---
title: "Commentaries on Aristotle in Greek: Book 5"
title_greek: "Σχόλια εἰς τὰ Ἠθικὰ Νικομάχεια, Εʹ"
author: Commentary on the Nicomachean Ethics
eul_wid: uim-ah
eul_aid: uim
canonical: "https://eulogikon.org/works/anon-comm-aristotle-in-greek-book-5-uim-ah"
lang: grc
period: Byzantine
dialect: Koine
content_hash: "sha256:f64aa91896005c63d3080fdf1bb161ece21dc7d0248ce016b7ea66bd53c4a24c"
content_modified_at: "2026-11-15"
license: "https://creativecommons.org/publicdomain/mark/1.0/"
---

# Commentaries on Aristotle in Greek: Book 5

*Σχόλια εἰς τὰ Ἠθικὰ Νικομάχεια, Εʹ*

**Author:** Commentary on the Nicomachean Ethics

**eul_wid:** `uim-ah` · [HTML page](https://eulogikon.org/works/anon-comm-aristotle-in-greek-book-5-uim-ah)

## Text

Part of [Commentaries on Aristotle in Greek](/works/anon-comm-aristotle-in-greek-uim-ac)

`85`

ΤΟΥ ΑΥΤΟΥ ΠΑΡΑΦΡΑΣΙΣ ΕΙΣ ΤΟ Ε.

Περὶ δικαιοσύνης. κεφ. αʹ.

`86–88`

Σκεπτέον δὲ ἤδη περὶ δικαιοσύνης καὶ ἀδικίας, περὶ ποίας πράξεις εὑρίσκονται καὶ ποία μεσότης ἐστὶν ἡ δικαιοσύνη καὶ τὸ δίκαιον τίνων μέσον καὶ τίνα τὰ παρʼ ἑκάτερα τοῦ δικαίου. σκεψώμεθα δὲ κατὰ τὴν αὐτὴν μέθοδον, μεθʼ ἧς καὶ περὶ τῶν ἄλλων ἀρετῶν ἐσκεψάμεθα. ὁρῶμεν δὴ πάντας δικαιοσύνην ὀνομάζοντας ἕξιν τινά, ἣν ἔχοντες πρακτικοὶ τῶν δικαίων ἐσμὲν καὶ δικαιοπραγοῦμεν καὶ βουλόμεθα τὰ δίκαια. τὸν δὲ αὐτὸν τρόπον καὶ περὶ τῆς ἀδικίας· ἀδικίαν γὰρ ὀνομάζουσι, καθʼ ἣν ἀδικοῦμεν καὶ τὰ ἄδικα βουλόμεθα. ταύτας δὴ τὰς κοινὰς περὶ δικαιοσύνης καὶ ἀδικίας δόξας ὑποθώμεθα· καὶ ἔστω δικαιοσύνη καὶ ἀδικία ὡς ἐν τύπῳ ἕξις ἀφʼ ἧς βουλόμεθα τὰ δίκαια καὶ ἕξις ἀφʼ ἧς οὐ βουλόμεθα. δεῖ γὰρ προσκεῖσθαι ἀεὶ ταῖς ἀρεταῖς ταῖς ἠθικαῖς τὸ βούλεσθαι, καὶ ἀδύνατον ἄλλως αὐτὰς ὁρισθῆναι· διὰ τὸ βούλεσθαι γὰρ σωφρονεῖν καὶ δικαιοπραγεῖν ὁ δίκαιος καὶ ὁ σώφρων γίνεται. ἐπὶ μὲν γὰρ τῶν ἐπιστημῶν καὶ δυνάμεων τὸ δύνασθαι μὲν ἀναγκαῖον, τὸ βούλεσθαι δὲ οὐκ ἀναγκαῖον· εἰ γάρ τις δύναιτο ὑγιάζειν, ἰατρός ἐστι, κἂν μὴ βούληται ὑγιάζειν· τὴν γὰρ ἕξιν τῆς ἰατρικῆς οὐδὲν κωλύει τὸ μὴ βούλεσθαι· ὁμοίως δὲ καὶ ἐπὶ τῶν ἄλλων. ἐπὶ δὲ τῶν ἠθικῶν ἀρετῶν ἀνάπαλιν ἔχει. τὸ μὲν γὰρ δύνασθαι δίκαια πράττειν δυνατόν ἐστι καὶ τῷ ἀδίκῳ πολλάκις, τὸ δὲ βούλεσθαι μόνον ἐστὶ τοῦ δικαίου. ὅθεν δίκαιός ἐστι καὶ ὁ μὴ δυνάμενος μὲν πράττειν τὰ δίκαια, βουλόμενος δὲ καὶ ἕξιν ἔχων δικαιοσύνης· τὸν αὐτὸν δὲ τρόπον καὶ ὁ ἄδικος ἔχει. ἔτι δὲ πᾶσα δύναμις καὶ ἐπιστήμη τῶν ἐναντίων ἐστί· μιᾷ γὰρ ἐπιστήμῃ δυνατὸν τὰ ἐναντία εἰδέναι· μία γὰρ γνῶσίς ἐστι τοῦ ὑγιεινοῦ καὶ νοσώδους, ἡ ἰατρική, καὶ μιᾷ δυνάμει τὰ ἐναντία γίνονται, μία δὲ ἕξις οὐκ ἔστι τῶν ἐναντίων πρακτική· οὐ γὰρ ἀπὸ τῆς δικαιοσύνης τὰ ἄδικα πράττομεν καὶ δίκαια, ὥσπερ οὐδὲ αἱ νοσώδεις κινήσεις ταῖς ὑγιειναῖς αἱ αὐταί· γινώσκονται μέντοι αἱ ἐναντίαι ἕξεις ἀπὸ τῶν ἐναντίων. εἰ γάρ τις γινώσκει τὴν εὐεξίαν εἶναι πυκνότητα σαρκός, εἴσεται τὴν καχεξίαν εἶναι μανότητα σαρκός. γινώσκονται δὲ αἱ ἕξεις καὶ ἀπὸ τῶν ἑκτῶν· ἕξις μὲν γάρ, φέρε εἰπεῖν, ἡ ὑγίεια· ἑκτὸν δὲ τὸ ὑγιεινόν, ὃ πρὸς ὑγίειαν φέρει· εἰ γὰρ γινώσκομεν ὑγιεινὸν εἶναι τὸ ποιητικὸν πυκνότητος ἐν σαρκί, γινώσκομεν εὐεξίαν εἶναι τὴν ἐν σαρκὶ πυκνότητα. ἀκολουθεῖ δὲ κἀκεῖνο ταῖς ἕξεσιν ὡς ἐπὶ τὸ πλεῖστον· καὶ γὰρ ἐὰν πλεοναχῶς λέγηται ἡ ἑτέρα τῶν ἐναντίων ἕξεων, καὶ ἡ ἑτέρα πλεοναχῶς λέγεται, οἷον εἰ ἡ σωφροσύνη πολυσήμαντόν ἐστιν, καὶ ἡ ἀκολασία πολυσήμαντον ἔσται· καὶ εἰ ἡ δικαιοσύνη ὁμώνυμός ἐστι καὶ ἐπὶ πλειόνων λέγεται, καὶ ἡ ἀδικία τοῦτον ἕξει τὸν τρόπον. ὡς ἐπὶ τὸ πλεῖστον δὲ εἴρηται, ὅτι καὶ ἔστιν ἐν αἷς τῶν ἕξεων τὸ τοιοῦτον οὐ συμβαίνει, οἷον τὸ φιλεῖν τῷ μισεῖν ἐναντίον ἐστίν, ἀλλὰ τὸ μὲν φιλεῖν οὐχ ἁπλοῦν ἐστι· σημαίνει γὰρ τό τε ἀγαπᾶν καὶ τὸ τοῖς χείλεσιν ἀσπάζεσθαι· τὸ δὲ μισεῖν ἓν μόνον σημαίνει, τὴν ἔχθραν. τοιοῦτο δὲ ἐλάχιστα συμβαίνει· μάλιστα δὲ καὶ ὡς ἐπὶ τὸ πολὺ τὸ πλεοναχῶς λέγεσθαι τὴν ἕξιν, τῆς ἐναντίας πλεοναχῶς λεγομένης. ἐπεὶ τοίνυν καὶ ἡ δικαιοσύνη τῶν πλεοναχῶς λεγομένων ἐστί, καὶ ἡ ἀδικία τῶν πλεοναχῶς λεγομένων ἂν εἴη. δοκεῖ δὲ ἕν τι σημαίνειν τὴν δικαιοσύνην καὶ τὴν ἀδικίαν διὰ τὸ τὰ σημαινόμενα μὴ σφόδρα διαφέρειν ἀλλήλων· τότε γὰρ ἡ ὁμωνυμία καὶ τὸ πολυσήμαντον γίνεται δῆλα, ὅτε τὰ σημαινόμενα πράγματα πολλὴν ἔχουσι πρὸς ἄλληλα τὴν διαφοράν, οἷον κλεὶς λέγεται ἥ τε ὑπὸ τὸν αὐχένα τοῦ ζῴου καὶ ᾗ τὰς θύρας κλείομεν· ἐνταῦθα γὰρ διὰ τὸ πολλὴν εἶναι τῶν πραγμάτων τὴν διαφοράν, φανερά ἐστιν ἡ ὁμωνυμία καὶ τὸ πολυσήμαντον. ἐπεὶ τοίνυν πολλαχῶς ἡ δικαιοσύνη λέγεται καὶ ἡ ἀδικία, εἰλήφθω ποσαχῶς λέγεται ὁ ἄδικος· ἐντεῦθεν γὰρ ληψόμεθα καὶ τὰ σημαινόμενα τῆς δικαιοσύνης. λέγεται τοίνυν ἄδικος ὅ τε παράνομος καὶ ὁ πλεονέκτης καὶ ὁ ἄνισος, ὥστε καὶ δίκαιος ἂν εἴη ὅ τε νόμιμος καὶ ὁ ἴσος· καὶ δίκαιον μὲν τὸ νόμιμον καὶ τὸ ἴσον, ἄδικον δὲ τὸ παράνομον καὶ τὸ ἄνισον. ἐπεὶ δὲ καὶ πλεονέκτης ἐστὶν ὁ ἄδικος, ἡ δὲ πλεονεξία περὶ τί ἐστιν ἀγαθόν, εἴη ἂν καὶ αὐτὸς περί τι πλεονεκτῶν ἀγαθόν. ἀγαθὸν δὲ ζητεῖ οὐ τὸ αὑτῷ ἀγαθὸν καὶ ὅπερ ἂν αὐτὸν ἀμείνω ποιήσειεν· οὐ γὰρ ζητεῖ τῶν ἄλλων σωφρονέστερος εἶναι οὐδὲ τῶν ἰατρῶν ἰατρικώτερος οὐδὲ τῶν ἐλευθερίων ἐλευθεριώτερος οὐδὲ ἄλλο οὐδὲν τῶν ἀγαθῶν, ὅσα αὐτά τε ἁπλῶς καὶ καθʼ ἑαυτά εἰσιν ἀγαθὰ καὶ αὐτὸν ἀγαθὸν ποιεῖ· ἀλλὰ περὶ ἐκεῖνα τῶν ἀγαθῶν ζητεῖ τοὺς ἄλλους ὑπερνικᾶν, ὅσα ἁπλῶς καὶ καθʼ αὑτά εἰσιν ἀγαθά, αὐτὸν δὲ οὐ ποιεῖ ἑαυτοῦ βελτίονα ἀλλὰ καὶ χείρω πολλάκις, οἷον χρήματα καὶ δυναστείαν καὶ σώματος εὐεξίαν· ταῦτα γὰρ ὕλη κακίας τῷ φαύλῳ γίνεται χείρονος· καὶ τὰ ἄλλα, ὅσα περὶ εὐτυχίαν ἢ ἀτυχίαν ἐστίν, ἅπερ οἱ πλεῖστοι τῶν ἀνθρώπων ἑαυτοῖς εὔχονται καὶ διώκουσι. δεῖ δὲ οὐχ οὕτω ποιεῖν, ἀλλʼ εὔχεσθαι μὲν ταῦτα τὰ ἁπλῶς ἀγαθὰ καὶ αὐτοὺς ἀγαθῦναι καὶ ὠφελῆσαι καὶ μὴ χείρους ποιῆσαι, αἱρέσεως δὲ προκειμένης, προκρίνειν οὐ τὰ ἁπλῶς ἀγαθὰ ἀλλὰ τὰ αὐτοῖς ἀγαθὰ καὶ ὅσα αὐτοὺς δυνήσεται βελτίους ποιεῖν. ὁ δὲ ἄδικος εὔχεται μὲν αὐτῷ τὰ περὶ εὐτυχίαν ἀγαθὰ καὶ ἐν τούτοις ἀεὶ ζητεῖ τὸ πλέον ἔχειν, αἱρεῖται δὲ καὶ τὰ ἐλάττονα τῶν περὶ δυστυχίαν κακῶν· νομίζει γὰρ τὸ ἔλαττον κακὸν ἀγαθὸν εἶναι. καὶ διότι ὁ πλεονέκτης ἀεὶ καὶ ἡ πλεονεξία περὶ τὸ ἀγαθόν ἐστι, διὰ τοῦτο δοκεῖ πλεονέκτης εἶναι. ἔστι δὲ ὁ ἄδικος ἄνισος· τοῦτο γὰρ περιεκτικὸν ὄνομα καὶ κοινόν ἐστι πᾶσι τοῖς εἴδεσι τῆς ἀδικίας, ἡ ἀνισότης· καὶ γὰρ καὶ ὁ παράνομος ἄνισός τίς ἐστι καὶ πλεονέκτης. ἐπεὶ δὲ ὁ παράνομος ἄδικός τίς ἐστι καὶ ὁ νόμιμος δίκαιος, φανερὸν ὅτι πάντα τὰ νόμιμα δίκαιά πώς ἐστι· τὰ γὰρ ὡρισμένα ὑπὸ τῆς νομοθετικῆς νόμιμά τέ ἐστι καὶ δίκαια λέγονται· ἕκαστον γὰρ τῶν νομίμων καὶ δίκαιον εἶναί φαμεν· ὥστε περὶ ὅσα εἰσὶν οἱ νόμοι, περὶ ταῦτα καὶ τὴν δικαιοσύνην εἶναι συμβαίνει. ἀλλʼ οἱ νόμοι περὶ ἁπάντων ἀγορεύουσι, στοχαζόμενοι τοῦ συμφέροντος ταῖς πολιτείαις ἁπάσαις, εἴτε δημοκρατίαν εἴτε ἀριστοκρατίαν εἴτε ἄλλην τινὰ τάττουσι πολιτείαν, προστάττοντες δὲ πάντα τὰ κατὰ πᾶσαν ἀρετὴν ἔργα, οἷον σώφρονα καὶ δίκαια καὶ ἀνδρεῖα. προστάττουσι γὰρ μὴ λείπειν τὴν τάξιν μηδὲ φεύγειν, ὅπερ ἐστὶ τοῦ ἀνδρείου, καὶ μὴ μοιχεύειν μηδὲ ὑβρίζειν, ὅπερ ἐστὶ τοῦ σώφρονος ἔργον, καὶ μὴ τύπτειν μηδὲ κακουργεῖν, ὃ πραότητός ἐστιν· ὁμοίως δὲ καὶ τὰ τῶν ἄλλων ἀρετῶν καὶ κακιῶν τὰ μὲν κελεύει, τὰ δὲ ἀπαγορεύει. καὶ ὁ μὲν ἀκριβὴς νόμος καὶ ὀρθὸς κατὰ τὸν ὀρθὸν καὶ ἀκριβῆ λόγον, ὁ δὲ αὐτοσχεδίως καὶ ἀβασανίστως τιθεὶς οὐ πάνυ ἀκριβῶς καὶ ὡς προσῆκεν ἀλλὰ χεῖρον καὶ κελεύει καὶ ἀποτρέπει· κελεύει δʼ οὖν ὅμως καὶ ἀποτρέπει τὰ ἀγαθὰ καὶ τὰ φαῦλα· παντὸς γὰρ νόμου τόδε σκοπός ἐστιν. εἰ τοίνυν ὅσα νόμιμα, τοσαῦτα καὶ δίκαια, καὶ περὶ ἃ ὁ νόμος, περὶ ταῦτα καὶ τὴν δικαιοσύνην εἶναι συμβαίνει, πᾶσαν ἀρετὴν ἡ δικαιοσύνη περιέχει, καὶ ἔστι τις ἀρετὴ τελεία διὰ τὸ πάσας τὰς ἀρετὰς περιέχειν, καὶ αὐτὴν εἶναι τὴν ὅλην ἀρετήν. τούτῳ γὰρ μόνῳ τῆς καθόλου ἀρετῆς ἡ δικαιοσύνη διαφέρει, ὅτι ἡ μὲν ἕξις ἐστὶ καθʼ ἑαυτὴν μόνον, ἡ δὲ δικαιοσύνη τελεία ἐστὶν ἕξις, οὐχ ἁπλῶς, ἀλλὰ πρὸς ἕτερον ἀναφερομένη· τὸ γὰρ χρῆσθαι πάσαις ἀρεταῖς πρὸς τὸ συμφέρον τῶν πέλας, τοῦτό ἐστιν ἡ δικαιοσύνη. καὶ διὰ τοῦτο κρατίστη δοκεῖ πασῶν ἀρετῶν, καὶ οὔθʼ ἕσπερος οὔθʼ ἑῷος ἀστὴρ οὕτω λαμπρός ἐστι καὶ θαυμαστὸς ὥσπερ ἡ δικαιοσύνη· καὶ παροιμιαζόμενοί φαμεν

  
ἐν δὲ δικαιοσύνῃ συλλήβδην πᾶσʼ ἀρετὴ ἔνι  
καὶ τελεία μάλιστα ἀρετή, ὅτι τῆς τελείας ἀρετῆς χρῆσίς ἐστιν. ὁ γὰρ ἔχων αὐτὴν καὶ πρὸς ἕτερον δύναται τῇ ἀρετῇ χρῆσθαι, ἀλλʼ οὐ μόνον καθʼ αὑτόν. πολλοὶ γὰρ ἑαυτοὺς μὲν ταῖς ἀρεταῖς ὠφελοῦσιν, ἄλλοις δὲ διʼ αὐτῶν οὐ δύνανται βοηθεῖν· καὶ διὰ τοῦτο καλῶς ὁ τοῦ Βίαντος ἔχει λόγος «ἀρχὰ δείξει ἄνδρα»· οὐδὲν γὰρ ἄλλο ἐστὶν ἡ ἀρχὴ ἢ ἡ πρὸς ἄλλους τῶν ἀρετῶν κοινωνία. καὶ διὰ τοῦτο καὶ ἀλλότριον ἀγαθὸν εἶναι δοκεῖ ἡ δικαιοσύνη μόνη τῶν ἄλλων ἀρετῶν, ὅτι οὐχ ἑαυτῷ τὸ συμφέρον ἀλλὰ τοῖς ἄλλοις ζητεῖ, ἢ τῷ κοινῷ ἢ τῷ ἄρχοντι. ὁ μὲν οὖν ἑαυτόν τε βλάπτων τῇ μοχθηρίᾳ καὶ τοὺς φίλους κάκιστος, ὁ δὲ ταῖς ἀρεταῖς οὐ πρὸς τὸ οἰκεῖον κεχρημένος συμφέρον ἀλλὰ πρὸς τοὺς ἄλλους ἄριστός ἐστι· τοῦτο γὰρ ἔργον χαλεπόν. αὕτη μὲν οὖν ἡ δικαιοσύνη οὐ μέρος ἀρετῆς ἀλλʼ ὅλη ἐστὶν ἡ ἀρετή· καὶ ἡ ἀδικία ὁμοίως οὐ μέρος ἐστὶ κακίας ἀλλʼ ὅλη κακία. τίνι δὲ διαφέρει ἡ καθόλου ἀρετὴ τῆς δικαιοσύνης ταύτης, εἴρηται.

Περὶ τῆς μερικῆς δικαιοσύνης. κεφ. βʹ.

`89`

Ἔστι δὲ καὶ ἄλλη τις δικαιοσύνη, ἥτις ἐστὶ μερικὴ ἀρετή, ὥσπερ καὶ ἀδικία, ἥτις ἐστὶ μερικὴ κακία. σημεῖον δὲ τοῦ καὶ μερικὴν εἶναι δικαιοσύνην καὶ ἀδικίαν ἐκεῖνο ἂν εἴη· ὁ γὰρ ἐνεργῶν κατὰ τὰς ἄλλας μοχθηρίας ἄδικος μὲν λέγοιτο ἄν, πλεονέκτης δὲ οὐδαμῶς· οἷός ἐστιν ὁ ῥίψας τὴν ἀσπίδα διὰ δειλίαν ἢ ὁ λοιδορησάμενος τὸν πέλας διὰ χαλεπότητα καὶ τὸ μὴ δύνασθαι θυμοῦ κρατεῖν καὶ ὀργῆς, ἢ ὁ μὴ βοηθήσας χρήμασι διʼ ἀνελευθεριότητα· οὗτοι γὰρ πάντες ἄδικοί εἰσι, πλεονέκται δὲ οὐδαμῶς. ὥστε ὁ πλεονέκτης περὶ ἄλλην τινά ἐστι πονηρίαν, ὅτι μήτε περὶ μίαν τούτων ἐστὶν οὔτε περὶ πάσας· ψέγεται δὲ ὡς ἄδικος· ἔστιν ἄρα ἄλλη τις ἀδικία μερική, ὡς μέρος οὖσα τῆς ὅλης ἀδικίας, καὶ ἄδικόν τι μερικὸν μέρος τοῦ ὅλου ἀδίκου τοῦ παρὰ τὸν νόμον. ἔτι εἰ ὁ μὲν κέρδους ἕνεκα μοιχεύει καὶ προσλαμβάνει, ὁ δὲ ἡδονῆς ἕνεκα, καὶ διὰ τοῦτο ζημιοῦται καὶ ἀναλίσκει τὰ ὄντα, ὁ μὲν ἀκόλαστος ἂν λέγοιτο καὶ οὐ πλεονέκτης, ὁ δὲ πλεονέκτης καὶ ἄδικος, ἀκόλαστος δὲ οὐδαμῶς· ὥστε ἀδικία τίς ἐστι μὴ περιέχουσα τὴν ἀκολασίαν· καὶ διὰ τοῦτο οὐκ ἔστιν ἡ αὐτὴ τῇ καθόλου ἀδικίᾳ ἀλλὰ μερική. ἔτι πᾶσα μὲν πονηρὰ πρᾶξις ἐπί τινα κακίαν ἀναφέρεται, οἷον τὸ μὲν μοιχεύειν εἰς ἀκολασίαν ἀνάγεται, τὸ δὲ φυγεῖν καὶ ῥῖψαι τὴν ἀσπίδα ἐπὶ δειλίαν, τὸ δὲ λοιδορήσασθαι καὶ πατάξαι ἐπὶ ὀργήν, τὸ δὲ κερδᾶναι τὰ ἑτέρων καὶ οὐδαμόθεν ἑαυτῷ προσήκοντα εἰς οὐδὲν ἕτερον ἀναφέρεται ἢ ἐπὶ τὴν ἀδικίαν. ὥστε φανερόν, ὅτι ἔστι τις ἀδικία ἄλλη μερικὴ συνώνυμος τῇ καθόλου· καὶ γὰρ ὁ ὁρισμὸς ἑκατέρας ἐν τῷ αὐτῷ ἐστι γένει· ἄμφω γὰρ ἐν τῷ πρὸς ἕτερον χρῆσθαι τῷ ἀγαθῷ τὸ εἶναι ἔχουσι· διαφέρει δὲ ἡ μερικὴ τῆς καθόλου, ὅτι ἡ μὲν μερικὴ περὶ χρήματα ἢ σωτηρίαν ἢ διʼ ἡδονὴν τὴν ἀπὸ τοῦ κέρδους ἢ εἴ τί ἐστιν ὄνομα κοινὸν τούτων ἁπάντων· ἡ δὲ καθόλου περὶ ἅπαντά ἐστι, περὶ ὅσα ὁ σπουδαῖος καταγίνεται. ὅτι μὲν οὖν πολλαχῶς ἡ δικαιοσύνη λέγεται καὶ ὅτι ἔστι τις ἄλλη μερικὴ δικαιοσύνη παρὰ τὴν καθόλου ἀρετήν, δῆλον ἀπὸ τῶν εἰρημένων· τίς δέ ἐστιν αὕτη ἡ μερικὴ δικαιοσύνη, τοῦτο ἤδη ῥητέον. διωρισάμεθα μὲν οὖν, ὅτι τὸ ἄνισον καὶ τὸ παράνομόν ἐστι τὸ ἄδικον, δίκαιον δέ ἐστι τὸ νόμιμον καὶ τὸ ἴσον· ἡ μὲν οὖν καθόλου δικαιοσύνη ἐστὶ περὶ τὸ νόμιμον καὶ ἡ καθόλου ἀδικία περὶ τὸ παράνομον καὶ τὸ ἄνισον. ἐπεὶ δὲ τὸ πλέον οὐ ταὐτόν ἐστι τῷ ἀνίσῳ, ἀλλʼ ἔστι τὸ μὲν ἄνισον ὥσπερ ὅλον, τὸ δὲ πλέον ὡς μέρος — τὸ γὰρ πλέον καὶ ἄνισον, οὐ πᾶν δὲ τὸ ἄνισον πλέον —, ἔστι τις ἀδικία περὶ τὸ πλέον, καὶ περὶ τὸ ἄνισον ἄλλη· αἳ οὐκ ἂν εἶεν αἱ αὐταὶ ἀδικίαι, ἀλλʼ ἡ μὲν περὶ τὸ πλέον μερικὴ ἔσται ἀδικία, ἡ δὲ περὶ τὸ ἄνισον ἀδικία καθόλου. ἡ ἄρα μερικὴ ἀδικία, ἥτις ἔχει πρὸς τὴν τελείαν ἀδικίαν ὡς μέρος πρὸς ὅλον, περὶ τὸ πλέον ἐστί· καὶ αὕτη ἐστὶν ἡ λεγομένη πλεονεξία. ἀπὸ τούτων δὲ γινώσκεται καὶ ἡ μερικὴ δικαιοσύνη τί ἐστιν, ὡς ἐν τύπῳ· λεκτέον δὲ ἔτι περὶ αὐτῶν ἀκριβέστερον.

Περὶ τῶν εἰδῶν τῆς μερικῆς δικαιοσύνης. κεφ. γʹ.

`90`

Ἡ μὲν οὖν καθόλου δικαιοσύνη, καθὼς εἴρηται, τελεία ἐστὶν ἀρετὴ καὶ χρῆσις τῆς ὅλης ἀρετῆς — ὥσπερ καὶ ἡ ἀδικία παντελὴς κακία ἐστί· καὶ γὰρ νόμιμός ἐστιν. ὁ δὲ νόμος οὐ μόνον τὰς πράξεις ἁπάσης ἀρετῆς κελεύει ποιεῖν, ὡς ἐν τοῖς εἰρημένοις ἐδείχθη, ἀλλὰ καὶ παιδεύει σπουδαίους τοὺς πολίτας γενέσθαι καὶ εἰς ἕξιν τῆς ὅλης ἐλθεῖν ἀρετῆς. οὐ γὰρ ταὐτὸν πράξεις ποιεῖν ἀρετῆς καὶ ἀρετῆς ἕξιν ἔχειν· καὶ διὰ τοῦτο ἄλλο ἐστὶ τὸ πολίτην εἶναί τινα ἀγαθὸν καὶ ἕτερον ἄνδρα εἶναι ἀγαθόν. ἀνὴρ μὲν γὰρ ἀγαθός ἐστιν ὁ ἕξιν ἀρετῆς ἔχων, πολίτης δὲ ἀγαθὸς ὁ πράττων ἀρετῆς ἔργα, διʼ ὧν τοὺς ἑαυτοῦ πολίτας ὠφελήσει κοινῇ, καὶ ὅλως ὁ πρὸς τοὺς πολίτας ὢν ἀγαθός. ὅθεν ἀπορήσειεν ἄν τις, πῶς τῆς πολιτικῆς ἐστιν ἡ παιδεία, καθʼ ἣν γίνεταί τις ἀνὴρ ἀγαθός· περὶ οὗ ὕστερον ἐροῦμεν. ἡ μὲν οὖν καθόλου δικαιοσύνη καὶ ἀδικία τοιαύτη. τῆς δὲ κατὰ μέρος δικαιοσύνης καὶ τοῦ κατʼ αὐτὴν δικαίου ἓν μέν ἐστιν εἶδος τὸ ἐν ταῖς διανομαῖς, ὅταν διανέμειν δεήσῃ χρήματα ἢ τιμὴν ἢ ἄλλο τι τῶν ὅσα μερίζονται πρὸς τοὺς ἐν ταῖς πολιτείαις — ἐν τούτοις γάρ ἐστι καὶ τὸ ἴσον καὶ τὸ ἄνισον καὶ τὸ ἔλαττον καὶ τὸ μεῖζον· καὶ διὰ τοῦτο τὸ ὡς δεῖ μερίζειν καὶ διανέμειν δικαιοσύνης εἶδός ἐστιν —, ἕτερον δὲ τὸ ἐν τοῖς συναλλάγμασι διορθωτικόν. τούτου δὲ μέρη δύο διὰ τὸ καὶ τὰ συναλλάγματα εἰς δύο διαιρεῖσθαι μέρη. τῶν γὰρ συναλλαγμάτων τὰ μέν ἐστιν ἑκούσια, τὰ δὲ ἀκούσια. ἑκούσια μὲν πρᾶσις ὠνὴ δανεισμὸς ἐγγύη χρῆσις — ὅταν τις ἐπὶ μισθῷ τὴν ἰδίαν οἰκίαν ἢ τὸ ζῷον δώσῃ τινὶ χρήσασθαι —, παρακαταθήκη μίσθωσις ἢ δούλου ἢ τεχνίτου· ἑκούσια δὲ λέγεται ταῦτα, ὅτι λαβὼν μέν τις ἢ χρησάμενος καὶ ἑκουσίως ἀποδώσει, καταρχὰς μέντοι ἑκουσίως ἔλαβε καὶ παρʼ ἑκόντος καὶ βουλομένου τοῦ διδόντος· καὶ διὰ τοῦτο ἑκούσια λέγονται· ἀκούσια δὲ τὰ μὲν λαθραῖα λέγονται, τὰ δὲ βίαια· λαθραῖα μέν, οἷον κλοπὴ μοιχεία φαρμακεία προαγωγεία, τὸ δοῦλον ἀπατῆσαί τινος, δολοφονία ψευδομαρτυρία· βίαια δέ, οἷον πληγαὶ δεσμὸς θάνατος ἁρπαγὴ πήρωσις κακηγορία προπηλακισμός. συναλλάγματα δὲ καὶ τὰ τοιαῦτα λέγονται, ὅτι ὁ περὶ ταῦτα ἀδικῶν λαμβάνει μὲν λάθρα καὶ βιαίως ἢ χρήματα ἢ ἡδονήν· ἀποδίδωσι δὲ ἐν τῷ δικαστηρίῳ ἢ ζημίαν ἢ θάνατον ἢ τὸ αἰκισθῆναι ἢ τὸ ἀτιμασθῆναι. εἰσὶ τοίνυν δικαιοσύνης εἴδη δύο, τό τε περὶ τὴν διανομὴν καὶ τὸ περὶ τὰ συναλλάγματα· τοῦ δὲ περὶ τὰ συναλλάγματα τὸ μὲν περὶ τὰ ἑκούσιά ἐστι συναλλάγματα, τὸ δὲ περὶ τὰ ἀκούσια. ἐροῦμεν δὲ ἀκριβέστερον περὶ ἑκάστου.

Περὶ τῆς ἐν δικαιοσύνῃ ἰσότητος καὶ ἀναλογίας καὶ περὶ τοῦ διανεμητικοῦ εἴδους τοῦ δικαίου. κεφ. δʹ.

`91–92`

Ἔστι τοίνυν τὸ δίκαιον καὶ μέσον καὶ ἴσον καὶ ἀνάλογον καὶ ἡ δικαιοσύνη μεσότητος καὶ ἰσότητος καὶ ἀναλογίας ποιητική. καὶ μέσον μέν ἐστι τὸ δίκαιον, ὅτι μεταξύ ἐστι τοῦ τε πλείονος καὶ ἐλάττονος καὶ τοῦ ὑπὲρ τὸ δέον καὶ παρὰ τὸ δέον, ὥσπερ καὶ πᾶσαι αἱ ἀρεταί. καὶ τοῦτο κοινόν ἐστι τῇ δικαιοσύνῃ πρὸς τὰς ἄλλας ἀρετάς· τὸ δὲ ἴσον ἴδιόν ἐστι τῆς δικαιοσύνης, ὅτι ἑκάστῳ τὸ ἁρμόζον καὶ τὸ προσῆκον ἀποδίδωσι· καὶ ὃ δίδωσι τῷ λαμβάνοντι ἴσον ἐστί· τὰ γὰρ ἐφαρμόζοντα ἴσα. τὸ δὲ προσῆκον τρόπον τινὰ ἐφαρμόζει. ἄλλως τε ἐπεὶ ἡ ἀδικία ἀνισότης ἐστὶ καὶ τὸ ἄδικον ἄνισον, εἰκὸς ἂν εἴη τὴν δικαιοσύνην ἰσότητα εἶναι καὶ τὸ δίκαιον ἴσον· μέσον γάρ ἐστι τοῦ πλείονος καὶ τοῦ ἐλάττονος· ἐν ὁποίᾳ γὰρ πράξει τὸ πλέον ἐστὶ καὶ τὸ ἔλαττον, ἀνάγκη καὶ τὸ ἴσον εἶναι· καὶ χωρὶς δὲ λόγου τινὸς οὕτω πᾶσι δοκεῖ τὸ δίκαιον ἴσον εἶναι. ἀνάλογον δέ ἐστιν, ὅτι κατὰ τὴν διανομὴν ἀνάλογα τίθησι τὰ διανεμόμενα τοῖς λαμβάνουσι. καὶ τοῦτον τὸν λόγον ἔχει τὰ διδόμενα πρὸς ἄλληλα, ὃν οἱ λαμβάνοντες πρὸς ἀλλήλους· εἰ γὰρ ὁ Ἀχιλλεὺς τοῦ Αἴαντος διπλασίων, φέρε εἰπεῖν, κατὰ τὴν ἀρετήν, ἡ πρὸς τὸν Ἀχιλλέα τιμὴ τῆς πρὸς τὸν Αἴαντα διπλασίων δοθήσεται παρὰ τοῦ δικαίου. καὶ καθόσον μέν ἐστι μέσον, πολλῶν ἐστι, τὰ γὰρ ἔξω τοῦ μέσου ἐγγὺς ὄντα καὶ πόρρω μᾶλλον καὶ ἧττον πολλά, καθόσον δὲ ἴσον, δύο τινῶν ἐστι, τοῦ τε λαμβάνοντος καὶ τοῦ δώρου· τὸ γὰρ ἴσον τῶν πρός τι ὂν ἀεὶ δύο τινῶν ἐστι· καθόσον δὲ ἀνάλογόν ἐστι τὸ δίκαιον, τὸ ἐλάχιστον τεσσάρων ἐστίν· ἡ γὰρ ἀναλογία ἀεὶ τεσσάρων· ἡ γὰρ ἀναλογία δύο λόγων ἐστὶν ἰσότης, ὁ δὲ λόγος ἐν δυσίν ἐστιν ὅροις· ὥστε ἀνάγκην εἶναι τὴν ἀναλογίαν τεσσάρων εἶναι, οἷον λόγος ἐστὶν ὁ διπλάσιος, φέρε εἰπεῖν, ἢ ὁ τριπλάσιος· ὁ δὲ διπλάσιος δύο τινῶν ἐστι σχέσις τοῦ μὲν ὄντος διπλασίου, τοῦ δὲ ἡμίσεως, ὥσπερ ὁ εἴκοσι τοῦ δέκα· ὥστε δύο ἀνάγκη ὅρους ἐν τῷ ἑνὶ εἶναι λόγῳ. εἰ δὲ λάβοιμεν καὶ τὸν αὐτὸν λόγον ἐν ἄλλοις δυσὶν ὅροις, οἷον τῷ ιβʹ καὶ ϛʹ, ἀναλογίαν ποιήσομεν, καὶ ἔσται ὡς ὁ κʹ πρὸς τὸν ιʹ ὁ ιβʹ πρὸς ϛʹ· καὶ οὕτως ἀεὶ ἔσται ἡ ἀναλογία ἐν τέσσαρσι τὸ ἐλάχιστον· δυνατὸν γὰρ καὶ ἐν πλείοσιν εἶναι. εἰ δὲ τρεῖς συμβαίνει πολλάκις ὅρους λαβεῖν καὶ ἀναλογίαν ποιῆσαι· ὥσπερ γὰρ ὁ κʹ πρὸς ιʹ, ὁ ιʹ πρὸς εʹ· ἀλλʼ ὅτι τὸν δέκα δὶς λαμβάνομεν, τέσσαρες γίνονται πάλιν. καλεῖται δὲ ἡ μὲν τοιαύτη ἀναλογία συνεχής, ἡ δὲ διὰ τεσσάρων ὅρων, διῃρημένη. ἑκατέραν δὲ γεωμετρικὴν ἀναλογίαν οἱ μαθηματικοὶ καλοῦσι διὰ τὸ καὶ ἄλλην ἀναλογίαν εἶναι, ἥτις ἀριθμητικὴ ἀναλογία καλεῖται. ἔστι δὲ ἀριθμητικὴ ἀναλογία, ὅταν τὸ αʹ ὑπερέχῃ τοῦ βʹ τοσοῦτον, ὅσον τὸ γʹ ὑπερέχει τοῦ δʹ. τὸ δὲ διανεμητικὸν δίκαιον ἀνάλογόν ἐστι κατὰ τὴν γεωμετρικὴν ἀναλογίαν· τὸ δὲ αἴτιον ἐροῦμεν. ὑποκείσθω δὴ τὸ μὲν διανεμόμενον τιμή, πρὸς οὓς διανέμεται ὁ Ἀχιλλεὺς καὶ ὁ Αἴας· δεῖ δὴ λόγον ἔχειν τὴν τιμὴν πρὸς τὴν τιμήν, ὃν ὁ Ἀχιλλεὺς πρὸς τὸν Αἴαντα· καὶ ἐναλλάξ, ὃν ἡ τιμὴ τοῦ Ἀχιλλέως πρὸς τὸν Ἀχιλλέα, ἡ τιμὴ τοῦ Αἴαντος πρὸς τὸν Αἴαντα· καὶ συνθέντι, ὃν ἔχει λόγον ὁ τετιμημένος Ἀχιλλεὺς πρὸς τὸν Ἀχιλλέα, τοῦτον ὁ τετιμημένος Αἴας πρὸς τὸν Αἴαντα· καὶ ἐναλλάξ, ὃν λόγον ἔχει ὁ τετιμημένος Ἀχιλλεὺς πρὸς τὸν τετιμημένον Αἴαντα, τοῦτον ἔχει τὸν λόγον ὁ Ἀχιλλεὺς πρὸς τὸν Αἴαντα· αὕτη δὴ πᾶσα ἡ ἀναλογία τῷ διανεμητικῷ δικαίῳ προσήκει, ἥτις εὑρεθῆναι οὐ δύναται ἐν τῇ ἀριθμητικῇ ἀναλογίᾳ, ἀλλʼ ἐν τῇ γεωμετρικῇ μόνον. καὶ ὅτι μὲν ἐν τῇ γεωμετρικῇ ἀναλογίᾳ ταῦτα τὰ εἴδη πάντα τῶν ἀναλογιῶν εὑρίσκονται, δείκνυσιν ὁ γεωμέτρης. ὅτι δὲ ἐν τῇ ἀριθμητικῇ οὐ δύναται εὑρεθῆναι, δῆλον ἐκεῖθεν· ἔστωσαν γὰρ ἀριθμοὶ τέσσαρες ἐν ἀριθμητικῇ ἀναλογίᾳ, ὁ δʹ καὶ ὁ γʹ, καὶ ὁ ϛʹ καὶ ὁ εʹ· ὑπερέχει δὴ ὁ δʹ τοῦ γʹ ὅσον ὑπερέχει ὁ ϛʹ τοῦ εʹ· ἀλλὰ συνθέντι οὐκ ἔσται ἀνάλογον ἀριθμητικῶς· συντεθέντα γὰρ ὁ ϛʹ καὶ ὁ εʹ ὑπερέξει τοῦ εʹ τῷ ϛʹ· ὁ δὲ δʹ καὶ γʹ συντεθέντα ὑπερέξει τοῦ γʹ τῷ δʹ· καὶ οὕτω διῃρημένα μὲν ἀνάλογον ἔχει ἀριθμητικῶς· ἡ αὐτὴ γὰρ ὑπεροχὴ τοῦ δʹ πρὸς τὸ γʹ, ἥτις ἐστὶ τοῦ ϛʹ πρὸς εʹ· συντεθέντα δὲ οὐκέτι ἀνάλογόν ἐστι· μᾶλλον γὰρ ὑπερέχει ὁ ιαʹ τοῦ εʹ, ἢ ὁ ζʹ τοῦ γʹ. διὰ ταῦτα δὴ τὸ διανεμητικὸν δίκαιον ἀνάλογόν ἐστι κατὰ τὴν γεωμετρικὴν ἀναλογίαν καὶ οὐ κατὰ τὴν συνημμένην ἀλλὰ κατὰ τὴν διῃρημένην· τέσσαρας γὰρ εἶναι δεῖ τοὺς ὅρους τῷ ἀριθμῷ· οὐ γὰρ δυνατὸν τὸ διδόμενον καὶ τὸν λαμβάνοντα ἓν εἶναι τῷ ἀριθμῷ. καὶ τὸ δίκαιον ἐκεῖνο ἀνάλογόν ἐστιν, ὅσον ἐστὶν ἐν ταῖς διανομαῖς, ὅταν ἕκαστος λάβῃ τὸ κατʼ ἀξίαν, ἢ τιμὴν ἢ χρήματα ἢ ἄλλο τι τῶν μεριζομένων· ὅθεν εἰρήνη γίνεται καὶ τάξις ταῖς πολιτείαις· ἀπὸ γὰρ τῶν ἐναντίων αἱ στάσεις καὶ μάχαι καὶ τὰ ἐγκλήματα, ὅταν ἢ οἱ ἴσοι μὴ ἴσα λάβωσιν, ἢ μὴ ἴσοι ἴσα. ὅτι δὲ ἀναλογίαν ζητεῖ ὁ μετὰ δικαιοσύνης ποιούμενος τὴν διανομήν, καὶ ἀπὸ τούτου δῆλον· τὸ γὰρ κατʼ ἀξίαν ἑκάστου, τοῦτο πάντες νομίζουσι δίκαιον· τὴν ἀξίαν δέ, διʼ ἥν τις τιμᾶται, οὐ τὴν αὐτὴν πάντες λέγουσιν· ἀλλʼ οἱ μὲν δημοκρατικοὶ τὴν ἐλευθερίαν λέγουσιν, οἱ δὲ ὀλιγαρχικοὶ τὸν πλοῦτον, οἱ δʼ ἀριστοκρατικοὶ ἀρετήν. ἐπεὶ τοίνυν διάφοροί εἰσιν αἱ ἀξίαι, εἴ τις μετὰ δικαιοσύνης βουληθείη τιμὴν διανεῖμαι κατὰ τὴν ἀξίαν ἑκάστῳ, οὐκ ἴσην ποιήσεται τὴν διανομὴν ἀλλὰ ἀνάλογον. τὸ μὲν οὖν δίκαιον ἀνάλογον, καθὼς εἴρηται· τὸ ἄδικον δὲ τὸ ἔξω τοῦ ἀναλόγου, ὅταν ἡ διανομὴ κατὰ τὸ πλεῖον τῆς ἀξίας καὶ τὸ ἔλαττον γίνηται, ὅπερ καὶ ἐπὶ τῶν ἔργων τῶν ἄλλων τῆς ἀδικίας συμβαίνει. καὶ γὰρ ὁ ἀδικῶν τοῦ ἀδικουμένου πλεῖον ἀγαθὸν ἔχειν ζητεῖ, ὁ δὲ ἀδικούμενος ἔλαττον ἔχει· καὶ ἐπὶ τοῦ κακοῦ δὲ τὸ ἀνάπαλιν, ὁ μὲν ἀδικῶν ἔλαττον κακὸν ἔχει, ὁ δὲ ἀδικούμενος μεῖζον· διότι τὸ ἔλαττον κακὸν μᾶλλον αἱρετὸν τοῦ μείζονος, καὶ ὡς μεῖζον ἀγαθὸν τὸ ἔλαττον κακὸν ζητεῖται. τὸ μὲν οὖν διανεμητικὸν εἶδος τοῦ δικαίου τοῦτό ἐστι. λέγομεν δὲ ἤδη περὶ θατέρου.

Περὶ τοῦ διορθωτικοῦ εἴδους τῆς δικαιοσύνης καὶ περὶ τῆς κατʼ αὐτὸ ἀναλογίας. κεφ. εʹ.

`93–94`

Τὸ δὲ δεύτερον εἶδος τοῦ δικαίου τὸ διορθωτικόν, ὃ περὶ τὰ συναλλάγματά ἐστι, τά τε ἑκούσια καὶ τὰ ἀκούσια καὶ τὰ λαθραῖα καὶ τὰ βίαια. ἔστι μὲν καὶ αὐτὸ κατὰ ἀναλογίαν τινά, ἀλλʼ οὐ κατὰ τὴν γεωμετρικήν, καθʼ ἣν ὑπῆρχε τὸ πρῶτον εἶδος, τὸ διανεμητικόν, ἀλλὰ κατὰ ἀριθμητικήν. τὸ μὲν γὰρ διανεμητικὸν δίκαιον ἀπὸ τῶν κοινῶν εἰς τοὺς πολίτας ποιούμενον τὴν διανομήν, ἀναλόγως ἑκάστῳ δίδωσι κατὰ τὴν ἀξίαν ἑκάστου καὶ τὴν εἰσφοράν, ἣν εἰς τὸ κοινὸν συνετέλεσεν· ἐπεὶ οὐ πάντες ὅμοιοι οὐδὲ πάντες ὁμοίως εἰσφέρουσιν· ὅθεν οὐ τὰ ἴσα ἀλλὰ τὰ ἀνάλογα δέχονται· τὸ δὲ διορθωτικὸν τῶν συναλλαγμάτων δίκαιον ὅρους μὲν ἔχει τὸν ἠδικηκότα καὶ τὸν ἠδικημένον. δίδωσι δὲ ἑκάστῳ οὐ τὸ ἀνάλογον ἀλλὰ τὸ ἴσον· τὴν γὰρ ἰσότητα, ἣν ὁ ἀδικῶν διαφθείρει, ἀφαιρούμενος ἀγαθόν τι τοῦ ἠδικημένου καὶ προστιθεὶς ἑαυτῷ, ταύτην ὁ δίκαιος ἀνακαλεῖται ζημιῶν τὸν ἀδικήσαντα τοσοῦτον ὅσον ἠδίκησε· καὶ οὕτως ἑκατέρῳ τὸ ἴσον δίδωσιν. οὕτω δὲ τεσσάρων γινομένων τῶν ὅρων, τοῦ τε ἀδικηθέντος καὶ τοῦ ἠδικηκότος, καὶ ὃ πέπονθεν ὁ ἀδικηθεὶς παρὰ τοῦ ἀδικήσαντος, καὶ ὃ πέπονθεν ὁ ἀδικήσας παρὰ τοῦ δικαστοῦ, συμβαίνει ἀναλογίαν εἶναι ἀριθμητικήν. ᾧ γὰρ ὑπερέσχεν ὁ ἀδικήσας τοῦ ἠδικημένου, τούτῳ ὑπερέχειν ποιεῖ ὁ δικαστὴς τοῦ ἀδικήσαντος τὸν ἠδικημένον· καὶ οὕτω συμβαίνει εἰκόνα τινὰ τῆς τοιαύτης ἀναλογίας τὸ διορθωτικὸν δίκαιον εἶναι. καὶ γὰρ εἰ καὶ ἐπιεικὴς μὲν ὁ ἀποστερῶν, φαῦλος δὲ ὁ ἀποστερηθείς, οὐδὲν πρὸς τὸ τοιοῦτον δίκαιον διαφέρει, οὐδὲ εἰ ὁ μὲν μοιχεύσας φαῦλος, ὁ δὲ ἀδικηθεὶς ἐπιεικής, ἀλλʼ ἀεὶ τὴν ἰσότητα ζητητέον τῷ διορθωτῇ· ὡς ἀδικηθεὶς γὰρ μόνον καὶ ὡς ἀδικούμενος ἑκάτερος λαμβάνεται· καὶ ὃ ἐκέρδανεν ὁ ἀδικήσας ἢ ἡδονῆς ἢ χρημάτων ἢ δόξης παρὰ τοῦ ἠδικημένου, καὶ διὰ τοῦτο ὑπερέσχεν αὐτοῦ, τοῦτο ἀποδίδωσιν ὁ δικαστὴς τῷ ἠδικημένῳ, ἢ ζημιώσας τὸν ἠδικηκότα ἢ ἀτιμάσας ἢ αἰκισάμενος ἢ ἀποκτείνας. δυνατὸν δὲ καὶ ἕτερον τρόπον τὴν ἀναλογίαν ταύτην ἐν ταύτῃ τῇ δικαιοσύνῃ κατιδεῖν, συνεχεῖς ποιησάμενον τοὺς ὅρους· ἔστι γὰρ ὡς ὁ ἀδικήσας πρὸς τὸν ἠδικημένον, οὕτως ὁ δικαστὴς πρὸς τὸν ἀδικήσαντα· οἷς γὰρ ἐποίησε πρὸς τὸν ἠδικημένον ὁ ἀδικήσας, τὰ ἴσα πάσχει παρὰ τοῦ δικαστοῦ. ἐπεὶ τοίνυν ἡ μὲν ἀδικία τὸ μεῖζον καὶ τὸ ἔλαττον εἰσάγει καὶ ἐν τοῖς ἀγαθοῖς καὶ ἐν τοῖς κακοῖς, ἐναντίως μέντοι — ὃς γὰρ τὸ μεῖζον ἀγαθὸν ζητεῖ, τὸ ἔλαττον κακὸν αἱρεῖται —, ἡ δὲ δικαιοσύνη τὴν ἰσότητα, ἡ δὲ ἰσότης μέσον ἐστὶ τοῦ μείζονος καὶ τοῦ ἐλάττονος, φανερὸν ὅτι ἡ τοιαύτη δικαιοσύνη μεσότης ἐστὶ μεταξὺ ζημίας καὶ κέρδους. καλείσθω γὰρ ζημία μὲν πᾶν τὸ ἀδικεῖσθαι, κέρδος δὲ πᾶν τὸ ἀδικεῖν καὶ πλεονεκτεῖν, ἄν τε εἰς χρήματα, ἄν τε εἰς δόξαν, ἄν τε εἰς ἄλλο τι ἀδικεῖν τις ἐθέλῃ. ἔστι τοίνυν τὸ ἐπανορθωτικὸν δίκαιον μέσον ζημίας καὶ κέρδους· διὰ τοῦτο καὶ ὅταν ἀμφισβητῶσιν, ἐπὶ τὸν δικαστὴν καταφεύγουσιν, οἰόμενοι τοῦτον τὸν τρόπον μηδέτερον τούτων ζημιωθῆναι, ὅθεν ἐξ ἀνάγκης μηδὲν κερδᾶναι ἀλλά τι μέσον λαβεῖν, καὶ γὰρ αὐτὸν εἶναι νομίζειν οἷον ἔμψυχον δίκαιον διορθωτικόν· καὶ καλοῦσι δὲ αὐτὸν μέσον, ὡς διὰ τοῦτο τοῦ μέσου τευξόμενοι. ἔνιοι δὲ οὐχ ἕνα μόνον ἀλλὰ καὶ δύο καὶ τρεῖς μεσιδίους καλοῦσιν ἐν ταῖς ἀμφισβητήσεσιν· ὅθεν φαίνονται ὅτι τὸ μέσον ζητοῦσιν, ὡς ταὐτὸν ὂν τὸ μέσον ζητεῖν καὶ τὸ δίκαιον· μέσον ἄρα τὸ δίκαιον, ἐπεὶ καὶ ὁ δικαστὴς μέσος, τὴν μεσότητα καὶ τὸ δίκαιον εἰσάγων καὶ ἐπανισῶν τὴν ἀπὸ τῆς ἀδικίας ἀνισότητα. καὶ ὥσπερ τὴν αβ γραμμὴν εἰς ἄνισα τμηθεῖσαν κατὰ τὸ δ, εἴ τις ἐθέλοι εἰς ἴσα διελεῖν, ἀφελὼν ἀπὸ τῆς μείζονος τῆς βδ τὴν ὑπεροχὴν ἣν ὑπερέχει τῆς ἐλάττονος τῆς δα, τὴν γδ, καὶ προσθεὶς τῇ δα, τὴν αγ ἴσην ἐποίησε τῇ γβ καὶ εὗρε τὴν διχοτομίαν τῆς αβ, οὕτω καὶ ἐπὶ τῆς ἀνισότητος τῆς ἀδικίας συμβαίνει. τὸ γὰρ διορθωτικὸν δίκαιον, ἀφελόμενον ἀπὸ τοῦ κέρδους τοῦ ἠδικηκότος, ὅπερ ὡς ὑπεροχή ἐστιν αὐτοῦ πρὸς τὸν ἠδικημένον, καὶ προστεθὲν τῷ ἠδικημένῳ, ἰσότητα καὶ μεσότητα ἐποίησε. καὶ διὰ τοῦτο καὶ δίκαιον καλεῖται, ὅτι δίχα ἐστίν, ὥσπερ ἂν εἴ τις εἴποι δίχαιον· καὶ ὁ δικαστὴς διχαστής. καὶ ὥσπερ ἐπὶ τῆς γραμμῆς ἔχει, ὅταν δίχα διαιρεθῇ, ὅτι ἡ ἑτέρα τῶν ἴσων εὐθειῶν μέση ἀνάλογόν ἐστι κατὰ τὴν ἀριθμητικὴν ἀναλογίαν τοῦ μείζονος καὶ τοῦ ἐλάττονος, οὕτω καὶ τὸ δίκαιον μέσον ἐστὶ τοῦ κέρδους καὶ τῆς ζημίας, τοῦ μείζονος ἢ ἀγαθοῦ ἢ κακοῦ καὶ τοῦ ἐλάττονος· ἔλαττον μὲν τοῦ μείζονος, μεῖζον δὲ τοῦ ἐλάττονος. ὅτι δὲ ἐπὶ τῆς γραμμῆς οὕτως ἔχει, καθὼς εἴρηται, φανερόν· ἡ γὰρ βδ ὑπερέχει τῆς γα τῇ γδ· ἡ δὲ γα ὑπερέχει τῆς αδ τῇ αὐτῇ τῇ γδ· ὥστε αἱ μὲν βδ, γα, αδ ἀνάλογον ἔχουσι κατὰ ἀριθμητικὴν ἀναλογίαν· μέση δέ ἐστιν ἡ γα, ἡ ἴση τῇ γβ, ἥτις ἐλάττων μέν ἐστι τῆς βδ, μείζων δὲ τῆς αδ, τῇ αὐτῇ τῇ γδ ἐλαττουμένη καὶ ὑπερέχουσα. ἔτι δὲ καὶ ἐκεῖθεν δῆλον, τὸ δίκαιον καὶ τὸ ἴσον μέσον ἀνάλογον εἶναι τῆς ζημίας καὶ τοῦ κέρδους, κατὰ τὴν ἀριθμητικὴν ἀναλογίαν· ἔστωσαν τρεῖς εὐθεῖαι ἴσαι ἀλλήλαις, αἱ αα, ββ, γγ· τετμήσθω δὲ ἡ αα δίχα κατὰ τὸ ε, ἥ τε γγ κατὰ τὸ ζ· καὶ ἀφῃρήσθω ἀπὸ τῆς αα ἡ αε· φανερὸν δή, ὅτι ἡ γγ μείζων ἔσται τῆς εα τῇ γζ· προσκείσθω δὲ ἡ ἀφαιρεθεῖσα τῆς αα τῇ γγ, καὶ ἔστω ἡ δγ· φανερὸν δή, ὅτι ἡ δγ μείζων ἐστὶ τῆς εα τῇ τε δγ καὶ τῇ γζ. εἰ τοίνυν δεήσει τῶν ἄκρων εὐθειῶν τὴν ἰσότητα ἐπαναγαγεῖν, διὰ τῆς ββ τοῦτο ποιήσομεν· ὥσπερ γὰρ κανόνα τῇ γδ ἐφαρμόσαντες τὴν ὑπεροχὴν ἀφελοῦμεν· ἐφαρμόσαντες δὲ τῇ αα, τὸ ἐλλεῖπον προσθήσομεν· καὶ οὕτως ἔσονται πάλιν αἱ ἄκραι ἴσαι ἀλλήλαις. αὕτη δὴ ἡ τὴν ἰσότητα ἐπανάγουσα ββ μέση ἀνάλογόν ἐστι κατὰ ἀριθμητικὴν τῇ δγ καὶ εα· ἡ μὲν γὰρ δγ τῆς ββ ὑπερέχει τῇ δγ, ἡ δὲ ββ τῆς εα ὑπερέχει τῇ αὐτῇ τῇ δγ· ὅτι δὲ καὶ ἐπὶ τοῦ διορθωτικοῦ δικαίου τὸ αὐτὸ συμβαίνει, φανερὸν ἐκ τῶν εἰρημένων. τοῦτο δὲ καὶ ἐπὶ τῶν τεχνῶν συμβαίνει. τότε γὰρ εὖ ἔχουσι καὶ συνίστανται, ὅταν ἐν χρείᾳ τούτων γενώμεθα, καὶ τοσοῦτον τεχνιτῶν δεώμεθα, ὅσον αὐτοὶ περὶ τὴν τέχνην πονοῦσι καὶ ζημιοῦνται· οὕτω γὰρ δυνατὸν συνιστάναι τοὺς τεχνίτας, τὴν ἔνδειαν παρὰ τῶν δεομένων ἀναπληροῦντας. εἰ δὲ οἱ μὲν πονοῦσι καὶ ποιοῦσι τὰς τέχνας, οἱ πάσχοντες δὲ αὐτάς, οἱ δεόμενοι αὐτῶν δηλονότι, οὐχ οὕτω πάσχουσιν ὡς ἐκεῖνοι ποιοῦσιν, ἀλλὰ πολλῷ ἔλαττον, οὐδὲν κωλύει πάσας ἀπολέσθαι. διὰ τοῦτο κἀνταῦθα τὸ μέσον καὶ τὸ ἴσον ἀναγκαῖόν ἐστιν, ὅ ἐστι μεταξὺ ζημίας καὶ κέρδους. ταῦτα δὲ τὰ ὀνόματα, ἡ ζημία καὶ τὸ κέρδος, λέγεται μὲν κυρίως ἐπὶ τῶν ἑκουσίων συναλλαγμάτων, ἐλήφθη δὲ καὶ ἐπὶ τῶν ἀκουσίων. λέγεται γὰρ ἁπλῶς κερδαίνειν τὸ κτήσασθαι πλείονα ὧν τις κέκτηται· ὁμοίως καὶ ζημιοῦσθαι τὸ κτήσασθαι ἐλάττονα ὧν εἶχεν ἐξ ἀρχῆς· τὸ δὲ τὰ ὄντα ἔχειν οὔτε ζημία οὔτε κέρδος ὀνομάζεται ἀλλά τι μέσον· ὥστε κέρδους τινὸς καὶ ζημίας μέσον τὸ δικαιόν ἐστι· λέγω δὲ τῶν ἐν τοῖς ἀκουσίοις συναλλάγμασιν, ὅταν τις τοσαῦτα λάβῃ, ὅσα εἶχε πρὶν ἀδικηθῆναι ἢ ἀδικῆσαι, τοῦτʼ ἔστι κερδᾶναι ἢ ζημιωθῆναι. τὸ γὰρ ἐν τοῖς ἑκουσίοις συναλλάγμασι κέρδος οὔτε ἄδικόν ἐστιν οὔτε εὐθύνεται· τούτων γὰρ ἄδειαν ἔδωκεν ὁ νόμος.

Ὅτι τὸ ἀντιπεπονθὸς οὐκ ἔστιν εἶδος δικαιοσύνης, εἰ μὴ κατὰ ἀναλογίαν ἡ ἀντιπεπόνθησις γένοιτο. κεφ. ϛʹ.

`95–98`

Οἱ δὲ Πυθαγόρειοι ἔλεγον δίκαιον εἶναι τὸ ἀντιπεπονθός, τὸ τὰ αὐτὰ πάσχειν ἃ ποιεῖ τις· καὶ πρὸς τοῦτο φέρειν καὶ τὸ τοῦ Ῥαδαμάνθυος ἔπος

  
εἴ κε πάθοι τά κʼ ἔρεξε, δίκη κʼ ἰθεῖα γένοιτο.  
τοῦτο δὲ τὸ ἀντιπεπονθὸς οὐκ ἐφαρμόττει οὐδενὶ εἴδει τοῦ δικαίου. οὔτε γὰρ τὸ διανεμητικὸν δίκαιον τοιοῦτόν ἐστιν οὔτε τὸ διορθωτικόν· ἐπὶ μὲν γὰρ τῆς διανομῆς οὐ δυνατὸν ἀεὶ τὸν πολίτην ἐκεῖνα πάσχειν εὖ ἀπὸ τοῦ κοινοῦ ἅπερ ἐποίησεν· εἰ γὰρ τύραννον ἀπέκτεινε, πῶς τὸ αὐτὸ πείσεται; ἐπὶ δὲ τοῦ διορθωτικοῦ δικαίου πολλαχοῦ διαφωνεῖ· εἰ γάρ τις ἄρχοντα ἐπάταξεν, οὐ δίκαιον πληγῆναι μόνον ἀλλὰ καὶ κολασθῆναι· καὶ εἴ τις ἄρχων ὤν τινα τῶν ἀρχομένων ἐπάταξεν, οὐ δίκαιον τὰ ἴσα παθεῖν· εἰ δέ τις καὶ ἀκουσίως καὶ ἀγνοῶν ἔβλαψε τὸν πέλας, οὐ δίκαιόν ἐστιν ὁμοίως ἀντιβλαβῆναι. δυνατὸν δὲ τὴν τοιαύτην ἀντιπάθειαν δικαίαν εἶναι ἐν ταῖς ἀλλακτικαῖς κοινωνίαις, οἷον ἐν τῷ εὖ ποιεῖν ἀλλήλους καὶ κακῶς ποιεῖν καὶ ἐν τοῖς τῶν τεχνῶν πρὸς ἀλλήλας συναλλάγμασι· πλὴν τὴν ἀντιπάθειαν οὐ κατὰ τὸ ἴσον ἐκλαβεῖν δεῖ ἀλλὰ κατὰ τὸ ἀνάλογον. ὁ γὰρ τὸν ἄρχοντα τυπτήσας τὴν τάξιν τῆς πολιτείας ἀνεῖλε, καὶ οὐ τυπτηθήσεται ἀλλὰ ἀποκτανθήσεται· καὶ ὁ τὸν γάμον τοῦ πέλας διαφθείρας πείσεται μὲν καὶ αὐτὸς κακῶς, οὐ τὰ αὐτὰ δέ, ἀλλὰ κατὰ τὸ ἀνάλογον· εἴτε γὰρ μὴ πείσεται κακῶς ὁ δράσας κακῶς, δουλεία τις ἔσται καὶ τυραννὶς ἡ πολιτεία· εἴτε τὰ αὐτὰ πείσεται ἅπερ ἔδρασεν, ἄτοπόν τι καὶ αἰσχρόν. ὁμοίως δὲ ἔχει καὶ ἐπὶ τῶν χαρίτων καὶ τοῦ εὖ ποιεῖν καὶ εὖ πάσχειν· πρὸς μὲν γὰρ τὴν ἰσότητα τῆς πολιτείας ἀναγκαῖόν ἐστι τὸν εὖ παθόντα καὶ εὖ ποιῆσαι καὶ τὴν χάριν ἀμείψασθαι καὶ ἔτι δευτέρων ἄρξαι χαρίτων· εἰ γὰρ μὴ τοῦτο εἴη, ἀπολεῖται ἡ μετάδοσις, ἣ συνέχει τὴν πολιτείαν καὶ τὴν ὁμόνοιαν. διὰ τοῦτο καὶ Χαρίτων ἱερὸν ἐν ἑκάστῃ τῶν πόλεων ἵδρυται, ἵνα αἱ χάριτες τιμῶνται διὰ τῆς ἀντιχάριτος. οὐ δυνατὸν δὲ τὴν χάριν τὴν αὐτὴν εἶναι τῇ ἀντιχάριτι ἀλλὰ ἀνάλογον· δίδωσι γάρ τίς τινι οὗ δεῖται ὁ λαμβάνων, καὶ λαμβάνει παρʼ ἐκείνου, οὗπερ αὐτὸς ἐν χρείᾳ καθέστηκε· καὶ οὕτω χαίρει καὶ χαίρειν ποιεῖ· εἰ δὲ τὰ αὐτὰ λήψεται ἃ δέδωκε, τίς ἡ χάρις; ὥστε τὸ εὖ ποιεῖν καὶ εὖ πάσχειν οὐ κατὰ τὸ αὐτὸ ἀλλὰ κατὰ τὸ ἀνάλογον γίνεται. τοῦτο δὲ καὶ ἐκεῖθεν φανερώτερον γένοιτʼ ἄν. αἱ μεταδόσεις καὶ ἀντιδόσεις κοινωνίαι τινές εἰσιν· αἱ δὲ κοινωνίαι τῶν ἐν χρείᾳ· ἐκείνου γάρ τις ζητεῖ κοινωνεῖν, οὗ χρείαν ἔχει· τὸ δὲ ἐν χρείᾳ εἶναι τῶν ἀνομοίων ἐστίν· οὐ γὰρ δεῖταί τις ἑαυτοῦ ἢ τῶν ἑαυτοῦ ἢ ὧν αὐτὸς δύναται ποιεῖν ἀλλʼ ὧν οὐκ ἔχει οὐδὲ δύναται ποιεῖν ἐκείνων ζητεῖ τῷ πλησίον κοινωνεῖν· ὁ γὰρ σκυτοτόμος οὐ δεῖται τοῦ σκυτοτόμου οὐδὲ ὁ ἰατρὸς τοῦ ἰατροῦ ἀλλʼ ὁ σκυτοτόμος ἰατροῦ καὶ ὁ ἰατρὸς σκυτοτόμου, ὥστε φανερόν, ὅτι αἱ χάριτες τῶν ἀνομοίων εἰσίν. αἱ ἄρα μεταδόσεις καὶ ἀντιδόσεις οὐχ αἱ αὐταὶ ἔσονται, ἀλλʼ ἵνα καὶ κατὰ τὸ δίκαιον γίνωνται, κατὰ τὸ ἀνάλογον τὴν ἰσότητα ἐκληπτέον· ὁ γὰρ σκυτοτόμος τῷ οἰκοδόμῳ ὑπόδημα δώσει, λήγεται δὲ ὅσα εἰς οἰκίαν φέρει ἀναλόγως τῇ χάριτι· καὶ ὁ ἰατρὸς τῷ γεωργῷ ἄλλα μὲν δώσει, ἄλλα δὲ παρʼ αὐτοῦ λήψεται κατὰ ἀναλογίαν. ἐνδέχεται γὰρ τὸ ἑτέρου ἔργον τιμιώτερον εἶναι θατέρου· οὐ γὰρ ἀντὶ οἰκίας ὑποδήματα δώσει ὁ σκυτοτόμος τῷ οἰκοδόμῳ, ἀλλὰ τοσοῦτον δεῖ εἰσενεγκεῖν τὸν σκυτοτόμον εἰς τὴν ἀντίδοσιν, ὅσον ἐκεῖνος εἰς τὴν οἰκίαν ἐζημιώθη· εἰ δὲ μή, ἄνισα ἔσται τὰ ἀλλάγματα καὶ αἱ χάριτες ἀνώμαλοι. δεῖ τοίνυν ἐν ταῖς χάρισι τηρεῖν τὴν ἰσότητα· πλὴν κατὰ τὴν ἀναλογίαν, ἣν ποιεῖ ἡ κατὰ διάμετρον σύζευξις· διάμετρος μὲν γάρ ἐστιν ἡ ἀπὸ τῆς γωνίας τοῦ παραλληλογράμμου ἐπὶ τὴν ἀπεναντίον γωνίαν

α οἰκοδόμος γ σκυτοτόμος β οἰκία δ ὑπόδημα

ἐπιζευγνυμένη εὐθεῖα. ἔστω δὲ ὥσπερ τετράγωνον οἱ τέσσαρες ὅροι· ὁ οἰκοδόμος ὁ σκυτοτόμος τὸ ὑπόδημα ἡ οἰκία· ὁ οἰκοδόμος μέν, ἐφʼ οὗ τὸ α, σκυτοτόμος δέ, ἐφʼ οὗ τὸ γ, οἰκία, ἐφʼ οὗ τὸ β, ὑπόδημα, ἐφʼ οὗ τὸ δ· ἐπεὶ τοίνυν ὑπὸ τὸν σκυτοτόμον τὸ ὑπόδημα τίθεται, ὥσπερ τὸ δ ὑπὸ τὸ γ, καὶ ὑπὸ τὸν οἰκοδόμον ἡ οἰκία, ὥσπερ τὸ β ὑπὸ τὸ α, ἐν ταῖς πρὸς ἀλλήλους κοινωνίαις συναφθήσεται μὲν ὁ οἰκοδόμος τοῖς ὑποδήμασιν, ὥσπερ συνάπτεται τὸ α τῷ δ, ὁ δὲ σκυτοτόμος τῇ οἰκίᾳ, ὥσπερ τὸ γ τῷ β· καὶ οὕτως ἔσονται αἱ κοινωνίαι κατὰ διάμετρον, οὐ κατὰ τὰ αὐτὰ ἀλλὰ κατὰ τὰ ἀνάλογα. διὰ τοῦτο δεῖ τὰ ἀλλασσόμενα λόγον ἔχειν καὶ συμμετρίαν πρὸς ἄλληλα· εἰσὶ γὰρ ἔνια, ἃ οὐδὲ δύναται σχεδὸν ἀλλαγῆναι διὰ τὸ ἀσύμμετρα εἶναι, οἷον τὸ τοῦ αὐλητοῦ ἔργον καὶ τὸ τοῦ οἰκοδόμου. διὰ τοῦτο παρελήφθη τὰ νομίσματα, ἅτινα πρὸς πᾶν ἔργον δύνανται ἀλλαγῆναι καὶ παντὸς ἔργου τὴν ἀξίαν μετροῦσιν· ἀπὸ τούτων γὰρ γινώσκομεν πόσων ὑποδημάτων ἡ οἰκία ἀξία ἐστὶν ἢ πόσης τροφῆς ἢ ἄλλων ἔργων· εἰ γὰρ μὴ ἡ ἀξία ἑκάστου γινώσκοιτο, οὐ δύναται συστῆναι ἡ ἀλλαγὴ καὶ ἡ κοινωνία· τὸ γὰρ μὴ διδόναι καὶ λαμβάνειν ἀξίως οὐκ ἔστιν ἀλλαγὴ οὐδὲ κοινωνία. διὰ τοῦτο ἀνάγκη εἶναί τι ἓν μέτρον κοινὸν ἁπάντων, ᾧ πάντα δυνάμεθα μετρεῖν καὶ διʼ οὗ τὴν ἀξίαν ἑκάστου γινώσκομεν. ἔστι δὲ φύσει μὲν καὶ ἀληθείᾳ ἡ χρεία μέτρον ἁπάντων· καθόσον γάρ τις δεῖταί τινος, κατὰ τοσοῦτον βούλεται αὐτῷ κοινωνεῖν· εἰ γὰρ μὴ δέοιτο τῶν ἑτέρου ἢ μὴ ὥσπερ ἄλλος τῶν ἐκείνου ἀλλὰ ἔλαττον, οὐκ ἔσται ποτὲ ἀλλαγή· δεόμενος δὲ τὰ ἑαυτοῦ δίδωσι καὶ λαμβάνει τὰ τῶν ἄλλων. ἡ μὲν οὖν χρεία φύσει καὶ ἀληθείᾳ μέτρον ἐστὶ τῶν πραγμάτων· αὕτη γὰρ πάντας εἰς ἓν συνάγει· νόμῳ δὲ καὶ κατὰ συνθήκην τὸ νόμισμα· καὶ διὰ τοῦτο καὶ νόμισμα καλεῖται, ὅτι οὐκ ἔστι φύσει, ἀλλὰ παρʼ ἡμῶν ἐτέθη, καὶ ἐφʼ ἡμῖν ἔστι μεταβαλεῖν αὐτὸ καὶ ποιῆσαι ἄχρηστον. ἔστι τοίνυν καὶ τὸ νόμισμα μέτρον, ὡς εἴρηται, τῆς τῶν πραγμάτων ἀξίας, καὶ αὐτοῦ μὲν οὐκ ἔστι χρεία διʼ ἑαυτό, ἔστι δὲ ὥσπερ ὑπάλλαγμα τῆς χρείας· διὰ τούτων τοίνυν τῶν μέτρων γνωσθείσης ἑκάστου τῆς ἀξίας τῶν ἔργων, ἡ ἀλλαγὴ ἰσόρροπος ἔσται κατὰ τὸ ἀνάλογον. ἡ δὲ ἀναλογία ἔσται ἀντιπεπονθότως· οὕτω γὰρ δυνατὸν ἰσασθῆναι τὴν ἀλλαγήν. ἀντιπεπονθότα δὲ λέγονται παρὰ τοῖς μαθηματικοῖς, ὅταν ᾖ ὡς τὸ α πρὸς τὸ β, τὸ γ πρὸς τὸ δ· καὶ ὡς τὸ α πρὸς τὸ γ, τὸ δ πρὸς τὸ β· εἰ τοῦτον τοίνυν τὸν τρόπον ἀνάλογον ἔσται τὰ ἀλλασσόμενα καὶ οἱ ἀλλάσσοντες, δικαία ἔσται ἡ ἀλλαγή. ἔστω

α γεωργός γ σκυτοτόμος β σῖτος δ ὑπόδημα

γὰρ σκυτοτόμος, ἐφʼ οὗ γ, γεωργός, ἐφʼ οὗ α, ὑποδήματα, ἐφʼ οὗ δ, σῖτος, ἐφʼ οὗ β· κείσθω δὴ τὸν γεωργὸν πρὸς τὸν σκυτέα διπλάσιον λόγον ἔχειν, ἔσται δὲ καὶ ὁ σῖτος διπλάσιος τῇ ἀξίᾳ τῶν ὑποδημάτων· εἰ τοίνυν ἔσται ὡς ὁ γεωργὸς πρὸς τὸν σκυτέα τὰ ὑποδήματα πρὸς τὴν τροφὴν ἢ τὸν σῖτον, διπλασίονα ἔσται τὰ ὑποδήματα τοῦ σίτου καὶ οὕτως ἔσονται ἄξια τοῦ σίτου· εἰ δὲ μὴ οὕτως ἡ ἀλλαγὴ γένοιτο, οὐ δεῖ εἰς σχῆμα ἀναλογίας ἄγειν αὐτά, οὐ γὰρ δυνατὸν ἰσασθῆναι. εἰ γὰρ μὴ ἔσται ὡς ὁ γεωργὸς πρὸς τὸν σκυτέα τὸ ἔργον τοῦ γεωργοῦ, ὃ λαμβάνει ὁ σκυτεύς, πρὸς τὸ ἔργον τοῦ σκυτέως, ὃ λαμβάνει ὁ γεωργός, οὐκ ἔσται ἰσότης, ἀλλʼ ὅταν ἀντιπεπονθότως ἔχωσι, τότε ἀλλαγὴ κυρίως καὶ κοινωνία γίνεται. ὅτι δὲ ἡ χρεία συνέχει τὰς πολιτείας καὶ αὕτη τὰς κοινωνίας ποιεῖ καὶ τὰς ἑνώσεις, καθάπερ ἕν τι ὄν, δῆλον· καὶ γὰρ ὅταν μὴ χρείαν ἔχωσιν ἀλλήλων, οὐκ ἀλλάττονται οὐδὲ κοινωνοῦσιν ἀλλήλοις ἢ ὅταν ὁ μὲν δέηται θατέρου, ἅτερος δὲ θατέρου χρείαν οὐκ ἔχῃ, καὶ τότε γὰρ ὁμοίως ἀκοινώνητοί εἰσιν· ὥσπερ τοὐναντίον, ὅταν οὗ μὲν ἔχει αὐτὸς δέηταί τις, αὐτὸς δὲ χρῄζῃ ὧν ἐκεῖνος δοῦναι δυνατός. ἐπεὶ δὲ πολλάκις ὁ μὲν γεωργὸς δεῖται τοῦ ἔργου τοῦ τέκτονος, ὁ δὲ τέκτων οὐ δεῖται τοῦ γεωργικοῦ, ἵνα τὰ ἀλλάγματα καὶ αἱ κοινωνίαι μηδὲ τότε κωλύωνται, παρελήφθη τὸ νόμισμα· καὶ τοῦτο διδοὺς ὁ γεωργὸς τῷ τέκτονι λαμβάνει παρʼ ἐκείνου τὸ ἐκείνου ἔργον· ὃ δὴ τὸ νόμισμα καθάπερ ἐγγυητής ἐστι πρὸς τὸν τέκτονα, ὅτι ἐπειδὰν τῶν τοῦ γεωργοῦ δεηθῇ, διʼ αὐτοῦ λήψεται παρὰ τοῦ γεωργοῦ, ὧν ἐν χρείᾳ κατέστη. καὶ οὕτω κἀνταῦθα διὰ τὴν μέλλουσαν τοῦ τέκτονος χρείαν ἡ ἀλλαγὴ καὶ ἡ κοινωνία γίνεται. καὶ τὸ νόμισμα δυνάμει ἐστὶ πάντα σχεδόν, ὧν δεῖται ἕκαστος ἑκάστου· καὶ ἡ τούτου χρεία μάλιστα μένει, εἰ καὶ μὴ ἀεὶ ὁμοίως. καὶ γὰρ ἐν μὲν ταῖς εὐθηνίαις πολλή τίς ἐστιν ἡ χρεία τοῦ νομίσματος, ἐν δὲ ταῖς σιτοδείαις οὐκέτι· οὐ γὰρ ἄν τις ἕλοιτο ὀλίγον προέσθαι σῖτον πολλῶν νομισμάτων. ὅμως δὲ διʼ ἃ εἴρηται μᾶλλον μένει ἡ τούτου χρεία ἢ ἡ τῶν ἄλλων· διὸ δεῖ πάντα τιμᾶσθαι· οὕτω γὰρ δυνατὸν εἶναι ἀεὶ ἀλλαγὴν καὶ κοινωνίαν. ἀπὸ γὰρ τοῦ πάντα μετρεῖσθαι καὶ τιμᾶσθαι νομίσματι ἡ ἰσότης γίνεται· ἀπὸ δὲ τῆς ἰσότητος ἀλλαγὴν γενέσθαι δυνατόν. ἰσότητα δὲ οὐκ ἀεὶ δυνατὸν γίνεσθαι ἄνευ νομίσματος· τινὰ γὰρ ἔργα τεχνῶν οὕτως ἀλλήλων διαφέρει, ὥστε παντελῶς ἀσύμμετρα εἶναι καὶ μηδένα λόγον ἔχειν πρὸς ἄλληλα· ὅθεν οὐ δυνατὸν ἰσότητα εὑρεῖν ἐν αὐτοῖς. ὅτι δὲ ἑκάτερος ἑκατέρου δεῖται, διὰ ταύτην τὴν χρείαν παρελήφθη ἕν τι κοινὸν μέτρον, ὃ πάντα μετρεῖ, τὸ νόμισμα· ὃ φύσει μὲν καὶ ἀληθείᾳ οὐ μετρεῖ — οὐ γάρ ἐστι μέρος τῶν μετρουμένων —, νόμῳ δέ τινι ἡμετέρῳ καὶ συνθήκῃ· καὶ οὕτως ἐν μέσῳ γενόμενον τῶν ἀσυμμέτρων, σύμμετρα ποιεῖ καὶ ἰσάζει. τοῦτο δὲ ἔσται

α οἰκία β μναῖ δέκα γ κλίνη

καὶ ἀπὸ τοῦ διαγράμματος σαφέστερον. ἔστω τὸ α οἰκία, τὸ δὲ β μναῖ δέκα, τὸ δὲ γ κλίνη. ἔστω δὲ ἡ οἰκία πέντε μνῶν, ἡ δὲ κλίνη μιᾶς· ὥστε αἱ δέκα μναῖ τὸ β τῆς μὲν κλίνης δεκαπλάσιόν ἐστι, τῆς δὲ οἰκίας διπλάσιον· ἡ ἄρα οἰκία ἡμίσειά ἐστι τῶν δέκα μνῶν. ἐπεὶ τοίνυν ἡ μὲν οἰκία ἥμισυ, ἡ δὲ κλίνη δέκατον τοῦ αὐτοῦ, τὸ δὲ ἥμισυ τοῦ δεκάτου πενταπλάσιον, ἡ ἄρα οἰκία τῆς κλίνης πενταπλασίων· σύμμετρος ἄρα ἡ οἰκία γέγονε τῇ κλίνῃ διὰ μέσου τοῦ νομίσματος, ὃ κοινὸν ἐγένετο μέτρον. εἰ δὲ σύμμετρος, καὶ ἴση γενέσθαι δυνατόν· εἰ γὰρ πενταπλασιασθῇ, ἴση ἔσται τῇ οἰκίᾳ. τί μὲν οὖν τὸ ἄδικον, καὶ τί τὸ δίκαιόν ἐστιν, εἴρηται, κατά τε διανομὴν καὶ διόρθωσιν, ἤτοι τὸ διανεμητικὸν καὶ διορθωτικόν.

Ὅτι ἡ δικαιοσύνη μεσότης ἐστὶ τοῦ ἀδικεῖν καὶ ἀδικεῖσθαι. κεφ. ζʹ.

`99`

Τούτων δὲ οὕτω διωρισμένων, φανερόν ἐστιν, ὅτι ἡ δικαιοπραγία μεσότης ἐστὶ τοῦ ἀδικεῖν καὶ ἀδικεῖσθαι· τὸ μὲν γὰρ πλέον ἐστί, τὸ δὲ ἔλαττον· τὸ μὲν γὰρ ἀδικεῖν οὐδὲν ἄλλο ἐστὶν ἢ τὸ πλέον ἔχειν, ὅπου τὸ ἴσον ἔδει· τὸ δὲ ἀδικεῖσθαι, τὸ ἔλαττον ἔχειν. καὶ ἡ δικαιοσύνη μεσότης ἐστὶν οὐ τὸν αὐτὸν τρόπον ταῖς προτέραις ἀρεταῖς· τῶν μὲν γὰρ ἄλλων ἀρετῶν ἑκάστη μέση ἐστὶ δύο κακιῶν, τὴν μὲν ὑπερβάλλουσα τῆς δὲ ἐλλείπουσα· ἡ μὲν γὰρ σωφροσύνη μεταξὺ τῆς ἠλιθιότητος καὶ τῆς ἀκολασίας ἐστίν, ἡ δὲ ἀνδρεία μεταξὺ τῆς δειλίας καὶ τῆς θρασύτητος, καὶ αἱ ἄλλαι ὁμοίως· ἡ δὲ δικαιοσύνη οὐκ ἔχει παρʼ ἑκάτερα δύο κακίας, αἷς ἀντίκειται, ἀλλὰ μόνῃ τῇ ἀδικίᾳ ἀντίκειται· μέση δέ ἐστιν, ὅτι τῆς ἀδικίας τὴν ἀνισότητα εἰσαγούσης, τὸ ἴσον αὐτὴ ζητεῖ, καὶ τούτου ἐστὶ ποιητική. ὃ δὴ ἴσον μέσον ἐστὶ τοῦ μείζονος καὶ τοῦ ἐλάττονος, καὶ διὰ τοῦτο αὐτὴ μὲν μεσότης ἐστίν, ἡ δὲ ἀδικία ἀκρότης, ὅτι τῶν ἄκρων ἐστί. καὶ ἡ μὲν δικαιοσύνη ἐστὶν ἕξις, καθʼ ἣν ὁ δίκαιος κατὰ προαίρεσιν πρακτικός ἐστι τοῦ δικαίου καὶ διανεμητικός, ὥστε καὶ ἑαυτῷ νομοθετεῖν προσηκόντως διανέμειν πρὸς ἄλλους καὶ πρὸς ἑαυτὸν εἰ δεήσει, καὶ τοῖς ἄλλοις παρέχειν κανόνα διανομῆς, οὐχ ἑαυτῷ μὲν πλέον τοῦ ἀγαθοῦ παρέχων ἐν τῇ διανομῇ, ἔλαττον δὲ τῷ πλησίον, ἢ τοῦ βλαβεροῦ ἑαυτῷ μὲν ἔλαττον, πλέον δὲ τῷ πλησίον, ἀλλὰ τὸ ἴσον τοῦ κατὰ ἀναλογίαν· ὁμοίως δὲ καὶ ἄλλῳ νομοθετῶν τὰ ἴσα ποιεῖν ἐν ταῖς διανομαῖς. τοιαύτη μὲν ἡ δικαιοσύνη. ἡ δὲ ἀδικία πᾶν τοὐναντίον· ὑπερβολὴ γὰρ καὶ ἔλλειψίς ἐστι τοῦ ὠφελίμου καὶ βλαβεροῦ παρὰ τὸ ἀνάλογον. ὁ γὰρ ἄδικος ἐν ταῖς διανομαῖς ὑπερβάλλει μὲν τὸν πλησίον ἐν τοῖς ὠφελίμοις, ἐλλείπει δὲ αὐτοῦ ἐν τοῖς βλαβεροῖς· ὅταν δὲ πρὸς ἄλλους τὴν διανομὴν ποιῆται, καὶ τότε μὲν παρὰ τὸ ἀνάλογον, πλὴν οὐ τοὺς αὐτοὺς ποιεῖ τῶν αὐτῶν ὑπερβάλλειν ἢ ἐλλείπειν, ἀλλʼ ὡς ἔτυχεν· ὥστε εἶναι καὶ ὑπερβολὴν καὶ ἔλλειψιν ἐν τοῖς ἀδικήμασι τὸ μεῖζον καὶ τὸ ἔλαττον· καὶ μεῖζον μέν ἐστι τὸ ἀδικεῖν, ἔλαττον δὲ τὸ ἀδικεῖσθαι· ὧν μέσον ἐστὶ τὸ ἴσον, ἤτοι τὸ δίκαιον.

Πῶς ἔστιν ἀδικεῖν καὶ μὴ ἄδικον εἶναι. κεφ. ηʹ.

`100`

Περὶ μὲν οὖν δικαιοσύνης καὶ ἀδικίας, καὶ τίς ἑκατέρα τούτων ἡ φύσις, καὶ περὶ δικαίου καὶ ἀδίκου, καθόλου εἴρηται. ἐκεῖνο δὲ νῦν ζητητέον· ἐπεί εἰσί τινα ἀδικήματα, ἃ ποιῶν τις ἀδικεῖ μέν, ἄδικος δὲ οὐκ ἔστι, τίνα ταῦτα. πρῶτον δὲ ἐκεῖνο δείξομεν, ὅτι δυνατὸν ἀδικεῖν τινα καὶ μὴ ἄδικον εἶναι, οἷον κλέπτειν καὶ μὴ κλέπτην εἶναι καὶ μοιχεύειν καὶ μὴ μοιχὸν εἶναι. ὁ γὰρ κλέψας τὴν μάχαιραν τοῦ μαινομένου, ἵνα μὴ ἑαυτὸν ὁ μαινόμενος ἀποσφάξῃ, ἔκλεψε μέν, κλέπτης δὲ οὐκ ἔστι· καὶ ὁ μοιχεύων, ἵνα δυνηθῇ πλουτεῖν, μοιχεύει μέν, μοιχὸς δὲ οὐκ ἔστιν, ἀλλὰ φιλοχρήματος· καὶ εἴ τις ἰατρὸς ἀπατῴη τὸν νοσοῦντα ἐφʼ ᾧ σώσει, ἀπατᾷ μέν, ἀπατεὼν δὲ οὐκ ἔστι. ὅτι οὖν ἐστι δυνατόν τινα ἀδικεῖν καὶ μὴ ἄδικον εἶναι κατʼ ἐκείνην τὴν ἀδικίαν ἧς τὸ ἔργον ποιεῖ, δῆλον. τίνα δέ ἐστι ταῦτα τὰ ἀδικήματα, ἑνὶ καθολικῷ λόγῳ ῥητέον· ὅσα ἀδικεῖ τις οὐχ ἕνεκα τοῦ τέλους, ὃ προσήκει τῇ ἀδικίᾳ ἐκείνῃ, ἧς τὴν πρᾶξιν ποιεῖ, ἀλλὰ ἄλλου τέλους ἕνεκα, ἢ ἀγαθοῦ ἢ φαύλου, κατʼ ἐκεῖνα ἀδικεῖ μέν, ἄδικος δὲ οὐκ ἔστιν. ἀπατᾷ μὲν γὰρ ὁ ἰατρός, ἀπατεὼν δὲ οὐκ ἔστιν· οὐ γὰρ τέλος ἔχει τὴν ἀπάτην τοῦ νοσοῦντος ἀλλὰ τὴν σωτηρίαν· ὁμοίως καὶ ὁ κλέψας τὸ ξίφος τοῦ μαινομένου οὐ ζητεῖ τὸ πλέον λαβεῖν ἑαυτῷ καὶ λάθρα παρακερδᾶναι τοῦ πλησίον ὥσπερ ὁ κλέπτης, ἀλλὰ τέλος ἔχει τὴν τοῦ μαινομένου σωτηρίαν. πᾶσα δὲ πρᾶξις ἀπὸ τοῦ τέλους τὸ εἶδος λαμβάνει καὶ τὸν ὁρισμόν, καὶ διὰ τοῦτο καὶ τὸ ὄνομα· τὸ γὰρ ὄνομα συνεσταλμένος ὁρισμός ἐστιν. οὐδὲ γὰρ τὸν στρατηγὸν ἑλεπόλεις κατασκευάζοντα πολλάκις καὶ ὁρμητήρια ἐν πολιορκίαις οἰκοδόμον ἐροῦμεν ἢ τέκτονα· τὰ μὲν γὰρ οἰκοδόμου καὶ τοῦ τέκτονος ποιεῖ καὶ οἰκοδομεῖν λέγεται, ὅτι δὲ οὐ πρὸς τὸ τέλος ἀποσκοπεῖ τοῦ οἰκοδόμου ἀλλὰ τὸ τοῦ στρατηγοῦ, οὐκ οἰκοδόμος ἀλλὰ στρατηγός ἐστι καὶ καλεῖται· καὶ ὁ τὸν γάμον μὲν τοῦ πλησίον ἀδικῶν, μὴ διʼ ἀκολασίαν δὲ αὐτὸ τοῦτο προαιρούμενος ἀλλὰ διὰ φιλοχρηματίαν, οὐκ ἂν εἴη μοιχὸς ἀλλὰ φιλοχρήματος. δυνατὸν τοίνυν τινὰ ἀδικεῖν, καὶ μὴ ἄδικον εἶναι κατʼ ἐκείνην τὴν ἀδικίαν, ἧς τὴν πρᾶξιν ποιεῖ, ἀλλὰ ἢ οὐδαμῶς ἄδικον, ὥσπερ ὁ ἰατρός, ἢ καθʼ ἑτέραν ἀδικίαν ἄδικον, ὥσπερ ὁ μοιχός. κατὰ τίνα δὲ τρόπον, εἴρηται. δυνατὸν δὲ καὶ ἄλλως ἀδικοῦντα μὴ ἄδικον εἶναι, ὅταν ἀκουσίως τις ἀδικῇ· ὁ γὰρ νυκτὸς ἀγνοήσας τὸν κλέπτην καὶ τὸν μὴ κλέπτην ἀποκτείνας ἠδίκησε μέν, ἄδικος δὲ οὐκ ἔστι.

Περὶ δικαίου, ὃ κυρίως οὐκ ἔστι δίκαιον. κεφ. θʹ.

`101`

Περὶ μὲν οὖν τοῦ ἀντιπεπονθότος, τίνα τρόπον γινόμενον δίκαιον ἔσται, εἴρηται πρότερον. ἔστι δὲ καὶ ἄλλο δίκαιον, ὃ οὐκ ἔστι κυρίως δίκαιον, ὥσπερ δὴ τὸ πατρικὸν καὶ δεσποτικόν· ταῦτα γὰρ οὔκ εἰσι κυρίως δίκαια ἀλλὰ ὅμοιά πως τῷ πολιτικῷ δικαίῳ. λέγω δὲ πατρικὸν δίκαιον, ὃ προσήκει πατρὶ πρὸς παῖδα ποιεῖν, καὶ δεσποτικόν, ὃ δεῖ δεσπότην πρὸς δοῦλον. κυρίως τοίνυν καὶ ἀληθῶς δίκαιόν ἐστι τὸ διανεμητικὸν καὶ τὸ διορθωτικόν, ὅπερ ἐστὶ τὸ πολιτικόν, ὅπερ ἢ κατὰ γεωμετρικὴν ἀναλογίαν γίνεται, καθὼς εἴρηται, ἢ κατὰ ἀριθμητικήν. ἐν ἐκείνοις γάρ ἐστι δίκαιον, ἐν οἷς καὶ νόμος τίθεται· νόμος δὲ τίθεται ἐν ἐκείνοις, οὓς δυνατὸν καὶ ἀδικεῖσθαι καὶ ἀδικεῖν· ὁ γὰρ νόμος καὶ ἡ δίκη διάκρισίς ἐστι τοῦ δικαίου καὶ τοῦ ἀδίκου. ταῦτα δὲ ἁρμόζει τοῖς πολίταις· οὗτοι γὰρ ἀλλήλους δύνανται ἀδικεῖν τῷ βούλεσθαι ἕκαστον πλέον ἑαυτῷ νέμειν τῶν ἁπλῶς ἀγαθῶν, ἔλαττον δὲ τῷ πλησίον, καὶ τῶν βλαβερῶν τὸ ἀνάπαλιν· διὰ τοῦτο οὐκ ἐῶμεν ἄρχειν ἄνθρωπον πόλεως, δηλονότι αὐτὸν ταῖς ἑαυτοῦ ὁρμαῖς ἑπόμενον, ἀλλὰ τοὺς νόμους ἄρχοντας ποιούμεθα, ἵνα μὴ ἑαυτοῦ ἕνεκα ἄρχῃ μηδὲ τὸ πλέον ἑαυτῷ παρέχῃ ἐν ταῖς διανομαῖς τῶν ἀγαθῶν, ἀλλὰ τὸ ἀνάλογον· εἰ γὰρ μὴ οὕτως ἔχει, τύραννος ἔσται. ὁ γὰρ ἄρχων οὐδὲν ἄλλο βούλεται ἢ φυλάττειν τὸ δίκαιον, ἤτοι τὸ ἴσον καὶ τὸ ἀνάλογον· οὐ γὰρ ἑαυτοῦ ἕνεκα ἄρχει, καθὼς εἴρηται, ἀλλὰ διὰ τὸ συμφέρον τῶν ἄλλων. διὰ τοῦτο καὶ τὴν δικαιοσύνην ἀλλότριον ἀγαθὸν ὀνομάζουσιν. ὅθεν καὶ μισθοὶ πολλοὶ κεῖνται τοῖς ἀγαθοῖς ἄρχουσιν· οἱ δέ εἰσι τιμαὶ δημόσιαι καὶ γέρα· ὃς δὲ οὐκ ἀρκεῖται τοῖς τοιούτοις μισθοῖς, τυραννίδι ἐπιχειρεῖ. τὸ μὲν οὖν πολιτικὸν δίκαιον διὰ τοῦτο κυρίως δίκαιον λέγεται. τὸ δὲ πατρικὸν καὶ δεσποτικὸν οὐκέτι· οὐ γὰρ δύναταί τις πρὸς ἑαυτὸν καὶ τὸ ἴδιον μέρος ἄδικος εἶναι, οὐδὲ τὸ ἴδιον κτῆμα προαιρεῖταί τις βλάπτειν· ἔστι δὲ ὥσπερ τι μέρος τῷ πατρὶ τὸ τέκνον, ἕως ὑπʼ αὐτόν ἐστι καὶ τῆς αὐτοῦ προνοίας ἐξηρτημένον ἐστίν· ὁμοίως δὲ καὶ ὁ δοῦλος ὠφέλειά τις τοῦ δεσπότου ἐστί, καθόσον ἐστὶ δοῦλος καὶ ἕως ἂν ᾖ· οὐδεὶς δὲ τῇ ἑαυτοῦ ὠφελείᾳ ἐπιβουλεύει. ἐν οἷς δὲ οὐ δυνατὸν ἀδικίαν εἶναι οὐδὲ τὸ κυρίως δίκαιόν ἐστιν, ὅ ἐστι τὸ πολιτικόν, ἀλλὰ ὅμοιον αὐτῷ. τὸ γὰρ πολιτικόν, καθὼς εἴρηται, ἐν ἐκείνοις ἐστίν, ἐν οἷς ἐστι νόμος· ἐν πατρὶ δὲ καὶ υἱῷ καὶ δεσπότῃ καὶ δούλῳ διὰ τὰ εἰρημένα οὐκ ἔστι νόμος, ὅτι μηδὲ ἀδικία, ἀλλὰ ἐν ἐκείνοις ἐστίν, ἐν οἷς ἰσότης τοῦ ἄρχειν καὶ ἄρχεσθαι· διὸ μᾶλλον δοκεῖ δίκαιον εἶναι τὸ τοῦ ἀνδρὸς πρὸς τὴν γυναῖκα ἢ πρὸς υἱὸν καὶ κτήματα· τοῦτο γάρ ἐστι τὸ οἰκονομικὸν δίκαιον καὶ μᾶλλον ἔοικε τῷ πολιτικῷ, ἔστι δὲ ὅμως καὶ αὐτὸ ἄλλο παρὰ τὸ πολιτικόν.

Περὶ τοῦ φυσικοῦ καὶ τοῦ νομικοῦ δικαίου, τί ἐστιν ἑκάτερον. κεφ. ιʹ.

`102`

Τοῦ δὲ πολιτικοῦ δικαίου τὸ μὲν φυσικόν ἐστι, τὸ δὲ νομικόν· καὶ φυσικὸν μὲν λέγεται, ὃ πανταχοῦ τὴν αὐτὴν ἔχει δύναμιν καὶ πᾶσι δίκαιον δοκεῖ, οἷον τὸ τὸν δανεισάμενον τὸ δάνειον ἀποδοῦναι — πᾶσι γὰρ δοκεῖ δίκαιον εἶναι τὸ ἕκαστον ἔχειν τὰ ἑαυτοῦ —, νομικὸν δέ, ὅπερ πρὶν νομοθετηθῆναι ἀδιάφορον ἦν καὶ οὔτε δίκαιον οὔτε ἄδικον ἐδόκει, μετὰ δὲ τὸ νομισθῆναι δίκαιόν ἐστιν, ὥσπερ τὸ πιπράσκειν τὸν δοῦλον μιᾶς μνᾶς. πρὶν μὲν γὰρ τεθῆναι τὸν νόμον, ἀδιάφορος ἦν ἡ πρᾶσις τῶν δούλων καὶ ὡς ἕκαστος τῶν δεσποτῶν ἐβουλήθη, μετὰ δὲ τὸ τεθῆναι τοῦτον τὸν νόμον, οὐκέτι ἀδιάφορος, ἀλλὰ τὸ δίκαιόν ἐστι τὸ τοσοῦδε πωλεῖν. τοιαῦτα δέ εἰσι καὶ τὰ ἐπὶ τῶν μερικῶν, οἷα τὰ ψηφίσματα, οἷον ἔδοξε τῇ βουλῇ καὶ τῷ δήμῳ τὸν Δημοσθένη στεφανῶσαι ἢ τὸν Θεμιστοκλέα καλεῖν Ὀλύμπιον· ταῦτα γὰρ πρὶν ψηφισθῆναι ἀδιάφορα ἦν, ψηφισθέντα δὲ δίκαια δοκεῖ. τινὲς δὲ νομίζουσι, μηδὲν δίκαιον εἶναι φύσει ἀλλὰ πάντα νομικά. πάντα μὲν γὰρ τὰ φυσικὰ ἀμετάβλητα· τὸ γὰρ πῦρ πανταχοῦ καὶ ἑκάστοτε θερμαίνει καὶ παρʼ ἡμῖν καὶ ἐν Αἰγύπτῳ ὁμοίως, τὰ δὲ δίκαια πάντα μεταβάλλονται· τὸ γὰρ δανείζεσθαι καὶ μὴ ἀποδιδόναι παρά τισι δίκαιον δοκεῖ, καὶ τἄλλα ὁμοίως ἔχει, καὶ οὐ πᾶσι δίκαια δοκεῖ τὰ αὐτά· ὥστε πάντα τὰ δίκαια νομικὰ εἶναι καὶ οὐδὲν φυσικόν. πρὸς δὴ ταῦτα ἐκεῖνο λέγομεν, ὅτι οὐ καθάπαξ κινεῖται πᾶν δίκαιον καὶ μεταπίπτει· εἰ γὰρ καὶ παρʼ ἀνθρώποις πάντα ἦν τὰ δίκαια μεταβλητά, παρά γε τοῖς θεοῖς ἀνάγκη εἶναι δίκαιον ἀμετάβλητον, ὥστε εἶναί τι φυσικὸν δίκαιον· νῦν δὲ καὶ παρʼ ἀνθρώποις, τοῖς τε ὀρθῶς καὶ ὑγιῶς ἔχουσιν, ἔστι δίκαιον ἀκίνητον, ὃ φυσικὸν λέγεται. εἰ δὲ τοῖς νοσοῦσι τὰς φρένας καὶ διεστραμμένοις οὐ δοκεῖ δίκαιον, οὐδὲν διαφέρει, οὐδὲ γὰρ ὁ λέγων τὸ μέλι γλυκὺ εἶναι ψεύδεται, διότι τοῖς νοσοῦσιν οὐ τοιοῦτον δοκεῖ· τὸ τοίνυν δίκαιον τὸ φυσικὸν δοκεῖ μέν τισι δίκαιον, δοκεῖ δὲ ἄλλοις μὴ δίκαιον εἶναι. ἀλλὰ τὸ μὲν πρῶτον φυσικόν ἐστι καὶ ὑγιαινόντων ἀνθρώπων, τὸ δὲ δεύτερον παρὰ φύσιν καὶ μαινομένων ἀνθρώπων· ὅτι μὲν οὖν οὐδὲν κωλύει φυσικὸν εἶναι δίκαιον, ὅτι ἔνιοι δίκαιον οὐ νομίζουσιν αὐτό, δῆλον. ἐπεὶ δὲ καὶ τὸ νομικὸν δίκαιον κινητόν ἐστι καὶ τὸ φυσικὸν ὃν εἴρηται τρόπον, τίνι διακριθήσονται καὶ ἀμφότερα κινούμενα; καὶ ἔστιν ἡ διάκρισις φανερά. αὐτὸ γὰρ ἐξετασθήσεται τὸ δίκαιον καθʼ ἑαυτό, εἰ συμφέρει πᾶσιν ἀκίνητον ὄν, καὶ εἰ καταλυθὲν βλάβην ἐπενεγκεῖν δύναται. καὶ εἰ οὕτως ἔχει, φυσικὸν δίκαιόν ἐστιν, εἰ δὲ μὴ τοιοῦτον, νομικόν· καὶ γὰρ ἐνδέχεται μὲν πάντας τῇ ἀριστερᾷ χειρὶ ὡς δεξιᾷ χρήσασθαι, ἡ μέντοι δεξιὰ φύσει φαίνεται κρείττων εἶναι τῆς ἀριστερᾶς· τὰ δὲ νομικὰ δίκαια κατὰ συνθήκην τηρούμενα ὅμοιά ἐστι τοῖς μέτροις, ἅπερ ἄλλα ἀλλαχοῦ γίνονται· τὰ γὰρ οἰνηρὰ καὶ σιτηρὰ μέτρα οὐ πανταχοῦ εἰσιν ἴσα, ἀλλʼ οὗ μὲν ὠνοῦνται τὸν οἶνον ἢ τὸν σῖτον, μείζω τὰ μέτρα ποιοῦσιν, οὗ δὲ πωλοῦσιν, ἐλάττω· τὸν αὐτὸν δὴ τρόπον ἔχει καὶ τὰ μὴ φυσικὰ ἀλλὰ ἀνθρώπινα καὶ κατὰ συνθήκην γινόμενα δίκαια. οὐ γὰρ τὰ αὐτὰ πανταχοῦ· ἐπεὶ οὐδὲ πολιτεία μία πᾶσιν, ἀλλὰ μία πανταχοῦ πολιτεία, ἡ κατὰ φύσιν, ἀρίστη· ὥσπερ καὶ τὸ φυσικὸν δίκαιον ἓν πανταχοῦ ἐν ταῖς εὐνομουμέναις πολιτείαις. καὶ οὕτως ἔχει πρὸς τὰς ἐν αὐταῖς πράξεις, ὡς τὸ καθόλου πρὸς τὰ καθʼ ἕκαστα· τὰ μὲν γὰρ πραττόμενα πολλά, τὸ δὲ δίκαιον ἢ τὸ νόμιμον ἕν· καθόλου γάρ ἐστιν· οὐ γὰρ τόνδε τὸν ἀριστέα κελεύει τιμᾶσθαι καὶ τοιάνδε τιμήν, ἀλλὰ καθόλου πάντα ἀριστέα ἁπλῶς τιμᾶσθαι.

Τί ἐστι δικαίωμα καὶ δικαιοπράγημα καὶ ἀδικοπράγημα. κεφ. ιαʹ.

`103`

Διαφέρει δὲ τὸ δικαίωμα τοῦ δικαίου καὶ τὸ ἀδίκημα τοῦ ἀδίκου· δίκαιον μὲν γάρ ἐστιν, ὅπερ ἁπλῶς θεωρεῖται καὶ καθόλου, ἢ νομικὸν ἢ φυσικόν, οἷον τὸν ἀνδροφόνον ἀποθνήσκειν· ὅταν δὲ τὸ τοιοῦτο δίκαιον ἐν τοῖς καθʼ ἕκαστα γένηται καὶ ὅδε ὁ ἀνδροφόνος τόνδε τὸν τρόπον ἀποθάνῃ, τότε δικαίωμα καλεῖται· ὁμοίως δὲ καὶ ἐπὶ τοῦ ἀδίκου καὶ ἀδικήματος ἔχει. καλεῖται δὲ δικαιοπράγημα μὲν πᾶσα πρᾶξις δικαία, κἄν τε ἀδικίας ἔκτισις ᾖ, κἄν τε ἀρετῆς ἀνταπόδοσις· δικαίωμα δὲ ἰδίως ἡ τῆς ἀδικίας τιμωρία. ὁποῖα δὲ καὶ πόσα εἴδη δικαιοπραγημάτων καὶ δικαιωμάτων εἰσίν, ὕστερον ἐπισκεψόμεθα. νῦν δὲ ἐκεῖνο λέγομεν. οὕτως οὖν ἐχόντων τῶν δικαίων καὶ τῶν ἀδίκων, ὡς εἴρηται, ἀδικεῖ μὲν ἢ δικαιοπραγεῖ, ὅταν ἑκών τις αὐτὰ πράττῃ, ὅταν δὲ ἄκων, οὔτε ἀδικεῖ οὔτε δικαιοπραγεῖ καθʼ αὑτό, ἀλλʼ ἢ κατὰ συμβεβηκός. αἱ γὰρ πράξεις καθʼ ἑαυτὰς οὔκ εἰσιν ἄδικοι οὔτε δίκαιαι, οὐ γὰρ ἐφαρμόζει αὐταῖς ὁ ὁρισμὸς τοῦ ἀδικοπραγήματος, ὃς συνίσταται ἐν τῷ ἑκουσίῳ· ἀκούσιοι γάρ εἰσιν. ἀλλʼ ὅτι συμβέβηκεν αὐταῖς ἡ ἰσότης τῆς δικαιοσύνης ἢ ἡ ἀνισότης τῆς ἀδικίας, διὰ τοῦτο ἄδικοι ἢ δίκαιαι λέγονται κατὰ συμβεβηκός, καὶ οἱ πράττοντες αὐτὰς ἀδικοπραγεῖν ἢ δικαιοπραγεῖν. καθʼ αὑτὸ δέ, ὅταν ἑκούσιον ᾖ τὸ ἔργον, τότε ἀδίκημα ἔσται καὶ ἀδικοπράγημα· χωρὶς δὲ τοῦ ἑκουσίου ἄδικον μὲν ἔσται πεποιηκώς, ἡ πρᾶξις δὲ οὐκ ἔσται ἀδίκημα· αὐτὸς γὰρ οὐκ ἔστιν ἄδικος, εἰ καὶ ἄδικα ποιεῖ, ὡς ἐν τοῖς προειρημένοις ἐδείχθη δυνατὸν εἶναι ἄδικα μὲν ποιεῖν, ἄδικον δὲ μὴ εἶναι. τότε γὰρ ἄδικός ἐστιν, ὅταν ἡ πρᾶξις ἐπʼ αὐτῷ ᾖ, καὶ μηδεὶς βιάζηται, καὶ εἰδὼς καὶ μὴ ἀγνοῶν τὰ περιστατικὰ πάντα, οἷον τίνα τύπτει καὶ τίνος ἕνεκα· ταῦτα δὲ ἐν τοῖς περὶ ἑκουσίου καὶ ἀκουσίου διωρισάμεθα. ὁμοίως δὲ καὶ ἐπὶ τῶν δίκαια ποιούντων ἐστί· τότε γάρ τις δίκαιός ἐστι καὶ τὸ ἔργον δικαιοπράγημα καθʼ αὑτό, ὅταν ἑκουσίως γίνηται· ὁ γὰρ τὴν παρακαταθήκην ἀποδοὺς διὰ φόβον οὔτε δικαιοπραγεῖ οὔτε δίκαιός ἐστιν, ἀλλὰ κατὰ συμβεβηκὸς λέγεται. ταῦτα δὲ ἔτι διαιρετέον ἀκριβέστερον.

Περὶ ἀδικημάτων καὶ ἀτυχημάτων καὶ συγγνωστῶν καὶ ἀσυγγνώστων. κεφ. ιβʹ

.

`104–105`

Αἱ γὰρ ἐν ταῖς κοινωνίαις βλάβαι αἱ μὲν ἑκούσιοί εἰσιν, αἱ δὲ ἀκούσιοι. καὶ τῶν ἀκουσίων αἱ μὲν ἁμαρτήματα λέγονται, αἱ δὲ ἀτυχήματα. καὶ ἁμάρτημα μέν ἐστιν, ὅταν τις βλάψῃ τινὰ ἀκουσίως μέν, παρασχὼν δέ τινα τῆς βλάβης αἰτίαν, οἷον εἴ τις ἐν ὁδῷ τοξεύων, ἐν ᾗ ἐνεδέχετο ἄνθρωπον παριέναι, ἐφόνευσέ τινα· οὗτος γὰρ ἄκων μὲν ἀπέκτεινε τὸν ἄνθρωπον, παρέσχε δὲ αἰτίαν τοῦ φόνου τὸ ἐν τοιούτῳ τόπῳ τοξεύειν. ἀτύχημα δέ ἐστιν, ὅταν παρὰ πᾶσαν προσδοκίαν ἡ βλάβη συμβῇ, οἷον εἴ τις τοξεύων ἐπʼ ἐρημίας, οὕτω συμβάν, παριόντα τινὰ ἀπέκτεινεν· ἐνταῦθα γὰρ παράλογός τις ἡ βλάβη συνέβη καὶ παράδοξος, καὶ οὐδὲν ἐς αὐτὸ συνετέλεσεν ὁ βλάψας, εἰ μὴ κατὰ συμβεβηκός, ἀλλʼ ἔξωθεν ἡ αἰτία πᾶσα τοῦ φόνου. τῶν δὲ ἑκουσίων τὰ μὲν ἐκ προαιρέσεως λέγονται, τὰ δὲ οὐκ ἐκ προαιρέσεως ἀδικήματα. καὶ ἐκ προαιρέσεως μὲν τὰ προβεβουλευμένα, ὅταν τις σκεψάμενος καὶ βουλευσάμενος τὴν βλάβην ποιήσῃ διʼ αὐτὸ τοῦτο, ἵνα βλάψῃ· οὐκ ἐκ προαιρέσεως δέ, τὰ ἐκ πάθους τινὸς γινόμενα καὶ μὴ προβεβουλευμένα, οἷον ὅταν τις βλάψῃ τὸν πέλας ἀθρόον τῷ θυμῷ συσχεθείς, ἢ ὑπὸ ἐνδείας τυραννούμενος κλέψῃ, οὐκ αὐτὸ τοῦτο βουλόμενος κακουργεῖν, ἀλλὰ τὴν ἔνδειαν παραμυθήσασθαι. ταῦτα δὲ ἑκάτερα τά τε ἐκ προαιρέσεως καὶ οὐκ ἐκ προαιρέσεως ἀδικήματα λέγονται. τῶν δὲ πραττόντων αὐτὰ ὁ μὲν ἐκ προνοίας βλάπτων ἄδικός ἐστι καὶ πονηρός, ὁ δὲ ὑπὸ πάθους κινηθεὶς ἢ φυσικοῦ, οἷον ὀργῆς ἢ λύπης ἢ ἀναγκαίου, ὥσπερ πείνης ἢ φόβου, ὁ τοιοῦτος οὐκ ἔστιν ἄδικος οὐδὲ πονηρός. διὰ τοῦτο καὶ διακρίνεται παρὰ τοῖς δικασταῖς ὁ ἀμυνάμενος τοῦ προκατάρξαντος. ἄρχει δὲ οὐχ ὁ θυμῷ ποιῶν ἀλλʼ ὁ κινήσας αὐτὸν εἰς ὀργήν, ὃς καὶ ἐγκαλεῖται ὡς ἄδικος· οὗτος γὰρ ἐγένετο τῆς βλάβης αἴτιος. καὶ τούτου χάριν ὁ μὲν προκατάρξας ἀπαρνεῖται μὴ προκατάρξαι. ὁ δὲ ἀμυνάμενος τὴν βλάβην μὲν ὁμολογεῖ ἣν ἔβλαψε τὸν ἄρξαντα, ἄμυναν δὲ καὶ ἀνταπόδοσιν ὀνομάζει διὰ τὸ μὴ οἴκοθεν ἀλλὰ παρὰ τοῦ βλαβέντος εἰς τὴν ὀργὴν κινηθῆναι. οὐ γάρ, ὥσπερ ἐν τοῖς ἑκουσίοις συναλλάγμασιν ἔχει, οὕτω κἀνταῦθα ἡ ἀμφισβήτησις γίνεται· ἐν ἐκείναις μὲν γὰρ ἡ πρᾶξις ἀμφισβητεῖται, οἷον εἰ ἔλαβε τὴν παρακαταθήκην ἢ τὸ δάνειον, καὶ λαβὼν οὐκ ἀπέδωκε, κἂν τοῦτο δειχθῇ, πονηρὸς εὐθὺς καὶ ἄδικός ἐστιν, εἰ μὴ ἐπιλαθόμενος ἀρνεῖται· ἐνταῦθα δὲ ἡ μὲν πρᾶξις ὁμολογεῖται καὶ φανερά ἐστιν· ὃ γάρ τις ὀργῇ ποιεῖ, φανερῶς ποιεῖ· ἀμφισβητεῖται δέ, εἰ δικαίως ἐπάταξεν ἢ ἀδίκως. ὥστε ὁ μὲν προκατάρξας καὶ ἐπιβουλεύσας ἄδικος οἴεται εἶναι καὶ διὰ τοῦτο οὐχ ὁμολογεῖ προκατάρξαι, ὁ δὲ ὀργισθεὶς παρʼ ἐκείνου μὴ ἄδικος εἶναι νομίζει καὶ διὰ τοῦτο τὴν βλάβην ὁμολογεῖ. φαίνεται δὴ καὶ ἀπὸ τούτου, ὅτι ὅσα διὰ θυμὸν ἢ ἄλλα πάθη καὶ οὐ διὰ μοχθηρίαν ἀδικεῖ τις, κατʼ ἐκεῖνα οὐκ ἔστιν ἄδικος, ὁ δὲ ἐκ προνοίας ἄδικός ἐστι καὶ πονηρός, οὐ μόνον ἐν τῷ διορθωτικῷ δικαίῳ, ἀλλὰ καὶ ἐν τῷ διανεμητικῷ, ἐάν τις μὴ κατὰ τὸ ἴσον καὶ ἀνάλογον διανέμῃ. ὁμοίως δὲ καὶ δίκαιός ἐστιν ἐν ἑκατέρῳ τῶν δικαίων ὁ μὴ διὰ πάθος ἀλλὰ τοῦ ἀγαθοῦ ἕνεκα τὸ δίκαιον ποιῶν· ὁ γὰρ ὑπὸ πάθους κινηθεὶς ἢ λύπης ἢ ἔρωτος, καὶ δικαιοπραγήσας δίκαια μὲν ἐποίησε, δίκαιος δὲ οὐκ ἔστιν. ἐπεὶ δὲ τῶν ἀκουσίων ἀδικημάτων τὰ μὲν συγγνώμης τυγχάνει, τὰ δʼ οὔ, ῥητέον τίνα τὰ συγγνωστὰ καὶ τίνα τὰ ἀσύγγνωστα. ὅσα μὲν οὖν τις ἁμαρτάνει καὶ ἀγνοῶν καὶ διʼ ἄγνοιαν, συγγνωστά· ὅσα δὲ ἀγνοῶν μέν, οὐ διʼ ἄγνοιαν δέ, ἀλλὰ διὰ πάθος, ὃ μήτε φυσικόν ἐστι μήτε ἀνθρωπικόν, οἷον φόβον ἢ λύπην ἢ πεῖναν ἢ ἄλλην ἀνάγκην, ἀλλὰ τροφήν τινα, οἷον διὰ τὸ ὀρέγεσθαι πιεῖν ἀνθοσμίου καὶ φαγεῖν πέρδικος, τὰ τοιαῦτα οὐ συγγνωστά ἐστι. ἔστι δὲ τὸ μὲν διʼ ἄγνοιαν καὶ ἀγνοοῦντα ἁμαρτάνειν, οἷον ὅταν τις ἀγνοῶν, ὅτι κακὸν τὸ τὸν πατέρα ἀπελαύνειν, νυκτὸς ἀγνοήσας τὸν πατέρα ἀπελαύνῃ τῆς οἰκίας· ὁ μὲν γὰρ μὴ εἰδὼς τὸ καθόλου ἀγνοῶν λέγεται ποιεῖν· ὁ δὲ μὴ εἰδὼς τὸ μερικόν, διʼ ἄγνοιαν· ὁ δὲ ἄμφω μὴ γινώσκων καὶ ἀγνοῶν καὶ διʼ ἄγνοιαν λέγεται ἁμαρτάνειν, ὃς καὶ συγγινώσκεται· ἀγνοῶν δὲ καὶ οὐ διʼ ἄγνοιαν, ὅταν τις ἀγνοῇ μὲν καθόλου, ὅτι κακὸν τὸ κλέπτειν, κλέπτῃ δὲ οὐ διότι ἀγνοεῖ, ἀλλὰ διὰ μοχθηρίαν καὶ πάθος, ὃ οὔτε ἀναγκαῖόν ἐστιν οὔτε φυσικόν, καθὼς εἴρηται.

Ὅτι οὐ δυνατὸν ἑκόντα ἀδικεῖσθαι. κεφ. ιγʹ

.

`106`

Δόξειε δʼ ἂν μὴ ἱκανῶς διωρίσθαι περὶ δικαίου καὶ ἀδίκου. ἐπεὶ γὰρ τὸ ἀδικεῖν τῷ ἀδικεῖσθαι ἀντίκειται, διείλομεν δὲ τὸ ἀδικεῖν εἴς τε τὸ ἑκούσιον καὶ ἀκούσιον, διαιρετέον ἂν εἴη καὶ τὸ ἀδικεῖσθαι εἰς ἑκούσιον καὶ ἀκούσιον, ὃ καὶ Εὐριπίδῃ δοκεῖ. φησὶ γὰρ εἶναί τι ἀδικεῖσθαι ἑκούσιον, λέγων πως

  
μητέρα κατέκτα τὴν ἐμήν, βραχὺς λόγος,  
  
ἑκὼν ἑκοῦσαν, καὶ θέλουσαν οὐχ ἑκών.  
δεῖ γάρ, ἐπεὶ ἀντίκειται ἢ ἅπαν τὸ ἀδικεῖν ἑκούσιον εἶναι καὶ τὸ ἀδικεῖσθαι πᾶν ἀκούσιον, ἢ ἐπεὶ διῄρηται τὸ ἀδικεῖν, καὶ τὸ μὲν ἑκούσιόν ἐστι, τὸ δὲ ἀκούσιον, καὶ τὸ ἀδικεῖσθαι οὕτω διῃρῆσθαι, ἵνα θατέρῳ θάτερον ἀντικέηται. τὸν αὐτὸν δὲ τρόπον δοκεῖ καὶ ἐπὶ τοῦ δικαιοῦν καὶ δικαιοῦσθαι· ἀλλὰ τὸ μὲν νομίζειν πᾶν ἀδικεῖσθαι ἢ δικαιοῦσθαι ἑκούσιον εἶναι, ἄτοπον· καὶ γὰρ καὶ ἄκων πολλάκις τις δικαιοῦται, ὅταν ἀδικήσας κολασθῇ· ὁμοίως δὲ καὶ τὸ εἶναί τι ἑκούσιον ἀδικεῖσθαι, οὐδὲ τοῦτό ἐστιν ἀληθές· ἀεὶ γὰρ ἀκουσίως τις ἀδικεῖται· δικαιοῦται δὲ ποτὲ μὲν ἀκουσίως, ποτὲ δὲ ἑκουσίως· ὁ μὲν γὰρ ἀδικῶν κολαζόμενος ἀκουσίως δικαιοῦται, ὁ δὲ ἀδικούμενος ἐκδικούμενος ἑκουσίως δικαιοῦται. ἀλλὰ περὶ μὲν τοῦ δικαιοῦσθαι τὰ εἰρημένα ἀρκείτω· περὶ δὲ τοῦ ἀδικεῖσθαι, ὅτι οὐ δυνατὸν ἑκούσιον εἶναι, ῥητέον ἔτι σαφέστερον. καὶ πρῶτον ἐροῦμεν τοὺς λόγους, ὅθεν δοκεῖ συνάγεσθαι ἑκουσίως τινὰ δύνασθαι ἀδικεῖσθαι. ἐπεὶ γὰρ ἑκουσίως ἐστὶν ἀδικεῖν τὸ βλάπτειν ἀδίκως τινά, εἰδότα καὶ τὴν βλάβην καὶ τὸν βλαπτόμενον, καὶ μηδὲν ἀγνοοῦντα τῶν περὶ τὸ πρᾶγμα, καὶ ἔτι οἴκοθεν κινούμενον καὶ οὐκ ἔξωθεν βιαζόμενον, εἴη ἂν τὸ ἑκουσίως ἀδικεῖσθαι τὸ βλάπτεσθαι παρὰ τὸ δίκαιον, εἰδότα τὴν βλάβην καὶ τὸν βλάπτοντα, καὶ πάντα τὰ περὶ τὸ πρᾶγμα, καὶ ἀνέχεσθαι, δυνάμενον ἀποσείσασθαι. τοῦτο δὲ ὅτι γίνεται, φανερόν· ὁ γὰρ ἀκρατὴς καὶ ὑφʼ ἑτέρου βλάπτεται, εἰδὼς πάντα, καὶ ἀνέχεται, δυνάμενος ἀποσείσασθαι· δυνατὸν ἄρα ἐστὶν ἑκόντα τινὰ ἀδικεῖσθαι· ἔτι δὲ καὶ αὐτὸς ἑαυτὸν ὁ ἀκρατὴς βλάπτει καὶ ἑκουσίως· ἑκουσίως ἄρα ἑαυτὸν ἀδικεῖ· ἔτι ἀδικεῖσθαί ἐστι τὸ ἄδικα πάσχειν· πάσχει δέ τις ἄδικα ἑκών· οἱ γὰρ ἐπιεικέστεροι ἐν ταῖς διανομαῖς ἐλάττω τῆς ἀξίας λαμβάνουσι βουλόμενοι, ὅπερ ἄδικον μέν ἐστιν, ἑκούσιον δέ· ἀδικοῦνται ἄρα ἑκουσίως· ἔστιν ἄρα τι ἀδικεῖσθαι ἑκούσιον. ἀλλὰ τοὐναντίον ἐστίν, ἀδύνατον εἶναι ἀδικεῖσθαί τινα ἑκουσίως. τότε γάρ τις ἀδικεῖται, ὅτε τι πάσχει ἄδικον παρὰ τὴν αὑτοῦ βούλησιν· τὸ γὰρ πάσχειν τι παρὰ τὴν ἑαυτοῦ βούλησίν τινα ἐναντίον ἐστὶ τῷ λόγῳ τοῦ ἑκουσίου· ὥστε οὐ δυνατὸν βούλεσθαί τινα ἀδικεῖσθαι, οὐδὲ τὸν ἀκρατῆ. καὶ οὗτος γὰρ ἀγαθὰ βούλεται ἑαυτῷ, καὶ οὐκ ἀνέχεται ἀδικεῖσθαι ἁπλῶς· ταύτης δὲ τῆς βλάβης ἀνέχεται, οἴεται γὰρ μὴ βλάπτεσθαι· καὶ οἴεται μὲν δέον εἶναι πράττειν ἃ ὠφελήσει, πράττει δὲ τὰ βλάπτοντα, οἰόμενος μὴ βλάπτοντα εἶναι· ὥστε οὐ δυνατόν ἐστιν ἀδικεῖσθαί τινα ἑκόντα. ἀπὸ τούτου δὲ καὶ τὰ ἐκ τοῦ ἐναντίου ἐπιχειρήματα λύεται. καὶ γὰρ ἀδικεῖ τις, ὅταν βλάπτῃ τινὰ ἑκὼν παρὰ τὴν τοῦ βλαπτομένου βούλησιν· ὁμοίως δὲ καὶ ἀδικεῖται, ὅταν ἄδικα πάσχῃ παρὰ τὴν ἑαυτοῦ βούλησιν. τὸ δὲ ἑκόντα ἄδικα πάσχειν οὐκ ἔστιν ἀδικεῖσθαι· ὥσπερ γὰρ τὸ ἄδικον ποιεῖν οὐ πᾶν ἐστιν ἀδικεῖν οὐδὲ ὁ ἄδικα ποιῶν ἄδικος, ὡς ἀνωτέρω δέδεικται, οὕτως οὐδὲ πᾶς ὁ πάσχων ἄδικα ἀδικεῖται· ἀλλʼ ὥσπερ ὁ ἀπατῶν τὸν νοσοῦντα ἰατρὸς ἢ ὁ κλέπτων τὴν τοῦ μαινομένου μάχαιραν ἄδικα μὲν ποιεῖ, ἄδικος δὲ οὐκ ἔστι, διότι πρὸς σωτηρίαν ὁρᾷ τοῦ νοσοῦντος καὶ οὐ ζημιοῖ ἀλλὰ κερδαίνειν ποιεῖ, οὕτω καὶ ὁ ἐν ταῖς διανομαῖς ἐλάττω λαμβάνων τῆς ἀξίας οὐκ ἀδικεῖ ἑαυτόν, εἰ καὶ ἄδικα πάσχει· οὐ γὰρ ἵνα βλάψῃ ἑαυτὸν ἀνέχεται τῶν ἐλαττόνων ἀξιούμενος, ἀλλʼ ἵνα ὠφελήσῃ μᾶλλον δόξαν μετριότητος καὶ ἐπιεικείας λαβόντα. ἔπειτα εἰ καὶ βλάπτειν ἑαυτὸν ἀνέχεται, οὐκ ἀδικεῖται· οὐ γὰρ παρὰ τὴν αὑτοῦ βούλησιν τὰ ἄδικα πάσχει· τοῦτο γάρ ἐστιν ἀδικεῖσθαι. ὁ γὰρ ἀλλαξάμενος τὰ βελτίω τῶν ἐλαττόνων, ὥσπερ φησὶν Ὅμηρος τὸν Γλαῦκον τῷ Διομήδει δοῦναι

  
χρύσεα χαλκείων, ἑκατόμβοιʼ ἐννεαβοίων,  
οὐκ ἀδικεῖται· βουλόμενος γὰρ ἔδωκεν· ὁ δὲ ἀδικούμενος ἀκουσίως βλάπτεται. οὐκ ἄρα δυνατὸν ἀδικεῖσθαί τινα ἑκόντα, βλάπτεσθαι δὲ ἑκόντα δυνατόν.

Περὶ τοῦ πότερον ἀδικεῖ μᾶλλον ὁ διανέμων ἀδίκως ἢ ὁ λαμβάνων. κεφ. ιδʹ

.

`107`

Ῥητέον δὲ ἐκεῖνο, πότερος ἀδικεῖ ὁ διανέμων ἀδίκως καὶ μὴ κατὰ τὸ ἀνάλογον ἢ ὁ λαμβάνων τὸ πλέον τῆς ἀξίας τῆς ἑαυτοῦ. φαίνεται δέ, ὅτι ὁ διανέμων ἀδικεῖ καθʼ αὑτό, ὁ δὲ λαμβάνων κατὰ συμβεβηκός· ἐκεῖνος γὰρ ἀδικεῖ καθʼ αὑτό, ὃς ἑκὼν τοῦτο ποιεῖ. ἑκὼν δέ τις ποιεῖ, ὅταν ᾖ παρʼ αὐτῷ τῆς πράξεως ἡ αἰτία καὶ ἡ ἀρχὴ τοῦ ποιεῖν· τῆς δὲ διανομῆς ἡ ἀρχὴ παρὰ τῷ διανέμοντι· ὁ ἄρα διανέμων τὸ πλέον ἀδικεῖ καθʼ αὑτό, ἀλλʼ οὐχ ὁ δεχόμενος· οὐ γὰρ ἐπʼ αὐτῷ ἐστιν ἡ ἀρχή, καθὼς εἴρηται. οὐ γὰρ ὁ ποιῶν τὰ ἄδικα ἀδικεῖν λέγεται, εἰ μὴ κατὰ συμβεβηκός· ὥσπερ λέγεται καὶ ἡ χεὶρ φονεύειν ἢ μάχαιρα ἢ λίθος, παρʼ οἷς οὐκ ἔστιν ἀρχὴ τοῦ φόνου, οὐδὲ ἀφʼ ἑαυτῶν πράττουσιν· ἄδικα μὲν γὰρ ποιοῦσιν, ἀδικοῦσι δὲ οὐδαμῶς. ὁ δὲ διανέμων ἀδίκως, εἰ μὲν ἀγνοῶν τοὺς νόμους ἔξω τοῦ νομικοῦ δικαίου ἔκρινεν, οὐκ ἀδικεῖ κατὰ τὸν νόμον, οὐδὲ ἄδικος ἡ κρίσις ἐστίν· ἕτερον δὲ τρόπον ἀδικεῖ, λέγω δὴ κατὰ τὸ φυσικὸν δίκαιον. ἄλλο γὰρ τὸ νομικὸν δίκαιον καὶ ἄλλο τὸ φυσικόν, οἷον νόμου ὄντος τὸν ἀριστέα πλέον ἔχειν ἐν ταῖς διανομαῖς, ὁ διανέμων ἀγνοήσας τὸν νόμον τῶν ἴσων τοῖς ἄλλοις ἠξίωσεν· οὗτος τοίνυν κατὰ μὲν τὸ νομικὸν δίκαιον οὐκ ἠδίκησεν, ἠγνόησε γὰρ τὸν νόμον· ὁ δὲ διʼ ἄγνοιαν τὰ ἄδικα πράττων οὐκ ἀδικεῖ· ἐπεὶ δὲ καὶ φυσικὸς νόμος ἐστὶ τοὺς εὐεργέτας ἀντευποιεῖν, καὶ μὴ ἀγνοῶν, ἅτε φυσικὸν ὄντα, παρέβη, κατὰ τοῦτον ἄδικός ἐστιν· εἰ δὲ καὶ τὸν νόμον γινώσκων καὶ τὸ φυσικὸν δίκαιον παρέβη, καὶ ἀδίκως ἔκρινε, καὶ τὸ πλέον ἔνειμεν ᾧ μὴ προσῆκεν, οὐ μόνον τὸν λαβόντα πλεονεκτεῖν ἐποίησεν, ἀλλὰ καὶ αὐτὸς πλεονεκτεῖ. καὶ γὰρ εἴτε διὰ φιλίαν ἢ διʼ ἔχθραν ἢ διὰ δῶρα ἠδίκησε, συμμερίζεται τὸ ἀδίκημα· πλεονεκτεῖ γὰρ καὶ αὐτὸς ἢ χάριτος πρὸς τὸν φίλον ἢ τιμωρίας εἰς τὸν ἐχθρὸν ἢ ἀργυρίου, καὶ διὰ τοῦτο καὶ αὐτὸς κοινωνεῖ τοῦ ἀδικήματος τῷ πλέον λαβόντι· καθάπερ γὰρ εἰ ἀγρόν τις ἀδίκως, ᾧ μὴ προσῆκεν, ἔδωκεν ἀργυρίου, συμμερίσασθαι λέγεται τὸν ἀγρὸν τῷ λαβόντι — καίτοι οὐκ ἀγρὸν ἔλαβεν ἀλλʼ ἀργύριον —, οὕτω καὶ ὁ ἐν ταῖς διανομαῖς ἀδικήσας, ἵνα ἢ ἑαυτῷ ἢ φίλῳ χαρίσηται, μετέχει τοῦ πλεονεκτήματος καὶ συμμερίζεται τὸ ἀδίκημα· καὶ ὁ μὲν λαβὼν πλέον μὲν ἔχει καὶ ἄδικα ἐποίησεν, οὐκ ἠδίκησε δέ, εἰ μὴ δώροις ἢ ἄλλῃ τινὶ πειθοῖ τὸν διανομέα παρέπεισεν, ὁ δὲ διανομεὺς καὶ τὸ πλέον ἔχει ὃν εἴρηται τρόπον καὶ ἄδικός ἐστι.

Ὅτι οὐ ῥᾴδιον παντὶ ἑκάστοτε ἄδικον ἢ δίκαιον εἶναι. κεφ. ιεʹ.

`108`

Τινὲς δὲ τὸ ἀδικεῖν ἢ δίκαιον εἶναι ῥᾴδιον νομίζουσι, καὶ ἅμα τῷ θελῆσαι δυνατὸν εἶναι δίκαιον ἢ ἄδικον γενέσθαι· τοῦτο δὲ οὐχ οὕτως ἔχει. τὸ μὲν γὰρ πρᾶξαι τὰ δίκαια ἢ τὰ ἄδικα καὶ ἢ δοῦναι ἀργύριον ἢ πατάξαι τὸν πλησίον ῥᾴδιόν ἐστι καὶ τοῦ βουλομένου· τὸ δὲ ἢ δικαιοσύνης ἕξιν ἔχειν ἢ ἀδικίας, ὃ χρόνου καὶ ἀσκήσεως δεῖται, διʼ ἃς ἕξεις ἢ δίκαιός τις ἢ ἄδικος λέγεται, τοῦτο δὲ οὐκ ἔστιν ἐφʼ ἡμῖν, ὥστε ἅμα τῷ βούλεσθαι καὶ ῥᾴδιον εἶναι κτήσασθαι. ὁμοίως δὲ νομίζουσι καὶ τὴν γνῶσιν τῶν δικαίων καὶ τῶν ἀδίκων ῥᾳδίαν εἶναι, καὶ τὸ δύνασθαι ταῦτα γινώσκειν οὐδὲν οἴονται σοφὸν εἶναι· ὅτι περὶ ὧν οἱ νόμοι λέγουσιν, οὐ χαλεπὸν συνιέναι. ταῦτα δὲ εἶναί φασι τὰ δίκαια· οὐκ εἰσὶ δέ, εἰ μὴ κατὰ συμβεβηκός· οὐ γὰρ ἁπλῶς οὕτω πραττόμενος ὁ νόμος δίκαιός ἐστιν ἑκάστοτε καὶ ὡς ἔτυχε τελούμενος καὶ παρʼ ὧν, ἀλλʼ ὡς δεῖ καὶ ὅτε δεῖ καὶ παρʼ ὧν δεῖ. τὸ δὲ ταῦτα καθʼ ἕκαστον τῶν νόμων εἰδέναι δυσχερέστερόν ἐστι τοῦ τὰ ὑγιεινὰ εἰδέναι· ἐπεὶ κἀκεῖ μέλι καὶ οἶνον καὶ ἐλλέβορον καὶ καῦσιν καὶ τομὴν εἰδέναι ῥᾴδιον, ἀλλὰ πῶς δεῖ τούτων ἕκαστον πρὸς τὴν ὑγίειαν τάξαι, καὶ τίνι προσενεκτέον καὶ πότε, τοσοῦτον ἔργον, ὅσον ἰατρὸν εἶναι. διὰ ταῦτα δὴ καὶ τὸν δίκαιον νομίζουσι δύνασθαι ἀδικεῖν οὐδὲν ἔλαττον τοῦ ἀδίκου ἀλλὰ καὶ πλέον, διὰ τὸ ἄδικα δύνασθαι πράττειν· δύναιτο γὰρ ἂν καὶ πατάξαι τὸν οὐδὲν ἠδικηκότα καὶ ὑφελέσθαι τὰ ἀλλότρια, καὶ ὁ ἀνδρεῖος ῥῖψαι τὴν ἀσπίδα καὶ φυγεῖν· ἀλλʼ οὐ τὸ τὰ ἄδικα πράττειν ἀδικεῖν ἐστιν οὐδὲ τὰ τοῦ δειλοῦ πράττειν δειλαίνειν ἐστί, πλὴν κατὰ συμβεβηκός· ἀλλὰ τὸ μετὰ τῆς ἕξεως ταῦτα πράττειν, τοῦτό ἐστι τὸ δειλαίνειν ἢ ἀδικεῖν· ὅταν τις οὐκ ἐθέλων ἁπλῶς, ἀλλὰ πάθει κινούμενος δειλίας φεύγῃ ἢ τῷ ἕξιν ἔχειν ἀδικίας ἀδικῇ, ὥσπερ καὶ τὸ ἰατρεύειν καὶ τὸ ὑγιάζειν, οὐ τὸ τέμνειν ἢ φαρμακεύειν ἢ μὴ φαρμακεύειν ἐστίν, ἀλλὰ τὸ ὡς δεῖ καὶ ὅτε δεῖ, ταῦτα ποιεῖν ἕξιν ἰατρικῆς ἔχοντα. τὸ μὲν οὖν ἐπανορθωτικὸν καὶ διανεμητικὸν δίκαιον, περὶ ὧν εἰπεῖν προὔκειτο, τίνα ἐστὶ καθʼ αὑτὰ καὶ ὅπως ἔχει, διωρισάμεθα. νῦν δὲ ῥητέον ἐστί, πῶς ἔχει τὸ δίκαιον πρὸς τὸ ἐπιεικὲς καὶ ἡ δικαιοσύνη πρὸς τὴν ἐπιείκειαν, ἐκεῖνο μόνον τῷ περὶ τοῦ δικαίου λόγῳ προσθέντες, ὅτι τὸ διανεμητικὸν καὶ διορθωτικὸν δίκαιον ἐν ἐκείνοις ἐστίν, οἳ μετέχουσι τῶν ἁπλῶς ἀγαθῶν, οἷον πλούτου ἢ δόξης, ἐν οἷς ὑπερβολὴ καὶ ἔλλειψις εὑρίσκεται· ἐν γὰρ δόξῃ καὶ ὑπερβάλλειν δυνατὸν τὸ δέον καὶ ἐλλείπειν ὁμοίως καὶ ἐν πλούτῳ· ἐπὶ γὰρ τῶν οὕτως ἐχόντων ἡ ἰσότης καὶ ἡ ἀναλογία ζητεῖται· καὶ τοῖς μετέχουσι τούτων τοῦ διανεμητικοῦ δικαίου χρεία καὶ τοῦ διορθωτικοῦ. ἀλλʼ ἐν μὲν τοῖς θεοῖς οὐκ ἔχει χώραν ἡ ἀνισότης οὐδὲ ὑπερβολή ἐστιν ἐν ἐκείνοις οὐδὲ ἔλλειψις, ὅθεν οὐδὲ χρεία τῆς τοιαύτης δικαιοσύνης, ἀλλʼ οὐδὲ ἐν τοῖς φαύλοις παντάπασι τῶν ἀνθρώπων καὶ ὑπὸ τρυφῆς καὶ τῆς ἄλλης μοχθηρίας διεφθαρμένοις· τοῖς γὰρ ὑγιάζεσθαι μέλλουσιν ἀνάγκη τι μόριον ὑγιὲς ἔχειν, ἵνʼ ἐκεῖθεν ὁ ἰατρὸς ἐπανακαλέσηται τὴν ὑγίειαν· οἱ δὲ παντάπασι διαφθαρέντες οὐ δύνανται θεραπευθῆναι· ὅθεν οὐδʼ ἐν αὐτοῖς ἔχει χώραν τὸ δίκαιον· ἐν ἐκείνοις δέ ἐστι τῶν ἀνθρώπων, ὅσοι βούλονται τὰ δίκαια καὶ ποιοῦσι κατὰ τὴν ἀνθρωπίνην δύναμιν καὶ αὖθις ἁμαρτάνουσιν ὅσον ἀνθρώποις προσῆκε.

Περὶ ἐπιεικείας καὶ τοῦ ἐπιεικοῦς. κεφ. ιϛʹ

.

`109–110`

Περὶ δὲ ἐπιεικείας καὶ τοῦ ἐπιεικοῦς πῶς ἔχει ἡ μὲν ἐπιείκεια πρὸς δικαιοσύνην, τὸ δʼ ἐπιεικὲς πρὸς τὸ δίκαιον, ἀκόλουθόν ἐστιν εἰπεῖν. καὶ γὰρ οὔτε πάντῃ ταὐτά ἐστιν οὔτε ἕτερα τῷ γένει. καθόσον μὲν γὰρ τὸ ἐπιεικὲς ἐπαινεῖται μᾶλλον τοῦ δικαίου, καὶ ὁ ἐπιεικὴς ἀνὴρ τοῦ δικαίου βελτίων δοκεῖ· ἔτι δὲ καὶ ἐπὶ τὰ ἄλλα μεταφέρομεν, ὅταν ἐπαινεῖν δέῃ τινὰ τῶν ἀρετῶν· καὶ γὰρ ἐπιεικεστέραν τήνδε ἐκείνης λέγομεν, τὸ βέλτιον δηλοῦντες, οὐ τὸ δικαιότερον· κατὰ τοῦτο ἄλλη τις δοκεῖ εἶναι παρὰ τὴν δικαιοσύνην ἡ ἐπιείκεια. πάλιν δὲ τῷ λόγῳ ἀκολουθοῦσι φαίνεται ἄτοπον, εἰ τὸ ἐπιεικὲς ἄλλο παρὰ τὸ δίκαιον ὄν, ἐπαινετόν ἐστιν· εἰ γὰρ ἐπαινετόν, δίκαιόν ἐστι· πᾶν γὰρ ἐπαινετὸν δίκαιον, καὶ ἡ δικαιοσύνη τελεία ἐστὶν ἀρετή, ὡς ἐν τοῖς ἀνωτέρω δέδεικται· εἰ δὲ οὐκ ἔστι δίκαιον, οὐδὲ ἐπαινετόν· ἢ εἰ τὸ ἐπιεικὲς ἐπαινετόν, τὸ δίκαιον οὐκ ἔστιν ἐπαινετόν· ἡ μὲν οὖν ἀπορία σχεδὸν διὰ ταῦτα συμβαίνει. ἔχει δὲ καὶ ἀμφότερα ὀρθῶς, τό τε ἓν εἶναι τὸ δίκαιον καὶ τὸ ἐπιεικὲς καὶ τὸ διαφέρειν, καὶ οὐδὲν ἀλλήλοις ἐναντιοῦνται. τὸ γὰρ ἐπιεικὲς καὶ δίκαιόν ἐστι καὶ δικαίου τινὸς βέλτιον· καὶ οὐχ ὡς ἑτερογενὲς τοῦ δικαίου βέλτιόν ἐστιν αὐτοῦ, ἀλλʼ ὡς μέρος ἄλλου μορίου ὁμογενοῦς· καὶ σπουδαίου ὄντος καὶ αὐτοῦ καὶ δικαίου, τὸ ἐπιεικὲς δίκαιον σπουδαιότερόν ἐστι. ταύτην δὲ τὴν ἀπορίαν εἰσήγαγεν, ὅτι τὸ ἐπιεικὲς δίκαιον μέν ἐστιν, οὐ κατὰ νόμον δέ· οὐ γὰρ περιέχεται ὑπὸ νόμου, ἀλλʼ ἔστιν ἐπανόρθωμα δικαίου νομίμου. τὸ δὲ αἴτιον τῆς διορθώσεως, ὅτι ὁ μὲν νόμος ἅπας καθόλου διορίζεται· ἐπʼ ἐνίοις δὲ τῶν καθʼ ἕκαστα οὐ δυνατὸν ἐφαρμόζειν κατὰ τὸν ὀρθὸν λόγον διὰ τὸ τὸν μὲν νόμον ὡρισμένον εἶναι καὶ εἰς ὡρισμένον τι σκοπεῖν, τὰ δὲ καθʼ ἕκαστα ἀόριστα καὶ ἄλλοτε ἄλλως ἔχοντα, οἷον ὁ νόμος κελεύει καθόλου πάντα τὸν ἐπὶ τὸ τεῖχος ἀνελθόντα ξένον ἀποθνήσκειν· ἀνελθὼν δέ τις ἠρίστευσεν· εἰ τοίνυν ἐφαρμόσομεν τὸν νόμον τῷ ἀριστεῖ καὶ ἀποκτείνομεν, παρὰ τὸν ὀρθὸν λόγον καὶ τὸ δίκαιον ποιήσομεν. ὁμοίως δὲ καὶ ἐπὶ ἄλλων πολλῶν ἔχει· τοῦτο δὲ τὸ ἁμάρτημα οὐκ ἔστιν ἐν τῷ νόμῳ οὐδὲ ἐν τῷ νομοθέτῃ ἀλλʼ ἐν τῇ τῶν πραγμάτων φύσει. ὁ γὰρ νόμος, ἐπεὶ ἀδύνατον τὰ κατὰ μέρος πάντα περιλαβεῖν ἀόριστα ὄντα, τὸ ὡς ἐπὶ τὸ πλέον λαμβάνει καὶ πρὸς τοῦτο βλέπων νομοθετεῖ· καὶ οὐκ ἀγνοῶν τὸ ἁμάρτημα ὁ νομοθέτης ἀπροσδιόριστον ἀφῆκε τὸν νόμον ἀλλὰ διὰ τὸ μὴ δυνατὸν εἶναι τὴν τῶν πραγμάτων φύσιν διορισμῷ καθυποβληθῆναι ἄλλοτε ἄλλως ἐχόντων. ἀόριστος γάρ ἐστιν ἡ τῶν πρακτῶν ὕλη καὶ πολλὰς ἔχει τὰς μεταβολάς. διὰ τοῦτο τῶν ὡς ἐπὶ τὸ πλεῖστον συμβαινόντων οἱ νομοθέται στοχάζονται· τὸ γὰρ ξένον ἐπὶ τὸ τεῖχος ἀνιόντα κατὰ τὸν καιρὸν τοῦ πολέμου τὴν πόλιν ὠφελῆσαι, ἐπʼ ἐλάχιστα συμβαίνει, πλέον δὲ ἐνδέχεται κατὰ τῆς πόλεως ἀνέρχεσθαι. ἐπεὶ τοίνυν ἀναγκαῖον εἰδέναι πῶς δεῖ τοὺς τοιούτους νόμους τηρεῖν καὶ ὅτε καὶ ἐπὶ τίσιν, ἔδει τινὰ ἕξιν εἶναι καθʼ ἣν δυνησόμεθα τὰ τοιαῦτα ἐπανορθοῦν ἁμαρτήματα· αὕτη δέ ἐστιν ἡ ἐπιείκεια, καθʼ ἣν τὸ ἐλλεῖπον ἀναπληροῦται τοῦ νόμου καὶ τὸ ἁμάρτημα ἐπανορθοῦται καὶ ὁ προσδιορισμός, ὃν ἐκεῖνος παρέλιπε, διὰ τὸ πάντα τὰ κατὰ μέρος οὐκ εἰδέναι, προστίθεται· ἐρεῖ γὰρ ὁ ἐπιεικής, πάντα τὸν ἀνιόντα ξένον ἀποθνήσκειν, εἴγε ἐπιβουλεύσων ἀνῆλθεν, εἰ δὲ ἠρίστευσεν, οὐ μόνον σωτηρίας ἀλλὰ καὶ γερῶν ἀξιωθήτω· ταῦτα δὲ καὶ αὐτὸς ἂν εἶπεν ὁ νομοθέτης, εἴγε παρῆν· καὶ εἰ ᾔδει, ἐνομοθέτησεν ἄν. τὸν αὐτὸν δὲ τρόπον καὶ τοὺς ἄλλους τοὺς ὁμοίους νόμους ὁ ἐπιεικὴς ἐπανορθώσεται. διὰ τοῦτο ἡ ἐπιείκεια δίκαιον μέν ἐστι καὶ βέλτιόν τινος δικαίου, οὐ τοῦ καθόλου δικαίου ἀλλὰ τοῦ νομικοῦ, τοῦ διὰ τὸ καθόλου ἁμαρτάνοντος. καὶ ἔστιν αὕτη ἡ φύσις ἡ τοῦ ἐπιεικοῦς ἐπανόρθωμα τοῦ νόμου, καθʼ ὅσον ἁμαρτάνει καὶ ἐλλιπής ἐστι διὰ τὸ καθόλου· τοῦτο γὰρ αἴτιον καὶ τοῦ μὴ πάντα τὰ δικαίως γινόμενα κατὰ νόμον εἶναι, ὅτι καθόλου καὶ τῶν ὡς ἐπὶ τὸ πλεῖστον οἱ νόμοι. καὶ διὰ τοῦτο ψηφισμάτων ἐδέησεν, ἃ ποιοῦσιν οἱ πολιτευόμενοι ἐν τοῖς κατὰ μέρος πράγμασιν, ἄλλοτε ἄλλως ἔχοντα ἄλλοτε ἄλλως καὶ αὐτοῖς ἔχουσι· τῶν γὰρ ἀορίστων ἀόριστος καὶ ὁ κανών ἐστιν, ὥσπερ καὶ τῆς Λεσβίας οἰκοδομῆς ὁ μολίβδινος κανών, ὃς μετεκινεῖτο πρὸς τὸ σχῆμα τοῦ λίθου· τὸν αὐτὸν γὰρ τρόπον καὶ τὰ ψηφίσματα πρὸς τὰ πράγματα μεταβάλλονται. τί μὲν οὖν ἐστι τὸ ἐπιεικὲς καὶ ἡ ἐπιείκεια, καὶ ὅ τι δίκαιον, καὶ πῶς ἔχει πρὸς τὸ καθόλου δίκαιον, καὶ τίνος βέλτιον δικαίου, εἴρηται. δῆλος δὲ ἀπὸ τούτων καὶ ὁ ἐπιεικὴς τίς ἐστιν· ἔστι γὰρ ὁ τῶν εἰρημένων προαιρετικὸς καὶ πρακτικός, καὶ ὁ μὴ ἀκριβοδίκαιος ἐπὶ τὸ χεῖρον ἀλλὰ ἐλαττωτικός, καίπερ ἔχων τὸν νόμον βοηθόν· καὶ ἡ ἕξις αὕτη ἐπιείκεια, δικαιοσύνη τις οὖσα, καὶ οὐκ ἄλλη τις παρὰ ταύτην καὶ διάφορος ἕξις.

Ὅτι οὐ δυνατὸν ἀδικεῖσθαι ἑκόντα. κεφ. ιζʹ.

`111`

Ῥητέον δὲ περὶ τοῦ ἀδικεῖσθαι τελεώτερον, εἰ δύναταί ποτε ἑκούσιον εἶναι. ἐπεὶ τοίνυν ἡ δικαιοσύνη καὶ ἡ ἀδικία ἡ μὲν καθολική τίς ἐστι καὶ τελεία ἀρετή, καθὼς δέδεικται, ὁμοίως δὲ καὶ ἡ ἀδικία κακία, ἡ δὲ μερική, φανερὸν ὅτι οὔτε κατὰ τὴν καθόλου οὔτε κατὰ τὴν μερικὴν ἀδικίαν δυνατόν τινα ἑαυτὸν ἀδικεῖν· δοκεῖ δὲ δυνατὸν εἶναι. διὰ ταῦτα, τοῦ νόμου μὴ κελεύοντος ἑαυτόν τινα ἀποκτείνειν, παράνομόν ἐστι τὸ ἑαυτόν τινα ἀποκτείνειν· ὃ γὰρ μὴ κελεύει ὁ νόμος, ἀπαγορεύει· τὸ δὲ παράνομον ἄδικον, καὶ ἀδικεῖ ὁ ἑαυτὸν ἀποκτείνας· ὁ δὲ ἀδικῶν τινὰ ἀδικεῖ· δῆλον δὴ ὅτι ἑαυτὸν ἀδικεῖ· τοῦτο δὲ καὶ ἑκουσίως ἐποίησεν· ἑκουσίως ἄρα ἀδικεῖται. ἔτι δὲ καὶ ὁ παρὰ τὸν νόμον βλάπτων τινὰ καὶ μὴ ἀμυνόμενος καὶ ἀντιβλάπτων, ἀλλὰ προκατάρχων τῆς βλάβης, ἑκὼν ἀδικεῖ, ὅταν καὶ γινώσκῃ τὴν βλάβην καὶ τὸν βλαπτόμενον καὶ τἄλλα τὰ περὶ τὸ πρᾶγμα· ὁ δὲ διʼ ὀργὴν ἑαυτὸν ἀποσφάξας οὔτε ἀμύνεται ἑαυτὸν καὶ γινώσκει καὶ ἑαυτὸν καὶ τὴν βλάβην καὶ πάντα τὰ περὶ τὸ πρᾶγμα, ἑκὼν ἄρα ἀδικεῖ· εἰ δὲ ἑκὼν ἀδικεῖ, καὶ ἑκὼν ἀδικεῖται. διὰ ταῦτα μὲν οὖν δοκεῖ δυνατὸν εἶναι ἑκουσίως ἀδικεῖσθαί τινα κατὰ τὴν καθόλου ἀδικίαν, ἥτις ἐστὶν ἐναντία τῇ καθόλου δικαιοσύνῃ, ἥτις χρῆσίς ἐστι πάσης ἀρετῆς. τὸ γὰρ διʼ ὀργὴν ἑαυτὸν ἀποσφάττειν ἐναντίον ἐστὶ τῷ κατὰ τὴν πραότητα νόμῳ. τοῦτο δὲ ὅτι ἀδύνατόν ἐστιν, ἀπὸ τῶν προειρημένων ἐδείχθη· ὁ γὰρ ὁρισμὸς τοῦ ἀδικεῖσθαι ἐναντίος ἐστὶ τῷ τοῦ ἑκουσίου λόγῳ. ὁ δὲ ἐναντίος λόγος, καθόσον μὲν ἑκουσίως ἀδικεῖν φησι τὸν ἀποσφάξαντα ἑαυτόν, ἀληθεύει, καθόσον δέ φησιν αὐτὸν ἑαυτὸν ἀδικεῖν, ψεύδεται· οὐ γὰρ αὐτὸς ἀδικεῖται, οὐ γὰρ παρὰ τὴν βούλησιν αὐτοῦ τὸ κακόν, ἀλλὰ ἡ πόλις, ἣ ζημιοῦται στρατηγὸν ἢ στρατιώτην ἢ οἰκοδόμον ἢ πολίτην ἁπλῶς, καὶ παρὰ τὴν αὐτῆς βούλησιν. διὰ τοῦτο καὶ ὡς ἠδικημένη δίκας ἀπαιτεῖ παρʼ αὐτοῦ, ἀμυνομένη αὐτὸν διʼ ὧν ἔξεστιν· οὐ γὰρ ἐᾷ θάπτειν τὸ σῶμα. κατὰ μὲν οὖν τὴν καθόλου ἀδικίαν, ὅτι οὐχ ἑκούσιον τὸ ἀδικεῖσθαι, δέδεικται· κατὰ δὲ τὴν μερικήν, ἥτις ἐστὶν ἡ πλεονεξία, πῶς δυνατὸν ἑαυτόν τινα ἀδικεῖν; εἰ γὰρ τὸ ἀδικεῖν κατὰ ταύτην τὴν ἀδικίαν οὐδὲν ἄλλο ἐστὶν ἢ τὸ πλέον ἔχειν θατέρου, ἕξει αὐτὸς ἑαυτοῦ πλέον ὁ ἑαυτὸν ἀδικῶν· εἰ δὲ πλέον ἑαυτοῦ, καὶ ἔλαττον· καὶ εἴη ἂν τὸ αὐτὸ καὶ προσθήκη αὐτῷ καὶ ἀφαίρεσις, ὅπερ ἀδύνατον· ἀνάγκη γὰρ τὸ τοιοῦτον δίκαιον τὸ ἐλάχιστον ἐν δυσὶν εἶναι· οὕτω γὰρ δυνατὸν καὶ ἀφαίρεσιν καὶ προσθήκην γενέσθαι· καὶ τὸ ἀδικεῖσθαι καὶ τὸ ἀδικεῖν. ἔτι δὲ ἀνάγκη τὸν ἀδικοῦντα τοῦ ἀδικουμένου πρότερον τὴν βλάβην ποιεῖν, καὶ ἑκουσίως καὶ ἐκ προαιρέσεως βλάπτειν· ὁ γάρ, διότι ἔπαθε, τὸ αὐτὸ ἀντιποιῶν, οὐ δοκεῖ ἀδικεῖν. τὸν δὲ ἑαυτὸν ἀδικοῦντα ἀνάγκη κατὰ ταὐτὸν καὶ ἀδικεῖν καὶ ἀδικεῖσθαι· διὰ τὸ τὸν αὐτὸν εἶναι καὶ ἀδικοῦντα καὶ ἀδικούμενον καὶ ἅμα καὶ ἀδικεῖν καὶ ἀδικεῖσθαι· δεῖ ἄρα ἐν πλείοσιν εἶναι ταύτην τὴν ἀδικίαν· οὐκ ἄρα δυνατὸν αὐτόν τινα ἑαυτὸν ἀδικεῖν. πρὸς δὲ τούτοις ὁ ἀδικῶν οὐδὲν ἄλλο ἐστὶν ἢ ὁ ποιῶν τὰ κατὰ μέρος ἀδικήματα· καὶ χωρὶς τῶν καθʼ ἕκαστα οὐ δύναταί τις ἀδικεῖν οὔθʼ ὅλως ἄλλο τι ποιεῖν· τὰ δὲ κατὰ μέρος κλοπὴ ὕβρις πληγαὶ τοιχωρυχία· οὐδεὶς δὲ ἢ κλέπτει τὰ ἑαυτοῦ ἢ τὸν ἑαυτοῦ τοῖχον διορύττει ἢ ἑαυτὸν ὑβρίζει ἢ πλήττει. ὅλως δὲ ἐλέγχεται ψεῦδος εἶναι τὸ ἑαυτόν τινα ἀδικεῖν καὶ ἑκουσίως ἀδικεῖσθαι διὰ τοῦ ὁρισμοῦ τοῦ ἀδικεῖσθαι, ὅ ἐστι τὸ ἄδικα πάσχειν παρὰ τὴν αὑτοῦ βούλησιν.

Ὅτι χεῖρον κακὸν τὸ ἀδικεῖν τοῦ ἀδικεῖσθαι. κεφ. ιηʹ.

`112`

Φανερὸν δέ, ὅτι ἄμφω μὲν φαῦλα, καὶ τὸ ἀδικεῖσθαι καὶ τὸ ἀδικεῖν, καὶ γὰρ ἄμφω τοῦ μέσου ἔξω πίπτουσι, καὶ τὸ μὲν ἀδικεῖν πλέον ἐστί, τὸ δὲ ἀδικεῖσθαι ἔλαττον, τὸ δὲ δικαιοπραγεῖν ἴσον καὶ μέσον, ὥσπερ τὸ ὑγιεινὸν ἐν ἰατρικῇ καὶ τὸ εὐεκτικὸν ἐν γυμναστικῇ. ἄμφω μὲν οὖν φαῦλα, χεῖρον δέ ἐστι τὸ ἀδικεῖν. τὸ μὲν γὰρ ἀδικεῖν καὶ κακόν ἐστι καὶ ψέγεται· καὶ κακὸν ἢ κατὰ τελείαν κακίαν, ἤτοι τὴν καθόλου ἀδικίαν, ἢ τὴν μερικήν· καὶ ἢ ἑκουσίως καὶ μετὰ προαιρέσεως, ὅ ἐστι τὸ τελείως ἀδικεῖν ἢ ἑκουσίως μέν, οὐ μετὰ προαιρέσεως δέ, ὅπερ ἐγγύς ἐστι τοῦ ἀδικεῖν, καὶ οὐ τέλειον· οὐ γὰρ ἅπαν ἑκούσιον βλαβερὸν τοῦ πλησίον καὶ ἄδικον. τὸ δὲ ἀδικεῖσθαι κακὸν μέν ἐστιν, οὐ ψέγεται δέ, ὅτι μὴ διὰ πονηρίαν ἢ ἄλλην τινὰ κακίαν ἀδικεῖταί τις. καθʼ αὑτὸ μὲν οὖν τὸ ἀδικεῖσθαι ἧττον κακόν ἐστι τοῦ ἀδικεῖν· κατὰ συμβεβηκὸς δὲ οὐδὲν κωλύει καὶ χεῖρον εἶναι, διότι συνέβη πολλάκις τὸ ἀδικεῖσθαι μείζονος βλάβης αἴτιον γενέσθαι ἢ τὸ ἀδικεῖν· ὥσπερ εἴ τις διὰ τὸ ἀδικεῖσθαι ὀργισθεὶς πῦρ ἀνῆψε τῇ τοῦ ἀδικοῦντος οἰκίᾳ, ἐκεῖθεν δὲ συνέβη πᾶσαν ἐμπρησθῆναι τὴν πόλιν. ὅμως δὲ καὶ οὕτω μεῖζον κακὸν τὸ ἀδικεῖν· οὐδὲν γὰρ αὐτὸ ἑαυτοῦ χεῖρον διὰ τὰ συμβεβηκότα· ἐπεὶ οὐδὲ πλευρῖτις ἔλαττον κακόν ἐστι τοῦ προσπταίσματος, διότι συνέβη τινὰ προσπταίσαντα ὑπὸ τῶν πολεμίων ληφθῆναι καὶ ἀποθανεῖν. τὸ μὲν οὖν κυρίως δίκαιον καὶ ἄδικον καὶ δικαιοσύνη καὶ ἀδικία τὰ εἰρημένα ἐστί. λέγεται δὲ καὶ ἄλλο οὐ κυρίως ἀλλὰ κατὰ μεταφορὰν καὶ ὁμοιότητα τοῦ δικαίου, ὅπερ ἔχει τις πρὸς τὰ ἑαυτοῦ, ὥσπερ ὁ δεσπότης πρὸς τὸν δοῦλον καὶ ὁ πατὴρ πρὸς τὸν υἱόν. καθʼ ὃ καὶ ἡ ψυχὴ πρὸς τὰ ἑαυτῆς μέρη δικαία λέγεται ἢ ἄδικος· καὶ τὸ λογικὸν τοῦ ἀλόγου διέστηκε· καὶ τὸ μὲν λογικὸν ἄρχει καὶ τάττει, τὸ δὲ ἄλογον ἄρχεται καὶ τάττεται. πρὸς ὃ δή τινες βλέποντες νομίζουσιν ἀδικεῖν τινα ἑαυτὸν καὶ δικαιοῦν· ὅτι ποτὲ μὲν ὁ λόγος ἀκολουθεῖ τῷ ἀλόγῳ, ποτὲ δὲ ἀντίκειται, ὅταν τις ποιῇ παρὰ τὰς ἑαυτοῦ ὀρέξεις· καὶ ἔχουσιν ὥσπερ ἄρχον πρὸς ἀρχόμενον· καὶ δίκαιόν ἐστιν ἐν αὐτοῖς, ὅπερ ἐν ἀρχομένῳ καὶ ἄρχοντι. περὶ μὲν οὖν δικαιοσύνης καὶ τῶν ἄλλων τῶν ἠθικῶν ἀρετῶν διωρίσθω τὸν τρόπον τοῦτον.

## License and provenance

Eulogikon publishes public-domain Greek texts in cleaned, structured, readable form and makes no copyright claim over that preparation (Public Domain Mark 1.0, https://creativecommons.org/publicdomain/mark/1.0/). Cite as `eul_wid: uim-ah`.
