---
title: Letters on Philosophers
title_greek: Ἐπιστολαὶ περὶ Φιλοσόφων
author: Anaximenes-pseudo Miletus Letters
eul_wid: etm-aa
eul_aid: etm
canonical: "https://eulogikon.org/works/anaximenes-miletus-letters-philosophers-etm-aa"
period: Classical
dialect: Ionic
domain: Rhetoric
format: Epistle
license: "https://creativecommons.org/publicdomain/mark/1.0/"
---

# Letters on Philosophers

*Ἐπιστολαὶ περὶ Φιλοσόφων*

**Author:** Anaximenes-pseudo Miletus Letters

**eul_wid:** `etm-aa` · [HTML page](https://eulogikon.org/works/anaximenes-miletus-letters-philosophers-etm-aa)

## Text

### 1.(t)

Ἀναξιμένης Πυθαγόρῃ Θαλῆς Ἐξαμίου ἐπὶ γήρως οὐκ εὐπότμως οἴχεται· εὐφρόνης, ὥσπερ ἐώθει, ἅμα τῇ ἀμφιπόλῳ προϊὼν ἐκ τοῦ αὐλίου τὰ ἄστρα ἐθηεῖτο, καὶ (οὐ γὰρ ἐς μνήμην ἔθετο) θηεύμενος ἐς τὸ κρημνῶδες ἐκβὰς καταπίπτει.

### 1.(t)

Μιλησίοισι μέν νυν ὁ αἰθερολόγος ἐν τοιῷδε κεῖται τέλει· ἡμέες δὲ οἱ λεσχηνευταὶ αὐτοί τε μεμνώμεθα τοῦ ἀνδρός, οἵ τε ἡμέων παῖδές τε καὶ λεσχηνευταί, ἐπιδεξιοίμεθα δ’ ἔτι τοῖς ἐκείνου λόγοις. ἀρχὴ μέντοι παντὸς τοῦ λόγου Θαλῆ ἀνακείσθω.

### 2.(t)

Ἀναξιμένης Πυθαγόρῃ.

### 2.(t)

Εὐβουλότατος ἦς ἡμέων, μεταναστὰς ἐκ Σάμου ἐς Κρότωνα ἐνθάδε εἰρηνέες. οἱ δὲ Αἰακέος παῖδες ἄλαστα κακὰ ἔρδουσι καὶ Μιλησίους οὐκ ἐπιλείπουσι αἰσυμνῆται. δεινὸς δὲ ἡμῖν καὶ ὁ Μήδων βασιλεύς, οὐκ ἤν γε ἐθέλω μεν δασμοφορέειν, ἀλλὰ μέλλουσι δὴ ἀμφὶ τῆς ἐλευθερίης ἁπάντων Ἴωνες Μήδοις κατίστασθαι ἐς πόλεμον· καταστᾶσι δὲ οὐκέτι ἐλπὶς ἡμῖν σωτηρίης. κῶς ἂν οὖν Ἀναξιμένης ἐν θυμῷ ἔτι ἔχοι αἰθερολογέειν, ἐν δείματι ἐὼν ὀλέθρου ἢ δουλοσύνης; σὺ δὲ εἶ καταθύμιος μὲν Κροτωνιήτῃσι, καταθύμιος δὲ καὶ τοῖσι ἄλλοισι Ἰταλιώτῃσι· φοιτέουσι δέ τοι λεσχηνευταὶ καὶ ἐκ Σικε λίης.

## License and provenance

Eulogikon publishes public-domain Greek texts in cleaned, structured, readable form and makes no copyright claim over that preparation (Public Domain Mark 1.0, https://creativecommons.org/publicdomain/mark/1.0/). Cite as `eul_wid: etm-aa`.
