· ἢ ὅτι Πάλλαντα ἕνα τῶν γιγάντων ἀπέκτεινεν· ἢ διὰ τὸ παλλομένην τὴν καρδίαν τοῦ Διονύσου προσκομίσαι τῷ Διΐ.

### 200,a2

G et Oa extra ord., sed inter sch.—ep. ad A pertinentes φαάνθεν : ⸤ ἀορίστου πρώτου παθητικοῦ ἀ ⸥ πὸ τοῦ φαίνω.

### 200,b1

ὁ ἀόριστος πρῶτος παθητικὸς ἐφάνθην καὶ τὸ τρίτον τῶν πληθυντικῶν ἐφάνθησαν, Ps Os G Oa καὶ κατὰ συγκοπὴν καὶ πλεονασμῷ τοῦ α καὶ ἀφαιρέσει τοῦ ε φαάνθεν.

### 200,b2a

Ps Os καὶ ποιητικὸν Αἰολικὸν ἢ καὶ Δωρικόν, φαάνθεν, πλεονασμῷ τοῦ α .

### 200,b2b

ἔθος γὰρ ἔχουσιν οἱ Αἰολεῖς καὶ Δωριεῖς τὰ ἔχοντα ῥήματα τὴν μετοχὴν εἰς ς μετ’ ὀξείας τάσεως σχηματίζειν τὰ τρίτα τῶν πληθυντικῶν 〈...〉, ὥσπερ καὶ τὸ κόσμηθεν. G Oa εἰλήλουθας : μέσου παρακειμένου.

### 202

ἔστι γὰρ τὸ θέμα ἐλεύθω καὶ ὁ μέσος παρακείμενος ἤλευθα καὶ ὁ Ἀττικὸς ἐλήλυθα καὶ πλεονασμῷ τοῦ ο Βοιωτικῶς ἐλήλουθα καὶ παρενθέσει τοῦ ι εἰλήλουθα. Ps Os Et.Gud. ὕβριν : νῦν τὸν φόνον, ἴδῃ· ὑψοῖ τὴν ὕβριν ὡς καὶ θεοὺς κινήσασαν εἰς θέαν.

### 203,a

Ps Os ἴδῃ : δεῖ γινώσκειν ὅτι τὸ ἴδῃ δίχα τοῦ ς γράφεται.

### 203,b

ἔστι δὲ ἡ μετοχὴ εἰδώς εἰδότος καὶ ὤφειλεν εἶναι τὸ εὐκτικὸν ἴδοιμι καὶ οὐκ ἰδείην διότι τὰ ἔχοντα τὴν μετοχὴν εἰς ς μετ’ ὀξείας διὰ τοῦ ντ κλινομένην, εἰς ην καθαρὸν ἔχουσι τὸ εὐκτικόν, οἷον τυφθείς τυφθέντος τυφθείην. αὕτη οὖν ἡ μετοχὴ εἰ καὶ εἰς ς λήγει μετ’ ὀξείας τάσεως, ἀλλ’ οὖν οὐ κλίνεται διὰ τοῦ ντ · οὐκ ὤφειλεν οὖν εἶναι ἰδείην, ἀλλ’ ὥσπερ ἀπὸ τοῦ περιπατοῖμι γίνεται περιπατοίην κατὰ τροπὴν τῆς μι εἰς ην , τὸν αὐτὸν τρόπον ἀπὸ τοῦ ἴδοιμι γέγονεν ἰδοίην, ἐπειδὴ εἰς ην καθαρόν ἐστι τὸ εὐκτικόν. Τὰ δὲ εἰς ην καθαρὸν ἔχοντα τὸ εὐκτικόν, εἰς ω μετὰ περισπωμένου τόνου ἔχουσι τὸ ὑποτακτικόν, οἷον τυφθείην, ἐὰν τυφθῶ· τούτου χάριν καὶ ἐὰν ἰδῶ γέγονε τὸ ὑποτακτικόν, οἷον ὄφρ’ εὖ ἰδῶ (cf. Α 185), κανόνος ἀναγκάζοντος αὐτὸ βαρύνεσθαι· τὰ γὰρ εἰς ω ὑποτακτικὰ τότε περισπῶνται, ἡνίκα ὦσι μετὰ περισπωμένου ἐνεστῶτος, οἷον ποιῶ, ἐὰν ποιῶ καὶ ἐὰν ἔχωσι τὴν μετοχὴν εἰς ς μετ’ ὀξείας τάσεως καὶ διὰ τοῦ ντ κλινομένην, ὡς καὶ ἀνωτέρω εἴρηται. τοῦτο δὲ οὐκ ὤφειλε περισπᾶσθαι, ἀλλὰ περιεσπάσθη, ὡς εἴρηται, ἐπειδὴ ἐγένετο τὸ εὐκτικὸν εἰς ην καθαρόν. Ps Os Oa ὑπεροπλίῃ ⸤ σι ⸥ : παρὰ τὸ ὅπλον, ὑπέροπλον, ὑπερόπλιος καὶ ὑπεροπλία.

### 205

σημαίνει δὲ τὴν ὑπερη ⸤ φανίαν· μεταφορικὴ δέ ἐστιν ⸥ ἡ λέξις ἀπὸ τῶν τὰ ὅπλα φερόντων. G Oa γλαυκῶπις : ἡ{τοι} γλαυκόφθαλμος, καλή, ἡ γλαυκοὺς καὶ καταπληκτικοὺς ἔχουσα τοὺς ὦπας.

### 206

Ps Os πίθηαι : ὑποτακτικοῦ μέσου ἀορίστου δευτέρου Ἰωνικῶς· τὸ θέμα πείθω.

### 207

Ps Os ἕλκεο : ἐνεστῶτος παθητικοῦ προστακτικοῦ.

### 210

ἕλκω τὸ θέμα, Ps Os τὸ παθητικὸν ἕλκομαι καὶ ὁ παρατατικὸς εἱλκόμην, εἵλκου καὶ τὸ προστακτικὸν ἕλκου καὶ κατὰ διάλυσιν ἕλκεο. Ps ἴσχεο : ὁμοίως καὶ τοῦτο παθητικὸν προστακτικόν.

### 214,a

τὸ θέμα ἴσχω· Ps γέγονε δὲ παρὰ τὸ ἔχω, τὸ κρατῶ, καὶ πλεονασμῷ τοῦ ς . Ps Os τὸ γὰρ ε , ἡνίκ’ ἂ〈ν〉 πλεονάσῃ συμφώνῳ, τρέπεται εἰς ι . Ps πείθεο : καὶ τοῦτο ὁμοίως.

### 214,b1

Ps πείθεο : †ὄνομα.

### 214,b2

Os χρή : ἐνεστῶτος τῶν εἰς μι τρίτου προσώπου ἑνικοῦ.

### 216,a

ἔστιν οὖν χρῆμι, τὸ δεύτερον χρῆς καὶ τὸ τρίτον χρῆσι καὶ κατὰ ἀποβολὴν τῆς σι συλλαβῆς γίνεται χρή ἐν ὀξείᾳ τάσει. Ps Os εἰρύσασθαι : ἔστι μέσου ἀορίστου πρώτου ἀπαρεμφάτου.

### 216,b1a

Ps Oa τὸ θέμα ἐρύω ἐρύσασθαι καὶ Ἰωνικῷ πλεονασμῷ εἰρύσασθαι. Oa Et.Gud. εἰρύσασθαι : δίχα εἰρῆσθαι.

### 216,b1b

τὸ θέμα ἐρύω καὶ τὰ λοιπὰ δῆλα. Osa καὶ ὥσπερ ἐγένετο ἀρτύω ἐκ τοῦ ἀρτῶ κατὰ πλεονασμὸν τοῦ υ καὶ ἀπὸ τοῦ μνῶ μνύω καὶ κατὰ πλεονασμὸν τοῦ η μηνύω, οὕτως καὶ ἐν τῷ ἐρύω παρὰ τὸ ῥῶ, ὃ σημαίνει τὸ ἰσχύω, ἐπενθέσει τοῦ υ ῥύω καὶ πλεονασμῷ τοῦ ε ἐρύω, οἷον δυνάμει ἕλκω.

### 216,b2a

Ps, Osb ( post 611 Β), Oa Et.Gud. καὶ ὁ παρατατικὸς εἴρυον· προσλαμβάνει τὸ ε τὸ ι καὶ οὐ τρέπεται εἰς τὸ η .

### 216,b2b1

Ps, Osb ( post 611 Β) ἢ παρὰ τὸ ἐρῶ, τὸ λέγω, ἐρύω, ἐρύσω, ἐρύσασθαι καὶ πλεονασμῷ τοῦ ι εἰρύσασθαι.

### 216,b2b2

Oa Et.Gud. ⸤ ὥς κε ⸥ : τὸ μὲν ὥς ἀντὶ τοῦ ὅπως· τὸ δὲ κέ ἀντὶ τοῦ ἄν.

### 218

G ( suppl. ex Et.Gud.), Oa ἦ: ἐκ τοῦ φημί, τὸ λέγω, καὶ ἀφαιρέσει τοῦ φ τὸ αὐτὸ σημαίνει, καὶ ὁ δεύτερος ἀόριστος ἦν, ἦς, ἦ.

### 219,a1

Ps ἦ: ἐκ τοῦ φημί ῥήματος τοῦ σημαίνοντος τὸ λέγω.

### 219,a2

ἀπὸ τοῦ φημί ἐγένετο ἠμί, τὸ αὐτὸ σημαῖνον. καὶ ἔστιν ἀόριστος δεύτερος τῶν εἰς μι τρίτου προσώπου. Os κώπῃ : τῇ λαβῇ τοῦ ξίφους, παρὰ τὸ μὴ κόπτειν τὴν χεῖρα.

### 219,b

κόπτω οὖν κώπη, τῆς θέσει μακρᾶς γενομένης φύσει, ὡς ἀπὸ τοῦ κολλῶ κωλύω G Oa σχέθε : χρόνου παρατατικοῦ.

### 219,c1a

σχέθω, ὁ παρατατικὸς ἔσχεθον, ἔσχεθες, ἔσχεθε καὶ ἀφαιρέσει τοῦ ε σχέθε. Ps σχέθε : παρατατικοῦ ἐνεργητικοῦ.

### 219,c1b

τὸ θέμα σχέθω ἀπὸ τοῦ σχῶ γέγονεν, ὥσπερ ἀπὸ τοῦ φλέγω φλεγέθω καὶ ἀμύνω ἀμυνάθω, οὕτως καὶ ἀπὸ τοῦ σχῶ σχέθω. Os καὶ κλίνεται ἄχρι τοῦ παρατατικοῦ κατὰ πᾶσαν ἔγκλισιν, Ps Os καὶ ἐν συνθέσει κατάσχεθε καὶ κάσχεθε (Λ 702).

### 219,c2

Ps ἀπίθησεν : ἔστι πιθῶ πρώτης συζυγίας τῶν περισπωμένων.

### 220,1

γράφεται δὲ διὰ τοῦ ι · ὁ μέλλων πιθήσω, ὁ ἀόριστος ἐπίθησα καὶ ἡ μετοχὴ πιθήσας, ὅθεν καὶ τὸ „ἀπεγράφη〈σ〉 πιθήσασ“ (Cosm. Hieros. Can. in Nat. 88 [p. 167 Christ—Paranikas = p. 118 Cantarella])· οὕτω καὶ τὸ †ἄπιθι. Ps ἀπίθησεν : ἀόριστος πρῶτος.

### 220,2

τὸ θέμα πιθῶ, ὁ μέλλων πιθήσω, ὁ ἀόριστος ἐπίθησα, ὅθεν καὶ 〈ἐν〉 τῇ θειᾷ γραφῇ (cf. Luc. 2, 1 seq.), λέλεκται· „ἐν δούλοις τῷ Καίσαρος δόγματι ἀπεγράφη〈σ〉 πιθήσας καὶ δούλους ἡμᾶσ“ (Cosm. Hieros. Can. in Nat. 87—88 [cf. v. 93 supra]). Os βεβήκει : ὑπερσυντέλικος τῶν εἰς μι .

### 221

Os δαίμονας : τοὺς θεούς, οἱονεὶ δαήμονας, ἔπεισιν· ἔμπειροι γὰρ καὶ ἴδριες πάντων εἰσίν.

### 222,1

Ps Os δαίμονες : θεοί, ἅτε δαήμονες πάντων ὄντες· ἢ 〈οἱ〉 μερίζοντες ἡμῖν πάντα, παρὰ τὸ δάσασθαι.

### 222,2

Et.Gud. d 2 ἀταρτηροῖς : παρὰ τὸ τείρω, τὸ καταπονῶ, κατὰ συγκοπήν, τρῶ, τρήσω, τρηρός, καὶ μετὰ τοῦ στερητικοῦ α , ἀτρηρός, καὶ πλεονασμῷ τοῦ τ καὶ α ἀταρτηρός.

### 223

ἢ παρὰ τὴν ἄτην, ὃ σημαίνει τὴν βλάβην, ἀτηρός καὶ ἀταρτηρός. Pa Oa κραδίην : κατὰ μετάθεσιν· εἴρηται δὲ ἀπὸ τοῦ κραδαίνεσθαι ἀεὶ τὸ τῆς καρδίας σπλάγχνον.

### 225

Os θωρηχθῆναι : ἀπαρέμφατον ἀορίστου πρώτου παθητικοῦ.

### 226

τὸ θέμα θωρήσσω, τὸ δηλοῦν τὸ καθοπλίζομαι, καὶ τὰ λοιπὰ δῆλα. Ps Os ⸤ λό ⸥ χον ⸤ δε ⸥ : παρὰ τὸ λέχος· οἱ γὰρ λοχῶντες ο ⸤ ἱονεὶ κοιτάζοντες.

### 227,a

ἡ δὲ τοῦ δέ ⸥ ἐπέκτασις ἢ ἐφέλκυσις τὴν ⸤ εἰς τόπον ἐπιρρηματικὴν ⸥ σύνταξιν σημαίνει. G Oa ἱέναι : ἀπαρέμφατον ἐνεστῶτος καὶ παρατατικοῦ τῶν εἰς μι .

### 227,b

ἵημι, τὸ πρῶτον τῶν πληθυντικῶν ἵεμεν καὶ τὸ ἀπαρέμφατον ἱέναι, ὡς τίθεμεν, τιθέναι. Ps Os τέτληκας : ἔστι παρακείμενος ἐκ τοῦ τλῶ, πρώτης συζυγίας τῶν περισπωμένων, ὁ μέλλων τλήσω, ὁ παρακείμενος τέτληκα.

### 228,a1

Ps τέτληκας : εὔδηλον.

### 228,a2

Os εἴδεται : ἔστιν ἐνεστῶτος παθητικοῦ.

### 228,b1

τὸ θέμα εἴδω, τὸ σημαῖνον τὸ φαίνομαι, καὶ τὸ παθητικὸν εἴδομαι, εἴδῃ, εἴδεται. Ps εἴδεται : καὶ τοῦτο εἴδηλον.

### 228,b2

Os λώϊον : τὰ εἰς ων καθαρὰ δισύλλαβα συγκριτικὰ διφθόγγῳ θέλουσι παραλήγεσθαι.

### 229,1

τέσσαρα δέ εἰσι ταῦτα· καὶ τὰ μὲν δύο ἐκφωνοῦσι τὸ ι , οἷον πλείων, μείων, τὰ δὲ δύο ἀνεκφώνητον αὐτὸ ἔχουσιν, οἷον λῴων, ῥᾴων. τὸ δὲ λῴων γέγονεν ἀπὸ τοῦ λῶ, τὸ θέλω· ὃ γὰρ νοεῖ τις ἑαυτῷ συμφέρον, τοῦτο καὶ θέλει. καὶ τὸ μὲν μείων γέγονεν ἀπὸ τοῦ μῆκος ἢ ἀπὸ τῆς μιᾶς· τῆς γὰρ μιᾶς οὐδέν ἐστιν ἐλαττότερον. ἢ ἀπὸ τοῦ μέρος μερίων καὶ κατὰ συγκοπὴν τοῦ ρ καὶ συναιρέσει τοῦ ε καὶ ι εἰς τὴν ει δίφθογγον, μείων. τὸ δὲ πλείων ἀπὸ τοῦ πολλός πολλείων καὶ ἐν συγκοπῇ πλείων. Ps Os, Oa extr. ord. λώϊον : παρὰ ⸤ τὸ λῶ, τὸ θέλω, καὶ τὸ συγκρι ⸥ τικὸν λῷον.

### 229,2

καὶ ὡς πλείων κ ⸤ αὶ ῥᾴων. καὶ ὄνομα ἐξ αὐτοῦ λώϊος καὶ λώϊον καὶ λῷον ⸥ . G Oa ἀποαιρεῖσθαι : ἁρπάζειν, ὅ ἐστιν ἀφαιρεῖσθαι· κατὰ τὸ πλῆρες, τῆς ἀπό Pa προθέσεως μὴ συγκοπείσης.

### 230

Pa Oa οὐτιδαν ⸤ οῖσιν : δύο ⸥ εἰσὶ σ ⸤ ύνθετα εἰς ος · ⸥ οὐτιδανός, οὐτιδανή καὶ μηδαμινός, μηδαμινή.

### 231

καὶ τὸ μὲν ⸤ οὐτιδανόσ ⸥ γέγονε παρὰ τὸ οὔτις οὔτιδος, τοῦ συγκειμένου ἐκ τοῦ οὐ καὶ τοῦ τις· τὸ δ ⸤ ὲ ⸥ μηδαμινός ἀπὸ τοῦ μηδαμά, ὅπερ σύγκειται ἀπὸ τῆς ⸤ μή ἀπα ⸥ γορεύσεως καὶ τοῦ δαμός, τοῦ ἰσοδυναμοῦντος τῷ τις· ἐξ οὗ καὶ τὸ ἐπίρρημα μηδαμῶς. διὸ ἀπολογούμεθα ὑπὲρ αὐτοῦ, ὅτι παρασύνθετά εἰσι τὸ μηδαμινός καὶ οὐτιδανός· καὶ διὰ τοῦτο καὶ ⸤ τὰ ⸥ θηλυκὰ ἐνήλλαξαν καὶ γέγονεν εἰς δύο· τὰ γὰρ κοινὰ τῷ γένει σύνθετά εἰσιν. G Oa λωβήσαιο : ἔστι πρώτης συζυγίας τῶν περισπωμένων εὐκτικοῦ παθητικοῦ.

### 232,1

τὸ θέμα λωβῶ, λωβήσω. Ps λωβήσαιο : τὸ θέμα φανερόν.

### 232,2

Os ἀναθηλήσει : ἔστι τὸ θέμα ἀναθηλῶ, πρώτης συζυγίας τῶν περισπωμένων, ὁ μέλλων ἀναθηλήσω· τὸ δὲ ἀναθηλῶ παρὰ τὸ θάλλω, ὁ μέλλων θαλῶ, καὶ ἐξ αὐτοῦ ῥῆμα, τροπῇ τοῦ α εἰς η , θηλῶ καὶ μετὰ τῆς ἀνά προθέσεως, ἀναθηλῶ.

### 236,a1a

Ps ἀναθηλήσει : καὶ τούτου τὸ θέμα εὔδηλον.

### 236,a1b

Os ἀναθηλήσει : πρώτης συζυγίας τῶν περισπωμένων μέλλοντος πρώτου.

### 236,a2

παρὰ τὸ ἀναθηλῶ, τοῦτο παρὰ τὸ θηλῶ·— ἢ παρὰ τὸ θάλλω θαλῶ θαλήσω, τροπῇ θηλήσω· —τοῦτο παρὰ τὸ θηλή· τοῦτο παρὰ τὸ θῶ, τὸ τρέφω. Pa Oa ἔλεψε : ἔστι ῥῆμα λεπῶ, πρώτης συζυγίας τῶν περισπωμένων, ὁ μέλλων λεπήσω, ὁ ἀόριστος ἐλέπησα καὶ τὸ τρίτον ἐλέπησε καὶ κατὰ συγκοπὴν τοῦ η καὶ κράσει τοῦ π καὶ ς εἰς ψ , ἔλεψε.

### 236,b1

Ps Os ἔλεψε : παρὰ τὸ λέπω, ἐξ οὗ καὶ λέπος καὶ λεπτός καὶ λέπυρον, τὸ τῶν καρύων ἔλυτρον.

### 236,b2

ἢ παρὰ τὸ λεπῶ, πρώτη〈σ〉 τῶν περισπωμένων, ἐλέπησα, καὶ τὸ τρίτον ἐλέπησε, κατὰ συγκοπὴν τοῦ η καὶ κράσει τοῦ πς εἰς ψ , ἔλεψε. Oa φλοιόν : παρὰ τὸ φλοῦς φλοός καὶ φλοιός.

### 237

ἢ παρὰ τὸ φλῶ, τὸ ἀναδίδωμι καὶ ἀναπέμπω· φλῶ, φλέω, φλοός καὶ φλοιός, —ἢ ἐκ τοῦ φλῶ κατὰ παραγωγὴν φλάζω καὶ παφλάζω—κατὰ δὲ τροπὴν τοῦ ε εἰς υ φλύω, ἐξ οὗ καὶ φλύαρος, ὁ ἀκρίτως ἀναπέμπων τοὺς λόγους· ἐκ δὲ τοῦ φλέω καὶ φλενός καὶ φληνός καὶ μετὰ τοῦ φῶ ῥήματος τοῦ δηλοῦντος τὸ λέγω γίνεται φληναφῶ καὶ φλήναφος, ὁ ὕθλος. G Oa θέμιστας : παρὰ τὸ τίθημι θεμός, μετὰ τοῦ ς θεσμός καὶ θέσμις 〈καὶ θέμισ〉 κατὰ ἀποβολήν.

### 238

καὶ κλίνεται θέμιδος καὶ θέμιτος, καὶ θέμιστας κατὰ πλεονασμόν. Oa εἰρύαται : ἔστι τὸ θέμα εἴρυμι (ἐκ τοῦ εἰρύω γέγονεν), ὁ μέλλων εἰρύσω, εἴρυκα, εἴρυμαι, εἴρυται καὶ Ἰακῶς εἰρύαται.

### 239

Ps Os Ἕκτωρ : τὸ ε ψιλὸν διατί; πρὸ τοῦ κ ἡ αι δίφθογγος οὐχ εὑρίσκεται, εἰ μὴ ἐν ὀλίγαις λέξεσι καὶ σεσημειωμέναις, ὡς ἔχει τὸ αἰκίζω καὶ τὰ ἐξ αὐτοῦ· αἶκνον, τὸ δεῖπνον· αἰκάλλω, τὸ θωπεύω· αἰκατερίνα· τὰ δὲ λοιπὰ ψιλά.

### 242

Oa ἔνδοθι : τὰ εἰς θι ἐπιρρήματα βαρύτονα διὰ τὸ ι γράφεται, οἷον οὐρανόθι, αὐτόθι, ἔνδοθι.

### 243,a

πρόσκειται „βαρύτονα“ διὰ τὰ ὀξύτονα, ταῦτα γὰρ διὰ τῆς ει διφθόγγου γράφεται· οἷον ἀμοθεί, τὸ ἄνευ μάχης, παρὰ Θουκυδίδῃ (5, 77, 6)· ἀμοχθεί· σεσημείωται τὸ ἀμισθί, τὸ ἄνευ μισθοῦ. Oa ἀμύξεις : ἔστι μέλλοντος πρώτου· τὸ θέμα ἀμύσσω.

### 243,b1a

Ps ἀμύξεις : ὁ ἐνεστὼς ἀμύσσω.

### 243,b1b

Oa ἀμύξεις : παρὰ τὸ ἀμύσσω ἀμύξω, ὃ παρὰ τὸ αἷμα αἱμάσσω, καὶ ἀμύσσειν, τὸ τοῖς ὄνυξι ξέειν.

### 243,b2

Pa Oa ποτί : ἔστι πρόθεσις Δωρική.

### 245,a

ἡ γὰρ πρός πρόθεσις Δωρικῷ ἔθει μεταβάλλει τὸ ς εἰς τ . καὶ ἐπειδὴ οὐ δύναται λέξις Ἑλληνικὴ εἰς τ καταλήγειν, πλεονάζει τὸ ι καὶ ἀποβάλλει τὸ ρ . Ps Os σκῆπτρον : παρὰ τὸ σκέπτεσθαι καὶ ἐρείδεσθαι ἐν αὐτῷ· γέγονε σκέπτρον καὶ ἐπεκτάσει τοῦ ε εἰς η καὶ πλεονασμῷ τοῦ ρ σκῆπτρον.

### 245,b

Ps Os χρυσείοις : δεῖ γινώσκειν ὅτι τὸ χρύσειος διὰ τῆς ει διφθόγγου γράφεται κανόνι τοιούτῳ· τὰ διὰ τοῦ ειος μετουσιαστικὰ διὰ τῆς ει διφθόγγου γράφεται, Ps Os οἷον σιδήρειος, ἀργύρειος, μαρμάρειος, χρύσειος.

### 246,a

Ps Os πεπαρμένον : ἔστι παρακείμενος μετοχῆς παθητικῆς.

### 246,b1

τὸ θέμα πείρω, τὸ σημαῖνον τὸ κεντῶ, ὁ μέλλων περῶ, ὁ παρακείμενος πέπαρκα, πέπαρμαι, ἡ μετοχὴ πεπαρμένος καὶ πεπαρμένον. Ps πεπαρμένον : τὸ θέμα πείρω.

### 246,b2

Os ἕζετο : παρατατικὸς παθητικὸς κατὰ συστολὴν τῆς ἀρχούσης τοῦ εἵζετο.

### 246,c1a

γέγονε δὲ ἐκ τοῦ ἕω, τὸ καθέζομαι, κατὰ πλεονασμὸν τοῦ ζ , ἕζω, εἷζον, καὶ τὰ λοιπὰ δῆλα. Ps ἕζετο : ῥῆμα ἕω, τὸ σημαῖνον τὸ καθέζομαι, καὶ πλεονασμῷ τοῦ ζ , ἕζ{ε}ω, ὁ παρατατικὸς εἷζον, καὶ συστολῇ ἕζετο.

### 246,c1b

Os Δεῖ γινώσκειν ὅτι τὰ ἀπὸ τοῦ ε ἀρχόμενα ῥήματα, ἐὰν εὑρε{υ}θῶσιν ὑπὲρ δύο συλλαβάς, {ε}τρέπουσι τὸ ε εἰς η ἐν τῷ παρατατικῷ, οἷον ἑρμηνεύω ἡρμήνευον, χωρὶς τοῦ ἐθίζω εἴθιζον, ἐργάζομαι εἰργαζόμην, ἑστιῶ εἱστίων· οὕτως οὖν καὶ ἕζω εἷζον, ὅπερ οὐκ ἔστι παρ’ ἡμῖν.

### 246,c2

Os ἑτέρωθεν : διατί προπαροξύνεται; τὰ εἰς θεν λήγοντα ἐπιρρήματα τῷ ω παραληγόμενα, εἰ μὲν ἀπὸ βαρυτόνου ὀνόματος ἢ ἀπὸ ἐπιρρήματος παράγεται, προπαροξύνεται, οἷον ἕως ἕωθεν, ἄνω ἄνωθεν, ἔξω ἔξωθεν· εἰ δὲ ἀπὸ ὀξυτόνων, προπερισπῶνται, οἷον ἠώς ἠῶθεν· τὰ δὲ παρὰ τοῦτο σπάνια.

### 247

Oa ἀνώρουσε : ἔστιν ἀορίστου πρώτου.

### 248,1

τὸ θέμα ὀρούω, ὁ μέλλων ὀρούσω, ὁ ἀόριστος ὤρουσα, καὶ τὸ τρίτον ὤρουσε, καὶ μετὰ τῆς ἀνά προθέσεως ἀνώρουσε. σημαίνει δὲ τὸ ἀνώρμησε. Ps ἀνόρουσε : τὸ θέμα εὔδηλον.

### 248,2

Os ἤδη : ἀορίστου {πρώτου} χρόνου δηλωτικοῦ καὶ παρῳχημένου καὶ ἐνεστῶτος καὶ μέλλοντος.

### 250

Os ἐφθίατο : ἔστι τὸ θέμα φθίω, τὸ σημαῖνον τὸ φθείρω· ἔνθεν καὶ φθινόπωρον καὶ φθίσις.

### 251,a1

τοῦ ὑπερσυντελίκου παθητικοῦ τὸ τρίτον πρόσωπον ἔφθιντο καὶ Ἰωνικῶς, καθ’ ὑποστολὴν τοῦ ν καὶ πλεονασμῷ τοῦ α ἐφθίατο. Ps Os ἐφθίατο : χρόνου παρατατικοῦ τρίτου προσώπου Ἰωνικοῦ.

### 251,a2

τὸ κοινὸν ἔφθι〈ν〉το, τὸ Ἰωνικὸν ἐφθίατο· ὁ κανών· ταῦτα δὲ τὰ τρί〈τ〉α Ἴωνες προσόδῳ τοῦ α . Τὸ θέμα φθίω. τὸ φθι ι · διατί; τὰ διὰ τοῦ ειω , μὴ παρ’ ἐνεστῶτος καὶ τὰ ἑξῆς. ὁ μέλλων φθίσω, φθίσεις, φθίσει· δαιμόνιε, φθίσει σε τὸ σὸν μένος (Ζ 407)· ὁ παρατατικὸς ἐφθιόμην, τὸ πρῶτον τῶν πληθυντικῶν ἐφθιόμεθα. {ἕκαστος} ἐκ τοῦ φθίω φθίνω, κατ’ ἐπένθεσιν τοῦ ν · οἶ〈ν〉ον δὲ φθινύθουσιν (ξ 95)· ἐξ αὐτοῦ τὸ φθίμι, ἡ μετοχὴ παθητικὴ φθίμενος, ἐξ οὗ τὸ φθίμενος ἐν Τροίῃ ἑκὰς Ἄργεος ἱπποβότοιο (cf. Ι 246)· ἐξ αὐτοῦ δὲ φθιτόν καὶ ἄφθιτον· εἵλετο 〈δὲ〉 σκῆπτρον πατρώϊον, ἄφθιτον (Β 46). Oa ἅμα : δεῖ γινώσκειν ὅτι τὸ ἅμα ἐπὶ καιροῦ λαμβάνεται.

### 251,b

τὸ δὲ ὁμοῦ ἐπὶ τόπου. Ps Os τράφεν : ἔστιν ἀόριστος δεύτερος παθητικὸς τρίτου προσώπου τῶν πληθυντικῶν Δωρικῶς καὶ †Ἰωνικῶς Ps Os ἀντὶ τοῦ ἐτράφησαν.

### 251,c1

Ps τράφεν : δεύτερος ἀόριστος τῶν παθητικῶν τρίτον πρόσωπον τῶν 〈πληθυντικῶν〉 Δωρικῶν καὶ †Ἰωνικῶν, ὥσ ⸤ περ τὸ κό ⸥ σμηθεν (Γ 1).

### 251,c2

G Et.Gud. ἦκεν : ἔστι σύνδεσμος διαβεβαιωτικός.

### 255,a1

καὶ δεῖ προπερισπᾶν αὐτόν. Ps ἦκεν : σύνδεσμος βεβαιωτικός.

### 255,a2

Os γηθήσαι : εὐκτικόν ἐστι Ps Os καὶ παροξύνεται.

### 255,b

Ps κεχαροίατο : μέσου ἀορίστου δευτέρου εὐκτικοῦ παθητικοῦ τρίτου προσώπου Ἰωνικοῦ ἐκ τοῦ χαίρω γενόμενον.

### 256,1

Ps Os κεχαροίατο : δευτέρου μέσου ἀορίστου παθητικοῦ εὐκτικοῦ Ἰωνικοῦ, τρίτου τῶν πληθυντικῶν.

### 256,2

οἱ γὰρ Ἴωνες πᾶν ῥῆμα εὐκτικόν, τρίτον πρόσωπον τῶν πληθυντικῶν, ἔχον τὸ ν , κατὰ μετάθεσιν τοῦ ν εἰς α προφέρονται, οἷον μνήσαιντο μνησαίατο, πύθοιντο πυθοίατο, λέγοιντο λεγοίατο. ἔστιν οὖν ἐκ τοῦ χαίρω ῥήματος ὁ δεύτερος ἀόριστος ἔχαρον, ἐχάρην, χαροίμην, μετὰ ἀναδιπλασιασμοῦ κεχαροίμην. τὸ δὲ χαίρω ἐκ τοῦ χῶ, τὸ χωρῶ. G Oa πυθοίατο : καὶ τοῦτο γέγονεν ὁμοίως ἀπὸ τοῦ πεύθω, ὁ δεύτερος ἀόριστος ἔπυθον καὶ ἐπυθόμην, τὸ εὐκτικὸν πυθοίμην, πύθοιντο καὶ πυθοίατο.

### 257,a1

Ps πυθοίατο : ἀπὸ τοῦ πεύθω γέγονε, τοῦ σημαίνοντος τὸ ἐρωτῶ.

### 257,a2

ἔστι καὶ τοῦτο Ἰωνικόν. Os μαρναμένοιϊν : ἔστι τῶν εἰς μι παράγωγον.

### 257,b1a

τὸ δὲ πρωτότυπον αὐτοῦ ἐστι μαρνῶ, δευτέρας συζυγίας τῶν περισπωμένων, καὶ παράγωγον μάρνημι, μάρναμαι καὶ ἡ μετοχὴ μαρνάμενος καὶ μαρνάμενοι. Ps μαρναμένοι〈ϊν〉 : συζυγίας δευτέρας τῶν εἰς μι .

### 257,b1b

τὸ θέμα μάρνημι παραγώγως. Os ⸤ μαρνα ⸥ μένοιϊν : ἀπὸ τοῦ μαρνῶ, μάρνημι, μάρναμαι, ⸤ μ ⸥ αρνάμενος, μαρναμένοιν καὶ πλεονασμῷ τοῦ ι μαρναμένοιϊν.

### 257,b2

τὸ δὲ μαρνῶ ἀπὸ τοῦ ἀρνός (οἱ παλαιοὶ γὰρ τὰς πραγμα ⸤ τεί ⸥ ας μετ’ ἀρνῶν ἐποιοῦντο), ὅθεν καὶ τὸ ἀρνῶ, ἀρνοῦμαι. G Oa οἳ περὶ μὲν βουλῇ : εἴτε ἀνθ’ ἑτέρας κεῖται προθέσεως ἡ περ ί, λέγω δὴ ἀντὶ τῆς ὑπέ ρ, τὸν ἴδιον ⸤ τόνον φυλάττει· Ps Os G Oa πρόθεσις γὰρ ⸥ ἀντὶ προθέσεως παραλαμβανομένη τὸν ἴδιο ⸤ ν ⸥ τόνον φυλ ⸤ άττει ⸥ .

### 258

Ps G Oa οὕ〈τωσ〉 γὰρ ἔχει καὶ τὸ ἀλλ’ ὅδ’ ἀνὴρ ἐθέλει περὶ πάντων ἔμμεναι ἄλλων (Α 287). Ps {ἀλλὰ} πίθεσθε : μέσου ἀορίστου δευτέρου προστα〈κ〉τικοῦ παθητικοῦ.

### 259,a

Os ἄμφω : ἔστιν εὐθεῖα τῶν δυϊκῶν.

### 259,b1

καὶ ἔστι θεματικόν, τουτέστιν οὔτε ἑνικὸν οὔτε πληθυντικὸν ἔχει. Ps ἄμφω : εὐθείας τῶν δυϊκῶν θεματικῆς.

### 259,b2

Os ἐστόν : ἐνεστῶτος τῶν εἰς μι δευτέρου προσώπου· ἐσμί, τὸ δυϊκὸν ἐστόν, ἐστόν.

### 259,c

Ps ἤδη : τοῦτο ἀόριστόν ἐστι καὶ χρόνον δηλοῖ.

### 260

ἐπὶ μὲν γὰρ τοῦ παρῳχημένου χρόνου· ἤδη γάρ ποτ’ ἐγὼ καὶ ἀρείοσιν ἠέ περ ὑμῖν (Α 260)· ἐπὶ δὲ ἐνεστῶτος· ἤδη γὰρ νῦ〈ν〉 μοι τόδ’ ἐεικοστὸν ἔτος ἐστίν (Ω 765)· ἐπὶ δὲ μέλλοντος· ἤδη λοίγια ἔργα τάδ’ ἔσσεται (cf. Α 573). Ps ἀθέριζον : ἔστι παρατατικὸς συστολῇ τῆς ἀρχούσης· τὸ θέμα ἀθερίζω.

### 261,1

Ps ἀθέριζον : μεταφορικὴ ἡ λέξις ἀπὸ μεταφορᾶς τῶν ἀθέρων ἤγουν τῶν ἀσταχύων τῶν ἐκ τῆς ἅλωνος ἀπορριπτουμένων· 〈.

### 261,2

..〉 οἱονεὶ ἡ μὴ θεριζομένη καὶ πρὸς χρείαν συναγομένη ἀλλ’ ἀποβαλλομένη. γίνεται οὖν ἐκ τοῦ θέρος θερίζω καὶ τοῦ στερητικοῦ α ἀθερίζω· τὸ δὲ θέρος παρὰ τὸ θέρω, τὸ θερμαίνω. ὁ μέλλων θερῶ καὶ θέρσω Αἰολικῶς καὶ ἐξ αὐτοῦ Θερσίτης καὶ θερμός. Pa Oa Πειρίθοον : διὰ τῆς ει διφθόγγου γράφεται.

### 263

ὁ γὰρ Ζεὺς ὁμοιωθεὶς ἵππῳ περιέτρεχε τὴν μητέρα τούτου Δίαν καὶ οὕτω συνεγένετο αὐτῇ, καὶ ἐκεῖθεν οὗτος ἐτέχθη. παρὰ οὖν τὸ περιθέειν γέγονε Περίθους καὶ πλεονασμῷ τοῦ ι Πειρίθους. Ἄλλως τε ἐπειδὴ οἱ Δωριεῖς τὴν ει δίφθογγον ἔθος ἔχουσιν εἰς η τρέπειν, οἷον πλείων πλήων, τοῦτο δὲ κατὰ δύο τρόπους ἡμάρτηται· πρῶτον μὲν ὅτι οὐδέποτε ἡ περί πρόθεσις πλεονάζει τὸ ι , δεύτερον δὲ ὅτι διὰ τοῦ η γράφεται παρὰ τοῖς Δωριεῦσιν. οὐδέποτε δὲ οἱ Δωριεῖς τρέπουσιν τὴν ει δίφθογγον εἰς τὸ η 〈...〉 ἔχουσιν ἀπὸ πλεονασμοῦ τοῦ ι · οἷον, ξένος ξεῖνος λέγουσι καὶ οὐ λέγουσι ξῆνος διὰ τοῦ η . εἰ οὖν τὸ Πειρίθους ἀπὸ πλεονασμοῦ ἔχει τὸ ι , δῆλον ὅτι παραλόγως παρὰ τοῖς Δωριεῦσι διὰ τοῦ η γράφεται. Ps et. Os; Oa extr. ord. ἔσαν : ἔστιν ἀορίστου δευτέρου τῶν εἰς μι τρίτου προσώπου τῶν πληθυντικῶν κατὰ συστολὴν τοῦ η εἰς ε .

### 267

ἔστι δὲ καὶ παρατατικός. Ps Os φηρσίν : ἀντὶ τοῦ θηρσί, κατὰ μετάθεσιν τοῦ θ εἰς φ , ὡς τὸ θλᾶν, φλᾶν.

### 268,a

κυρίως δὲ θῆρες λέγονται οἱ σύαγροι, καὶ οἱ τούτους λαμβάνοντες, θηρευταί. G Oa ὀρεσκῴοισι : ἀπὸ τοῦ κείω, τοῦ σημαίνοντος τὸ κοιμῶμαι, καὶ τὸ ὄρος γέγονεν ὀρέσκειος καὶ τροπῇ τοῦ ε εἰς ο ὀρέσκοιος καὶ ἐκτάσει τοῦ ο εἰς ω καὶ μεταθέσει τοῦ τόνου ὀρεσκῷος καὶ μένει τὸ ι προσγεγραμμένον.

### 268,b

Προπερισπᾶται δὲ διὰ τὸν χαρακτῆρα τὸν λέγοντα· τὰ διὰ τοῦ ῳος κτητικὰ ὑπὲρ δύο συλλαβὰς ἔχοντα τὸ ι κατὰ τὴν παραλήγουσαν, προπερισπῶνται, οἷον Ἀχελῷος, ἡρῷος, ἀθῷος, παππῷος, χωρὶς τοῦ κολῳός (Α 575), σημαίνει δὲ τὸν θόρυβον. Ps Os γαίης : ἔστι γέω ῥῆμα τὸ σημαῖνον τὸ τίκτω, ἐξ οὗ καὶ γίνεται γέα διὰ τοῦ ε , οἱονεὶ ἡ γεννητική.

### 270

ἐκ ταύτης τῆς λέξεως γίνεται γεωμέτρης, γεωλόφος καὶ γεωργός. τοῦτο τὸ γέα γίνεται κατὰ κρᾶσιν τοῦ ε καὶ α εἰς η γῆς. Ps Os (καὶ περισπᾶται κατὰ τὸν κανόνα τὸν λέγοντα· πᾶσα συναίρεσις ἐξ ὀξείας καὶ βαρείας περισπωμένην ποιεῖ), ἐξ οὗ γίνεται τὸ γήπεδον καὶ γηγενής καὶ γηπόνος. Ps ἐκ τούτου τοῦ γῆ γίνεται ἄλλη παραγωγὴ διὰ τῆς αι διφθόγγου, οἷον γαῖα, ὥσπερ ἀπὸ τοῦ σελήνη σεληναία Ps Os καὶ Ἀθήνη Ἀθηναία καὶ ἀρχή ἀρχαία. καὶ ὤφειλον μακρὸν ἔχειν τὸ α · αἱ γὰρ τοιαῦται παραγωγαὶ μακρὸν ἔχουσι τὸ α , οἷον Ἀθήνη Ἀθηναία καὶ τὰ ὅμοια. Ps ἀλλ’ ἔστι βραχύ· σεσημείωται γὰρ τὸ μαῖα καὶ γαῖα. Ps Os μαχέοιντο : ἐνεστῶτος καὶ παρατατικοῦ εὐκτικοῦ παθητικοῦ Ps Os τρίτου προσώπου τῶν πληθυντικῶν, πρώτης συζυγίας τῶν περισπωμένων.

### 272

Ps ξύνιον : ἔστι παρατατικοῦ.

### 273,1a

εἰ δὲ παρὰ ξύνιον 〈...〉. Ps ξύνιον : παρατατικοῦ.

### 273,1b

τὸ θέμα ξυνίω ἐξύνιον καὶ συστολῇ ξύνιον. Os ⸤ ξύνιον ⸥ : ἐπήκουον.

### 273,2

ἀπὸ τοῦ συνιῶ κατὰ τροπὴν τοῦ ς εἰς ξ . συνιῶ οὖν καὶ ὁ παρατατικὸς συνίουν, ὁ δὲ δεύτερος ἀόριστος σύνιον καὶ ξύνιον. G Oa αἴρεο : ἔστιν ἐνεστῶτος καὶ παρατατικοῦ προστακτικοῦ παθητικοῦ κατὰ διάλυσιν Ps Os καὶ ἔστι πρώτης συζυγίας τῶν περισπωμένων.

### 275,1

Ps ἀποαίρεο : ἐνεστῶτος καὶ παρατατικοῦ ἀπὸ τοῦ αἱρῶ, τὸ καταλαμβάνω· τὸ προστακτικὸν αἱροῦ καὶ κατὰ διάλυσιν αἵρεο καὶ μετὰ τῆς ἀπό προθέσεως ἀποαίρεο.

### 275,2

et Pa et Oa extr. ord.; Et.Gud. ἔα : ἐνεστῶτος καὶ παρατατικοῦ προστακτικοῦ ἀπὸ τοῦ ἐῶ, δευτέρας συζυγίας τῶν περισπωμένων.

### 276

καὶ τὰ λοιπὰ δῆλα. Ps Os ἔμμορε : ἔστι μέσου παρακειμένου τρίτου προσώπου τῶν ἑνικῶν.

### 278,1

τὸ θέμα μείρω, τὸ μερίζω, ἀφ’ οὗ καὶ μέρος· ὁ μέλλων μερῶ, ὁ μέσος παρακείμενος μέμορα, τὸ τρίτον μέμορε καὶ καθ’ ὑπερβιβασμὸν τοῦ ε , ἔμμορε. Ps Os Et.Gud. d 2 ἔμμορε : παρὰ τὸ μορῶ, τὸ ἐπιτυγχάνω, μορήσω, ὁ δεύτερος ἀόριστος ἔμορον, πλεονασμῷ τοῦ μ ἔμμορον, τὸ δεύτερον ἔμμορες (Ap.

### 278,2

Rhod. 3, 4) καὶ τὸ τρίτον τῶν πληθυντικῶν ἔμμορον, οὐκ ἐμμόρασιν. Oa extr. ord. sed inter gl. ad A pertinentes; Et.Gud. ⸤ ᾧ τε ⸥ : ᾧ τινι, δύο γὰρ μέρη λόγου εἰσίν· τὸ ᾧ, ᾧ τινι, καὶ τὸ τε παρέλκει.

### 279

G γείνατο : ἔστι μέσου ἀορίστου πρώτου.

### 280

γέγονε δὲ ἐκ τοῦ γέω τοῦ σημαίνοντος τὸ τίκτω, Ps Os Et.Gud. ἐξ οὗ γίνεται γέα διὰ τοῦ ε , οἱονεὶ γεννητική. Ps Et.Gud. τοῦτο τὸ γέω γίνεται κατὰ πλεονασμὸν τοῦ ν γένω, ὁ μέλλων γενῶ, ὥσπερ μένω μενῶ καὶ νέμω νεμῶ, ὁ ἀόριστος ἔνεμα καὶ πλεονασμῷ τοῦ ι ἔνειμα· οὕτως καὶ τὸ ἐγείνατο, Ps Os καὶ ἀφαιρέσει τοῦ ε γείνατο. Ps Et.Gud. d 2 μεθέμεν : ἔστιν ἀπαρέμφατον Ἰωνικὸν ἢ Δωρικὸν ἐνεστῶτος καὶ παρατατικοῦ πρώτης συζυγίας τῶν περισπωμένων, οἷον μεθῶ, ὁ μέλλων μεθήσω καὶ τὰ λοιπὰ δῆλα.

### 283,1

Ps Os ⸤ μεθέ ⸥ μεν : καταλιπεῖν.

### 283,2

ἀπὸ τοῦ ἕναι καὶ πλεονασμῷ τῆς με ἔμεναι καὶ συγκοπῇ τ ⸤ ῆ ⸥ ς αι ἔμεν καὶ μετὰ τῆς μετά προθέσεως μεθέμεν. ἐκ τοῦ ἵημι, ⸤ τὸ ⸥ πέμπω, τὸ ἀπαρέμφατον ἕναι. G Oa Et.Gud. μυ〈θ〉ήσασθαι : μέσου ἀορίστου πρώτου παθητικοῦ ἀπαρεμφάτου.

### 291

Os ὑποβλήδην : παρὰ τὸ βάλλω ῥῆμα κατὰ συγκοπὴν βλῶ, ὁ μέλλων βλήσω, καὶ ῥηματικὸν ἐπίρρημα βλήδην καὶ μετὰ τῆς ὑπό προθέσεως ὑποβλήδην.

### 292,1

Ps Os βλήδην καὶ ὑποβλήδην : ὥσπερ ἐκ τοῦ καλῶ κλῶ, ἐπίρρημα κλήδην (Ι 11), οὕτως 〈ἐκ τοῦ βάλλω〉 βλῶ βλήδην, καὶ ὑποβλήδην.

### 292,2

Oa καλεοίμην : ἐνεστῶτος καὶ παρατατικοῦ παθητικοῦ εὐκτικοῦ παρὰ τὸ καλέω.

### 293

Os ὑπείξομαι : μέσου παρακειμένου.

### 294

ἔστι τὸ θέμα εἴκω. Os ἐπιτέλλεο : ἔστι προστακτικοῦ ἐνεστῶτος καὶ παρατατικοῦ παθητικοῦ δευτέρου προσώπου κατὰ διάλυσιν.

### 295

Ps Os τὸ θέμα τέλλω, τὸ προστάσσω. Ps ἀφέλεσθε : ἐνεστῶτος καὶ παρατατικοῦ παθητικοῦ.

### 299,a

τὸ ⸤ θέμα ⸥ ἕλω καὶ ἀφέλω. Os δόντες : μετοχή.

### 299,b

Os ἀέκοντας : μετοχή· παρὰ τὸ εἴκω, τὸ θέλω, ἡ μετοχὴ ἑκών, παραλόγως (καὶ σεσημείωται· ἐν τῇ συνθέσει ἀναβιβάζει τὸν τόνον), καὶ μετὰ τοῦ στερητικοῦ α ἀέκων καὶ κράσει τοῦ αε ἄκων.

### 301

Pa Oa πείρησαι : σημαίνει τὸ ἀπόπειραν ποιῆσαι.

### 302,a1

προπαροξυτόνως ἀναγνωστέον· προστακτικὸν γάρ ἐστι καὶ οὐκ ἀπαρέμφατον. Ps Os πείρησαι : παρὰ τὸ πειράζω, ἢ παρὰ τὸ πειρῶ, πειρᾷς, ἐπείρασα, καὶ τὸ προστακτικὸν πείρασαι καὶ τροπῇ τοῦ α εἰς η πείρησαι.

### 302,a2

G Oa Et.Gud. γνώωσιν : ὑποτακτικόν ἐστιν ἐνεστῶτος καὶ παρατατικοῦ.

### 302,b

τὸ θέμα γνώω ἕκτης συζυγίας τῶν βαρυτόνων, ὁ παθητικὸς παρακείμενος ἔγνωσμαι μετὰ τοῦ ς , καὶ ὁ ἀόριστος πρῶτος ἐγνώσθην. Ps Os αἶψα : παρὰ τὸ ἅπτω †ἅψ καὶ αἶψα.

### 303,a

Oa extr. ord. ἐρωήσει : σημαίνει δὲ τὸ περιρρυήσεται.

### 303,b1a

καὶ ἔστι μέλλων πρῶτος πρώτης συζυγίας τῶν περισπωμένων· ἐρωῶ, ἐρωεῖς καὶ ἐρωήσω καὶ ἐρωήσει. Ps ἐρωήσει : μέλλοντος 〈πρώτου〉 πρώτης συζυγίας τῶν περισπωμένων· ἐρωῶ ἐρω ⸤ ήσω ⸥ .

### 303,b1b

Os ἐρωήσει : παρὰ τὸ ῥῶ, τὸ φθείρω (ἐξ αὐτοῦ ῥώω, ὡς γνῶ γνώω, ὅθεν τὸ ἐπερρώσαντο [Α 529]), γίνεται ῥωή, ὡς ζῶ ζωή· πλεονασμῷ τοῦ ε ἐρωή καὶ ἐξ αὐτοῦ ῥῆμα ἐρωῶ.

### 303,b2

ἢ παρὰ τὸ ῥῶ, τὸ ὁρμῶ. Oa extr. ord.; Et.Gud. εἷσε : ἀορίστου πρώτου ἀπὸ τοῦ ἕω, τοῦ σημαίνοντος τὸ καθέζομαι, καὶ κατὰ πλεονασμὸν τοῦ ζ ἕζω, ὁ μέλλων ἕσω, ὁ ἀόριστος εἷσα Ps Os καὶ τὸ τρίτον εἷσε.

### 311

ἕζω οὖν, ὁ παρατατικὸς εἷζον. Ps Δεῖ δὲ εἰδέναι ὅτι τὰ ἀπὸ τοῦ ε ἀρχόμενα ῥήματα, ἐὰν εὑρεθῶσιν ὑπὲρ δύο συλλαβάς, τρέπουσι τὸ ε εἰς τὸ η ἐν τῷ παρατατικῷ, οἷον ἑρμηνεύω ἡρμήνευον, ἐλέγχω ἤλεγχον, χωρὶς τοῦ ἐθίζω εἴθιζον, ἐργάζομαι εἰργαζόμην, ἑστιῶ εἱστίων, τὸ κ〈...〉 καὶ ἀριστοποιῶ, δευτέρας συζυγίας τῶν περισπωμένων, ἐρύω εἴρυον, ἑλκύω εἵλκυον, ἑρπύζω εἵρπυζον, τὸ βαδίζω. Τὰ δὲ δισύλλαβα, εἰ μὲν περι〈σπῶνται〉, τρέπουσι τὸ ε εἰς τὸ η , οἷον ἐρῶ, τὸ ἐπιθυμῶ, ἐρᾷς, ἤρων· ἑψῶ, ἑψεῖς, ἥψουν· ἑλκῶ, ἑλκοῖς, ἥλκουν, ὃ δηλοῖ τὸ ἐτραυμάτισα, χωρὶς τοῦ ἐῶ, 〈ἐ〉ᾷς, εἴων· ἑλῶ, τὸ θέλω, εἵλουν, ἐξ οὗ καὶ τὸ „εἵλου γάρ μου τὴν ψυχήν“ (Is. 38, 17). ἐρῶ, τὸ σημαῖνον τὸ λέγω, ἐρεῖς, εἴρουν, ἐξ οὗ καὶ τὸ εἴρηκα παρακείμενος· ἑλκῶ, εἱλκοῦν, τὸ ἔσυρον, ἐπὶ τῆς πρώτης συζυγίας τῶν περισπωμένων. Τὰ δὲ δισύλλαβα {καὶ τὰ} βαρύτονα τρέπουσι τὸ ε εἰς τὸ η · ἔρδω ἦρδον, ἔσθω ἦσθον, πλὴν τοῦ ἔχω εἶχον, ἕλκω εἷλκον, ἕρπω εἷρπον, ἔπω εἶπον (ἐπὶ τοῦ λέγω, ψιλούμενον), ἕπω εἷπον (ἐπὶ τοῦ ἀκολουθῶ καὶ δασύνεται), ἕλω εἷλον, τὸ λαμβάνω καὶ τὸ φονεύω, ἔνθεν ἀνεῖλον· ἔθω εἶθον, τὸ ἐξ ἔθους τι ποιῶ, ἐξ οὗ καὶ ὁ μέσος παρακείμενος εἶθα καὶ κατὰ πλεονασμὸν τοῦ ω εἴωθα. ἕω εἷον, τὸ ἐνδύομαι, οὗ ἡ μετοχὴ τοῦ παθητικοῦ παρακειμένου εἱμένος· ἕζω εἷζον, τὸ καθέζομαι. Ps ἄνωγεν : ἀορίστου δευτέρου τρίτου προσώπου κατὰ συστολὴν τοῦ η .

### 313

ἔστι πρώτης συζυγίας τῶν περισπωμένων. ἔστι γὰρ τὸ θέμα ἀνωγῶ, ὁ παρατατικὸς ἠνώγουν, ἠνώγεις καὶ τὸ τρίτον ἠνώγει· δεῖξαι δ’ ἠνώγει ᾧ πενθερῷ (Ζ 170)· ὁ μέλλων ἀνωγήσω, ὁ ἀόριστος ἠνώγησα, ὁ δεύτερος ἤνωγον, ὥσπερ ὀλισθῶ ὤλισθον καὶ ἁμαρτῶ, ἁμαρτήσω, ὁ δεύτερος ἀόριστος ἥμαρτον, Ps Os Et.Gud. D 2 οὕτως οὖν ἤνωγον καὶ κατὰ συστολὴν ἄνωγεν, ἐφελκύσει τοῦ ν . Ps ἔρδον : ἔστι τὸ θέμα ῥέζω· τοῦτο γίνεται Βοιωτικῶς ῥέδω καὶ καθ’ ὑπέρθεσιν τοῦ ε ἔρδω, ὁ παρατατικὸς ἔρδον κατὰ συστολὴν τοῦ η εἰς ε .

### 315

Ps Os κνίση : ἡ ἀναθυμίασις.

### 317,a

γέγονεν ἀπὸ τοῦ κνίζω ἐνεστῶτος, ὁ μέλλων κνίσω. πλεῖστα γὰρ ὀνόματα ἀπὸ μελλόντων γίνεται, οἷον ἅψω ἁψίς, λέξω λέξις, ποιήσω ποίησις, δόξω δόξα, ἄξω ἄξα καὶ μετὰ τοῦ ἅμα ἀθροιστικοῦ μορίου ἅμαξα, οὕτως οὖν καὶ κνίσω κνίσα· Ps Os Oa ὁμοίως καὶ τὸ κνισμός ἀπὸ τούτου γέγονεν, ὡς λογίσω λογισμός. Ps Τὸ κνίσα οὖν τὸ ι καὶ τὸ α βραχὺ ἔχει· Ps Os Oa καὶ τὸ μὲν ι , ἐπειδὴ τὰ διὰ τοῦ ιζω ῥήματα τὸ ι βραχὺ ἔχει, πλὴν τοῦ δανείζω καὶ χρῄζω· τὸ δὲ α , ἐπειδὴ Ps Oa τὰ εἰς α θηλυκὰ ἀπὸ μελλόντων ἢ ἐνεστώτων γινόμενα, βραχὺ ἔχει τὸ α , οἷον δόξω δόξα· Ps Os Oa ἄξω ἄξα καὶ ἅμαξα· μῶ, τὸ ζητῶ, ὁ μέλλων μώσω καὶ μοῦσα. ἐκτέταται δὲ ποιητικῶς τὸ κνι . Ps Oa Δοκεῖ δὲ ἡ λέξις τέσσαρα σημαίνειν, ὡς καὶ τῷ Πορφυρίῳ (1, 253, 13 Schr.) δοκεῖ· (1) αὐτό τε τὸ λίπος καὶ (2) τὸν ἐπίπλουν καὶ (3) τὸ κρέας καὶ (4) τὴν ἀναθυμίασιν. Ps Os Oa ἑλισσομένη : ἔστι μετοχὴ παθητικὴ θηλυκή.

### 317,b1

τὸ θέμα ἑλίσσω καὶ ἑλίσσομαι καὶ ἑλισσόμενος καὶ ἑλισσομένη. Ps ἑλισσομένη : παρὰ τὸ ἑλίσσω.

### 317,b2

Os πένοντο : ἔστι τὸ θέμα πένω, τὸ δηλοῦν τὸ ἐνεργῶ καὶ κάμνω, ἀφ’ οὗ πόνος καὶ κατὰ πλεονασμὸν τοῦ τ πόντος, Ps Os καθ’ ὃν πεπόνηται τὸ τῶν ἀνθρώπων γένος περὶ τὸν πλοῦν.

### 318

πόνων οὖν ἐπώνυμος ὁ πόντος. οὕτω Φιλόξενος (fr. 582 a Th.). Ps Ὁ δὲ Ἡρωδιανὸς ἐν τοῖς Ἐπιμερισμοῖς αὐτοῦ (fr. 26; 1, XXVII Lentz) λέγει, ὅτι Ps παρὰ τὸ πνέω γέγονε πνότος καὶ μεταθέσει τοῦ ο πόντος, ἀφ’ οὗ αἱ πνοαί· Ps Os αἶψα δὲ πόντον ἵκανον ἀήμεναι (Ψ 214)· ὁ παθητικὸς ἐνεστὼς πένομαι, τὸ τρίτον πρόσωπον πένοντο. Ps ἔσαν : ἔστι παρατατικὸς τῶν εἰς μι τρίτου προσώπου τῶν πληθυντικῶν κατὰ συστολὴν τοῦ η εἰς ε .

### 321,a

Ps Os ὀτρηρώ : ὀτρηρός ἐστιν ὁ δραστικός, ὁ μὴ ἀναμένων παροτρυνθῆναι παρά τινος, ἀλλὰ δι’ ἑαυτοῦ παροτρυνόμενος ἅπαντα ποιεῖν.

### 321,b

γέγονε δὲ παρὰ τὸ τρέω, τὸ φοβοῦμαι, ὄνομα ῥηματικὸν τρ〈ε〉ερός, 〈ὡσ〉 φαίνω φανερός, καὶ κατὰ κρᾶσιν τῶν δύο εε εἰς η τρηρός, ὁ δειλός· οὗ παρώνυμον τρήρων καὶ μετὰ τοῦ στερητικοῦ α ἀτρηρός, τουτέστιν ὁ δραστικὸς καὶ ἐρ〈ρ〉ωμένος τὴν γνώμην καὶ μὴ δειλός, καὶ τροπῇ τοῦ α εἰς ο ὀτρηρός. Ps Os Ἀτρεύς δὲ κατὰ στέρησιν τοῦ τρεῖν ἐγένετο, ὅ ἐστι φοβεῖσθαι, καὶ μεταθέσει πάλιν τοῦ α εἰς ο Ὀτρεύς, οὗ ἡ γενικὴ Ὀτρῆος· λαοὺς Ὀτρῆος καὶ Μυγδόνος (Γ 186). Ps ἔρχεσθον : προστακτικὸν παθητικὸν ἐνεστῶτος καὶ παρατατικοῦ ἀπὸ τοῦ ἔρχω, ὅπερ ἄρρητον, τὸ παθητικὸν ἔρχομαι, ὁ παρατατικὸς ἠρχόμην, ἤρχου καὶ τὸ προστακτικὸν ἔρχου καὶ τὸ δεύτερον τῶν δυϊκῶν ἔρχεσθον.

### 322,1

Ps ἔρχεσθον : εὔδηλον.

### 322,2

Os ἔρχεσθον : ἀπέρχεσθε· δυϊκῶς.

### 322,3

Et.Gud. d 2 δῴησιν : ἀορίστου δευτέρου ἐστὶ τῶν εἰς μι εὐκτικοῦ.

### 324

ἡ μετοχή ἐστι δούς δόντος, δοίην τὸ εὐκτικόν, τὸ δεύτερον δοίης καὶ τὸ τρίτον δοίη καὶ κατ’ ἐπέκτασιν τοῦ ο εἰς ω δῴη καὶ πλεονασμῷ τῆς σι συλλαβῆς δῴησιν, Ps Os ἔχων ἐν τῷ δῷ τὸ ι , ἐν δὲ τῷ η οὐδαμῶς. Ps εἰ δέ ἐστιν ὑποτακτικόν, γέγονεν ἀπὸ τοῦ δώω ἕκτης συζυγίας, οὗ ὁ μέλλων δώσω, τὸ ὑποτακτικὸν τοῦ ἐνεστῶτος ἐὰν δώω, τὸ δεύτερον ἐὰν δώῃς καὶ τὸ τρίτον δώῃ, καὶ προσθέσει τῆς σι συλλαβῆς, ἐὰν δώῃσιν. Ps Os προΐει : ἔστι παρατατικὸς ἀπὸ τοῦ ἱῶ, τὸ πέμπω, πρώτης συζυγίας τῶν περισπωμένων.

### 326,1

ὁ παρατατικὸς ἵεον ἵουν, ἵεες ἵεις, ἵεε ἵει καὶ μετὰ τῆς πρό προθέσεως προΐει. Ps προΐει : σημαίνει τὸ προέπεμψεν.

### 326,2

ἀπὸ τοῦ ἱῶ γέγονεν. Os ἀέκοντε : μετοχὴ εὐθείας τῶν δυϊκῶν κατὰ πλεονασμὸν ἔχον τὸ α .

### 327,a

Os βάτην : παρατατικὸς τρίτου προσώπου τῶν δυϊκῶν.

### 327,b1

παρὰ τὸ βίβημι, ὅπερ ἀπὸ τοῦ βῶ, ὁ παρατατικὸς ἔβην, τὸ δεύτερον τῶν δυϊκῶν ἐβάτην, καὶ ἀφαιρέσει τοῦ ε βάτην. Ps βάτην : παρατατικὸς δυϊκός.

### 327,b2

ἔστι γὰρ παράγωγον βῆμι, ὁ παρατατικὸς ἔβην. Os ἱκέσθην : μέσου ἀορίστου δευτέρου.

### 328

τὸ θέμα ἥκω. Os ἥμενον : ἐνεστῶτος καὶ παρατατικοῦ μετοχὴ τῶν εἰς μι .

### 330,a

τὸ θέμα αὐτοῦ ἑῶ περισπώμενον, τὸ σημαῖνον τὸ καθέζομαι· τούτου παράγωγον ἕημι, ὁ ἐνεστὼς παθητικὸς ἕεμαι καὶ κράσει τῶν δύο εε εἰς η , ἡ μετοχὴ ἥμενος, Ps Os καὶ ἐν συνθέσει καθήμενος καὶ τὰ λοιπὰ δῆλα. Ps ἰδών : δεύτερος ἀόριστος.

### 330,b

Os γήθησεν : εὔδηλον.

### 330,c

Os ταρβήσαντε : ἀπὸ τοῦ ταρβῶ.

### 331,a

Os αἰδομένω : ἔστι μετοχὴ ἐνεστῶτος καὶ παρατατικοῦ εὐθεῖα τῶν δυϊκῶν.

### 331,b

ἔστι τὸ θέμα αἰδῶ πρώτης συζυγίας τῶν περισπωμένων, ὁ παθητικὸς αἰδοῦμαι, ἡ μετοχὴ ὁ αἰδούμενος καὶ ἡ εὐθεῖα τῶν δυϊκῶν αἰδουμένω Ps Os καὶ κατὰ συγκοπὴν τοῦ υ αἰδομένω. Ps χαίρετε : ἀπὸ τοῦ χαίρω.

### 334

Os ἴτε : ἐνεστῶτος καὶ παρατατικοῦ προστακτικοῦ δευτέρου προσώπου τῶν πληθυντικῶν.

### 335,a

Os ὔμμες : ψιλοῦται· Αἰολικὸν γάρ ἐστι καὶ ἐκ τῆς συναλιφῆς δείκνυται· αἴ κ’ ὔμμιν ὑπέρσχῃ χεῖρα Κρονίων (Δ 249).

### 335,b1

Ps ὔμμε〈σ〉 : ψιλὰ καὶ τὰ Αἰολικά.

### 335,b2

Os ὃ{ς} σφῶϊ : ἀντωνυμία πρώτου προσώπου τῶν δυϊκῶν καὶ δοτική.

### 336

Os ἔστων : ἐνεστῶτος καὶ παρατατικοῦ τῶν εἰς μι .

### 338

ἀπὸ τοῦ εἰμί, τὸ δὲ προστακτικὸν ἔστον ἔστων. Os χρε〈ι〉ώ : ἀντὶ τοῦ χρεία.

### 341,1

ἔστιν ὄνομα θηλυκόν, ὥσπερ τὸ Κλειώ, οὕτως καὶ τὸ χρειώ. Ps χρειώ : ὄνομα θηλυκὸν ἀπὸ τοῦ χρεία, χρειώ, ὡς Κλειώ.

### 341,2

Ps ἴτην : ἔστι χρόνου παρατατικοῦ τῶν εἰς μι τρίτου προσώπου τῶν δυϊκῶν.

### 347,1

γέγονε δὲ ἀπὸ τοῦ ἴημι, τοῦ σημαίνοντος τὸ πορεύομαι, καὶ κατὰ συγκοπὴν τοῦ η ἴμι, ὁ παρατατικὸς ἴν, τὸ δεύτερον ἴς καὶ τὸ δυϊκὸν ἴτον, ἴτην, ἐξ οὗ καὶ ἴθι. Ps ἴτην : τὸ θέμα ἵημι, τὸ σημαῖνον τὸ πέμπω, κατὰ συγκοπὴν τοῦ η ἴμι, ὁ παρατατικὸς ἴ{τη}ν, τὸ δυϊκὸν ἴ{ν}την.

### 347,2

Os κίεν : ἀορίστου δευτέρου, τρίτου προσώπου.

### 348

ἔστι τὸ θέμα κίω, τὸ σημαῖνον τὸ πορεύομαι, ὁ μέσος παρακείμενος κέκια, ὁ δεύτερος ἀόριστος ἔκιον καὶ τὸ τρίτον ἔκιεν καὶ ἀφαιρέσει τοῦ ε κίεν. Ps Os ἄφαρ : ἐπίρρημα μεσότητος ἀντὶ τοῦ εὐθέως.

### 349,a

Ps Os λιασθείς : ἔστι τὸ θέμα λιάζω, ὁ μέλλων λιάσω· σημαίνει δὲ τὸ ἐγκλίνω καὶ ἐκφεύγω καὶ πλανῶ· ὁ παρακείμενος λελίακα, λελίασμαι, ἐλιάσθην καὶ ἡ μετοχὴ λιασθείς.

### 349,b1

Ps λιασθείς : τουτέστιν ἐγκλίνων, ἐκφεύγων ἢ πλανηθείς.

### 349,b2

τὸ θέμα λιάζω. Os θῖν’ ἐφ’ ἁλός : τῇ θινὶ τὸ πολιὸν ἁρμόζει, τῷ δὲ πόντῳ ὁ οἶνοψ.

### 350

Ps Os ἠρήσατο : ἔστι μέσου ἀορίστου πρώτου δευτέρας συζυγίας τῶν περισπωμένων.

### 351,a1

ἀπὸ τοῦ ἀρῶ ἐνεστῶτος, οὗ ὁ παθητικὸς ἀρῶμαι καὶ ἐν συνθέσει καταρῶμαι καὶ τὸ τρίτον καταρᾶται, ὁ μέλλων ἐνεργητικὸς ἀρήσω καὶ Ἀττικὸν ἀράσω, κοινῶς ὁ ἀόριστος ἤρησα, ὁ μέσος ἠρησάμην καὶ τὸ τρίτον ἠρήσατο. Ps ἠρήσατο : εὔδηλον.

### 351,a2

Os ὀρεγνύς : ἔστι μετοχὴ ἐνεστῶτος καὶ παρατατικοῦ τῶν εἰς μι .

### 351,b

τὸ θέμα ὀρεγνύω καὶ τὸ παράγωγον ὀρέγνυμι καὶ ἡ μετοχὴ ὀρεγνύς. Ps Psd Os ὄφελλεν : ἀντὶ τοῦ ἐχρεώστε ι.

### 353,a

παρὰ τὸ ὀφείλω γέγονεν, ὅθεν καὶ ὀφειλή, τὸ χρέος· (ὀξυτόνως διὰ τῆς ει διφθόγγου γράφεται)· ὥσπερ γὰρ ἀπὸ τοῦ ἀπειλῶ γίνεται ἀπειλή, οὕτως καὶ ἀπὸ τοῦ ὀφείλω ὀφειλή. ὀφελῶ οὖν ἐν συστολῇ καὶ μετὰ ἀναδιπλασιασμοῦ τοῦ λ ὀφέλλω, ὁ παρατατικὸς ὤφελλον καὶ τὸ τρίτον ὤφελλε καὶ συναρχομένως ὄφελλον. Ps Psd ἐγγυαλίξαι : τὸ εἰς χεῖρας παρασχεῖν, ἐγχειρίσαι.

### 353,b

ἔστι ῥῆμα γῶ, τὸ χωρῶ, ἐξ οὗ †γυῖον†, τὸ κοῖλον τῆς χειρός (γυῖα γὰρ οἱ πόδες καὶ αἱ χεῖρες καλοῦνται), ἀφ’ οὗ καὶ γῆ, ἡ πάντα χωροῦσα καὶ πάντα λαμβάνουσα· οὗ παράγωγον γυῖα, τούτου δὲ πάλιν παράγωγον γυίζω καὶ κατὰ πλεονασμὸν τοῦ αλ γυαλίζω, ὡς Φιλόξενος ἐν τῷ Περὶ ἀναδιπλασιασμῶν (fr. 224 a Th.), καὶ μετὰ τῆς ἐν προθέσεως ἐγγυαλίζω, Ps Psd Os ὁ μέλλων ἐγγυαλίξω καὶ ὁ ἀόριστος ἠγγυάλιξα καὶ τὸ ἀπαρέμφατον ἐγγυαλίξαι. Ps Psd ἠτίμησεν : ἔστιν ἐνταῦθα πρώτης συζυγίας τῶν περισπωμένων Αἰολικῶς· οἱ γὰρ Αἰολεῖς ἀτιμεῖς φασιν.

### 356,a

οἱ δὲ Ἀττικοὶ ἀτιμοῖς τρίτης, ἀφ’ οὗ καὶ τὸ ἠτιμώθη καὶ ἠτιμωμένος, μετοχὴ τοῦ παθητικοῦ παρακειμένου· οἱ δὲ Ἴωνες ἀτιμᾷς. Ps Psd Os ἀπούρας : παρὰ τὸ αὐρεῖν, ὃ σημαίνει τὸ ἀπολαύειν, ἔνθεν σύνθετον ἐπαυρῶ καὶ ἐπαυρήσασθαι ὀΐω (cf.

### 356,b

Ζ 353). ἔστι τὸ θέμα αὐρῶ πρώτης συζυγίας τῶν περισπωμένων, τὸ σημαῖνον τὸ ἀπολαύω, ὁ μέλλων αὐρήσω, ὁ ἀόριστος ηὔρησα, ἡ μετοχὴ αὐρήσας καὶ κατὰ συγκοπὴν αὔρας καὶ τροπῇ τοῦ α εἰς ο οὔρας καὶ ἐν συνθέσει ἀπούρας, οἷον „ἀφελόμενος τὴν ἀπόλαυσιν τοῦ γέρως ἔχει“. Ps Psd Os δεῖ δὲ γινώσκειν ὅτι ἔστι καὶ δευτέρας συζυγίας ὅτε σημαίνει τὸ ἀφελόμενος. Οἱ δὲ ἀπὸ μεταφορᾶς τῶν ἀποσπώντων τοὺς ὅρους τινός, ἀπουρήσας, καὶ ἐν συγκοπῇ ἀπούρας. Ps Psd πότνια : διὰ τοῦ ι γράφεται, ἐπειδὴ τὰ διὰ τοῦ εια προπαροξύτονα, ὑπεσταλμένων τῶν διὰ τοῦ τρια , διὰ τῆς ει διφθόγγου γράφεται, οἷον ἀναίδεια, φληνάφεια, ἐνέργεια καὶ τὰ ὅμοια.

### 357

πρόσκειται „ὑπεσταλμένων τῶν διὰ τοῦ τρια ,“ οἷον Ἐρέτρια, λαικάστρια (σημαίνει δὲ τὴν πόρνην), μονάστρια, ψάλτρια, καὶ χωρὶς τοῦ πότνια, Πολύμνια, Λάμια, Ἰάμνια, Ὄμπνια (σημαίνει δὲ τὴν Δήμητραν)· δεῖ προσθεῖναι καὶ χωρὶς τοῦ Ἀκυλήϊα (ἔστι δὲ ὄνομα πόλεως)· τὸ δὲ Καλαύρεια παρὰ μὲν Ἀπολλωνίῳ (3, 1243) καὶ Καλλιμάχῳ (fr. 593 Pf.) διὰ τῆς ει διφθόγγου γράφεται, παρὰ δὲ Διονυσίῳ διὰ συνεσταλμένου τοῦ ι , οἷον Καλαύριά τε τρηχεῖα (Dion. Perieg. 499) (ἔστι δὲ ὄνομα πόλεως). τὸ δὲ Θέσπεια ὁ Ὦρος διὰ τῆς ει διφθόγγου γράφει τῷ κανόνι τῶν προπαροξυνομένων, ὃν καὶ προείπομεν. ὁ δὲ Ἡρωδιανὸς ἐν τῇ Ὁμηρικῇ Προσῳδίᾳ (2, 34, 25—31 = sch. A ad B 498) λέγει ὅτι διὰ τοῦ ι γράφεται, Ps Psd, Oa extr. ord. ἐπειδὴ εὕρηται καὶ συνεσταλμένη ἡ πι συλλαβή, †οἷον ὡς καὶ παρὰ Κορίννῃ. Θέσπια καλλιγένεθλε, φιλόξενε, μουσοφίλητε (fr. 674 Page). Ps Psd καρπαλίμως : παρὰ τὸ κάπνω, καπνός καὶ κατὰ πλεονασμὸν τοῦ ρ καρπνός καὶ ὥσπερ γίνεται ἀπὸ τοῦ γόνος γόνιμος καὶ ἀπὸ τοῦ πομπός πόμπιμος, οὕτως καὶ ἀπὸ τοῦ καρπνός κάρπνιμος καὶ ἀποβολῇ τοῦ ν καὶ πλεονασμῷ τῆς αλ καρπάλιμος.

### 359,a

καρπαλίμοισι πόδεσσι (Χ 166). Ps Psd Os ἀνέδυ : ἔστιν ἀορίστου δευτέρου τῶν εἰς μι τετάρτης συζυγίας.

### 359,b1

τὸ πρωτότυπον δύω, τὸ παράγωγον δῦμι, ὁ μέλλων δύσω, ὁ δεύτερος ἀόριστος ἔδυν καὶ τὸ τρίτον ἔδυ καὶ μετὰ τῆς ἀνά προθέσεως ἀνέδυ, ὥσπερ κατέδυ. Ps Psd ἀνέδυ : ἀπὸ τοῦ δύω δῦμι, ὁ δεύτερος ἀόριστος ἔδυν.

### 359,b2

Os κατέρεξεν : ἔστιν ἀορίστου πρώτου.

### 361

τὸ θέμα ἐρέζω, ὁ μέλλων ἐρέξω, ὁ ἀόριστος ἤρεξα καὶ κατὰ συστολὴν ἔρεξα καὶ κατέρεξα. Ps Psd Os οἶσθα : ἔστιν ἐνεστὼς τῶν εἰς μι δευτέρου προσώπου.

### 365,a1

τὸ θέμα εἰδῶ, τὸ σημαῖνον τὸ ἐπίσταμαι καὶ γινώσκω· τούτου παράγωγον εἴδημι, τὸ δεύτερον εἴδης καὶ κατὰ πλεονασμὸν τῆς θα συλλαβῆς εἴδησθα καὶ τροπῇ τοῦ ε εἰς ο Αἰολικῶς καὶ ἐν συγκοπῇ τῆς δη συλλαβῆς οἶσθα. Καὶ ἄλλως· ἔστι τὸ θέμα εἴδω, τὸ σημαῖνον τὸ ἐπίσταμαι καὶ γινώσκω, ὁ μέσος παρακείμενος οἶδα· τοῦτο τὸ οἶδα οἱ Αἰολεῖς οἴδημι λέγουσιν, τὸ δεύτερον οἴδης, καὶ κατὰ πλεονασμὸν τῆς θα συλλαβῆς οἴδησθα καὶ ἐν συγκοπῇ οἶσθα. Ps Psd οἶσθα : ἐνεστῶτος τῶν εἰς μι · καὶ εἴρηται.

### 365,a2

Os εἰδυίῃ: ἔστι μετοχὴ μέσου παρακειμένου.

### 365,b

τὸ θέμα εἰδῶ, τὸ σημαῖνον τὸ ἐπίσταμαι, ὁ μέσος παρακείμενος εἶδα ἀτρέπτως, ἡ μετοχὴ εἰδώς, εἰδυῖα καὶ εἰδυίῃ ἡ δοτική. Ps Psd Os ᾠχόμεθα : ἔστι παρατατικὸς παθητικὸς πρώτου προσώπου τῶν πληθυντικῶν.

### 366,a

τὸ θέμα οἴχω, τὸ πορεύομαι, τὸ παθητικὸν οἴχομαι, ὁ παρατατικὸς ᾠχόμην, τὸ πρῶτον τῶν πληθυντικῶν ᾠχόμεθα. Ps Psd ἐς Θήβην : ἰστέον ὅτι Θῆβαι αἱ Ὑποπλάκιοι, ὧν ἐνταῦθα μέμνηται καὶ ἐν τῇ Ζ (397) καὶ αἱ Καδμεῖαι, ὧν μέμνηται ἐν τῇ δ (126) καὶ ἐν τῇ Ε (804), καὶ αἱ τῆς Αἰγύπτου, ὧν μέμνηται ἐν τῇ Ι (381).

### 366,b1

Ps ἐς Θήβην : τρεῖς Θῆβαί εἰσιν· αὗται δὲ αἱ Θῆβαί εἰσι τὸ νῦν λεγόμενον Ἀδραμύτιον.

### 366,b2

Os ἤγομεν : ἔστιν ἀορίστου δευτέρου.

### 367,1

ἔστιν ὅτε πολλάκις κατὰ πλεονασμὸν τῆς γα συλλαβῆς, οἷον ἠγάγομεν. Ps Psd ἤγομεν : ἀπὸ τοῦ ἄγω· ἔστι δὲ δευτέρου ἀορίστου.

### 367,2

Os {εὖ}δάσ〈σ〉α〈ν〉το : τὸ θέμα δαίω, τὸ σημαῖνον τὸ μερίζω· προείρηται.

### 368,a

Os υἷες : ἔστιν ὄνομα εὐθείας τῶν πληθυντικῶν υἱέες καὶ κατὰ συγκοπὴν υἷες.

### 368,b

Ps Psd χωόμενος : ἔστι ῥῆμα χώω ἕκτης συζυγίας τῶν βαρυτόνων, χώομαι, ἡ μετοχὴ χωόμενος.

### 380

Ps Psd ἦεν : ἔστιν ἀόριστος δεύτερος τρίτου προσώπου τῶν ἑνικῶν.

### 381,1

τὸ θέμα ἔω, τὸ σημαῖνον τὸ ὑπάρχω, ἐξ οὗ καὶ ὁ μέσος παρακείμενος ἦα, ὡς καὶ ἡ χρῆσις δηλοῖ· ἐπεὶ οὐκ ἀποφώλιος ἦα οὐδὲ φυγοπτόλεμος (ξ 212—13), καὶ ὁ δεύτερος ἀόριστος ἦον, ἦες, ἦε καὶ τὸ ν ἐφελκυστικόν ἐστιν ἐν τοῖς τρίτοις προσώποις φωνήεντος ἐπιφερομένου, συμφώνου δὲ οὐκέτι, καὶ γίνεται ἦεν καὶ κράσει ἦν· „ἐν ἀρχῇ ἦν ὁ λόγοσ“ (Io. 1, 1)· ἐξ οὗ καὶ δήν τὸ ἐπίρρημα, ὃ σημαίνει τὸ ἐπὶ πολὺν χρόνον· ἦν, καὶ πλεονασμῷ τοῦ δ δήν, τοῦ τόνου μεταβληθέντος καὶ ὀξυτονηθέντος· τὸ γὰρ ὑπάρχω ἐπὶ πολὺν χρόνον διήκει. Ps Psd ἦεν : ἀόριστος δεύτερος.

### 381,2

τὸ θέμα ἔω, τὸ σημαῖνον τὸ ὑπάρχω, ὁ μέσος παρακείμενος ἦα, ὁ δεύτερος ἀόριστος ἦον, τὸ τρίτον ἦε καὶ ἐπενθέσει τοῦ ν ἦεν καὶ κράσει τοῦ η καὶ ε εἰς η γίνεται ἦ ν, καὶ μένει τὸ ν τῆς ἐπενθέσεως. Os ἧκεν : ἔστιν ἀορίστου πρώτου τῶν εἰς μι τρίτου προσώπου τῶν ἑνικῶν ἀπὸ τοῦ ἵημι, τοῦ σημαίνοντος τὸ πέμπω, ὁ μέλλων ἥσω, ὁ ἀόριστος ἧκα, ὅπερ ἡμάρτηται, καὶ τὰ λοιπὰ δῆλα.

### 382

Ps Psd ἐπασσύτεροι : γέγονε παρὰ τὸ ἆσσον ἐπίρρημα, τὸ σημαῖνον τὸ ἐγγύς.

### 383,1

Ps Psd Os ἐπασσύτεροι οὖν, τουτέστιν ἐγγὺς ἀλλήλων καὶ ἐπάλληλοι καὶ πυκνοί. ἆσσον, Ps Psd ἀσσύτερος καὶ ἐν συνθέσει ἐπασσύτερος. Ps Psd Os ἐπασσύτερος : ἐπάλληλος, πυκνός· παρὰ τὸ ἆσσον, ὅ ἐστιν ἐγγύς, ἀσσύτερος καὶ ἐπασσύτερος.

### 383,2

Et.Gud. ἱλάσκεσθαι : ἐνεστῶτος καὶ παρατατικοῦ ἀπαρεμφάτου.

### 386,1

γέγονε δὲ ἀπὸ τοῦ ἱλῶ δευτέρας συζυγίας τῶν περισπωμένων, τοῦ σημαίνοντος τὸ ἐξιλεοῦμαι καὶ ἐξευμενίζομαι, ὁ μέλλων ἱλάσω καὶ κατὰ πλεονασμὸν τοῦ κ ἱλάσκω καὶ μετῆλθεν εἰς ἐνεστῶτα καὶ τὸ παθητικὸν ἱλάσκομαι καὶ τὸ ἀπαρέμφατον ἱλάσκεσθαι. Ps Psd ἱλάσκεσθαι : τὸ θέμα ἱλῶ, ὁ μέλλων ἱλάσω καὶ πλεονασμῷ τοῦ κ , ἱλάσκω.

### 386,2

Os ἔβαν : ἀορίστου δευτέρου τῶν εἰς μι κατὰ συγκοπὴν κατὰ Δωριέας καὶ Αἰολέας.

### 391

τὸ ῥῆμα βῆμι, ὁ μέλλων βήσω, ὁ δεύτερος ἀόριστος ἔβην. Ps Psd δόσαν : τὸ ῥῆμα δίδωμι, δώσω, ὁ δεύτερος ἀόριστος ἔδων, ἔδομεν {καὶ} κατὰ συστολὴν 〈καὶ〉 ἔδο〈σα〉ν.

### 392,1

Psd δόσαν : ἀορίστου δευτέρου κατὰ συστολὴν καὶ ἔδοσαν Ps περίσχεο : δευτέρου ἀορίστου τῶν εἰς μι , κατὰ διάλυσιν Ἰωνικήν.

### 393,a

Os ἑῆος : ἔστι γένους ἀρσενικοῦ πτώσεως γενικῆς.

### 393,b

γέγονε δὲ ἀπὸ τοῦ ἔω, τὸ ὑπάρχω, ὄνομα ῥηματικὸν ἐΰς, ὁ ἀγαθὸς καὶ προσηνής· καὶ ὥσπερ παρὰ τὸ ἥδω, τὸ εὐφραίνω, γίνεται ἡδύς, καὶ βρίθω βριθύς, οὕτως οὖν καὶ παρὰ τὸ ἔω ἐΰς (τὸ γὰρ ἀγαθὸν βέβαιον καὶ ἑδραῖον ὑπάρχει) καὶ τροπῇ τοῦ ε εἰς η γίνεται ἡΰς ἡέος, ὡς ἡδύς ἡδέος, καὶ ἐν ὑπερθέσει τοῦ ε ἑῆος. Ps Psd Os λίσαι : ἔστι μέσου ἀορίστου πρώτου προστακτικοῦ.

### 394,1

τὸ θέμα λίσσω, ὥσπερ πλάσσω καὶ μάσσω καὶ πάσσω, καὶ ὁ μέλλων, ὥσπερ πλάσ{σ}ω καὶ πάσ{σ}ω, οὕτως καὶ λίσω, ὁ ἀόριστος ἔλισα καὶ τὸ προστακτικὸν λίσαι. Ps Psd {Δία} λίσαι : ἀορίστου πρώτου προστακτικοῦ {παθητικοῦ} ἀπὸ τοῦ λίσσω λίσω, ὡς πάσσω πάσω.

### 394,2

Os ὤνησας : ἀορίστου πρώτου.

### 395

ἔστιν ἐνεστὼς δευτέρου προσώπου, πρώτης συζυγίας τῶν περισπωμένων. τὸ θέμα ὀνῶ, ὃ σημαίνει τὸ ὠφελῶ. ἔστι δὲ καὶ ἕτερον καὶ σημαίνει τὸ ἀγοράζω καὶ γράφεται διὰ τοῦ ω καὶ ἔστι πρώτης συζυγίας τῶν περισπωμένων, ὅθεν λέγεται „ἀργυρώνητοσ“ οἰκέτης. καὶ ἕτερον ὀνῶ, τὸ μέμφομαι, τρίτης συζυγίας τῶν περισπωμένων, ὁ μέλλων ὀνόσω, ἐξ οὗ καὶ τὸ ἔνθα κεν οὐκέτι ἔργον ἀνὴρ ὀνόσαιτο (Δ 539). Ps Psd ἐνὶ μεγάροισιν {τε}: οὐδέτερον τὸ μέγαρον, τοῦ μεγάρου, μεγάροιο καὶ κατὰ πλεονασμὸν μεγάροισιν.

### 396

Os ἔφησθα : ἔστιν ἀορίστου δευτέρου τῶν εἰς μι δευτέρου προσώπου κατὰ πλεονασμὸν τῆς θα συλλαβῆς.

### 397

γίνεται ἀπὸ τοῦ φημί, Ps Psd Os φήσω, ὁ δεύτερος ἀόριστος ἔφην, ἔφης καὶ κατὰ πλεονασμὸν τῆς θα συλλαβῆς ἔφησθα. Ps Psd {λοιγὸν} ἀμῦναι : ἀπὸ τοῦ ἀμύνω.

### 398

Os ξυνδῆσαι : Ἰωνικὴ ἡ διάλεκτος.

### 399

ἔστι δὲ τῶν εἰς μι πρώτης συζυγίας τῶν περισπωμένων. τὸ οὖν πρωτότυπον διδῶ, τὸ σημαῖνον τὸ δεσμεύω, ὅπερ ἀπὸ τοῦ δέω. ἔστι καὶ ἄλλο δίδω, τὸ σημαῖνον τὸ παρέχω. ἀπὸ οὖν τοῦ διδῶ περισπωμένου γίνεται παράγωγον δίδημι, ὁ μέλλων δήσω, Ps Psd Os ὁ ἀόριστος ἔδησα, καὶ τὸ ἀπαρέμφατον δῆσαι καὶ μετὰ τῆς σύν προθέσεως συνδῆσαι καὶ Ἰωνικῶς ξυνδῆσαι, τροπῇ τοῦ ς εἰς ξ . Ps Psd ὑπελύσαο : ἔστι τὸ θέμα λύω, ὁ μέλλων λύσω, ὁ ἀόριστος ἔλυσα, ὁ μέσος ἐλυσάμην, ἐλύσω καὶ κατὰ διάλυσιν ἐλύσαο καὶ ἐν συνθέσει ὑπελύσαο.

### 401

Ps Psd Os ὑπέδδεισαν : ἔστιν ἀορίστου πρώτου τῶν εἰς ω .

### 406,a

ἐκ τοῦ δείδω ῥήματος, τοῦ σημαίνοντος τὸ φοβοῦμαι, οὗ ὁ μέλλων δείσω, ὁ ἀόριστος ἔδεισα καὶ τὸ τρίτον τῶν πληθυντικῶν ἔδεισαν καὶ κατὰ ἀναδιπλασιασμὸν τοῦ δ καὶ ἐν συνθέσει ὑπέδδεισαν. Ps Psd Os {οὐδ’ ἔτ’} ἔδησαν : ἀορίστου πρώτου τῶν εἰς μι .

### 406,b

ἀπὸ τοῦ διδῶ δίδημι, ὡς εἴρηται. Os ἐθέλῃσιν : ἐνεστῶτος καὶ παρατατικοῦ ὑποτακτικοῦ τρίτου προσώπου.

### 408,a

ἐθέλω καὶ τὸ ὑποτακτικὸν ἐὰν ἐθέλω, τὸ δεύτερον ἐὰν ἐθέλῃς καὶ τὸ τρίτον ἐὰν ἐθέλῃ καὶ κατ’ ἐπέκτασιν τῆς σι συλλαβῆς ἐὰν ἐθέλῃσιν. Ps Psd Os ἀρῆξαι : ἔστιν ἀπαρέμφατον ἀορίστου πρώτου.

### 408,b1

τὸ θέμα ἀρήγω, τὸ σημαῖνον τὸ βοηθῶ καὶ ἀντιλαμβάνω, ὁ μέλλων ἀρήξω, ὁ ἀόριστος ἤρηξα καὶ τὸ ἀπαρέμφατον ἀρῆξαι, ὅθεν καὶ ἀρωγός ὁ βοηθὸς λέγεται. Ps Psd ἀρῆξαι : παρὰ τὸ ἀρήγω, τὸ βοηθῶ.

### 408,b2

Os ἔλσαι : ἔστιν ἀπαρέμφατον ἀορίστου πρώτου κατὰ συγκοπὴν γινόμενον.

### 409

Ps ἀπὸ τοῦ ἐλῶ, τοῦ σημαίνοντος τὸ ἐλαύνω, δευτέρας συζυγίας τῶν περισπωμένων, ὁ μέλλων ἐλάσω, ὁ ἀόριστος ἤλασα καὶ τὸ ἀπαρέμφατον ἐλάσαι καὶ κατὰ συγκοπὴν ἔλσαι. Ps Psd Os κτεινομένους : μετοχὴ ἀπὸ τοῦ κτείνω.

### 410,a

Os ἐπαύρωνται : μέσου ἀορίστου δευτέρου παθητικοῦ ὑποτακτικοῦ.

### 410,b1a

τὸ θέμα ἐπαυρῶ· ἔστι δὲ πρώτης καὶ δευτέρας συζυγίας τῶν περισπωμένων, ἐνταῦθα δὲ πρώτης, ὁ μέλλων ἐπαυρήσω, ὁ δεύτερος ἀόριστος ἐπηῦρον καὶ τὸ ὑποτακτικὸν ἐὰν ἐπαυρῶ καὶ ὁ μέσος ἐὰν ἐπαύρωμαι καὶ τὸ δεύτερον ἐὰν ἐπαύρῃ καὶ τὸ τρίτον τῶν πληθυντικῶν ἐὰν ἐπαύρωνται. Ps Psd {ἵνα πάντες} ἐπαύρωνται : παρὰ τὸ ἐπαυρῶ πρώτης καὶ δευτέρας συζυγίας τῶν περισπωμένων.

### 410,b1b

καὶ τὸ ὑποτακτικὸν ἐὰν ἐπαυρῶ, 〈ἐὰν〉 ἐπαύρωμαι. Os ἐπαύρωνται : συζυγίας δευτέρας τῶν περισπωμένων.

### 410,b2

γίνεται παρὰ τὸ αὐρῶ, τοῦτο παρὰ τὸ αὖρα (σημαίνει δὲ τὴν ταχεῖαν καὶ λεπτοτέραν φωνήν), τοῦτο παρὰ τὸ ἀήρ, ἀέρος, ἀέρα καὶ κράσει {καὶ} τοῦ αε εἰς τὴν αυ δίφθογγον, ὥσπερ αἱ νάες αἱ ναῦς καὶ αἱ γράες αἱ γραῦς, αὐρῶ, καὶ ἐξ αὐτοῦ ἐπαυρῶ καὶ ἐπαύρωνται ἀντὶ τοῦ †τῆς ἀβόλου† ἀπολαύσωσιν, τουτέστιν ἵνα ἀπόλωνται δι’ αὐτοῦ. Oa γνῷ : ἔστιν ἀορίστου δευτέρου ὑποτακτικοῦ τρίτου προσώπου τῶν εἰς μι τρίτης συζυγίας.

### 411,1

ἔστι γνῶ τὸ πρωτότυπον, τὸ παράγωγον γνῶμι, ὁ μέλλων γνώσω, ὁ ἀόριστος δεύτερος ἔγνων καὶ τὸ ὑποτακτικὸν ἐὰν γνῶ, τὸ δεύτερον ἐὰν γνῷς, τὸ τρίτον ἐὰν γνῷ. Ps Psd {ἐ}γνῷ {δὲ καὶ Ἀτρείδης}: εὔδηλον.

### 411,2

Os ἔτρεφον : καὶ τοῦτο δῆλον.

### 414,a

Os αἰνὰ τεκοῦσα : †ὀνόματος θηλυκοῦ.

### 414,b

Os αἶσα : τουτέστιν ἡ μοῖρα τῆς ζωῆς ἢ εἱμαρμένη, ἡ ἄγαν ἴση, ἡ μὴ μεταβαλλομένη.

### 416,1

γέγονε δὲ παρὰ τὸ δαίω, τὸ μερίζω, οὗ ὁ μέλλων δαίσω καὶ ῥηματικὸν ὄνομα δαῖσα, ἡ μερίζουσα ἑκάστῳ τὰ ἐπακολουθοῦντα, καὶ κατὰ ἀποβολὴν τοῦ δ αἶσα. Ps Psd ἐπεί νύ τοι αἶσα : γέγονεν αἶσα παρὰ τὸ δαίω, τὸ σημαῖνον τὸ μερίζω, δαῖσα καὶ αἶσα.

### 416,2

Os ἔπλεο : ἔστι παρατατικὸς παθητικὸς δευτέρου προσώπου Ἰωνικοῦ.

### 418

γέγονε δὲ παρὰ τὸ πέλω, τὸ σημαῖνον τὸ γίνομαι, καὶ καθ’ ὑπερβιβασμὸν τοῦ ε πλέω· ὁ παθητικὸς ἐνεστὼς πλέομαι καὶ ὁ παρατατικὸς ἐπλεόμην καὶ κατὰ συγκοπὴν ἐπλόμην καὶ τὸ δεύτερον ἔπλεο Ἰωνικῶς καὶ ἔπλου Ἀττικῶς. Ps Psd Os {αἴ κε} πίθηται : ἐνεστῶτος καὶ παρατατικοῦ ὑποτακτικοῦ τρίτου προσώπου.

### 420

Os μήνιε : ἐνεστῶτος καὶ παρατατικοῦ προστακτικοῦ ἐνεργητικοῦ δευτέρου προσώπου.

### 422,a1

Ps ἀπὸ τοῦ μηνίω, ὁ παρατατικὸς ἐμήνιον καὶ τὸ προστακτικὸν μήνιε, μηνιέτω. Ps Psd μήνι ’ {Ἀχαιοῖς}: ἐνεστῶτος καὶ παρατατικοῦ.

### 422,a2

τὸ θέμα μηνίω. Os 〈ἀπο〉παύ{σ}εο : ἀπὸ τοῦ .

### 422,b

.. Os πάμπαν : ἔστι πᾶν καὶ κατὰ ἀναδιπλασιασμὸν ἑτέρας παν συλλαβῆς γέγονε πάμπαν, τροπῇ τοῦ ν εἰς μ · οὕτως γὰρ καὶ Ἡρωδιανός (cf.

### 422,c

Hdn. 2, 181, 2—3 et Lentzii adn. ad 2, 400, 1, loco nostro non laud.). Ps Psd Αἰθιοπῆας : ἔστιν αἰτιατικὴ τῶν πληθυντικῶν· ἡ γὰρ εὐθεῖά ἐστιν ὁ Αἰθιοπεύς, τοῦ Αἰθιοπῆος Ἰωνικῶς.

### 423

Ps Psd χθιζός : ἀπὸ χθές, χθιζός.

### 424,a

Ps δαῖτα : ἔστιν αἰτιατικῆς πτώσεως γένους θηλυκοῦ· Ps ἡ εὐθεῖα δαίς.

### 424,b

γέγονε δὲ παρὰ τὸ δαίω, τὸ μερίζω, ὁ μέλλων δαίσω· ἀποβολῇ τοῦ ω γίνεται δαίς, ἡ μεριστὴ εὐωχία, ἡ γενικὴ δαιτός. Ps Psd δῶ : τὸ πλῆρες δῶμα· ἔστι δὲ κατὰ ἀποκοπήν.

### 426

δῶμα οὖν τὸ δω μέγα, τὸ δὲ δόμος τὸ δο μικρόν. Ps Psd γουνάσομαι : ἔστι μέσου μέλλοντος πρώτου, δευτέρας συζυγίας τῶν περισπωμένων.

### 427

τὸ θέμα γουνῶ γουνᾷς γουνάσω. λέγεται οὖν καὶ γουνάζω. Ps Psd ἀπεβήσετο : ἔστι παρατατικοῦ παθητικοῦ τῶν εἰς μι .

### 428

Ps τὸ θέμα βῶ, τὸ βαίνω, τὸ παράγωγον βῆμι, ὁ μέλλων βήσω καὶ μετήχθη εἰς ἐνεστῶτα ὁ μέλλων, ὁ παθητικὸς ἐνεστὼς βήσομαι, ὁ παρατατικὸς ἐβησόμην, τὸ δεύτερον ἐβήσου, τὸ τρίτον ἐβήσετο καὶ ἀπεβήσετο. Ps Psd ἀπηύρων : σημαίνει δὲ τὸ ἀφείλοντο.

### 430

ἔστι παρατατικοῦ τρίτου προσώπου τῶν πληθυντικῶν δευτέρας συζυγίας τῶν περισπωμένων. τὸ θέμα ἀπαυρῶ. Ps Psd πέλασαν : ἔστιν ἀορίστου πρώτου ἐνεργητικοῦ τρίτου προσώπου τῶν πληθυντικῶν.

### 434,a

τὸ θέμα πελῶ, τὸ σημαῖνον τὸ πλησιάζω, δευτέρας συζυγίας τῶν περισπωμένων· καὶ ἐγένετο παράγωγον πελάζω, ὁ μέλλων πελάσω, ὁ ἀόριστος ἐπ〈έ〉λασα καὶ τὰ λοιπὰ δῆλα. ἐντεῦθεν καὶ τὸ πλησίος· πελῶ καὶ κατὰ συγκοπὴν γίνεται πλῶ, ὁ μέλλων πλήσω, ῥηματικὸν ὄνομα πλητός, οὗ παράγωγον πλητίος καὶ τροπῇ τοῦ τ εἰς ς πλησίος. Ps Psd ὑφέντες : ἔστιν ἀορίστου δευτέρου μετοχὴ τῶν εἰς μι .

### 434,b

ἐκ τοῦ ἵημι γέγονεν, ὁ μέλλων ἥσω, ὁ δεύτερος ἀόριστος ἧν, ἡ μετοχὴ εἵς ἕντος, ἡ εὐθεῖα τῶν πληθυντικῶν ἕντες καὶ ἐν συνθέσει ὑφέντες. Ps Psd εὐνάς : τὰς ἀγκύρας, τὰ σίδηρα, παρὰ τὸ εὐνάζειν τὴν ναῦν.

### 436

τρία σημαίνει ἡ λέξις παρὰ τῷ ποιητῇ· ( 1) τὴν κοίτην, ὅταν λέγῃ εὐνῇ ἔνι μαλακῇ (Ι 618, Κ 75, Χ 504, χ 196)· (2) τὴν ἄγκυραν, ὡς νῦν· ἐκ δ’ εὐνὰς ἔβαλον (Α 436)· (3) τὴν διατριβήν· ὅθι φασὶ Τυφωέος ἔμμεναι εὐνάς (Β 783). Ps Psd ῥηγμῖνι : ἐκ τοῦ ῥήσσω, ὁ παθητικὸς παρακείμενος ἔρρηγμαι, ῥηματικὸν ὄνομα ῥηγμίν ῥηγμῖνος· εἴρηται δὲ ῥηγμῖν ὁ αἰγιαλὸς παρὰ τὸ ἐκεῖ ῥήσσεσθαι, τουτέστι σχίζεσθαι, τὰ κύματα.

### 437

Ps Psd ἑξείης : ἔστιν ἐπίρρημα τάξεως, κατὰ πλεονασμὸν τῆς ει διφθόγγου.

### 448,a

Ps Psd ἐΰδμητον : παρὰ τὸ δέμω, τὸ οἰκοδομῶ, κατὰ συγκοπὴν δμῶ, ὁ μέλλων δμήσω, ῥηματικὸν ὄνομα δμητός καὶ ἐΰδμητον.

### 448,b

Ps Psd βωμόν : γέγονε ἐκ τοῦ βῶ ῥήματος τοῦ σημαίνοντος τὸ περιπατῶ, ὁ μέλλων βήσω καὶ ῥηματικὸν ὄνομα βημός καὶ τροπῇ τοῦ η εἰς ω βωμός· ἐντεῦθεν καὶ βῆμα παρὰ τὸ βήσω.

### 448,c

Ps Psd χερνίψαντο : ἔστι μέσου ἀορίστου πρώτου.

### 449,a

τὸ θέμα χερνίπτω ἐν συνθέσει καὶ ὁ μέλλων χερνίψω καὶ τὰ λοιπὰ δῆλα. Ps Psd οὐλοχύτας : ἔστιν ὄνομα θηλυκὸν πτώσεως αἰτιατικῆς ἀριθμοῦ πληθυντικοῦ.

### 449,b

σημαίνει δὲ τὰς κριθάς· εἰσὶ δὲ μετὰ ἁλῶν μεμιγμέναι, ἃς ἐπέχεαν τοῖς ἱερουργουμένοις ζῴοις πρὸ τοῦ θύεσθαι. Ps Psd ἴψαο : ἐκ τοῦ ἴπτω, ὁ μέλλων ἴψω, ὁ ἀόριστος ἶψα, ὁ μέσος ἰψάμην, ἴψω καὶ διαλύσει Ἰωνικῇ ἴψαο.

### 454

Ps Psd αὐέρυσαν : σημαίνει δὲ τὸ εἰς τοὐπίσω ἀνείλκυσαν.

### 459,a

τὸ θέμα αὐερύω· εἰς τοὐπίσω γὰρ εἵλκυον τὸν τράχηλον τοῦ θυομένου ἱερείου, ὡς προσέχειν εἰς τὸν οὐρανὸν τοῖς θεοῖς οἷς ἐθύοντο. ἢ ἀέρυσαν καὶ πλεονασμῷ τοῦ υ αὐέρυσαν. Ps Psd ἔδειραν : ἔστιν ἀορίστου πρώτου.

### 459,b

ἔστι τὸ θέμα δέρω, τὸ δηλοῦν τὸ ἐκδέρω, σημαίνει δὲ τὸ τύπτω, ὁ μέλλων δερῶ καὶ τὰ λοιπὰ δῆλα. Ps Psd ἐξέταμον : ἔστιν ἀορίστου δευτέρου, τρίτου προσώπου τῶν πληθυντικῶν.

### 460

τὸ θέμα τέμνω, ὁ μέλλων τεμῶ, ὁ δεύτερος ἀόριστος ἔταμον. Ps Psd ὠμοθέτησαν : ὠμὰ τὰ κρέα ἐπέθηκαν.

### 461

ἔστιν ἀορίστου πρώτου, πρώτης συζυγίας τῶν περισπωμένων. τὸ θέμα ὠμοθετῶ. Ps Psd σχίζῃς : ἔστι δοτικὴ τῶν πληθυντικῶν.

### 462,a

ἡ εὐθεῖα ἡ σχίζα, παρὰ τὸ σχίζω, καὶ κλίνεται σχίζης, ἡ δοτικὴ τῶν πληθυντικῶν σχίζαις καὶ ἐκτάσει τοῦ α εἰς η σχίζῃς. Ps Psd οἶνον : οἶνος εἴρηται οἷον οἰ〈ό〉νους τις ὤν, παρὰ τὸ οἰήσεως ἡμᾶς πληροῦν· Ἀριστοφάνης· σὺ τολμᾷς εἰς ἐπίνοιαν λοιδορεῖν; **** ὁρᾷς, ὅταν πίνωσιν ἄνθρωποι, τότε πλουτοῦσι, πράττουσι, νικῶσιν δίκας (cf.

### 462,b

Eq. 90, 92—3). ἢ παρὰ τὴν ὄνησιν, τουτέστι τὴν ὠφέλειαν· καὶ Ὅμηρος· ἔπειτα δὲ καὐτὸς ὀνήσεαι, αἴ κε πίῃσθα (Ζ 260)· οἷον ὀνῶ, τὸ ὠφελῶ, ὄνος ῥηματικὸν ὄνομα καὶ πλεονασμῷ τοῦ ι οἶνος. ὁ γὰρ οἶνος ὠφέλιμός ἐστι τοῖς μετρίως αὐτοῦ μεταλαμβάνουσιν. Ps Psd, Oa extr. ord. ἐκάη : παρὰ τὸ καίω, ὁ μέλλων καύσω, ὁ μέσος παρακείμενος κέκηα, ὁ δεύτερος ἀόριστος ἔκαον, ὁ παθητικὸς ἐκάην.

### 464,a

Ps Psd ἐπάσαντο : ἔστι μέσου ἀορίστου πρώτου.

### 464,b

τὸ θέμα πατῶ, ὅπερ ἀπὸ τοῦ μασῶ, τοῦτο παρὰ τὸ μάσσω, τὸ μαλάσσω. πατῶ οὖν δηλοῖ τὸ ἐσθίω, ὁ μέλλων πατήσω καὶ κατὰ συγκοπὴν πάσω. ἐντεῦθεν γέγονε καὶ φάτνη· παρὰ τὸ πατῶ, τὸ ἐσθίω, πάτνη καὶ φάτνη, ὁ τόπος ἐν ᾧ ἐσθίουσι τὰ ἄλογα· ὅθεν καὶ πάσασθαι· παρὰ τὸ μασᾶσθαι, τροπῇ τοῦ μ εἰς π καὶ ἀναδρομῇ τοῦ τόνου πάσασθαι. Ps Psd μίστυλλον : παρατατικοῦ τρίτου προσώπου τῶν πληθυντικῶν τῶν εἰς ω .

### 465,a

Ps τὸ θέμα μιστύλλω, τὸ εἰς μικρὰ διακόπτω. γέγονε δὲ παρὰ τὸ μειῶ, τοῦτο παρὰ τὸ μεῖον, τὸ σημαῖνον τὸ μικρόν, καὶ τὸ τίλλω, τὸ κόπτω, μιτύλλω καὶ πλεονασμῷ τοῦ ς μιστύλλω, ὁ παρατατικὸς ἐμίστυλλον, καὶ τὸ τρίτον τῶν πληθυντικῶν ἐμίστυλλον. Ps Psd ἔπειραν : ἔστιν ἀορίστου πρώτου τρίτου προσώπου τῶν πληθυντικῶν, σημαίνει δὲ τὸ ἐπερόνησαν.

### 465,b

τὸ θέμα πείρω, ὁ μέλλων περῶ, ὁ παρακείμενος πέπαρκα, ὁ ἀόριστος ἔπειρα καὶ τὰ λοιπὰ δῆλα. Ps Psd ὤπτησαν : ἀορίστου πρώτου †πρώτης συζυγίας τῶν περισπωμένων.

### 466

τὸ θέμα ὀπτῶ, ὁ μέλλων ὀπτήσω, ὁ ἀόριστος ὤπτησα. Ps Psd τετύκοντο : μέσου ἀορίστου δευτέρου παθητικοῦ.

### 467

τὸ θέμα τεύχω, τὸ σημαῖνον τὸ κατασκευάζω, ὁ μέλλων τεύξω, ὁ δεύτερος ἀόριστος ἔτυχον, ὁ μέσος ἐτυχόμην, τὸ τρίτον τῶν πληθυντικῶν ἐτύχοντο καὶ κατὰ ἀναδιπλασιασμὸν τετύχοντο καὶ τροπῇ τοῦ χ εἰς κ τετύκοντο ποιητικῶς. Ps Psd Et.Gud. δαίνυντο : ἔστι παρατατικὸς τρίτου προσώπου τῶν πληθυντικῶν τῶν εἰς μι .

### 468,a

ἀπὸ τοῦ δαινύω ἕκτης συζυγίας γίνεται παράγωγον δαίνυμι. Ps Psd ἐδεύετο : παρατατικοῦ παθητικοῦ τρίτου προσώπου τῶν ἑνικῶν.

### 468,b

Ps τὸ θέμα δεύω, τὸ σημαῖνον τὸ ἐνδεοῦμαι καὶ χρῄζω, ὁ παθητικὸς δεύομαι, ὁ παρατατικὸς ἐδευόμην, τὸ τρίτον ἐδεύετο. Ps Psd ἐΐσης : παρὰ τὸ ἴσος καὶ περιττὸν τὸ ε .

### 468,c

Ps Psd ἐξ ἔρον : ἔστιν ὄνομα αἰτιατικῆς πτώσεως γένους θηλυκοῦ Αἰολικῶς.

### 469,a1

σημαίνει δὲ τὴν ἐπιθυμίαν, τουτέστι τὸν ἔρωτα τὸν τῆς τροφῆς. γέγονε δὲ παρὰ τὸ ἔρως, ἔρωτος, θηλυκὸν ὄνομα ἡ ἔρος, τῆς ἔρου. Ps Psd ἕντο : σημαίνει δὲ τὸ ἐπλήρωσαν, ὅ ἐστιν ἐκορέσθησαν.

### 469,b1

γέγονε δὲ παρὰ τὸ ἵημι, τὸ πληρῶ, ὁ μέλλων ἥσω, ὁ δεύτερος ἀόριστος ἧν, ὁ μέσος ἕμην, τὸ πληθυντικὸν ἕμεθα καὶ τὸ τρίτον ἕντο. Ps Psd ἐξ ἔρον ἕντο : ἔστι πτώσεως αἰτιατικῆς· κλίνεται δὲ οὕτως· ὁ ἔρος, τοῦ ἔρου.

### 469,a2-b2

τὸ δὲ ἕντο σημαίνει τὸ ἐξέβαλον τὸν τῆς τροφῆς ἔρωτα, ὅ ἐστιν ἐκορέσθησαν. τὸ δὲ ἕντο γέγονεν ἀπὸ τοῦ ἵημι, ὁ μέλλων ἥσω, ⸤ ὁ δεύτερος ἀόριστος ἧν, ὁ μέσος ἕμην ⸥ ἕμ ⸤ εθα ⸥ ἕσθ ⸤ ε ⸥ ἕν ⸤ το ⸥ . Et.Gud. d 2 κρητῆρας : γέγονε κρατήρ ἐκ τοῦ κερῶ ῥήματος δευτέρας συζυγίας τῶν περισπωμένων, τὸ σημαῖνον τὸ κερνῶ, καὶ κατὰ συγκοπὴν κρῶ, ὁ μέλλων κράσω καὶ ῥηματικὸν ὄνομα κρατήρ καὶ τροπῇ τοῦ α εἰς η κρητήρ.

### 470

ἐκ δὲ τοῦ κράσω μέλλοντος γέγονε ῥηματικὸν ὄνομα κρατός καὶ μετὰ τοῦ στερητικοῦ α ἄκρατος προπαροξυτόνως. Ps Psd νώμησαν : ἔστιν ἀορίστου πρώτου †πρώτης συζυγίας τῶν περισπωμένων ἐκ τοῦ νωμῶ τοῦ σημαίνοντος τὸ μερίζω καὶ διαδίδωμι, ὁ μέλλων νωμήσω, ὁ ἀόριστος ἐνώμησα καὶ τὰ λοιπὰ δῆλα.

### 471

Ps Psd ἱλάσκοντο : ἔστι παρατατικὸς παθητικὸς τρίτου προσώπου τῶν πληθυντικῶν.

### 472

ἀπὸ τοῦ ἱλῶ δευτέρας συζυγίας τῶν περισπωμένων, ὁ μέλλων ἱλάσω καὶ πλεονασμῷ τοῦ κ ἱλάσκω, γίνεται ἐνεστὼς παθητικὸς ἱλάσκομαι καὶ τὰ λοιπὰ δῆλα. Ps Psd παιήονα : ἔστιν ὄνομα· ἡ εὐθεῖα παιάν, νῦν δὲ παιήων, παιήονος.

### 473

παιὰν δέ ἐστιν ὕμνος εἰς Ἀπόλλωνα ἐπ’ ἀφέσει λοιμοῦ ᾀδόμενος, τουτέστιν εἶδος ᾠδῆς. Ps Psd κατέδυ : ἔστιν ἀορίστου δευτέρου τῶν εἰς μι .

### 475,a

ἐκ τοῦ δύω, τοῦ σημαίνοντος τὸ εἰσέρχομαι καὶ κρύπτομαι, τὸ παράγωγον δῦμι καὶ τὰ λοιπὰ δῆλα. Ps Psd κνέφας : εἴρηται παρὰ τὸ κενὸν εἶναι φάου ς.

### 475,b

κνέφας οὖν ὡς οὖδας καὶ κνέφος ὡς οὖδος· οὔδεϊ πλῆντο (Ξ 468). Ps Psd ἴκμενον : παρὰ τὸ ἄνωθεν ἱκνεῖσθαι πρὸς ἡμᾶς.

### 479,a

Ps Psd ἵει : ἔστι παρατατικοῦ ἐνεργητικοῦ πρώτης συζυγίας τῶν περισπωμένων.

### 479,b

τὸ θέμα ἱῶ, τὸ σημαῖνον τὸ πέμπω, ὁ παρατατικὸς ἵουν, ἵεις, ἵει. Ps Psd πρῆσεν : ἔστιν ἀορίστου πρώτου.

### 481

ἐκ τοῦ πρήθω ἐνεστῶτος, τοῦ σημαίνοντος τὸ φυσῶ, τὸ σημαῖνον τὸ ἐμπυρίζω. γέγονε παρὰ τὸ πρῶ δευτέρας συζυγίας τῶν περισπωμένων, τὸ παράγωγον πί〈μ〉πρημι, ὁ μέλλων πρήσω, ὁ ἀόριστος ἔπρησα καὶ τὸ τρίτον ἔπρησε καὶ πρησείω. Ps Psd στείρῃ : δεῖ γινώσκειν ὅτι τὸ στεῖρα ἐπὶ τοῦ πλοίου εἴρηται παρὰ τὸ στερρὰν εἶναι καὶ εὔτονον.

### 482,a

ἐγένετο στέρρα καὶ κατὰ ἀποβολὴν τοῦ ἑνὸς ρ καὶ πλεονασμῷ τοῦ ι στεῖρα, ἀφ’ οὗ καὶ τὴν μὴ τετοκυῖαν γυναῖκα στεῖραν λέγομεν διὰ τὸ στερεωτέραν εἶναι τῆς τετοκυίας. Ἢ ἀπὸ τοῦ στερεῖσθαι γέγονε στέρα καὶ κατὰ πλεονασμὸν τοῦ ι στεῖρα, οἱονεὶ ἡ στερουμένη τοῦ τίκτειν. Ἢ παρὰ τὸ στῶ, οὗ παράγωγον στείω, ὡς σῶ σείω, κιχῶ κιχείω θῶ θείω καὶ ἐκεῖθεν στεῖα καὶ πλεονασμῷ τοῦ ρ στεῖρα, ἡ τοῦ κυῆσαι στάσιν ἔχουσα. οὕτως Φιλόξενος ( fr. 177 b Th.) Ps Psd {μεγάλ’} ἴαχε : ἔστι παρατατικοῦ.

### 482,b

τὸ θέμα ἰάχω. Os ἔθεεν : ἔστι παρατατικός.

### 483,a1

τὸ θέμα θέω, τὸ σημαῖνον τὸ τρέχω, ὅθεν καὶ ἥλιον καὶ σελήνην καὶ τοὺς λοιποὺς ἀστέρας θεοὺς ὠνόμασαν οἱ Ἕλληνες, παρὰ τὸ θέειν αὐτοὺς ἐν τῷ πόλῳ, τουτέστι τρέχειν. Ps Psd {ἡ δ’} ἔθεεν : τὸ θέμα θέω.

### 483,a2

Os κῦμα : παρὰ τὸ κύω ῥῆμα πρώτης συζυγίας τῶν περισπωμένων, ὁ μέλλων κυήσω, ῥηματικὸν ὄνομα κύημα καὶ κατὰ συγκοπὴν κῦμα· ἐξ οὗ καὶ τὸ κυ μακρόν.

### 483,b

οἱ δὲ παρὰ τὸ κυκῶ, κυκήσω, κύκημα καὶ κατὰ συγκοπὴν κῦμα καὶ ἐντεῦθεν τὸ κυ μακρόν. καὶ προπερισπᾶται. ὅθεν Ὅμηρος· δεινὸν ἀμφ’ Ἀχιλῆα κυκώμενον ἵστατο κῦμα (cf. Φ 240). Ps Psd διαπρήσουσα : ἔστι μετοχὴ μέλλοντος πρώτους, γένους θηλυκοῦ.

### 483,c1

τὸ θέμα περῶ συζυγίας δευτέρας τῶν περισπωμένων. σημαίνει δὲ τὸ διαπερῶ καὶ πωλῶ. τοῦτο γίνεται κατὰ συγκοπὴν πρῶ, ὡς βιῶ βῶ, ἐξ οὗ βώσεσθαι, καὶ βορῶ βρῶ, ἐξ οὗ βέβρωκα, καὶ τορῶ τρῶ, ἐξ οὗ τέτρωκα. καὶ γίνεται ὁ παρακείμενος πεπέρακα καὶ κατὰ συγκοπὴν πέπρακα· καὶ γὰρ τὸ πωλούμενον περᾷ ἀπὸ τοῦ πωλοῦντος εἰς τὸν ἀγοράζοντα. καὶ ἐκ τοῦ πρῶ ἐνεστῶτος γίνεται ὁ μέλλων πρήσω, ἡ μετοχὴ ὁ πρήσων, τοῦ πρήσοντος καὶ τὸ θηλυκὸν ἡ πρήσουσα καὶ μετὰ τῆς διά διαπρήσουσα. Ps Psd διαπρήσσουσα : μετοχὴ παρὰ τὸ περῶ καὶ κατὰ συγκοπὴν πρῶ, ὡς βιῶ βῶ, καὶ ὁ παρακείμενος πεπέρακα· καὶ γὰρ τὸ πωλούμενον περᾷ ἀπὸ τοῦ πωλοῦντος ἐπὶ τὸν ἀγοράζοντα.

### 483,c2

καὶ ὁ μέλλων πρήσω, ἡ μετοχὴ ὁ πρήσων. Os κέλευθον : γέγονε παρὰ τὸ ἐλεύθω, οὗ ὁ μέλλων ἐλεύσω καὶ ῥηματικὸν ὄνομα ἔλευθος καὶ πλεονασμῷ τοῦ κ κέλευθος.

### 483,d1

Ps Psd κέλευθον : παρὰ τὸ ἐλεύθω ἔλευθος καὶ κέλευθος πλεονασμῷ.

### 483,d2

Os ἠπείροιο : ἤπειρος λέγεται ἡ γῆ παρὰ τὸ ἄπειρός τις οὖσα καὶ ἤπειρος κατὰ πλεονασμὸν τοῦ ι καὶ ἐκτάσει τοῦ α .

### 485,a

Os ἔρυσαν : ἀορίστου πρώτου ἀπὸ τοῦ ἐρύω εἴρυσα καὶ ἐν συστολῇ ἔρυσαν.

### 485,b

Os ἕρματα : παρὰ τὸ ἐρείδω, τὸ στηρίζω, ὁ μέλλων ἐρείσω, ὁ παρακείμενος ἤρεικα, ἤρεισμαι, ἐξ οὗ καὶ ἔρεισμα καὶ κατὰ συγκοπὴν ἕρμα.

### 486,1

καὶ δασύνεται· τὰ γὰρ φωνήεντα πρὸ τοῦ ρ ἐπιφερομένου τοῦ μ δασύνεται, πλὴν τοῦ ἄρμενον (Σ 600 alibi) καὶ ὄρμενον (Ρ 738 alibi). Ps Psd {ὑπὸ δ’} ἕρ{γ}ματα : ἐρείσμα〈τα〉, στηρίγμα〈τα〉, παρὰ τὸ εἴρω, τὸ συμπλέκω.

### 486,2

Os ἐσκίδναντο : παρατατικοῦ παθητικοῦ τῶν εἰς μι .

### 487,1

ἔστι δὲ τὸ πρωτότυπον αὐτοῦ σκιδνῶ, δευτέρας συζυγίας τῶν περισπωμένων, καὶ τὸ παράγωγον σκίδνημι, τὸ παθητικὸν σκίδναμαι, ὁ παρατατικὸς ἐσκιδνάμην. Ps Psd {αὐτοὶ δ’} ἐσκίδ〈ν〉αντο : ἀπὸ τοῦ σκιδνῶ, τὸ παράγωγον σκίδνημι καὶ σκίδναμαι καὶ ἐσκιδνάμην.

### 487,2

Os {αὐτὰρ ὁ} μήνιε : Ἰωνικὸν ἐκ τοῦ μηνίω.

### 488,a

Os παρήμενος : ἐκ τοῦ ἑῶ ῥήματος, τοῦ σημαίνοντος τὸ καθέζομαι, πρώτης συζυγίας τῶν περισπωμένων.

### 488,b

τὸ παράγωγον ἕημι, ὁ παθητικὸς ἕεμαι καὶ κράσει ἧμαι καὶ ἡ μετοχὴ ὁ ἥμενος καὶ ἐν συνθέσει παρήμενος. Ps Psd Os πωλέσκετο : ἔστι παρατατικὸς παθητικός, γέγονε δὲ οὕτω· πολῶ ῥῆμα, τὸ σημαῖνον τὸ ἀναστρέφομαι, ὅθεν καὶ πόλοι οἱ ἐν τῷ οὐρανῷ, παρὰ τὸ περὶ αὐτοὺς ἀναστρέφεσθαι τὸν κόσμον, τουτέστι τὸν οὐρανόν, καὶ πόλις παρὰ τὸ πολεῖν ἐν αὐτῇ, ὅ ἐστιν ἀναστρέφεσθαι, τοὺς ἀνθρώπους.

### 490

ὁ μέλλων πολέσω καὶ κατὰ πλεονασμὸν τοῦ κ πολέσκω, ὁ ἐνεστὼς παθητικὸς πολέσκομαι, ὁ παρατατικὸς ἐπολεσκόμην καὶ τὸ τρίτον κατὰ συστολὴν πολέσκετο. Ps Psd Os φθινύθεσκε : τουτέστι διέφθειρεν.

### 491

τοῖς γὰρ πρακτικοῖς ἡ ἀργία φθορά. ἔστι τὸ θέμα φθινύθω, παράγωγον δὲ ἀπ’ αὐτοῦ φθινύω. γέγονε δὲ παρὰ τὸ φθίω, τὸ σημαῖνον τὸ φθείρω, καὶ κατὰ πλεονασμὸν τοῦ ν φθίνω. καὶ ὥσπερ ἀπὸ τοῦ φλέγω ἐγένετο φλεγέθω καὶ ἀπὸ τοῦ τελῶ τελέθω, οὕτως καὶ ἀπὸ τοῦ φθίνω φθινύθω (ταῦτα δὲ μέλλοντας οὐκ ἔχουσιν), εἶτα ὁ παρατατικὸς ἐφθίνυθον καὶ τὸ τρίτον ἐφθίνυθε καὶ πλεονασμῷ τῆς † κε συλλαβῆς καὶ συστολῇ τῆς ἀρχούσης, φθινύθεσκε. Ps Psd Os ποθέεσκε : τοῦτο ὁμοίως παρατατικὸν τρίτου προσώπου συζυγίας πρώτης τῶν περισπωμένων.

### 492

τὸ θέμα ποθῶ, ὁ παρατατικὸς ἐπόθεον, τὸ δεύτερον ἐπόθεες καὶ κατὰ πλεονασμὸν τῆς κε συλλαβῆς καὶ συστολῇ τῆς ἀρχούσης ποθέεσκε. Ps Psd Os {ἀλλ’ ὅτε δή ῥ’} ἐκ τοῖο : 〈προ〉περισπᾶται.

### 493

Θεσσαλῶν γὰρ αὐξηθὲν ἐγένετο, ὥσπερ καλός καλοῦ καλοῖο καὶ σός σοῦ σοῖο, οὕτως ἐκτός, ἐκ τοῦ, ἐκ τοῖο. Os Ὄλυμπον : νῦν τὸν οὐρανὸν λέγει φυσικώτερον· Ὄλυμπος †νοήθῃ ἂν ὁ οὐρανός, οἱονεὶ ὁλολαμπής τις ὢν τῷ ἡλίῳ καὶ τῇ σελήνῃ καὶ τοῖς ἄστροις.

### 494,a

Ps Psd Os ἴσαν : ἔστι παρατατικοῦ τρίτου προσώπου τῶν πληθυντικῶν ἀπὸ τοῦ εἶμι, τοῦ σημαίνοντος τὸ πορεύομαι, ὁ παρατατικὸς ἦν καὶ τὸ πρῶτον τῶν πληθυντικῶν ἴμεν κατὰ συστολήν, καὶ τὸ δεύτερον ἴτε, ἴσαν.

### 494,b

Ps Psd Os {Ζεὺς} ἦρχε : παρατατικός.

### 495,a

Os {Θέτις δ’ οὐ} λήθετο : ἔστι παρατατικοῦ παθητικοῦ Ἰωνικοῦ.

### 495,b

Os ἐφετμέων : τουτέστιν ἐντολῶν.

### 495,c1

πτώσεως γενικῆς τῶν πληθυντικῶν ἐφετμῶν καὶ κατὰ πλεονασμὸν τοῦ ε ἐφετμέων. Ps Psd ἐφετμέων : τουτέστι ἐντολῶν.

### 495,c2

γέγονεν Ἰωνικὸν κατὰ πλεονασμὸν τοῦ ε . κλίνεται δὲ τοῦτο οὕτως· ἡ ἐφετμή 〈...〉. Os ἀνεδύσετο : ἐστι παρατατικὸς παθητικὸς ὡς ἀπὸ τοῦ δύω ἐνεστῶτος.

### 496,1

γέγονε δὲ οὕτως· Ps ἔστι δύω, τὸ παράγωγον δῦμι, ὁ μέλλων δύσω καὶ μετάγεται εἰς ἐνεστῶτα καὶ ὁ παθητικὸς δύσομαι, ὁ παρατατικὸς ἐδυσόμην καὶ τὸ τρίτον ἐδύσετο καὶ ἀνεδύσετο. Ps Psd {ἀλλ’ ἥ γ’} ἀνεδύσετο : τουτέστιν ἀνέδυ, ἀνῆλθεν ἐκ τῆς θαλάττης.

### 496,2

Os ἠερίη : ἔστιν ὄνομα θηλυκόν.

### 497

σημαίνει δὲ τὸ ἑωθινήν. γέγονε δὲ παρὰ τὸ ἦρι ἐπίρρημα, ὃ σημαίνει τὸ ὄρθρου, τὸ πάνυ ταχέως. Ps Psd εὐρύοπα : τουτέστι μεγαλόφωνον.

### 498

ὅτε γὰρ μικρὸν τὸ ο , παρὰ τὴν ὄπα, τουτέστι τὴν φωνήν. ὅτε δὲ μέγα, σημαίνει τὸν μεγαλόφθαλμον, παρὰ τοὺς ὦπας, ὅ ἐστι τοὺς ὀφθαλμούς. Ps Psd Os κορυφή : κυρίως λέγεται τὸ μεσότοιχον τῆς κεφαλῆς, ὅτι τοῦ κάρα ἐστὶν ὀροφή.

### 499

τινὲς δὲ ἀπὸ τοῦ κεκρύφθαι ὑπὸ τὰς τρίχας, γίνεται κρυφή καὶ πλεονασμῷ τοῦ ο κορυφή. Ps Psd Os καὶ λάβε γούνων : εἴρηται.

### 500

Os σκαιῇ : παρὰ τὸ σκάζειν, τουτέστιν ὑστερεῖν, 〈.

### 501,a

..〉 καὶ περὶ τὰς πράξεις ἐνδέουσαν πρὸς τὴν δεξιὰν καὶ ὑστεροῦσαν. ἢ ὅτι ἀσθενεστέρα τῆς δεξιᾶς ἐστιν, ὁ δὲ ἀσθενὴς σκάζει, ὅθεν καὶ σκαιὸς ὁ ἄνθρωπος ὁ σκαμβός τις ὢν καὶ μὴ ὀρθός. Ps Psd Os δεξιτερῇ : δεξιὰ εἴρηται, ἀπὸ τοῦ δέχεσθαι δι’ αὐτῆς τὸν ἄνθρωπον τὰ διδόμενα.

### 501,b

ἢ ἀπὸ τοῦ δι’ αὐτῆς τὰς πλείονας διεξιέναι πράξεις ἤπερ διὰ τῆς ἀριστερᾶς. Ps Psd Os ἀνθερεῶνος : εἴρηται ἀνθερεών παρὰ τὴν ἄνθησιν τῶν τριχῶν, φυλάττει δὲ τὸ ω ἐπὶ τῆς γενικῆς, ὡς περιεκτικόν.

### 501,c

Ps Psd Os ἑλοῦσα : ἔστι μετοχὴ θηλυκὴ ἀορίστ ⸤ ου δευτέρου ⸥ · Os Et.

### 501,d

Gud. d 2 τὸ θέμα αὐτῆς ἕλω· ⸤ ἡ λα ⸥ βο ⸤ μένη ⸥ . Et.Gud. d 2 ὄνησα : ἔστιν ἀορίστου πρώτου.

### 503

τὸ θέμα ὀνῶ πρώτης συζυγίας τῶν περισπωμένων, σημαίνει δὲ τὸ ὠφελῶ, τὸ παράγωγον ὄνημι καὶ τὸ τρίτον ὄνησι καὶ πλεονασμῷ τῆς νι συλλαβῆς ὀνίνησιν, ὁ μέλλων ὀνήσω, ὁ ἀόριστος ὤνησα. ἔστι δὲ καὶ ἕτερον ὀνῶ, τὸ σημαῖνον τὸ μέμφομαι, τρίτης συζυγίας τῶν περισπωμένων καὶ ὠνῶ, τὸ ἀγοράζω. Ps Psd Os ἔνθεν λέγεται καὶ τὸ ἐλευθερῶ τὸν ἀργυρώνητόν μου οἰκέτην, τουτέστι τὸν ὑπὸ χρυσίου ἀγορασθέντα μου. Os ἔπλετο : παρατατικοῦ.

### 506

ἐκ τοῦ πέλω ῥήματος γίνεται τοῦ σημαίνοντος τὸ γίνομαι καθ’ ὑπερβιβασμὸν τοῦ λ {ἐγένετο} πλέω, ὁ ἐνεστὼς παθητικὸς πλέομαι, ὁ παρατατικὸς ἐπλεόμην, τὸ τρίτον ἔπλετο. Os {ἀλλὰ σύ πέρ μιν} τεῖσον {Ὀλύμπιε}: ἐκ τοῦ τίω ἐνεστῶτος.

### 508,a

Os μητίετα {Ζεύς}: εἴρηται.

### 508,b

Os ὀφέλλωσιν : ἔστιν ἐνεστῶτος καὶ παρατατικοῦ ὑποτακτικοῦ τρίτου προσώπου.

### 510

τὸ θέμα ὀφέλλω διὰ δύο λλ , καὶ σημαίνει τὸ αὔξω. Ps Psd {ἀλλ’} ἀκέων : μετοχὴ ἐνεστῶτος.

### 512,a

Os ἧστο : ἔστιν ὑπερσυντελίκου παθητικοῦ τῶν εἰς μι .

### 512,b1

ἔστι τὸ πρωτότυπον ἑῶ, τὸ σημαῖνον τὸ καθέζομαι, τὸ παράγωγον ἕημι, ὁ μέλλων ἥσω, ὁ παρακείμενος ἧκα, ὁ παθητικὸς ἧσμαι, ὁ ὑπερσυντέλικος ἥσμην, ἧσο, ἧστο. Ps Psd {δὴν} ἧστο : ἔστι παρατατικοῦ τῶν εἰς μι .

### 512,b2

ἔστι ῥῆμα {αὐτὸ} ἑῶ, τὸ σημαῖνον 〈τὸ〉 καθέζομαι, τὸ παράγωγον ἕημι, ὁ παθητικὸς ἐνεστὼς ἕεμαι καὶ κράσει τῶν δύο εε εἰς η ἧμαι, ὁ παρατατικὸς ἥμην, τὸ δεύτερον ἧσο, τὸ τρίτον ἥσατο καὶ κατὰ συγκοπὴν ἧστο. Os ἐμπεφυυῖα : τουτέστιν ἐνειλημμένη καὶ ἐμπεπλεγμένη.

### 513,a

καὶ ἔστι μετοχὴ παρακειμένου τῶν εἰς μι . τὸ θέμα φύω, τὸ παράγωγον φῦμι, ὁ μέλλων φύσω, ὁ παρακείμενος πέφυκα, ἡ μετοχὴ πεφυκώς, τὸ θηλυκὸν πεφυκυῖα Ps Os καὶ 〈κατὰ〉 ἐκβολὴν τοῦ κ πεφυυῖα. Os εἴρετο : ἔστι παρατατικοῦ παθητικοῦ τρίτου προσώπου τῶν ἑνικῶν.

### 513,b

τὸ θέμα εἴρω, τὸ σημαῖνον τὸ λέγω. ἐντεῦθεν γέγονεν Εἶρος τὸ κύριον ὄνομα καὶ 〈εἴρην τὸ〉 μειράκιον 〈διὰ〉 τὸ ἐπιτήδειον τοῦ λαλεῖν τρανῶς. Ps Os εἴρω οὖν καὶ ὁ παθητικὸς ἐνεστὼς εἴρομαι καὶ ὁ παρατατικὸς εἰρόμην καὶ εἴρετο. Ps νημερτές : ἔστιν ὄνομα γένους οὐδετέρου· τὸ ἀρσενικὸν 〈νημερτήσ〉.

### 514,a1

γέγονε δὲ κατὰ στέρησιν τοῦ ἁμαρτεῖν 〈νημαρτές καὶ τροπῇ τοῦ α εἰς ε 〉 ἐγένετο νημερτές. Ps νημερτές : τροπῇ τοῦ α εἰς ε καὶ κατὰ στέρησιν τοῦ { α } ἁμαρτεῖν ἐγένετο 〈ν〉ημαρτής καὶ τροπῇ τοῦ α εἰς ε νημερτής καὶ τὸ οὐδέτερον νημερτές.

### 514,a2

Os ὑπόσχεο : ἔστι μέσου ἀορίστου δευτέρου κατὰ διάλυσιν.

### 514,b

Os ἔπι : ἀντὶ τοῦ ἔπεστιν.

### 515

αἱ γὰρ προθέσεις ἀναστρεφόμεναι ῥῆμα σημαίνουσιν. Ps Os {τὴν δὲ μέγ’} ὀχθήσας : σημαίνει τὸ ἀγανακτήσας.

### 517

καὶ ἔστι πρώτης συζυγίας τῶν περισπωμένων, μετοχῆς ἀορίστου πρώτου. Os {ὅ τέ μ’} ἐχθοδοπῆσαι : σημαίνει ἐχθρὸν γενέσθαι.

### 518,a

Os ἐφήσεις : σημαίνει δὲ τὸ παρασκευάσεις καὶ ποιήσεις, καὶ ἔστι μέλλοντος πρώτου τῶν εἰς μι ἀπὸ τοῦ ἵημι, ὁ μέλλων ἥσω, Ps Os τὸ δεύτερον ἥσεις καὶ μετὰ τῆς ἐπί προθέσεως ἐπήσεις καὶ ἐφήσεις.

### 518,b

Ps ἐρέθῃσιν : σημαίνει δὲ τὸ παροξύνει καὶ παροτρύνει.

### 519,a

καὶ ἔστιν ἐνεστῶτος καὶ παρατατικοῦ ὑποτακτικοῦ τρίτου προσώπου τῶν ἑνικῶν. τὸ θέμα ἐρέθω, ὁ παρατατικὸς εἴρεθον καὶ τὸ ὑποτακτικὸν ἐὰν ἐρέθω καὶ τὸ δεύτερον ἐὰν ἐρέθῃς καὶ τὸ τρίτον ἐὰν ἐρέθῃ καὶ κατὰ πλεονασμὸν τῆς σι συλλαβῆς ἐὰν ἐρέθῃσιν. Ps Os ὀνειδείοις {ιν}: ἔστιν ὄνομα οὐδέτερον.

### 519,b

Os νεικεῖ : τουτέστι κακολογεῖ, ὑβρίζει ἢ φιλονεικεῖ.

### 521

Ps Os καὶ ἔστιν ἐνεστῶτος χρόνου πρώτης συζυγίας τῶν περισπωμένων. τὸ θέμα νεικῶ, ὅπερ γέγονεν ἀπὸ τοῦ νεῖκος, ἐξ οὗ Ps γράφεται διὰ τῆς ει διφθόγγου. παρὰ τὸ νέοι〈σ〉 ἐοικέναι γίνεται νεῖκος· ἡ γὰρ φιλονεικία τοῖς νέοις πρέπει. Ps Os ἀπόστιχε : τουτέστιν ἀπαλλάσσου καὶ ἀναχώρει καὶ πορεύου.

### 522

καὶ ἔστιν ἐνεστῶτος καὶ παρατατικοῦ προστακτικοῦ. τὸ θέμα στίχω, ὁ παρατατικὸς ἔστιχον καὶ τὸ προστακτικὸν στίχε καὶ μετὰ τῆς ἀπό ἀπόστιχε. Ps μελήσε〈τα〉ι : ἔστι τὸ θέμα μέλω βαρύτονον· καὶ ὡς ἀπὸ περισπωμένου ποιεῖται τὴν κλίσιν, οἷον μέλω μελήσω.

### 523

Ps πεποίθης : ὑποτακτικοῦ μέσου παρακειμένου καὶ ὑπερσυντελίκου.

### 524

ὁ ἐνεστὼς πείθω. Os ἦ: σημαίνει τὸ ἔφη καὶ ἔστιν ἀορίστου δευτέρου ἐνεργητικοῦ.

### 528

γέγονε δὲ ἀπὸ τοῦ ἠμί, τοῦ σημαίνοντος τὸ λέγω· τοῦτο δὲ γέγονε παρὰ τὸ φημί καὶ κατὰ ἀφαίρεσιν τοῦ φ , ὁ μέλλων ἤσω, ὁ δεύτερος ἀόριστος ἦν καὶ τὸ τρίτον ἦ. ἔστι καὶ παρατατικοῦ. Ps Os ἐπερρώσαντο : ἔστι μέσου ἀορίστου πρώτου.

### 529

Ps τὸ θέμα ῥώω, τὸ σημαῖνον τὸ κινῶ καὶ σείω, ὁ μέλλων ῥώσω, ὁ ἀόριστος ἔρρωσα, Ps Os ὁ μέσος ἐρρωσάμην καὶ τὰ λοιπὰ δῆλα. Ps ἐλέλιξε : ἔστιν ἀορίστου πρώτου.

### 530

τὸ θέμα λελίζω, τὸ σείω, ὁ ἀόριστος ἐλέλιξα. Ps Os διέτμαγεν : διὰ τοῦ ε .

### 531

ἡ μεταφορὰ ἀπὸ τῶν τεμνομένων σωμάτων. καὶ ἔστιν ἀορίστου δευτέρου παθητικοῦ τρίτου προσώπου τῶν πληθυντικῶν, Αἰολικὴ ἢ Δωρική. τὸ θέμα τμήγω, τὸ σημαῖνον τὸ κόπτω, ὁ μέλλων τμήξω, ὁ μέσος παρακείμενος ἔτμηγα, ὁ δεύτερος ἀόριστος ἔτμαγον, ὁ παθητικὸς ἐτμάγην καὶ τὸ πληθυντικὸν ἐτμάγημεν καὶ τὸ τρίτον ἐτμάγησαν καὶ κατὰ συγκοπὴν ἔτμαγεν. Ps Os ἆλτο : ἔστι μέσου ἀορίστου πρώτου.

### 532

τὸ θέμα ἅλλω, ὁ μέλλων ἁλῶ, ὁ ἀόριστος ἧλα, ὁ μέσος ἡλάμην καὶ τὸ τρίτον ἥλατο καὶ κατὰ συγκοπὴν καὶ συστολὴν τοῦ η ἆλτο καὶ μετὰ τῆς συγκοπῆς μετέπεσεν εἰς ψιλὴν ἡ δασεῖα. τὸ γὰρ α λῆγον εἰς λ , ἐπιφερομένου συμφώνου, τῆς τρίτης συζυγίας τῶν βαρυτόνων, ψιλοῦται. Ps Os ἀνέσταν : ἔστιν ἀορίστου δευτέρου τῶν εἰς μι τρίτου προσώπου τῶν πληθυντικῶν.

### 533

Ps Os τὸ θέμα ἵστημι, ὁ μέλλων στήσω, ὁ δεύτερος ἀόριστος ἔστην, ἔστημεν τὸ πληθυντικόν, τὸ τρίτον ἔστησαν καὶ Ps κατὰ συγκοπὴν Αἰολικὴν ἔσταν. Ps Os ἐξ ἑδέων : 〈ἐκ〉 τῶν καθεδρῶν.

### 534,a

γέγονε δὲ τὸ ἕδος, τὸ οὐδέτερον ὄνομα, παρὰ τὸ ἕζω ῥῆμα, ὃ σημαίνει τὸ καθέζομαι, ἡ γενικὴ τῶν πληθυντικῶν {τῶν} ἑδέων καὶ {ἑδέων} μετὰ τῆς ἐξ προθέσεως. ἐντεῦθεν γέγονε καθέδρα. ἐκ γὰρ τοῦ ἕδους γέγονε καθέδνα 〈καὶ τροπῇ τοῦ ν εἰς ρ καθέδρα〉. Os {οὐδέ τις} ἔτλη : δευτέρου ἀορίστου τῶν εἰς μι .

### 534,b

τὸ πρωτότυπον αὐτοῦ τλῶ, τὸ παράγωγον τλῆμι. Os κερτομίοισι : λόγοις ἐρεθιστικοῖς καὶ χλευαστικοῖς.

### 539

νῦν δὲ ὡς κέαρ τέμνουσιν, τουτέστι τὴν ψυχήν. Ps Os δολομῆτα : δόλια βουλευόμενε.

### 540,a

Ps Os παρὰ τὸ δόλος καὶ τὴν μῆτιν, ὃ σημαίνει τὴν βουλήν, γίνεται δολομῆτις καὶ ἡ κλητικὴ γίνεται δολομῆτα προπερισπωμένως. Ps τὰ γὰρ εἰς ης ὀνόματα βαρύτονα τῷ η παραληγόμενα καὶ εἰς α τὴν κλητικὴν ποιοῦντα προπερισπῶνται, οἷον ἀγκυλομῆτα, πηδῆτα, πλὴν τοῦ ἀκάκητα (Π 185, ω 10). Ps Os συμφράσατο : ἔστι τὸ θέμα φράζω, ὅπερ γέγονε παρὰ τὸ φῶ, τὸ λέγω, φάζω, ὡς βῶ βάζω, καὶ πλεονασμῷ τοῦ ρ φράζω, Ps Os ὁ μέλλων φράσω καὶ τὰ λοιπὰ δῆλα.

### 540,b

Ps δικαζέμεν : ἐνεστῶτος καὶ παρατατικοῦ Αἰολικὸν ἢ Δωρικόν.

### 542

Os τέτληκας : †θυμῶ· παράγωγον τλῆμι καὶ τὰ λοιπὰ δῆλα.

### 543

Os ἔλπεο : ἐνεστῶτος καὶ παρατατικοῦ προστακτικοῦ κατὰ διάλυσιν.

### 545

τὸ θέμα ἔλπω, τὸ δηλοῦν τὸ ἐλπίζω. Os εἰδήσειν : ἔστιν ἀπαρέμφατον μέλλοντος πρώτου.

### 546,1

τὸ θέμα εἰδῶ, τὸ σημαῖνον τὸ γινώσκω, ὁ μέλλων εἰδήσω καὶ τὰ λοιπὰ δῆλα. Ps εἰδήσειν : .

### 546,2

.. Os ἀκουέμεν : Αἰολικὸν ἢ Δωρικόν.

### 547

Os εἴσεται : ἔστι μέσου μέλλοντος πρώτου.

### 548

τὸ θέμα 〈εἴδω〉, τὸ σημαῖνον τὸ ἐπίσταμαι καὶ γινώσκω, ὁ μέλλων εἴσω, ὁ μέσος μέλλων εἴσομαι καὶ τὸ τρίτον εἴσεται. Ps διείρεο : †πρώτου ἐνεστῶτος καὶ παρατατικοῦ κατὰ διάλυσιν.

### 550,a

Os μετάλλα : ἔστι προστα〈κ〉τικὸν ἐνεστῶτος.

### 550,b

τὸ θέμα Ps μεταλλῶ δευτέρας συζυγίας τῶν περισπωμένων, Ps Os σημαίνει δὲ τὸ πολυπραγμονῶ καὶ ζητῶ{ι}, ὁ παρατατικὸς ἐμετάλλαον, ἐμετάλλων καὶ τὸ τρίτον ἐμετάλλα καὶ τὸ προστακτικὸν μετάλλαε, μετάλλα. Ps ἄσσα : σημαίνει δὲ τὸ ἅτινα· τότε γὰρ δασύνεται.

### 554,a1a

Ps ἄσσα : σημαίνει τὸ ἅτινα φησὶν Ἀρίσταρχος.

### 554,a1b

τρία δηλοῖ ἡ λέξις· τινά, ἅτινα καὶ ὅσα. καὶ ἀεὶ ψιλοῦται πλὴν ὅτε δηλοῖ τὸ ἅτινα· τότε δασύνεται { ε }. Os καὶ ἔστι κατὰ Ἡρωδιανὸν (cf.

### 554,a2

1, 541, 30—31 Lentz) δύο μέρη λόγου, τὸ α ἄρθρον καὶ τὸ σα ὄνομα (ἔστι Μεγαρικὸν δηλοῦν τὸ τινά). ἐν δὲ τῷ στίχῳ ψιλοῦται. Ps Os {ἐ}θέλῃσθα : δῆλον.

### 554,b

Os δείδοικα : ἔστι μέσου παρακειμένου.

### 555,1a

τὸ θέμα δείδω, τὸ σημαῖνον τὸ φοβοῦμαι, ὁ μέλλων δείσω, ὁ ἀόριστος ἔδεισα, ἐξ οὗ καὶ τὸ δείσας, ὁ μέσος 〈παρακείμενοσ〉 δέδοιδα καὶ διὰ τὴν ἐπαλληλίαν τῶν τριῶν δδδ ἐτράπη τὸ ἓν δ εἰς κ καὶ ἐγένετο δέδοικα καὶ κατὰ πλεονασμὸν τοῦ ι γίνεται δείδοικα. Ps δείδοικα : μέσου παρακειμένου.

### 555,1b

τὸ θέμα δείδω, ὁ μέσος παρακείμενος δέδοιδα καὶ διὰ τὸν ψελλισμὸν τῶν τριῶν δασέων δέδοικα καὶ πλεονασμῷ τοῦ ι δείδοικα. Os Ἤ, ὥς τινές φασιν, ἀπὸ τοῦ δείδω, ὁ μέλλων δείσω, ὁ παρακείμενος δέδεικα καὶ τροπῇ τοῦ ε εἰς ο δέδοικα.

### 555,2

Ps πρῆξαι : ἐκτάσει τοῦ α εἰς η .

### 562,a

Os δυνήσεαι : ἔστι μέσου μέλλοντος πρώτου, δευτέρου προσώπου Ἰωνικοῦ τῶν εἰς μι , δευτέρας συζυγίας.

### 562,b

ἐκ τοῦ δυνῶ, δύνημι, ὁ μέλλων δυνήσω, ὁ μέσος μέλλων δυνήσομαι, τὸ δεύτερον δυνήσῃ καὶ κατὰ διάλυσιν τοῦ η εἰς ε καὶ α δυνήσεαι. Ps Os ἔσεαι : τὸ θέμα ἔω, ὁ μέλλων ἔσω, ὁ μέλλων πρῶτος ἔσομαι, ἔσῃ καὶ κατὰ διάλυσιν τοῦ η εἰς ε καὶ α ἔσεαι.

### 563,a

Os ῥίγιον : ἔστιν ὀνόματος γένους οὐδετέρου.

### 563,b

γέγονε δὲ παρὰ τὸ φρίσσω φρῖγος καὶ ἀφαιρέσει τοῦ φ ῥῖγος καὶ ῥίγιον. Ps χραίσμωσι : ἔστι ἀορίστου δευτέρου ὑποτακτικοῦ τρίτου προσώπου τῶν πληθυντικῶν, ὥσπερ οὖν ἀπὸ τοῦ ἁμαρτῶ γίνεται ὁ δεύτερος ἀόριστος ἥμαρτον καὶ ὀλισθῶ ὤλισθον, οὕτως καὶ ἀπὸ τοῦ χραισμῶ ἔχραισμον καὶ τὸ ὑποτακτικὸν ἐὰν χραίσμω βαρυτόνως καὶ τὰ λοιπὰ δῆλα.

### 566,a

Ps εἰσί : ἀπὸ τοῦ εἰμί, τοῦ σημαίνοντος τὸ ὑπάρχω, τὸ πληθυντικὸν ἐμέν, ἐτέ καὶ κατὰ πλεονασμὸν τοῦ ς ἐσμέν καὶ ἐστέ καὶ τὸ τρίτον ἐσί καὶ κατὰ πλεονασμὸν τοῦ ι εἰσί.

### 566,b

μαρτυρεῖ δὲ καὶ τὸ ἔασι τῇ διφθόγγῳ γραφῇ· ὥσπερ γὰρ ἐκ τοῦ τιθέασι γίνεται τιθεῖσι, οὕτως καὶ ἐκ τοῦ ἔασι εἰσί. Ps Os ἐφείω : ἐπιβάλλω, ἐπενέγκω, καὶ ἔστιν ἐνεστῶτος· εἴω καὶ ἐν συνθέσει ἐφείω.

### 567

Ps Os καθῆστο : ἔστιν ὑπερσυντέλικος παθητικὸς τρίτου προσώπου τῶν ἑνικῶν.

### 569,a

ἐκ τοῦ ἕω, τὸ καθέζομαι, ὁ μέλλων ἕσω, ὁ παρακείμενος ἧκα, ὁ παθητικὸς ἧσμαι, ὁ ὑπερσυντέλικος ἥσμην, τὸ δεύτερον ἧσο, ἐξ οὗ καὶ τὸ κάθησο (Α 565, Β 191) καὶ τὸ τρίτον ἧστο καὶ καθῆστο. Ps Oa Οὐκ ἀνεβίβασε δὲ τὸν τόνον κανόνι τοιούτῳ· ἐπειδὴ πᾶς παρῳχημένος ὁριστικὸς ἀπὸ φωνήεντος ἀρχόμενος καὶ ἀπὸ φύσει μακρᾶς τὸν αὐτὸν τόνον φυλάττει καὶ ἐν τῇ συνθέσει χωρὶς τοῦ σύνοιδα Αἰολικοῦ καὶ τοῦ ὑπόειξα παρὰ τῷ ποιητῇ (cf. Ο 227 et π 42) καὶ τοῦ ὑπόεικον (Π 305). ἔστωσαν δὲ παραδείγματα τοῦ κανόνος ταῦτα, οἷον εὗδεν (Ι 663 alibi) καθεῦδεν (Α 611 alibi), εἶχον κατεῖχον, εἶπον προεῖπον καὶ προσεῖπον, συνῆλθον, ἐφεῦρον, συνῆψα, συνεῖδον, ἀνῶγε. τὸ σύνοιδα Αἰολικόν, ὡς προείρηται. ὥσπερ καὶ τὸ τοῦ δευτέρου προσώπου Ἀττικὸν οἶσθα κάτοισθα. πρόσκειται „παρῳχημένος ὁριστικόσ“ διὰ τὸ εἰπέ ἔξειπε, εὑρέ ἔφευρε, ἧσο κάθησο, „ἀκέουσα κάθησο“ (Α 565)· ταῦτα γὰρ ἀνεβίβασαν τὸν τόνον ἐπὶ τῆς συνθέσεως· οὐ γάρ εἰσιν ὁριστικά, ἀλλὰ προστακτικά. οὕτως οὖν καὶ τὸ ἧστο ὁριστικὸν ὂν οὐκ ἀνεβίβασε τὸν τόνον ἐν τῇ συνθέσει, οἷον ἐν τῷ καθῆστο. πρόσκειται „ἀπὸ φωνήεντος ἀρχόμενοσ“ διὰ τὸ κεῖτο κατέκειτο, χεῦε κατέχευεν (Γ 10 alibi)· ταῦτα γὰρ ἀνεβίβασαν τὸν τόνον, ἀλλ’ οὐκ ἄρχονται ἀπὸ φωνήεντος. Ps Os Oa ἐπιγνά〈μ〉ψασα {φίλον κῆρ}: τὸ θέμα γνά〈μ〉πτω.

### 569,b

Os ὤχθησαν : ἔστιν ἀορίστου πρώτου πρώτης συζυγίας τῶν περισπωμένων.

### 570,a

τὸ θέμα ὀχθῶ, τὸ σημαῖνον τὸ στενάζω, Ps Os τὸ δεύτερον ὀχθεῖς, ὁ μέλλων ὀχθήσω, ὁ ἀόριστος ὤχθησα καὶ τὸ τρίτον τῶν πληθυντικῶν ὤχθησαν. Ps οὐρανίωνες : φυλάττει τὸ ω ὥσπερ ὄνομα.

### 570,b

καὶ ἔστιν εὐθείας τῶν πληθυντικῶν. Os ἦρχ’ ἀγορεύειν : εὔδηλον.

### 571

Os ἐπίηρα : τουτέστι τὴν μετ’ ἐπικουρίας χάριν παρὰ τὸ ἐρῶ.

### 572

ὥσπερ γὰρ ἀπὸ τοῦ κόπτω γέγονε κόπανον καὶ ἀπὸ τοῦ τύπτω τύπανον καὶ πλεονασμῷ τοῦ μ τύμπανον καὶ ἀπὸ τοῦ τήκω τήκανον καὶ τροπῇ τοῦ κ εἰς γ τήγανον καὶ ἀπὸ τοῦ ὄχα ὄχανον, οὕτως καὶ ἀπὸ τοῦ ἐρῶ ἔρανον καὶ κατὰ συγκοπὴν ἔρον καὶ τροπῇ τοῦ ε εἰς η ἦρον 〈...〉 καὶ ἀπὸ τοῦ τέκω τέκανον καὶ ἐν συγκοπῇ τέκνον. ἦρον οὖν καὶ ἡ εὐθεῖα τῶν πληθυντικῶν ἦρα καὶ ἐν συνθέσει ἐπίηρα. εἰς δὲ τὴν Καθόλου (1, 398, 8) εὗρον οὕτως· ἔστιν ἤρ, ἡ ἐπικουρία, καὶ ὀξύνεται, καὶ ἡ γενικὴ ἠρός καὶ ἡ αἰτιατικὴ ἦρα καὶ ἐν συνθέσει ἐπίηρα. Ἀρίσταρχος δὲ ὑφ’ ἓν κατορθῶν τὴν σημασίαν λέγει τὸ ἐπίηρα. Ps Os σφώ : τοῦτο πρὸς ἔμφασιν τῶν προσώπων.

### 574,a

πρωτόθετον δὲ αὐτὴν ἀντωνυμίαν ὁ Ἡρωδιανὸς καλεῖ (2, 30, 19—21), καὶ οὐκ ἀπὸ τοῦ σφῶϊ· διὸ ὀξύνεται. τὸ γὰρ ω τῶν δυϊκῶν ἀπέστραπται τὴν περισπωμένην. Ps Os ἐριδαίνετον : ἔστιν παρατατικοῦ δευτέρου προσώπου τῶν δυϊκῶν.

### 574,b

ἐγένετο δὲ ἐκ τοῦ ἐρίζω κατὰ συγγένειαν ἐρίδω καὶ παράγωγον ἐριδαίνω καὶ ὁ παρατατικὸς ἠρίδαινον Ps Os καὶ τὸ δεύτερον τῶν δυϊκῶν ἐριδαίνετον κατὰ συστολήν. Ps κολῳόν : εἴρηται κολῳός παρὰ τὸ κλῶ ῥῆμα, ὃ σημαίνει τὸ φωνῶ.

### 575,a

καὶ γίνεται ῥηματικὸν ὄνομα κλῳός, ὡς σῶ σῶος, καὶ πλεονασμῷ τοῦ ο κολῳός μετὰ τοῦ ἀνεκφωνήτου ι . ἐκ τούτου ἐγένετο κολῳῶ ῥῆμα δευτέρας συζυγίας τῶν περισπωμένων, τὸ δεύτερον κολῳᾷς, ὁ παρατατικὸς ἐκολῴων καὶ τὸ τρίτον ἐκολῴα· Θερσίτης δ’ ἔτι μοῦνος ἀμετροεπὴς ἐκολῴα (Β 212). οὕτως Φιλόξενος (fr. 122 Th.). Ps Os Oa ἡ δὲ μεταφορὰ ἀπὸ τοῦ κολοιοῦ ὀρνέου· θορυβῶδες γὰρ καὶ κραυγαστικόν. Os Oa δαιτός : ἔστιν ὄνομα †εὐθείας τῶν ἑνικῶν.

### 575,b1

ἀπὸ τοῦ δαίω, τοῦ σημαίνοντος τὸ μερίζω, ὁ μέλλων δαίσω, ἀποβολῇ τοῦ ω δαίς, τουτέστιν ἡ μεριστικὴ εὐωχία καὶ ἴσως διδομένη πᾶσιν. καὶ ὀξύνεται· τρία γάρ εἰσιν ὀνόματα εἰς αις λήγοντα· παῖς καὶ δαῖς καὶ σταῖς. τὸ μὲν παῖς καὶ σταῖς περισπᾶται, τὸ δὲ δαίς ὀξύνεται. Ps δαιτός : θηλυκοῦ γένους μόνου, γενικῆς τῶν ἐνικῶν· κλίνεται δὲ ἡ δαίς τῆς δαιτός.

### 575,b2

γέγονεν δὲ ἀπὸ τοῦ δαίω ῥήματος, τοῦ σημαίνοντος τὸ κόπτω καὶ μερίζω· τουτέστιν ἡ μεριστικὴ εὐωχία, ἡ ἴσως δεδομένη πᾶσιν. ὁ μέλλων δαίσω καὶ κατὰ ἀποβολὴν τοῦ ω δαίς, ὀξυτόνως· τὸ δὲ παῖς καὶ σταῖς περισπῶνται. Os Et.Gud. d 2 ἐσθ〈λ〉ῆς : παρὰ τὸ ἐθέλω γέγονεν, οἷον ἐθελόν τι ὄν, ὃ θέλει τις.

### 576,a1

τὸ γὰρ ἀγαθὸν πάντες θέλομεν. Ps ἐσθλῆς : ἐσθλόν γέγονεν ἀπὸ τοῦ ἐθέλω, ἐθελόν καὶ κατὰ συγκοπὴν τοῦ ε καὶ πλεονασμὸν τοῦ ς , ἐσθλόν.

### 576,a2

Os ἧδος : ἔστιν ὄνομα οὐδέτερον καὶ δασύνεται, εἰ καὶ ταῦτα ψιλοῦνται τῷ κανόνι τῷ λέγοντι· τὰ εἰς ος λήγοντα οὐδέτερα δισύλλαβα, εἰ ἀπὸ φύσει μακρᾶς ἄρχονται, ψιλοῦνται· οἷον αἶσχος, εὖχος, εἶδος, εὖρος, ἦθος.

### 576,b

καὶ ὁ Τρύφων ὁ γραμματικὸς (fr. 3 Velsen) συναινεῖ τοῖς δασύνουσι τὴν λέξιν ταύτην, διότι ἀπὸ τοῦ ἥδεσθαι, ὃ σημαίνει τὸ τέρπεσθαι, ἐγένετο, καί, ὥσπερ ἀπὸ τοῦ ἕλκεσθαι ἐγένετο ἕλκος καὶ ἐφυλάχθη τὸ αὐτὸ πνεῦμα, οὕτως οὖν καὶ ἀπὸ τοῦ ἥδεσθαι 〈...〉 φυλάξει τὸ αὐτὸ πνεῦμα. Γέγονε δὲ ἡ λέξις ἐντεῦθεν· ἔστιν ἅδος καὶ σημαίνει τὸν κόρον καὶ τὴν πλησμονήν, οἷον ἅδος τέ μιν ἵκετο θυμόν (Λ 88), καὶ ἐπεκτάσει τοῦ α εἰς η ἧδος. ἢ οὕτως· ἔστιν ἔω, δηλοῦν τὸ κορεννύω· τούτου παράγωγον ἔδω, τὸ σημαῖνον τὸ ἐσθίω, καὶ ἐκτάσει τοῦ ε εἰς η ἥδω, ὁ παθητικὸς ἐνεστὼς ἥδομαι, ἀφ’ οὗ ἧδος, καὶ κατὰ συστολὴν τοῦ η εἰς α ἅδος καὶ ἄδην ἐπίρρημα τὸ κεκορεσμένον καὶ πλήρωσιν ἔχον. καὶ γὰρ τὸ τερφθῆναι ἐπὶ κόρου τίθησιν ὁ ποιητής. Ps Os Oa παράφημι : σημαίνει τὸ παραινῶ καὶ συμβουλεύω.

### 577

δεῖ δὲ γινώσκειν 〈ὅτι〉 τὸ εἰμί, τὸ σημαῖνον τὸ ὑπάρχω, καὶ τὸ φημί καὶ τὸ εἶμι, τὸ σημαῖνον τὸ πορεύομαι, ἐν τῇ συνθέσει ἀναπέμπουσι τὸν τόνον. Os νεικείῃσι : ἔστιν ἐνεστῶτος καὶ παρατατικοῦ ὑποτακτικὸν ἐνεργητικὸν τρίτου προσώπου τῶν ἑνικῶν.

### 579,1a

ἔστι γὰρ ἐὰν νεικείω καὶ τὸ δεύτερον ἐὰν νεικείης καὶ τὸ τρίτον ἐὰν νεικείῃ καὶ κατ’ ἐπέκτασιν τῆς σι συλλαβῆς νεικείῃσι. τὸ θέμα νεικείω καὶ σημαίνει τὸ κακολογῶ· παρὰ τὸ νεικῶ νεικείω παράγωγον, τὸ δὲ νεικῶ παρὰ τὸ νεῖκος, τὸ σημαῖνον τὴν φιλονεικίαν. τοῦτο παρὰ τὸ τοῖς νέοις ἐοικέναι γέγονε νέεκος καὶ κράσει τῶν δύο εε εἰς τὴν ει δίφθογγον νεῖκος· ἡ γὰρ φιλονεικία τοῖς νέοις πρέπει. Ps νεικείῃσι : ἐνεστῶτος καὶ παρατατικοῦ ὑποτακτικοῦ κατ’ ἔκτασιν τῆς σι συλλαβῆς.

### 579,1b

σημαίνει δὲ τὴν κακολογίαν καὶ τὸ ὄνειδος. γράφεται διὰ τῆς ει διφθόγγου. παρὰ γὰρ τὸ νέος νέεκος καὶ κράσει νεῖκος. Os τὸ δὲ νῖκος, τὸ ἐπὶ τῆς ἥττης, γέγονε παρὰ τὸ ἑνὶ ἀνθρώπῳ εἴκει ν, εἶτα κατὰ ἀφαίρεσιν τοῦ ε νιείκη καὶ ἐλλείψει τοῦ ἑτέρου ε καὶ κράσει τῶν δύο ιι εἰς ι μακρὸν γίνεται νίκη.

### 579,2

Ps Os ἐθέλῃσιν : καὶ τοῦτο ὁμοίως ἐνεστῶτος καὶ παρατατικοῦ.

### 580

Os στυφελίξαι : ἀπαρέμφατον.

### 581

τὸ θέμα στυφελίζω. Os ἀναΐξας : εὔδηλον.

### 584,a

Os δέπας : εἴρηται δέπας, οἱονεὶ δεχάς τι ὄν, ἀπὸ τοῦ δέχεσθαι τὸν οἶνον, τροπῇ τοῦ χ εἰς π καὶ μεταθέσει τοῦ τόνου, δέπας, Ps Os οἷον πλησ{σ}άμενος 〈δ’〉 οἴνοιο δέπας (Ι 224).

### 584,b

Os ἀμφικύπελλον : τουτέστιν ἀμφοτέρωθεν κοῖλον καὶ περιφερές, ἢ οἱονεὶ ἀμφιχύπελλον, ἔνθα χεῖται ὁ πηλό ς, τουτέστιν ὁ οἶνος, καὶ τροπῇ τοῦ χ εἰς κ κύπελλον, ὅθεν καὶ κάπηλος, ὁ τὸν πηλὸν χέων, τουτέστιν ὁ τὸν οἶνον πωλῶν.

### 584,c

εἴρηται πηλὸς ὁ οἶνος ἀπὸ τοῦ πάλλειν καὶ κραδαίνειν ἡμῶν τὴν καρδίαν, ὅθεν καὶ ἡ μέθυσις κραιπαλισμὸς λέγεται. Ps Os τέτλαθι : ἔστι προστακτικὸν τῶν εἰς μι ἐνεστῶτος καὶ παρατατικοῦ δευτέρας συζυγίας τῶν περισπωμένων.

### 586

τλῶ, τλῆμι, τὸ πρῶτον τῶν πληθυντικῶν τλάμεν καὶ τὸ προστακτικὸν τλᾶθι καὶ κατὰ ἀναδιπλασιασμὸν τέτλαθι. —ἔστι δὲ ἀόριστος δεύτερος ἔτλην, ἡ μετοχὴ τλάς, τλάθι καὶ μετὰ ἀναδιπλασιασμοῦ τέτλαθι. Ps Os {ἐν ὀφθαλμοῖσιν} ἴδωμαι : τὸ θέμα ἴδω.

### 587

Os θεινομένην : μετοχή.

### 588,a

Os δυνήσομαι : εἴρηται.

### 588,b

Os ἀλεξέμεναι : ἔστιν ἀπαρέμφατον ἀλέξειν, καὶ Ἰωνικῶς ἢ Δωρικῶς ἀλεξέμεναι.

### 590,a

Ps μεμαῶτα : ἔστι μετοχὴ ἀπὸ τοῦ μῶ, τὸ ζητῶ καὶ προθυμοῦμαι, δευτέρας συζυγίας τῶν περισπωμένων, ὁ μέλλων μήσω, ὁ παρακείμενος μέμηκα, ἡ μετοχὴ μεμηκώς, μεμηκότος καὶ τροπῇ τοῦ η εἰς α καὶ ἀποβολῇ τοῦ κ μεμαώς.

### 590,b

Ps Os τεταγών : ἔστιν ἀορίστου δευτέρου μετοχή.

### 591,a

τὸ θέμα τάζω, τὸ σημαῖνον τὸ τείνω καὶ ἑλκύω, ὁ μέλλων τάξω, ὁ παρακείμενος τέταγα, ὁ δεύτερος ἀόριστος ἔταγον καὶ ἡ μετοχὴ ταγών καὶ κατὰ ἀναδιπλασιασμὸν τεταγών. Ps Os βηλοῦ : εἴρηται ὁ βαθμὸς παρὰ τὸ ἐπ’ αὐτοῦ βαίνειν ἡμᾶς, τουτέστι παρὰ τὸ βῶ, τὸ βαίνω, βήσω, βηλός, ἐξ οὗ καὶ βαλβίς· ἀπὸ τοῦ βηλός βηλίς, ὡς ψῆφος ψηφίς (cf.

### 591,b

Φ 260), καὶ τροπῇ τοῦ η εἰς α καὶ πλεονασμῷ τοῦ β βαλβίς. Ps Os {ἅμα δ’ ἠελίῳ} καταδύντι : μετοχὴ ἀορίστου δευτέρου.

### 592

Os Et.Gud. κάππεσον : ἔστιν ἀορίστου δευτέρου ἐκ τοῦ πεσῶ περισπωμένου, ὁ δεύτερος ἀόριστος ἔπεσον καὶ μετὰ τῆς κατά κατέπεσον καὶ ἐν συγκοπῇ κάππεσον.

### 593,a

Ps ἦεν : ἔστιν ἀορίστου δευτέρου τρίτου προσώπου.

### 593,b

τὸ θέμα ἔω, τὸ σημαῖνον τὸ ὑπάρχω, ἐξ οὗ καὶ ὁ μέσος παρακείμενος ἦα, ὡς καὶ ἡ χρῆσις δηλοῖ· ἦα φυγοπτόλεμος (cf. ξ 212—13)· ὁ δεύτερος ἀόριστος ἦον καὶ τὸ δεύτερον ἦες καὶ τὸ τρίτον ἦε καὶ τὸ ν ἐφελκυστικόν ἐστι καὶ γίνεται ἦεν καὶ ἐν συναιρέσει ἦν· „ἐν ἀρχῇ ἦν ὁ λόγοσ“ (Io. 1, 1)· τὸ γὰρ ε καὶ η εἰς η κιρνᾶται, ὡς ἡ ἐμή, ἡμή. Ps Os Σίντιες : ἔστιν ὄνομα εὐθείας τῶν πληθυντικῶν.

### 594,a1

ἡ εὐθεῖα τῶν ἑνικῶν ὁ Σίντις, τοῦ Σίντιος. γέγονε δὲ παρὰ τὸ σίνω, τὸ βλάπτω. Ps {ἔνθα με} Σίντιες {ἄνδρες}: ὁ Σίντιος.

### 594,a2

Os ἄφαρ : ἐπίρρημα Ps Os μεσότητος ἀντὶ τοῦ εὐθέως.

### 594,b

Ps κομίσαντο : ἐκ τοῦ κομίζω, ὁ μέλλων κομίσω.

### 594,c

Ps μείδησεν : ἀόριστος.

### 595

Os νέκταρ : ὄνομα οὐδέτερον.

### 598,a

ἰστέον δὲ ὅτι διαφορὰν ἐπίσταται τοῦ νέκταρος καὶ ἀμβροσίας· νέκταρ μὲν τὸ τῶν θεῶν πόμα, ἀμβροσίαν δὲ τὴν τῶν θεῶν βρῶσιν. Ps ἀφύσσων : τουτέστιν ἀπαντλῶν.

### 598,b

ἔστι δὲ μετοχὴ χρόνου ἐνεστῶτος. τὸ θέμα ἀφύσσω, ὁ μέλλων ἀφύξω. ἔστι δὲ ὁ ἐνεστὼς ἀφύω καὶ ὁ μέλλων ἀφύσω καὶ μετάγεται εἰς ἐνεστῶτα. Ps Os ἐνῶρτο : ἔστι παρατατικοῦ παθητικοῦ.

### 599

τὸ θέμα ὄρω, τὸ διεγείρω, ὁ Αἰολικὸς μέλλων ὄρσω, εἶτα ὁ παθητικὸς ἐνεστὼς ὄρομαι, ὁ παρατατικὸς ὠρόμην καὶ τὸ τρίτον ὤρετο καὶ κατὰ συγκοπὴν ὦρτο καὶ μετὰ τῆς ἐν προθέσεως ἐνῶρτο. ἔστι δὲ καὶ ἀορίστου δευτέρου. Ps Os ποιπνύοντα : ἔστι μετοχὴ γένους οὐδετέρου· ὁ ἐνεστὼς ποιπνύω.

### 600

γέγονε δὲ ἀπὸ τοῦ πονῶ πονύω 〈ποπνύω〉 καὶ κατὰ πλεονασμὸν τοῦ ι ποιπνύω. Ps Os Et.Gud. ἢ καὶ οὕτως· παρὰ τὸ ποιῶ καὶ τὸ πνύειν· τὸ μετὰ πνεύματος καὶ σπουδῆς ποιεῖν τι Ps Os καὶ ἐνεργεῖν. ἔγκειται οὖν ᾧ ποιεῖ τις καὶ τὸ πνύειν. Ps δαίνυντο : παρατατικὸς τῶν εἰς μι .

### 602,a

τὸ θέμα εἴρηται καὶ ἡ παραγωγή. Os ἐδεύετο : ἔστι παρατατικὸς παθητικὸς τρίτου προσώπου τῶν ἑνικῶν.

### 602,b1

ὁ ἐνεστὼς δεύω, τὸ σημαῖνον τὸ ἐνδεοῦμαι, ὁ παθητικὸς δεύομαι, ὁ παρατατικὸς ἐδευόμην, τὸ τρίτον ἐδεύετο. γέγονε δὲ παρὰ τὸ δέω, τὸ χρῄζω, πλεονασμῷ τοῦ υ . Ps ἐδεύετο : τὸ θέμα δεύω.

### 602,b2

Os φόρμιγγος : μεταθέσει τοῦ ρ φόρμι〈γ〉ξ.

### 603,a

ἔστι παρὰ τὸ προηγεῖσθαι τῆς οἴμης, τουτέστι τῆς ᾠδῆς· πρῶτα γὰρ ἐκιθάριζεν ὁ Ἀπόλλων, εἶτα ἐπῆγον τὴν ᾠδὴν αἱ Μοῦσαι. Ps Os περικαλλέος : γενικῆς πτώσεως.

### 603,b

Os ὀπί : δοτικῆς πτώσεως γένους θηλυκοῦ.

### 604,1

ἡ εὐθεῖα ἡ ὄψ, ὃ σημαίνει τὴν φωνήν. γέγονε δὲ παρὰ τὸ ἔπω, τὸ λέγω, ὁ μέλλων ἔψω, ἀποβολῇ τοῦ ω , ἔψ, καὶ τροπῇ τοῦ ε εἰς ο ὄψ, ὀπός καὶ ἡ δοτικὴ ὀπί. Ps 〈ὀπί〉 : ἡ εὐθεῖα ἡ ὄψ.

### 604,2

Os κακκείοντες : ἔστι μετοχὴ ἐνεστῶτος καὶ παρατατικοῦ.

### 606,a

ἔχει δὲ ἔμφασιν μέλλοντος. ἔστι κῶ ῥῆμα, τὸ δηλοῦν τὸ κοιμῶμαι, τούτου παράγωγον κείω, καὶ μετὰ τῆς κατά προθέσεως κατακείω, καὶ ἐν συγκοπῇ κακκείω καὶ ἡ μετοχὴ κακκείων καὶ τὰ λοιπὰ δῆλα. Ps Os ἔβαν : ἔβησαν.

### 606,b

ἀορίστου δευτέρου τῶν εἰς μι κατὰ συγκοπὴν Αἰολικὴν ἢ Δωρικήν. Os πραπίδεσσι : ἔστι δοτικὴ τῶν πληθυντικῶν· ἡ εὐθεῖα πραπίς, ἡ γενικὴ πραπίδος.

### 608

γέγονε δὲ παρὰ τὸ φρῶ, τὸ προϊῶ, φραπίς, ὡς λέπω λεπίς, κόπτω κοπίς, τροπῇ τοῦ φ εἰς π πραπίς, ἀφ’ ἧς προΐεται τὰ βουλεύματα· οὕτως Φιλόξενος (fr. 162 b Th.). ἐντεῦθεν γέγονε καὶ τὸ φρήν· ἀπὸ τοῦ προϊῶ καὶ κατὰ συγκοπὴν πρῶ καὶ τροπῇ τοῦ π εἰς φ φρῶ καὶ ἐξ αὐτοῦ φρήν. Ps Os ἤϊε : ἔστι μέσος παρακείμενος τρίτου προσώπου.

### 609

ἐκ τοῦ εἴω ἐνεστῶτος γέγονεν ὁ μέλλων εἴσω, ὁ παρακείμενος εἶκα, ὁ μέσος εἶα καὶ ἐκτάσει τοῦ ε εἰς η καὶ ἐν διαλύσει ἤϊα καὶ τὸ τρίτον ἤϊε. Ps Os ἱκάνοι : ἔστιν εὐκτικὸν ἐνεστῶτος καὶ παρατατικοῦ τρίτου προσώπου.

### 610

τὸ θέμα ἱκάνω· ταῦτα γὰρ τὰ διὰ τοῦ ανω ἄχρι τοῦ παρατατικοῦ κλίνονται. Ps Os καθεῦδε : ἐκ τοῦ εὕδω ἐν συνθέσει.

### 611,a

δεῖ γινώσκειν ὅτι οὐκ ἀνέδωκε τὸν τόνον, ἐπειδὴ ἀπὸ φύσει μακρᾶς ἤρξατο, ὡς εἴρηται. τὸ δὲ κάθευδε προπαροξύνεται· προστακτικὸν γάρ ἐστι, Ps Os καθὼς ἐν τῷ καθῆστο καὶ κάθησο εἴρηται. Ps ἀναβάς : ἔστι μετοχὴ Ps Os ἀορίστου δευτέρου τῶν εἰς μι .

### 611,b

τὸ θέμα βῆμι, ὁ μέλλων βήσω, ὁ δεύτερος ἀόριστος ἔβην καὶ ἡ μετοχὴ βάς καὶ ἀναβάς. Ps Τέλος σὺν Θεῷ τῶν Ἐπιμερισμῶν Ps

## License and provenance

Eulogikon publishes public-domain Greek texts in cleaned, structured, readable form and makes no copyright claim over that preparation (Public Domain Mark 1.0, https://creativecommons.org/publicdomain/mark/1.0/). Cite as `eul_wid: wbc-aa`.
