---
title: "Commentaries on Aristotle in Greek: Book 7"
title_greek: "Σχόλια εἰς τὰ Ἠθικὰ Νικομάχεια, Ζʹ"
author: Commentary on the Nicomachean Ethics
eul_wid: uim-aj
eul_aid: uim
canonical: "https://eulogikon.org/works/anon-comm-aristotle-in-greek-book-7-uim-aj"
lang: grc
period: Byzantine
dialect: Koine
content_hash: "sha256:77a796fd3205f3eca97a64901bed63caf91ffed5dcd20342b8c5f032d6d37a58"
content_modified_at: "2026-11-15"
license: "https://creativecommons.org/publicdomain/mark/1.0/"
---

# Commentaries on Aristotle in Greek: Book 7

*Σχόλια εἰς τὰ Ἠθικὰ Νικομάχεια, Ζʹ*

**Author:** Commentary on the Nicomachean Ethics

**eul_wid:** `uim-aj` · [HTML page](https://eulogikon.org/works/anon-comm-aristotle-in-greek-book-7-uim-aj)

## Text

Part of [Commentaries on Aristotle in Greek](/works/anon-comm-aristotle-in-greek-uim-ac)

`135`

ΤΟΥ ΑΥΤΟΥ ΠΑΡΑΦΡΑΣΙΣ ΕΙΣ ΤΟ Η

Περὶ ἐγκρατείας. κεφ. αʹ.

`136`

Μετὰ τὰ εἰρημένα περὶ τῶν ἠθικῶν ἀρετῶν καὶ τῶν διανοητικῶν ῥητέον περὶ ἐγκρατείας καὶ τῆς ὑπὲρ ἡμᾶς ἀρετῆς, ἥτις ἡρωική τίς ἐστι καὶ θεία. οὔτε γὰρ ἡ ἐγκράτεια ὁμογενής ἐστι ταῖς εἰρημέναις ἀρεταῖς οὔτε ἡ ὑπὲρ ἄνθρωπον ἀρετή· διὰ τοῦτο μετὰ τὰ περὶ τῶν ἀρετῶν εἰρημένα περὶ τούτων ἰδίως λέγομεν, ἄλλην ποιησάμενοι ἀρχήν. ὅτι δὲ οὐδετέρα αὐτῶν ὁμοταγής ἐστι ταῖς προειρημέναις, δῆλον ἔσται ἀπὸ τῶν περὶ αὐτῶν ῥηθησομένων· τῶν δὴ ψόγου ἀξίων καὶ φευκτῶν τρία ἐστὶν εἴδη, κακία ἀκρασία θηριότης. τὰ δὲ ἐναντία τούτοις τῇ μὲν κακίᾳ ἡ ἀρετὴ ἡ ἠθική, περὶ ἧς διείληπται, τῇ δὲ ἀκρασίᾳ ἡ ἐγκράτεια, τῇ δὲ θηριότητι ἡ ὑπὲρ ἄνθρωπον ἀρετή, ἣ ἡρωικὴ καλεῖται, καθʼ ἣν ἄνθρωποι γίνεσθαι λέγονται θεῖοί τινες ἐξ ἀνθρώπων, ὥσπερ καὶ Ὅμηρος εἰσάγει τὸν Πρίαμον περὶ τοῦ παιδὸς Ἕκτορος λέγοντα

  
οὐ γὰρ ἐῴκει  
  
ἀνδρός γε θνητοῦ πάις ἔμμεναι, ἀλλὰ θεοῖο  
διʼ ἀρετῆς ὑπερβολήν. αὕτη ἡ ἕξις ἐστὶν ἡ ἀντικειμένη τῇ θηριωδίᾳ· ὥσπερ γὰρ ἡ θηριωδία οὐκ ἔστι κακία, οἵα ἐστὶν ἡ ἀντικειμένη ταῖς ἀρεταῖς — οὐ γάρ ἐστιν ἀνθρωπίνη κακία, ὅλως δὲ οὐδὲ κακία. οὐ γάρ ἐστι θηρίου κακία ἢ ἀρετὴ διὰ τὸ μὴ μετὰ λόγου ποιεῖν ἢ παρὰ τὸν λόγον —, οὕτως οὐδὲ ἡ θεία ἀρετὴ καὶ ἡρωικὴ ἀρετὴ ἂν εἴη κυρίως. τὸ γὰρ ἀνθρώπινον ἀγαθὸν ἀρετὴ λέγεται· τὸ δὲ θεῖον τί ἐστιν; οὐκ ἔστι δὲ θεοῦ ἀρετή, ἀλλά τι τιμιώτερον ἀρετῆς τὸ θεῖόν ἐστιν ἀγαθόν· καὶ ὥσπερ σπάνιόν ἐστιν ἡ τοιαύτη ἕξις, οὕτω καὶ ἡ ἀντικειμένη θηριωδία σπάνιον. ἔστι δὲ μάλιστα ἐν τοῖς βαρβάροις. γίνεται δὲ ἡ τοιαύτη θηριωδία οὐ μόνον διὰ πονηροτάτην ἕξιν ἀλλὰ καὶ διὰ νόσους καὶ πηρώσεις. περὶ μὲν οὖν τῆς τοιαύτης διαθέσεως ὕστερον ποιησόμεθα λόγον. περὶ δὲ τῆς κακίας εἴρηται πρότερον, ὅτε περὶ ἀρετῶν ἐλέγομεν τῶν ἠθικῶν. νῦν δὲ περὶ τῆς ἀκρασίας ἐροῦμεν καὶ περὶ τῆς μαλακίας καὶ τῆς τρυφῆς καὶ τῶν ἀντικειμένων, ἐγκρατείας καὶ καρτερίας. οὔτε γὰρ τῇ εἰρημένῃ κακίᾳ καὶ ἀρετῇ αἱ αὐταί εἰσιν οὔτε πάντῃ διάφοροι, ὡς ἑτερογενεῖς εἶναι. καθόσον μὲν γὰρ τὸ ἀγαθὸν αἱρεῖται ὁ ἐγκρατὴς καὶ τῷ λόγῳ ἀκολουθεῖ, ἀρετῇ προσήκει ἡ ἐγκράτεια, καθόσον δὲ ἐναντιοῦται αὐτῷ ἡ ἐπιθυμία καὶ ἐν ἀγῶνί ἐστιν ἀεὶ διὰ τὸ μὴ ἔχειν ἕξιν, κατὰ τοῦτο οὐκ ἔστιν ἀρετή. ἀκολούθως δὲ οὐδὲ ἡ ἀκρασία κακία ἐστὶ κατὰ τὴν κακίαν τὴν ἀντικειμένην ταῖς ἠθικαῖς ἀρεταῖς. ὁ μὲν γὰρ τὴν ἄλλην κακίαν φαῦλος, ἕξιν ἔχων τῆς φαυλότητος, πράττει τὰ φαῦλα, μὴ ἀντιτείνοντος αὐτῷ τοῦ λογισμοῦ, ὁ δὲ ἀκρατής, τοῦ λογισμοῦ πρὸς τὸ ἀγαθὸν ἕλκοντος, ὑπὸ τῶν ἐπιθυμιῶν κρατεῖται καὶ διὰ τοῦτο οὐκ ἔστιν ὁμοειδὴς τῇ κακίᾳ ἡ ἀκρασία· ὅτι δὲ παρὰ τὸν λόγον καὶ αὐτή ἐστι καὶ ἑκούσιον, κατὰ τοῦτο αὐτῇ κοινωνεῖ. λέγωμεν δὴ περὶ αὐτῶν κατὰ τὸν τρόπον, καθʼ ὃν καὶ περὶ τῶν ἄλλων εἴπομεν. ἐκθησόμεθα γὰρ τοὺς δοκοῦντας περὶ αὐτῶν λόγους, ὧν τοὺς μὴ συμβαίνοντας τῇ ἀληθείᾳ ἐλέγξαντες, τοὺς μάλιστα ἐνδόξους καταλείψαντες βεβαιώσομεν· καὶ οὕτως ἔσται φανερὸς ὁ περὶ αὐτῶν λόγος. δοκεῖ δὴ πᾶσιν ἡ ἐγκράτεια ἀγαθὸν καὶ ἡ καρτερία τῶν σπουδαίων καὶ τῶν ἐπαινετῶν εἶναι, ἡ δὲ ἀκρασία τοὐναντίον. φασὶ δὲ περὶ τῆς ἐγκρατείας καὶ ταῦτα· πρῶτον μέν, ὅτι ὁ ἐγκρατὴς ὁ αὐτός ἐστι τῷ ἐμμενετικῷ ἔν τινι λογισμῷ καὶ ἀκινήτῳ καὶ ἐγκράτεια τὸ ἐμμένειν τῷ λογισμῷ, ἀκρασία δὲ καὶ ἀκρατὴς τοὐναντίον· δεύτερον, ὅτι εἰδὼς ὁ ἐγκρατὴς ὅτι φαῦλαι αἱ ἐπιθυμίαι, ἀφίσταται τούτων καὶ ἀκολουθεῖ τῷ λόγῳ, ὁ δὲ ἀκρατής, εἰδὼς ὅτι φαῦλα πράττει, διὰ τὴν ἡδονὴν οὐ πείθεται τῷ λόγῳ· τρίτον, ὅτι καὶ ὁ σώφρων ἐγκρατής ἐστι καὶ καρτερικὸς καὶ ὁ ἀκόλαστος τοὐναντίον· τέταρτον, ὅτι καὶ πᾶς ἐγκρατὴς σώφρων — ἔνιοι δὲ οὐ πάντα φασὶν ὁμοίως καὶ τὸν ἀκρατῆ πάντα ἀκόλαστον καὶ τὸν ἀκόλαστον ἀκρατῆ εἶναί φασιν· ἄλλοι δὲ διαφέρειν ἀλλήλων· πέμπτον, ὅτι ἐνδέχεται φρόνιμον καὶ δεινὸν ὄντα καὶ ἀκρατῆ εἶναι· ἕκτον, ὅτι λέγονται ἀκρατεῖς οἱ πρὸς θυμὸν ἐπιρρεπεῖς καὶ οἱ σφόδρα τιμῆς καὶ κέρδους ὀρεγόμενοι. ταῦτα μὲν οὖν εἰσι πάντα σχεδὸν τὰ λεγόμενα περὶ ἐγκρατείας καὶ ἀκρασίας· ὧν περὶ ἑκάστου σκεψώμεθα· καὶ πρῶτον περὶ τοῦ πρώτου.

Ὅτι οὐκ ἔστιν ἐγκράτεια τὸ ἁπλῶς ἐμμένειν τοῖς δεδογμένοις. κεφ. βʹ.

`137`

Εἰ τοῦτό ἐστιν ἡ ἐγκράτεια, τὸ ἐμμένειν πάσῃ δόξῃ, ἔσται καὶ φαύλη ἐγκράτεια, ὅταν ἐμμένῃ τις ψευδεῖ δόξῃ· ἀλλὰ μὴν ὑπόκειται ἐπαινετὸν καὶ ἀγαθὸν εἶναι αὐτήν· οὐκ ἄρα τὸ ἐμμένειν ἁπλῶς τῇ παρούσῃ δόξῃ ἐγκράτειά ἐστιν. ὁμοίως δὲ καὶ ἡ ἀκρασία οὐ πᾶσα φαύλη ἔσται καὶ φευκτὴ ἀλλὰ καὶ ἀγαθή, ὅταν μὴ ἐμμένῃ τις τῇ ψευδεῖ δόξῃ, ὥσπερ ὁ Νεοπτόλεμος πεισθεὶς ὑπὸ τοῦ Ὀδυσσέως ψεύσασθαι, καὶ μὴ ἐμμείνας τῇ δόξῃ ἀλλὰ ἀληθεύσας· ἢ εἴ τις ἀπατηθεὶς ὑπὸ τοῦ προσδιαλεγομένου καὶ δοξάσας ψευδῆ οὐκ ἐμμένει τοῖς δεδογμένοις· οὐ γὰρ ψέγεται ὁ τοιοῦτος· ὁ δὲ ἀκρατὴς ψέγεται· οὐκ ἄρα ὁ ἐμμενετικὸς τῇ δόξῃ ἐγκρατής ἐστιν οὐδὲ ὁ τῆς δόξης ἐκστατικὸς ἀκρατής· ὅλως δὲ ἀκρασία μετὰ ἀφροσύνης συμβαίνει ἀρετὴ εἶναι, εἰ τοῦτό ἐστιν ἀκρασία τὸ ἐξίστασθαι τῆς δόξης καὶ μὴ ἐμμένειν τοῖς δοκοῦσιν ἀγαθοῖς· εἰ γάρ τις ὑπὸ ἀφροσύνης νομίζει τὴν ἀκολασίαν ἀγαθόν, μὴ ἐμμένει δὲ τοῖς δεδογμένοις, ἔσται σώφρων· καὶ οὕτως ἔσται ὁ ἀκρατὴς σπουδαῖος, ὅπερ ἐστὶ ψεῦδος· ψεκτὸν γὰρ δοκεῖ πᾶσιν ἡ ἀκρασία. ἔτι ὁ δυνάμενος ἐκστῆναι τῆς δόξης τοῦ μὴ δυναμένου βελτίων ἐστὶ πολλάκις· ὁ δὲ ἀκρατὴς τοῦ ἐγκρατοῦς οὐκ ἔστι βελτίων· οὐκ ἄρα ὁ ἐμμενετικὸς τῇ δόξῃ ἐγκρατής, οὐδὲ ὁ ἐκστατικὸς ἀκρατής. ὅτι δὲ ὁ δυνάμενος ἐκστῆναι τῆς δόξης βελτίων τοῦ μὴ δυναμένου, δῆλον· ὁ γὰρ τῷ ἠπατῆσθαι τὰ φαῦλα διώκων, ὅτι νομίζει ἀγαθὰ εἶναι, βελτίων ἐστὶ τοῦ εἰδότος ὅτι φαῦλα καὶ διώκοντος· ὁ μὲν γὰρ ἠπατημένος μεταπεισθεὶς δύναται ἀγαθὸς γενέσθαι, ὁ δὲ διʼ ἀκρασίαν διώκων καὶ εἰδὼς ὅτι φαῦλα, οὐ δύναται ἐκστῆναι τῶν κακῶν· πῶς γὰρ ἂν ἐκσταίη, ἐπεὶ οὐ δύναται μεταπεισθῆναι; ὃ γὰρ ἔδει γινώσκειν, οἶδε, καὶ εἰδὼς ἀκρατεύεται, καὶ ἔνοχός ἐστι τῇ παροιμίᾳ «ὅταν τὸ ὕδωρ πνίγῃ, τί δεῖ ἐπιπίνειν;» φανερὸν δὴ ὅτι τὸ ἐμμένειν τῇ παρούσῃ δόξῃ οὐκ ἔστιν ἐγκράτεια οὐδὲ τὸ ἐξίστασθαι ἀκρασία.

Περὶ τῆς γνώσεως τοῦ ἀκρατοῦς, ᾗ γινώσκων οὐκ ἐμμένει. κεφ. γʹ

.

`138`

Ζητητέον δὴ περὶ τοῦ δευτέρου· ἀπορία γάρ ἐστι, πῶς ὑπολαμβάνων ὀρθῶς περὶ ὧν πράττει τις ἔπειτα ἀκρατεύεται. καί φασί τινες, ὅτι οὐ γινώσκει ὁ ἀκρατὴς ἃ πράττει φαῦλα εἶναι, οὐδʼ ἔχει ἐπιστήμην αὐτῶν, ὥσπερ ὁ Σωκράτης ἔλεγεν, οὐ δυνατὸν ἐπιστήμης ἐνούσης ἄλλο τι κρατεῖν καὶ περιέλκειν ὥσπερ ἀνδράποδον. οὗτος δὲ ὁ λόγος ἐναντίος ἐστὶ τοῖς φανεροῖς· ὅτι γάρ ἐστιν ἀκρατής, καὶ τοῦτό ἐστιν ἀκρατής, ὁ πρὸς τἀναντία ὧν οἶδεν ἀγαθῶν φερόμενος, φανερόν. διὸ ζητητέον, εἰ διʼ ἄγνοιαν πράττει πᾶς ὁ πράττων τὸ πονηρόν, τίς ὁ τρόπος γίνεται τῆς ἀγνοίας· ἄλλοι δὲ οἴονται εἰδέναι μὲν ἃ πράττει τὸν ἀκρατῆ, ἐπιστήμην δὲ οὐκ ἔχειν αὐτῶν ἀλλὰ δόξαν· οὐ γὰρ δυνατὸν ἐπιστήμην ἔχοντα κρατεῖσθαι ὑπὸ τῶν ἡδονῶν· οὐδὲν γὰρ εἶναι τῆς ἐπιστήμης ἐπικρατέστερον· διὰ τοῦτο τὴν τοῦ ἀκρατοῦς γνῶσιν δόξαν εἶναί φασιν. ἀλλὰ μὴν εἴ γε δόξα ἐστὶ καὶ μὴ ἐπιστήμη, οὐδʼ ἰσχυρὰ γνῶσις τοῦ πράγματος ἐν τῷ ἀκρατεῖ ἀλλʼ ἀσθενής τις καὶ ἠρεμαία καθάπερ ἐν τοῖς διστάζουσι, συγγνώμη ἂν εἴη τοῖς ἀκρατέσι, μὴ ἐμμένουσι τοῖς οὕτω γινωσκομένοις, βιαίων ἀνθελκουσῶν ἐπιθυμιῶν· οὐκ ἄρα μοχθηρὸν ἡ ἀκρασία· οὐδενὶ γὰρ συγγνώμη τῶν μοχθηρῶν καὶ ψεκτῶν καὶ φευκτῶν· τοιοῦτον δὲ ἡ ἀκρασία. ἐπεὶ δὲ οὔτε δόξα ἐστὶν ἡ γνῶσις τοῦ ἀκρατοῦς οὔτε ἐπιστήμη, δοκεῖ φρόνησιν εἶναι· αὕτη γὰρ λείπεται καὶ ἔστιν ἰσχυρὰ γνῶσις· καὶ τοῦτο δὲ ἄτοπον· ἔσται γὰρ ἅμα καὶ φρόνιμος καὶ ἀκρατής. οὐδεὶς δʼ ἂν εἴποι φρονίμου εἶναι τὸ πράττειν τὰ φαῦλα ἑκόντα· ἐπεὶ καὶ δέδεικται ἐν τοῖς ἔμπροσθεν, ὅτι πρακτικός γε ὁ φρόνιμος καὶ περὶ αὐτάς ἐστι τὰς πράξεις τὰς μερικὰς καὶ τὰς ἄλλας ἀρετὰς ἑπομένας ἔχων ἐξ ἀνάγκης· οὐκ ἄρα φρονήσει γινώσκει ὁ ἀκρατής. κατὰ μὲν οὖν τοὺς εἰρημένους τρόπους γινώσκειν τὸν ἀκρατῆ δέδεικται μὴ δυνατὸν εἶναι· ζητητέον ἄρα τὸν τρόπον, ὃ μετὰ μικρὸν ἀκριβέστερον ἐπισκεψόμεθα.

Ὅτι οὐκ ἔστιν ὁ ἐγκρατὴς σώφρων οὔτε ὁ σώφρων ἐγκρατής. κεφ. δʹ

.

Νῦν δὲ σκοπῶμεν περὶ τοῦ τρίτου, εἰ δυνατὸν τὸν σώφρονα ἐγκρατῆ εἶναι καὶ ἔτι περὶ τοῦ τετάρτου, εἰ πᾶς ἐγκρατὴς σώφρων. φανερὸν δὲ ἔσται λαβοῦσι τὸν ὁρισμὸν τοῦ ἐγκρατοῦς· ἔστι δὴ ἐγκρατὴς ὁ ἀνθιστάμενος πρὸς ἰσχυρὰς καὶ φαύλας ἐπιθυμίας· ἔχει ἄρα ὁ ἐγκρατὴς ἰσχυρὰς καὶ φαύλας ἐπιθυμίας· εἰ δὴ ὁ σώφρων ἔσται ἐγκρατής, ἕξει φαύλας ἐπιθυμίας καὶ ἰσχυράς· ὅπερ ἐναντίον ἐστὶ τῷ λόγῳ τῆς σωφροσύνης. ἐν γὰρ τῷ ἕπεσθαι τὰς ἐπιθυμίας τῷ λόγῳ ἡ σωφροσύνη οὐ συνίσταται· ἄλλως τε ὁ μὲν σώφρων ἥδεται οἷς πράττει — ἄλλως γὰρ οὐκ ἂν ἦν σώφρων —, ὁ δὲ ἐγκρατὴς ἐν ἀγῶνι ὢν καὶ μάχῃ πρὸς τὰς ἐπιθυμίας οὐχ ἥδεται· ἡ γὰρ ἡδονὴ ἐν τῇ ἠρεμίᾳ ἐστίν. ἔτι τὸν ἔχοντα ἕξιν ἀνδρείας ἐπιόντα ἐξαίφνης τὰ φοβερά, καὶ πρὶν τῷ λόγῳ κατʼ αὐτῶν χρήσασθαι, οὐ ταράττει· ὁμοίως δὴ καὶ τὸν ἔχοντα ἕξιν σωφροσύνης οὐ κινήσει τὰ ἡδέα, καὶ πρὶν περὶ αὐτῶν σκέψασθαι καὶ τὸν λόγον ἀντιστῆσαι. ὁ δὲ ἐγκρατὴς οὐ τοιοῦτος· ἐν γὰρ τῷ χρῆσθαι τῷ λόγῳ κατʼ αὐτῶν καὶ ἀνθίστασθαι πρὸς αὐτὰς ἡ ἐγκράτεια συνίστασθαι λέγεται. εἰ μὲν γὰρ χρησταὶ αἱ ἐπιθυμίαι τοῦ ἐγκρατοῦς, φαύλη ἡ ἐγκράτεια, κωλύουσα αὐταῖς χρῆσθαι, εἰ δὲ ἀσθενεῖς καὶ οὐ φαῦλαι, οὐδὲν σεμνὸν ἡ ἐγκράτεια· νῦν δὲ τοιαύτη δοκεῖ· εἰ δὲ φαῦλαι καὶ ἀσθενεῖς, οὐδὲν μέγα τὸ τοιούτων κρατεῖν, ὥστε οὐ μέγα ἡ ἐγκράτεια· λείπεται δὴ φαύλας εἶναι τὰς ἐπιθυμίας τοῦ ἐγκρατοῦς καὶ ἰσχυράς. καὶ διὰ τοῦτο οὔτε ὁ σώφρων ἐγκρατὴς ἂν εἴη οὔτε ὁ ἐγκρατὴς σώφρων.

Ὅτι οὐκ ἔστιν ὁ φρόνιμος ἀκρατής. κεφ. εʹ.

`139`

Ἐκ τῶν εἰρημένων δὲ φανερόν, καὶ ὅτι οὐ δύναται ὁ φρόνιμος ἀκρατὴς εἶναι. ἐπεὶ γὰρ τῇ φρονήσει ἕπεται καὶ ἡ σωφροσύνη, ὅτι καὶ πᾶσα ἠθικὴ ἀρετή, ὁ δὲ σώφρων οὐ δύναται ἐγκρατὴς εἶναι, πολλῷ μᾶλλον οὐδὲ ἀκρατής ἐστιν· εἰ δὲ τοῦτο, οὐδὲ ὁ φρόνιμος ἀκρατὴς ἂν εἴη.

Ὅπως ζητῆσαι δεῖ τὸ περὶ ἐγκρατείας ζήτημα. κεφ. ϛʹ.

Ζητητέον δὲ καὶ περὶ τοῦ ἕκτου, εἰ περὶ πλοῦτον καὶ δόξαν καὶ ἁπλῶς πᾶν ἐπιθυμητὸν ἡ ἀκρασία ἐστὶ καὶ ἡ ἐγκράτεια. καὶ εἰ τοῦτο, καὶ ὁ περὶ ἕκαστον τούτων ἐπιρρεπῶς ἔχων ἀκρατής ἐστι, ζητητέον τίς ὁ ἁπλῶς ἀκρατής. οὐ γὰρ ὁ περὶ πάντα ἔχων οὕτως, ἐστίν· οὐδεὶς γὰρ ἁπάσας ἔχει τὰς ἀκρασίας, ὥστε ζητῶμεν τὸν κυρίως ἀκρατῆ. τὰ μὲν οὖν ζητήματα τὰ περὶ τῆς ἐγκρατείας καὶ αἱ ἀπορίαι τοιαῦται συμβαίνουσι· τούτων δὲ τὰ μὲν ἀνελεῖν δεῖ, τὰ δὲ καταλιπεῖν· ἡ γὰρ λύσις τῆς ἀπορίας εὕρεσίς ἐστι τοῦ ζητουμένου. πρῶτον μὲν οὖν σκεπτέον, πότερον εἰδότες ἀκρατεύονται οἱ ἀκρατεῖς ἢ οὔ, καὶ πῶς εἰδότες· ἔπειτα περὶ ποῖά ἐστιν ὁ ἐγκρατὴς καὶ ὁ ἀκρατής, λέγω δὲ περὶ πᾶσαν ἡδονὴν καὶ λύπην, ἢ περί τινας ἀφωρισμένως· καὶ τὸν ἐγκρατῆ καὶ τὸν καρτερικὸν εἰ διαφέρουσι, καὶ ὅσα ἀκόλουθα τούτοις τοῖς ζητήμασίν εἰσιν. ὧν ἀρχή ἐστι τὸ ζητῆσαι περὶ τοῦ ἐγκρατοῦς καὶ ἀκρατοῦς, κατὰ τί διαφέρουσι· κατὰ τὰ ὑποκείμενα, περὶ ἅ εἰσιν, ἢ κατὰ τὸν τρόπον, καθʼ ὃν πρὸς αὐτὰ ἔχουσιν, ἢ κατʼ ἀμφότερα. μετὰ δὲ τοῦτο σκεπτέον, εἰ περὶ ἅπαντα τὰ ἡδέα ἐστὶν ἡ ἀκρασία καὶ ἡ ἐγκράτεια ἢ οὔ. οὔτε γὰρ περὶ ἅπαντά ἐστιν ἡ ἀκρασία καὶ ἡ ἐγκράτεια καὶ ὁ ἁπλῶς ἀκρατής, ἀλλὰ περὶ ἃ ὁ ἀκόλαστος, οὔτε ὁμοίως τῷ ἀκολάστῳ ἔχει πρὸς αὐτά, ἀλλὰ ἕτερον τρόπον· ὁ μὲν γὰρ ἀκόλαστος διεφθαρμένως κρίνων καὶ νομίσας ἤδη ἀγαθὸν τὸ διώκειν ἀεὶ τὸ ἡδὺ πρὸς αὐτὸ φέρεται, ὁ δὲ ἀκρατής, τοῦ λόγου ἀντιλέγοντος τῇ ἐπιθυμίᾳ, αὐτὸς ἀκολουθεῖ.

Τίνα τρόπον γινώσκει ὁ ἀκρατής. κεφ. ζʹ.

`140–142`

Τὸ μὲν οὖν δόξαν εἶναι τὴν γνῶσιν τῶν ἀκρατῶν, ᾗ ἀντιπράττουσι, καὶ μὴ ἐπιστήμην, οὐδὲν διαφέρει πρὸς τὸν λόγον· τοῦτο γὰρ ζητοῦμεν, εἰ βεβαία ἐστὶν αὐτῷ ἢ ἀμφίβολος ἡ γνῶσις τοῦ ἀγαθοῦ. συμβαίνει δὲ πολλάκις τὴν δόξαν οὕτω βεβαίως ἐγκεῖσθαι, ὥστε μὴ διαφέρειν ἐπιστήμης κατὰ τὸ ἀντιβαίνειν ταῖς ἐπιθυμίαις. καὶ ἔνιοι οὕτω πιστεύουσιν οἷς δοξάζουσιν, ὥσπερ οἱ ἐπιστήμονες τοῖς διὰ τῆς ἐπιστήμης γινωσκομένοις· ὥσπερ ὁ Ἡράκλειτος ἃ ἐδόξαζεν ᾤετο ἐπίστασθαι ἀκριβῶς, οἷον, ὅτι οὐκ ἔστι κίνησις καὶ τἄλλα ὅσα ἐτίθει. τῇ γοῦν τοιαύτῃ δόξῃ τοῦ ἀγαθοῦ ὁ ἀντιπράττων οὐδὲν διαφέρει τοῦ ἔχοντος τὴν ἐπιστήμην τοῦ ἀγαθοῦ καὶ πρὸς τὸ ἡδὺ φερομένου· ὁμοίως γάρ εἰσι μοχθηροί, καθόσον ὁμοίως ἰσχυρῷ λογισμῷ ἑκάτερος πολεμεῖ. ὥστε, ὃ ἐν τοῖς προειρημένοις ἠπορήθη, πῶς δυνατὸν τὸν εἰδότα τὸ ἀγαθὸν αἱρεῖσθαι τὸ κακόν, οὐχ οὕτω δύναται λυθῆναι. ζητητέον δὴ πῶς ἑτέρως λυθήσεται. λέγωμεν τοίνυν ὅτι τὸ ἐπίστασθαι καὶ κατὰ ἐπιστήμην γινώσκειν διττόν ἐστι. λέγεται γὰρ ἐπίστασθαι καὶ ὁ ἔχων τὴν ἐπιστήμην καὶ χρώμενος αὐτῇ, ὥσπερ εἴ τις γεωμέτρης ὢν καὶ γεωμετρεῖ λέγεται ἐπίστασθαι καὶ ὁ ἔχων μὲν τὴν ἐπιστήμην μὴ χρώμενος δὲ αὐτῇ, ὥσπερ γεωμέτρης λογοποιῶν ἢ ἄλλο τι πράττων, οὐ γεωμετρῶν· ὥσπερ οὖν ἐπὶ τοῦ γεωμέτρου θαυμαστὸν μέν ἐστιν, εἰ γεωμετρῶν ψευδῆ συναγάγοι, θαυμαστὸν δὲ οὐδέν, εἰ λογοποιῶν οὐ συνορᾷ, εἴ τις παρὰ τὴν γεωμετρίαν τὰ σχήματα θεωροίη, τὸν ἴσον τρόπον καὶ ἐπὶ τοῦ ἀκρατοῦς ἔχει. εἰ μὲν γὰρ ἐπιστάμενος ὁ ἀκρατὴς καὶ χρώμενος τῇ ἐπιστήμῃ καὶ κατʼ αὐτὴν θεωρῶν ἐπὶ τἀναντία ὧν ἐπίσταται φέρεται, θαυμαστόν, εἰ δὲ μὴ χρώμενος, κἂν ἐπιστήμην ἔχῃ, οὐ δεῖ θαυμάζειν. ἔτι καὶ ὅταν τις ἔχων τὴν ἐπιστήμην καὶ χρώμενος, ἂν μὴ τελείως χρῆται, οὐδὲν θαυμαστόν, εἰ μοχθηρός ἐστιν. ἐπεὶ γὰρ δυσὶ τρόποις προτάσεων ἀποδεικνὺς ἐπίσταται ὁ ἐπιστάμενος, καθόλου καὶ μερικῷ, ἐὰν ἀμφοτέρας ἔχων θατέρᾳ μὴ χρῆται, λέγω τῇ καθόλου, τῇ δὲ μερικῇ οὐ χρῆται, θαυμαστὸν οὐδὲν εἰ μοχθηρός ἐστιν, οἷον ἐπίσταταί τις, ὅτι τόδε πονηρόν, τὸ δὲ πονηρὸν οὐ δεῖ πράττειν, τόδε ἄρα οὐ δεῖ πράττειν. καὶ ἀμφοτέρων οὐσῶν ἐν τῇ ψυχῇ τῶν προτάσεων, ἐπειδὰν ἐπιθυμία τις ἐπί τι κινῇ πονηρόν, συμβαίνει τῇ μὲν καθόλου χρῆσθαι, ὅτι τὸ κακὸν οὐ δεῖ πράττειν καὶ θεωρεῖν κατʼ αὐτὴν τηνικαῦτα, τὴν δὲ μερικήν, ὅτι τόδε κακόν, ἔχειν μέν, οὐ χρῆσθαι δέ, οὐδὲ συνορᾶν ἐνεργείᾳ καὶ διὰ τοῦτο πρὸς τὴν μοχθηρίαν χωρεῖν, ὥσπερ ἀποτυφλωθέντα, τοῦτο δὲ οὐδὲν θαυμαστόν. εἰ γὰρ καὶ χρῆται τῇ καθόλου προτάσει, ἀλλὰ πράττειν οὐ δύναται κατὰ τὴν ἐπιστήμην μὴ χρώμενος καὶ τῇ μερικῇ· αὕτη γάρ ἐστιν ἡ κυρία τῶν πράξεων. ἢν γάρ τις εἰδῇ, ὅτι τοῖς ξηροῖς χρηστέον, μὴ εἰδῇ δὲ ὅτι τάδε ξηρά, οὐδὲν μᾶλλον χρήσεται τοῖς ξηροῖς· οὕτω δὴ καὶ ἐπὶ τούτων ἔχει· ἄν τις τῇ καθόλου χρῆται καὶ θεωρῇ, τῇ μερικῇ δὲ οὐ χρῆται, οὐδὲν τῆς ἐπιστήμης ἀπώνατο. αἱ μερικαὶ δὲ διαφέρουσι· τὰς μὲν γὰρ ἀνάγκη πᾶσα εἰδέναι, τῶν καθόλου γινωσκομένων, τὰς δὲ οὔ. ὅταν γὰρ τὸ καθόλου οὕτως ἔχῃ, ὥστε περιέχειν αὐτὸν τὸν συλλογιζόμενον ἢ τὸν ὁμοειδῆ, τῇ καθόλου γινώσκεται καὶ ἡ μερική, οἷον πᾶσιν ἀνθρώποις βλαβερὸν ὁ ἐλλέβορος, αὐτὸς δὲ ἄνθρωπος, αὐτῷ ἄρα βλαβερὸν ὁ ἐλλέβορος. ἐνταῦθα τῇ καθόλου καὶ ἡ μερικὴ συγγινώσκεται· οὐ γὰρ ἑαυτὸν δύναται ἀγνοεῖν ὅτι ἐστὶν ἄνθρωπος· ὁμοίως δὲ κἂν τοὺς ὁμοειδεῖς περιέχῃ· οὐδὲ γὰρ οὐδὲ αὐτοὺς ἀγνοεῖν δυνατόν. ὅταν δὲ ἡ καθόλου πρᾶγμά τι περιέχῃ, τότε οὐκ ἀνάγκη, τῆς καθόλου γινωσκομένης, καὶ τὴν μερικὴν γινώσκεσθαι, οἷον πᾶς ἐλλέβορος βλαβερόν, τόδε ἐλλέβορος, τόδε ἄρα βλαβερόν· ἐνταῦθα οὐκ ἀνάγκη γινώσκεσθαι τὴν μερικήν, τῆς καθόλου γινωσκομένης. τὴν τοιαύτην οὖν μερικὴν ὁ ἀκρατὴς ἢ οὐκ ἔχει ἢ ἔχων οὐ χρῆται. τὸ δὲ χρῆσθαι καὶ μὴ χρῆσθαι τοσούτῳ διαφέρει ἀλλήλων, ὥστε τὸν μὲν χρώμενον τῇ ἐπιστήμῃ καὶ ἁμαρτάνοντα ἄτοπόν τινα ἡγούμεθα καὶ θαυμάζομεν εἰ ἔστι τις οὕτως ἔχων, τὸν δὲ μὴ χρώμενον καὶ ἁμαρτάνοντα, οὐδαμῶς. ἔτι οὐ τούτῳ μόνῳ διαφέρουσιν οἱ ἐπιστάμενοι, τῷ τοὺς μὲν ἔχειν καὶ χρῆσθαι, τοὺς δὲ ἔχειν μέν, οὐ χρῆσθαι δέ, ἀλλὰ καὶ κατʼ αὐτὸ τὸ ἔχειν διαφέρουσιν· οὐ γὰρ ὁμοίως ἔχουσι τὰς ἐπιστήμας οἱ ἐπιστάμενοι· ἔστι γὰρ ἔχοντά τινα ἐπιστήμην μὴ ἔχειν, οἷον τὸν καθεύδοντα καὶ μαινόμενον καὶ οἰνωμένον. κατὰ τοῦτον δὲ τὸν τρόπον ἔχουσι τὴν ἐπιστήμην καὶ οἱ ἐν τοῖς πάθεσιν ὄντες· μεθύουσι γὰρ ὑπὸ τῆς ἐπιθυμίας καὶ μαίνονται ὑπὸ τοῦ θυμοῦ· καὶ ὥσπερ ἐπὶ τῶν μαινομένων καὶ οἰνωμένων καὶ αὐτῶν τὰ σώματα ἀλλοιοῦνται καὶ μεθίστανται φανερῶς ὑπὸ τῶν τοιούτων παθῶν· καὶ γὰρ χρῶμα καὶ βλέμμα, ἔνιοι δὲ καὶ καθαρῶς μαίνονται. φανερὸν οὖν, ὅτι ἡ ἐπιστήμη τῶν ἀκρατῶν ὁμοίως ἔχει τῇ τῶν μεθυόντων καὶ μαινομένων. εἰ δὲ καὶ λέγουσι λόγους τῆς ἐπιστήμης, οὐ παρὰ τοῦτο φαίνονται μὴ ὁμοίως ἔχειν τοῖς εἰρημένοις· καὶ γὰρ καὶ οἱ μεθύοντες ἀποδείξεις καὶ ἔπη λέγουσιν Ἐμπεδοκλέους· ὥσπερ καὶ οἱ ἄρτι μανθάνοντες παῖδες συνείρουσι μὲν τοὺς λόγους, ἴσασι δὲ οὔπω πρὶν ἐν ἔθει γενέσθαι καὶ ὥσπερ συμφῦναι, ὅπερ διὰ μακροῦ γίνεται χρόνου· ὥστε καθάπερ τοὺς ὑποκρινομένους, οὕτως ὑποληπτέον λέγειν καὶ τοὺς ἀκρατευομένους, οἳ πρόσωπα ὑποκρινόμενοι τὰ ἐν τοῖς ποιήμασιν ἔπη λέγουσι μέν, ἴσασι δὲ οὐδὲν ὧν λέγουσιν. ἔτι καὶ τόνδε τὸν τρόπον φυσικῶς ἄν τις συνίδοι τὴν αἰτίαν, διʼ ἣν γινώσκοντες οἱ ἀκρατεῖς τὸ ἀγαθὸν οὐχ αἱροῦνται. ἔστι δόξα καθόλου καὶ ἔστι δόξα μερική, ἥτις δὴ μερικὴ περὶ τὰ αἰσθητά ἐστιν· ὅταν δὲ ἀπὸ τῆς καθόλου καὶ τῆς μερικῆς δόξης ἄλλην τινὰ συναγάγωμεν δόξαν, ἀνάγκη, εἰ μέν ἐστιν ἡ δόξα θεωρητική, καταφάναι τὴν διάνοιαν καὶ πιστεῦσαι ὅτι οὕτως ἔχει, εἰ δέ ἐστι πρακτικὴ ἡ δόξα, ἀνάγκη πράττειν εὐθύς, ἂν μή τις κωλύῃ, οἷον θεωρητικὴ μὲν δόξα, ὅτι ἐλλέβορος βλαβερὸν ἢ τὸ μέλι γλυκύ, ὅπερ εἰ συνάγομεν, πιστεύομεν μόνον, οὐ πράττομεν, πρακτικὴ δέ, ὅτι τοῦ γλυκέος γεύεσθαι δεῖ, ὅπερ εἰ συνάγομεν, πράξομεν καὶ γευσόμεθα. ὅταν οὖν αἱ μὲν δόξαι, καὶ ἡ καθόλου καὶ ἡ μερική, κελεύωσι πράττειν τι, οἷον, δεῖ γεύεσθαι τοῦδε, ὅτι τόδε γλυκύ, τοῦ δὲ γλυκέος γεύεσθαι δεῖ, ἡ δὲ ἐπιστήμη κελεύῃ καὶ ὁ καθόλου λόγος μὴ γεύεσθαι, τύχῃ δὲ καὶ ἐπιθυμία ἐνοῦσα τοῦ πράγματος, τὸ μὲν ἐκ τούτων συναγόμενον ἐνεργείᾳ ἔχει καὶ χρῆται αὐτῷ, τὸ δὲ καθόλου κωλύει γεύεσθαι, ἡ δʼ ἐπιθυμία μετὰ τῆς δόξης ἐπὶ τὸ γευστὸν ἄγει· δύναται γὰρ κινεῖν ἕκαστον τῶν μορίων, λέγω δὲ τὰς οἰκείας αἰσθήσεις τῷ ἐπιθυμητῷ, ὅρασιν εἰ ὁρατόν ἐστι τὸ ἡδύ, ὃ πρὸς ἑαυτὸ ἕλκει, καὶ γεῦσιν τὸ γευστόν· ὥστε συμβαίνει τὴν ἀκρασίαν ὑπὸ λόγου γίνεσθαι, καὶ δόξης τῆς ἐναντίας τῷ λόγῳ· ἔστι δὲ ἐναντία ἡ δόξα τῷ ὀρθῷ λόγῳ οὐ διʼ ἑαυτὴν ἀλλὰ διὰ τὴν ἐπιθυμίαν· οὐ γὰρ ἡ δόξα τῇ ἰδίᾳ δυνάμει τοῦ λόγου τοῦ ὀρθοῦ κρατεῖ· ἀδύνατον γὰρ ἐπιστήμης δόξαν περιγενέσθαι ἀλλὰ τῇ δυνάμει τῆς ἐπιθυμίας, ἣ καὶ τὸ σῶμα μεθίστησι καὶ ἀλλοιοῖ· γίνεται δὴ ἡ ἀκρασία ὑπὸ λόγου καὶ δόξης ἀντιφθεγγομένης τῷ ὀρθῷ λόγῳ διὰ τῆς ἐπιθυμίας. διὰ τοῦτο οὐδὲ τὰ θηρία ἀκρατῆ δύνανται λέγεσθαι, ὅτι οὐκ ἔχουσι λόγον ᾧ ἀνθίσταται ἡ ἐπιθυμία, ἀλλὰ φαντασίαν τινὰ τῶν μερικῶν καὶ μνήμην. πῶς δὲ λύεται ἡ ἄγνοια τοῦ ἀκρατοῦς τῆς ἐπιθυμίας σβεσθείσης καὶ πάλιν γίνεται ὁ ἀκρατὴς ἐπιστήμων καὶ κατὰ τὴν ἐπιστήμην ἐνεργῶν, ὁ αὐτός ἐστι λόγος, ὅς ἐστι καὶ ἐν τῷ μεθύοντι καὶ καθεύδοντι· τοῦτο δὲ φυσιολόγων εἰδέναι. ὅταν δὲ ἐν τῷ πάθει γένηται ὁ ἀκρατής, τὴν ἐλάττω πρότασιν, τὴν κυρίαν τῶν πράξεων, τὴν ὅτι τόδε κακόν, ἢ οὐκ ἔχει οὐδαμῶς οὐδὲ ἐπίσταται ἢ οὕτως ἔχει ὥσπερ οἱ μεθύοντες καὶ οἱ μαινόμενοι ἔπη τινὰ καὶ ἀποδείξεις λέγουσιν· ἄλλως τε, ὅτι οὐδὲ ἡ ἐλάττων πρότασις αὐτὴ καθʼ αὑτὴν ἐπιστημονική ἐστιν, ὥσπερ ἡ καθόλου καὶ μείζων. ὥστε ἔοικεν, ὃ ἐζήτει Σωκράτης συμβαίνειν· οὐ γὰρ παρούσης τῆς κυρίως εἶναι δοκούσης ἐπιστήμης, ἥτις ἐστὶν ἡ καθόλου, γίνεται τὸ πάθος· οὐ γὰρ ταύτης κρατεῖ ἡ ἐπιθυμία ἀλλὰ τῆς κυρίας τῶν πράξεων, ἥτις ἐστὶν ἡ ἐλάττων καὶ ἡ περὶ τὰ καθʼ ἕκαστα. ταύτην γὰρ διαφθείρει ὁ πράττων, ἥτις ἐστὶ περὶ τὰς πράξεις· καὶ αὕτη περιέλκεται διὰ τὸ πάθος, οὐχ ἡ καθόλου. περὶ μὲν οὖν τῆς γνώσεως τῶν ἀκρατῶν, εἰ γινώσκουσιν ὅλως τὸ ἀγαθὸν καὶ πῶς γινώσκοντες ἀκρατεύονται, τοσαῦτα εἰρήσθω.

Τίς ὁ ἁπλῶς ἀκρατὴς καὶ ὁ ἁπλῶς ἐγκρατής. κεφ. ηʹ.

`143`

Μετὰ δὲ ταῦτα ῥητέον, εἰ ἔστι τις ἁπλῶς ἀκρατὴς ἄνευ προσθήκης ἢ πάντες κατὰ μέρος, οἷον ἀκρατὴς θυμοῦ καὶ ἀκρατὴς δόξης· καὶ εἰ ἔστιν ἁπλῶς ἀκρατής, λεκτέον περὶ ποῖά ἐστιν ὑποκείμενα. ὅτι μὲν οὖν περὶ ἡδονὰς καὶ λύπας εἰσὶν ἅπαντες οἱ ἐγκρατεῖς καὶ καρτερικοὶ καὶ ἁπλῶς καὶ μερικοί, καὶ οἱ ἀκρατεῖς καὶ μαλακοί, φανερόν. ἐπεὶ δὲ τῶν ἡδέων τὰ μέν εἰσιν ἀναγκαῖα, τὰ δὲ οὐκ ἀναγκαῖα μέν, αἱρετὰ δὲ καθʼ ἑαυτὰ καὶ ἡδέα — λέγω δὲ ἀναγκαῖα μέν, ὧν χωρὶς οὐ δύναται συνεστάναι ἢ τὸ εἶδος καθόλου τὸ ἀνθρώπινον, ὥσπερ ὁ γάμος ἢ τὸ ἄτομον, ὥσπερ τροφὴ ἄνεσις ὕπνος καὶ τὰ τοιαῦτα· οὐκ ἀναγκαῖα δέ, αἱρετὰ καὶ ἡδέα διʼ ἑαυτά, οὐ διὰ τὴν σύστασιν τοῦ ἀνθρώπου, πλοῦτος τιμὴ νίκη καὶ τὰ τοιαῦτα —, συμβαίνει καὶ ἐν ἀμφοτέροις ἡδέσιν ὑπερβολὰς εἶναι, καὶ ἐν τοῖς ἀναγκαίοις καὶ ἐν τοῖς διʼ ἑαυτὰ αἱρετοῖς, ὅταν τις αὐτοῖς χρήσηται πλέον ἢ δεῖ καὶ ὁ ὀρθὸς κελεύει λόγος αὐτοῖς χρήσασθαι. ὁ μὲν οὖν πρὸς τὰ ἡδέα ὑπερβάλλων τὰ μὴ ἀναγκαῖα οὐ λέγεται ἁπλῶς χωρὶς προσθήκης ἀκρατὴς ἀλλὰ ἀκρατὴς δόξης ἢ ἀκρατὴς πλούτου, ὡς ἕτερος ὢν ἐκείνου τοῦ κυρίως καὶ ἁπλῶς ἀκρατοῦς, ὀνομαζόμενος δὲ ἀκρατὴς διά τινα πρὸς ἐκεῖνον ὁμοιότητα, καθάπερ διαφέρει ὁ ἄνθρωπος ὁ τὰ Ὀλύμπια νενικηκὼς τοῦ ἁπλῶς ἀνθρώπου. καὶ γὰρ εἰ καὶ μικρόν ἐστι τὸ διάφορον αὐτῶν, ἀλλʼ ὅμως διαφέρει, καὶ ἕτερός ἐστι διὰ τὴν προσθήκην. ὅτι δὲ διάφορός ἐστιν ἡ περὶ τὰ μὴ ἀναγκαῖα ἡδέα ἀκρασία τῆς ἀκρασίας, δῆλον καὶ ἀπὸ τοῦ τὴν μὲν ἀκρασίαν ἁπλῶς ψέγεσθαι καὶ δοκεῖν οὐ μόνον ἁμαρτίαν ἀλλὰ καὶ κακίαν ἢ κυρίως ἢ κατά τι, τὴν δὲ μετὰ προσθήκης ἀκρασίαν οὐ ψέγεσθαι ὡς κακίαν. οἱ μὲν οὖν περὶ τὰ μὴ ἀναγκαῖα ἡδέα ὑπερβάλλοντες ἀκρατεῖς λέγονται μετὰ προσθήκης, οἱ δὲ περὶ τὰς ἀναγκαίας καὶ σωματικὰς ἡδονὰς ὑπερβάλλοντες, οὐ κρίνοντος καὶ συντιθεμένου τοῦ λόγου ἀλλὰ ἀνθισταμένου, καὶ τὰς μὲν ἡδονὰς ὑπερβαλλόντως διώκοντες, περὶ ἃς ἔφαμεν εἶναι τὸν σώφρονα καὶ τὸν ἀκόλαστον, τὰς δὲ λύπας φεύγοντες πλέον ἢ προσῆκεν, οἷον πείνης δίψης καὶ ἀλέας καὶ ψύχους καὶ πάντων τῶν περὶ ἁφὴν καὶ γεῦσιν, οἱ τοιοῦτοι ἀκρατεῖς λέγονται, οὐ μετὰ προσθήκης ἀλλὰ ἁπλῶς. δῆλον δὲ καὶ ἀπὸ τοῦ ἀκολάστους λέγεσθαι τοὺς περὶ ταῦτα ὑπερβάλλοντας, τοὺς δὲ περὶ τὰ μὴ ἀναγκαῖα ἡδέα ὑπερβάλλοντας οὐδαμῶς. ὅτι γὰρ περὶ τὰς αὐτὰς σωματικὰς ἡδονὰς συμβαίνει εἶναι τὸν σώφρονα καὶ ἐγκρατῆ καὶ τὸν ἀκρατῆ καὶ ἀκόλαστον, εἰς ταὐτὸν τίθεμεν τὸν σώφρονα τῷ ἐγκρατεῖ καὶ τὸν ἀκόλαστον τῷ ἀκρατεῖ, εἰ καὶ οὐχ ὁμοίως ἔχουσι πρὸς ταύτας τὰς ἡδονάς. ὁ μὲν γὰρ ἀκόλαστος προαιρούμενος ἐπὶ τὴν ἐπιθυμίαν φέρεται, ὁ δὲ ἀκρατὴς μὴ προαιρούμενος, ἀλλὰ τοῦ ὀρθοῦ λόγου ἀνθισταμένου. τὸν μὲν οὖν ἀκρατῆ τῷ ἀκολάστῳ εἰς ταὐτὸν τίθεμεν καὶ τῷ σώφρονι τὸν ἐγκρατῆ καὶ περὶ τὰ αὐτὰ λέγομεν αὐτοὺς εἶναι, τὸν δὲ περὶ τὰς ἄλλας ἡδονὰς τὰς μὴ ἀναγκαίας ἀκρατῶς ἔχοντα οὐδαμῶς. εἰ δὲ καὶ περὶ τὰ αὐτά ἐστιν ἡδέα ὁ ἀκρατὴς τῷ ἀκολάστῳ, ἀλλὰ μᾶλλον ψέγεται ὁ ἀκόλαστος ὡς μᾶλλον ταῖς ἐπιθυμίαις δουλεύων. ὁ μὲν γὰρ ἀκρατὴς σφοδροτάτων ἐπιθυμιῶν ἡττᾶται — οὐ γὰρ ἦν ἄλλως, τοῦ ὀρθοῦ ἀνθισταμένου λόγου —, ὁ δὲ ἀκόλαστος καὶ μικρῶν καὶ ἀσθενῶν ἐπιθυμιῶν ἡττᾶται διὰ τὸ μὴ ἀντιπράττειν αὐταῖς τὸν ὀρθὸν λόγον καὶ ζητεῖ τὰς ὑπερβολὰς καὶ φεύγει μετρίας λύπας· καὶ εἰ μετρίων κινουσῶν ἐπιθυμιῶν οὕτως εἰς τὰς ὑπερβολὰς φέρεται, τίς ἂν γένοιτο, εἰ προσγένοιτο αὐτῷ ἐπιθυμία νεανικὴ καὶ περὶ τὰς τῶν ἀναγκαίων χρείας λύπη ἰσχυρά;

Περὶ τῆς θηριωδίας καὶ τῆς κατʼ αὐτὴν ἀκρασίας. κεφ. θʹ.

`144–145`

Πάλιν τῶν ἡδέων τὰ μέν ἐστι φύσει ἀγαθά, τὰ δὲ φύσει κακά, τὰ δὲ μεταξύ. καὶ φύσει μὲν ἀγαθὰ ἡδέα εἰσίν, ἃ διʼ ἑαυτὰ καὶ οὐ διʼ ἄλλα ζητοῦμεν, οἷον δόξαν νίκην ὑγίειαν, φύσει δὲ κακὰ οἷον τὸ φαγεῖν ἄνθρωπον καὶ πιεῖν αἵματος ἀνθρωπίνου καὶ ἡ παρὰ φύσιν ἀκολασία, μεταξὺ δὲ τούτων, ὅσα διʼ ἑαυτὰ μὲν οὔτε ἀγαθά εἰσιν οὔτε κακὰ ἀλλὰ χρήσιμα πρός τι ἀγαθόν, οἷον τὰ σιτία καὶ τὸ ἱμάτιον καὶ ὁ γάμος· τὰ μὲν οὖν φύσει ἀγαθὰ καὶ τὰ μεταξύ, ἐπειδάν τις ζητῇ, ἐπαινεῖται, ἐὰν μὴ ὑπερβάλλῃ τὸν ὀρθὸν λόγον ἀλλʼ ὡς προσῆκε ζητῇ. καὶ γὰρ ἡ ὑπερβολὴ ἐν ἅπασιν οὐκ ἐπαινετόν, ἀλλʼ ἡ μὲν ἐν τοῖς φύσει ἀγαθοῖς ὑπερβολὴ ψεκτὸν μὲν οὐκ ἔστιν οὐδὲ μοχθηρόν, ὅτι τὰ διωκόμενα, ὡς εἴρηται, φύσει εἰσὶν ἀγαθὰ καὶ διʼ ἑαυτὰ ζητοῦνται, φευκτὸν δέ ἐστι καὶ φαῦλον· τοῦ γὰρ φιλεῖν τοὺς παῖδας, φύσει ὄντος ἀγαθοῦ, φεύγειν δεῖ τὴν ὑπερβολήν, καὶ μὴ καθάπερ ἡ Νιόβη, ἣ καὶ πρὸς τοὺς θεοὺς ὑπὲρ τῶν τέκνων ἐμάχετο, ἢ ὁ Σάτυρος ὡς θεὸν ἐπικαλούμενος τὸν πατέρα· λίαν γὰρ ἐδόκει μωραίνειν. ἀλλʼ οὐδὲ ἀκρασία ἐστὶν ἡ τοιαύτη ὑπερβολή. ἡ γὰρ ἀκρασία οὐ μόνον φευκτὸν ἀλλὰ καὶ τῶν ψεκτῶν ἐστι. λέγεται δὲ ἀκρασία διʼ ὁμοιότητά τινα, ἣν ἔχει περὶ τὴν ἀκρασίαν μετὰ προσθήκης, καθὼς εἴρηται ἀκρασία κέρδους ἢ ἀκρασία τιμῆς. καὶ ἀκρατὴς οὐχ ἁπλῶς ἀλλὰ ἀκρατὴς τιμῆς ἢ φιλοτεκνίας ἤ τινος τῶν τοιούτων· ὥσπερ κακὸν ἰατρὸν λέγομεν τὸν παρὰ τὴν ἐπιστήμην χρώμενον τοῖς νοσοῦσι, καὶ κακὸν ὑποκριτὴν τὸν μὴ ἀκριβῶς μιμούμενον ὃν ὑποκρίνεται, καὶ οὐχ ἁπλῶς κακόν, ὅτι οὐκ ἔστι κακία ἡ τοιαύτη παρατροπή, ἀλλὰ καθʼ ὁμοιότητα μετὰ προσθήκης. ἡ μὲν οὖν περὶ τὰ φύσει ἀγαθὰ καὶ ἡδέα ὑπερβολὴ οὕτως ἔχει. τῶν δὲ μεταξὺ ἀγαθῶν αἱ ὑπερβολαὶ μοχθηραί εἰσι καὶ ψεκταί, ὅτι τὰ τοιαῦτα ἀγαθὰ ἀφʼ ἑαυτῶν οὐκ ἔχουσι τὸ τοιαῦτα ἢ τοιαῦτα εἶναι, ἀλλὰ ἀπὸ τοῦ τέλους πρὸς ὃ τάττονται ἢ ἀγαθά εἰσιν ἢ κακά. καὶ διὰ τοῦτο, ἂν πρὸς τέλος ταχθῶσι μοχθηρόν, μοχθηρά εἰσι. τάττονται δὲ εἰς μοχθηρὸν τέλος, ὅταν μεθʼ ὑπερβολῆς διώκωνται· ὁ γὰρ ὑπερβάλλων ἐν τῇ χρήσει τῶν σιτίων καὶ τῶν ἐνδυμάτων καὶ τῶν ἄλλων ἀναγκαίων καὶ παρὰ τὸν ὀρθὸν λόγον αὐτοῖς χρώμενος εἰς τὴν ἀκολασίαν αὐτὰ τάττει. καὶ διὰ τοῦτο ἡ τούτων ἁπάντων ὑπερβολὴ μοχθηρία ἐστί. τινῶν δὲ καὶ ἁπλῶς ἀκρασία καὶ χωρὶς προσθήκης, περὶ ἃ καὶ ἡ σωφροσύνη ἐστὶ καὶ ἡ ἀκολασία. τῶν δὲ φύσει κακῶν καὶ ἡδέων οὐχ αἱ ὑπερβολαὶ μοχθηραί εἰσιν, ἀλλʼ ἁπλῶς αἱ περὶ ταῦτα ἕξεις, αἵ εἰσιν αἱ θηριώδεις· ἅπερ οὐδὲ φύσει ἡδέα εἰσί. τῶν γὰρ ἡδέων τὰ μέν ἐστιν ἡδέα φύσει καὶ πᾶσι ζῴοις, οἷον τροφὴ καὶ ὕπνος καὶ τὰ τοιαῦτα, τὰ δὲ φύσει μὲν ἡδέα, οὐ πᾶσι δὲ ἡδέα, ὥσπερ ἡ τοιάδε τροφή, οἷον τὸ πόαν φαγεῖν ἢ κρέα ἐνίοις τῶν ζῴων φύσει ἡδέα εἰσί, τὰ δὲ οὐδαμῶς φύσει ἡδέα ἀλλὰ ἢ διὰ ἔθη ἢ διὰ πηρώσεις ἢ διὰ μοχθηρίαν φύσεως, ἅτινά εἰσι φύσει κακά, περὶ ἃ ἡ θηριότης ἐστίν· οἷον τὴν ἄνθρωπον ἐκείνην λέγουσι ποιεῖν, τὰς κυούσας ἀνασχίζουσαν τὰ παιδία κατεσθίειν· ἢ οἷς ἥδοντο οἱ ἀπηγριωμένοι περὶ τὸν Πόντον ἄνθρωποι, οἱ μὲν ἰχθῦς ὠμοὺς ἐσθίοντες καὶ κρέα ὠμά, οἱ δὲ δανείζοντες τὰ τέκνα ἀλλήλοις εἰς εὐωχίαν· ἢ ὃ Φάλαρις ἐποίησε φαγὼν τὸν ἑαυτοῦ παῖδα. τοιαῦτα δὴ τὰ φύσει κακὰ καὶ ἡδέα, οὐ φύσει ἡδέα ἀλλὰ διὰ μοχθηρίαν μὲν φύσεως ἡδέα δοκοῦσι ταῦτα, τοῖς δὲ διὰ πηρώσεις τινὲς ἥδονται ἢ διὰ μανίαν ἢ ἄλλην τινὰ νόσον· διὰ μανίαν μέν, ὥσπερ ὁ μανεὶς καὶ φαγὼν τοῦ συνδούλου ἧπαρ ἢ ὁ τὴν μητέρα καθιερεύσας καὶ φαγών, διὰ νόσον δὲ ὁ ἐσθίων ἀνθράκων καὶ γῆς· ἐξ ἔθους δὲ γίνεται θηριώδης ὁ ταῖς παρὰ φύσιν ἡδοναῖς ἐκ προοιμίων τοῦ βίου συνεθισθεὶς καὶ χαίρων μὲν σιτίοις, οἷς οὐδεὶς ἥδεται ἀνθρώπων μὴ τῶν φυσικῶν ὅρων ἐκστάς, ἀκολασταίνων δὲ τὴν παρὰ φύσιν ἀκολασίαν· τούτων δέ ἐστι καὶ ὁ χαίρων τριχῶν τίλσει ἢ ὀνύχων τρώξει· ταῦτα δὲ καὶ διὰ μοχθηρίαν φύσεως γίνεται. ὅσοι μὲν οὖν διὰ μοχθηρίαν φύσεως τοῖς φύσει κακοῖς ἥδονται, οὔκ εἰσιν ἀκρατεῖς· οὐ γάρ ἐστιν αὐτοῖς ὀρθὸς λόγος, ᾧ ἀνθίστανται· ὁμοίως δὲ οὐδὲ ὅσοι ἐξ ἔθους ἢ νοσήματος ἢ μανίας, ἀλλὰ τὸ ἥδεσθαι τοῖς τοιούτοις ἔξω ἐστὶ παντελῶς τῶν τῆς κακίας ὅρων. εἰ δέ τις τούτων τῶν ἐπιθυμιῶν νῦν μὲν κρατεῖ, νῦν δὲ ἡττᾶται, οὐ λέγεται ἀκρατὴς ἁπλῶς, ἀλλὰ μετὰ προσθήκης, οὐδὲ ἐγκρατὴς ἁπλῶς ἀλλὰ μετὰ προσθήκης, οἷον ἐγκρατὴς τὴν θηριωδίαν καὶ ἀκρατὴς ὁμοίως· οὐ γάρ ἐστιν ἡ θηριωδία περὶ τὰ αὐτὰ τῇ ἀκολασίᾳ, ὥσπερ ἡ ἁπλῶς ἐγκράτεια· ἡ μὲν γὰρ ἀκολασία περὶ τὰς φυσικάς ἐστιν ἡδονὰς ὁμοίως καὶ ἡ ἁπλῶς ἐγκράτεια, ἡ δὲ θηριωδία περὶ τὰς παρὰ φύσιν. πᾶσα μὲν γὰρ ὑπερβάλλουσα κακία καὶ ἀφροσύνη καὶ δειλία καὶ ἀκολασία καὶ χαλεπότης αἱ μὲν θηριώδεις, αἱ δὲ νοσηματώδεις εἰσίν. ὁ μὲν γὰρ φύσει τοιοῦτος οἷος δεδιέναι πάντα, κἂν ψοφήσῃ μῦς, θηριώδη δειλίαν δειλός, νοσηματώδης δέ, οἷος ἦν ὁ δεδιὼς τὴν γαλῆν διὰ νόσον· καὶ ἐπὶ τῆς ἀφροσύνης οἱ μὲν ἐκ φύσεως ἀλόγιστοι καὶ μόνῃ αἰσθήσει ζῶντες, ὥσπερ τινὰ γένη τῶν πόρρω βαρβάρων, θηριώδη ἀφροσύνην ἄφρονες, οἱ δὲ διὰ νόσους ἐπιληπτικὰς ἢ μανίας νοσηματώδεις. ταύτας δὲ τὰς ἕξεις δυνατὸν καὶ ἔχειν καὶ μὴ κρατεῖσθαι ὑπʼ αὐτῶν, ὥσπερ εἰ Φάλαρις ἐκράτει τῆς ἐπιθυμίας, ἐπιθυμῶν παιδίου φαγεῖν, δυνατὸν δὲ καὶ κρατεῖσθαι ὑπʼ αὐτῶν. τὴν γοῦν τοιαύτην ἀκρασίαν καὶ ἐγκράτειαν οὐχ ἁπλῶς ἀκρασίαν καὶ ἐγκράτειαν ἐροῦμεν, ἀλλὰ μετὰ προσθήκης, καθὼς ἐν τοῖς ἀνωτέρω εἴρηται, ἀκρασία θηριώδης ἢ ἀκρασία νοσηματώδης, καὶ ἐγκράτεια θηριώδους κακίας ἢ ἐγκράτεια νοσηματώδους κακίας· ἀκρασία δὲ ἁπλῶς ἡ περὶ τὴν ἀνθρωπίνην ἀκολασίαν μόνη. ὅτι μὲν οὖν ἀκρασία καὶ ἐγκράτειά ἐστι μόνον περὶ ἅπερ ἀκολασία καὶ σωφροσύνη, καὶ ὅτι ἡ περὶ τὰ ἄλλα ἡδέα ἄλλο τι εἶδός ἐστιν ἀκρασίας κατὰ μεταφορὰν λεγόμενον καὶ οὐ κυρίως, εἴρηται.

Ὅτι ἡ τῆς ἐπιθυμίας ἀκρασία αἰσχίων τῆς τοῦ θυμοῦ. κεφ. ιʹ.

`146–147`

Ζητητέον δὲ ὁποτέρα ἀκρασία τῆς ἑτέρας αἰσχίων, ἡ τῶν ἐπιθυμιῶν ἢ ἡ τοῦ θυμοῦ. δοκεῖ δὲ ἡ τῶν ἐπιθυμιῶν αἰσχίων εἶναι τῆς τοῦ θυμοῦ ἀκρασίας. ὁ μὲν γὰρ θυμούμενος οὐ πάντῃ παρακούει τοῦ λόγου, ἀλλὰ κατά τι καὶ ὑπακούει καὶ παρακούει, καθάπερ οἱ ταχεῖς τῶν διακόνων, οἳ πρὶν ἀκοῦσαι πᾶν τὸ προσταττόμενον ἐκθέουσιν, εἶτα διαμαρτάνουσι τῆς προστάξεως, ἢ ὥσπερ οἱ κύνες πρὶν σκέψασθαι εἰ φίλος ὁ προσιών, πρὸς τὸν ψόφον μόνον ὑλακτοῦσιν· οὕτω καὶ ὁ θυμὸς διὰ θερμότητα καὶ ταχυτῆτα τῆς φύσεως ἀκούσας τοῦ λόγου μόνον, οὐκ ἐπίταγμα δὲ ἀκούσας, ὁρμᾷ πρὸς τὴν τιμωρίαν. ὁ μὲν γὰρ λογισμὸς ἢ ἡ φαντασία τοῦτο δείκνυσι μόνον, ὅτι οὗτος ὑβρίζει ἢ καταφρονεῖ ἢ ζημιοῖ, ὁ δὲ θυμός, ὥσπερ συλλογισάμενος ὅτι δεῖ τῷ τοιούτῳ πολεμεῖν, εὐθὺς χαλεπαίνει. οὕτω μὲν οὖν ὁ θυμὸς ἕπεται κατά τι τῷ λόγῳ, ἡ δὲ ἐπιθυμία, ἐὰν μόνον εἴπῃ ἡ αἴσθησις ἢ ὁ λογισμὸς διεφθαρμένος ὑπὸ τῆς αἰσθήσεως, ὅτι τόδε ἡδύ, ὁρμᾷ εὐθὺς πρὸς τὴν ἀπόλαυσιν· ὥσθʼ ὁ μὲν θυμὸς ἀκολουθεῖ τῷ λόγῳ πως, ἡ δὲ ἐπιθυμία οὔ. αἰσχίων οὖν διὰ τοῦτο ὁ πρὸς τὴν ἐπιθυμίαν ἀκρατὴς τοῦ πρὸς θυμόν· ὁ μὲν γὰρ ἀκρατὴς τοῦ θυμοῦ κρατεῖται ὑπὸ λόγου τρόπον τινά, ὁ δὲ τῆς ἐπιθυμίας ἀκρατὴς ὑπὸ τῆς ἐπιθυμίας κρατεῖται. ἔτι ταῖς μᾶλλον φυσικαῖς ὀρέξεσιν ἀκολουθεῖν κουφότερον κακὸν τοῦ ἕπεσθαι ταῖς ἧττον φυσικαῖς· μᾶλλον γὰρ ἀξιοῦται τὸ τοιοῦτον συγγνώμης· ἀλλὰ ἡ τοῦ θυμοῦ ἀκρασία φυσικώτερον τῆς ἀκρασίας τῶν ἐπιθυμιῶν, λέγω δὲ τῶν μὴ ἀναγκαίων ἐπιθυμιῶν καὶ τῶν ὑπερβαλλουσῶν, οἷον χρημάτων καὶ δόξης· ὥστε ἀνεκτότερον κακὸν ἡ τοῦ θυμοῦ ἀκρασία τῆς τῶν ἐπιθυμιῶν. ὅτι δὲ τὸ μᾶλλον φυσικὸν μᾶλλον συγγνωστόν, δῆλον. ἐγκαλούμενος γάρ τις ὅτι τύπτει τὸν πατέρα, ἀπελογεῖτο φυσικὸν αὐτῷ εἶναι τὸν θυμὸν τὸν τοιοῦτον καὶ τὴν περὶ αὐτὸν ἀκρασίαν, καὶ γὰρ καὶ τὸν πατέρα αὐτοὺ τοιοῦτον εἶναι πατραλοίαν καὶ ἔτι τὸν πάππον καὶ τὸν ἑαυτοῦ υἱὸν ἔσεσθαι καὶ τυπτήσειν αὐτὸν ἐπειδὰν ἀνὴρ γένηται. καί τις ἑλκόμενος ὑπὸ τοῦ υἱοῦ ἐκέλευεν αὐτὸν πρὸς ταῖς θύραις παύεσθαι, «καὶ γὰρ ἐγὼ τὸν πατέρα τὸν ἐμὸν εἵλκυσα», φησί, «μέχρις ἐνταῦθα» φαίνεται τοίνυν ὅτι ἀπολογίαν τινὰ δίδωσι τοῖς αἰσχροῖς τὸ πεφυκέναι πρὸς αὐτὰ καὶ ἀνεκτότερον ποιεῖ τὸ ἔγκλημα. ὅτι δὲ καὶ φυσικώτερον ἡ τοῦ θυμοῦ ἀκρασία τῆς τῶν ἐπιθυμιῶν δῆλον· ἁπλῶς γὰρ θυμοῦσθαι φυσικώτερόν ἐστι τοῦ ἐπιθυμεῖν τῶν μὴ ἀναγκαίων. τὸ μὲν γὰρ θυμοῦσθαι διὰ σωτηρίαν τῆς φύσεως ἐνετέθη τῇ φύσει, ἵνα τὸ βλαβερὸν ἀποσείηται, καὶ εἰς τοῦτο φέρει, ἡ δὲ τῶν μὴ ἀναγκαίων ἐπιθυμία οὐκέτι· ἔστι γὰρ καὶ ἄνευ νίκης ἢ τιμῆς διασώζειν τὴν φύσιν· διὰ τοῦτο καὶ κοινότερον τὸ θυμοῦσθαι τῶν ἐπιθυμιῶν τῶν μὴ ἀναγκαίων· τὸ μὲν γὰρ καὶ πᾶσιν ἀνθρώποις καὶ πᾶσι ζῴοις πρόσεστιν, αἱ δὲ οὐδὲ πᾶσιν ἀνθρώποις. ἐπεὶ δὲ τὸ θυμοῦσθαι τῶν τοιούτων ἐπιθυμιῶν φυσικώτερον, καὶ αἱ ὑπερβολαὶ τοῦ θυμοῦ φυσικώτεραι τῆς τῶν ἐπιθυμιῶν ὑπερβολῆς, ἡ ἄρα τοῦ θυμοῦ ἀκρασία φυσικώτερον καὶ διὰ τοῦτο ἧττον αἰσχρὰ τῆς τῶν ἐπιθυμιῶν. ἔτι τῶν ἀδίκων οἱ ἐπιβουλότεροι ἀδικώτεροι. ἐπιβουλοτέρα δὲ ἡ ἐπιθυμία τοῦ θυμοῦ· ἀδικωτέρα ἄρα. ὅτι δὲ ἐπιβουλοτέρα, δῆλον. λεληθότως γὰρ εἰσέρχεται καὶ οὐκ ἀθρόον ὥσπερ ὁ θυμός· καὶ οἱ θυμούμενοι φανεροί εἰσιν, οἱ δὲ ἐπιθυμοῦντες οὐ πάνυ φαίνονται, ὅτι λάθρα πως καὶ δόλῳ κλεπτόμενοι ἐπιθυμοῦσι· καὶ διὰ τοῦτο καὶ αὐτοὶ δόλῳ τινὶ καὶ κλοπῇ ἐπὶ τὰ ἐπιθυμητὰ φέρονται· ὅθεν καὶ Ὅμηρός φησι τὴν Ἀφροδίτην δολοπλόκον, καὶ τὸν κεστὸν ἱμάντα διὰ τοῦτο τῇ Ἀφροδίτῃ ἀνατιθέασι, τὸ ποικίλον ὑποφαίνοντες τῆς ἐπιθυμίας· καὶ τὸ

  
πάρφασις, ἥτʼ ἔκλεψε νόον πύκα περ φρονέοντος  
εἰς τοῦτο φέρει. ὥστε εἴπερ ἀδικωτέρα ἡ τοιαύτη ἐπιθυμία, καὶ αἰσχίων τῆς τοῦ θυμοῦ ἡ περὶ τὴν ἐπιθυμίαν ἀκρασία ἐστί, καὶ κυρίως ἀκρασία καὶ ἡ ἀκολασία, ἥτις ἐστὶ κυρίως κακία. ἔτι οὐδεὶς λυπεῖται ταῖς ἀτόποις ἐπιθυμίαις ἀκολουθήσας, πᾶς δὲ ὀργιζόμενος λυπεῖται· κακίζεται δὲ μᾶλλον ὃς ἐν τῷ ποιεῖν τὸ κακὸν ἥδεται ἢ ὃς ἐν τῷ ποιεῖν τὸ κακὸν λυπεῖται· ὁ γὰρ λυπούμενος δοκεῖ τινα διδόναι δίκην ὧν ἁμαρτάνει καὶ διὰ τοῦτο ἧττον κακίζεται· ὁ ἄρα ἀτόποις ἀκολουθῶν ἐπιθυμίαις μᾶλλον κακίζεται δικαίως ἢ ὁ θυμούμενος· χεῖρον ἄρα κακὸν ἡ περὶ τὴν ἐπιθυμίαν ἀκρασία τῆς τοῦ θυμοῦ· οἷς γὰρ ὀργίζεσθαι δικαιότερον, ταῦτʼ ἀδικώτερα. ὅτι μὲν οὖν αἰσχίων ἡ τῆς ἐπιθυμίας ἀκρασία τῆς τοῦ θυμοῦ, καὶ ὅτι ἐστὶν ἡ ἐγκράτεια καὶ ἀκρασία περὶ ἐπιθυμίας καὶ ἡδονὰς σωματικάς, δῆλον ἐκ τῶν εἰρημένων.

Τίσι διαφέρουσιν ἀλλήλων ἐγκράτεια καὶ καρτερία καὶ σωφροσύνη καὶ αἱ ἀντικείμεναι κακίαι. κεφ. ιαʹ.

`148–149`

Νῦν δὲ ἔτι θεωρήσωμεν τὰς διαφορὰς σωφροσύνης καὶ ἐγκρατείας καὶ καρτερίας καὶ τῶν ἀντικειμένων ταύταις, ἀκολασίας ἀκρασίας καὶ μαλακίας. τῶν γὰρ σωματικῶν ἡδονῶν αἱ μέν εἰσιν ἀνθρωπικαί, αἱ δὲ θηριώδεις, αἱ δὲ νοσηματώδεις· ἀνθρωπικαὶ μὲν τοιαῦται, οἷαι τέρπειν φύσει τὸν ἄνθρωπον, τοσαῦται, ὅσαις χαίρει ἄνθρωπος ἢ ἀγαθὸς ἢ κακὸς τὴν ἀνθρωπίνην κακίαν, οἷον ἐπὶ πλούτῳ ἢ δόξῃ ἢ τροφῇ ἢ γάμῳ· ὁ γὰρ ἡδόμενος καὶ διώκων ἢ ὡς δεῖ ἢ ἐλλείπων ἢ ὑπερβάλλων τὸν λόγον, οὐ τὴν ἑαυτοῦ φύσιν, ὁ τοιοῦτος ἥδεται τὴν ἀνθρωπικὴν ἡδονήν· θηριώδεις δὲ αἱ τῆς φύσεως τῆς ἀνθρωπίνης ἐκπίπτουσαι κατὰ τὴν ποιότητα καὶ κατὰ τὴν ποσότητα· καὶ αἱ ὑπερβολαὶ δὲ τῶν ἀνθρωπίνων ἡδονῶν, ὅταν ὑπερβάλλωσιν ἑαυτὰς καὶ τῶν ἀνθρωπίνων ὅρων ἐκτὸς γένωνται, θηριώδεις εἰσί· νοσηματώδεις δὲ αἱ διὰ νόσον ἢ μανίαν ὑπερβάλλουσαι τὴν ἀνθρωπίνην ἡδονήν, καὶ αἱ παρὰ φύσιν· καὶ ὅλως, καθὼς ἐν τοῖς ἀνωτέρω διῄρηται περὶ τῆς θηριώδους ἡδονῆς, περὶ ταύτας τὰς ἡδονὰς παραπλήσιαί εἰσιν ἕξεις. ἀλλʼ ἡ σωφροσύνη καὶ ἀκολασία περὶ τὰς ἀνθρωπικὰς μόνον εἰσί. διὸ καὶ τὰ θηρία οὐ λέγομεν σώφρονα οὐδὲ ἀκόλαστα, εἰ μή που κατὰ μεταφορὰν καὶ οὐ κυρίως· καὶ τότε δὲ λέγομεν σώφρονα ἢ ἀκόλαστα θηρία, συγκρίνοντες πρὸς ἄλληλα· ἔχουσι γάρ τινα διαφορὰν περὶ τὰς σωματικὰς ἡδονάς· καὶ τὰ μὲν μᾶλλον χαίρουσι τοῖς τοιούτοις, τὰ δὲ ἧττον, κυρίως δὲ οὐ λέγονται ἀκόλαστα ἢ σώφρονα, ὅτι οὐδαμῶς ἔχουσι λόγον, ἀλλὰ πάντῃ τῆς φύσεως ταύτης ἀφέστηκεν, ὥσπερ οἱ μαινόμενοι τῶν ἀνθρώπων. διὰ τοῦτο καὶ ἔλαττον κακὸν ἡ θηριότης τῆς ἀνθρωπίνης κακίας, εἰ καὶ φοβερώτερον. ἡ μὲν γὰρ ἀνθρωπίνη κακία τὸ βέλτιστον τῶν ἐν τῷ ἀνθρώπῳ διαφθείρει, δηλονότι τὸν λόγον, ἡ δὲ θηριότης οὐδαμῶς· οὐ γὰρ ἔχει λόγον· ὥσπερ καὶ τὸ ἄψυχον κακὸν ἔλαττον τοῦ ἐμψύχου κακοῦ· τὸ γὰρ κακὸν τὸ ἔχον ἀρχήν, ἥτις αὐτὸ κινεῖ, βλαβερώτερον τοῦ μὴ ἔχοντος· τὸ γὰρ ἀκίνητον κακὸν ἀνεκτότερον τοῦ κινουμένου κακοῦ, καθόσον ἔλαττον δύναται δρᾶν. ὥσπερ οὖν τὸ ἔμψυχον κακὸν χεῖρον τοῦ ἀψύχου, ὅτι ἔχει ἀρχὴν ἐν αὐτῷ τὴν ψυχήν, ἥτις αὐτὸ κινεῖ, οὕτω καὶ τὸ λογικόν, ὅτι τοῦ ἀλόγου μᾶλλον ἀρχὴν ἔχει, βλαβερώτερον καὶ χεῖρον· μυριοπλάσια γὰρ ἂν κακὰ ποιήσειεν ἄνθρωπος κακὸς θηρίου. καὶ ταῦτα μὲν εἰς τοσοῦτον· ἐχώμεθα δὲ τῶν προκειμένων. ἔστι μὲν οὖν περὶ ἕκαστον γένος τῶν προειρημένων ἰδία τις ἕξις. περὶ δὲ τὰς ἀνθρωπικὰς ἡδονὰς καὶ λύπας ἐστὶ μὲν ἡ σωφροσύνη, ὡς προείρηται, ἐστὶ δὲ ἡ ἐγκράτεια καὶ ἡ καρτερία καὶ αἱ ἀντικείμεναι ταύταις· λέγω δὲ ἀνθρωπικὰς ἡδονὰς καὶ λύπας, περὶ ἃς ἡ σωφροσύνη, ὅσαι ἁφῇ καὶ γεύσει προσήκουσι. τούτων δὴ οἱ μὲν ἡττῶνται μᾶλλον ἢ οἱ πολλοί, καὶ πρὸς αὐτὰς φέρονται, ὡς ὀλίγοι μοχθηροί, οἱ δὲ κρατοῦσιν ὧν οἱ πολλοὶ ἡττῶνται. ἐπεὶ δὲ λῦπαί εἰσι καὶ ἡδοναὶ ὧν ἡττῶνται καὶ κρατοῦσιν, οἱ μὲν τῶν ἡδονῶν κρατοῦντες ἐγκρατεῖς εἰσι, καὶ οἱ ἡττώμενοι ἀκρατεῖς, οἱ δὲ τῶν λυπηρῶν κρατοῦντες, ὥστε μὴ κινεῖσθαι ὑπʼ αὐτῶν, καρτερικοί, καὶ οἱ ἡττώμενοι καὶ ῥᾳδίως ὑπʼ αὐτῶν κινούμενοι μαλακοί. τὰ πλεῖστα δὲ οἱ ἄνθρωποι οὔτε καρτερικοί εἰσιν οὔτε μαλακοί, ἀλλὰ μεταξύ, εἰ καὶ πρὸς τὸ χεῖρον ῥέπουσι μᾶλλον· ὁμοίως δὲ καὶ ἐπὶ τῶν ἄλλων ἕξεων ἔχει· πάλιν δὲ διοριστέον περὶ αὐτῶν ἀκριβέστερον. ἐπεὶ γὰρ αἱ μὲν τῶν ἡδονῶν ἀναγκαῖαί εἰσιν, αἱ δὲ οὔκ — ἐρρήθη δὲ περὶ αὐτῶν πρότερον, τίνες ἡδοναὶ καὶ μέχρι τίνος ἀναγκαῖαί εἰσιν —, αἱ μὲν ὑπερβολαὶ οὔκ εἰσιν ἀναγκαῖαι οὐδʼ αἱ ἐλλείψεις, ὁμοίως δὲ καὶ αἱ ἐπιθυμίαι καὶ αἱ λῦπαι ἔχουσιν· ὁ μὲν τὰς ὑπερβολὰς διώκων τῶν ἡδονῶν, καὶ ἢ τὰς φύσει μεγάλας ἀεὶ ζητῶν ἡδονάς, ἢ τὰς φύσει μετρίας ὑπερβαλλόντως ζητῶν, οὐχ ἑλκόμενος βιαίως πως ὑπʼ αὐτῶν, ἀλλὰ μετὰ προαιρέσεως ἐπʼ αὐτὰς τρέχων, οὐ διʼ ἄλλο τι, δόξαν, φέρε εἰπεῖν, ἢ κέρδος, ἀλλʼ αὐτὰς διʼ ἑαυτάς, ἀκόλαστος· τὸν τοιοῦτον γὰρ ἀνάγκη μὴ μεταμέλεσθαι μετὰ τὴν ἡδονὴν καὶ διὰ τοῦτο ἀνίατον εἶναι· ὁ γὰρ ἀμεταμέλητος ἀνίατος· τοιοῦτος δὲ ὁ ἀκόλαστος· ὁ δὲ ἔλαττον τοῦ δέοντος τὰ τοιαῦτα ζητῶν, ὁ ἐκ διαμέτρου ἀντικείμενος, ὅς ἐστιν ἀναίσθητος· ὁ δὲ μέσος ὁ σώφρων ἐστίν. οὐ μόνον δὲ ὁ διώκων τὰς σωματικὰς ἡδονάς, ὃν εἴρηται τρόπον, ἀκόλαστός ἐστιν, ἀλλὰ καὶ ὁ φεύγων τὰς σωματικὰς λύπας, οὐχ ἡττώμενος αὐτῶν, ἀλλὰ προαιρούμενος ὁμοίως ἀκόλαστός ἐστι. τῶν δὲ ἀπροαιρέτως ἐπὶ τὰ ἡδέα φερομένων ὁ μὲν φέρεται διὰ τὴν ἡδονήν, ὁ δὲ ἵνα φύγῃ τὴν ἀπὸ τῆς ἐπιθυμίας λύπην· ὥστε διαφέρουσιν οὗτοι ἀλλήλων, ἔστι δὲ ὁ μὲν διὰ τὸ φεύγειν τὴν λύπην τὰ ἡδέα διώκων μαλακός, ὁ δὲ διʼ ἡδονὴν ἀκρατής. ἀντίκειται δὲ ὁ μὲν ἀκρατὴς τῷ ἐγκρατεῖ, ὁ δὲ καρτερικὸς τῷ μαλακῷ· ἡ μὲν γὰρ καρτερία ἐστὶν ἐν τῷ ἀντέχειν, ἡ δὲ ἐγκράτεια ἐν τῷ κρατεῖν· ἕτερον δὲ τὸ ἀντέχειν τοῦ κρατεῖν, ὥσπερ καὶ τοῦ μὴ ἡττᾶσθαι τὸ νικᾶν· διὸ βέλτιον καὶ αἱρετώτερον ἡ ἐγκράτεια τῆς καρτερίας· βέλτιον γὰρ νικᾶν ἢ μὴ ἡττᾶσθαι. φαίνεται δὲ ὅτι καὶ ἡ ἀκολασία χείρων τῆς ἀκρασίας ἐστί. φανερὸν γὰρ πᾶσιν ὡς χείρων ἐστὶν ὁ διώκων τὴν ἡδονὴν προαιρούμενος καὶ ἢ μὴ ἐπιθυμῶν ἢ ἠρέμα καὶ οὐ τυραννούμενος τοῦ ὑπὸ σφοδροτάτων ἐπιθυμιῶν τυραννουμένου· ἔστι δὲ ὁ μὲν πρῶτος ὁ ἀκόλαστος, ὁ δὲ δεύτερος ὁ ἀκρατής· ὥστε ἡ ἀκολασία χείρων τῆς ἀκρασίας ἐστίν. ὁ μὲν οὖν ἐγκρατὴς καὶ καρτερικὸς οὕτω διαφέρουσι, καὶ οὕτως αἱρετώτερον ἐγκράτεια καρτερίας, καὶ ἀκρασία ἀκολασίας ἀνεκτότερον.

Τίς ἡ συγγνωστὴ ἀκρασία καὶ μαλακία. κεφ. ιβʹ.

Ἔτι δὲ διοριστέον περὶ αὐτῶν. ἐγκρατὴς μὲν οὖν ἐστιν ὁ κρατῶν τῶν ἐπιθυμιῶν, καρτερικὸς δέ ἐστιν ὁ ἀντέχων πρὸς αὐτὰς καὶ μὴ ἡττώμενος· ὁ δὲ χαυνούμενος πρὸς ἃ οἱ πολλοὶ ἀντιτείνουσι καὶ δύνανται φέρειν, οὗτος μαλακὸς καὶ τρυφῶν· καὶ γὰρ ἡ τρυφὴ μαλακία τίς ἐστιν. ὃς ἕλκει τὸ ἱμάτιον, ἵνα μὴ πονήσῃ τὴν ἀπὸ τοῦ αἴρειν λύπην, καὶ μιμούμενος τὸν ἐκλελυμένον ὑπὸ νόσου, οὐκ οἴεται ἄθλιος εἶναι, ἀθλίῳ ὅμοιος ὤν· τὸν αὐτὸν δὲ τρόπον καὶ ἐπὶ ἐγκρατείας καὶ ἀκρασίας ἐστίν. εἰσὶ γὰρ ἡδοναὶ καὶ λῦπαι οὕτω μεγάλαι καὶ σφοδραί, ὥστε τὸν ἡττώμενον αὐτῶν συγγνώμης τινὸς ἀξιοῦσθαι· τὸ γὰρ τοιούτων ἡττᾶσθαι οὐδὲν θαυμαστόν· ὥσπερ ὁ Φιλοκτήτης, ὃν εἰσήγαγεν ἐν τοῖς ποιήμασι Θεοδέκτης ὁ ποιητὴς πεπληγμένον ὑπὸ ὄφεως, καὶ μέχρι τινὸς κρατοῦντα τῆς λύπης, εἶτα ἀναβοήσαντα· ἢ ὃν εἰσάγει Καρκῖνος ὁ ποιητὴς Κερκύονα ἐπὶ τῇ ὕβρει τῆς θυγατρὸς Ἀλόπης καρτεροῦντα μέχρι τινός, εἶτα ἡττηθέντα τῆς ἀλγηδόνος· ὥσπερ οἱ κατέχειν πειρώμενοι τὸν γέλωτα ἀθρόον ἐκκαγχάζουσιν, ὅπερ ὁ Ξενόφαντος ἐποίησεν. οὐ τοῦτο τοίνυν ἐστὶ θαυμαστὸν τὸ ἡττηθῆναι οὕτω σφοδροτάτων παθῶν, ἀλλʼ εἴ τις ἡττᾶται πρὸς ἃς οἱ πολλοὶ δύνανται ἀντέχειν ἡδονὰς καὶ λύπας καὶ μὴ δύναιτο ἀντιτείνειν, μὴ διὰ φύσιν τινὰ τοῦ γένους, ὥσπερ οἱ Σκυθῶν βασιλεῖς φύσει εἰσὶ μαλακοί, ἢ ὥσπερ τὸ θῆλυ φύσει ἐστὶ τοῦ ἄρρενος μαλακώτερον, ἢ διὰ νόσον, ἀλλὰ διὰ πονηρὰν ἕξιν καὶ μοχθηρίαν, ὁ τοιοῦτος ἀσύγγνωστος. ἔστι δὲ καὶ ὁ σφόδρα χρώμενος ταῖς παιδιαῖς μαλακός, εἰ καὶ δοκεῖ ἀκόλαστος εἶναι. οἱ γὰρ τὴν ἄνεσιν σφόδρα ζητοῦντές εἰσιν οἱ μαλακοί· ἡ δὲ παιδιὰ ἄνεσίς τις καὶ ἀνάπαυσίς ἐστι· καὶ ὁ σφόδρα χρώμενος παιδιαῖς ὑπερβάλλει κατά τινα ἄνεσιν καὶ παιδιώδης καλεῖται.

Περὶ τῶν εἰδῶν τῆς ἀκρασίας· καὶ ὅτι χεῖρον κακὸν ἡ ἀκολασία τῆς ἀκρασίας. κεφ. ιγʹ.

`150–151`

Τῆς δὲ ἀκρασίας δύο εἰσὶν εἴδη· καὶ τὸ μὲν προπέτεια, τὸ δὲ ἀσθένεια καλεῖται. οἱ μὲν γὰρ προβουλευσάμενοι μὴ συγχωρῆσαι τῷ πάθει, εἶτα ἡττηθέντες αὐτοῦ τὴν ἀσθενῆ ἀκρασίαν εἰσὶν ἀκρατεῖς· οἱ δὲ μὴ προβουλευσάμενοι ἀλλʼ εὐθὺς προσβαλόντος ἡττηθέντες τὴν προπετῆ ἀκρασίαν εἰσὶν ἀκρατεῖς· ἔνιοι γὰρ προαισθόμενοι καὶ προϊδόντες καὶ προεγείραντες ἑαυτοὺς καὶ τὸν λογισμόν, οὐχ ἡττῶνται ὑπὸ τοῦ πάθους, ὥσπερ τὰ προτριβέντα καὶ προγαργαλισθέντα μέλη οὐ γαργαλίζονται. μάλιστα δὲ οἱ ὀξεῖς καὶ μελαγχολικοὶ τὴν προπετῆ ἀκρασίαν εἰσὶν ἀκρατεῖς· οἱ μὲν ὀξεῖς διὰ τὴν ταχυτῆτα οὐκ ἀναμένουσι τὴν ἀπὸ τοῦ λόγου κρίσιν, οἱ δὲ μελαγχολικοὶ διὰ τὸ σφόδρα φανταστικοὶ εἶναι καὶ ἀκολουθεῖν τῇ φαντασίᾳ· διὸ σφοδροτέρως κινοῦνται μὴ ἐπιστρεφόμενοι πρὸς τὸν λόγον. πᾶς δὲ ἀκρατὴς καὶ μεταμελητικός ἐστι, καθὼς εἴρηται· τῆς γὰρ ἐπιθυμίας σβεσθείσης, ὁ λόγος ὑγιαίνων συνορᾷ τὴν ἀτοπίαν τοῦ πάθους, ᾧ ἕπεται μετάνοια. ὁ δὲ ἀκόλαστος ἀμεταμέλητος· ὁ γὰρ λόγος αὐτῷ οὐχ ὑγιαίνει· καὶ διὰ τοῦτο κατιδεῖν τὸ αἰσχρὸν οὐ δύναται. καὶ διὰ τοῦτο ὁ μὲν ἀκρατὴς ἰατός ἐστιν, ὁ δὲ ἀκόλαστος ἀνίατος. οὐ γάρ, ὥσπερ εἴπομεν ἐν οἷς πρότερον ἐζητοῦμεν περὶ αὐτῶν, οὕτω καὶ ἔχει· εἴρηται γὰρ ὥς τις ἔνδοξος λόγος γυμνάζει τὸ ζήτημα, τὸ δὲ ἀληθὲς τοῦτό ἐστιν. ἔοικε γὰρ ἡ μὲν ἀκολασία ὑδέρῳ καὶ φθίσει, ἃ συνεχῶς τὸν νοσοῦντα λυπεῖ, ἡ δὲ ἀκρασία τοῖς ἐπιληπτικοῖς, ἃ διαλιμπάνοντα οὐ συνεχῶς ἐνοχλοῦσιν· ἡ μὲν γὰρ ἀκολασία συνεχὴς πονηρία ἐστίν· ἀεὶ γὰρ ὁ ἀκόλαστος οἴεται δεῖν ἀκολασταίνειν· ὁ δὲ ἀκρατὴς οὐκ ἀεί, ἀλλʼ ὅταν σφοδραῖς περιπέσῃ ἐπιθυμίαις. καὶ ὅλως δὲ ἕτερον τὸ γένος ἀκολασίας καὶ ἀκρασίας· ἡ μὲν γὰρ ἀκολασία λανθάνει οὖσα αἰσχρά, ἡ δὲ ἀκρασία οὐ λανθάνει· οἶδε γὰρ ὁ ἀκρατὴς ὅτι αἰσχρὸν τῷ πάθει συγχωρῆσαι. ἡ μὲν οὖν ἀκολασία χείρων ἑκατέρου εἴδους τῆς ἀκρασίας. αὐτῶν δὲ τῶν τῆς ἀκρασίας εἰδῶν ἡ ἀσθένεια χείρων τῆς προπετείας. οἱ γὰρ τὴν ἀσθενῆ ἀκρασίαν ἀκρατεῖς ὑπʼ ἐλάττονος πάθους ἡττῶνται, οἱ δὲ τὴν προπετῆ ἀκρασίαν ὑπὸ μείζονος· οἷς γὰρ δυνατὸν καὶ βουλεύσασθαι, φανερὸν ὅτι οὐ σφοδρῶς πολεμεῖ τὸ πάθος· οἱ δὲ προπετεῖς, διʼ ὧν οὐ δύνανται βουλεύσασθαι δῆλοί εἰσιν ὑπὸ μεγάλων ἐπιθυμιῶν βιαζόμενοι· καὶ ἄλλως δὲ αἰσχρότερον ἡττηθῆναι προβουλευσαμένους, ὥσπερ ὁπλισαμένους ἢ ἀπροβουλεύτους· ὅμοιος γάρ ἐστιν ὁ κατὰ τὴν ἀσθενῆ ἀκρασίαν ἀκρατὴς τοῖς ταχέως μεθυσκομένοις καὶ ὑπὸ ὀλίγου οἴνου καὶ ἐλάττονος ἢ ὡς οἱ πολλοί. ὅτι μὲν οὖν κακία ἐστὶν ἡ ἀκρασία, φανερόν, πλὴν οὐχ ἁπλῶς κακία, οἵα ἡ ἀκολασία, ἀλλά πῃ· καθόσον μὲν γὰρ προαιρεῖταί πως τὸ κακὸν ἐν τῷ πάθει ὤν, κακία ἐστί, καθόσον δὲ οὐ πάντῃ οἴεται δεῖν διώκειν τὸ πάθος, οὐκ ἔστι κακία· καὶ ἔστιν ὁμοία τοῖς Μιλησίοις, οὓς Δημόδοκος ἔφη σκώπτων «Μιλήσιοι ἀσύνετοι μὲν οὔκ εἰσιν, δρῶσι δὲ οἷάπερ οἱ ἀσύνετοι»· τὸν αὐτὸν τρόπον καὶ οἱ ἀκρατεῖς ἀκόλαστοι μὲν οὔκ εἰσι, δρῶσι δὲ τὰ τῶν ἀκολάστων. ἐπεὶ δὲ ὁ μὲν ἀκρατὴς διώκει τὰς σωματικὰς ἡδονὰς παρὰ τὸν ὀρθὸν λόγον, οὐ πεπεισμένος ὅτι εἰσὶν ἀγαθαὶ καὶ δεῖν διώκειν, ὁ δὲ ἀκόλαστος πέπεισται ὡς δεῖ διώκειν, ὁ μὲν ἀκρατὴς εὐμετάπειστός ἐστιν, ὁ δὲ ἀκόλαστος οὔ. τὴν γὰρ ἀρχὴν τῶν πράξεων, ἥτις ἐστὶ τὸ ἀγαθὸν καὶ τὸ τέλος οὗ ἕνεκα, ἡ μὲν ἀρετὴ σῴζει, ἡ δὲ μοχθηρία φθείρει. καὶ γὰρ διὰ μὲν τῆς ἀρετῆς ἀφικνούμεθα εἰς τὸ ἀγαθόν, διὰ δὲ τῆς μοχθηρίας ἀποχωροῦμεν αὐτοῦ· τὸ δὲ τοιοῦτον τέλος οὐ διὰ λόγου καὶ ἀποδείξεως γινώσκεται, ὥσπερ οὐδὲ αἱ ἀρχαὶ τῶν μαθημάτων ἀποδείξει γινώσκονται, ἀλλὰ ἀρετή τίς ἐστι φυσικὴ ἢ ἐθιστή, τὴν ὀρθὴν δόξαν ἔχειν περὶ τοῦ τέλους. ἢ γὰρ φύσει ἢ ἀπὸ ἀγαθοῦ ἔθους ἡ τοιαύτη ἡμῖν περιγίνεται γνῶσις. ὁ μὲν οὖν εἰδὼς τὸ ἀγαθόν, ὃ δεῖ ποιεῖσθαι τέλος τῶν πράξεων, καὶ πράττων ἃ πρὸς αὐτὸ φέρει, σώφρων· ὁ δὲ τὸ κακὸν ὑποτιθέμενος τέλος καὶ πρὸς ἐκεῖνο τάττων τὰς ἡδονὰς ἀκόλαστος. ὃς δὲ ὑποτίθεται μὲν ἀγαθὸν τέλος καὶ πρὸς τοῦτο τάττειν τὰς ἑαυτοῦ πράξεις οἴεται δεῖν, ἐξίσταται δὲ διὰ πάθος τοῦ ὀρθοῦ λόγου, οὐχ ὥστε νομίσαι δέον εἶναι διώκειν τὰς τοιαύτας ἡδονάς, ἀλλʼ ὥστε μόνον περὶ τὰς πράξεις ἐξαμαρτάνειν, ὁ τοιοῦτος οὔτε σώφρων ἂν εἴη οὔτε ἀκόλαστος, ἀλλὰ τοῦ μὲν σώφρονος χείρων διὰ τὰς πράξεις, τοῦ δὲ ἀκολάστου βελτίων διὰ τὸν λόγον. ὁ μὲν γὰρ πὴ φαῦλος, ὁ δὲ ἀκόλαστος ἁπλῶς. τῷ δὲ ἀκρατεῖ ἄλλος ἐναντίος, ὁ ἐγκρατής, ὃς οὐκ ἐξίσταται τοῦ λογισμοῦ διὰ τὸ πάθος· ὅθεν φανερόν, ὅτι ἡ μὲν ἐγκράτεια σπουδαία ἕξις ἐστίν, ἡ δὲ ἀκρασία φαύλη.

Τίς ὁ καθʼ αὑτὸ ἐγκρατὴς καὶ τίς ὁ κατὰ συμβεβηκός. κεφ. ιδʹ.

`152`

Ζητητέον δὲ κἀκεῖνο, ὅπερ ἠπορήθη πρότερον, πότερον ὁ ὁποιᾳοῦν προαιρέσει ἐμμένων οὗτος ἐγκρατής ἐστιν ἢ ὁ τῇ ὀρθῇ, καὶ περὶ τοῦ ἀκρατοῦς ὁμοίως. κατὰ συμβεβηκὸς μὲν οὖν ἐγκρατὴς λέγεται ὁ ἐμμένων ὁποιᾳοῦν προαιρέσει, καθʼ αὑτὸ δὲ ἐγκρατής, ὁ ἐμμένων τῇ ὀρθῇ προαιρέσει καὶ τῷ ἀληθεῖ λόγῳ· καὶ ἀκρατὴς ὁμοίως κατὰ συμβεβηκὸς ὁ μὴ ἐμμένων ὁποιᾳοῦν δόξῃ, καθʼ αὑτὸ δὲ ὁ μὴ ἐμμένων τῇ ὀρθῇ. καὶ γὰρ εἴ τις ζητεῖ καὶ αἱρεῖταί τι οὐκ αὐτὸ διʼ ἑαυτό, ἀλλὰ διʼ ἄλλο, αὐτὸ μὲν κατὰ συμβεβηκὸς ζητεῖ, οὗ δὲ ἕνεκα τοῦτο ζητεῖ, ἐκεῖνο ζητεῖ καθʼ αὑτό. ὁ γὰρ διὰ δόξαν χρήματα ζητῶν κατὰ συμβεβηκὸς μὲν τὰ χρήματα ζητεῖ, καθʼ αὑτὸ δὲ τὴν δόξαν. τὸν αὐτὸν δὴ τρόπον καὶ ἐπὶ τούτων συμβαίνει· ὁ μὲν γὰρ τῇ ἀγαθῇ δόξῃ ἐμμένων καὶ τῇ ὀρθῇ προαιρέσει αὐτὸ τὸ ἀγαθὸν αἱρεῖται, διότι ἀγαθόν· ὥστε καθʼ αὑτὸ ἐγκρατής ἐστιν· ὁ δὲ ἐμμένων τῇ μὴ ὀρθῇ προαιρέσει καὶ τῇ ψευδεῖ δόξῃ, ἐμμένει διὰ τὸ νομίζειν ὅτι ἀγαθόν ἐστιν ὃ αἱρεῖται· νομίζει δὲ ὅτι ἐστὶν ἐν αὐτῷ τοῦ ἀγαθοῦ τι ἀμυδρὸν ἴχνος, διʼ ὃ ἔχεται τῆς μὴ ὀρθῆς προαιρέσεως καὶ τῆς ψευδοῦς δόξης ὡς ὀρθῆς καὶ ἀληθοῦς. ἐπεὶ τοίνυν οὐ διʼ ἑαυτὰ αἱρεῖται ἃ αἱρεῖται καὶ οἷς ἐμμένει, ἀλλὰ διὰ τὸ ἀγαθόν, οὐ καθʼ αὑτὸ ἐγκρατής ἐστιν, ἀλλὰ κατὰ συμβεβηκός. ὁμοίως δὲ καὶ ἐπὶ τῶν ἀντικειμένων ἔχει· πὼς μὲν ἀκρατὴς ὁ μὴ ἐμμένων ὁποιᾳοῦν δόξῃ, ἁπλῶς δὲ ὁ μὴ ἐμμένων τῇ ὀρθῇ· τὸ γὰρ ἁπλῶς καὶ τὸ καθʼ αὑτὸ ταὐτόν ἐστιν.

Ὅτι οἱ ἰσχυρογνώμονες καὶ ἰδιογνώμονες οὔκ εἰσιν ἐγκρατεῖς. κεφ. ιεʹ.

Οἱ δὲ καλούμενοι ἰσχυρογνώμονες ἐμμένουσι μὲν δόξῃ τινί, ἐνίοτε δὲ καὶ ἀληθεῖ καὶ ἀγαθῇ προαιρέσει, ἐγκρατεῖς δὲ οὔκ εἰσιν, ἀλλʼ ὥσπερ οἱ ἄσωτοι ἐοίκασι τοῖς ἐλευθερίοις καὶ οἱ θρασεῖς τοῖς ἀνδρείοις, τὸν αὐτὸν τρόπον καὶ οὗτοι τοῖς ἐγκρατέσι· καί εἰσιν οἷον δύσπειστοί τινες καὶ οὐκ εὐμετάπειστοι. καθόσον μὲν οὖν ἐμμενετικοί εἰσιν, ἐοίκασι τοῖς ἐγκρατέσιν· ἀλλʼ οἱ μὲν ἐγκρατεῖς μεταβάλλονται ὑπὸ λόγου τινὸς καὶ πειθοῦς, οἱ δὲ ἰσχυρογνώμονες ὑπὸ μὲν λόγου οὐ μεταβάλλονται, ὑπὸ δὲ ἐπιθυμίας καὶ ἡδονῶν πολλοὶ τούτων ἄγονται. εἰσὶ δὲ ἰσχυρογνώμονες καὶ οἱ ἰδιογνώμονες καὶ οἱ ἀμαθεῖς καὶ οἱ ἄγροικοι· οἱ μὲν ἀμαθεῖς καὶ ἄγροικοι, διὰ τὸ μὴ εἰδέναι τὰς ἀρχὰς ὅθεν πεισθῆναι δυνατόν, οἱ δὲ ἰδιογνώμονες διὰ ἡδονὴν καὶ λύπην οὐ μεταπείθονται· ἥδονται γὰρ μὴ ἡττώμενοι τῶν πείθειν ἐπιχειρούντων, καὶ λυποῦνται ἐὰν ἄκυρα γένωνται τὰ αὐτῶν ὥσπερ ψηφίσματα· καὶ διὰ τοῦτο μᾶλλον ἐοίκασι τοῖς ἀκρατέσιν οἱ ἰδιογνώμονες ἢ τοῖς ἐγκρατέσιν· οὐ γὰρ λόγῳ ἀλλὰ πάθεσιν ἀκολουθοῦσιν, ὥσπερ ἐκεῖνοι. εἰσὶ δέ τινες, οἳ ἐμμένουσι τοῖς δεδογμένοις ἀληθέσιν, ἢ οὐκ ἐμμένουσι τοῖς ψευδέσι διʼ ἡδονήν, οἳ οὔκ εἰσι φαῦλοι, ὅτι διὰ ἡδονὴν ἐπαινετὴν ἐμμένουσιν ἢ οὐκ ἐμμένουσιν. ὥσπερ ὁ Νεοπτόλεμος ἐποίησεν· οὐ γὰρ ἐνέμεινεν οἷς συνέθετο τῷ Ὀδυσσεῖ καὶ οὐκ ἠπάτησε τὸν Φιλοκτήτην ψευσάμενος, διʼ ἡδονὴν καλὴν καὶ οὐ φαύλην· οὐ γὰρ ὁ διʼ ἡδονήν τι ποιῶν ἁπλῶς, ἀκόλαστος ἢ φαῦλος ἢ ἀκρατής, ἀλλʼ ὁ διʼ αἰσχρὰν ἡδονὴν οὗτος ψέγεται.

Περὶ τῆς ἀκρατείας, πῶς ἔχει πρὸς τὴν σωφροσύνην καὶ τίνα τρόπον ὁ ἀκρατὴς δοκεῖ φρόνιμος ἐνίοτε εἶναι. κεφ. ιϛʹ.

`153–154`

Ἐπεὶ δὲ ἡ ἐγκράτεια ἕξις ἐστὶν ἐπαινετή, μεσότης ἂν εἴη δύο κακιῶν, ὧν τῆς μὲν ἐλαττωθήσεται, τὴν δὲ ὑπερβαλεῖ· ἡ μὲν οὖν ἀκρασία ὑπερβάλλει τὴν ἐγκράτειαν, ἡ δὲ ἐλλείπουσα ἕξις ἀνώνυμος· ἔστι δὲ καθʼ ἥν τινες ἥδονται ταῖς σωματικαῖς ἡδοναῖς ἔλαττον τοῦ δέοντος· οἳ καὶ αὐτοὶ τοῦ ὀρθοῦ λόγου διαμαρτάνουσιν. ὁ μὲν γὰρ ἀκρατὴς οὐκ ἐμμένει τῷ ὀρθῷ λόγῳ διὰ τὸ μᾶλλον ἢ προσήκει χαίρειν ταῖς ἡδοναῖς, ὁ δὲ ἐλλείπων παρὰ τὸν ὀρθὸν ποιεῖ λόγον διὰ τὸ ἔλαττον ἢ δεῖ τὰ ἡδέα ζητεῖν· ὁ δὲ ἐγκρατὴς ἐμμένει τῷ ὀρθῷ λόγῳ καὶ οὐκ ἐξίσταται αὐτοῦ οὔτε διὰ μικρὰν ἡδονὴν οὔτε διὰ μεγάλην. ἐπεὶ δὲ ἡ ἐγκράτεια τῶν ἐπαινετῶν καὶ σπουδαίων, ἀνάγκη τὰς παρʼ ἑκάτερα ἕξεις φαύλας εἶναι καὶ τῇ ἐγκρατείᾳ ἐναντίας· ἀλλʼ ὅτι ἡ ἐλλείπουσα ἕξις ἀνώνυμος καὶ ἐλάχιστα συμβαίνει· σπάνιοι γὰρ οἱ ἧττον τοῦ δέοντος χαίροντες ταῖς σωματικαῖς ἡδοναῖς· διὰ τοῦτο μόνη ἡ ἀκρασία δοκεῖ ἐναντία εἶναι, ὅτι ἡ ἠλιθιότης ὀλιγάκις εὑρίσκεται. σώφρων δὲ ὁ ἐγκρατὴς λέγεται καὶ ὁ ἀκρατὴς ἀκόλαστος, καὶ τὸ ἀνάπαλιν καθʼ ὁμοιότητα· πολλὰ γὰρ ὀνομάζομεν ἑνὶ ὀνόματι διά τινα ὁμοιότητα. καὶ γὰρ περὶ τὰ αὐτά ἐστιν ὁ σώφρων καὶ ὁ ἐγκρατής, καὶ παρὰ τὸν λόγον οὐδὲν ποιοῦσιν ἀμφότεροι, εἰ καὶ τῷ σώφρονι μὲν αἱ ἐπιθυμίαι οὐ πολεμοῦσι, τῷ ἐγκρατεῖ δὲ πολεμοῦσι· καὶ ὁ μὲν σώφρων οὐδὲ ἥδεται παρὰ τὸν λόγον, ὁ δὲ ἐγκρατὴς ἥδεται μέν, οὐκ ἄγεται δὲ ὑπὸ τῶν ἡδονῶν· καὶ ὁ ἀκόλαστος δὲ καὶ ὁ ἀκρατὴς ὁμοίως ὅμοιοι μέν εἰσι, καθόσον τῶν αὐτῶν ἡδονῶν ἡττῶνται, διαφέρουσι δέ, ὅτι ὁ μὲν ἀκόλαστος οἴεται δεῖν διώκειν τὰς ἡδονάς, ὁ δὲ ἀκρατὴς οὔ. κατὰ τὸν αὐτὸν δὲ τρόπον καί τινας ἀκρατεῖς φρονίμους ὀνομάζουσι καθʼ ὁμοιότητά τινα πρὸς τὴν φρόνησιν· τινὲς γὰρ τῶν ἀκρατῶν δεινοί εἰσιν· ἡ δὲ δεινότης ἔοικε τῇ φρονήσει· καὶ γὰρ οἱ δεινοὶ κατὰ τὴν γνῶσιν τοῦ δέοντος ἐοίκασι τοῖς φρονίμοις· ἀλλʼ οἱ μὲν γινώσκουσι μόνον τὸ δέον, οὐ προαιροῦνται δὲ πράττειν οὐδὲ πράττουσιν· οἱ δὲ φρόνιμοι γινώσκοντες τὸ δέον καὶ πράττουσι. καὶ διὰ τοῦτο ὁ μὲν φρόνιμος σπουδαῖός ἐστιν, ὁ δὲ ἀκρατὴς κἂν δεινὸς ᾖ, φαῦλός ἐστι καὶ ψέγεται. καὶ γὰρ εἰ καὶ γινώσκει τὸ δέον, ἀλλʼ οὐχ ὥσπερ ὁ φρόνιμος ἐνεργείᾳ θεωρῶν καὶ χρώμενος τῇ ἐπιστήμῃ, ἀλλὰ καθάπερ εἴρηται, ὡς ὁ καθεύδων καὶ οἰνωμένος. διὰ ταύτην δὴ τὴν ὁμοιότητα ὁ δεινὸς ἀκρατὴς φρόνιμος ὀνομάζεται καὶ ἔοικε φρονίμῳ. ἐπεὶ καὶ ὁ ἁπλῶς ἀκρατὴς οὐ πονηρὸς καθάπαξ, ἀλλʼ ἡμιπόνηρός τις· οὐδὲ ἄδικος· οὐ γὰρ ἐπίβουλος. ἐπεὶ γὰρ ἑκὼν ποιεῖ τὰ φαῦλα καὶ εἰδὼς ὅτι φαῦλα καὶ ὅτι εἰς φαῦλον φέρουσι τέλος καὶ ὅτι δεῖ τὰ βελτίω ποιεῖν, κατά τι μὲν πονηρός, κατά τι δὲ οὐ πονηρός· ἡ μὲν γὰρ πρᾶξις πονηρά, ἡ δὲ κρίσις ἐπιεικής· ἡ δὲ τοῦ πονηροῦ περὶ τὰς σωματικὰς ἡδονάς, ὅς ἐστιν ὁ ἀκόλαστος, καὶ ἡ πρᾶξις πονηρὰ καὶ ἡ κρίσις· ὁ δὲ περὶ τὸ ἕτερον μόνον ἁμαρτάνει· ὁ γὰρ ἀκρατὴς ἢ τὴν ἀσθενῆ ἀκρασίαν ἐστὶν ἀκρατὴς ἢ τὴν προπετῆ· ἀμφότεροι δὲ κατὰ τὴν πρᾶξιν μόνον εἰσὶ πονεροί. ὁ μὲν γὰρ προπετὴς οὐδὲ βουλεύεται· ὁ δὲ ἀσθενὴς βουλεύεται, ὡς οὐ δεῖ ταῖς αἰσχραῖς ἐπιθυμίαις ἀκολουθεῖν· ὁ δὲ ἀκόλαστος κατʼ ἄμφω διέφθαρται. διὰ τοῦτο ὁ μὲν ἀκρατὴς ἔοικε πόλει, ἣ ψηφίζεται μὲν ἅπαντα τὰ δέοντα καὶ νόμους ἔχει σπουδαίους καὶ ὑγιαίνει τοῦτο τὸ μέρος, χρῆται δὲ οὐδενί, ὥσπερ Ἀναξανδρίδης ἔσκωψεν

  
ἡ πόλις ἐβούλεθʼ ᾗ νόμων οὐδὲν μέλει·  
ὁ δὲ ἀκόλαστος ἔοικε πόλει χρωμένῃ μὲν νόμοις, πονηροῖς δὲ χρωμένῃ. πᾶσα δὲ ἐγκράτεια καὶ ἀκρασία ἐστὶ περὶ τὰς ὑπερβολὰς τῆς ἕξεως τῶν πολλῶν. ὁ μὲν γὰρ ἐγκρατὴς νικᾷ ὧν οἱ πολλοὶ ἡττῶνται, ὁ δὲ ἀκρατὴς ἡττᾶται ὧν οἱ πολλοὶ κρατοῦσιν. ἔστι δὲ ἡ προπετὴς ἀκρασία, ἣν οἱ μελαγχολικοὶ ἀκρατεύονται, δυσχερεστέρα ἰαθῆναι τῆς ἀσθενοῦς, καθʼ ἣν βουλεύονται οἱ ἀκρατεῖς καὶ οὐκ ἐμμένουσιν. ὁμοίως δὲ καὶ οἱ φυσικῶς ἀκρατευόμενοι δυσιατότεροι τῶν διʼ ἔθος ἀκρατῶν· ῥᾷον γὰρ μετακινῆσαι ἔθος ἢ φύσιν· διὰ τοῦτο γὰρ καὶ τὸ ἔθος χαλεπόν, ὅτι ἔοικε φύσει· ὥσπερ Εὔηνος λέγει

  
φημὶ πολυχρόνιον μελέτην ἔμεναι, φίλε, καὶ δή  
  
ταύτην ἀνθρώποισι τελευτῶσαν φύσιν εἶναι.  
τί μὲν οὖν ἐστιν ἐγκράτεια καὶ τί καρτερία καὶ ἀκρασία καὶ μαλακία καὶ πῶς ἔχουσιν αἱ ἕξεις αὗται πρὸς ἀλλήλας, εἴρηται.

Περὶ ἡδονῆς. κεφ. ιζʹ.

`155`

Περὶ δὲ ἡδονῆς καὶ λύπης ἤδη σκοπῶμεν· ἔστι γὰρ οἰκεῖον καὶ προσῆκον τῷ περὶ τῆς πολιτικῆς φιλοσοφοῦντι. οὗτος γάρ ἐστι τοῦ τέλους ἀρχιτέκτων, καθὼς ἐν τοῖς προειρημένοις ἐφάνη· τὸ δὲ τέλος ἐστὶ τὸ ἀγαθὸν καὶ τὸ ἄριστον, ᾧ καθάπερ κανόνι διακρίνομεν τῶν πρακτῶν τὰ ἀγαθὰ τῶν φαύλων· ἃ μὲν γὰρ πρὸς ἐκεῖνο φέρει τὸ τέλος, ἀγαθὰ νομίζομεν, ἃ δὲ τοῦ τέλους ἀπάγει, φαῦλα. ἐπεὶ τοίνυν ἡ ἡδονὴ τοῖς μὲν ἀγαθὸν δοκεῖ, τοῖς δὲ φαῦλον, ἐνίοις δὲ καὶ αὐτὸ τὸ τέλος τὸ ἄριστον. ἀκόλουθόν ἐστι τῷ πολιτικῷ ζητῆσαι περὶ αὐτῆς. ἔτι δὲ καὶ ἀναγκαῖόν ἐστιν ἐν τῇ περὶ ἀρετῶν καὶ κακιῶν πραγματείᾳ· καὶ γὰρ ἡ ἀρετὴ καὶ ἡ κακία περὶ τὰς ἡδονάς ἐστι καὶ τὰς λύπας, ὡς εἴρηται πρότερον, καὶ δέον τὸν περὶ ἀρετῶν σκοπούμενον καὶ περὶ ἡδονῆς εἰπεῖν· καὶ ὅτι τὴν εὐδαιμονίαν μεθʼ ἡδονῆς εἶναί τινές φασι· διὸ καὶ τὸν μακάριον ὀνομάζουσιν ἀπὸ τοῦ χαίρειν. ῥητέον δὲ πρότερον ἃ τοῖς ἄλλοις περὶ τούτου δοκεῖ. τοῖς μὲν οὖν οὐδαμῶς δοκεῖ ἀγαθὸν εἶναι ἡ ἡδονὴ οὔτε καθʼ αὑτὸ οὔτε κατὰ συμβεβηκός· οὐ γὰρ νομίζουσι δύνασθαι τὸ αὐτὸ καὶ ἀγαθὸν εἶναι καὶ ἡδονήν· τοῖς δὲ φαῦλαι μὲν αἱ πλείους δοκοῦσι τῶν ἡδονῶν, ἔνιαι δὲ ἀγαθαί· ἄλλοις δὲ ἐδόκει, εἰ καὶ πᾶσα ἡδονὴ ἀγαθόν, ἀλλʼ οὐδαμῶς ἐνδέχεσθαι τὸ τέλος ἡδονὴν εἶναι. τὰ μὲν οὖν δοκοῦντα περὶ τῆς ἡδονῆς ταῦτά ἐστι. ῥητέον δὲ διʼ ἃ ἕκαστον ἐδόκει. οἱ μὲν οὖν λέγοντες μηδεμίαν ἡδονὴν ἀγαθὸν εἶναι οὕτως ἐπεχείρουν· πᾶσα ἡδονὴ γένεσίς ἐστιν εἰς φύσιν αἰσθητή· ἡ γὰρ εἰς τὴν φύσιν γένεσις τῶν φυτῶν οὐκ οὖσα αἰσθητή, ἡδονὴ οὐκ ἔστιν· εἰ τοίνυν ἡ ἡδονὴ γένεσις, ἡ δὲ γένεσις ἀτελές, τὸ δὲ ἀτελὲς οὐκ ἔστιν ἀγαθόν, ἡ ἡδονὴ ἄρα οὐκ ἔστιν ἀγαθόν· ἀγαθὸν γὰρ τὸ ἤδη γεγονός, οὐ τὸ γίνεσθαι· οὐ γάρ ἐστιν ἡ γένεσις ὁμογενὴς τοῖς τέλεσιν, εἰς ἃ τελευτᾷ· οὐ γὰρ ἡ οἰκοδομία ὁμογενὴς τῷ οἴκῳ. ἔτι ὁ σώφρων φεύγει τὰ φευκτά — σπουδαῖος γάρ —, φεύγει δὲ τὰς ἡδονάς· ἡ ἡδονὴ ἄρα οὐκ ἔστιν ἀγαθόν. ἔτι ὁ φρόνιμος τὸ ἀγαθὸν διώκει· τὴν ἡδονὴν δὲ οὐ διώκει· τὸ γὰρ ἄλυπον διώκει, οὐ τὸ ἡδύ· οὐκ ἄρα ἡ ἡδονὴ ἀγαθόν. ἔτι ἐμπόδιον ἡ ἡδονὴ τῇ φρονήσει, καὶ τοσούτῳ μᾶλλον, ὅσῳ μείζων ἡ ἡδονή· οὐδεὶς γὰρ δύναται ἐν ταῖς μεγίσταις ἡδοναῖς ὢν νοῆσαί τι. ἔτι πᾶν ἀγαθὸν τέχνης ἔργον· οὐδεμιᾶς δὲ τέχνης ἔργον ἡ ἡδονή· οὐκ ἄρα ἀγαθόν. ἔτι τὰ θηρία διώκει τὰς ἡδονὰς καὶ τὰ παιδία ἀλόγως φερόμενα· ὃ δὲ ζητεῖ τὰ ἀλόγως κινούμενα, οὐκ ἔστιν ἀγαθόν· οὐκ ἄρα ἡ ἡδονὴ ἀγαθόν. ὅτι δὲ οὐ πᾶσα ἡδονὴ ἀγαθόν, ἐδόκει διὰ τὸ ἔνια τῶν ἡδέων βλαβερὰ εἶναι καὶ νοσώδη καὶ ἡδονάς τινας αἰσχρὰς καὶ ἐπονειδίστους, ὅτι δὲ οὐκ ἔστι τὸ τέλος ἡ ἡδονή, διότι γένεσίς ἐστι καὶ κίνησίς τις, τὸ δὲ τέλος ὅρος, εἰς ὃν ἡ κίνησις· τὰ μὲν οὖν λεγόμενα σχεδὸν περὶ ἡδονῆς ταῦτά ἐστι. τούτων δὲ τὸ μὲν τῶν ἡδονῶν τὰς μὲν ἀγαθάς, τὰς δὲ φαύλας εἶναι ἀληθές, τὰ δὲ λοιπὰ ψεῦδος· καὶ πειρατέον ἐλέγχειν· καὶ πρῶτον περὶ τοῦ πρώτου λέγομεν.

Λύσις τῶν λόγων, περὶ ὧν ἡ ἡδονὴ δοκεῖ μὴ ἀγαθὸν εἶναι. κεφ. ιηʹ.

`156`

Ὅτι γὰρ οὐκ ἀνάγκη διὰ τοὺς εἰρημένους λόγους μὴ εἶναι τὴν ἡδονὴν ἀγαθὸν μηδὲ τὸ ἄριστον, ἐκ τῶνδε δῆλον. ἐπεὶ γὰρ τὸ ἀγαθὸν διχῶς λέγεται, τὸ μὲν ἁπλῶς καὶ καθʼ αὑτὸ καὶ κυρίως, ὡς ἡ ἀρετή, τὸ δὲ οὐχ ἁπλῶς μὲν ἀγαθόν, τινὶ δὲ ἀγαθόν, ὡς τὸ λωποδυτεῖν τῷ λωποδύτῃ ἀγαθόν, ἀκόλουθόν ἐστιν ὅτι καὶ φύσις πᾶσα καὶ ἕξις καὶ πᾶσα κίνησις καὶ γένεσις, ἡ μὲν ἔσται ἁπλῶς ἀγαθή, ἡ δέ τινι. ὁμοίως καὶ ἐπὶ τοῦ κακοῦ. κινήσεις γὰρ καὶ γενέσεις καὶ ἕξεις αἱ μὲν φαῦλαι ἁπλῶς, αἱ δέ τινι, καὶ τῶν φαύλων τινί· καὶ αἱ μὲν καὶ ἀεὶ φαῦλαί τινι, αἱ δὲ κατά τινα τρόπον καὶ ὀλίγον χρόνον· ἁπλῶς μὲν φαῦλαι πᾶσα κακία· τινὶ δὲ φαῦλον ἡ σωφροσύνη τῷ ἀκολάστῳ καὶ ἀεὶ καὶ πάντα τρόπον· τινὶ δὲ φαῦλον καὶ οὐκ ἀεὶ τὸ ἀκολασταίνειν τῷ ἀκρατεῖ. τῆς γὰρ ἐπιθυμίας σβεσθείσης φαῦλον δοκεῖ, καθάπερ σὺν τῷ πάθει οὐκέτι. ἐπεὶ τοίνυν πᾶσα κίνησις καὶ γένεσις οὕτω διαιρεῖται, καὶ ἡ μὲν ἁπλῶς ἀγαθή ἐστιν ἡ δέ τινι, καὶ ἡ μὲν ἁπλῶς φαύλη ἡ δέ τινι, κίνησις δὲ καὶ ἡ ἡδονή, φανερὸν ὅτι οὐ πᾶσα ἡδονὴ φαῦλον· ἔστι γὰρ ἥδεσθαι ἐφʼ οἷς δεῖ, ὅταν τις ἥδηται ἐπʼ ἀρετῇ ἢ σοφίᾳ, καὶ ἔστιν ἥδεσθαι ἐπὶ φαύλοις, καὶ ὅλως καθὼς καθόλου διωρισάμεθα. ἔτι τοῦ ἀγαθοῦ τὸ μέν ἐστιν ἕξις, ὥσπερ ὁ ἔχων δικαιοσύνης ἕξιν· τὸ δὲ ἐνέργεια, ὥσπερ ὁ ποιῶν· ἡ δὲ ἐνέργεια τὴν ἐλλείπουσαν ἕξιν ἀναπληροῖ τῆς ἐνεργείας, σώζεται δὲ καὶ ἡ φυσικὴ ἕξις· ὥσπερ ἡ ὑγίεια ἔγκειται μέν, σώζεται δὲ διὰ τῶν ὑγιεινῶν σιτίων. αὕτη δὲ ἡ ἐνέργεια ἡ σώζουσα τὴν ἕξιν, ὁποτέραν ἄν τις εἴποι, ἡδεῖα μέν, οὐ καθʼ αὑτὸ δέ, ἀλλὰ κατὰ συμβεβηκός. οὐ γὰρ αὐτὸ τὸ ἀναπληροῦν τὸ ἐνδέον τῆς ἕξεως αὕτη ἐστὶν ἡ ἡδονή, ἀλλὰ τούτῳ ἕπεται ἡδονή. εἰ γὰρ τοῦτο ἦν ἡ ἡδονή, ἀναπλήρωσις τῆς φυσικῆς ἕξεως ἢ τῆς ἐθιστῆς, καὶ πᾶσα ἂν ἡ ἡδονή· νῦν δὲ οὐχ οὕτως ἔχει· οὐκ ἄρα τοῦτό ἐστιν ἡδονή, γένεσις εἰς φύσιν αἰσθητή· τοῦτο γάρ ἐστιν ἡ ἀναπλήρωσις τοῦ φυσικῶς ἐνδέοντος· καὶ οὕτω λύεται τὸ ἐπιχείρημα τῶν συναγόντων μηδεμίαν ἡδονὴν ἀγαθὸν εἶναι. ὅτι δὲ οὐ πᾶσα ἡδονὴ ἀναπλήρωσίς ἐστι, δῆλον ἀπὸ τοῦ καὶ ἄνευ λύπης καὶ ἐπιθυμίας ἡδονὰς εἶναι, τὴν δὲ τοιαύτην ἀναπλήρωσιν ἄνευ τούτων οὐκ εἶναι δύνασθαι· αἱ γὰρ ἐν τῇ θεωρίᾳ τῶν ἐπιστημῶν ἡδοναὶ ἄνευ ἐνδείας εἰσὶ καὶ λύπης. ἐπειδὰν γὰρ ἡ μήπω παροῦσα ἐπιστήμη ἐγγένηται τῇ ψυχῇ, ἡδονὴν μὲν ἐποίησε τῷ παρεῖναι, λύπην δὲ οὐδεμίαν ἀποῦσα δίδωσι, ἐπεὶ οὐδὲ ἔνδειά ἐστιν ἡ ἀπουσία τῆς ἐπιστήμης· οὐ γὰρ ἦν ὅτε παρῆν ἡ ἐπιστήμη, νῦν δὲ ἀπώλετο· καὶ σωματικαὶ δὲ ἡδοναί εἰσιν οὕτως ἔχουσαι ἄνευ ἐνδείας καὶ λύπης. καὶ γὰρ οὐ μόνον ἐνδεεῖς ὄντες τροφῆς ἡδόμεθα τρεφόμενοι, ἀλλὰ καὶ μετὰ τὸ πληρῶσαι τὸ ἐλλεῖπον ἔστιν οἷς ἡδόμεθα· οὐ γὰρ τοῖς αὐτοῖς χαίρομεν ἐνδεεῖς ὄντες καὶ πεπληρωμένοι, ἀλλὰ πληρωθέντες μὲν ἡδόμεθα τοῖς κυρίως ἡδέσι καὶ πᾶσιν ἡδονὴν φέρει, πρὶν δὲ πληρωθῆναι τοῖς τυχοῦσι καὶ τοῖς ἐναντίοις πολλάκις χαίρομεν· ὅθεν φαίνεται, καὶ ὅτι τῶν ἡδονῶν αἱ μέν εἰσιν ἁπλῶς, αἱ δέ τισιν· ὡς γὰρ ἔχουσι τὰ ἡδέα, τὸν αὐτὸν τρόπον καὶ αἱ ἡδοναὶ αἱ ἀπὸ τούτων. ὅτι μὲν οὖν οὐ πᾶσα ἡδονὴ ἀναπλήρωσίς ἐστι φυσική, δέδεικται. καὶ μὴν οὐδὲ πᾶσα ἀναπλήρωσις ἡδονή· τῆς γὰρ ὑγιείας πλήρωσις, ἥτις φυσική ἐστιν ἕξις διὰ τῆς διαίτης γινομένη, οὐκ ἔστιν ἡδεῖα· οὐκ ἄρα ὀρθῶς ἔχει λέγειν τὴν ἡδονήν, ὅτι ἐστὶ γένεσις εἰς φύσιν αἰσθητή. καὶ διὰ τοῦτο οὐκ ἀνάγκη ἀπὸ τούτων τῶν λόγων μὴ εἶναι τὴν ἡδονὴν ἀγαθόν.

Λύσις τοῦ λόγου ὅθεν ἡ ἡδονὴ δοκεῖ μὴ τὸ ἄριστον εἶναι. κεφ. ιθʹ.

`157`

Καὶ οἱ λέγοντες δὲ τὴν ἡδονὴν μὴ εἶναι αὐτὸ τὸ τέλος τὸ ἄριστον, οὐκ ἀναγκαίως συλλογίζονται· εἰ γὰρ οὐ δύναται ἡ ἡδονὴ τέλος εἶναι, ἀνάγκη ἀεὶ ἕτερόν τι βέλτιον αὐτῆς εἶναι, τὸ τέλος δηλονότι· τὸ γὰρ τέλος παντός ἐστι βέλτιον· αὐτὸ γάρ ἐστι τὸ ἄριστον καὶ τὸ βέλτιστον. οὐκ ἀνάγκη δέ· οὐ γάρ ἐστι γένεσις ἡ ἡδονή, ἵνα ἐξ ἀνάγκης βέλτιον αὐτῆς ᾖ τὸ τέλος τῆς γενέσεως, οὐδὲ ἀεὶ ἐν τῇ γενέσει θεωρεῖται, ἀλλὰ ἐνέργειά ἐστι καὶ τέλος· θεωρεῖται δὲ οὐκ ἐν τῇ συστάσει τῶν ἕξεων, οἷον, φέρε εἰπεῖν, ὅταν τὰ δίκαιά τις ποιῇ καὶ τὴν ἕξιν τῆς δικαιοσύνης ἐν τῇ ψυχῇ συντιθῇ, οὔπω δίκαιος ὤν, ἀλλʼ ἐν τῇ χρήσει τῆς ἕξεως, ὅταν τις δίκαιος γενόμενος ἔπειτα χρῆται τῇ ἕξει τῆς δικαιοσύνης. διὰ τοῦτο οὐδὲ πάσης ἡδονῆς ἐστι τέλος, ἀλλʼ ἔνιαι αὐταί εἰσι τέλος. καὶ γὰρ τῶν ἐνεργειῶν ὅσαι μὲν εἰς τελείωσιν ἄγουσι φύσεως, οὐκ αὐταί εἰσι τέλος, ὥσπερ ἡ καθʼ ἕξιν ἰατρικὴν ἐνέργεια τέλος ἔχει τὴν ὑγίειαν· ὅσαι δὲ οὐκ ἄγουσιν εἰς φυσικὴν τελείωσιν, ἀλλʼ αὐταί εἰσιν ἡ φυσικὴ τελείωσις, δῆλον ὡς οὐκ ἔχουσιν ἄλλο τέλος, ἀλλὰ ἄλλων αὐταί εἰσι τέλη· ὥσπερ εἴ τις κατὰ τὴν τελείαν ἕξιν τῆς ἀρετῆς ἐνεργεῖ. ἡ γὰρ τοιαύτη ἐνέργεια τέλος ἐστὶν ἄλλων, οὐκ αὐτή ἐστι πρὸς ἄλλο τεταγμένη τέλος· ὅθεν καὶ ἡ ἡδονή, ἐνέργεια οὖσα, οὐ πᾶσα τέλος ἔχει· ἐνέργεια γάρ ἐστι τῆς κατὰ φύσιν ἕξεως. διὸ οὐ καλῶς ἔχει αἰσθητὴν γένεσιν εἶναι λέγειν τὴν ἡδονήν, ἀλλὰ ἐνέργειαν τῆς κατὰ φύσιν ἕξεως λεκτέον εἶναι τὴν ἡδονήν· ἀντὶ δὲ τοῦ αἰσθητήν, ἀνεμπόδιστον· καὶ ἔσται ἡδονὴ ἐνέργεια τῆς κατὰ φύσιν ἕξεως ἀνεμπόδιστος. δέδεικται δὲ ἐν τῷ ιηʹ κεφαλαίῳ μὴ πᾶσαν ἡδονὴν γένεσιν εἶναι εἰς φύσιν· ὥστε ἐλλιπής ἐστιν ὁ τοιοῦτος ὁρισμός· ἔτι δὲ οὐδὲ πᾶσα αἰσθητή ἐστιν. ἡ γὰρ ἐν τῷ θεωρεῖν ἡδονὴ οὐκ ἔστιν αἰσθητή· ἡ δὲ ἐνέργεια καὶ τὴν γένεσιν ἔχει τὴν αἰσθητήν· καὶ οὐδεμία ἡδονή ἐστιν, ἥτις οὐκ ἔστιν ἀνεμπόδιστος· τὸ δὲ κατὰ φύσιν πᾶσαν ἕξιν περιέχει φυσικήν τε καὶ ἐθιστήν. καὶ γὰρ καὶ ἡ ἐθιστὴ ἕξις κατὰ φύσιν ἐστί· πεφύκαμεν γὰρ πρὸς τὰς τοιαύτας ἕξεις καὶ διὰ τοῦτο κτώμεθα· ὁ γοῦν ἐνεργῶν κατά τινα ἕξιν ἀνεμποδίστως ἥδεται· καὶ τοῦτό ἐστιν ἡ ἡδονή. γένεσις δὲ ἔδοξέ τισιν εἶναι ἡ ἡδονή, ὅτι ᾤοντα τὴν ἡδονὴν εἶναι τὸ κυρίως ἀγαθὸν καὶ τὸ ἄριστον· τὸ δὲ κυρίως ἀγαθὸν ἐνέργειαν εἶναι· ἐνέργειαν δὲ καὶ γένεσιν μηδὲν ἀλλήλων διαφέρειν. τὸ δὲ οὐχ οὕτως ἔχει· οὐ γὰρ ταὐτόν ἐστι γένεσις ἐνεργείᾳ· γένεσις μὲν γάρ ἐστιν ἡ ἀπὸ τοῦ μὴ ὄντος ἐπὶ τὸ εἶναι ὁδὸς τῆς ἕξεως· ἐνέργεια δέ, ἥτις ἐστὶ τὸ ἄριστον, ἡ μετὰ τὴν ἀνάληψιν τῆς ἕξεως, κατʼ αὐτὴν τὴν τελείαν ἕξιν ἐνέργεια.

Λύσις τοῦ ἐπιχειρήματος, ὅθεν ἐδόκει μὴ πᾶσαν ἡδονὴν ἀγαθὸν εἶναι, καὶ ἔτι διʼ ὧν δοκεῖ φαύλη εἶναι· καὶ ἀπόδειξις, ὅτι ἀνάγκη τὸ ἄριστον ἡδονὴν εἶναι. κεφ. κʹ

.

`158–160`

Οὐδὲ φαύλην δὲ εἶναι ἀνάγκη τὴν ἡδονήν, ὅτι ἔνια ἡδέα νοσώδη. εἰ γὰρ τοῦτο, ἔσονται καὶ τὰ ὑγιεινὰ φαῦλα, ὅτι τινὰ ὑγιεινὰ ἐμποδὼν ἵσταται τῷ πλουτεῖν, ὅτι πολλῶν χρημάτων εἰσὶν ἀναλωτικά· ἀλλʼ οὐ φαῦλα διὰ τοῦτο· οὐ γὰρ τὸ ἐναντιούμενον ὁπωσοῦν ἄλλῳ τινὶ ἀγαθῷ φαῦλον· ἐπεὶ καὶ τὸ θεωρεῖν βλάπτει ποτὲ εἰς ὑγίειαν, καὶ οὐ διὰ τοῦτο φαῦλον· οὐκ ἄρα οὐδὲ ἡ ἡδονὴ φαῦλον, ὅτι τινὰ ἡδέα νοσώδη. καὶ μὴν οὐδὲ ὅτι ἐμποδίζουσιν ἔνιαι τῶν ἡδονῶν τῇ φρονήσει καὶ τῇ θεωρίᾳ, διὰ τοῦτο φαῦλον ἡ ἡδονή. οὐ γὰρ ἡ ἡδονὴ τῆς φρονήσεως τῇ φρονήσει ἐνοχλεῖ, οὐδὲ ἡ ἡδονὴ τῆς τέχνης τῇ τέχνῃ, ἀλλὰ μᾶλλον αὔξει ἑκάστην ἕξιν ἡ οἰκεία ἡδονή· ἀλλὰ αἱ ἐμποδίζουσαι ἡδοναὶ τὰς ἕξεις ἀλλότριαί εἰσι, καὶ ὡς μὴ προσήκουσαι ἐνοχλοῦσι· τοῦτο δὲ οὐκ ἔστι φαυλότητος σημεῖον, ἐπεὶ καὶ τῇ ὑγιείᾳ ἡ θεωρία ἐνοχλεῖ, καθὼς εἴρηται, ὅτι οὐκ ἔστι προσήκουσα ἐνέργεια τῇ ὑγιείᾳ· ἀλλʼ οὐ διὰ τοῦτο φαῦλον ἡ θεωρία. καὶ μὴν οὐδὲ ὅτι οὐκ ἔστιν ἔργον τέχνης οὐδεμιᾶς, διὰ τοῦτο φαῦλον· οὕτω γὰρ ἂν πᾶσα ἐνέργεια φαῦλον ἂν ἦν. οὐδεμία γὰρ ἐνέργεια τέχνης ἐστὶν ἀποτέλεσμα, ἀλλὰ τὴν μὲν δύναμιν ἡ τέχνη, ἡ δὲ δύναμις προάγει τὴν ἐνέργειαν· ἡ μὲν γὰρ περὶ τὴν κυβερνητικὴν τέχνη αἰτία ἐστὶ τοῦ δύνασθαι κυβερνᾶν, τὸ δὲ δύνασθαι κυβερνᾶν αἴτιόν ἐστι τῆς κατὰ τὴν κυβερνητικὴν ἐνεργείας. καίτοι καὶ ἡ ἡδονὴ γίνεταί τινος τέχνης πολλάκις· ἡ γὰρ μυρεψικὴ καὶ ἡ ὀψοποιητικὴ τέχναι εἰσὶν ἡδονῆς ποιητικαί. ὅτι δὲ οἱ σώφρονες καὶ οἱ φρόνιμοι φεύγουσι τὴν ἡδονὴν καὶ τὸν ἄλυπον διώκουσι βίον, οἱ δὲ παῖδες καὶ τὰ θηρία διώκουσι τὰς ἡδονάς, λύεται τοῖς ἐν τῷ ιηʹ κεφαλαίῳ εἰρημένοις. ἐπεὶ γὰρ τῶν ἡδονῶν αἱ μέν εἰσιν ἁπλῶς ἀγαθαί, αἱ δὲ οὐχ ἁπλῶς ἀγαθαί, τὰς μὲν μὴ ἁπλῶς ἀγαθὰς τὰ παιδία καὶ τὰ θηρία διώκει καὶ ὁ σώφρων φεύγει καὶ κατὰ ταύτας βούλεται μόνον ἄλυπος εἶναι καὶ ὁ φρόνιμος καὶ εἴ τις σπουδαῖος, τὰς μετʼ ἐπιθυμίας καὶ λύπης, τὰς σωματικὰς — τοιαῦται γὰρ αὗται — καὶ τὰς τούτων ὑπερβολάς, περὶ ἃς ὁ ἀκόλαστος στρέφεται· διὸ ὁ σώφρων φεύγει ταύτας· τὰς δὲ ἁπλῶς ἡδονὰς ὁ σώφρων καὶ ὁ φρόνιμος διώκει, αἵ εἰσι σώφρονες ἡδοναί· αἵ εἰσιν αἱ τῶν ἐπαινετῶν ἕξεων ἐνέργειαι, οἷον σωφροσύνης ἢ δικαιοσύνης ἢ θεωρίας. ἐπεὶ δὲ καὶ λύπη ἡ μέν ἐστιν ἀγαθόν, ἡ δὲ φαῦλον καὶ φευκτόν, καὶ τῆς φευκτῆς ἡ μὲν καθʼ αὑτό ἐστι φευκτή, ὡς ἡ ἐπὶ ἀρετῇ λύπη, ἡ δὲ πή, ὡς ἡ ἐπὶ ζημίᾳ τινὶ λύπη, ἥτις φευκτή ἐστι κατά τι, ὅτι ἐμποδίζει τῇ θεωρίᾳ, φανερὸν ὅτι ἀνάγκη πᾶσα τὸ ἐναντίον τῇ λύπῃ τὴν ἡδονήν, τὴν μὲν ἁπλῶς φευκτὴν εἶναι, τὴν δὲ πή· ἀνάγκη γὰρ τῷ ἁπλῶς κακῷ ἁπλῶς ἀγαθὸν εἶναι ἐναντίον, καὶ τῷ πὴ κακῷ τὸ πὴ ἀγαθόν· οὐ γὰρ ἡ Σπευσίππου λύσις, καθʼ ἣν ἐνιστάμενος λύειν ἐπιχειρεῖ τόνδε τὸν λόγον, συμβαίνει τῇ ἀληθείᾳ. φησὶ γάρ, ὅτι καθάπερ τὸ μεῖζον καὶ τὸ ἔλαττον ἐναντία ἐστὶ τῷ ἴσῳ καὶ ἐπὶ τῶν ἀρετῶν τὰ παρʼ ἑκάτερα ἐναντία, τὸν αὐτὸν δὴ τρόπον καὶ τῇ ἀλυπίᾳ ἀντίκειται ἡ ἡδονὴ καὶ λύπη, ἡ μὲν ὡς μεῖζον, ἡ δὲ λύπη ὡς ἔλαττον, καὶ ἔστιν ἡ μὲν ἀλυπία ἀγαθόν, ἡ δὲ ἡδονὴ καὶ ἡ λύπη κακόν· οὗτος γὰρ ὁ λόγος παντελῶς ἄδοξός ἐστιν· οὐδενὶ γὰρ ἡ ἡδονὴ κακὸν δοκεῖ· οὐδεὶς γὰρ ἂν φαίη τὴν ἡδονὴν αὐτήν, ὅπερ ἐστὶ κακὸν εἶναι. οὐδὲν δὲ κωλύει ἡδονὴν εἶναι τὸ ἀγαθὸν καὶ τὸ ἄριστον, ὅτι ἔνιαι τῶν ἡδονῶν φαῦλαι· καὶ γὰρ πολλῶν φαύλων οὐσῶν ἐπιστημῶν οὐδὲν κωλύει τὸ ἄριστον εἶναι τὴν ἐπιστήμην. ἴσως δὲ οὐ μόνον δυνατὸν ἀλλὰ καὶ ἀναγκαῖον τὴν ἡδονὴν τὸ ἄριστον εἶναι καὶ τὸ αἱρετώτατον. εἰ γὰρ πάσης ἕξεώς ἐστιν ἐνέργεια, ἡ δὲ εὐδαιμονία καὶ τὸ ἄριστον ἐνέργειά ἐστιν ἕξεως ἀγαθῆς, ἢ μιᾶς τῆς ἀρίστης ἢ πασῶν, ἀνεμπόδιστος· ἡ δὲ ἡδονὴ ἐνέργειά ἐστι τῆς κατὰ φύσιν ἕξεως ἀνεμπόδιστος· ἀνάγκη δὴ τὴν εὐδαιμονίαν καὶ τὸ ἄριστον ἡδονὴν εἶναι. καὶ οὐδὲν προσίσταται τὸ τινὰς τῶν ἡδονῶν φαύλας εἶναι. ὅτι δὲ τὴν εὐδαιμονίαν ἀνάγκη ἐνέργειάν τινα εἶναι ἀνεμπόδιστον, φανερόν· δεῖ γὰρ τελείαν εἶναι· οὐδεμία δὲ ἐνέργεια ἐμποδιζομένη τελεία δύναται εἶναι· διὰ τοῦτο, καθὼς ἐν τοῖς ἔμπροσθεν εἴρηται, δεῖται ὁ εὐδαίμων τῶν ἔξωθεν ἀγαθῶν, ἵνα μὴ ἐμποδίζηται ἡ ἐνέργεια αὐτοῦ. οἱ δὲ τὸν ἀνωμάλως βιοῦντα καὶ δυστυχίαις μεγάλαις περιπίπτοντα εὐδαίμονα φάσκοντες εἶναι, ἐὰν ᾖ ἀγαθός, ἢ ἑκόντες ἢ ἄκοντες οὐδὲν λέγουσι· προσδεῖται γὰρ ὁ εὐδαίμων καὶ τῶν σωματικῶν ἀγαθῶν, ὑγιείας δηλονότι καὶ μακροβιότητος καὶ τῶν περὶ τὸ σῶμα τῶν ἀναγκαίων καὶ τῆς ἀπὸ τῆς τύχης ῥοπῆς. διὰ τοῦτό τινες ᾠήθησαν τὸν εὐτυχῆ ταὐτὸν εἶναι τῷ εὐδαίμονι, ὅτι ἄνευ εὐτυχίας οὐκ ἔνι καθαρῶς εὐδαιμονεῖν· οὐκ ἔστι δὲ ταὐτόν. δεῖ γὰρ σπουδαῖον εἶναι τὸν εὐδαίμονα· οὐ πάντες δὲ εὐτυχεῖς σπουδαῖοι, καὶ βλάπτει δὲ ἐνίοτε εἰς τὴν ἀρετὴν ἡ εὐτυχία, καὶ συγχεῖ τὸν σπουδαῖον, ἂν ὑπερβάλλουσα ᾖ, ἥτις οὐδὲ εὐτυχία δικαίως ἂν καλοῖτο· τὸ γὰρ εἶναι τῆς εὐτυχίας ἐστὶν ἐν τῷ συμβάλλεσθαι πρὸς εὐδαιμονίαν. ἀκολούθως δὲ καὶ ὁ ὅρος ἀπὸ τούτου λαμβάνεται καὶ διὰ τοῦτο καὶ τὸ ὄνομα. διὸ οὐκ ἂν εὐτυχία δικαίως καλοῖτο, μὴ πρὸς τὴν εὐδαιμονίαν συμβαλλομένη. φανερὸν δὴ ὅτι τὸ ἀνεμπόδιστον ἀνάγκη προσκεῖσθαι τῇ ἐνεργείᾳ τοῦ εὐδαίμονος· τοῦτο δέ ἐστιν ἡ ἡδονή, ἐνέργεια ἀνεμπόδιστος. τὶς ἄρα ἡδονή ἐστιν ἡ εὐδαιμονία· ἔτι δὲ δῆλον καὶ ἀπὸ τοῦ θηρία καὶ ἀνθρώπους καὶ πάντα τὰ αἰσθητικὰ διώκειν τὴν ἡδονήν, ὅτι τὸ ἄριστον ἡδονή ἐστι· πάντα μὲν γὰρ βοῶσιν ἀγαθὸν εἶναι τὴν ἡδονὴν καὶ ἄριστον, διʼ ὧν εἰς αὐτὴν ἐπείγονται.

  
φήμη δʼ οὔτε γε πάμπαν ἀπόλλυται, ἥντινα πολλοί  
  
λαοὶ φημίζουσιν.  
οὐ πάντα δὲ διώκουσι τὴν ἀρίστην ἡδονήν, ἐπεὶ οὐδὲ πάντα τὴν αὐτὴν ἕξιν ἔχει ἢ τὴν αὐτὴν φύσιν· πάντα δὲ ἡδονὴν διώκουσιν, εἰ καὶ τὰ μὲν ἀγαθήν, τὰ δὲ φαύλην. ἴσως δὲ οὐδὲ διώκει οὐδὲν φαύλην ἡδονὴν οὐδὲ ζητεῖ οὐδὲ ἐφίεται φαύλου τινός· οὐ γὰρ ἣν οἴεται ζητεῖν, καὶ ἣν ἂν εἴποι διώκειν, ταύτην διώκει, ἀλλὰ τὴν ἀρίστην διώκει πάντα. πάντα γὰρ τοῦ ἀγαθοῦ ἐφίεται φύσει, ὅτι φύσει τι θεῖον ἔγκειται πᾶσι, καὶ πρὸς τὴν ἀγαθὴν ἡδονὴν καὶ κυρίως ἅπαντα φέρεται, εἰ καὶ ἡδοναὶ κυρίως δοκοῦσιν εἶναι αἱ σωματικαὶ ἡδοναὶ διὰ τὸ πλειστάκις παραβάλλειν εἰς αὐτὰς καὶ πάντας μετέχειν αὐτῶν. διὰ τὸ μόνας οὖν ταύτας γνωρίμους εἶναι, ταύτας μόνας οἴονται εἶναι ἡδονάς· ἐπεὶ δὲ αὗται αἱ ἡδοναὶ οὐκ ἀγαθαί εἰσι κυρίως, ἔλεγον μηδεμίαν ἡδονὴν ἀγαθὸν εἶναι. φανερὸν δὲ ὅτι ἀνάγκη τὴν ἡδονὴν ἀγαθὸν εἶναι. εἰ γὰρ μὴ ἔστιν ἡ ἡδονὴ ἀγαθὸν καὶ ἡ κατʼ αὐτὴν ἐνέργεια, οὐ δυνατὸν ἡδέως ζῆν τὸν εὐδαίμονα· ἀλλὰ μὴν ἀνάγκη μεθʼ ἡδονῆς τὸν εὐδαίμονα ζῆν· οὐκ ἄρα δυνατὸν τὴν ἡδονὴν μὴ ἀγαθὸν εἶναι. ὅτι δὲ εἰ μεθʼ ἡδονῆς ὁ εὐδαίμων ζήσεται, ἀγαθὸν ἔσται ἡ ἡδονή, δῆλον ἀπὸ τοῦ τῇ εὐδαιμονίᾳ μηδὲν παραμεμῖχθαι κακόν, ἢ μὴ κυρίως ἀγαθόν· τίνος γὰρ ἕνεκα διώκει ταύτην ὁ εὐδαίμων, εἴπερ μή ἐστιν ἀγαθόν; εἰ δὲ μήτε ἀγαθὸν μήτε κακὸν ἡ ἡδονή, οὐδὲ ἡ λύπη εἴη ἂν οὔτε ἀγαθὸν οὔτε κακόν· οὐκ ἄρα φευκτὸν ἡ λύπη. διὰ τί οὖν φεύγει αὐτὴν ὁ εὐδαίμων, εἴπερ μὴ ἔστι φευκτόν; οὐ γὰρ φευκτόν, εἰ μὴ κακόν· οὐ δύναται δὲ μὴ φεύγειν τὴν λύπην ὁ εὐδαίμων· ἀνάγκη γὰρ ἥδιστον εἶναι τὸν εὐδαίμονα βίον· τοῦτο δὲ οὐ δυνατόν, εἰ μὴ ἡδεῖαι εἶεν αἱ ἐνέργειαι τοῦ εὐδαίμονος· πῶς γὰρ ἂν ἥδιστος γένοιτο; εἰ δὲ μήτε κακὸν ἡ ἡδονὴ μήτε οὐκ ἀγαθόν, εἴη ἂν ἀγαθόν.

Ἀπορία διὰ τί πᾶσα λύπη φευκτόν, ἐπεὶ οὐ πᾶσα ἡδονὴ ἀγαθόν, καὶ λύσις. κεφ. καʹ.

Ἀπορήσειε δʼ ἄν τις, εἰ τινὲς ἡδοναὶ ἀγαθαί εἰσι καὶ αἱρεταί, τινὲς δὲ φαῦλαι, ὥσπερ αἱ σωματικαὶ καὶ περὶ ἃς ὁ ἀκόλαστος, διὰ τί πᾶσα λύπη μοχθηρά ἐστι καὶ φευκτή· δεῖ γὰρ τὴν μὲν ἐναντίαν ταῖς ἀγαθαῖς ἡδοναῖς λύπην πονηρὰν εἶναι, τὴν δὲ ταῖς φαύλαις ἐναντίαν ἀγαθήν· κακῷ γὰρ ἐναντίον ἀγαθόν· εἰ δὲ καὶ αὕτη ἡ λύπη πονηρά, δόξειεν ἂν τὰς σωματικὰς ἡδονὰς ἀγαθὸν εἶναι. πρὸς δὴ ταῦτα λέγομεν, ὅτι αἱ σωματικαὶ ἡδοναὶ ἀγαθαί εἰσιν οὕτως, ὥστε μὴ εἶναι κακαί· τὸ γὰρ μὴ κακὸν ἀγαθόν ἐστι. τοῦτο δὲ μέχρι τινός. ἀγαθαὶ γάρ εἰσι τόνδε τὸν τρόπον αἱ μὴ ὑπερβάλλουσαι· διὰ τοῦτο αἱ λῦπαι αἱ ἐναντίαι ταύταις οὔκ εἰσιν ἀγαθαί· ἐπεὶ γὰρ ἕξεις αἱ μὲν ὑπερβάλλουσι τὸ βέλτιστον καὶ τὸ δέον, αἱ δὲ οὐχ ὑπερβάλλουσιν, ὑπερβάλλουσι μὲν αἱ ἀναγκαῖαι ἕξεις, οἷον ἡ θρεπτικὴ καὶ αἱ ἄλλαι ἀναγκαῖαι καὶ ὅλως αἱ σωματικαί· ἔστι γὰρ πλέον τοῦ δέοντος αὐταῖς χρήσασθαι· οὐχ ὑπερβάλλουσι δέ, ὅσαι ἐπιτεινόμεναι οὐχ ὑπερβαίνουσι τὸ δέον, ἀλλʼ ἀεὶ ἀγαθαί εἰσιν, ὥσπερ αἱ θεωρητικαὶ ἕξεις. ἐπεὶ δὲ αἱ ἡδοναὶ ταῖς ἕξεσιν ἀκολουθοῦσιν, ἀνάγκη καὶ τῶν ἡδονῶν τὰς μὲν ὑπερβάλλειν τὸ δέον, τὰς δὲ μὴ ὑπερβάλλειν. ὅσαι τοίνυν ὑπερβάλλουσι τὸ δέον φαῦλαί εἰσι, καὶ κατὰ ταύτας ὁ ἀκόλαστός ἐστι καὶ ὁ ἀκρατής· κατὰ τὰς δὲ ἐναντίας λύπας ὁ ἀκόλαστος οὐ περὶ τὰς ὑπερβολικάς ἐστιν, ἀλλὰ τὰς μὲν ὑπερβαλλούσας ἡδονὰς διώκει, τὰς δὲ μικρὰς λύπας φεύγει· ὥστε φανερὸν ὅτι ταῖς ὑπερβαλλούσαις ἡδοναῖς αἱ ἐν τῷ ἀκολάστῳ ἀντικείμεναι λῦπαι οὐχ ὑπερβολικαί εἰσιν ἀλλὰ μέτριαι, καὶ ἃς οὐδεὶς ἂν φύγοι τῶν σπουδαίων, ὅτι οὐδὲ λῦπαί εἰσιν· ἀλλὰ τῷ διώκοντι τὴν ὑπερβολὴν τῶν ἡδονῶν ἀλγεινὸν δοκεῖ τὸ μετρίως καὶ κατὰ λόγον αὐταῖς χρήσασθαι. λύεται δὲ δὴ ἡ ἀπορία οὕτως· ταῖς μὲν συμμέτροις ἡδοναῖς αἱ ἀντικείμεναι λῦπαι οὐκ ἀγαθαί εἰσιν· αἱ γὰρ σύμμετροι σωματικαὶ ἡδοναὶ ἀγαθαί, καθόσον οὐ κακαί· αἱ δὲ ταῖς ὑπερβαλλούσαις ἀντικείμεναι μέτριαι καὶ οὐδὲ λῦπαι, καὶ διὰ τοῦτο οὐ φευκταί. ὥστε πᾶν ἀγαθὸν φευκτῷ ἐστιν ἐναντίον, καὶ αἱ φαῦλαι ἡδοναὶ ταῖς ἀγαθαῖς λύπαις εἰσὶν ἐναντίαι καὶ αἱ ἀγαθαὶ ταῖς φευκταῖς.

`161`

Διὰ τί αἱ σωματικαὶ ἡδοναὶ τῶν θεωρητικῶν αἱρετώτεραι δοκοῦσιν. κεφ. κβʹ.

`162`

Ἐπεὶ δὲ οὐ μόνον δεῖ εἰπεῖν τὸ ἀληθὲς ἀλλὰ καὶ διὰ τί δοκεῖ τὸ ἐναντίον ψεῦδος ἀληθές· τοῦτο γὰρ συμβάλλεται πρὸς τὸ πιστεῦσαι τὴν ἀλήθειαν· ὅταν γὰρ φανῇ ἡ αἰτία, διʼ ἣν εἰκότως τὸ ψεῦδος ἀλήθεια δοκεῖ καὶ ἡ αὐτῆς ἀπάτη ἐλεγχθῇ, πιστεύειν ποιεῖ τῷ ἀληθεῖ μᾶλλον· ὥστε λεκτέον διὰ τί φαίνονται αἱ σωματικαὶ ἡδοναὶ αἱρετώτεραι τῶν κυρίως ἀγαθῶν ἡδονῶν. πρῶτον μὲν ὅτι ἰατρεῖαί εἰσι ταῖς λύπαις ταῖς σωματικαῖς, καὶ ταύτας ῥᾳδίως ἐκκρούουσι καὶ μεγάλας οὔσας αἱ ὑπερβάλλουσαι ἡδοναί, καὶ διὰ τοῦτο διώκονται παρὰ τὸν καιρὸν τῆς λύπης τῆς σωματικῆς, ὅτι δοκοῦσιν ἰατρεῖαι εἶναι σφοδραὶ καὶ ῥᾳδίως ἀπαλλάττουσι τῆς ἐπὶ τῇ ἐνδείᾳ τῶν ἡδέων λύπης, ἔπειτα διότι διώκονται παρὰ τῶν μὴ δυναμένων ἄλλαις ἡδοναῖς χαίρειν. πολλοὶ δὲ οἱ τοιοῦτοι· καὶ διὰ τοῦτο τὸ ὑπʼ αὐτῶν ζητούμενον ἀγαθόν τι δοκεῖ καὶ αἱρετόν· οἵτινες οὐ τὰς ἐκ φύσεως ἐπιθυμίας ἐμπιπλάναι μόνον σπουδάζουσιν, ἀλλὰ καὶ ἐπισκευαστάς τινας ἐπιθυμίας ἐπινοοῦσι καὶ δίψας τινὰς παρασκευάζουσιν ἑαυτοῖς, ἵνα δύνωνται διὰ παντὸς ἥδεσθαι. τοῦτο δέ, εἰ μὲν οὐχ ὑπερβαίνει τὸν λόγον καὶ τὸ μέτριον, οὔτε βλαβερόν ἐστιν — αἱ γὰρ σύμμετροι ἡδοναὶ οὐ λυμαίνονται τῷ σώματι — καὶ ἀνεπιτίμητόν ἐστιν· εἰ δὲ ὑπερβάλλουσι καὶ βλαβεραί εἰσιν αἱ διωκόμεναι ἡδοναί, φαῦλον. ἀνεπιτίμητον δέ ἐστι τὸ χρῆσθαι συμμέτροις ἡδοναῖς, ὅτι ἀνάγκη χρῆσθαι τὸν ἄνθρωπον τοῖς ἡδέσι διὰ τὴν φύσιν ἀεὶ οὖσαν ἐν πόνῳ καὶ δεομένην τινὸς ἡδονῆς ὥσπερ ἀναπαύσεως. ἀεὶ γὰρ πονεῖ τὸ ζῷον, ὥσπερ καὶ οἱ φυσικοὶ λόγοι μαρτυροῦσι· λέγουσι γὰρ τὸ ὁρᾶν καὶ τὸ ἀκούειν λυπηρὸν εἶναι, διὰ δὲ τὸ ἔθος οὐ τοιοῦτον δοκεῖν· διὰ τοῦτο χρεία τῷ ἀνθρώπῳ ἡδονῆς· ᾧ δὲ οὔκ εἰσιν αἱ θεωρητικαὶ ἡδοναί, πᾶσα ἀνάγκη ταῖς σωματικαῖς χρῆσθαι· οἱ οὖν συμμέτρως χρώμενοι καὶ ὥσπερ οὐκ ἔνι διαφθεῖραι τὸ σῶμα οὐκ ἐπιτιμῶνται. ὁμοίως δὲ διώκονται αἱ ἡδοναὶ ὑπὸ τῶν νέων καθάπερ ὑπὸ τῶν ἀκολάστων ὅσαι εἰσὶ περὶ τὸ θρεπτικόν, τῆς φύσεως κινούσης, ἵνα αὐξηθῶσι, καὶ διάκεινται ὥσπερ οἱ οἰνωμένοι· ἐσθίοντες γὰρ ἀεὶ καὶ πίνοντες καὶ ὑπνώττοντες ἀκμαιοτάτην ἔχουσι τὴν περὶ ταῦτα ἐπιθυμίαν, ὥσπερ ἐκεῖνοι τὴν δίψαν. διὰ τοῦτο ἡ νεότης ἡδύ ἐστιν, ὅτι μετʼ ἐπιθυμίας ἀεὶ τῶν ἀναγκαίων ἅπτεται. τὸν ἴσον δὴ τρόπον καὶ οἱ μελαγχολικοὶ τὴν φύσιν ἀεὶ ἐν ὀρέξει εἰσὶ σφοδρᾷ καὶ δέονται ἀεὶ θεραπείας· δάκνεται γὰρ αὐτοῖς ἀεὶ τὸ σῶμα διὰ τὴν κρᾶσιν. οἱ μὲν οὖν ζητοῦντες τὰς ἡδονὰς οὗτοί εἰσι, καὶ διὰ ταύτας τὰς αἰτίας ζητοῦσι· καθόλου δὲ πᾶσα ἡδονὴ σωματικὴ ζητεῖται ἵνα ἐκβάλλῃ λύπην σωματικήν· ἐκκρούει γὰρ ἡ ἡδονὴ λύπην, οὐ μόνον ἡ ἀντικειμένη αὐτῇ, οἷον ἡ ἐπὶ τῷ θρεπτικῷ ἡδονὴ τὴν ἐπὶ τῷ θρεπτικῷ λύπην, ἀλλὰ καὶ ἑτέρα τις, ἐὰν ᾖ ἰσχυρά. διὰ ταύτην τὴν αἰτίαν αἱ σωματικαὶ ἡδοναὶ διώκονται καὶ ἐντεῦθεν ἀκόλαστοι καὶ φαῦλοι γίνονται. αἱ δὲ ἡδοναὶ αἱ θεωρητικαί, ὧν οὐ προηγεῖται λύπη — οὐ γάρ, ὥσπερ ἐπὶ τῶν σωματικῶν, πρὶν ἡσθῆναι, λυπούμεθα —, αἱ δὴ τοιαῦται οὐχ ὑπερβάλλουσι τὸ δέον, οὐδʼ ἔστι θεωρῆσαι πλέον ἢ προσῆκεν· ἀλλὰ ἀεὶ ἐπαινεταί εἰσιν, ὅτι τὰ κατʼ αὐτὰς ἡδέα φύσει εἰσὶν ἡδέα καὶ οὐ κατὰ συμβεβηκός. λέγω δὲ κατὰ συμβεβηκὸς ἡδέα τὰ ἰατρεύοντα τὰς σωματικὰς ἐνδείας καὶ λύπας, ὥσπερ τὰ σιτία· ἰατρεύει γὰρ τὴν φύσιν τοῦ πεινῶντος νοσοῦσαν τοῦτο τὸ μέρος, καὶ εἰσάγει τὸ ἐλλεῖπον, ἐπειδὰν κατὰ τὸ ἕτερον μέρος οὐκ ἐνδεὴς ᾖ οὐδὲ νόσῃ, λέγω δὴ τὸ θρεπτικόν, ἀλλʼ ἔχῃ τε αὐτὸ καὶ ὑγιαίνῃ κατʼ αὐτὸ καὶ ἐνεργῇ, τουτέστιν ὀρέγηται. κατὰ συμβεβηκὸς γὰρ τὰ τοιαῦτα ἡδέα ἐστίν, ὅτι διὰ τὴν ἰατρείαν συμβαίνει αὐτοῖς ἡδέσιν εἶναι· φύσει δὲ ἡδέα οὐ τὰ ἀναπληροῦντα τὴν ἔνδειαν τῆς φύσεως ἀλλὰ τὰ ποιοῦντα πρᾶξιν αὐτῆς, οἷά ἐστι τὰ θεωρητά· τελειοῦσι γὰρ τῆς ψυχῆς τὴν ἐνέργειαν. ὅτι δὲ οὔκ ἐσμεν ἁπλοῖ οὐδὲ μόνῃ ζῶμεν τῇ ψυχῇ, διὰ τοῦτο οὐκ ἀεὶ ταὐτὰ ἡδέα ἡμῖν ἐστιν, ἐπεὶ οὐδὲ τὰ κατὰ συμβεβηκὸς ἡδέα ἀεὶ ζητοῦμεν, ἀλλὰ νῦν μὲν ταῦτα, νῦν δὲ ἐκεῖνα. ὅταν μὲν γὰρ πρὸς τὸ σῶμα ῥέπωμεν, τοῖς σωματικοῖς χαίρομεν, ἐπειδὰν δὲ ὑπὲρ τοῦτο ἴδωμεν, τὰ φύσει ἡδέα ζητοῦμεν· αἱ γὰρ τῆς ψυχῆς ἡδοναὶ ταῖς σωματικαῖς μάχονται, καὶ οἷς ἡ ψυχὴ πράττουσα χαίρει, ταῦτα τῷ σώματι παρὰ φύσιν· ὁπόταν δὲ διὰ τῆς περὶ τὴν ἀρετὴν μελέτης τῇ ψυχῇ τὸ σῶμα ἀκολουθήσῃ, τηνικαῦτα οἷς ἐνεργοῦσα ἥδεται ἡ ψυχή, οὐχ ἥδεται μὲν τὸ σῶμα, καθόσον οὔκ εἰσιν αἰσθητά, οὐκ ἀλγεῖ δέ. διὰ τοῦτο καὶ οἷς ἐστιν ἡ φύσις καθάπαξ ἁπλῆ, ἡ αὐτὴ πρᾶξις ἀεὶ ἡδίστη ἐστίν· ὁ γὰρ θεὸς ἀεὶ μίαν καὶ ἁπλῆν χαίρει ἡδονήν· καίτοι ἀκίνητός ἐστι καὶ δοκεῖ διὰ τοῦτο μὴ ἔχειν ἡδονήν. ἡ γὰρ ἡδονὴ ἐνέργειά ἐστιν, ἡ δὲ ἐνέργεια κινήσεως δοκεῖ μόνον εἶναι, ἀλλʼ οὐκ ἔστιν· ἔστι γὰρ καὶ ἀκινησίας ἐνέργεια, καὶ ἡ ἡδονὴ μᾶλλον ἐν ἠρεμίᾳ ἐστὶν ἢ ἐν κινήσει. ἡ δὲ μεταβολὴ πάντων γλυκύτατον, κατὰ τὸν ποιητήν, οὐ τῇ ἀρίστῃ καὶ ἀγαθῇ φύσει ἀλλὰ τῇ συνθέτῳ διὰ τὴν ἀσθένειαν αὐτῆς καὶ τὴν πονηρίαν· ὥσπερ γὰρ ὁ πονηρὸς ἄνθρωπος εὐμετάβολος, οὕτω καὶ ἡ πονηρὰ φύσις ἀεὶ δεῖται μεταβολῆς· οὐ γὰρ ἁπλῆ οὐδὲ ἐπιεικής. περὶ μὲν οὖν ἐγκρατείας καὶ ἀκρασίας καὶ περὶ ἡδονῆς καὶ λύπης καὶ τί ἐστιν ἕκαστον αὐτῶν καὶ πῶς τὰ μὲν ἀγαθὰ τὰ δὲ κακά, εἴρηται· λοιπὸν δὲ περὶ φιλίας ἐροῦμεν.

## License and provenance

Eulogikon publishes public-domain Greek texts in cleaned, structured, readable form and makes no copyright claim over that preparation (Public Domain Mark 1.0, https://creativecommons.org/publicdomain/mark/1.0/). Cite as `eul_wid: uim-aj`.
