---
title: Amasis on Fortune and Rule
title_greek: Ἐπιστολαί
author: Amasis Letters
eul_wid: etw-aa
eul_aid: etw
canonical: "https://eulogikon.org/works/amasis-letters-fortune-rule-etw-aa"
period: Classical
dialect: Koine
domain: Rhetoric
format: Epistle
license: "https://creativecommons.org/publicdomain/mark/1.0/"
---

# Amasis on Fortune and Rule

*Ἐπιστολαί*

**Author:** Amasis Letters

**eul_wid:** `etw-aa` · [HTML page](https://eulogikon.org/works/amasis-letters-fortune-rule-etw-aa)

## Text

### 1

Ἄμασις Πολυκράτει ὧδε λέγει. Ἡδὺ μὲν πυνθάνεσθαι ἄνδρα φίλον καὶ ξεῖνον εὖ πρήσσοντα, ἐμοὶ δὲ αἱ σαὶ μεγάλαι εὐτυχίαι οὐχ ἀρέσκουσι ἐπισταμένῳ τὸ θεῖον ὡς ἔστι φθονερόν· καί κως βού λομαι καὶ αὐτὸς καὶ τῶν ἂν κήδωμαι τὸ μέν τι εὐτυχέειν τῶν πρηγμάτων, τὸ δὲ προσπταίειν, καὶ οὕτω διαφέρειν τὸν αἰῶνα ἐναλλὰξ πρήσσων, ἢ εὐτυχέειν τὰ πάντα. οὐδένα γάρ κω λόγῳ οἶδα ἀκούσας ὅστις ἐς τέλος οὐ κακῶς ἐτελεύτησε πρόρριζος, εὐτυχέων τὰ πάντα. σὺ ὦν νῦν ἐμοὶ πειθόμενος ποίησον πρὸς τὰς εὐτυχίας τοιάδε· φροντίσας τὸ ἂν εὕρῃς ἐόν τοι πλείστου ἄξιον, καὶ ἐπ’ ᾧ σὺ ἀπολομένῳ μάλιστα τὴν ψυχὴν ἀλγήσεις, τοῦτο ἀπόβαλε οὕτω ὅκως μηκέτι ἥξει ἐς ἀνθρώπους. ἤν τε μὴ ἐναλλὰξ ἤδη τὠπὸ τούτου αἱ εὐτυχίαι τοι τῇσι πάθῃσι προσπίπτωσι, τρόπῳ τῷ ἐξ ἐμεῦ ὑποκειμένῳ ἀκέο.

### 2

Βασιλεὺς Αἰγυπτίων Ἄμασις λέγει Βίαντι σοφωτάτῳ. Ἑλλήνων. Βασιλεὺς Αἰθιόπων ἔχει πρὸς ἐμὲ σοφίας ἅμιλλαν, ἡττώμενος δὲ τοῖς ἄλλοις ἐπὶ πᾶσι συντέθεικεν ἄτοπον ἐπίταγμα καὶ δεινόν, ἐκ πιεῖν με κελεύων τὴν θάλασσαν. ἔστι δὲ λύσαντι μὲν ἔχειν κώμας τε πολλὰς καὶ πόλεις τῶν ἐκείνου, μὴ λύσαντι δὲ ἄστεων τῶν περὶ Ἐλεφαντίνην ἀποστῆναι. Σκεψάμενος οὖν εὐθὺς ἀπόπεμπε Νειλόξενον. Ἃ δὲ δεῖ φίλοις σοῖς ἢ πολίταις γενέσθαι παρ’ ἡμῶν, οὐ τἀμὰ κωλύσει.

## License and provenance

Eulogikon publishes public-domain Greek texts in cleaned, structured, readable form and makes no copyright claim over that preparation (Public Domain Mark 1.0, https://creativecommons.org/publicdomain/mark/1.0/). Cite as `eul_wid: etw-aa`.
