---
title: "Therapeutics: Book 7"
title_greek: "Θεραπευτικά, Ζʹ"
author: Alexander of Tralles
eul_wid: vcc-al
eul_aid: vcc
canonical: "https://eulogikon.org/works/alexander-tralleis-therapeutics-book-7-vcc-al"
lang: grc
period: Late Antique
dialect: Koine
content_hash: "sha256:da0c698d639ad8798aea852067829202187a11a7f8f0ce24e2d14a3252ea65eb"
content_modified_at: "2026-11-15"
license: "https://creativecommons.org/publicdomain/mark/1.0/"
---

# Therapeutics: Book 7

*Θεραπευτικά, Ζʹ*

**Author:** Alexander of Tralles

**eul_wid:** `vcc-al` · [HTML page](https://eulogikon.org/works/alexander-tralleis-therapeutics-book-7-vcc-al)

## Text

Part of [Therapeutics](/works/alexander-tralleis-therapeutics-vcc-ad)

`2.245`

ἈΛΕΞΆΝΔΡΟΥ ΤΡΑΛΛΙΑΝΟΥ͂ ΒΙΒΛΊΟΝ ἝΒΔΟΜΟΝ.

κεφ. αʹ.

Περὶ τῶν ἐν τῷ στόματι τῆς γαστρὸς παθῶν.

Τὸ στόμα τῆς γαστρὸς, ὃ δὴ καὶ στόμαχον, οἱ δὲ καρδίαν τῶν παλαιῶν ὠνόμασαν, ἐπειδὰν ὑπομένῃ βλάβην, ἄπειρά τε καὶ ποικίλα τοῖς ἀνθρώποις ἐπιφέρειν οἶδε συμπτώματα· ἐπιληψίας γὰρ καὶ σπασμοὺς καὶ κάρους καὶ λύπας ἀκαίρους καὶ φόβους καὶ μελαγχολίας καὶ ἀλλοκότους ὀρέξεις καὶ ἀνορεξίας καὶ ναυτίας καὶ ἐμέτους καὶ φθορὰς καὶ ὀδύνας ἐντέρων καὶ μήτρας καὶ κύστεως, ἔσθʼ ὅτε καὶ ἀγρυπνίας ἐπιφέρει καὶ παραφροσύνας καὶ φροντίδας ἀκαίρους καὶ ἄκρων ψύξεις· οὕτως ἐστὶν αἰσθητικὸν καὶ καλοῦν εἰς συμπάθειαν τῇ μὲν γειτνιάσει τὴν καρδίαν, τῇ δὲ συγγενείᾳ τὸν ἐγκέφαλον. ἐπεὶ οὖν τοιούτων καὶ τοσούτων παθῶν ὁ στόμαχος αἴτιος γίνεται, προσέχειν δεῖ, ποῖα μὲν αὐτοῦ τοῦ στομάχου κυρίως εἰσὶ πάθη, ποῖα δὲ κατὰ συμβεβηκὸς, καὶ διορίσαντα ἀκριβῶς οὕτω ποιεῖσθαι τὴν θεραπείαν.

Περὶ ψυχρᾶς δυσκρασίας.

`2.247`

Τὴν ψυχρὰν τοῦ στόματος τῆς γαστρὸς δυσκρασίαν ἔστι διαγνῶναι σαφῶς ἐκ τοῦ ἄδιψον εἶναι τὸν κάμνοντα καὶ ὀρέγεσθαι μᾶλλον σιτίων ἢ ποτῶν. εἰ δὲ μὴ μόνον ἡ ποιότης ἡ λυποῦσα, ἀλλὰ καὶ χυμῶν τινων ψυχροτέρων ἐστὶ δυσκρασία, ἔσται μὲν ταῦτα πάντα τοῖς ἐν τῇ ψυχρᾷ ποιότητι συμβαίνουσι, πρὸς δὲ τούτοις καὶ ἕτερα· καὶ γὰρ ἐμοῦσι φλέγμα καὶ τὴν τροφὴν προσφερόμενοι κατέχειν οὐ δύνανται καὶ μετὰ τὸν ἔμετον εὐθὺς ἑτέρας ἐφίενται τροφῆς ὥσπερ οἱ κύνες· διόπερ καὶ κυνώδη ὄρεξιν ἔχειν τοὺς τοιούτους ὠνόμασαν. οὕτω μὲν οὖν εἴτε ψυχρά τις εἴη δυσκρασία μόνη λυποῦσα τὸ στόμα τῆς γαστρὸς εἴτε καὶ ποσότης ὕλης, συντόμως ἔστιν εἰπεῖν διαγινώσκειν, ὅτι καὶ κυνώδης ὄρεξις. ἐπειδὴ δὲ οὐ μία τις αἰτία τὴν κυνώδη ὄρεξιν ἐργάζεται, ἀλλʼ εὑρίσκομεν ὅτι διάφοροι, καὶ διὰ ψυχρὰν δυσκρασίαν ὡς εἰρήκαμεν, καὶ διὰ φλεγματώδη χυμὸν ἐμπεριεχόμενον ἐν τῷ στομάχῳ καὶ διὰ θερμότητα πάνυ πολλὴν καὶ διὰ τὴν ἀσθένειαν τῆς ἐν ὅλῳ τῷ σώματι καθεκτικῆς δυνάμεως, ἀναγκαῖόν ἐστιν ἡμᾶς πρότερον διαγινώσκειν, τίς προτέρα ἐστὶν ἡ τῶν σιτίων νῦν ἐργαζομένη ἄμετρον ὄρεξιν· ἀδύνατον γάρ ἐστιν εὑρεῖν τὴν θεραπείαν τὴν αἰτίαν μὴ διεγνωκότας πρότερον τὴν νοσοποιόν. εἰ μὲν οὖν διὰ θερμότητα πολλὴν ἡ ἄμετρος τῶν σιτίων ἔφεσις γένοιτο, τὰ ἐναντία φαίνεται μᾶλλον συμβαίνοντα τοῖς ἐπὶ ψύξει· οὐδὲ γὰρ ἄδιψοι γίνονται οὔτʼ ἐμοῦσι τὸν ὀξώδη χυμόν· ἡ γὰρ ἄμετρος θερμότης οὐ συγχωρεῖ τοιοῦτόν τι συμβῆναι πάντα ῥᾳδίως ἐξατμίζουσα καὶ ἀπολεπτύνουσα διὰ τῆς ἀδήλου διαπνοῆς, ὅθεν καὶ ἡ γαστὴρ ἐπέχεται τούτοις μᾶλλον ἢ φέρεται. τοῖς δὲ διʼ ἀσθένειαν τῆς ἐν ὅλῳ τῷ σώματι καθεκτικῆς δυνάμεως ἄπεπτα καὶ πολλὰ καὶ ἀναλλοίωτα πολλάκις ἐκκρίνεται τὰ σιτία· διὸ καὶ φθοραῖς συνεχέσιν ἁλίσκονται μᾶλλον οἱ τοιοῦτοι.

Θεραπεία τῆς κατὰ ψυχρότητα γινομένης κυνώδους ὀρέξεως.

Τοὺς μὲν οὖν διὰ ψῦξιν ἢ φλέγματος περιουσίαν ἀμετρότερον ὀρεγομένους θεραπεύσεις δηλονότι τοῖς ἐναντίοις χρώμενος τῶν θερμοτέρων, καὶ μάλιστα τῷ ἀκράτῳ οἴνῳ καὶ τοῖς λιπαροῖς τῶν ἐδεσμάτων καὶ πᾶσι τοῖς ἐλαιώδεσι, φασιανῶν μὲν τοῖς μηροῖς καὶ κρεῶν χοιρείων· ταῦτα γὰρ ἐσθιόμενα πρότερα κορεννύουσιν αὐτοὺς καὶ ἀμβλύνουσι τὴν ἄμετρον αὐτῶν ὄρεξιν, ὡς τοῦ λοιποῦ μὴ δύνασθαι πλείονα θέλειν λαμβάνειν τροφήν.

Θεραπεία τῆς κατὰ θερμότητα γινομένης κυνώδους ὀρέξεως.

Εἰ δὲ διὰ θερμότητα πολλὴν γίνοιτο κυνώδης ὄρεξις, οἶνον μὲν αὐτοῖς οὐ χρὴ διδόναι, τροφὰς δὲ δυσκατεργάστους· τούτοις γὰρ τὰ πάνυ θερμὰ πολέμια, οἷον πέπερι καὶ ὅσα διὰ πεπέρεως σκευάζεται, ὑδρόγαρόν τε καὶ κονδῖτος· ὅσα δὲ ἄλλα ἔχει μετὰ τοῦ ψύχειν καὶ τὸ δυσκατέργαστον, οἷον στέρνιον καὶ βούλβιον καὶ δαμαλῶν πόδες.

Πῶς δεῖ θεραπεύειν τὴν κυνώδη ὄρεξιν τὴν γινομένην διʼ ἀσθένειαν τῆς καθεκτικῆς δυνάμεως;

`2.249`

Εἰ δὲ διʼ ἀσθένειαν τῆς καθεκτικῆς δυνάμεως γίνεται καὶ ἅπασαν, ὡς ἔπος εἰπεῖν δυσκρασίαν, διαγνοὺς πρότερον, τίς ἐστιν ἡ λυποῦσα αἰτία, ἔρχου λοιπὸν ἐπὶ τὴν ἀκόλουθον θεραπείαν· τὸ γὰρ θέλειν ἀεὶ τὰ στύφοντα προσφέρειν ἀμαθῶν ἐστιν ἰατρῶν. μάλιστα μὲν οὖν ἐπὶ ψυχρᾷ δυσκρασίᾳ καὶ καταλύεσθαι πέφυκεν ἡ καθεκτικὴ δύναμις καὶ διὰ τοῦτο δεῖ μᾶλλον ἐργάζεσθαι πρὸς ταύτην. ἔστι δὲ ὅτε καὶ διὰ ξηρότητα καταβάλλεται ἡ καθεκτικὴ δύναμις καί ἐστιν αὐτὴ δυσθεράπευτος.

Θεραπεία τῆς διὰ ψῦξιν ἀσθενούσης καθεκτικῆς δυνάμεως.

`2.251`

Εἰ τοίνυν φανῇ σοι ψυχρὰ δυσκρασία ἡ παρενοχλοῦσα, ἐξ ὧν εἴπομεν ὀφείλειν διαγινώσκειν, εὔδηλον ὅτι τοῖς θερμαίνουσι δεῖ κεχρῆσθαι παντὶ τρόπῳ, οὐ μόνον ἐδέσμασι τοιούτοις χρώμενον, ἀλλὰ καὶ φαρμάκοις. ἁρμόζει γοῦν αὐτοῖς ἐν μὲν λαχάνοις ἡ κράμβη τρίσεφθος ἐσθιομένη μετʼ οἴνου καὶ ἀρτυτὴ καὶ καυλὸς ὁμοίως καὶ ἡ γογγυλὶς, καὶ σιτωδῶν ἄλφιτα, πόλτος, ἄλιξ μετʼ οἴνου, τίφη, ὄλυρα, ζέα, τῶν δʼ ὄρνεων πέρδικες, ἀτταγῆνες, νῆσσαι καὶ τῶν κρεῶν ὀλίγα, οἷον αἴγεια καὶ ἐλάφεια. τῶν δʼ ὀπωρῶν τὰ πλείονα φευγέτωσαν. τραγημάτων δὲ τὰς σταφίδας ὡς τὰ μέγιστα ὠφελούσας προσφερέσθωσαν, τὰ δʼ ἄλλα πάντα παραιτείσθωσαν. ἡ μὲν οὖν δίαιτα συντόμως εἰπεῖν ἔστω τοιαύτη. χρίσματα δὲ καὶ ἐπιθέματα γινέσθωσαν τὰ διὰ λαδάνου καὶ μασουχᾶ σμύρνης τε καὶ ἀλόης καὶ ἀψινθίας καὶ πόματα δὲ τὰ διὰ τοῦ ναρδοστάχυος καὶ ῥέου καὶ τὸ διὰ μήλων τὸ ἔχον ζιγγιβέρεως. καὶ ἀντίδοτος ἡ Ἕσδρα καὶ ἡ θηριακὴ μάλιστα· πλέον γὰρ ἁπάντων οἶδεν αὐτὴ συμπέττειν καὶ ἰᾶσθαι τὰς τοιαύτας διαθέσεις. τῶν δὲ λουτρῶν τὰ θερμότερον ἔχοντα τὸν ἀέρα καὶ τὴν ἔμβασιν. λοιπὸν δὲ τοῦ χρόνου προϊόντος καὶ τοῦ νοσήματος ἤδη μείωσιν εἰληφότος καὶ τὰ αὐτοφυῆ τῶν θερμῶν ὑδάτων πρὸς τελείαν ἀπαλλαγὴν μεταλαμβάνειν καὶ μάλισθʼ ὅσα μετέχει μετρίας στύψεως, καὶ τὰ γυμνάσια τούτοις ὠφελιμώτατα καὶ αἰῶραι καὶ πλοῦς καὶ ἀποδημία μακρά· ταῦτα γὰρ πάντα μετασυγκρίνει καὶ ἀναρρώννυσιν εἰς τὸ ἀρχαῖον τὴν ὅλην ἕξιν τοῦ σώματος, ὥστε κατέχειν καλῶς καὶ πέττειν δύνασθαι τὴν τροφὴν καὶ συμμέτρων ἐδεσμάτων ἐφίεσθαι.

Θεραπεία τῆς διὰ θερμὴν δυσκρασίαν ἀσθενούσης καθεκτικῆς δυνάμεως.

Ἄρτος μὲν οὖν τούτοις ὠφελιμώτατος εἰς εὔκρατον παραλαμβανόμενος καὶ ὠὰ σκληρὰ περὶ ὥραν τρίτην προσφερόμενα καὶ λαχάνων ἴντυβα καὶ θριδακῖναι καὶ μαλάχαι καὶ τῶν ὀρνίθων ἥ τε κατοικίδιος ὄρνις καὶ μὴ πάνυ ἑφθὴ καὶ τῶν χηνῶν μάλιστα τὰ ἄκρα καὶ τὰ στήθη καὶ τῶν φασιανῶν, τὰ δʼ ἄλλα πάντα παραιτείσθωσαν. τῶν δʼ ἰχθύων ἐσθιέτωσαν τοὺς σκληροσάρκους, οἷον ὀρφὸν, γλαῦκον, κηρίδα, κόκκυγα καὶ ὀκτάποδα καὶ σηπίας, καὶ τῶν ὀστρακοδέρμων ἀστακοὺς καὶ κηρύκια καὶ κτένια καὶ κοχλίας, τῶν δʼ ὀσπρίων φασίολον, κύαμον, ὄρυζαν, τῶν δʼ ὀπωρῶν μῆλα γλυκέα, κίτρια, σταφυλὴν σκληρόσαρκον καὶ τῶν πεπόνων τὴν σάρκα καὶ τῶν σικύων τὴν ἐντεριώνην καὶ συκάμινα καὶ ῥοδάκινα καὶ περσικὰ καὶ λουτρὰ γλυκέων ὑδάτων· τὰ γὰρ αὐτοφυῆ τούτοις πολέμια. τοσαῦτα καὶ περὶ τῆς καθεκτικῆς δυνάμεως διὰ θερμὴν δυσκρασίαν παθούσης.

κεφ. βʹ.

Περὶ βουλίμου.

`2.253`

Ὁ βούλιμος καλούμενος, ὡς καὶ τοὔνομα δηλοῖ, μέγας ἐστὶ λιμός. γίνεται δὲ, ὡς ὁ λόγος ὑποδείκνυσιν, ἀπʼ ἀμέτρου θερμότητος καὶ ἀσθενείας τοῦ στόματος τῆς γαστρὸς, ὅθεν, εἰ μὴ προσφέροιντο τροφὴν ἀμέτρως, λειποθυμοῦσι καὶ πίπτουσι. τοῦτο τοίνυν εἰδότες καὶ οἱ πλείους τῶν ἰδιωτῶν εὐθὺς ὀσφραντικοῖς κέχρηνται πρὸς τὸ ἀνακαλέσασθαι καὶ ἀναλαβεῖν διαφορουμένην τὴν ζωτικὴν δύναμιν. τῶν δʼ ὀσφραντικῶν μάλιστα προσφέρουσι τόν τε ἄρτον εἰς οἶνον βεβρεγμένον καὶ κρέα χοίρεια ὀπτηθέντα καὶ ἐρίφεια καὶ καθόλου τὰ ὀσμὴν ἔχοντα κνισσώδη καὶ εὐάρτυτον. διακρατοῦσι δʼ αὐτῶν τὰ ἄκρα καὶ νύττουσι πανταχόθεν καὶ ἀνατρίβουσι τὰ ὦτα καὶ τὰς σιαγόνας καὶ ἐκ τῶν τριχῶν ἀνασπῶσιν. ἀνακτησαμένοις δὲ αὐτοῖς καὶ παυσαμένης τῆς λειποθυμίας ἄρτον εἰς οἶνον βραχέντα διδόναι τροφὴν πρό γε πάντων, εἶθʼ οὕτω καὶ τῶν ἄλλων τροφῶν. δεῖ δὲ τοῦ λοιποῦ ταχύτερον αὐτοὺς τρέφειν καὶ πᾶν, ὅπερ ἂν ᾖ δυσμετάβλητον, ἐκεῖνο παρέχειν αὐτοῖς, ἅμα δὲ καὶ τὸ ἐμψύχειν καὶ ῥωννύειν δυνάμενον· ὑπὸ γὰρ τοιούτων ὠφελοῦνται καὶ τῷ χρόνῳ εἰς εὐκρασίαν ἀνέρχονται. καί τινες ὀπίου τοῖς βουλιμιῶσιν ἐπιδεδώκασι μεθʼ ὕδατος ψυχροῦ ἐπὶ τὸ κατασβέσαι τὸ ὑπερβάλλον θερμόν. ἀλλὰ τὰ τοιαῦτα φεύγειν ὑμᾶς παραινῶ, ταῖς δὲ δυσμεταβλήτοις μᾶλλον κεχρήσθωσαν τροφαῖς. ἔγνων δέ τινα γυναῖκα πολλὰ καὶ ἄμετρα προσφερομένην καὶ πέττουσαν ἅπαντα καὶ μηδέποτε κορεσθῆναι φάσκουσαν αὐτήν. διὰ δὲ τὸ δήξεις ὑπομένειν καὶ τὴν κεφαλὴν ἀλγεῖν ἐπίπαστον ἐδέξατο καθάρσιον· ἦν δὲ τὸ καθάρσιον ἡ ἱερά. γενομένης δὲ τῆς κενώσεως ἀπέρριψεν ἕλμινθα, ὡς τὸ διάστημα νομίζειν πηχῶν δώδεκα ἔχειν, καὶ πλείω καὶ τότε τῆς ἀμέτρου καὶ μανιώδους ὀρέξεως ἐπαύσατο. ἐγνώσθη οὖν, ὡς οὐκ ἦν βούλιμος, ἀλλὰ τὸ ἀναγκάζον καὶ ἀναλίσκον ἅπαντα τὸ θηρίον ἦν.

κεφ. γʹ.

Περὶ ἀνορεξίας.

Εἰδέναι δὲ δεῖ, ὡς καὶ ἡ ἀνορεξία γίνεται ἢ διὰ δυσκρασίαν τινὰ ἢ διὰ τὸ περιέχεσθαι χυμὸν ἐν τῷ στομάχῳ. ἀναγκαῖον οὖν ἐστιν ἕν τι τῶν τριῶν διαπράξασθαι, ἢ κενῶσαι τοὺς χυμοὺς ἢ περικεράσαι ἢ μετασυγκρῖναι καὶ λεπτῦναι παχυτέρων αὐτῶν ὄντων. κενώσεις μὲν οὖν αὐτοὺς ἢ διʼ ἐμέτων ἢ διὰ γαστρός. εἰ μὲν οὖν εὐεμὴς ὁ κάμνων εἴη, διὰ τῶν ἄνω. μάλιστα δὲ πρὸς τὸ τοιοῦτον ὁρμᾶν δεῖ, ἐὰν ὦσι καὶ οἱ χυμοὶ λεπτοὶ καὶ μὴ πάνυ παχεῖς καὶ προσπεπλασμένοι φαινόμενοι.

Πῶς δεῖ ποιεῖν ἔμετον τοῖς ἔχουσι λεπτὸν καὶ χολώδη ἐν τῷ στομάχῳ περιεχόμενον χυμόν;

`2.255`

Εἴπερ οὖν φαίνοιτό σοι διʼ ἐμέτων κενῶσαι τοὺς λυπούντας χυμοὺς, φεῦγέ τισι χρήσασθαι φαρμάκοις ἔμετον δυναμένοις κινῆσαι; ἀλλὰ τοῖς ὑγραίνουσι μᾶλλον σιτίοις καὶ πόμασιν, οἷον εὐκράτῳ πολλῷ καὶ πολλάκις· οὕτω γὰρ εὐχερῶς ἐπιπλεύσει καὶ ἀνενεχθήσεται τὸ περιττόν· τὸ γὰρ μελίκρατον, εἰ καὶ ἔμετον κινεῖ, ἀλλʼ οὖν φεύγειν ἐπὶ τῶν τοιούτων αὐτὸ δεῖ· δυσκρασίαν γάρ τινα λανθάνουσαν ἐπιτίθησι τῷ σώματι. βέλτιον οὖν πράξεις, εἰ τῷ εὐκράτῳ μόνῳ χρήσῃ. εἰ δὲ καὶ θρέψεις αὐτὸν λεκύθοις ὠῶν ἢ χυλῷ πτισάνης, πρὶν ἢ ἐπιδοίης τὸ εὔκρατον, εἶτα μικρὸν διαστήσας οὕτως ἐρεθίσεις τὸν ἔμετον μᾶλλον. οὗτος ὁ ἔμετος ἄλυπος ἔσται καὶ ὠφελιμώτατος. οὕτω μὲν, εἴπερ ἐπιτήδειος ὁ κάμνων εἴη πρὸς ἔμετον, ἁρμόζεσθαι δεῖ. εἰ δὲ δυσεμὴς εἴη, φείδεσθαι δεῖ τοῦ ἐπὶ πολὺ σπαραγμοῦ ἢ ἀναγκάζειν τὸν στόμαχον· τὸ γὰρ ἐπὶ πλέον σπαράττειν καὶ διατείνειν μᾶλλον ἀνατρέπειν οἶδε τὴν ὄρεξιν. βέλτιον οὖν ἐπὶ τῶν τοιούτων ἐπὶ γαστέρα προπέμπειν τὴν ὕλην ὑγραίνοντα πρῶτον πλείονι καὶ εὐκράτῳ τροφῇ· οὕτω γὰρ ἑτοίμως τοῖς καθαίρουσιν ὑπακοῦσαι ἡ ὕλη δυνήσεται. δεῖ δὲ ἠρέμα καὶ τῶν ῥωννύειν δυναμένων τὸ καθαῖρόν τι προσφέρειν φάρμακον, οἱονεὶ τὴν πικρὰν ἢ μίαν τῶν ἀντιδότων τούτων, ἢ τὸ διὰ μήλων ἢ τὸ διὰ ῥοδομέλιτος ἄλυπα καὶ εὐστόμαχα ὄντα φάρμακα. ὅπως δὲ μὴ δυσχεραίνητε ζητοῦντες αὐτὰς παρʼ ἄλλοις, καὶ τὰς γραφὰς αὐτῶν ἐξεθέμην. ἔχουσι δὲ οὕτω.

Καθαρσίου τοῦ διὰ μήλων ἡ σκευή.

Μήλων κυδωνίων . . . . . . λιτρ. αʹ κιτρίου φλοιοῦ . . . . . . . οὐγγ. ϛʹ μέλιτος . . . . . . . . . λιτρ. αʹ 𐅶ʹʹ σκαμμωνίας . . . . . . . . οὐγγ. βʹ πεπέρεως . . . . . . . . . οὐγγ. δʹ ὕδατος ὀμβρίου . . . . . . . ξεστ. ϛʹ. πεπείραται. ἕψε δίκην ὀξυμέλιτος καὶ πρόσβαλε τελευταῖον τὴν σκαμμωνίαν καὶ τὸ πέπερι πάσσων καὶ δίδου κοτύλ. αʹ ἢ βʹ.

Ἄλλο καθαρτικὸν τὸ διὰ τῶν κυδωνίων μήλων πεπειραμένον.

Λαβὼν μῆλα κυδώνια ηʹ βάλλε σκαμμωνίας οὐγ. αʹ καὶ περίπλασσε ἔξωθεν ζύμῃ, ὡς μὴ διὰ τῶν πόρων τὴν σκαμμωνίαν διελθεῖν δυνηθῆναι. καὶ μετὰ τὸ ὀπτηθῆναι καλῶς τὴν μὲν σκαμμωνίαν σὺν τοῖς μήλοις δίχα τῆς ζύμης λείου καὶ πρόσβαλλε μέλιτος καὶ πάλιν λειώσας βάλλε εἰς βυκίον καὶ δίδου κοχλ. αʹ ἢ βʹ, πρὸς ὃ θέλεις καθᾶραι.

`2.257`

Καθαρσίου τοῦ διὰ ῥοδομέλιτος ἡ γραφή.

Ῥόδων χυλοῦ . . . . . . . λιτρ. αʹ σκαμμωνίας . . . . . . . . οὐγ. αʹ ἀγαρικοῦ . . . . . . . . . δραχ. αʹ 𐅶ʹʹ πεπέρεως . . . . . . . . . γρ. βʹ μέλιτος . . . . . . . . . οὐγγ. ϛʹ. ἕψε μαλθακῷ πυρὶ καὶ, ὅταν συστραφῇ, τότʼ ἐπίβαλλε τὴν σκαμμωνίαν καὶ τὸ πέπερι καὶ τὸ ἀγαρικὸν καὶ χρῶ. ἡ δόσις πρὸς τὴν δύναμιν κοχλ. εʹ ἢ ϛʹ.

Περὶ τῆς διὰ γλίσχρους χυμοὺς γινομένης ἀνορεξίας.

`2.259–2.261`

Εἰ δὲ διὰ γλίσχρους χυμοὺς γίνηται ἡ ἀνορεξία, ἀνάγκη λοιπὸν ἀφορᾶν εἰς τὰ ἐναντία, ὅσα λεπτύνειν οἶδε καὶ τέμνειν, ἔτι δὲ καὶ σμήχειν, καὶ τούτων αὐτοὺς προτρέπειν λαμβάνειν. κάππαρις οὖν ἀγαθόν ἐστι φάρμακον εἰς τὰ τοιαῦτα πλυθεῖσα καλῶς καὶ εἰς ὀξύμελι συντεθεῖσα. καλὸν δὲ καὶ αἱ ἐλαῖαι πᾶσαι, ὅσαι διʼ ἅλμης ἢ ὀξυμέλιτος σύγκεινται. καὶ τὸ σίναπι δὲ σφοδρότερον τούτων ἀπολεπτύνει μετʼ ὀξυμέλιτος καὶ ὄξους ἐσθιόμενον καὶ ἁπλῶς εἰπεῖν, ὅσα διʼ ὀξυμέλιτος ἢ ἅλμης ἢ γάρου καλῶς προσφέρεται. τοῖς δʼ ἐπὶ πλέον ἔχουσι καταψυχθέντα τὸν στόμαχον καὶ τὰ διὰ πεπέρεως καὶ ζιγγιβέρεως συγκείμενα προσφέρειν ἐστὶν ἀναγκαῖον, ἐξ ὧν ἐστι καὶ τὸ διὰ τῶν κυδωνίων μήλων σκευαζόμενον ἔχον καὶ πεπέρεως καὶ σμύρνης ἢ λιβυστικοῦ ἢ κόστου ἢ γλήχωνος· ἄλλοι γὰρ ἄλλως τὸ αὐτὸ σκευάζουσι. καλλίων δὲ πασῶν ἐστιν, ᾗ κέχρηται καὶ ὁ θειότατος Γαληνὸς, ἣν εὑρήσεις ἐν τῷ περὶ τῆς διὰ ψυχρὰν δυσκρασίαν γινομένης ἀνορεξίας κεφαλαίῳ. εἰ δὲ ἐπὶ πλέον ἀποσμῆξαι βουληθείης, καὶ τῷ ὀξυμέλιτι κέχρησο τῷ Ἰουλιανιῷ καλουμένῳ· τινὲς δὲ αὐτὸ καλοῦσι Λόγγου φιλοσόφου. τοῦτο τὸ ὀξύμελι θαυμασιώτατόν ἐστιν, ὥστε μὴ μόνον τὰ ἐν τῷ στομάχῳ δύνασθαι σμήχειν, ἀλλὰ καὶ τὰ ἐν ἥπατι καὶ σπληνὶ καὶ θώρακι καὶ κεφαλῇ, ὥστε καὶ ἐπιληψίας δύνασθαι ἰᾶσθαι καὶ ἄλλα πολλὰ τῶν χρονίων παθῶν. ἀλλὰ καὶ τὴν σκευασίαν καὶ τὰς συνούσας ἀρετὰς αὐτῷ τὰ νῦν παρέντες τῶν ἑξῆς ἐχόμεθα· καὶ γὰρ ἐν ἑτέροις κεφαλαίοις καὶ τὴν γραφὴν καὶ τὰς ἐπαγγελίας τοῦ ὀξυμέλιτος εἰρήκαμεν. τούτοις μὲν οὖν δεῖ διὰ στόματος κεχρῆσθαι βοηθήμασιν· ἔξωθεν δὲ τοῖς θάλπειν δυναμένοις ἀλείμμασι καὶ ῥωννύειν, οἷόν ἐστι καὶ τὸ Μαρκίατον καλούμενον, λοιπὸν δὲ καὶ ἐπιθέμασι τῷ τε βαΐῳ καὶ τῷ εὐώδει καλουμένῳ· καλλίστων δὲ σφόδρα ὄντων καὶ δυσπορίστων τὴν σκευασίαν αὐτῶν καὶ τὴν ὕλην ἐξεθέμην ὧδε.

Στομαχικὸν τὸ λεγόμενον βάιον.

Κασίας . . . . . . . οὐγ. 𐅶ʹʹ ἴρεως . . . . . . . . γρ. ηʹ σχοίνου ἄνθους . . . . . γρ. ιηʹ τῆς βοτάνης βράθυος . . . γρ. ηʹ βδελλίου . . . . . . . γρ. λβʹ μαστίχης . . . . . . . οὐγγ. βʹ κηροῦ . . . . . . . . οὐγγ. ιʹ τερεβινθίνης . . . . . . οὐγγ. δʹ πιτυΐνης πεφρυγμένης . . . λιτρ. αʹ 𐅶ʹʹ ἐν ἄλλῳ . . . . . δραχ. βʹ 𐅶ʹʹ ἀμώμου . . . . . . . γρ. λβʹ νάρδου . . . . . . . οὐγγ. ϛʹ οἰνανθαρίου . . . . . . οὐγγ. ηʹ ἀλόης . . . . . . . . οὐγ. αʹ καρδαμώμου . . . . . . οὐγγ. βʹ καρυοφύλλου . . . . . . οὐγ. αʹ βαλσάμου . . . . . . . οὐγγ. βʹ. λειώσας τὰ ξηρὰ ἐπίβαλλε τὰ τηκτὰ, εἶτα τὰ ξηρὰ ὑγρῶν ἔτι ὄντων καὶ ἀναλάμβανε.

Τὸ εὐῶδες καὶ τοῦτο κάλλιστον καὶ διὰ πείρας πολλῆς.

Κρόκου . . . . . . . οὐγγ. αʹ 𐅶ʹʹ βδελλίου . . . . . . . γρ. θʹ ἀλόης . . . . . . . . οὐγγ. βʹ σμύρνης . . . . . . . οὐγγ. βʹ φύλλου . . . . . . . οὐγ. αʹ προπόλεως . . . . . . οὐγγ. γʹ τερεβινθίνης . . . . . . οὐγγ. γʹ λιβάνου . . . . . . . οὐγγ. βʹ στύρακος . . . . . . . οὐγ. αʹ μαστίχης . . . . . . . οὐγγ. βʹ 𐅶ʹʹ ναρδοστάχυος . . . . . . οὐγ. αʹ καρδαμώμου . . . . . . οὐγγ. βʹ ἡδυχρόου μάγματος . . . . οὐγγ. αʹ 𐅶ʹʹ ἀμμωνιακοῦ . . . . . . οὐγγ. ϛʹ κηροῦ . . . . . . . . λιτρ. αʹ κολοφωνίας . . . . . . λιτρ. βʹ ὀποβαλσάμου . . . . . . οὐγγ. ϛʹ φοινίκων . . . . . . . οὐγγ. ϛʹ σκευάσας χρῶ.

Περὶ ἀνορεξίας διὰ θερμὴν δυσκρασίαν.

Τὰς δὲ διὰ θερμὴν δυσκρασίαν ἀνορεξίας δῆλον ὅτι ἡ δίαιτα ἡ διὰ τῶν ψυχόντων ὠφελήσει, καὶ μάλιστά γε ἐκεῖνα, ὅσα διʼ ὄξους ἔχει τὴν σκευασίαν, καὶ ποῦσκα καὶ ὀξύγαλα καὶ ἡ παρὰ Ῥωμαίοις καλουμένη μέλκα θρίδακές τε καὶ ἴντυβα καὶ ὕδωρ καθʼ αὑτὸ ψυχρὸν πινόμενον συμμέτρως καὶ ἐξ ἐναντίας τῆς κρατούσης δυσκρασίας θερμῆς· ἡ γὰρ ἄμετρος ψῦξις νεκροῖ καὶ καταβάλλει τὴν ἐν τῷ σώματι δύναμιν, ὅθεν καὶ ἀνορεξίας αἰτία γίνεται.

Περὶ τῶν διʼ ἄμετρον ψῦξιν ἀνορεκτούντων.

`2.263`

Τούτοις οὖν τοῖς ἀνορεκτοῦσι διὰ ψῦξιν ὑδρόγαρον διδόναι καὶ οἶνον παλαιὸν καὶ κονδῖτον καὶ ζέματα διὰ πηγάνου καὶ ἀνίσου. καὶ πολλάκις σκόροδα φαγεῖν καὶ πίνειν ἀντιδότους, ὅσαι πάνυ τὸ θερμαίνειν ἔχουσιν, ἐξ ὧν ἐστι μάλιστα καὶ ἡ θηριακὴ τὸ εὐστόμαχον ἔχουσα καὶ τὸ ἐπικεραστικὸν τῶν κακοήθων, ὅθεν καὶ τοῖς ἔχουσιν ὑγρὰ περιττώματα καὶ κακοήθη καὶ μοχθηρὰ καλῶς αὕτη δίδοται ἡ ἀντίδοτος, ὥστε καὶ ἐν μιᾷ δόσει πολλάκις ἀπολλυμένην ἀνεκαλέσατο ὄρεξιν. καὶ δὴ καὶ τὸν ζωμὸν τῆς περιστερᾶς καὶ τῶν σταφίδων· ἔχουσι γὰρ καὶ αὐταὶ τὸ εὐστόμαχον καὶ τὸ ἐπικρατητικὸν τῶν κακοήθων καὶ πεπτικὸν ἀπέπτων καὶ πρὸς τὸ μὴ διαφθείρεσθαι ταχέως καὶ τρέφουσιν. οὐδὲν δὲ τούτου κάλλιον ἢ ὥστε καὶ τρέφειν δύνασθαι τὸ αὐτὸ καὶ τὰς οὔσας ἅμα ἰᾶσθαι δυσκρασίας.

κεφ. δʹ.

Περὶ δίψης.

Εἰδέναι δὲ δεῖ, ὅτι καὶ κατὰ τὸν αὐτὸν τρόπον καὶ τὸ πίνειν συμβαίνει· ἀμετρότερον γὰρ ὀρέγονται καὶ διψῶσι σφόδρα ἢ διὰ ξηρότητα τοῦ στομάχου ἢ διὰ θερμότητα πολλήν. ἔσθʼ ὅτε δὲ οὐ διὰ τὸ στόμα μόνον τῆς γαστρὸς ἡ δίψα συμβαίνει τισὶν, ἀλλὰ καὶ διὰ θέρμην ἥπατος καὶ πνεύμονος καὶ νήστεως· ἡ μὲν γὰρ διὰ πνεύμονα δίψα οὐ τοσοῦτον ὑπὸ τῶν ψυχόντων ὠφελεῖται, ὅσον ὑπὸ τῆς τοῦ περιέχοντος εἰσπνοῆς. καὶ οἱ καυσώδεις δὲ τῶν πυρετῶν ἐπιφέρουσι πλείονα πόματος ὄρεξιν διὰ τὴν ἄμετρον θερμασίαν. ὥσπερ οὖν διὰ δυσκρασίαν τινὰ γίνεται πολλάκις ἄμετρος δίψα, οὕτως εἰδέναι δεῖ, ὅτι καὶ διά τινα γίνεται κακοχυμίαν ἀναπεμπομένην ἐν τῷ στόματι τῆς γαστρὸς σηπομένην. δεῖ οὖν μὴ μόνον τοῖς ἐμψύχειν δυναμένοις ἀποσμήχειν καὶ ἀποκαθαίρειν τὸν ἐν τῇ γαστρὶ περιεχόμενον χυμὸν, ἀλλὰ καὶ ἄλλοις τοῖς πρὸς τὸν πλεονάζοντα χυμὸν ἐπιτηδείοις φαρμάκοις. εἰ μὲν οὖν χολώδης εἴη ὁ περιεχόμενος χυμὸς, πρόσφερέ τι τῶν δυναμένων ἐμψῦξαί τε καὶ ὑγρᾶναι, ὥσπερ καὶ, εἰ φλεγματώδης εἴη καὶ ἁλμυρὸν τὸ πλεονάζον καὶ ποιοῦν τὴν δίψαν, διὰ τῶν καθαίρειν καὶ σμήχειν δυναμένων τὸν τοιοῦτον χυμόν. ἐγὼ γοῦν οἶδα τοιαύτην δίψαν ὑφʼ ἁλμυροῦ φλέγματος γενομένην ὑπὸ τῶν ἁλμυρῶν παυσαμένην ἐδεσμάτων, οἷον ταρίχου καὶ κοριαξοῦ καὶ ἐγκατηρᾶς καὶ καππάρεως. δεῖ οὖν μὴ πάντοτε τοῖς ἐμψύχουσι καὶ ὑγραίνουσι κεχρῆσθαι, ἀλλὰ διορίσαντας ἀκριβῶς καὶ διεγνωκότας οὕτω κεχρῆσθαι τῇ καταλλήλῳ θεραπείᾳ· τοῖς μὲν οὖν διὰ ξηρότητα, τὰ ἐνυγραίνοντα, τοῖς δὲ διὰ θερμότητα, τὰ ἐμψύχοντα, τοῖς δὲ διʼ ἁλμυρὸν φλέγμα, τὰ σμήχοντα.

`2.265`

Περὶ τῶν ἐχόντων τὸν στόμαχον διακαιόμενον καὶ σφόδρα διψῶντα.

Ἀρχιγένης μὲν οὖν ὁ θειότατος, εἴπερ τις καὶ ἄλλος, ἐκμαθεῖν ὄντως τὰ κατὰ τὴν ἰατρικὴν θεωρίαν σπεύσας ἐπὶ τῶν διακαιομένων τὸν στόμαχον ψυχρὸν ὕδωρ ἐπιρροφεῖν παρακελεύεται, μάλιστα καὶ τοῖς δακνομένοις αὐτὸν καὶ λειποθυμοῦσι μετὰ θέρμης καὶ ἀνορεξίας ὄμφακος χυλὸν ἢ μήλων κυδωνίων ἢ σικύου ἡμέρου σπέρμα μετὰ ψιχῶν ἢ ῥοιᾶς γλυκείας ἢ ὀξείας χυλὸν μεθʼ ὕδατος ἐξ ἴσου ἢ κλώνιον ἡδυόσμου λεάνας ἐν ὕδατι ψυχρῷ ἢ ῥόδινον ἔλαιον ὁμοίως μετὰ ψυχροῦ ἢ μετὰ περσικῶν ὠμῶν χυλοῦ ἢ ῥόδων ξηρῶν ἀφέψημα ἢ θρίδακος λευκῆς σπέρμα μεθʼ ὕδατος κοτ. δʹ. ἡμεῖς δὲ καὶ συνθέτοις ἐχρησάμεθα καὶ πεῖραν αὐτῶν οὐ μετρίαν ἐσχήκαμεν, ὧν καὶ τὰς γραφὰς ἀφθόνως ὑμῖν ἐκθήσομεν συνέχειαν ἐχούσας οὕτως.

Ἄδιψα καταπότια.

Σικύου ἡμέρου σπέρματος . . . δραχ. ηʹ τραγακάνθης . . . . . . . δραχ. ϛʹ. διάλυε τὴν τραγάκανθαν ὠῶν προσφάτων τῷ λευκῷ καὶ τρίψας ἐπίβαλλε τὸ σπέρμα τοῦ σικύου καὶ μίξας ἀνάπλαττε καταπότια καὶ ξηραίνων εἰς σκιὰν δίδου ὑπὸ τὴν γλῶτταν κατέχειν καὶ τὸ διαλυόμενον ὑγρὸν καταπινέτω.

`2.267`

Ἄλλο. Γλυκυρρίζης, σικύου ἡμέρου σπέρματος, ἀνδράχνης, ἀνὰ δραχ. βʹ, ὠῶν τὰ λευκὰ ἀναλάμβανε καὶ ποίει καταπότια ὀροβιαῖα μεγέθει καὶ τίθει κάτωθεν ὑπὸ τὴν γλῶτταν.

Ἄλλο πρὸς πυρέττοντας, οἷς ὀλιγοποτεῖν συμφέρει, καὶ εἰς τὰς ἐγκαύσεις καὶ τὰς

ἀνύδρους ὁδοιπορίας.

Γλυκυρρίζης χυλοῦ . . . . . δραχ. αʹ ἐν ἄλλῳ . . . . . . δραχ. ϛʹ σικύου ἡμέρου σπέρματος . . . δραχ. δʹ τραγακάνθης . . . . . . . δραχ. βʹ λεάνας καθʼ ἓν μίσγε καὶ παραχέων τὰ λευκὰ τῶν ὠῶν φύρα καὶ ἀνάπλαττε καταπότια καὶ χρῶ ὑποβαλὼν τῇ γλώττῃ καὶ ποίει διακατέχειν.

Ἄλλο.

Ἀνδράχνης σπέρματος . . . . δραχ. δʹ σικύου ἡμέρου σπέρματος . . . δραχ. δʹ ἀνδράχνης ῥίζης φλοιοῦ . . . . δραχ. δʹ γλυκυρρίζης χυλοῦ . . . . . δραχ. βʹ τραγακάνθης . . . . . . . δραχ. δʹ ὠῶν τοῖς λευκοῖς ἀναλάμβανε καὶ ποίει τροχίσκους ἀνὰ δραχ. αʹ καὶ δίδου ἕνα ὑπὸ τὴν γλῶτταν διακρατεῖν.

Περὶ τῶν ἔξωθεν ἐπιτιθεμένων τοῖς διακαιομένοις τὸν στόμαχον.

Ἐπιτιθέναι δὲ δεῖ ἔξωθεν πληρώσας φῦσαν ὕδατος ψυχροῦ ἢ χιόνος ἐπιβαλὼν ἢ κολοκύνθης ξέσματα ἢ σήσαμον ὕδατι βρέξας καὶ λειώσας ἕνωσον μετʼ ἐλαίου ῥοδίνου καὶ κατάπλαττε πυρέττουσιν ἢ μήλου φύλλα χλωρὰ ἢ μῆλα κυδώνια ἢ φοινικοβαλάνους ἢ μέσπιλα μετὰ κηρωτῆς ἢ τυρὸν ἁπαλὸν μετʼ ἀλφίτων κατάπλαττε καὶ καθόλου πᾶσιν ὡς ἐπὶ τῶν καρδιακῶν κέχρησο.

κεφ. εʹ.

Περὶ τῶν χολὴν γεννώντων μέλαιναν καὶ φυσωμένων τὸν στόμαχον.

`2.269–2.271`

Τοῖς φυσωμένοις τὰ ὑποχόνδρια καὶ τὸν στόμαχον ἀναλυομένων τῶν μελαγχολικῶν περιττωμάτων σπόγγους ἐν ὄξει δριμυτάτῳ βεβρεγμένους ἐπιτίθει, καὶ εἰ μετὰ τούτους ἐπιμένοιεν, στυπτηρίαν ὑγρὰν μετὰ χαλκάνθου λείου καὶ μέλιτι ὀλίγῳ ἀναλαβὼν ἐπιτίθει ἢ κισσοῦ φύλλοις ἑφθοῖς ἐν οἴνῳ κατάπλαττε ἢ βόλβιτον ἀγελαίας ξηρὸν ἑψημένον ἐν οἴνῳ. τῷ δʼ ἐμπνευματωμένῳ μάλιστα τὸν στόμαχον καλαμίνθης ἀφέψημα ἐξαφρισμένου τοῦ ὕδατος μίξας ὀλίγον μέλιτος καὶ πεπέρεως δίδου ποτόν. πνεῦμα μὲν διαλύει, οὐ ποιεῖ δὲ πρὸς θερμὰς δυσκρασίας καὶ τὰ ἐξ ὑπεροπτήσεως γεννώμενα, ἀλλὰ μᾶλλον πρὸς τοὺς τὸν μελαγχολικὸν γεννῶντας χυμόν.

Ἡ διὰ τῶν ὀπωρῶν ποιοῦσα πρὸς ἀνατροπὴν στομάχου καὶ κοιλιακοὺς καὶ

δυσεντερικούς.

Μῆλα κυδώνια . . . . . . δραχ. αʹ ῥοῦ ἐρυθροῦ . . . . . . . δραχ. αʹ ὕδατος . . . . . . . . . χο. ζʹ οὖα . . . . . . . . . . νʹ μέσπιλα . . . . . . . . νʹ. τὰς ὀπώρας θλάσας καὶ βαλὼν εἰς τὸ ὕδωρ ἕψε φιλοπόνως. καὶ ὅταν διαλυθῇ, ἔκθλιβε τὸ ὑγρὸν καὶ πάλιν ἕψε ἐκβαλὼν τὸ ἀχυρῶδες τῶν ὀπωρῶν. καὶ ὅταν τὸ τρίτον ὑπολειφθῇ, ἐπίβαλε μέλιτος Ἀττικοῦ λιτρ. δʹ καὶ ἕψε ἐπʼ ἀνθράκων κινῶν συνεχῶς καὶ, ὅταν συστραφῇ, ἄρας ἀπόθου. ἡ χρῆσις πρὸ τροφῆς δραχ. αʹ ἢ βʹ.

Ἐπίθεμα πρὸς στόμαχον ῥευματιζόμενον καὶ ἐμπυρέτοις καὶ κωλικοῖς, οἷς τὰ τοῦ στομάχου συμπαθεῖ καὶ ἀπορρίπτουσι τὴν τροφήν.

Σμύρνης . . . . . . . οὐγ. αʹ κρόκου . . . . . . . οὐγ. αʹ ἀλόης . . . . . . . . οὐγ. αʹ μαστίχης . . . . . . . οὐγ. αʹ ἀψινθίου χυλοῦ . . . . . οὐγ. αʹ στύρακος . . . . . . . οὐγ. αʹ κηροῦ . . . . . . . . λιτρ. αʹ 𐅶ʹʹ νάρδου . . . . . . . λιτρ. αʹ 𐅶ʹʹ φοινίκων πατητῶν . . . . λιτρ. αʹ 𐅶ʹʹ οἴνου Ἀδριανοῦ τὸ αὔταρκες εἰς τὴν τῶν φοινίκων ἀποβροχήν. τινὲς δὲ τοῦ κηροῦ καὶ τοῦ νάρδου ἀνὰ οὐγγ. γʹ βάλλουσι καὶ τοῖς ξηροῖς λελειωμένοις ἅμα τῷ στύρακι τήξαντες μίσγουσι καὶ ἐκλειώσαντες χρῶνται. ἡμεῖς δὲ ἀνὰ λιτρ. αʹ βάλλομεν καὶ γίνεται κάλλιον.

Ἄλλο ποιοῦν πρὸς τοὺς ἀτονοῦντας τὸν στόμαχον καὶ τοὺς μὴ δυναμένους

κατέχειν τὴν τροφήν.

Φοινίκων πατητῶν . . . . οὐγγ. γʹ οἰνάνθης . . . . . . . . λιτρ. αʹ κηροῦ . . . . . . . . . λιτρ. αʹ μαστίχης . . . . . . . . οὐγ. αʹ λιβάνου ἀτόμου . . . . . . οὐγ. αʹ οἴνου τὸ ἀρκοῦν. τὸν οἶνον μετὰ τῶν φοινίκων ἐκλειώσας τὰ ξηρὰ συνεκλείου, ἔπειτα τήξας τὸν κηρὸν μετὰ νάρδου οὐγγ. γʹ ποιήσας κηρωτὴν ἀναλάμβανε τὰ ξηρὰ λεῖα καὶ ἕνου.

Ἄλλο ἐπίθεμα στομάχου ὁμοίως τονωτικόν.

Οἰνάνθης, ὀμφακίου, ῥόδων ἄνθους, ἀλόης ἡπατίτιδος, ἀκακίας, κηκῖδος, βαλαυστίων, ῥοιᾶς, φοινικοβαλάνου, κηροῦ τρακτοῦ, ἐλαίου σχινίνου, ἀνὰ οὐγγ. ϛʹ, οἴνου σπαθίτου τὸ ἀρκοῦν, μήλων κυδωνίων περιπεπλασμένων στέατι καὶ ὠπτημένης τῆς σαρκὸς . . . οὐγγ. γʹ κρόκου . . . . . . . . . . . οὐγγ. αʹ 𐅶ʹʹ ἀψινθίου . . . . . . . . . . οὐγγ. αʹ 𐅶ʹʹ μυρομηλίνου . . . . . . . . . οὐγγ. ηʹ οἴνῳ εὐώδει φυράσας χρῶ.

Ἄλλο πρὸς στόμαχον ῥευματιζόμενον καὶ κοιλιακόν.

Κηκῖδος ὀμφακίτιδος . . . δραχ. δʹ νίτρου . . . . . . . . δραχ. ϛʹ ἀλκυονίου . . . . . . . δραχ. δʹ ἐν ἄλλῳ . . . . . . δραχ. αʹ σέρεως . . . . . . . οὐγγ. γʹ. Ἄλλο. σταφίδων ἀφέψημα δὸς πίνειν καὶ τὰς σταφίδας δὸς φαγεῖν.

Περὶ ἀντιδότων πρὸς τοὺς διὰ ψυχρὰν δυσκρασίαν ἀπεπτοῦντας τὴν τροφήν.

`2.273–2.275`

Ἄριστόν ἐστι βοήθημα καὶ διὰ στόματος διδόμενον τοῦτο καὶ πλείστην δεδωκὸς πεῖραν· ἑλενίου . . . . . . . . . οὐγγ. δʹ μαράθρου σπέρματος . . . . . οὐγγ. γʹ πεπέρεως . . . . . . . . οὐγγ. βʹ πετροσελίνου σπέρματος . . . . οὐγ. αʹ μέλιτος Ἀττικοῦ ὠμοῦ καλλίστου . λιτρ. βʹ. ἐὰν δὲ μὴ παρῇ, ἑτέρου ἀπηφρισμένου. ἐγὼ δὲ προσέθηκα καὶ εὐζώμου σπέρματος οὐγγ. βʹ καὶ κατὰ πάντα ἀπέβη μοι κάλλιστα. ἔμιξα δὲ καὶ σίσωνος Συριακοῦ, σεσέλεως, ἀνὰ δραχ. βʹ, καὶ τοῦ μέλιτος οὐγγ. ϛʹ ἢ περισσοτέρας. μέγιστόν ἐστι τοῦτο τὸ βοήθημα καὶ εἰς πολλὰ χρήσιμον· οὐ μόνον γὰρ τοῖς φυσωμένοις τὸν στόμαχον καὶ ἀπεψίας ὑπομένουσι πεποίηται, ἀλλὰ καὶ τῶν γυναικῶν ἄγει τὰ καταμήνια. ἐχρησάμην δὲ ἐγὼ καὶ ἐπὶ δυσπνοϊκῶν καὶ παραδόξως ἐποίησεν. ἡ δόσις κοτύλ. βʹ ὄρθρῳ καὶ εἰς κοίτην δίδοται καὶ διὰ κράματος—ποιεῖ δὲ τὸ κρᾶμα ὡσανεὶ νέκταρι—πρωῒ δὲ διʼ ὕδατος· ποιεῖ γὰρ τὰς ἐρυγὰς ἡδίστας καὶ ἐπὶ πάσης βηχὸς καὶ τοῖς ἀπὸ κεφαλῆς τὸν θώρακα ῥευματιζομένοις καὶ καθόλου ἐπὶ πασῶν τῶν ἐντὸς διαθέσεων. ποιεῖ καὶ ὄρεξιν ἐπιτεταμένην, οἷς τὰ τῆς ὀρέξεως ἀπώλετο. καὶ τοῖς τὰ ἀφροδίσια παραβεβλαμμένοις διεγείρει τὰς ὀρέξεις τοῖς ἐπιμόνως αὐτῇ χρωμένοις.

Ἄλλο πρὸς τὰς αὐτὰς διαθέσεις τὸ διὰ μήλων.

Μήλων κυδωνίων καθαρθέντων καὶ ἐκπεπιεσμένων μετὰ τὸ κοπῆναι . . . . . . . . λιτρ. γʹ μέλιτος . . . . . . . . . . . . λιτρ. αʹ 𐅶ʹʹ ζιγγιβέρεως . . . . . . . . . . . οὐγγ. γʹ πεπέρεως λευκοῦ . . . . . . . . . οὐγγ. γʹ πεπέρεως μέλανος . . . . . . . . . οὐγγ. βʹ. δεῖ ἑψῆσαι τὸν χυλὸν μετὰ τοῦ μέλιτος ἄχρι συστάσεως μελιτώδους, εἶθʼ οὕτως ἐπιβαλεῖν τὰ ξηρὰ κεκομμένα καὶ κεκοσκινισμένα λεπτῷ κοσκίνῳ.

Ἄλλο.

Μήλων κυδωνίων χυλοῦ . . . ξεστ. βʹ μέλιτος . . . . . . . . . ξεστ. βʹ ὄξους . . . . . . . . . . ξεστ. αʹ ζιγγιβέρεως . . . . . . . . οὐγγ. γʹ πεπέρεως μέλανος . . . . . . οὐγγ. βʹ. χυλὸν μετὰ μέλιτος καὶ ὄξους προεψήσας ἐπʼ ἀνθράκων μετρίως καὶ προαφρίσας μίξεις τὸ ζιγγίβερι καὶ πέπερι λειωθέντα καὶ αὖθις ἑψήσεις ἐπὶ μαλακοῦ πυρὸς ἄχρι συστάσεως μελιτώδους. εἰ δὲ καθαρτικὸν σκευάζειν βούλῃ, προσμῖξαι δεῖ τοῦ δακρύου σκαμμωνίας οὐγγ. γʹ. ἄνευ σκαμμωνίας εὖ ποιεῖ τοῖς γαστρὸς ἀτονίαν ἔχουσι. καὶ γὰρ χρησιμώτατόν ἐστι τοῦτο τὸ βοήθημα καὶ τοῖς τε ἧπαρ καὶ στόμαχον πάσχουσι. προσφέρεσθαι δὲ χρὴ μάλιστα, ὅσον πλῆθος ἂν ᾖ κοχλιαρίου, νῆστιν ὄντα ἢ εἰς κοίτην. βλάπτει δὲ οὐδὲν, οὐδʼ ἐὰν μετὰ τροφήν τις αὐτὸ λαμβάνῃ. κάλλιον δὲ, εἰ πρὸ δυοῖν ἢ τριῶν ὡρῶν τῆς τροφῆς λαμβάνῃ· ποιεῖ γὰρ πρὸς ἀνορέκτους τε καὶ δυσπεπτοῦντας, καὶ ποτὲ μὲν οὕτω, ποτὲ δὲ ἄνευ ξηρῶν τὸν χυλὸν τῶν μήλων μετʼ ὄξους καὶ μέλιτος ἑψήσας μόνον, ὡς ἔμπροσθεν. ἐπὶ τῶν θερμῶν δυσκρασιῶν ἀντὶ ῥοδομέλιτος αὐτῷ χρῶμαι καὶ μάλιστʼ ἐφʼ ὧν εὐλαβούμεθα τὸν οἶνον ἐπιδιδόναι.

Πρὸς στόμαχον ἐμοῦντα τὴν τροφήν.

`2.277`

Ἀλόης, ῥόδων ξηρῶν, ἀνὰ δραχ. ιʹ, λεάνας δίδου κοτύλ. γʹ ἢ δʹ. εἰ δʼ ἀποκαθᾶραι θέλεις τὸν ἐν τῷ στομάχῳ χυμὸν, πρόσπλεξον σκαμμωνίας καὶ μαστίχης ἀνὰ οὐγ. 𐅶ʹʹ. ἀποκαθαίρει γὰρ πάνυ καλῶς καὶ ἀλύπως.

Πρὸς ἐμπνευμάτωσιν τοῦ στομάχου καὶ ἐντέρων ποιοῦν, πρὸς ἀπεπτοῦντας, ἡπατικοὺς, βηχικοὺς καὶ μάλιστʼ ἐφʼ ὧν ψυχρὸν τὸ αἴτιον.

Πεπέρεως . . . . . . . οὐγγ. γʹ λιβυστικοῦ . . . . . . ἀνὰ οὐγγ. αʹ 𐅶ʹʹ ἄμμεως . . . . . . . ἐν ἄλλῳ . . . . . . ἀνὰ οὐγγ. βʹ ἐπιθύμου καθαροῦ σπέρματος . οὐγ. αʹ γλήχωνος ξηροῦ . . . . . οὐγ. αʹ μέλιτος ἀπηφρισμένου τὸ ἀρκοῦν. τινὲς δὲ αὐτῷ καὶ σελίνου σπέρματος οὐγ. αʹ προσέπλεξαν καὶ πηγάνου σπέρματος οὐγ. 𐅶ʹʹ. ἡ δόσις κοτύλ. αʹ.

Ἄλλο ποιοῦν πρὸς ἐμπνευμάτωσιν καὶ πόνον καὶ κοινῶς πρὸς πᾶσαν ὀδύνην

στομάχου.

Ὀποῦ μήκωνος . . . . . δραχ. βʹ πεπέρεως . . . . . . . δραχ. αʹ καστορίου . . . . . . . δραχ. αʹ πετροσελίνου . . . . . . δραχ. δʹ νάρδου Συριακῆς . . . . . δραχ. αʹ χνοώδη ποιήσας ἐπίπλαττε ὅσον κοχλ. αʹ, ὕδατος θερμοῦ κοτύλ. αʹ 𐅶ʹʹ, μέλιτος τὸ ἀρκοῦν. εὔκρατον δὲ ποιήσας πότιζε πρὸ κοίτης καὶ εἰς κοίτην. τοῖς εὐεκτοῦσι δὲ πλέον δίδου· ἀνώδυνός τε γάρ ἐστι καὶ πεπτικὴ καὶ μάλιστα πρὸς τὰς κοιλιακὰς γυναῖκας καὶ ἄνδρας κοιλιακοὺς ἐμπνευματώσεις τε καὶ ὠμότητας καὶ πρὸς τὰς τῶν πυρετῶν καὶ ὑποχονδρίων ἀλγηδόνας καὶ πρὸς τοὺς ἐξ ὠμοτήτων πυρετοὺς καὶ βῆχας, πλευρῶν ἀλγήματα καὶ σπάσματα καὶ ὅπου χρὴ οὖρα κινῆσαι.

Ἄλλη ἀντίδοτος καλλίστη.

Ναρδοστάχυος . . . . . οὐγ. αʹ πεπέρεως . . . . . . . οὐγ. αʹ κασίας σύριγγος . . . . . οὐγγ. βʹ κόστου . . . . . . . . οὐγγ. βʹ δίδου διʼ ὕδατος νυκτὸς καὶ πρωΐ. καὶ ποιεῖ οὐ μόνον στομαχικοῖς, ἀλλὰ καὶ ἡπατικοῖς καὶ νεφριτικοῖς καὶ χρῶ θαρρῶν τῷ βοηθήματι.

Ἄλλο πρὸς τὸ αὐτό.

Πεπέρεως . . . . . . . οὐγ. αʹ πετροσελίνου . . . . . . οὐγ. αʹ κυμίνου . . . . . . . . οὐγ. 𐅶ʹʹ δίδου μετὰ βαλανεῖον.

Στομαχικὸν ποιοῦν καὶ πρὸς κῶλον.

Ἶριν Ἰλλυρικὴν κόψας καὶ σήσας δὸς πιεῖν νήστει μεθʼ ὕδατος θερμοῦ, δειπνήσαντι δὲ μετʼ οἴνου κεκραμένου. ἔστω δὲ ἡ δόσις γρ. γʹ· μὴ αὐτοῦ καταφρονήσῃς· καλῶς γὰρ ποιεῖ.

`2.279`

Ἄλλο ποιοῦν καὶ πρὸς τὰ ἄλλα πάθη.

Λιβυστικοῦ, ἄμμεως, σελίνου σπέρματος, ῥέου, ἀνὰ δραχ. γʹ, πεπέρεως κόκκοι λʹ, μέλιτος τὸ ἀρκοῦν. δίδου νήστει καὶ εἰς ὕπνον τρεπομένῳ.

Ἀντίδοτος στομαχικὴ ἡ πικρά.

Σχοίνου ἄνθους . . . . . . . . . δραχ. αʹ 𐅶ʹʹ ξυλοβαλσάμου . . . . . . . . . . δραχ. αʹ 𐅶ʹʹ μαστίχης . . . . . . . . . . . . δραχ. αʹ 𐅶ʹʹ ναρδοστάχυος . . . . . . . . . . . δραχ. αʹ 𐅶ʹʹ ἀσάρου . . . . . . . . . . . . δραχ. αʹ 𐅶ʹʹ κρόκου . . . . . . . . . . . . δραχ. αʹ 𐅶ʹʹ κινναμώμου ἀληθινοῦ . . . . . . . . δραχ. ϛʹ κασίας . . . . . . . . . . . . δραχ. γʹ ἀλόης ἡπατίτιδος πεπλυμένης καὶ ξηρανθείσης δραχ. ρʹ

Ἄλλο στομαχικὸν ποιοῦν καὶ πρὸς ἐμπνευμάτωσιν.

Πετροσελίνου Μακεδονικοῦ σπέρματος, κυμίνου, ἀνὰ οὐγγ. δʹ, λαμβανέτω νῆστις καὶ ἑσπέρας μετʼ ὀλίγου εὐκράτου.

κεφ. ϛʹ.

Περὶ καρδιακῆς διαθέσεως.

`2.281–2.283`

Καὶ ἡ καρδιακὴ διάθεσις τοῦ στομάχου πάθος ἐστί. συμβαίνει δὲ τοῦτο, εἰ μοχθηροὶ καὶ δακνώδεις καὶ ἰώδεις ἀθροισθῶσιν ἢ συρρεύσωσιν ἐν τῷ στόματι τῆς γαστρὸς χυμοί. ἐὰν οὖν εὑρεθῶσί τινες ἔχοντες τῆς γαστρὸς αἰσθητικὸν τὸ στόμα, παραυτίκα ἀπόλλυνται μὴ δυνηθέντες ὑπενεγκεῖν τὴν ἄμετρον δῆξιν τῶν χυμῶν. πολλάκις δὲ καὶ ἕλμινθες ἐκ τῶν κάτω μερῶν ἀναδραμόντες ἐπὶ τὸ στόμα τῆς γαστρὸς ἐργάζονται καρδιακὰς διαθέσεις καὶ λειποθυμίας ἀμέτρους καὶ συγκοπὰς, ὥστε τινὰς παραυτίκα ὑφʼ ἑλμίνθων δακνομένους ἀπόλλυσθαι. διὰ τοῦτο οὖν χρὴ μὴ πάντοτε νομίζειν ὑπὸ μοχθηρῶν χυμῶν γίνεσθαι αἰφνιδίους συγκοπὰς τοῦ στόματος τῆς γαστρὸς, ἀλλὰ καὶ τὰ τῶν ἑλμίνθων σημεῖα ζητεῖν· οὕτω γὰρ καὶ τὰ θηρία ταῦτα θανάτους αἰφνιδίους ἐργάζονται καὶ συγκοπὰς οὐδὲν ἧττον τῶν ὀλεθρίων χυμῶν. τοῖς οὖν ἔχουσι μοχθηροὺς καὶ δακνώδεις ἐν τῷ στόματι τῆς γαστρὸς χυμοὺς καὶ διὰ τοῦτο συγκοπῆναι κινδυνεύουσιν ἁρμόζει πρῶτον αὐτοῖς ἁπάντων ἐκεῖνα τῶν ἐδεσμάτων προσφέρειν, ὅσα μετὰ τοῦ ψύχειν ἔτι καὶ ῥωννύειν δύναται τὸ μόριον ἐκλυόμενον. ἐμψύχουσι τοίνυν καλῶς καὶ ῥωννύουσιν οἵ τε τῆς ῥοιᾶς κόκκοι ἐσθιόμενοι καὶ ὁ χυλὸς αὐτῶν καὶ μῆλα δὲ τὰ μὴ πάνυ γλυκέα, ἀλλὰ μετρίως στύφοντα καὶ οἱ ἄπιοι καὶ περσικὰ καὶ ῥοδάκινα καὶ ἡ αὐστηρὸν καὶ στύφον ἔχουσα σταφυλὴ καὶ ἄρτος εἰς ὕδωρ ψυχρὸν καὶ εὔκρατον, εἴπερ οἱ πάσχοντες ἦσαν τῇ κράσει θερμοὶ πάνυ καὶ οἱ περιεχόμενοι χυμοὶ δακνώδεις καὶ δριμεῖς ἄγαν. τούτοις μὲν οὖν κατʼ ἀρχὰς δεῖ κεχρῆσθαι πρὸς τὴν καρδιαλγίαν. λοιπὸν δὲ δεῖ προστιθέναι κατὰ μέρος αὐτοῖς, ὅσα δυσμετάβλητά εἰσι καὶ δύνανται πρὸς τὰ δακνώδη ἀντέχειν καὶ δριμέα τῶν λυπούντων χυμῶν, οἷόν ἐστιν ἥ τε βοῦλβα καλουμένη καὶ τὸ στέρνιον καὶ ἀστακοὶ καὶ ἰσικοὶ καὶ κτένια καὶ κηρύκια καὶ κοιλίαι χηνῶν καὶ πόδες συῶν καὶ ἁπλῶς, ὅσα δύνανται μὴ διαφθείρεσθαι ταχέως, ἀλλὰ καὶ μάχεσθαι καὶ νικᾶν τὴν κρατοῦσαν κακοχυμίαν. δεῖ δὲ τούτοις καὶ μετὰ τὸ παύσασθαι τῆς ἐπιχεούσης διαθέσεως ἀεὶ ταχύτερον συμβουλεύειν ἐσθίειν· οὐδὲν γὰρ αὐτοῖς οὕτω συμβάλλεται, ὡς τὸ μὴ βραδυσιτεῖν, ἀλλὰ περὶ ὥραν τρίτην ἢ τετάρτην ἄρτον εἰς εὔκρατον λαμβάνειν ἢ εἰς ὕδωρ ψυχρὸν ἢ μῆλον ἢ κίτρον ἐκτὸς τοῦ λέπους αὐτοῦ. ταῦτα μὲν ἁρμόζει τοῖς τὴν καρδιαλγίαν ὑπομείνασι. τῶν δὲ βοηθημάτων ἐστὶν αὐτοῖς ἐπιτήδειον τὸ γλυκὺ λεγόμενον φάρμακον, οὗπερ ἡ σκευασία ἔχει οὕτως· ὄξους . . . . . . . . ξεστ. αʹ 𐅶ʹʹ μαράθρου . . . . . . . οὐγ. αʹ ἀλόης . . . . . . . . οὐγγ. γʹ μέλιτος Ἀττικοῦ . . . . . λιτρ. αʹ 𐅶ʹʹ. ἡ δόσις κοχλ. βʹ ἢ γʹ. μαλάττει καὶ τονοῖ τὴν γαστέρα. τοῦτο τὸ βοήθημα κάλλιστόν ἐστιν· οὐ μόνον γὰρ ἰᾶται καρδιαλγίαν, ἀλλὰ καὶ ἀρχομένας ἐπιληψίας καὶ ὑποχονδριακὰς διαθέσεις καὶ ἄλλα πλεῖστα, ὧν οὐκ ἔστι καιρὸς μνημονεύειν νῦν. οἶδα δὲ, ὅτι καὶ ἡ διʼ ἀνακαρδίων πρὸς τὰ τοιαῦτα ποιεῖ καὶ ἡ πικρὰ, ἀλλʼ οὐδὲν οὕτως ὡς τὸ βοήθημα τοῦτο. τοσαῦτα περὶ τῆς καρδιακῆς διαθέσεως εἰρήσθω τῆς γινομένης ἐπὶ δήξει τῶν δακνόντων καὶ μοχθηρῶν χυμῶν. λοιπὸν δὲ καὶ περὶ τῶν ἄλλων εἴπωμεν τῶν συμβαινόντων ἐν τῷ στόματι τῆς γαστρὸς συμπτωμάτων ἢ διὰ ποιότητα ἢ διὰ ποσότητα πλεοναζόντων χυμῶν.

κεφ. ζʹ.

Περὶ ναυτίας καὶ ἐμέτου.

`2.285`

Ἓν μέντοι σύμπτωμα καὶ ὁ ἔμετος εἶναι δοκεῖ καὶ ἡ ναυτία. γίνεται δὲ ὑπὸ διαφόρου αἰτίας ἕκαστον αὐτῶν· καὶ γὰρ ὑπὸ πλήθους καὶ ὑπὸ μοχθηρᾶς καὶ δακνώδους ποιότητος. ἀλλὰ τὸ μὲν πλῆθος κινεῖ τὴν φύσιν εἰς ἔμετον τῷ βαρύνειν, οἱ δὲ μοχθηροὶ χυμοὶ τῷ δάκνειν καὶ ἀνιᾶν. γινέσθω οὖν σοι σκοπὸς τοὺς μὲν πολλοὺς κενῶσαι, τοὺς δὲ μοχθηροὺς καὶ κακοχύμους ἐπικεράσαι καὶ πραῧναι καὶ ἀσθενεῖς αὐτοὺς ποιῆσαι τῆς ἑαυτῶν κακίας, καὶ μάλιστʼ ἐὰν ὦσι χολώδεις καὶ μελαγχολικοὶ, τοὺς δὲ φλεγματικοὺς λεπτῦναι, ἐάν σοι παχεῖς καὶ γλίσχροι φαίνωνται. εἰ μὲν οὖν ἐν τῇ γαστρὶ μόνῃ πλεονάζουσιν ὠμοὶ χυμοὶ καὶ μὴ καθʼ ὅλου τοῦ σώματος ἐπιρρέουσιν, οὐ δεῖ τούτους φαρμακεύειν· ἀρκεῖ γὰρ αὐτοῖς καὶ μόνη δίαιτα τελείαν παρασχεῖν θεραπείαν καὶ μεταβαλεῖν τοὺς ἐν αὐτῇ περιεχομένους χυμούς. εἰ δὲ ἐξ ὅλου τοῦ σώματος ἐπιρρεῖ τῇ γαστρὶ, τηνικαῦτα χρὴ βοηθημάτων μειζόνων· ἔσθʼ ὅτε γὰρ καὶ φλεβοτομίας χρεία, εἰ φαίνοιτό σοι πλεονάζειν αἷμα, καὶ καθάρσεως, ἐὰν ὑπάρχῃ κακοχυμία πολλή. εἰ δὲ ἀμφότερα φαίνοιτο πλεονάζοντα, καὶ φλεβοτομεῖν καὶ καθαίρειν. εἴπωμεν οὖν πρότερον περὶ τῶν ἐν τῇ γαστρὶ περιεχομένων, εἶθʼ οὕτω περὶ τῶν ἐξ ὅλου τοῦ σώματος ἐπιρρεόντων ἐν αὐτῇ. διαγινώσκειν οὖν δεῖ πρότερον, εἴτε προσπεπλασμένοι εἰσὶν οἱ χυμοὶ εἴτε περὶ τοὺς πόρους ἀναπεμπόμενοι εἴτε περὶ τὸ κύτος ἐμπλέοντες. εἰ μὲν ὀξώδους ὁ κάμνων αἴσθησιν ἔχει ποιότητος, γινώσκειν δεῖ μᾶλλον ψυχρὸν εἶναι τὸν λυποῦντα χυμόν. πότερον δὲ ἐν τοῖς πόροις ἀναπεμφθέντα ἢ ἐν τοῖς χιτῶσι προσπεπλάσθαι ἢ ἐπιπολάζειν καὶ νήχεσθαι περὶ τὸ κύτος τῆς γαστρὸς, πολυπραγμονεῖν δεῖ καὶ γινώσκειν τὸν τρόπον τῆς ἐκκρίσεως. εἰ μὲν γὰρ φαίνοιτό σοι μετὰ τὸ γενέσθαι τὴν ναυτίαν τὸν ἔμετον ἐπακολουθοῦντα εὐθέως καὶ ἀβιάστως, ἀναμφιβόλως γίνωσκε περὶ τὴν εὐρυχωρίαν εἶναι τῆς γαστρὸς τὸν λυποῦντα χυμόν. εἰ δὲ ναυτία μὲν γένοιτο, μηδὲν δὲ ἀναφέροιτο διʼ ἐμέτων ἄξιον λόγου, γίνωσκε κατὰ τὸ στόμα τῆς γαστρὸς ἀναπεπόσθαι τοὺς λυποῦντας χυμοὺς ἢ χολώδεις ὄντας ἢ ὀρρώδεις ἢ προσπεπλάσθαι γλίσχρους ὄντας ἐν αὐτῷ τῷ στόματι τῆς γαστρός. ἐπειδὴ δὲ πολλάκις συμβαίνει τὴν μὲν γαστέρα μηδὲν ἔχειν περιττὸν, εἰς αὑτὴν δὲ ἐπιδέχεσθαι ἐξ ἑτέρων μορίων ἢ ἥπατος ἢ σπληνὸς ἤ τινος ἄλλου, εἶτα βαρυνομένην ἢ δακνομένην ἐπεγείρεσθαι πρὸς ἔμετον, ἀναγκαῖόν ἐστι καὶ τοῦτο διακρίνειν.

Διάγνωσις, πότερον ἐν τῇ γαστρὶ τίκτεται ὁ ἐμούμενος χυμὸς ἢ ἑτέρωθεν ἐπιρρεῖ.

Εἰδέναι δὲ δεῖ, ὡς, εἰ μὲν ἐμεῖται συνεχέστερον καὶ μετʼ ἐπιτάσεως μηδὲν ἀξιόλογον διάλειμμα ἔχων, τὸν ἐμούμενον χυμὸν μᾶλλον ἐν τῇ γαστρὶ λαμβάνειν τὴν γένεσιν. εἰ δὲ διάλειμμα φαίνοιτο ἀξιόλογον καὶ οὐδὲ πυκνότερον ἐνοχλῶν ὁ ἔμετος, δεῖ μᾶλλον ἐξ ἑτέρων ὑπονοεῖν τὸ ἐμούμενον ἐπιρρεῖν. σκόπει οὖν τὴν ὅλην ἕξιν τοῦ σώματος καὶ τὰ ἄλλα σημεῖα καὶ οὕτω πρὸς τὴν θεραπείαν ἔρχου εἴτε φλεβοτομίαν εἴτε κάθαρσιν παραλαμβάνων· ἀμήχανον γὰρ ἢ τὸν ἐπιγινόμενον χυμὸν ἢ ἔμετον ἢ τὴν ἐνοχλοῦσαν παύσασθαι ναυτίαν, εἰ μὴ τὸ πᾶν ἀπέριττον ἐργάσῃ τὸ σῶμα πρότερον, εἴπερ αὐτὸ τὴν αἰτίαν ἔχει τῆς ἐπιρροῆς.

Θεραπεία τοῦ χολώδους ἢ μελαγχολικοῦ αἰτίου ποιοῦντος τὸν ἔμετον ἢ τὴν ναυτίαν.

`2.287–2.289`

Ἐπειδὰν οὖν ἀκριβῶς θεωρήσας εὕρῃς εἶναι χολῶδες τὸ τικτόμενον ἐν τῷ στομάχῳ καὶ τὴν ναυτίαν ἢ τὸν ἔμετον ποιοῦν, ἐπικεραστικῇ κεχρῆσθαι ἀγωγῇ πρῶτον, εἶτα μετὰ τὸ ἐπικεράσαι δεῖ πραΰνειν τὸ δριμὺ τοῦ μοχθηροῦ χυμοῦ καὶ οὕτως ἔρχεσθαι ἐπὶ τὸ ἀπορρίπτειν αὐτὸν ἢ διὰ γαστρὸς ἢ διʼ ἐμέτων κενοῦντα. δίδου τοίνυν αὐτοῖς τὸν τῆς πτισάνης χυλὸν ἀμφότερα ποιεῖν δυνάμενον καὶ πραῧναι τὸ δριμὺ καὶ ἀποκαθᾶραι καὶ ῥύψαι· κενοῖ μὲν γὰρ καὶ ὑδαρὲς μελίκρατον καὶ ἀπορρύπτει τὰ ἐν τῷ στομάχῳ, ἀλλʼ ἔχει τι θερμόν. εἰ μὲν οὖν ἡ κακοχυμία φαίνεται εἶναι μᾶλλον ζέουσα καὶ δριμυτέρα, ὥστε καὶ πυρετὸν ἐπιφέρειν, φεῦγε μὲν τὸ μελίκρατον καὶ, εἴ τι ἄλλο θερμόν ἐστι καὶ ῥύπτειν δυνάμενον, κέχρησο δὲ τῷ τῆς πτισάνης χυλῷ ἢ τῷ εὐκράτῳ· καὶ γὰρ εἰ μὴ τὸ ῥυπτικὸν ἔχει, ἀλλʼ οὖν ὑγραίνει καὶ χαλᾷ τοὺς πόρους καὶ εἰς εὐκρασίαν ἄγει καὶ ἀμβλύνει αὐτῶν τὸ δριμύ. κατὰ τοῦτο οὖν μεγάλως ὠφελεῖ. λοιπὸν δὲ οὐ καθʼ ἑαυτὸ ἐμεῖται, ἀλλὰ πάντως ἢ τῆς ποιότητος αὐτῶν ἢ τῆς οὐσίας μετειληφὸς ἀναφέρεται. καὶ τοῦτο δὲ ὁρῶμεν ἐπὶ τῇ ῥυπαρωτάτῃ σπογγίᾳ γινόμενον· καὶ γὰρ καὶ αὐτὴν οὐ καλῶς ἀποκαθαίρει τὸ ὕδωρ καὶ συνεφέλκεται αὐτὸ, εἰ μὴ τὸ ὑγραίνειν καὶ τὸ διαλύειν τὸ ξηρὸν τοῦ περιττώματος εἶχεν ἅμα τῷ χαλᾶν καὶ ἀνευρύνειν μεμυκότας τοὺς πόρους, ὥστʼ, ἐφʼ ὧν χολῶδες εἴη καὶ μελαγχολικὸν τὸ ὀχλοῦν, ὑπὲρ ἅπαντα δύναται ἡ τοῦ εὐκράτου δόσις· εἰ γὰρ γλίσχρον καὶ ἰσχυρῶς προσπεπλασμένον, μικρᾶς προσδεῖται προσθήκης ἔξωθεν εἰς τὸ ταχύτερον ἀποδοθῆναι· καὶ μόνον τὸ εὔκρατον τὰ παχέα ἀναλύειν οἶδεν, εἰ τὸ προσπεπλασμένον καὶ ἰσχυρῶς ἐνισχόμενον φλέγμα, καὶ μάλιστʼ εἰ ἁλμυρὸν ᾖ καὶ χρόνιον καὶ ἀπʼ ἀκαίρου δόσεως ξηρῶν φαρμάκων καὶ θερμῶν, ὡς ποιοῦσιν οἱ πολλοὶ, κατοπτώμενον καὶ σκληρὸν γινόμενον. εἰ δὲ μὴ ὦσιν ἄγαν οἱ χυμοὶ χολώδεις, πυρετὸς δʼ ἐνοχλῶν φαίνοιτο, τηνικαῦτα τῷ μελικράτῳ χρῶ καὶ τοῖς ἐπὶ πλέον ἀποσμήχειν δυναμένοις. εἰ δὲ καταφρονῶν τῆς διαίτης ὁ χυμὸς φαίνοιτο, λοιπὸν καὶ βοηθήμασι κέχρησο ἢ τῇ πικρᾷ λεγομένῃ ἀντιδότῳ· ἰσχυροτέρως γὰρ αὐτὴ καθαίρειν δύναται τὰ ἐπὶ πλέον ἐσφηνωμένα χολώδη καὶ μελαγχολικὰ περιττώματα. ἀκριβῶς δὲ κατανοεῖν δεῖ τὸν μέλλοντα παρέχειν τι φάρμακον, μή ποτʼ ἄρα θερμὴ δυσκρασία ἐπικρατεῖ ἐν τοῖς στερεοῖς μορίοις· εἰ γάρ τι τοιοῦτον εἴη καὶ θερμῶν ὄντων καὶ ξηρῶν τῶν μορίων ἐπιδώσει τις αὐτὴν, ἑκτικῶν διαθέσεων καὶ μαρασμῶν αἴτιος γίνεται. δεῖ οὖν αὐτὴν διδόναι τοῖς ἔχουσι μοχθηρὰν ἀναπεμπομένην ὕλην ἐκτὸς τοῦ εἶναι τὰ στερεὰ φύσει ξηρά.

Θεραπεία φλέγματος προσπεπλασμένου ἐν τῷ στομάχῳ καὶ ποιοῦντος ναυτίαν.

Οὕτω μὲν, εἰ χολῶδες εἴη καὶ μελαγχολικὸν, δεῖ ποιεῖσθαι τὴν θεραπείαν. εἰ δὲ ὀξῶδες καὶ γλυκὺ φλέγμα προσπεπλασμένον φαίνοιτο, τηνικαῦτα δηλονότι τοῖς λεπτύνουσι δεῖ κεχρῆσθαι φαρμάκοις καὶ μάλιστα τῷ ὀξυμέλιτι καὶ ῥαφανίσι καὶ καππάρει καὶ σινάπει καὶ κοριαξῷ καὶ τῷ διὰ τῶν κυδωνίων μήλων ἔχοντι τὸ ζιγγίβερι καὶ τὸ Μακεδονικὸν πετροσέλινον· ὑπὸ γὰρ τῶν τοιούτων συμπέττεται πᾶς ὁ φλεγματώδης καὶ ὠμὸς χυμός. τούτοις καὶ ἡ σύμμετρος ἀσιτία συμβάλλεται καὶ ὕπνος καὶ ἡσυχία· πολλάκις γὰρ διαιτωμένων αὐτῶν οὐ μόνον ἀλλοιοῦται καὶ λεπτύνεται, ἀλλὰ καὶ εἰς αἷμα εὔχρηστον μεταβάλλεται, ὥστε καὶ τρέφειν ἐν ἀπορίᾳ τὸν τοιοῦτον δύνασθαι χυμόν. εἰ γὰρ ὀξώδης εἴη, καὶ γλυκέα προςφέρεσθαι, εἰ δὲ ἁλμυρὸν εἴη τὸ προσπεπλασμένον φλέγμα, σκόπει πάλιν, πόθεν ἐστὶν ἁλμυρόν· φαίνεται γὰρ ἔσθʼ ὅτε καὶ διʼ ἐπιμιξίαν ὀρρώδους οὐσίας ἁλμυρὸν, ἔστι δὲ ὅτε οὐ διὰ τοῦτο, ἀλλὰ καὶ διὰ θερμὴν δυσκρασίαν ὀπτῶσαν αὐτό· πάντοτε γὰρ τὸ φλέγμα θερμαινόμενον καὶ ἁλμυρὸν καὶ παχύτερον γίνεται. εἰ μὲν οὖν ἁλμυρόν σοι φαίνοιτο διὰ θερμὴν δυσκρασίαν γεγονὸς, ὑγραινούσῃ καὶ εὐκράτῳ μᾶλλον ἀγωγῇ κέχρησο· ὑπὸ γὰρ τῶν θερμαινόντων οὐ διαλύεται, ἀλλʼ ὑπὸ τῶν ὑγραινόντων καὶ ψυχόντων ὥσπερ καὶ ἅλες καὶ νίτρον· ταῦτα γὰρ ὡς ὑπὸ θερμότητος ἐσχηκότα τὴν πῆξιν οὐχ ὑπὸ τοῦ πυρὸς, ἀλλʼ ἐκ τοῦ ὕδατος ἀναλύεσθαι δύνανται. οὕτω μὲν, εἰ φλέγμα πεπλασμένον εἴη, ἀρήγεσθαι δεῖ.

Θεραπεία ὀρρώδους καὶ λεπτοῦ χυμοῦ ἐμπλασθέντος ἐν τῷ στομάχῳ.

`2.291`

Εἴπερ ὀρρῶδες εἴη καὶ λεπτὸν καὶ μὴ ἄγαν ἐμπεπηγὸς ἐν τῇ γαστρὶ, οὐ χρὴ πολυπραγμονεῖν, ἀλλʼ ἀρκεῖ καὶ μόνῳ χρήσασθαι ἐμέτῳ διὰ πλείονος εὐκράτου πόσεως ἢ χυλῷ πτισάνης ἀπέριττον ἐργάσασθαι τὴν γαστέρα. εἰ δὲ ὑπὸ τῆς πολλῆς ὑγρότητος ἀσθενέστερόν σοι φανείη καὶ ἔκλυτον καὶ οἱονεὶ παράλυτον τὸ στόμα γεγονὸς τῆς κοιλίας καὶ διὰ τοῦτο καὶ πλεῖον ἐθέλειν ἐμεῖν τὴν τροφὴν, τηνικαῦτα τοῖς ἠρέμα ὑποξηραίνουσι κέχρησο καὶ στύφειν ἠρέμα δυναμένοις, οἷόνπερ ἐστὶ καὶ τὸ κυδώνιον μῆλον αὐτὸ καθʼ ἑαυτὸ ἐσθιόμενον ὀπτὸν περιπλασθὲν ζύμῃ καὶ τὸ σύνθετον ἐξ αὐτοῦ σκευαζόμενον, ᾧπερ ἀντὶ πλακοῦντος ἅπαντες κέχρηνται καὶ διαφόρως αὐτοῦ σκευασίας ποιοῦσιν. οἱ μὲν γὰρ μόνον ἐπιβάλλουσι πέπερι, οἱ δὲ καὶ ζιγγίβερι καὶ πετροσέλινον καὶ κόστον, ἄλλοι δὲ καρυόφυλλα. ἀλλὰ ταῦτα μὲν πλέον τοῦ δέοντος φαρμακώδη. χρήσιμον δὲ τὸ λαμβάνειν πέπερι καὶ ζιγγίβερι· ἀρκεῖ γὰρ καὶ ταῦτα ῥῶσαι καὶ θερμᾶναι τὸ μόριον, ὧνπερ ἀμφοτέρων τὸ θερμόν ἐστι καὶ δριμὺ τὸ ἐπισημαῖνον ἐν τῷ στομάχῳ καὶ ἐν τῇ γαστρὶ περίττωμα. εἰ δὲ λεπτὸν ἄγαν καὶ δριμὺ φαίνοιτό σοι τὸ πλεονάζον εἶναι, φείδου μὲν τῶν θερμῶν, πειρῶ δὲ προσφέρειν, ὅσα ῥωννύειν καὶ στύφειν οἶδε μηδὲν ἔχοντα σαφῶς θερμαίνειν δυνάμενον, οἷόν ἐστι τὸ διὰ κυδωνίων μήλων τὸ ἁπλοῦν, ὅπερ ἀπὸ τοῦ χυλοῦ μόνου τοῦ κυδωνίου μήλου καὶ μέλιτος σκευάζεται· πάνυ γὰρ οἶδε τοῦτο καὶ ῥωννύειν καὶ ἐπικιρνᾶν ἅπαντα τὰ χολώδη καὶ δριμέα περιττώματα καὶ διὰ τοῦτο κατάλληλον ἀτονοῦντι καὶ θερμῷ καὶ εἰς χολὴν μεταβάλλοντι. τούτοις καὶ τὰ κάστανά ἐστιν ἐπιτήδεια καὶ μέσπιλα καὶ οὖα πάνυ πέπειρα καὶ κύαμοι ἑψηθέντες ἐν ὀξυκράτῳ καὶ ἄλιξ καὶ ἁπλῶς τὰ ῥωννύειν ἠρέμα καὶ ὑποστύφειν σὺν τῷ ὑποξηραίνειν δυνάμενα, οὐ μόνον ἐν τροφῇ, ἀλλὰ καὶ ἐν φαρμάκοις.

κεφ. ηʹ.

Περὶ φλεγμονῆς στομάχου.

`2.293`

Περὶ μὲν οὖν διαγνώσεως καὶ θεραπείας τῶν τε κατὰ ψιλὴν δυσκρασίαν ἐμπεριεχομένων ἐν τῇ γαστρὶ χυμῶν ἢ ἐπιρρεόντων ἱκανὰ ταῦτα. λοιπὸν δὲ καὶ περὶ τῶν ἄλλων ὄγκων ἐφεξῆς ἀναγκαῖον εἰπεῖν. ἐπειδὰν ὁ στόμαχος ὑπομείνῃ φλεγμονὴν, ἀκριβείας χρῄζει πολλῆς, ὅτι πλείστην νόσον καὶ μεγίστην χρείαν παρέχει τῷ σώματι. μικτὴν οὖν τὴν θεραπείαν ἐπʼ αὐτοῦ μάλιστα δεῖ ποιεῖσθαι καὶ οὐχ ὥσπερ ἐπὶ τῶν ἀκυροτέρων ἐκλύτῳ καὶ χαλαστικῇ δεῖ κεχρῆσθαι ἀγωγῇ· κίνδυνος γὰρ οὐ μικρὸς ἀκολουθήσει καὶ ἀτροφία μηκέτι ὀρέγεσθαι δυναμένου τοῦ κάμνοντος. προσπλεκέσθω τοίνυν ἅμα τοῖς χαλῶσι καὶ τῶν τονούντων τι, οἷον ἀψινθίου μικρὸν ἢ μαστίχης. δεῖ δὲ προσέχειν, τίνος ἐστὶ χρεία καὶ αὐτοῦ μᾶλλον ἐπιτείνειν τὴν ποσότητα. εἰ οὖν τῶν χαλώντων χρεία, πρόσπλεκε τῇ ἐπιβροχῇ καὶ χαμαίμηλον, εἰ δὲ πυρέττοιεν σφοδρῶς, καὶ γλεύκινον καὶ στέαρ χήνειον καὶ ἕψημα. εἰ δὲ καὶ ἀτονία τις εἴη καὶ ἔκλυσις, μὴ πάνυ τι τῶν χαλώντων προσπλέκειν τῇ ἐπιβροχῇ, ἀλλὰ μᾶλλον ἀπὸ μηλίνου καὶ οἴνου τὴν ἐπιμέλειαν ποιοῦ, εἰς τὸν οἶνον ἀποβρέχων τὸ ἀψίνθιον καὶ τὰ ῥόδα καὶ τὴν οἰνάνθην καὶ μῆλα καὶ φοίνικας. καὶ ἁπλῶς πρὸς τὸ κατεπεῖγον τὴν ἐπίτασιν τῶν τονούντων καὶ χαλώντων ἄλλοτʼ ἄλλην ποιούμεθα. οὐ μόνον δὲ ἐπιβροχῶν, ἀλλὰ καὶ καταπλασμάτων καὶ φαρμάκων οὕτως ἐπινοεῖν δεῖ.

Περὶ ἐπιθεμάτων.

Τὸ φάρμακον τὸ Γαλήνειον.

`2.295–2.297`

Μετρίας μὲν οὔσης τῆς φλεγμονῆς ἀρκεῖ καὶ ἡ Γαληνοῦ κηρωτὴ λαμβάνουσα ταῦτα· ἐλαίου ναρδίνου, χειμῶνος . . δραχ. ηʹ ἐλαίου ναρδίνου, θέρους . . . δραχ. ϛʹ κηροῦ . . . . . . . οὐγγ. γʹ μαστίχης . . . . . . . οὐγ. αʹ ἀλόης . . . . . . . . οὐγ. 𐅶ʹʹ. εἰ δὲ χρεία ἐστὶ τῶν τονούντων ἐπὶ πλέον, καὶ σὺ τὴν ἀλόην ἐπίτεινον ἢ χυλὸν ἀψινθίου πρόσπλεκε ἢ οἰνάνθης ἢ χυλὸν ἑλίκων ἀμπέλων. εἰ δὲ μὴ πάνυ φαίνοιτο καταβεβλημμένος ὁ στόμαχος ἢ ἀτονῶν, τὸ Νείλεως ἢ τὸ Φιλάγριον καθʼ ἑαυτὸ ἢ μετὰ τῆς διὰ ψιχῶν ἐπίβαλλε. εἰ δὲ σκληροτέρα φαίνοιτό σοι ἡ φλεγμονὴ καὶ τῶν ἔτι μαλαττόντων χρῄζουσα, καὶ τὴν διὰ μελιλώτων. τονοῦντι δὲ ἅμα καὶ μαλάττοντι κέχρησο τῷ ὑπʼ ἐμοῦ συνήθως σκευαζομένῳ φαρμάκῳ. ἔχει δὲ οὕτως ἡ γραφὴ αὐτοῦ· λιβάνου . . . . . . . . . οὐγγ. δʹ ἀψινθίου . . . . . . . . οὐγγ. δʹ ἐν ἄλλῳ . . . . . . . δραχ. δʹ ἀμμωνιακοῦ θυμιάματος . . . . οὐγγ. βʹ στύρακος . . . . . . . . οὐγγ. ϛʹ κηροῦ . . . . . . . . . λιτρ. αʹ ναρδοστάχυος . . . . . . . λιτρ. αʹ οἴνου Φαλερίνου ὅσον ἂν ἐπιδέχηται. τὰ ξηρὰ πρὸ μιᾶς εἰς τὸν οἶνον ἀπόβρεχε, εἶτα τρίψας εὐτόνως μετὰ ταῦτα ἐπίβαλλε τῇ νάρδῳ καὶ τὴν κηρωτὴν καὶ χρῶ ὡς θαυμαστῷ φαρμάκῳ καὶ μαλάττειν ἅμα καὶ τόνον ἐντιθέναι τῷ στομάχῳ δυναμένῳ.

Ἄλλο τὰ αὐτὰ ποιεῖν δυνάμενον.

Μαστίχης . . . . . . . . οὐγγ. δʹ ἐν ἄλλῳ . . . . . . . οὐγ. αʹ νάρδου . . . . . . . . . λιτρ. αʹ ἀλόης . . . . . . . . . οὐγ. αʹ κρόκου . . . . . . . . . οὐγ. αʹ σμύρνης . . . . . . . . οὐγ. αʹ κηροῦ . . . . . . . . . οὐγγ. ϛʹ ἀψινθίου χυλοῦ . . . . . . οὐγγ. βʹ στύρακος . . . . . . . . οὐγγ. δʹ ἐν ἄλλῳ . . . . . . . οὐγγ. αʹ 𐅶ʹʹ. εἰ δὲ συμβῇ χρονιωτέραν εἶναι τὴν ἐν τῷ στομάχῳ φλεγμονὴν, κέχρησο τοῖς καλουμένοις κοπτοῖς· ταῦτα γὰρ εὐδοκιμεῖ μᾶλλον πρὸς τὰς χρονιωτέρας φλεγμονάς.

Κοπτὸν πρὸς σκληρίαν στομάχου.

Προπόλεως . . . . . . . οὐγγ. ϛʹ στύρακος . . . . . . . . οὐγγ. βʹ ἐν ἄλλῳ . . . . . . . οὐγγ. ϛʹ μαστίχης . . . . . . . . οὐγ. αʹ τερεβινθίνης . . . . . . . οὐγγ. αʹ 𐅶ʹʹ ἐν ἄλλῳ . . . . . . . οὐγ. 𐅶ʹʹ τρυγὸς νάρδου τὸ ἀρκοῦν.

Ἄλλο μάλαγμα καλὸν ποιοῦν πρὸς σκληρίαν στομάχου καὶ ῥευματισμὸν καὶ ὀδύνην, ὥστʼ εἰς τρεῖς ὥρας ἀνώδυνον γενέσθαι τὸν κάμνοντα καὶ σαφῶς αἰσθάνεσθαι ὠφελείας. ἔχει δὲ καὶ τούτου ἡ γραφὴ οὕτω·

Κηροῦ Ποντικοῦ . . . . . . οὐγγ. ϛʹ τερεβινθίνης . . . . . . . οὐγγ. γʹ ζιγγιβέρεως . . . . . . . οὐγγ. βʹ ὀποπάνακος . . . . . . . οὐγγ. βʹ ἐν ἄλλῳ τοῦ ζιγγιβέρεως . . οὐγ. αʹ ἀλόης . . . . . . . . . οὐγγ. γʹ σμύρνης . . . . . . . . οὐγ. αʹ χαλβάνης . . . . . . . . οὐγ. αʹ. τὴν σμύρναν οἴνῳ λείωσον καὶ τοῖς τηκτοῖς περίπλαττε τὰ ξηρά. τὸ δὲ σπλήνιον ἔστω τετραδακτυλιαῖον.

Περὶ τῶν ἐχόντων ἀπὸ ψυχροῦ χυμοῦ φλεγμονήν.

`2.299`

Πρὸς τὰς ἐν τῷ στομάχῳ ψύξεις ἅμα καὶ φλεγμονὰς κάλλιστόν ἐστι βοήθημα τὸ εὐῶδες καλούμενον, οὗπερ αἱ σκευασίαι εἰσὶ πολλαὶ, ἀλλʼ ἧς ἐγὼ ἔσχον πεῖραν, ἔστιν αὕτη· κρόκου . . . . . . . . . οὐγ. 𐅶ʹʹ βδελλίου . . . . . . . . οὐγ. 𐅶ʹʹ κολοφωνίας . . . . . . . λιτρ. βʹ ἐν ἄλλῳ . . . . . . . λιτρ. βʹ 𐅶ʹʹ ὀποβαλσάμου . . . . . . . οὐγγ. ϛʹ φοινίκων . . . . . . . . οὐγγ. ϛʹ ἀλόης . . . . . . . . . οὐγγ. βʹ σμύρνης . . . . . . . . οὐγγ. βʹ φύλλων . . . . . . . . οὐγ. αʹ προπόλεως . . . . . . . . οὐγγ. γʹ τερεβινθίνης . . . . . . . οὐγγ. γʹ λιβάνου . . . . . . . . οὐγγ. γʹ ἐν ἄλλῳ λιβάνου . . . . . οὐγγ. βʹ στύρακος . . . . . . . . οὐγγ. γʹ μαστίχης . . . . . . . . οὐγγ. βʹ ναρδοστάχυος . . . . . . . οὐγ. αʹ καρδαμώμου . . . . . . . οὐγγ. βʹ ἡδυχρόου μάγματος . . . . . οὐγγ. αʹ 𐅶ʹʹ ἀμμωνιακοῦ θυμιάματος . . . . οὐγγ. ϛʹ κηροῦ . . . . . . . . . λιτρ. αʹ 𐅶ʹʹ. τούτου δὲ μηδὲν προτιμήσῃς, ἐφʼ ὧν ἐστι ψυχρὰ δυσκρασία πολλὴ καὶ σκληρία τις ἐνοχλοῦσα καὶ φλέγμα καὶ ὀδύναι καὶ διατάσεις γίνονται. οὐ μόνον δὲ κατὰ τοῦ στομάχου, ἀλλὰ καὶ κατὰ τοῦ ἥπατος καὶ ἐντέρων φυσωμένων καὶ κοιλιακὰς ὀδύνας ὑπομενόντων ἐστὶν ἐπιτήδειον.

Περὶ τοῦ διὰ μελιλώτων καὶ ἱερατικοῦ φαρμάκου.

Καὶ τούτου τὴν γραφὴν ἐξεθέμην ἐνταῦθα διὰ τὸ εὐχερῶς εὑρίσκειν τοὺς ζητοῦντας, ἅμα δὲ καὶ παρὰ τῆς τῶν πλειόνων παραθέσεως ἀναλέγεσθαι τὸ οἰκειότερον πρὸς τὴν κρατοῦσαν χρείαν. ἔχει δὲ καὶ τούτου ἡ γραφὴ οὕτω· νάρδου Κελτικῆς . . . . . . δραχ. ιʹ κυπέρου . . . . . . . . δραχ. ιʹ σμύρνης . . . . . . . . δραχ. ιʹ καρδαμώμου . . . . . . . δραχ. ηʹ μελιλώτου . . . . . . . . δραχ. μʹ κρόκου . . . . . . . . . δραχ. ηʹ ἀμώμου . . . . . . . . δραχ. ηʹ ἀμμωνιακοῦ θυμιάματος . . . . δραχ. ηʹ κύφεως ἱερατικοῦ . . . . . δραχ. ιβʹ τερεβινθίνης . . . . . . . δραχ. ηʹ

`2.301`

κηροῦ . . . . . . . . μν. αʹ ἐλαίου κυπρίνου . . . . . κοτύλη αʹ οἴνου εὐώδους . . . . . . κοτύλη αʹ. ποιεῖ καὶ τοῦτο οὐ μόνον στομαχικοῖς, ἀλλὰ καὶ πρὸς τὰς τοῦ ἥπατος ὀδύνας καὶ πρὸς ἄλλα πολλά.

Ἄλλο μάλαγμα Πολυάρχιον ποιεῖ περιπνευμονικοῖς, ἡπατικοῖς, ὑδρωπικοῖς, σπληνικοῖς, νεφριτικοῖς, πρὸς τὰς περὶ κύστιν καὶ μήτραν διαθέσεις καὶ πρὸς πᾶσαν νευρικὴν

συμπάθειαν.

κηροῦ . . . . . . . . . μν. αʹ τερεβινθίνης . . . . . . μν. αʹ καρδαμώμου . . . . . . μν. αʹ κυπέρου . . . . . . . . δραχ. κεʹ σμύρνης . . . . . . . . δραχ. κεʹ κρόκου . . . . . . . . δραχ. κεʹ κινναμώμου . . . . . . . δραχ. κεʹ μελιλώτου . . . . . . . δραχ. κεʹ ἀμμωνιακοῦ θυμιάματος . . . . δραχ. κεʹ λιβάνου . . . . . . . . δραχ. κεʹ νάρδου Ἰνδικῆς . . . . . . δραχ. ϛʹ ἐλαίου κυπρίνου . . . . . . ξεστ. αʹ οἴνου Ἰταλικοῦ ὅσον ἐξαρκεῖ. χρῶ ποτὲ μὲν ἀκράτῳ, ποτὲ δὲ ἀνειμένῃ κηρωτῇ διὰ κυπρίνου.

Ἄλλο.

Ἀψινθίου χυλοῦ . . . . . . οὐγγ. γʹ οἰνάνθης . . . . . . . . οὐγγ. γʹ νάρδου . . . . . . . . . οὐγγ. γʹ μαστίχης . . . . . . . . οὐγγ. δʹ κηροῦ . . . . . . . . . οὐγγ. ϛʹ. τῆκε κηρὸν, νάρδον καὶ τὰ ἄλλα λεαίνων ἀναλάμβανε κηρωτῇ ξεομένῃ.

Ἄλλο ἐπίθεμα ὀδύνης στομάχου.

Θείου ἀπύρου . . . . . . . οὐγγ. βʹ μαστίχης . . . . . . . . οὐγγ. βʹ

`2.303`

κηροῦ . . . . . . . . . λιτρ. αʹ 𐅶ʹʹ ἐλαίου ἰρίνου . . . . . . . λιτρ. αʹ 𐅶ʹʹ. τὸ θεῖον καὶ τὴν μαστίχην λειοτριβήσας τὰ τηκτὰ τήξας κατάρραινε τῇ θυΐᾳ καὶ ἀναμαλάξας χρῶ.

Πρὸς πᾶσαν φλεγμονὴν στομάχου καὶ πᾶσαν σκληρίαν, καὶ μάλιστʼ ἐφʼ ὧν κατάψυξις καὶ ὑδερικὴ μελετᾶται διάθεσις καὶ ἁπλῶς εἰπεῖν, ἐφʼ ὧν ἐμπνευμάτωσις γίνεται ἐν

τοῖς ὑποχονδρίοις.

Στύρακος Ἰσαυρικοῦ . . . . . οὐγγ. γʹ ἀλόης ἡπατίτιδος . . . . . . οὐγγ. γʹ τερεβινθίνης . . . . . . . οὐγ. αʹ λαδάνου . . . . . . . . οὐγγ. δʹ βδελλίου διαυγοῦς . . . . . οὐγγ. γʹ εὐφορβίου νεαροῦ . . . . . . οὐγ. αʹ ὀξυγγίου νεαροῦ χηνείου καθαροῦ . οὐγγ. γʹ ἀφροῦ . . . . . . . . . οὐγγ. γʹ νάρδου Λιβύου . . . . . . οὐγγ. βʹ κηροῦ Ποντικοῦ . . . . . . οὐγγ. ιβʹ σκόρδων καθαρῶν . . . . . . οὐγγ. γʹ εὐώδους οἴνου τὸ ἀρκοῦν.

Περίχρισμα στομάχου καὶ ἄλειμμα πρὸς ψυχρὰν δυσκρασίαν τὸ Μαρκίατον.

`2.305`

Πολλὰ μὲν οὖν εἰσι καὶ ἄλλα πρὸς ψυχρὰν δυσκρασίαν εὐδοκιμοῦντα βοηθήματα καὶ ἐν τοῖς ἁπλοῖς καὶ ἐν τοῖς συνθέτοις, ἀλλʼ ἔχει τι πλέον καὶ τὸ καλούμενον Μαρκίατον καὶ ὑπὲρ τὸ δεκάμυρον καὶ πεντάμυρον εὐωδέστερόν ἐστι μετὰ τοῦ μαλάττειν, εἴ πού τις εἴη σκληρία, καὶ τονοῦν τὸν στόμαχον. ἔχει δʼ αὐτοῦ ἡ σκευασία οὕτω· στύρακος καλαμίτου . . . . . οὐγγ. δʹ κηροῦ . . . . . . . . . οὐγγ. γʹ μυελοῦ ἐλαφείου . . . . . . οὐγγ. βʹ 𐅶ʹʹ τερεβινθίνης . . . . . . . οὐγ. αʹ ἐν ἄλλῳ . . . . . . . οὐγγ. δʹ ὑσσώπου ὑγροῦ . . . . . . οὐγ. αʹ ὀποβαλσάμου, ἐὰν ᾖ νέον . . . οὐγγ. αʹ 𐅶ʹʹ εἰ δὲ μή γε, καὶ . . . . οὐγγ. βʹ δεῖ δὲ μιγνύειν καὶ νάρδου οὐγγ. γʹ.

Σκευασία Μαρκιάτου καλοῦ.

Στύρακος καλαμίτου . . . . . οὐγγ. γʹ μυελοῦ ἐλαφείου . . . . . . οὐγγ. γʹ ἀλόης ἡπατίτιδος . . . . . . οὐγγ. βʹ μαστίχης . . . . . . . . οὐγγ. βʹ νάρδου . . . . . . . . . οὐγγ. ηʹ ἐν ἄλλῳ . . . . . . . οὐγγ. ιβʹ ὀποβαλσάμου . . . . . . . οὐγγ. γʹ κηροῦ . . . . . . . . . οὐγγ. εʹ. σκεύαζε καὶ χρῶ καλλίστῳ πάνυ βοηθήματι καὶ ὀλίγοις ἐγνωσμένῳ.

Ἄλειμμα μυρόκοπον.

Ἔστι μὲν οὖν ταὐτὸ τούτοις ποιεῖν δυνάμενον τὸ μυρόκοπον τοῦτο, πλέον δὲ τὸ δύνασθαι θερμαίνειν ἔχει, ὥσθʼ, ὅπου μᾶλλον ἐπικρατεῖ ψυχρὰ δυσκρασία, τούτῳ μᾶλλον ἁρμόζει κεχρῆσθαι. δεῖ δὲ σκευάζειν καὶ αὐτὸ οὕτω· κρόκου . . . . . . . . . οὐγ. αʹ μύρου Συριακοῦ . . . . . . οὐγ. αʹ ὀποβαλσάμου . . . . . . . οὐγ. αʹ μέλιτος . . . . . . . . οὐγγ. γʹ σμύρνης . . . . . . . . οὐγγ. γʹ ἀμμωνιακοῦ θυμιάματος . . . . οὐγγ. αʹ 𐅶ʹʹ κηροῦ Ποντικοῦ . . . . . . οὐγγ. αʹ 𐅶ʹʹ τερεβινθίνης . . . . . . . οὐγγ. αʹ 𐅶ʹʹ εὐφορβίου . . . . . . . . οὐγ. αʹ.

Πρὸς κατεψυγμένον στόμαχον ἔμβαμμα.

Ἀρκευθίδων . . . . . . . οὐγγ. βʹ πεπέρεως . . . . . . . . οὐγγ. βʹ ζιγγιβέρεως . . . . . . οὐγγ. δʹ πετροσελίνου . . . . . . . οὐγ. αʹ μέλιτος τὸ ἀρκοῦν. χρῶ ὡς καλλίστῳ.

`2.307`

Περὶ ἀντιδότων στομαχικῶν.

Τροχίσκος ὁ τῶν Ἀμαζόνων.

`2.309–2.313`

Οὗτος ὁ τροχίσκος πολλὴν πεῖραν δέδωκεν, ἐφʼ ὧν ὀδύναι περὶ τὸν στόμαχον ἰσχυραὶ γίνονται καὶ σπῶνται· παραμυθεῖται γὰρ αὐτὰς ἱκανῶς πινόμενος μετὰ καὶ τοῦ ὠφελεῖν. ἔχει δὲ οὕτω· σελίνου σπέρματος . . . . . δραχ. βʹ ἀνίσου . . . . . . . . . δραχ. αʹ ἀψινθίου . . . . . . . . δραχ. δʹ σμύρνης . . . . . . . . δραχ. βʹ κινναμώμου . . . . . . . δραχ. βʹ πεπέρεως μακροῦ . . . . . . δραχ. βʹ καστορίου . . . . . . . . δραχ. βʹ ὀπίου . . . . . . . . . δραχ. βʹ. ἀνάπλαττε διʼ ὕδατος καὶ ποίει τροχίσκους ἄγοντας ἀνὰ δραχ. αʹ καὶ δίδου στομαχικοῖς μετὰ προπόματος κυ. γʹ, χολερικοῖς καὶ τοῖς ἐμοῦσι τροφὴν μετὰ ψυχροῦ, κοιλιακοῖς καὶ δυσεντερικοῖς μετὰ μύρτων ἀφεψήματος, τοῖς δὲ σπληνικοῖς μετʼ ὀξυμέλιτος. καὶ πρὸς ἄλλα δὲ πολλὰ ποιεῖ οὗτος ὁ τροχίσκος. καὶ μάλιστα τοῖς ἐμοῦσι καὶ δακνομένοις ὑπὸ μοχθηρῶν τὸν στόμαχον καὶ τὴν κοιλίαν παθῶν ἀρκεῖ. καὶ ταῦτα κάλλιστα πολλὴν δεδωκότα πεῖραν. λοιπὸν δὲ καὶ τοῦτο χρὴ γινώσκειν εἰς πᾶσαν σκληρίαν, εἴτε στομάχου ἢ ἥπατος ἢ σπληνὸς ἢ ἄλλου τινὸς μορίου, ὑπὸ διαφόρων καὶ οὐχ ὑπὸ μιᾶς αἰτίας γινομένην. καὶ γὰρ ξηρότης ἢ θερμότης προηγησαμένη καὶ παχύνουσα τοὺς χυμοὺς σκληρότερον τὸν ὄγκον ἐργάζονται καὶ ψῦξις ὡσαύτως. δεῖ οὖν ἀκριβῶς περιεργαζομένους, εἶτα διαγνόντας ἐκ τῶν προηγησαμένων καὶ τῶν συνεδρευόντων σημείων καὶ μάλιστα τῆς κράσεως οὕτω προσφέρειν τὰ βοηθήματα. εἰ μὲν γὰρ λῦπαι καὶ φροντίδες προηγήσαντο καὶ κόποι καὶ δυσθυμίαι καὶ ὀλιγοσιτίαι καὶ θερμότεραι τροφαὶ καὶ πόματα, γινώσκειν δεῖ τοιαύτην σκληρίαν, ὅτι μᾶλλον ἐξ ὑπεροπτήσεως χυμῶν γέγονεν. ἀνάγκη γοῦν τοῖς χλιαρὰν τὴν διάθεσιν ἢ εὔκρατον ἔχουσι ποιότητα σπουδάζειν ἰᾶσθαι βοηθήμασι καὶ μὴ τοῖς θερμαίνουσι καὶ ἰσχυρὰν ἔχουσιν ἐπαγγελίαν εἰς τὸ μαλάττειν δύνασθαι· ταῦτα γὰρ τοῖς ἀπὸ ψύξεως ἐσκιρρωμένον ἔχουσι τὸν ὄγκον πεποίηται, καὶ οὐ δεῖ τὸ τοιοῦτον ἀμφιβάλλειν. εἴρηται παρʼ Ἀριστοτέλους καὶ ἄλλων ἀρίστων ἀνδρῶν παλαιῶν, ὡς ἕκαστον τῶν παγέντων καὶ σκιρρωθέντων ἀπὸ τοῦ ἐναντίου τὴν πῆξιν ἐργασαμένου διαλύεται, οἷον ἀπὸ θερμότητος παγὲν καὶ ξηρότητος ἀνάγκη ὑπὸ τῶν ὑγραινόντων αὐτὸ καὶ ψυχόντων διαλυθῆναι, καθάπερ ἔστιν ἰδεῖν ἐπί τε νίτρου καὶ ἁλῶν γινόμενον· ἅπαντα γὰρ ταῦτα μᾶλλον ὑπὸ θερμότητος ὀπτῶνται καὶ σκληρύνονται, ὑπὸ δὲ ὕδατος διαλύονται, ὥσπερ πάλιν ὅσα τὴν πῆξιν ὑπὸ ψύξεως ἔσχεν, ὑπὸ πυρὸς διαλύεται. ἔνεστι δὲ τοῦτο θεάσασθαι γινόμενον ἐπί τε κρυστάλλου καὶ χιόνος ἀπό τε ἡλίου καὶ πυρὸς. διόπερ παραινῶ προσέχειν καὶ μὴ, ὡς πολλοὶ τῶν ἰατρῶν, ἀκρίτως προσφέρειν τὰ βοηθήματα ταῖς ἐπαγγελίαις αὐτῶν μόναις προςέχοντες. ἐγὼ γοῦν οἶδα σκληρίαν σπλάγχνων τοῖς ὑγραίνουσι καὶ εὐκράτοις ἰασάμενος, οἷον λουτροῖς καὶ ὑδρελαίῳ καὶ ἐλαίῳ ῥοδίνῳ καὶ χαμαιμηλίνῳ χρησάμενος· ὁμοίως δὲ καὶ τροφαῖς εὐκράτοις ὥσπερ ἐπʼ ἄλλων ταῖς διὰ νάρδου καὶ γλευκίνου καὶ ἀνηθίνου ἐλαίου ἐπιβροχαῖς καὶ Μαρκιάτου καὶ τοῖς ὁμοίοις τούτων καὶ διαίτῃ θερμαινούσῃ, οἷον πέπερι ταῖς τροφαῖς ἐμβαλὼν καὶ ἄνισον καὶ τὰ ἄλλα, ὅσα τῆς αὐτῆς εἰσι δυνάμεως, καὶ πόματος διὰ ναρδοστάχυος καὶ ἀσάρου καὶ τῶν ἄλλων ἀντιδότων, ὅσαι τὸ λεπτύνειν καὶ θερμαίνειν ἔχουσιν. ἐπεὶ οὖν οὐκ ὀλίγα ὑπὸ τῶν ἐναντίων συμβαίνειν εἴωθε, προσέχειν ἀκριβῶς δεῖ· καὶ γὰρ ὀξίδες ἐν τῷ στομάχῳ πολλάκις γίνονται οὐ μόνον διὰ ψῦξιν, ἀλλὰ καὶ διὰ θερμότητα. ἴσμεν δὲ, ὅτι πολλοὶ τῶν ἰατρῶν ὑπὸ ψύξεως ἅπασαν ὀξίδα δοξάζουσι γίνεσθαι μόνον, ὅθεν ἀεὶ τὰ θερμαίνοντα τούτοις προσφέρουσιν. ὁρῶ δὲ πολλοὺς, ὅτι καὶ ὑπὸ τῶν ἐμψυχόντων ἐδεσμάτων ὠφελήθησαν, ὑπὸ τῶν θερμαινόντων ἰσχυρῶς βλαπτόμενοι πρότερον. ὁ γὰρ οἶνος ὠξύνετο μᾶλλον αὐτοῖς ἐπὶ πλέον καὶ τὰ θερμότερα τῶν προπομάτων, ὅσα διὰ πεπέρεως ἢ ἀνίσου ἢ ἄλλης τινὸς τοιουτοτρόπου δυνάμεως τὴν σκευασίαν ἔχουσι. διὸ παραιτησάμενοι τὰ τοιαῦτα, τοῖς ἐναντίοις χρησάμενοι εὐκράτῳ πλείονι καὶ τροφαῖς εὐχύμοις καὶ δυσμεταβλήτοις, οἷον βούλβῃ καὶ στερνίῳ ἢ χηνῶν κοιλίαις καὶ δαμαλοποδίοις σὺν ὀξυκράτῳ καὶ ὀρφίῳ ἰσικῷ καὶ κτενίοις καὶ ὀστρέοις ἀνέφθοις τάχιστα τῆς τοιαύτης διαθέσεως ἀπηλλάγησαν, ὡς μηδʼ ὀξυρεγμίαν μηδʼ ἄλλην ἀπεψίαν ὑπομεῖναι τοῦ λοιποῦ. ἐκ τῶν τοιούτων οὖν ἁπάντων ἔστι στοχάσασθαι, ὡς τὸ αὐτὸ σύμπτωμα πολλάκις ὑπὸ τῶν ἐναντίων αἰτίων γίνεται. καθάπερ ὑπὸ τῆς ὀξώδους ἐρυγῆς, οὕτω πάλιν δεῖ πολυπραγμονεῖν, καὶ ἐφʼ ὧν πικρίαν ὁ κάμνων αἰτιᾶται, καὶ μὴ πάντως εὐθὺς τοῖς ὑγραίνουσι καὶ ἐμψύχουσι χρήσῃ· καὶ γὰρ ἐνδέχεται γλίσχρους πλεονάζειν χυμοὺς, ἐφʼ ὧν ἡ χολὴ βασταζομένη περὶ τὰ ἄνω μέρη τοιαύτην συναίσθησιν, εἰ καὶ μὴ πολλή τις εἴη, πάνυ παρέχει τῷ κάμνοντι. πάντας οὖν τοὺς ἰκτεριῶντας ἔστι θεάσασθαι πικρίας αἰσθανομένους, ἀλλʼ ὅμως οὐχ οἱ πάντες ὑπὸ τῶν ἐμψυχόντων ὠφελοῦνται. πολλοὶ γὰρ καὶ σκορόδοις χρησάμενοι πλείοσιν ἀπηλλάγησαν τοῦ ἰκτέρου καὶ τοῦ πικρίας ἔχειν τοῦ λοιποῦ συναίσθησιν. εἰκότως δὲ τοῦτο συμβαίνει· οὐδὲ γὰρ ὑπὸ τῆς αὐτῆς αἰτίας γίνονται, ἀλλʼ οἱ μὲν διὰ φλεγμονὴν τοῦ ἥπατος, οἱ δὲ ὑπὸ τῆς δυσκρασίας τῆς γαστρὸς, ἕτεροι δὲ ὑπὸ γλίσχρων χυμῶν. ἀλλʼ ἀδύνατον ἰάσασθαι, εἰ μὴ τοῖς λεπτύνουσι καὶ θερμαίνουσιν, ὥσπερ πάλιν δεῖ λογίζεσθαι καὶ ἐπὶ τῶν ἀποπτυόντων πλείονα καὶ ψυχρὸν οἰομένων ἔχειν τὸν στόμαχον· οὐ γὰρ πάντως ὑπὸ πολλῆς ὑγρότητος γίνεται τὸ τοιοῦτον· ἐνδέχεται γὰρ καὶ διὰ θερμότητα συμβαίνειν· νηστεύοντες γὰρ καὶ ὀλιγοσιτοῦντες πάσχουσι τοῦτο πολλάκις καὶ οὐ παύονται σιελίζοντες καὶ ἀποπτύοντες πολλὰ, ἕως οὗ τροφὴν προσενέγκωνται. δῆλον δὲ, ὅτι τῆς θερμασίας ἀναλυούσης τὰ ἐν τῷ βάθει ὑγρὰ συνέβαινε τοῦτο· ἐπειδὰν γὰρ ἡ φύσις ἡ πέττουσα τὴν τροφὴν ἀναλώσῃ τὴν προςενεχθεῖσαν, ἀναγκάζεται τηνικαῦτα πάλιν ἀναλύειν, ἃ προσέθηκε. καὶ διὰ τοῦτο πλείονα πτύουσι τηκομένης αὐτῆς τῆς ἐν τῷ βάθει ὑγρότητος. ὅτι δὲ διὰ θερμότητα γίνεται τὸ πτυαλίζειν αὐτοὺς πλέον, ἔνεστιν ἰδεῖν κἀπὶ τῶν καιομένων ξύλων· ἀποστάζουσι γὰρ καὶ αὐτὰ ὑγρὸν δηλονότι τοῦ πυρὸς ἐκκενοῦντος τὸ ἐν τῷ ξύλῳ περιεχόμενον ὑδατῶδες. τὸ αὐτὸ δὲ καὶ ἐπὶ τῶν ὀπτωμένων κρεῶν μάλιστά ἐστι συμβαῖνον θεάσασθαι. θεραπεύειν οὖν χρὴ τοὺς διὰ θέρμην πολλὰ πτύοντας διά τε τῶν ἐμψυχόντων καὶ δυσκατεργάστων τροφῶν, ὥσπερ πάλιν τοὺς διʼ ὑγρότητα τοῖς θερμαίνουσιν. ἀνδρὸς οὖν τετριμμένου κατὰ τὴν τέχνην χρεία πανταχοῦ τοῦ δυναμένου τὴν ἀκριβῆ κρῖναι αἰτίαν· καὶ γὰρ ὑπὸ τῶν ἐναντίων αἰτιῶν, ὡς εἰρήκαμεν, τὸ αὐτὸ γίνεται σύμπτωμα. ῥιγοῦσιν οὖν οἱ πολλοὶ καὶ ψύχονται τὸ σῶμα, τινὲς μὲν ὑπὸ τῶν πλεοναζόντων ὠμῶν χυμῶν, ἕτεροι δὲ διὰ ξηρότητα καὶ ἀσιτίαν καὶ ἄλλοι διὰ χολὴν, καθάπερ ἄλλοι πάλιν ψύχονται τὰ ἐκτὸς διὰ φλεγμονὴν μεγάλην εἰς ἑαυτὴν ἐπισπωμένην πᾶν τὸ θερμὸν αἷμα. πολλὰ γοῦν καὶ ἄλλα παραδείγματα παράγειν ἔστιν, ὅτι τὸ αὐτὸ πρᾶγμα ὑπὸ τῶν ἐναντίων, ὡς εἴρηται, πολλάκις αἰτιῶν ἀποτελεῖται, ἀλλʼ ἀρκεῖ καὶ ταῦτα· ἐπὶ πλέον γὰρ ἐν ταῖς τῶν πυρετῶν θεραπείαις ῥηθήσεται· καὶ γὰρ ἐπʼ αὐτῶν ἡ μεγίστη γίνεται πλάνη τοῖς ἰατροῖς.

κεφ. θʹ.

Περὶ λυγμοῦ.

`2.315–2.319`

Καὶ τὸν λυγμὸν στομαχικὸν ὑπάρχοντα πάθος ἐνταῦθα προσήκει συνάπτειν, ἵνα πᾶς ὁ τῶν στομαχικῶν συνειλεγμένος πρὸς αὑτὸν εἴη λόγος· φαίνεται γὰρ σπασμωδῶς ὅλος ὁ στόμαχος κινουμένων τινῶν σπώμενος, ὡς ἔοικε, τῆς ἐκεῖσε ἀποκριτικῆς αὐτοῦ δυνάμεως ἐπὶ πλέον ἐπεγειρομένης εἰς τὸ ἀπώσασθαι τὰ ἐγκείμενα καὶ βαρύνοντα καὶ δάκνοντα περιττώματα. σπανίως δὲ καὶ ἐπὶ κενώσεως ἑπομένη αὕτη δηλονότι ὑπὸ ξηρότητος καθάπερ ἐπὶ τῶν δυσεντερικῶν ἢ ὁπωσοῦν ἄλλως ἐπὶ πλέον κενωθέντων καὶ τῶν ἀμέτρως πυρεξάντων ἔστι θεάσασθαι τὸ τοιοῦτον γινόμενον. συμβαίνει δὲ καὶ ὑπό τινος δριμείας ποιότητος λύζειν τὸν ἄνθρωπον, ὡς ἐπὶ τῶν προσαραμένων ὑδρόγαρον ἢ ἄλλο τι τοιοῦτον δῆξιν φέρον, καὶ μᾶλλον ἐφʼ ὧν ἐστι καὶ ὁ στόμαχος αἰσθητικώτερος. καὶ αὗται μὲν αἱ αἰτίαι τοσαῦται καὶ τοιαῦται τοῦ λυγμοῦ. θεραπευτέον δʼ αὐτὸν οἰκείως πρὸς τὴν ποιοῦσαν διάθεσιν. εἰ μὲν γὰρ γλίσχρα καὶ παχέα τύχωσιν ὄντα τὰ αἴτια, δῆλον ὅτι τοῖς λεπτύνουσι καὶ τέμνουσι χρηστέον· τέμνει δὲ καλῶς καὶ μόνον ὄξος ὀλίγου ἐπιρροφούμενον καὶ μάλιστα τὸ σκιλλητικὸν καλούμενον καὶ τὸ ἐξ αὐτοῦ κιρνώμενον ὀξύμελι. παρεθέμην δὲ καὶ τούτου τὴν σύνθεσιν καλλίστην ἀνάγουσαν καὶ πολλὰ ποιεῖν δυναμένην πρὸς πᾶσαν διάθεσιν καὶ μάλιστα τοῖς περὶ τὸν στόμαχον παθήμασι καὶ πρὸς ἐμπνευματώσεις καὶ ὀξυρεγμίας. ἔστι δὲ αὕτη·

Ὀξυμέλιτος σκευασία.

Σκίλλης τῶν ἐντὸς τῶν ἁπαλῶν λιτρ. βʹ ὄξους δριμέος λευκοῦ . . . ξεστ. ιεʹ πεπέρεως . . . . . . . οὐγγ. βʹ δαύκου Κρητικοῦ σπέρματος . . δραχ. δʹ μαράθρου σπέρματος . . . . δραχ. δʹ κυμίνου . . . . . . . . δραχ. δʹ σελίνου σπέρματος . . . . δραχ. ηʹ πετροσελίνου Μακεδονικοῦ . . οὐγγ. βʹ σιλφίου . . . . . . . . οὐγγ. βʹ ζιγγιβέρεως . . . . . οὐγ. αʹ πυρέθρου . . . . . . . οὐγ. αʹ νάρδου Κελτικῆς . . . . . δραχ. δʹ λιβυστικοῦ . . . . . . . δραχ. δʹ ὑσσώπου . . . . . . . δραχ. αʹ γλήχωνος . . . . . . οὐγγ. βʹ ἡδυόσμου χλωροῦ . . . . . δέσμ. αʹ σελίνου χλωροῦ . . . . . δραχ. βʹ καρδαμώμου . . . . . . δραχ. βʹ πηγάνου χλωροῦ . . . . . κλῶνας εʹ μέλιτος . . . . . . . . ξεστ. βʹ φύλλου . . . . . . . . δραχ. δʹ κόστου . . . . . . . . οὐγ. αʹ ἑψήματος . . . . . . . ξεστ. βʹ ἀγαρικοῦ . . . . . . . οὐγ. αʹ ναρδοστάχυος . . . . . . οὐγ. αʹ ἀμώμου . . . . . . . . οὐγ. αʹ. πάντα ταῦτα κόψας ἐπιμελῶς ἔχε κατʼ ἰδίαν. καὶ βαλὼν εἰς τὸ ὄξος τὴν σκίλλαν ἔασον ἐμβραχῆναι ἡμέρας ἑπτὰ, ἔπειτα λαβὼν τὴν σκίλλαν ῥῖπτε. τὰ ἄλλα δὲ πάντα τὰ κοπέντα συλλειώσας ἰσχυρῶς καὶ βαλὼν εἰς τὸ ὄξος ἔασον ἄλλας ἡμέρας ζʹ, ἔπειτα διʼ ὀθονίου πυκνοῦ ἐκθλίψας χρῶ καὶ πρὸς τὴν εἰρημένην διάθεσιν. λοιπὸν καὶ ῥαφανῖδας ἐμβάπτειν εἰς αὐτὸ προσήκει καὶ ἔμετον ποιεῖν. καὶ τὸ μελίκρατον δὲ καὶ τὸ ζέμα τοῦ ναρδοστάχυος καὶ τοῦ πηγάνου πινόμενον ὠφελεῖ καὶ ἄρτος εἰς κονδῖτον ἐσθιόμενος· πάντα γὰρ ἐποίησα ταῦτα καὶ ἐπὶ μεγάλου λυγμοῦ τοσοῦτον, ὡς ὑπονοεῖν ἐκτὸς κλίνης ἐξάλλεσθαι τὸν κάμνοντα. ἐχρώμην δὲ καὶ κατὰ τοῦ στομάχου πρὸς τούτοις ἔξωθεν καστορίῳ καὶ στύρακι καὶ μαστίχῃ συνεψῶν ἐλαίῳ καὶ πυριῶν αὐτοῦ τὸν στόμαχον σφόδρα· ἐκίνουν δὲ ἐν τῷ ἕψεσθαι τὸ ἔλαιον πηγάνῳ. τὸ δὲ καστόριον καὶ πινόμενον καὶ ὀσφραινόμενον ἐπὶ τούτων καλῶς ποιεῖ καὶ νάρδος Κελτικὴ καὶ ἄσαρον καὶ ναρδόσταχυ καὶ ἄνισον καὶ κύμινον καὶ λιβυστικόν. εἰ δὲ δακνώδη καὶ διεφθαρμένα εἴη τὰ περιττώματα, δῆλον ὅτι τοῖς ἐπικιρνῶσι καὶ ἅμα ἀπορρίπτειν τὸ δακνῶδες δυναμένοις ἀναγκαῖον κεχρῆσθαι. τὸν δʼ οἶνον ἐπὶ τούτων ἀνακουφίζειν δεῖ καὶ πάντα τὰ δριμέα ἀποζέματα, τῷ δʼ εὐκράτῳ καταχρηστέον καὶ ἄρτῳ ἀποβεβρεγμένῳ ἐν αὐτῷ καὶ πτισάνῃ πολλῇ καὶ ἰχθύι ὀλίγον ὄξους ἔχοντι καὶ νεοσσοῖς περιστερῶν καὶ μὴ καθαίρειν τούτους οὐδὲν ἄτοπον. εἰ δὲ καὶ διὰ κένωσιν ἢ πυρετὸν ὁ λυγμός ἐστι, δηλονότι καὶ ἐπίμονος εἴη γεγενημένος· τηνικαῦτα γὰρ ἐπὶ ξηρότητι συμβαίνει τὸ πάθος ἀμέτρῳ. κινδυνώδης μὲν εἰκότως ὁ τοιοῦτος. δεῖ οὖν τοῖς ὑγραίνουσι καὶ ψύχουσιν ἐπὶ τῶν τοιούτων κεχρῆσθαι βοηθήμασι καὶ μάλιστα συνεχεστάτῳ εὐκράτῳ καὶ ἀλοιφῇ καὶ πᾶσι τοῖς ἐπὶ κενώσει. οἶδα δέ τινα τῶν ἐπὶ ταύτῃ τῇ δυσκρασίᾳ λυζόντων ψυχρὸν ἐπιρροφήσαντα καὶ σωθέντα. ἀλλʼ ἐπὶ φλεγμονῆς φεύγειν δεῖ τὰ ἐνεργείᾳ ψυχρὰ, μᾶλλον δὲ τὸ συνεχεῖ κεχρῆσθαι χλιαρῷ κατʼ ὀλίγον ἐπιρροφοῦντα. βρέχειν δὲ δεῖ θερμοτάτων χειρῶν ἄκρα συνεχέστερον καὶ τοὺς πόδας ἐπιδεσμεῖν καὶ διακατέχειν. οὐδὲν ἄτοπον καὶ πταρμοὺς ἐπιτηδεύειν, ἐφʼ ὧν μάλιστα τῷ στομάχῳ ἐμπέπλασται ὑγρά· οὕτω γὰρ ἀπωθεῖται τὸ πνεῦμα στενοχωρούμενον καὶ βίᾳ προσπταῖον περιεχόμενον κατὰ τὸν στόμαχον· καὶ καταιονήσεσιν, ἐφʼ ὧν μάλιστα καὶ φλεγμονὴν ἐν ἥπατι ἢ στομάχῳ κατανοήσεις εἶναι, προφλεβοτομήσας, εἰ μὴ παντελῶς τὰ τῆς δυνάμεως ἀντιπράττει. τοῖς τοιούτοις οὖν χρηστέον ἐμμεθόδως καὶ τεχνικῶς προσέχοντα καιρῷ καὶ τάξει καὶ ποιότητι καὶ τοῖς ἄλλοις ἅπασιν, οἷς οἱ δοκιμώτατοι τῶν ἰατρῶν προσεῖχον. εἰ δὲ πολλῶν καὶ ποικίλων γενομένων ἀπαραμύθητος ὁ κάμνων εἴη, μηδενὸς τῶν ἀπὸ τῆς τέχνης ἰσχύοντος βοηθῆσαι τῇ δυστροπίᾳ τοῦ νοσήματος, καὶ τοῖς φυσικοῖς περιάπτοις οὐδὲν ἄτοπον κεχρῆσθαι χάριν τοῦ σῶσαι τὸν κάμνοντα· καὶ γὰρ ἀσεβές ἐστι τοιοῦτον παραλιπεῖν καὶ γενέσθαι κώλυσιν τῶν εἰς σωτηρίαν συντελούντων τῷ κάμνοντι, ὁπότε καὶ ὁ θειότατος Γαληνὸς καὶ οἱ πρὸ αὐτοῦ τούτοις ἐχρήσαντο. ὁ μὲν οὖν σοφώτατος Δίδυμος εἶπεν ἐν τῇ ὀκτατόμῳ αὐτοῦ βίβλῳ οὕτω καλουμένῃ.

Φυσικὰ πρὸς τοὺς λύζοντας.

Κάρφος ἢ λιθάριον ἢ κόπριον ἐκ τῆς γῆς ἄρας ἔνθες ἐν τῇ κεφαλῇ τοῦ λύζοντος λαθὼν αὐτὸν καὶ εὐθέως παύεται. ἐν δὲ Κυρήνῃ καὶ τοῦτʼ ἔμαθον ἄλλο· ὁ λύζων κρατείτω ἐν τῇ ἀριστερᾷ χειρὶ ψήφους μʹ καὶ κατὰ τῆς κεφαλῆς ἐπιτιθέτω καὶ εὐθέως παύσεται. καστόριον δὲ περιαπτόμενον παύει ταχέως. πρὸς τούτοις δὲ καὶ κύμινον δήσας ῥάκει λίνῳ περίαψον ἐπὶ τὸν καρπὸν τῆς ἀριστερᾶς χειρός· τοῦτο λέγουσι ποιεῖν τοὺς πρὸς νότον Αἰθίοπας. Κρῆτας κρατεῖν ψῆφον ταῖς χερσὶν γρϛγʹ καὶ προσφέρειν τοῖς μυκτῆρσι. τινὲς δὲ καὶ κλάσαντες ἄρτον καὶ ψιχίον λαβόμενοι εἰς τὸ οὖς ἐπιτιθέασι τοῦ λύζοντος σιγῇ καὶ ὀσφραίνονται τοῦ ἀποκλάσματος καὶ ἀπαλλάττονται. ἄλλοι δὲ πήγανον μετʼ οἴνου ἑψήσαντες ἢ μελικράτου πίνειν διδόασιν. ἕτεροι σέλινον ἢ καστόριον ἢ δαῦκον Κρητικὸν ἢ ἄσαρον ἢ νάρδον Κελτικὴν, ἕκαστον ἰδίᾳ ἢ ὁμοῦ, παρακελεύονται σὺν μελικράτῳ ἢ ἀποζέσαντες διδόναι πίνειν ἢ σίλφιον ὀσφραίνεσθαι. ἐξαιρέτως δὲ ποιεῖ καὶ ἀναγαργαρισμὸς καὶ κατοχὴ τῶν ὤτων καὶ τοῦ στόματος. πολλὰ δὲ μὴ καταφρονεῖν, ἀλλὰ πάντα προσάγειν μετὰ καὶ τῆς ἄλλης θεραπείας, ἣν ἡ τέχνη παρακελεύεται πράττειν.

## License and provenance

Eulogikon publishes public-domain Greek texts in cleaned, structured, readable form and makes no copyright claim over that preparation (Public Domain Mark 1.0, https://creativecommons.org/publicdomain/mark/1.0/). Cite as `eul_wid: vcc-al`.
