---
title: Samian Chronicles and Customs
title_greek: Ἀποσπάσματα
author: Alexis of Samos
eul_wid: hye-aa
eul_aid: hye
canonical: "https://eulogikon.org/works/alexis-samos-chronicles-customs-hye-aa"
period: Hellenistic
dialect: Ionic (frg)
domain: History
format: Prose
license: "https://creativecommons.org/publicdomain/mark/1.0/"
---

# Samian Chronicles and Customs

*Ἀποσπάσματα*

**Author:** Alexis of Samos

**eul_wid:** `hye-aa` · [HTML page](https://eulogikon.org/works/alexis-samos-chronicles-customs-hye-aa)

## Text

### t1-2

ΣΑΜΙΩΝ ΩΡΟΙ. E LIBRO SECUNDO.

### 1 (t)

Athenaeus XIII: Ἄλεξις δ’ ὁ Σάμιος ἐν δευτέρῳ Ὥρων Σαμιακῶν· «Τὴν ἐν Σάμῳ Ἀφροδίτην, ἣν οἱ μὲν ἐν Καλάμοις καλοῦσιν, οἱ δὲ ἐν Ἕλει, Ἀττικαὶ, φησὶν, ἑταῖραι ἱδρύσαντο αἱ συνακολουθήσασαι Περικλεῖ, ὅτε ἐπολιόρκει τὴν Σάμον, ἐργασάμεναι ἱκανῶς ἀπὸ τῆς ὥρας.» E LIBRO TERTIO.

### 2 (t)

Idem XII: Ἄλεξις δ’ ἐν τρίτῳ Σαμίων ὥρων ἐκ πολλῶν πόλεών φησι κοσμηθῆναι τὴν Σάμον ὑπὸ τοῦ Πολυκράτους, κύνας μὲν Μολοττικὰς καὶ Λακαίνας εἰσαγαγόντος, αἶγας δ’ ἐκ Σκύρου καὶ Νάξου, πρόβατα δ’ ἐκ Μιλήτου καὶ τῆς Ἀττικῆς. Μετεστέλλετο δὲ, φησὶ, καὶ τεχνίτας ἐπὶ μισθοῖς μεγίστοις. Πρὸ δὲ τοῦ τυραννῆσαι κατασκευασάμενος στρωμνὰς πολυτελεῖς καὶ ποτήρια ἐπέτρεπε χρῆσθαι τοῖς ἢ γάμον ἢ μείζονας ὑποδοχὰς ποιουμένοις. Ἐκ πάντων οὖν τούτων ἄξιον θαυμάζειν τὸν τύραννον, ὅτι οὐδαμόθεν ἀναγέγραπται γυναῖκας ἢ παῖδας μεταπεμψάμενος, καίτοι περὶ τὰς τῶν ἀρρένων ὁμιλίας ἐπτοημένος, ὡς καὶ ἀντερᾶν Ἀνακρέοντι τῷ ποιητῇ· ὅτε καὶ δι’ ὀργὴν ἀπέκειρε τὸν ἐρώμενον. Πρῶτος δὲ ὁ Πολυκράτης καὶ ναῦς πήξας, ἀπὸ τῆς πατρίδος Σαμίας ἐκάλεσε. ΠΕΡΙ ΑΥΤΑΡΚΕΙΑΣ.

### 3 (t)

Idem X: Αἰγυπτίους δ’ Ἑκαταῖος ἀρτοφάγους φησὶν εἶναι, κυλλήστιας ἐσθίοντας, τὰς δὲ κριθὰς εἰς ποτὸν καταλέοντας. Διὰ ταῦτα καὶ Ἄλεξις ἐν τῷ Περὶ αὐταρκείας ἔφη, μετρίᾳ τροφῇ κεχρῆσθαι τὸν Βόκχοριν καὶ τὸν πατέρα αὐτοῦ Νεόχαβιν.

## License and provenance

Eulogikon publishes public-domain Greek texts in cleaned, structured, readable form and makes no copyright claim over that preparation (Public Domain Mark 1.0, https://creativecommons.org/publicdomain/mark/1.0/). Cite as `eul_wid: hye-aa`.
