---
title: "Therapeutics: Book 5"
title_greek: "Θεραπευτικά, Εʹ"
author: Alexander of Tralles
eul_wid: vcc-aj
eul_aid: vcc
canonical: "https://eulogikon.org/works/alexander-tralleis-therapeutics-book-5-vcc-aj"
lang: grc
period: Late Antique
dialect: Koine
content_hash: "sha256:658c079a03904fa0563830a47125122f64e20261a103d479351bbac8471b0071"
content_modified_at: "2026-11-15"
license: "https://creativecommons.org/publicdomain/mark/1.0/"
---

# Therapeutics: Book 5

*Θεραπευτικά, Εʹ*

**Author:** Alexander of Tralles

**eul_wid:** `vcc-aj` · [HTML page](https://eulogikon.org/works/alexander-tralleis-therapeutics-book-5-vcc-aj)

## Text

Part of [Therapeutics](/works/alexander-tralleis-therapeutics-vcc-ad)

`2.147`

ἈΛΕΞΆΝΔΡΟΥ ΤΡΑΛΛΙΑΝΟΥ͂ ΒΙΒΛΊΟΝ ΠΈΜΠΤΟΝ.

κεφ. αʹ.

Περὶ βηχός.

Ἡ βήξ ἐστι σύμπτωμα καὶ αὕτη καθάπερ· καὶ ἡ δύσπνοια. διαφόρους δὲ καὶ αὕτη ἔχει τὰς ποιούσας αἰτίας· ποτὲ μὲν γὰρ ἄρχεται ἀπὸ θερμῆς δυσκρασίας, ἔσθʼ ὅτε δὲ καὶ ἀπὸ ψυχρᾶς ἢ ξηρᾶς ἢ ὑγρᾶς. οὐ μόνον δὲ κατὰ ποιότητα ψιλὴν, ἀλλὰ καὶ καθʼ ὕλην ἐπίρρυτον ὡσαύτως συνίσταται παντὸς τοῦ ἐπιρρέοντος χυμοῦ ἢ θερμὴν ἢ ψυχρὰν ἢ ἄλλην τινὰ ποιότητα προσειληφότος. εἰδέναι δὲ δεῖ καὶ τοῦτο, ὡς οὐ διαφέρουσιν ἀλλήλων αἱ βῆχες κατὰ τὴν αἰτίαν μόνην, ἀλλὰ καὶ κατὰ τοὺς τόπους, καὶ ὅτι αἱ μὲν αὐτῶν κατὰ πρωτοπάθειαν, αἱ δὲ κατὰ συμπάθειαν συνίστανται. ἐπεὶ οὖν οὐ μίαν αἰτίαν ἡ βὴξ, ἀλλὰ ποικίλην κέκτηται, δεῖ καὶ ἡμᾶς ἐλθεῖν μετὰ πάσης σπουδῆς ἐπὶ τὴν διάγνωσιν καὶ τὴν διάκρισιν τῆς ποιούσης αἰτίας· ὡμολόγηται γὰρ παρὰ πᾶσι τοῦτο καὶ δῆλόν ἐστιν, ὡς ἄνευ διαγνώσεως οὐχ οἷόν τε θεραπεῦσαι καλῶς.

Διάγνωσις τῆς διὰ θερμὴν δυσκρασίαν βηχός.

Ψιλῆς τοίνυν οὔσης τῆς θερμῆς δυσκρασίας αἰσθάνονται μὲν ἴσως διά τινος ποιότητος τοιαύτης, οἷον δυσκρασίας θερμῆς, βήσσοντες καὶ ἀναπνεῖν ἐπιθυμοῦσι ψυχρὸν ἀέρα καὶ ὠφελοῦνται μᾶλλον ὑπὸ τῆς εἰσπνοῆς ἤπερ ὑπὸ τῆς τοῦ ὕδατος πόσεως, καὶ τὰ περὶ τὸ πρόσωπον ἐρυθρὰ μᾶλλον ὁρᾶται καὶ τὴν κεφαλήν. εἰ μὲν οὖν οὕτως εἴη μόνη ψιλὴ ποιότης, οὐδὲν ἀναπτύουσιν ἄξιον λόγου ἢ οὐδʼ ὅλως. εἰ δὲ καὶ ἀναπτύουσιν, ἁλμυρὰν αὐτοῖς ἔχον ποιότητα τὸ πτυόμενον φαίνεται ἢ καπνῶδες τῇ χροιᾷ ἢ ὑπόχολον καὶ τοῦτο σφόδρα ὀλίγον καὶ λεπτόν· οὕτω γὰρ ἔστι τὴν διὰ θερμὴν δυσκρασίαν βῆχα ἀπὸ τῶν παρόντων σημείων διαγινώσκειν. οὐδὲν δὲ ἧττον καὶ ἀπὸ τῶν προηγησαμένων ἐξ ἐγκαύσεως, ὡς ἐπὶ τὸ πολὺ, καὶ θερμῶν βαλανείων καὶ διαίτης θερμῆς καὶ ἐπιθυμιῶν μᾶλλον ἢ φροντίδος τοῦτο συνέβη γενέσθαι.

`2.149`

Περὶ βηχὸς διὰ ψυχρὰν δυσκρασίαν γινομένης.

Ὅσοι δὲ βήσσουσι διὰ ψυχρὰν δυσκρασίαν ἐν τῷ θώρακι διὰ ψυχρὰν ποιότητα, μᾶλλον ὠχρότεροί εἰσιν οὗτοι τὰ περὶ τὸ πρόσωπον καὶ τὴν κεφαλήν. καὶ οὔτε διψώδεις εἰσὶν οὔτε ἁλμυρὸν ἀναπτύουσι. καὶ βλάπτονται μὲν ὑπὸ τῶν ψυχόντων, ὀνίνανται δὲ ὑπὸ τῶν θερμαινόντων, καὶ ὀξίδος μᾶλλον ἢ πικρίας, ὡς ἐπὶ τὸ πολὺ, αἰσθάνονται. καὶ προηγεῖται μᾶλλον τούτοις ψῦξις ἢ ἔγκαυσις καὶ λουτρῶν ἀκαίρων καὶ πομάτων καὶ ἐδεσμάτων ψυχρῶν χρῆσις. οὕτω μὲν αἱ διὰ ψυχρὰν αἰτίαν ἢ θερμὴν διαγινώσκονται βῆχες.

Περὶ βηχὸς διὰ ξηρὰν ἢ ὑγρὰν δυσκρασίαν γινομένης.

Αἱ δὲ κατὰ ξηρότητα ἢ ὑγρότητα δυσκρασίαι ταῖς δραστικαῖς ὡσαύτως διαγινώσκονται ποιότησι. διαφέρουσι δὲ τοῦ μᾶλλον τὰς δραστικὰς ἔχειν ἐναργέστατα σημεῖα, τὰς δὲ ὑλικὰς ἀμυδρότερα. καὶ οὐ χρὴ ταὐτὰ πάλιν λέγειν. αἱ δὲ κατʼ ἐπίρρυτον ὕλην ἐπιγινόμεναι βῆχες αὐτῷ τῷ ἀναπτύεσθαι πλῆθος εὔδηλοι ἢ καὶ φανεραὶ τυγχάνουσιν, ὅτι κατὰ ῥευματισμὸν ἐξ ἑτέρων ἐπιπεμπόντων τὴν γένεσιν ἔχουσιν. ὅθεν δὲ καὶ ἐξ ὁποίων ἐπιπέμπονται μορίων, κἀνταῦθα διορίζεσθαι δεῖ καὶ προσέχειν, εἴτε ἐκ τῆς κεφαλῆς ἐπιρρεῖ τὸ κινοῦν τὴν βῆχα εἴτε καὶ ἐξ ἑτέρων καὶ ποῖα· καὶ γὰρ ὁ πνεύμων ἀδικεῖται πολλάκις· πρῶτος γάρ ἐστιν, εἶτα ὁ θώραξ ἢ πλευρὸν ἢ τὸ διάφραγμα ἢ ἄλλο τι μόριον. εἴπωμεν οὖν καὶ τούτων τὰς κατὰ μέρος διαγνώσεις, ἅμα δὲ καὶ τὰς θεραπείας, ὡς πανταχόθεν ἀπαράλειπτον εἶναι τὸν περὶ τῆς βηχὸς λόγον καὶ μᾶλλον εὑρίσκειν ἅπαν εὐχερῶς τὸν εἰς θεραπείαν ἐπειγόμενον ἰατρόν.

Διάγνωσις, ὅτι ἐκ τῆς κεφαλῆς ἐπιρρεῖ.

Εἰ μὲν οὖν ἐκ τῆς κεφαλῆς εἴη τὸ ἐπιρρέον, ἀνάγκη κατὰ τὴν σταφυλὴν ἢ τὴν τραχεῖαν ἀρτηρίαν ἐρεθισμόν τινα γίνεσθαι.

`2.151`

κεφ. βʹ.

Φλεγμονῆς ἐν τῷ πνεύμονι σημείωσις.

Δύσπνοιαι δὲ καὶ πυρετὸς ὀξὺς ἐπιφερόμενος, ἔσθʼ ὅτε δὲ καὶ γλῶττα τραχεῖα καὶ μῆλα ἐρυθρὰ καὶ βάρους συναίσθησις καὶ πρὸς τούτοις, εἰ καὶ μηδὲν ἄξιον ἀναπτύεται δυσπνοούντων αὐτῶν, φλεγμονὴν ἐξ ἀνάγκης ἐκ πάντων τούτων ὑποπτεύειν ἡμᾶς περὶ τὸν πνεύμονα γεγενῆσθαι προσήκει. εἰ δὲ καὶ δίψῃ σφοδρᾷ συνέχοιτο πρὸς τοῖς σημείοις τούτοις καὶ θέρμης αἴσθησις αὐτῷ γίνοιτο πολλὴ περὶ τὸν θώρακα, ὥστε ψυχρὸν ἐπιθυμεῖν ἀέρα ἀναπνεῖν, ἔτι καὶ μᾶλλον ὑπονοεῖν δεῖ ζέουσαν εἶναι τὴν φλεγμονὴν περὶ τὸν πνεύμονα. εἰ δὲ χολῶδες ἀναπτύοιτο, μὴ πάνυ δὲ βάρους ἢ στενοχωρίας συναίσθησις γίνοιτο, ἀλλὰ μᾶλλον θέρμης, ἐρυσίπελας εἶναι σαφῶς ἐν τῷ πνεύμονι γίνωσκε. δῆλον μέν ἐστι τὸ πῦον καὶ ἐξ αὐτῆς τῆς χροιᾶς μόνης καὶ ἐξ ἄλλων δὲ σημείων, ἐξ ὧν ἐμάθομεν πῦον διαγινώσκειν, καὶ ἀπὸ τῆς ὀσμῆς τῆς ἀπὸ τῆς καύσεως γινομένης καὶ τοῦ διαλύεσθαι βαλλόμενον ἐν ὕδατι καὶ μὴ ὑφιζάνειν, ὥσπερ τὸ φλέγμα καὶ ὁ ὠμὸς χυμός. εἰ μὲν οὖν περὶ τὸν θώρακα, δῆλον ἐκ πολλῶν μὲν καὶ ἄλλων, ἔτι δὲ καὶ ἐκ τοῦ βάρους συναίσθησιν γίνεσθαι περὶ τὸ τῶν στέρνων μέρος καὶ περιρρέοντος αὐτοῦ ἐν ταῖς ἀθρόαις μεταστροφαῖς καὶ ψοφοῦντος ἀκούειν πολλάκις. ταῦτα μὲν οὖν ἱκανὰ παραστῆσαι τὸ περιέχεσθαι ἐν τῷ θώρακι πῦον. εἰ δὲ πρὸς τοῖς εἰρημένοις προηγήσαιτο μὲν πλευρῖτις, μηδὲν δʼ ἀξιόλογον ἀνεπτύσθη, τὸ δὲ πτυόμενον βιαίως γινόμενον, δῆλον ὅτι ὁμολογούμενον πῦόν ἐστι τὸ περιεχόμενον ἐν τῷ θώρακι.

κεφ. γʹ.

Περὶ φύματος ἐν τῷ πνεύμονι συστάντος.

`2.153`

Εἴπερ εἴη φῦμα μὴ μελετηθὲν ἐν τῷ πνεύμονι, ἔσται μὲν πάντως στενοχωρία καὶ δύσπνοια ποτὲ μὲν ἀθρόως συμβαίνουσα, ποτὲ δὲ τὰ συνήθη πράττοντος αὐτοῦ δυναμένου κατὰ μικρὸν αὐξανομένη. καὶ οὔτε ἀναπτύουσιν οὐδὲν οὐδὲ ψόφον τινὰ οὐδὲ κέρχνον ὑπομένουσιν· οὔτε γὰρ συμβῆναι δυνήσεται ἔτι ἀπέπτου καὶ μηδέπω ἀποβεβλημένου τοῦ φλέγματος.

κεφ. δʹ.

Περὶ γλίσχρων χυμῶν καὶ παχέων περιεχομένων ἐν τῷ πνεύμονι.

`2.155`

Ὁπηνίκα δὲ ἀθρόως ὁ κάμνων αἴσθηται στενοχωρίας ἐκτὸς ὀχλήσεως πυρετοῦ καὶ δίψης πολλῆς, ἔχῃ δέ τινα κέρχνον μετὰ βηχὸς, ἔσθʼ ὅτε δὲ καὶ ἀναγωγὴν ὑγροῦ, δῆλον, ὡς παχὺ καὶ γλίσχρον ἐστὶ τὸ περιεχόμενον ἐν τῷ πνεύμονι καὶ συρρεῦσαν ἐκ τῆς κεφαλῆς ἢ ἐξ ἄλλου τινὸς μορίου. ἔσται δέ σοι φανερὸν εἰς διάγνωσιν καὶ ἐκ τοῦ περὶ τὴν σταφυλὴν ἐρεθισμὸν καὶ γαργαρισμὸν προηγήσασθαί τινα, τὴν κεφαλὴν αἰτίαν εἶναι τῆς ἐπιρρεούσης ὕλης τῷ θώρακι. ταῦτα ἀρκεῖ πρὸς τὸ διαγινώσκειν τὰς διαφόρους ἰδέας τῆς βηχὸς καὶ ὅσα κατὰ θώρακα ἢ πνεύμονα πάθη συνίστανται. εἰσὶ δὲ καὶ ἄλλα, περὶ ὧν ὕστερον λεχθήσεται, ἔνθα καὶ περὶ ἑλκώσεως καὶ ῥήξεως καὶ διαβρώσεως ἀναγκαζόμεθα γράφειν. ὃ δὲ ἐγὼ ἐθεασάμην, ἀναγκαῖον ἐνόμισα μὴ σιωπῆσαι, ἀλλὰ καὶ ὑμῖν ἐκθέσθαι· ἔδοξε γὰρ ἐμοὶ ξένον εἶναι καὶ θαυμαστόν. ἔπτυσέ τις ἀνὴρ λίθον τὴν ἰδέαν ἀκριβῶς, οὐχὶ παχὺν χυμὸν καὶ γλίσχρον, ἀλλʼ ὄντως λίθον, οὐ τραχὺν, ἀλλὰ καὶ πάνυ λεῖον καὶ σκληρὸν καὶ ἀντίτυπον, ὥστε καὶ κτύπον ποιεῖν ῥιπτόμενον τῇ γῇ. οὗτος ὁ ἀνὴρ πολὺν χρόνον ὀχληθεὶς ὑπὸ τῆς βηχὸς οὐκ ἠδυνήθη τοῦ βήσσειν ἰσχυρῶς ἀπαλλαγῆναι, ἕως ὅτου τὸν λίθον ἀνέπτυσεν. ἐχρώμην δὲ καὶ διαίτῃ εὐκράτῳ καὶ ὑγραινούσῃ καὶ μᾶλλον ψυχούσῃ μετρίως· ἦν γὰρ καὶ φροντιστικὸς καὶ λεπτὸς τὴν ἕξιν, ὥστε καὶ ἐοικέναι αὐτὸν τοῖς φθινώδεσι. καὶ εἰ μὴ τούτοις ἐχρησάμην, οἶμαι, ὅτι ἂν ἀπώλετο παραπλησίως τοῖς φθόην νοσήσασι. μέμνηται δὲ καὶ ὁ θειότατος Γαληνὸς οὐ λίθον ἀναπτύσαντός τινος, ἀλλὰ χαλαζίοις παραπλήσια καὶ ἄλλων τινῶν ἀναπτυσάντων ἐοικότα χολῇ τὴν χροιάν. καὶ θαυμάζω, πῶς αὐτὸς οὐδενὶ τῶν ἐμψυχόντων ἠδυνήθη χρήσασθαι, ἀλλὰ ταῦτα μὲν ἔφυγεν. ἐχρήσατο δὲ μᾶλλον τῇ θερμαινούσῃ ἀγωγῇ—«τήν τε γὰρ Μιθριδάτειον αὐτοῖς παρεῖχον», ὡς αὐτός φησι, «καὶ τὴν ἀθανασίαν καὶ τὴν ἔτι μᾶλλον ξηραίνειν δυναμένην θηριακήν»—καὶ πάσαις ταῖς ἄλλαις ἀντιδότοις ταῖς πρὸς τοὺς ἀσθματικοὺς ἀναγεγραμμέναις διὰ δριμέων τινῶν καὶ λεπτυνόντων συγκειμέναις φαρμάκων. οὐ μόνον ἐφʼ ἑνὸς ἀνδρὸς, ἀλλὰ καὶ ἐπὶ πλειόνων ἑωρακέναι αὐτά φησιν· οὐδένα δὲ δυνηθῆναι τῶν τὰ τοιαῦτα παθόντων, ἐκφυγεῖν τὸν θάνατον, ἀλλὰ πάντας ἀπολέσθαι ὀλίγῳ πλείονα χρόνον ἢ ἐλάττονα διαρκέσαι δυνηθέντας. ἀλλʼ ὄντως ἀληθές ἐστιν ἐκεῖνο τὸ λεχθὲν ὑπὸ αὐτοῦ περὶ Ἀρχιγένους· «χαλεπὸν γὰρ ἄνθρωπον ὄντα μὴ καὶ διαμαρτάνειν ἐν πολλοῖς, τὰ μὲν ὅλως ἀγνοήσαντα, τὰ δὲ κακῶς κρίναντα, τὰ δὲ καὶ ἀμελεστέρως γράψαντα.» καὶ ταῦτα δὲ λέγειν οὐκ ἂν ἐτόλμησα περὶ τηλικούτου ἀνδρὸς εἰς σοφίαν, εἰ μὴ τό τε ἀληθὲς αὐτὸ θαρρῆσαί με προετρέψατο καὶ τὸ σιωπῆσαι πάλιν ἀσεβὲς ἐνόμισα· καταλαμβάνων γὰρ ἰατρὸς τὸ δοκοῦν αὑτῷ καὶ μὴ λέγων ἀδικεῖ τὰ μεγάλα καὶ ἀσεβεῖ καὶ μεγάλῳ πταίσματι περιβάλλων ἑαυτὸν ἑκὼν λανθάνει. ἀλλʼ ἐκεῖνο δεῖ πράττειν, ὅπερ, φησίν, Ἀριστοτέλης εἴρηκε· «φίλος μὲν ὁ Πλάτων, φίλη δὲ καὶ ἡ ἀλήθεια, δυοῖν δὲ προκειμένων προκριτέον τὴν ἀλήθειαν». πρὸς δὲ τὸ εὐχερῶς εὑρίσκειν τὰς κατὰ μέρος ὕλας τῶν βηχικῶν βοηθημάτων καὶ ἁρμόζειν δύνασθαι πρὸς τὴν ὑπὸ τῆς διαγνώσεως ὑπαγορευομένην διάθεσιν, ἀκόλουθον ἐνόμισα μετὰ τὰς διαγνώσεις καὶ τὴν καθόλου ἀγωγὴν καὶ τὰς διαφορὰς ὑμῖν ἐκθέσθαι τῶν βοηθημάτων μετὰ τῆς ἀκριβοῦς αὐτῶν συσταθμίας, ὥστε μὴ παρʼ ἑτέρου δεῖσθαι μανθάνειν, ἀλλʼ ἐντεῦθεν ἀναλέγεσθαι τὸ ζητούμενον.

`2.157`

Βηχικὰ, οἷς δεῖ κεχρῆσθαι.

Ἐφʼ ὧν λεπτόν ἐστι καὶ δριμὺ τὸ ἐπιρρέον καὶ ὁ θώραξ οὐκ ἔστιν ἔχων περιττώματος πλῆθος, στύρακα καὶ σμύρναν καὶ ὄπιον μέλιτι ἀπηφρισμένῳ καὶ οἴνῳ ἀναλαβὼν χρῶ. ποίει καὶ καταπότια ὀροβιαῖα καὶ χρῶ εἰς νύκτα, διδοὺς κοκκία βʹ ἢ γʹ ἢ αʹ πρὸς τὴν δύναμιν ἀεὶ ἀποβλέπων· πάνυ γάρ ἐστι συμμέτρως διδόμενα, κάλλιστα καὶ ὠφελιμώτατα καὶ παλαιὰς βῆχας ὑπὸ λεπτοῦ ῥεύματος γινομένας ἰώμενα.

Ἄλλο· Ὀποῦ μήκωνος, σμύρνης, χαλβάνης ἴσα μέλιτι ἀναλαβὼν χρῶ.

Ἄλλο· Χαλβάνης, καστορίου, ὀπίου, πεπέρεως ἴσα κόψας ταῦτα ἀναλάμβανε καὶ ποίει καταπότια καὶ χρῶ ὡσαύτως, ἐφʼ ὧν μὴ πάνυ λεπτόν ἐστι τὸ ἐπιρρέον, ἀλλὰ καὶ περιττώματα φαίνεται περιέχων ὁ θώραξ καὶ οὐ πάνυ χρεία ἐστὶ τοῦ ναρκῶσαι.

Ἄλλο.

Στύρακος . . . . . οὐγ. αʹ ὀπίου . . . . . . οὐγ. αʹ χαλβάνης . . . . . οὐγ. 𐅶ʹʹ θείου . . . . . . οὐγ. 𐅶ʹʹ τερεβινθίνης . . . . . οὐγ. 𐅶ʹʹ. ποίει καταπότια καὶ ὡσαύτως χρῶ.

`2.159–2.161`

Ἄλλο βηχικὸν, ἐφʼ ὧν ἐστι καὶ τὸ ἐπιρρέον δριμὺ καὶ ὁ θώραξ δεῖται συμμέτρου ἀνακαθάρσεως· στροβίλων . . . . . οὐγ. αʹ φοινίκων τῆς σαρκὸς . . οὐγγ. βʹ ἴρεως . . . . . . οὐγγ. αʹ 𐅶ʹʹ ἀμυγδάλων γλυκέων . . οὐγγ. βʹ τραγακάνθης . . . . οὐγ. αʹ μέλιτι Ἀττικῷ ἀναλάμβανε καὶ χρῶ διδοὺς κοχλιάριον.

Ἄλλο.

Ῥόδων χλωρῶν . . . δραχ. ηʹ στροβίλων . . . . . δραχ. αʹ τερεβινθίνης . . . . δραχ. αʹ σταφίδων γλυκέων . . δραχ. δʹ μέλιτος τὸ ἀρκοῦν.

Ἄλλο πρὸς τὸ πάνυ λεπτὸν καὶ δριμὺ ῥεῦμα.

Ὑοσκυάμου σπέρματος . δραχ. βʹ ἐν ἄλλῳ . . . . δραχ. ιβʹ στροβίλων . . . . . δραχ. ιβʹ κρόκου . . . . . . δραχ. εʹ ἑψήματι γλυκεῖ ἀναλάμβανε καὶ ποίει ὀροβιαῖα καὶ δίδου εἰς νύκτα.

Ἄλλο ποιοῦν ἐπὶ μικτῆς διαθέσεως, καλεῖται δὲ ὑγεία.

Ἄμμεως . . . . . οὐγ. αʹ ἀνίσου . . . . . . οὐγγ. αʹ 𐅶ʹʹ ὀπίου . . . . . . δραχ. εʹ τραγακάνθης . . . . δραχ. δʹ στροβίλων πεφρυγμένων . δραχ. δʹ. τὰ ξηρὰ λείου καὶ μίσγε μετὰ τραγακάνθης. προβρέχειν δὲ τὴν τραγάκανθαν εἰς ὕδωρ καὶ τὸ ὄπιον, εἶτα λειώσαντα καὶ μίξαντα ἀναπλάττειν τροχίσκους ἄγοντας ἀνὰ δραχ. αʹ καὶ ξηράναντα ἐν σκιᾷ οὕτω διδόναι μετὰ μελικράτου.

Βηχικὸν ἄλλο.

Στύρακος . . . . . οὐγ. αʹ κρόκου . . . . . . οὐγ. αʹ χαλβάνης . . . . . οὐγ. αʹ ὀπίου . . . . . . οὐγ. αʹ στροβιλίων . . . . οὐγγ. βʹ ἐν ἄλλῳ . . . . οὐγγ. θʹ. ποίει καταπότια κυάμου τὸ μέγεθος ἔχοντα Αἰγυπτίου καὶ δίδου κόκκον αʹ εἰς νύκτα, καὶ μετὰ μίαν δὲ ἄλλο ἓν, εἰ ἄρα χρεία· οὕτω γὰρ ἰσχυρὸν καὶ ὠφελιμώτατον πρὸς τὰ δριμέα καὶ ῥυπαρὰ ῥεύματα, ὥστε πολλοὺς οἶδα ἀπὸ μιᾶς ἰαθέντας, καίτοι πολὺν χρόνον ῥευματισθέντας. καὶ οὐ δεῖ τὸ βοήθημα τοῦτο διδόναι, εἰ μὴ μόνον τοῖς ἀγαθοῖς καὶ τὴν τέχνην ἀσκοῦσιν ἐμφρόνως.

Ἄλλο πρὸς πλείονα ποιοῦν.

Σμύρνης τρωγλοδύτιδος . . . . δραχ. ζʹ ἐν ἄλλῳ . . . . . . . δραχ. ιʹ ὑοσκυάμου . . . . . . . . δραχ. δʹ ὀπίου . . . . . . . . . δραχ. δʹ κυνογλώσσου τῆς βοτάνης τοῦ φλοιοῦ δραχ. δʹ 𐅶ʹʹ. τὸν φλοιὸν ξήρανον ἐν ἡλίῳ καλῶς καὶ μίγνυε μετὰ τῶν λοιπῶν, τὸ δὲ ὄπιον ὕδατι ἀπόβρεχε καὶ ποίει τροχίσκους καὶ δίδου πρὸς δύναμιν. ποιεῖ δὲ καὶ πρὸς αἱμοπτοϊκοὺς καὶ ὀδόντας ῥευματιζομένους καὶ πρὸς στραγγουρίαν καὶ κύστιν ἀλγοῦντας καὶ καθόλου ἐπὶ τῶν ῥευματιζομένων σφόδρα καὶ κωλικῶν καὶ σπληνικῶν.

Ἄλλο βηχικὸν τὸ μυστήριον καλούμενον.

`2.163`

Κρόκου, καστορίου, ὑοσκυάμου σπέρματος, ὀπίου, στύρακος ἀνὰ δραχ. δʹ μέλιτι ἀναλαβὼν χρῶ. κάλλιον δὲ γίνεται, ἀντὶ τῶν τεσσάρων ἐὰν δύο μίξῃς τοῦ ὑοσκυάμου. ποιεῖ δὲ καὶ κοιλιακοῖς· κωλύει γὰρ τοὺς συνεχεῖς ῥευματισμούς.

Πρὸς βῆχας, ἐφʼ ὧν πολὺ καὶ δριμὺ τὸ ἐπιρρέον· ποιεῖ δὲ καὶ πρὸς τὸ μὴ

ἐκχολοῦσθαι.

Γλυκυρρίζης κεκαθαρμένης καλῶς καὶ πεπλυμένης . . . . . . οὐγγ. γʹ 𐅶ʹʹ τραγακάνθης . . . . . . . . οὐγγ. γʹ χυλοῦ γλυκυρρίζης . . . . . . οὐγ. αʹ ἀμύλου . . . . . . . . . οὐγγ. γʹ χυλοῦ θρίδακος . . . . . . ξεστ. ζʹ. βάλλε τε τρεῖς ἥμισυ οὐγ. τῆς γλυκυρρίζης εἰς χύτραν καὶ ὕδατος καθαροῦ ξεστ. ζʹ καὶ ἕψε, ἕως ἂν ἀποτριτωθῇ· εἶτα ἐάσας ψυγῆναι ἐπίβαλλε ἀπὸ τοῦ ὕδατος εἰς μέγα καθαρὰν πατέλλην καὶ οὕτω τὰς οὐγγ. γʹ τῆς τραγακάνθης καὶ ποίει αὐτὰς ἑψηθῆναι ἕως πρωῒ καὶ βαλὼν εἰς θυΐαν καθαρὰν καὶ προσθεὶς τὸν χυλὸν τῆς γλυκυρρίζης καὶ τῆς θριδακίνης, κόψας καὶ σινιάσας ἕωθεν τὰ ἀμφότερα μίσγε. εἶτʼ εἰ γίνεται παχύτερον, προστίθει χρυσαττικὸν καὶ μάλασσε, ἕως οὗ γένηται μέλιτος πάχος, καὶ δίδου νήστει κοχλιάρια γʹ θαρρῶν, εἴτʼ ἀπὸ ξηρότητος εἴτʼ ἀπʼ ἄλλου τινός ἐστι τὸ αἴτιον. τοῦτο τὸ φάρμακον Ἰακώβου τοῦ ψυχρηστοῦ ὀνομάζουσι, μεγάλου ἀνδρὸς καὶ θεοφιλεστάτου περὶ τὴν τέχνην γενομένου. ἐκαλεῖτο δὲ ψυχρηστὸς, ὅτι ὑγραινούσῃ τροφῇ ἐκέχρητο. καὶ τοῦτο ποιεῖν ἐφαίνετο, ἐπειδὴ τοὺς πολλοὺς ἑώρα τῶν ἀνθρώπων φιλοπράγμονας ὄντας καὶ φιλαργύρους καὶ ἀεὶ ἐν λύπαις καὶ φροντίσιν ὅλον αὑτῶν ζῶντας τὸν βίον. τοσαῦτα περὶ τῶν ὑπὸ λεπτοῦ ῥεύματος καὶ δριμέος ὀχλουμένων καὶ διὰ τοῦτο βησσόντων. εἰσὶ δὲ καὶ ἄλλα πολλὰ καὶ τῷ θειοτάτῳ Γαληνῷ καὶ τοῖς ἄλλοις ἀναγεγραμμένα, ἀλλʼ ἀρκεῖν ἐνομίσαμεν μὴ πλῆθος ἐκτίθεσθαι, ἀλλʼ ὅσα δόκιμα διὰ πολλῆς πείρας εἰσὶν ἡμῖν εὑρημένα. ἡ οὖν διὰ κωδειῶν ἀντίδοτος καλουμένη οὐδενὸς ἧττον ὠφελεῖν οἶδε τοὺς ὑπὸ δριμέων καὶ λεπτῶν ὀχλουμένους ῥευμάτων. ἀναγκαῖον οὖν ἐνόμισα καὶ ταύτης ἐκθέσθαι τὴν γραφήν.

Ἡ διὰ κωδειῶν, ὡς ὁ θειότατος Γαληνὸς ἐσκεύασεν αὐτήν.

`2.165–2.167`

Ἐμβαλὼν εἰς ἕνα ξεστ. τοῦ ὕδατος κωδείας ιʹ, ἐν ἄλλῳ ιεʹ, πρόβρεχε αὐτὰς, ἐὰν μὲν ὦσι μαλακώτεραι, ἄχρι πρώτης ἡμέρας καὶ νυκτὸς, εἰ δὲ σκληρότεραι καὶ ξηραὶ τυγχάνουσιν οὖσαι, πλείονα χρόνον τῆς πρώτης ἡμέρας. ἄμεινον δʼ ἐστὶ τὰς μήπω σκληρὰς λαμβάνειν. εὔδηλον δὲ, ὅτι καὶ τὰς πάνυ ὑγρὰς ἀποβάλλειν δεῖ· αἱ μὲν γὰρ ξηρότεραι τὸν χυλὸν ὀλίγον ἔχουσιν, αἱ δὲ ὑγρότεραι πολὺν μὲν, ἀλλὰ ἄπεπτον καὶ ὑδατώδη καὶ ἄτονον, διὸ καὶ τὰς ἐξ ὑγρῶν λίαν χωρίων παραιτεῖσθαι δεῖ. τῆς δὲ ἑψήσεως ὅρος ἔστω σοι, μὴ τὸ τρίτον ἢ τὸ τέταρτον ἢ ὅλως τοιοῦτόν τι μόριον ἀπολειφθῆναι τοῦ ὕδατος, ἀλλʼ ὅταν ὅλαι πρῶτον τακεραὶ γένωνται, δεῖ τὸν χυλὸν ἐκθλίβειν καὶ μὴ ἐπὶ πλέον ἕψειν καὶ οὕτω μιγνύναι αὐτῷ μέλιτος μέρος ἥμισυ καὶ ἕψεσθαι ἐπʼ ἀκάπνου πυρὸς ἄχρι συστάσεως Ἀττικοῦ μέλιτος, ποιεῖσθαι δὲ τὴν ἕψησιν ἐν ὀμβρίῳ ὕδατι ἢ πηγαίῳ. ἡ χρῆσις δὲ αὐτοῦ τοῖς ὕπνου δεομένοις ἐστὶν ἐπιτήδειος, οἷς καὶ τὰ διʼ ὀπίου σκευαζόμενα πολλάκις ἀναγκαζόμεθα διδόναι. χρῄζουσι δὲ τοιούτων μάλιστα φαρμάκων, οἷς ἀπὸ τῆς κεφαλῆς ἐπὶ τὴν τραχεῖαν καταρρεῖ ῥεῦμα λεπτὸν οὐκ ἐπιτρέπον κοιμᾶσθαι διὰ τὰς ἑπομένας βῆχας. ἐπὶ τούτων ἐγὼ τὴν σκευασίαν τοῦ φαρμάκου διʼ ἑψήματος εἴωθα ποιεῖν. αὐτάρκης δὲ ἡ ἕψησις εἰς τὰ τοιαῦτά ἐστιν, ὅταν εἰς τὸ ἥμισυ τοῦ ὕδατος ἑψηθῶσιν αἱ κώδειαι. καὶ διὰ τοῦ γλυκέος Θηβαίου τε καὶ Κρητικοῦ κάλλιον ἤπερ διὰ μέλιτος ἑψεῖν, ὅταν ᾖ ῥεῦμα πάνυ λεπτόν· λεπτυντικῆς γὰρ δυνάμεως τὸ μέλι ἐστί. καὶ ἔστι φυγεῖν αὐτὸ τηνικαῦτα τοὺς λεπτοὺς ἐπιτεῖνον κατάρρους, μιγνύναι δὲ ἑψομένῳ τῷ φαρμάκῳ καὶ γλυκυρρίζης ῥίζαν, ὥστε συνέψεσθαι, μὴ παρούσης δὲ ἐκείνης τὸν ἀπὸ τῆς Κρήτης κομιζόμενον χυλόν. ἐὰν δὲ περιέχηται πλῆθος ἐν τῷ θώρακι ἐκ τῆς κεφαλῆς συρρεῦσαν, ἡ διὰ τοῦ μέλιτος σκευασία βελτίων· ὡς γὰρ ὕπνου χρῄζουσιν, οὕτω καὶ τοῦ ἀναπτύειν, ὅπερ διὰ τοῦ μέλιτος γίνεται. πρὸς τὸ κατεπεῖγον οὖν ἐνιστάμενος εἰς ὕπνον τρεπομένου τοῦ κάμνοντος ἤτοι τοῦ διὰ μέλιτος ἢ τοῦ χωρὶς τούτου σκευασθέντος δώσεις τοῦ φαρμάκου, ἐνίοτε μιγνύειν ἄμφω σκοπὸν ἔχων κατὰ τὴν μῖξιν ἐμβαλεῖν πλέον θατέρου πρὸς τὸ κατεπεῖγον. ἡ δὲ σύμμετρος δόσις ἔστω σοι δυοῖν κοχλιαρίοιν ἀξιόλογον τὸ μέτρον. αὐξήσεις τε αὐτὴν ὡς πρὸς τὸ τοῦ νοσήματος μέγεθος, ᾧ προσφέρεις, καὶ τὴν ἡλικίαν καὶ τὴν ὥραν τοῦ ἔτους καὶ τὸ χωρίον ἀφορῶν· εἰ μὲν γὰρ ἐπὶ τὸ ψυχρότερον ῥέπουσι, δώσεις ἐλάχιστον, εἰ δʼ ἐπὶ τὸ θερμότερον, πλέον. πρὸς δὲ τὸ τοῦ κατάρρου ποσόν τε καὶ ποιὸν ἀποβλέπων ἢ πλέον ἢ ἔλαττον δώσεις. εὔδηλον δʼ ὑπάρχει· κοινὸν γὰρ τοῦτο ἐπὶ πάντων. τοσαῦτα καὶ περὶ τῆς διὰ κωδειῶν ἡμῖν εἰρήσθω. ποιεῖ δὲ καὶ εἰς ἄλλα πολλά· ἐπὶ γὰρ καυσουμένοις ἐμπυρέτοις καὶ διψῶσιν ἀμέτρως καὶ ἀγρυπνοῦσι καὶ ἱδροῦσιν ἐπί τε λεπτοῖς καὶ δριμέσι χυμοῖς, ὡς κινδυνεύειν συγκοπῆναι, καὶ ἐρυσίπελας ἔχουσιν ἐν τῷ θώρακι, καὶ σκοτουμένοις δὲ ἐπὶ θερμοῖς ἀτμοῖς ἀναδιδομένοις ἐκ τῆς γαστρὸς ἢ ἐκ τῆς καρδίας ἢ ἐξ ἥπατος καὶ ῥευματιζομένοις τὰ οὖλα ἐκ δριμέων χυμῶν καὶ φάρυγγα καὶ παρίσθμια κάλλιστον βοήθημα καὶ ὀδοῦσιν ἀλγοῦσι, προσέτι δὲ καὶ ὀφθαλμιῶσι σφοδρῶς καὶ σφακελιζομένοις καὶ ὀδυνωμένοις καὶ ἀγρυπνοῦσι καὶ ῥευματιζομένοις. καὶ λεπτοῦ καὶ δριμέος φερομένου τοῦ ῥεύματος ἀγαθόν σοι βοήθημα παρεχόμενον πρὸς τὴν δύναμιν· ἱκανῶς γὰρ ἀναγαργαριζόμενον ποιεῖ πρὸς πολλὰ, ὧν τὸν ἀριθμὸν μεμνῆσθαι δυσχερὲς, ἀλλʼ ἀρκεῖ τό γε τοσοῦτον γινώσκειν, ὅτι ἐπὶ πάσης δυσκρασίας θερμῆς συμμέτρως καὶ δεόντως διδομένη, ὥσπερ καὶ ἄλλο τι, βοηθεῖν ὀξύτατα δύναται, ὥσπερ καὶ ἀναιρεῖν πολλάκις ἀσθενεῖ πάνυ δυνάμει ἐπιδοθεῖσα, καὶ ἐφʼ ὧν πλῆθος περιττωμάτων ἐν τῷ θώρακι περιέχεται. διὸ δεῖ μετὰ πολλῆς ἀκριβείας καὶ διαγνώσεως αὐτὴν ἐπιδιδόναι. κάλλιον δʼ ἐστὶν, ἐφʼ ὧν ὑπόνοια τοιαύτη εἴη, οἷον πλήθους ἕνεκεν ἢ ἀσθενείας, μήτε πολλὴν ἐπιδιδόναι τὴν δόσιν μήτε καθʼ ἑαυτήν· καὶ γὰρ εἰ παρʼ αὐτὰ δόξειε τὴν βῆχα παρηγορεῖν καὶ ὕπνον ἐπιφέρειν, ἀλλʼ οὖν ἐπιτείνει τὴν στενοχωρίαν τοῦ θώρακος, ὡς πολλοὺς ἀγχόνης δίκην ἀπολέσθαι. διὸ κάλλιόν ἐστιν ἔλαττον ἀεὶ σπουδάζειν διδόναι καὶ προσέτι μιγνύειν τῶν λεπτυνόντων ἢ ῥυπτόντων, οἷον ὀξυμέλιτος ἢ τοῦ διὰ πρασίου, καὶ τότε μάλιστα ἐφʼ ὧν οὐ λεπτόν ἐστι, ὡς εἴρηται, καὶ δριμὺ τὸ ἐπιρρέον· εἰ γάρ τι τοιοῦτον εἴη, οὐδὲν βλάψεις, καθʼ αὑτὴν εἴπερ δώσεις τὴν ἀντίδοτον· παχύνει γὰρ μετρίως τὰ λεπτὰ καὶ ἐπικιρνᾷ καὶ παύει τὴν ἐξ αὐτῶν γινομένην ὀδύνην.

`2.169`

Πῶς χρὴ διαιτᾶν τοὺς ἐπὶ λεπτῷ καὶ δριμεῖ ῥεύματι βήσσοντας.

`2.171`

Δεῖ δὲ τοῖς ἐπὶ λεπτῷ καὶ δριμεῖ ῥευματιζομένοις τὸν θώρακα πτισάνην ἐπιδιδόναι καὶ τὰς λεκύθους τῶν ὠῶν καὶ τῶν ὄρνεων τὰ ἄκρα καὶ τοὺς διδύμους τῶν ἀλεκτρυόνων καὶ τῶν ἰχθύων τοὺς σκληροσάρκους καὶ μάλιστα τὸν ἐξ αὐτῶν ἰσικὸν, ὅσον ὀρφοῦ γλαύκου τε καὶ σηπίας καὶ κήρυκος. εἰ δὲ καὶ κτένια παρείη, καὶ ταῦτα· εὑρήσεις γὰρ τὸ εὔχυμον καὶ ἐπικεραστικὸν καὶ μετρίως παχύνον μετὰ καὶ τοῦ ἡδέος ἔχουσαν τὴν τροφὴν ταύτην. καὶ λαχάνων δὲ τούτοις ἡ μαλάχη καὶ ἑφθὴ καὶ ἄνεφθός ἐστιν ἐπιτηδειοτάτη καὶ οἱ καυλοὶ τῶν θριδάκων ὁμοίως καὶ ἴντυβα· ταῦτα δὲ πλείονα διδόναι δεῖ· ἔχουσι γάρ τι καὶ ὑπόπικρον, ὅθεν μετὰ τοῦ ψύχειν καὶ ἐμφράττειν δύνανται. οὐδὲν δʼ ἄτοπον καὶ κρεῶν αὐτοὺς λαμβάνειν, οἷα βούλονται, καὶ στέρνα βοῶν τε καὶ προβάτων τὰς κοιλίας καὶ πόδας καὶ ῥύγχη καὶ τῶν χηνῶν τὰ ἄκρα καὶ τὰς κοιλίας. τῶν δʼ ὀσπρίων προτιμᾶν τὸν ἄλικα μετά τινος τῶν ὄρνεων ἢ κρεῶν καὶ τοὺς κυάμους ἑφθούς. εἰ δὲ καὶ ὁ καιρὸς ἔχει, καὶ τῶν χλωρῶν οὐδὲν ἄτοπον· καὶ γὰρ τὸ παχῦναι καὶ ἐπικεράσαι μυρίως οὗτοι δύνανται. τῶν δʼ ὀπωρῶν τὰ γλυκέα τῶν μήλων ἐπιδιδόναι καὶ μᾶλλον ἀπὸ λουτροῦ· πλέον γὰρ οὕτως ὠφελοῦσι λαμβανόμενα. τὰ δʼ ὀπτὰ κάλλιόν ἐστιν ἐπάνω τῆς τροφῆς ἐσθίειν. ἐν δὲ τοῖς τραγήμασι τὰ κάστανα τῶν ἄλλων πάντων προτιμᾶν· καὶ γὰρ, ὡς ἂν βούλοιτό τις ἐσθίειν, τὰς διαθέσεις ταύτας ὠφελοῦσι καὶ πλέον ἑφθά. φοινίκων δὲ καὶ σταφίδων, εἴπερ ἡδέως ἔχοιεν, μήτε πολλὰς μήτε πολλάκις ἐπιδιδόναι. τοὺς δὲ βλαστοὺς τῆς τήλεως, εἰ καὶ συνεχέστερον αὐτοῖς δοίης, οὐ βλάψεις μᾶλλον· τῆς γὰρ περὶ τὸν θώρακα δυσχερείας ἔχουσί τι ἀνακαθαίρειν δυνάμενον. πόματι δὲ τῷ εὐκράτῳ χρηστέον, εἰ μὲν καὶ θερμὸς εἴη ὁ κάμνων. εἰ δὲ καὶ ψυχρὸς τὴν κρᾶσιν, καὶ ψυχρὸν πίνειν αὐτοὺς ἐπιτρέπειν θαρρούντως. πρὸς δὲ τὸν οἶνον εἴπερ ἡδέως ἔχουσιν, ἐπιδίδου καὶ χρυσαττικὸν ὀλίγον καὶ Βιθυνὸν καὶ μᾶλλόν τινα τῶν γλυκέων οἴνων. λουτροῖς δὲ κεχρήσθωσαν, ὡς ἐνδέχεται, χλιαρωτάτοις καὶ κατὰ τῆς κεφαλῆς δεχέσθωσαν σίτλας ἐκ τοῦ χλιαροῦ πλείονας καὶ ἀλειφέσθωσαν τὸ μὲν πᾶν σῶμα ὑδρελαίῳ, τὴν δὲ κεφαλὴν ῥοδίνῳ, καὶ εἰς τὴν τοῦ ψυχροῦ ὕδατος δεξαμενὴν χρονιζέσθωσαν. οὕτω γὰρ ἡμῶν πραττόντων καὶ τὸ φθάσαν ἐμπεσεῖν εἰς τὸν θώρακα ταχέως ἀναχθήσεται καὶ οὐδὲν ἄλλο τοῦ λοιποῦ ἐπιρρεύσει τῆς κεφαλῆς ἀποθεμένης τὸ παρὰ φύσιν θερμὸν, ὥστε μηκέτι τοῦ ἐπιρρέοντος ὑγροῦ καὶ ἐρεθίζοντος τὴν βῆχα ἐπιρρεῖν μετρίως παχυνθέντος.

Ὅσα τοῖς ὑπὸ παχυτέρων χυμῶν βήσσουσιν ἁρμόζει βοηθήματα.

Εἰρηκότες ἤδη περὶ τῶν ὑπὸ λεπτῶν χυμῶν ῥευματιζομένων τὸν θώρακα καὶ τὸν πνεύμονα διαλάβωμεν καὶ περὶ τῶν ὑπὸ γλίσχρων καὶ παχέων χυμῶν ὀχλουμένων τὰ ἀναπνευστικὰ μέρη. διττὴν δὲ βοηθημάτων ἔκθεσιν ὑμῖν κατὰ τὸ παρὸν ἐποιήσαμεν σύγγραμμα, μίαν μὲν ἁπλῶν τε καὶ εὐπορίστων, ἵνα τὴν φύσιν καὶ τὴν δύναμιν αὐτῶν ἀκριβῶς ἐπιστάμενοι καὶ ἡμεῖς αὐτοὶ δυνηθῶμεν συντιθέναι βοηθήματα πρὸς τὸ μέγεθος καὶ τὸ ποιὸν τῆς ὀχλούσης δυνάμεως ἁρμόζειν δυνάμενα, καὶ ἑτέραν σύνθεσιν τὴν ἐκ πολλῆς ἡμῖν δεδοκιμασμένην πείρας.

Ἁπλῶν βοηθημάτων ἔκθεσις.

`2.173`

Στρόβιλος χλωρὸς ἑψόμενος ἐν μελικράτῳ, πιτυΐδες καὶ χρυσοκόμης ἡ ῥίζα καὶ ταῦτα ἑψόμενα ὁμοίως καστορίου ἐπʼ ἀνθράκων θυμιωμένου καὶ ἑλκομένου διὰ τῆς εἰσπνοῆς· ὠφελεῖ γὰρ μάλιστα τὰ κατὰ τὸν πνεύμονα καὶ θώρακα πάθη καὶ ἐγκέφαλον καὶ ὅσα ὑγρὰ καὶ ψυχρὰ νοσήματα καὶ ναρδόσταχυς τῷ ξηραίνειν δύνασθαι κατὰ τὴν κεφαλὴν καὶ θώρακα, ἀδίαντον ἢ ἀμύγδαλα πικρὰ, γλήχων, θύμβρα, ἰσχάδες λιπαραί. τούτοις ἅπασι χρηστέον ἐπὶ τῶν ἐχόντων ἔμφραξιν εἰς τὸν θώρακα καὶ τὰ ἀναπνευστικὰ μόρια γλίσχρων χυμῶν καὶ παχέων ἐνοχλούντων. παραιτητέον δὲ, ὅσα τούτων ἰσχυροτέραν ἔχει τὴν δύναμιν· οὐ γὰρ δεῖται τὰ μόρια τταῦτα τῶν δραστικὴν ἐχόντων τὴν ἐνέργειαν, καὶ μάλιστα πῦον ἐφʼ ὧν ἀναπτύεται· τοὐναντίον γὰρ ξηραίνουσι τὰ τοιαῦτα. διὸ καὶ πάντα πολέμια τὰ διουρητικὰ ταῖς ἐκ θώρακος ἀναπτύσεσιν ἐμποδίζοντα· τοῦ γὰρ ὀρρώδους ἑλκομένου διὰ τοῦ οὔρου τὰ ἐγκείμενα περιττώματα τοῖς ἀναπνευστικοῖς μορίοις δυσανάγωγα γίνεται μᾶλλον ὑπεροπτώμενα καὶ καταξηραινόμενα. διὸ συμβουλεύω, ἐφʼ ὧν ἐστι σφήνωσις ἢ πῦον περιεχόμενον ἐν τῷ θώρακι, τμητικὸν μὲν ἐπιδιδόναι φάρμακον, ἐκκόψαι δὲ αὐτοῦ τὴν δύναμιν, ὥστε μὴ πάνυ θερμαίνειν καὶ ξηραίνειν, ἐπιμιγνύντας αὐτό τισι χυλοῖς ἢ ὑγροῖς ἄλλοις συνέψοντας ἢ κεραννύντας. καὶ μᾶλλον εἰ ὁ κάμνων ξηροτέραν τὴν κρᾶσιν καὶ τὴν ἕξιν λεπτοτέραν ἔχων φαίνοιτο, προσέτι δὲ καὶ πυρετὸς εἴη, τηνικαῦτα ὑγροτέρου χρὴ καὶ μετρίως θερμαίνοντος. τοιούτου δὲ γενομένου τοῦ συνδιδομένου βοηθήματος τὰ ἐν τοῖς ἀναπνευστικοῖς ἐγκείμενα περιττὰ πρὸς τὴν ἀναγωγὴν εὔκολα καὶ ἀνεμπόδιστα γενήσεται. διὸ τοῖς τε διʼ ὑσσώπου καὶ γλήχωνος ἢ θύμου κορύμβοις ξηρίοις ἢ καταποτίοις οὐ δεῖ κεχρῆσθαι, εἰ μὴ μόνον ἐπʼ ἐκείνων, ἐφʼ ὧν ψυχροὶ χυμοὶ καὶ γλίσχροι καὶ παχεῖς περιέχονται, καὶ προσέτι τὴν κρᾶσιν ὑγροτέραν καὶ ψυχροτέραν ὁ κάμνων φαίνοιτο ἔχων καὶ ἀδηφαγίᾳ καὶ λουτροῖς ἀκαίροις ἔμπροσθεν χρησάμενος εἴη· ἐπὶ γὰρ τῶν τοιούτων καὶ τοῖς διὰ σινήπεως καὶ ἀφρονίτρου καὶ θείου συγκειμένοις ἐχρήσαντο καὶ οἱ πρὸ ἡμῶν ἅπαντες ἰατροὶ, ὧν καὶ τὰς συνθέσεις πρὸς τὴν προκειμένην διάθεσιν ἀποβλέποντας ἀκριβῶς καὶ μάλιστα τῇ κράσει καὶ τῷ ἔθει καὶ τῇ δυνάμει τοῦ κάμνοντος δυνατὸν ἡμᾶς ἐπιτείνειν τε καὶ ἀνιέναι τοῦ βοηθήματος τὴν δύναμιν.

Σύνθετα βοηθήματα πρὸς βῆχα λεπτύνειν δυνάμενα.

`2.175`

Πρασίου χυλοῦ καὶ μέλιτος Ἀττικοῦ ἀνὰ ξεστ. αʹ ἕψε ἐν διπλώματι, ἄχρι γένηται ξεστ. αʹ, καὶ σκευάσας φύλαττε εἰς ὑέλινον ἀγγεῖον καὶ δίδου κοχλιάρια δύο πρωῒ καὶ ὀψέ. Θεραπεύει, κἂν εἴη χρονία ἡ βὴξ καὶ πῦον εἴη τὸ περιεχόμενον.

Ἄλλο.

Ναρδοστάχυος . . . . οὐγ. αʹ κρόκου . . . . . . οὐγ. αʹ πεπέρεως . . . . . οὐγ. αʹ πρασίου . . . . . οὐγ. αʹ σμύρνης . . . . . οὐγ. 𐅶ʹʹ μέλιτος . . . . . ξεστ. αʹ οἴνου . . . . . . ξεστ. αʹ. ἕψε τὸ πράσιον μετʼ οἴνου, ἕως οὗ τὸ ἥμισυ καταλειφθῇ, εἶτα τὰ λοιπὰ μίξας ἕψε, ἕως μελιτῶδες γένηται, καὶ χρῶ πρωῒ καὶ ὀψέ.

Ἀντίδοτος ἡ διὰ πρασίου ποιοῦσα βηχικοῖς, φθισικοῖς, ἐμπυϊκοῖς, ἀνορεκτοῦσιν.

`2.177`

Θαρρῶν ἐπὶ πάντων χρῶ· ἔστι γὰρ διὰ πολλῆς πείρας. ἔχει δὲ ἡ γραφὴ οὕτως· ὑσσώπου Κρητικοῦ . . γρ. ϛʹ σελίνου . . . . . οὐγγ. ϛʹ κίτρου τοῦ ἐντὸς . οὐγγ. ϛʹ καλαμίνθης . . . . οὐγγ. ϛʹ ἴρεως Ἰλλυρικῆς . . . οὐγγ. δʹ ῥόδων ξηρῶν . . . . λιτρ. αʹ 𐅶ʹʹ γλυκυρρίζης χυλοῦ . . λιτρ. αʹ 𐅶ʹʹ γλήχωνος . . . . λιτρ. αʹ κωδειῶν ἀγρίων . . . οὐγγ. ιʹ πρασίου χυλοῦ . . οὐγγ. ϛʹ φοίνικας Νικολάου . νʹ ἰσχάδας λιπαρὰς . . . κεʹ ἐν ἄλλῳ . . . . νʹ καὶ στροβίλους χλωροὺς . εʹ ἑψήματος πρωτείου . . ξεστ. αʹ μέλιτος πρωτείου . . . ξεστ. γʹ ὕδατος πηγαίου . . . ξεστ. ιϛʹ ἕψε, ἕως ἀποτριτωθῇ τὸ ὕδωρ, εἶθʼ οὕτω ῥίψας τὰ βοηθήματα πρόσβαλε τὸ μέλι καὶ τὸ ἕψημα καὶ ἕψε, ἕως μέλιτος πάχος σχῇ, καὶ ἀνελόμενος χρῶ θαρρῶν ἐπὶ τὰ εἰρημένα· πάνυ γάρ ἐστι δόκιμον καὶ δέδωκε πολλοῖς πεῖραν τὸ βοήθημα.

Βηχικὸν τὸ διʼ ὀρόβων.

Φοινίκων λιπαρῶν . δραχ. αʹ 𐅶ʹʹ ἴρεως . . . . . δραχ. αʹ κρόκου . . . . δραχ. αʹ πεπέρεως . . . δραχ. αʹ ὀρόβου . . . . δραχ. αʹ 𐅶ʹʹ μέλιτος ἀπηφρισμένου τὸ ἀρκοῦν. κόψας, σήσας ἀναλάμβανε τῷ μέλιτι καὶ δίδου νήστει κοχλιάριον αʹ. εἰ δὲ πλέον ἐνοχλεῖται, δίδου καὶ ἕτερον ἕν.

Ἄλλο· σινήπεως πεφωσμένου καὶ πεπλυμένου ἴσα μέλιτι ἀπηφρισμένῳ ἀναλάμβανε καὶ χρῶ πρὸς τὰς χρονίως κατεψυγμένας βῆχας.

Ἄλλο τῆς αὐτῆς ὑπάρχον δυνάμεως.

Σινήπεως . . . . . . γρ. ζʹ πεπέρεως κοινοῦ . . . γρ. ζʹ μέλιτος . . . . . . ξεστ. τὸ δʹ. κόπτε ταῦτα, εἶτα τὸ μέλι παστελώσας ἕνωσον καὶ ποιήσας κοκκία δίδου πρωῒ καὶ ὀψέ. ἰσχυρόν ἐστι τὸ βοήθημα καὶ κάλλιστον, ὡς θεόδοτον αὐτὸ φημισθῆναι διὰ τοῦτο.

Ἄλλο.

Κόστου . . . . . οὐγ. αʹ καρδαμώμου . . . δραχ. βʹ καστορίου . . . . δραχ. βʹ ὀποπάνακος . . . δραχ. βʹ κρόκου . . . . . χαλβάνης . . . . ἀνὰ δραχ. αʹ πεπέρεως λευκοῦ . . μέλιτος τὸ ἀρκοῦν. ἡ δόσις κυάμου Αἰγυπτίου τὸ μέγεθος μεθʼ ὕδατος. ποιεῖ τοῦτο καὶ τοῖς ἤδη πῦον ἄγειν μελετῶσιν.

Ἄλλο σφόδρα δυνάμενον θερμαίνειν ἐκ τῶν Μάγνου.

Ὀρόβων ἀλεύρου . . . . . . οὐγγ. αʹ 𐅶ʹʹ λινοσπέρμου πεφωσμένου . . . . οὐγ. αʹ γλήχωνος . . . . . . . . οὐγγ. βʹ

`2.179`

στροβίλων . . . . . . . . οὐγ. αʹ ἀλθαίας ῥίζης . . . . . . . οὐγ. αʹ ὑσσώπου . . . . . . . . . οὐγ. αʹ σταφίδων ἐκγεγιγαρτισμένων . . . οὐγγ. βʹ 𐅶ʹʹ. ἀναλάμβανε γλυκυρρίζης ἀφεψήματι καὶ χρῶ θαρρῶν καὶ ἐπὶ πυρεσσόντων.

Ἄλλο καὶ αὐτὸ ὁμοίως μέγα.

Στροβίλων . . . . . οὐγ. αʹ τραγακάνθης . . . . οὐγ. αʹ φοινίκων τῆς σαρκὸς . . οὐγ. αʹ ἴρεως . . . . . . οὐγ. αʹ . . . . . οὐγγ. βʹ ἀμυγδάλων γλυκέων . . οὐγγ. βʹ μέλιτος Ἀττικοῦ τὸ ἀρκοῦν.ἀναλάμβανε καὶ δίδου κοτύλην αʹ.

Ὑποκάπνισμα βηχικὸν τὸ διὰ τῆς λαγῴας κόπρου.

Ῥητίνης τερεβινθίνης, ἀρσενικοῦ, λαγῴας κόπρου ἴσα λαβὼν ποίει κολλούριον καὶ ὑποκάπνιζε ἄνθραξιν ἐλατίνοις καὶ τερεβινθίνοις ἐφʼ ἡμέρας γʹ, ἐὰν ἡ δύναμις ἐπιτρέπῃ καὶ ἡ διάθεσις ἐκ πάντων φανείη σοι ψυχροτάτη καὶ τὸ ἐπιρρέον ἀκριβῶς ὑπάρχον τοιοῦτον· ἐπισφαλὲς γὰρ, ἐφʼ ὧν ἐστι θερμὴ διάθεσις, κεχρῆσθαι τοιούτοις.

Ἄλλο βηχικὸν εὔχρηστον εὐμετάδοτον ποιοῦν πρὸς αἱμοπτοϊκοὺς καὶ δυσπνοϊκούς.

Ἴρεως Ἰλλυρικῆς . . . δραχ. ιδʹ σμύρνης τρωγλοδύτιδος . . δραχ. βʹ στύρακος καλαμίτου . . . οὐγ. αʹ σταφίδων ἐκγεγιγαρτισμένων δραχ. ηʹ.θαρρῶν χρῶ. δίδου κυάμου Αἰγυπτίου τὸ μέγεθος.

Ἄλλο ὑποκάπνισμα.

`2.181`

Λιβάνου, σανδαράχης, μυελοῦ ἐλαφείου, ἅπαντα λειώσας ποίει τροχίσκους καὶ ὑποκάπνιζε διὰ χώνης ἡμέρας γʹ. φύλαττε ἐκτὸς οἴνου τὸν πάσχοντα διαιτῶν τοῖς εὐώδεσι. καλῶς δὲ ποιήσεις, εἰ ἐν τῇ πρώτῃ τρίτον ὑποκαπνίσεις, τῇ δευτέρᾳ δὶς καὶ τῇ τρίτῃ αʹ. εἰς ῥάκος ἐὰν ἐμβαλὼν τὸν τροχίσκον ὑποκαπνίσῃς, ἔτι κάλλιον ἐργάσῃ τὸ βοήθημα. τοῦτο πολλὴν δέδωκε πεῖραν.

Ἄλλο τῆς αὐτῆς δυνάμεως.

Λιβάνου ἄρρενος, μαστίχης, μυελοῦ ἐλαφείου, σανδαράχης, στύρακος πάντα ἴσα λαβὼν ὑποκάπνιζε πρότερον ἄκρατον ποιήσας πιεῖν.

Τροχίσκος ὑποκαπνιστὸς, ᾧ χρῶμαι πρὸς τὰς παλαιὰς καὶ ψυχρὰς διαθέσεις.

Δαύκου, καρδαμώμου, νάπυος, ἀβροτόνου, σανδαράχης ἴσα πάντα λαβὼν χρῶ θαρρῶν διὰ χώνης.

Βηχικὸν ἀντίδοτον ποιοῦν πάνυ καλῶς πρὸς τὰς ψυχρὰς διαθέσεις.

Πεπέρεως, δαφνίδων, θύμου ἀνὰ οὐγ. αʹ, μέλιτος τὸ ἀρκοῦν. δίδου κοχλιάρια δύο ἕωθεν.

Βηχικὸν πάνυ καλόν.

Γλήχωνος . . . . . δραχ. δʹ μαστίχης . . . . . δραχ. δʹ πεπέρεως . . . . . δραχ. βʹ μέλιτος ἀπηφρισμένου τὸ ἀρκοῦν.

Ἄλλο ποιοῦν καλῶς καὶ μάλιστα πρὸς τὰς χρονίας βῆχας.

Πράσου χυλοῦ καὶ ἐλαίου ὀμφακίνου ἀνὰ λιτρ. αʹ μίξας δίδου πρὸς τὴν δύναμιν. ποιεῖ πάνυ καλῶς καὶ ἐφʼ αἱμοπτοϊκούς.

Ἄλλο· προσμίξας τῷ χυλῷ τῶν πράσων μέλιτος ἀπηφρισμένου . . . . . λιτρ. αʹ γλυκυρρίζης χυλοῦ . . . . . . οὐγγ. βʹ ὑσσώπου . . . . . . . . . οὐγγ. βʹ ἀμυγδάλων κεκαθαρμένων . . . . οὐγγ. βʹ 𐅶ʹʹ πιστακίων καθαρῶν καὶ πεφρυγμένων οὐγγ. βʹ στροβίλων καθαρῶν καὶ πεφρυγμένων οὐγγ. βʹ κνιδοσπέρμου . . . . . . . οὐγ. αʹ λινοσπέρμου πεφρυγμένου . . . . οὐγ. 𐅶ʹʹ. ποιεῖ πρὸς βήσσοντας καὶ μάλιστα πρὸς ἀναφορικούς.

`2.183`

Ἄλλο βηχικοῖς καὶ δυσπνοϊκοῖς.

Νάρδου Κελτικῆς κόψας πρόσβαλλε μέλιτι καὶ δίδου νήστει καρύου Ποντικοῦ τὸ μέγεθος.

Ἄλλο πάνυ καλόν.

Σταφίδος ἡμέρου . . . οὐγγ. βʹ σταφίδος ἀγρίας . . . γρ. βʹ πεπέρεως . . . . . γρ. δʹ. ποίει καταπότια καὶ χρῶ πρὸς τὰς τῆς μήτρας ψύξεις.

Βηχικὰ κοκκία.

`2.185`

Ὀπίου, στύρακος, καστορίου, τερεβινθίνης, θείου ἀπύρου ἀνὰ οὐγ. αʹ. ἡ δόσις κόκκος αʹ ἢ βʹ ἢ γʹ πρὸς τὴν δύναμιν. τούτοις ἀεὶ δεῖ κεχρῆσθαι, ἐφʼ ὧν χρονία ἐστὶν ἡ βὴξ καὶ ἀγρυπνίαν ἐπάγουσα πολλήν.

Πρὸς βῆχα παλαιὰν καὶ φθίσιν.

Πρασίου ἁπαλοῦ χυλοῦ . . . . . . . . ξεστ. ηʹ ἕψε, ἕως ἀναλωθῇ τὸ ἥμισυ, εἶτʼ ἐπίχεε πίσσης ὑγρᾶς . . . . . . . . . . ξεστ. αʹ καὶ, ὅταν ἑνωθῇ, λειώσας νάρδου Συριακῆς . . . . . . . . . οὐγ. αʹ πρόσβαλλε καὶ κρόκου . . . . . . . . . . . . ὀβολὸν αʹ πομφόλυγος Κυπρίου . . . . . . . . ὀβολὸν αʹ λιβάνου . . . . . . . . . . . . οὐγ. αʹ πεπέρεως μακροῦ . . . . . . . . δραχ. βʹ λίθου αἱματίτου . . . . . . . . . . δραχ. βʹ καὶ ποιήσας ἔκλειγμα δίδου πρὸς δύναμιν ἐκλείχειν. ἱκανῶς ὠφελεῖ τοὺς ἐν τῷ πνεύμονι ἕλκος ἔχοντας καὶ ἐπὶ πάσης βηχὸς πῦον ἀναπτύοντας καὶ περὶ τὸν στόμαχον καὶ τὰς ἐν βάθει διαθέσεις. οὐκ ἄτοπον δὲ καὶ ἐπιβροχαῖς καὶ ἐμπλάστροις κεχρῆσθαι πρὸς τὰ τοιαῦτα πάθη πρότερον ἀφʼ ἁπλουστέρων ἀρχομένους. ἱκανῶς βοηθεῖν οἶδε χαμαιμηλέλαιον ἀλειφόμενον περὶ τὸν θώρακα, ὁτὲ μὲν καθʼ αὑτὸ, ὁτὲ δὲ καὶ ἀνήθινον μιγνύμενον αὐτῷ καὶ στέαρ χηνῶν καὶ βούτυρον, ὕσσωπον ὑγρὸν, πηγάνου κλῶνες. εἰ δὲ χρεία τις εἴη, καὶ ῥυπαρὰ ἔρια βραχέντα ἐν αὐτοῖς ἀποτίθεσθαι κατὰ τοῦ στέρνου. καὶ ταῦτα ἱκανὰ βοηθεῖν τοὺς παχεῖς καὶ γλίσχρους χυμοὺς τοὺς ἐγκειμένους εἰς τὸν θώρακα τῶν βησσόντων. εἰ δὲ καὶ ἐμπλάστρων δέοιντο, καὶ τούτων ἐκτίθεμαι γραφὰς, ὧν καὶ αὐτὸς ἔσχον πεῖραν διαφόρως ἐπὶ τῶν τοιούτων διαθέσεων.

Ἔμπλαστρος βηχικοῖς καλή.

Τερεβινθίνης . . . . . . οὐγγ. ϛʹ ὑσσώπου ὑγροῦ . . . . . οὐγγ. εʹ κηροῦ . . . . . . . . οὐγγ. βʹ ἐν ἄλλῳ . . . . . . οὐγγ. γʹ ἴρεως κεκομμένης . . . . οὐγγ. γʹ κυπρίνου ἐλαίου . . . . . οὐγγ. γʹ.

Ἄλλη καλὴ πάνυ ποιεῖ καὶ δυσπνοϊκοῖς.

Βουτύρου . . . . . . . οὐγγ. ϛʹ χηνείου στέατος . . . . . οὐγ. αʹ ταυρείου στέατος . . . . . οὐγγ. ϛʹ ὑσσώπου . . . . . . . οὐγγ. δʹ χαλβάνης . . . . . . . οὐγγ. δʹ ὀποπάνακος . . . . . . οὐγγ. εʹ καστορίου . . . . . . . οὐγγ. γʹ κηροῦ . . . . . . . . οὐγγ. ϛʹ εὐφορβίου . . . . . . . οὐγγ. εʹ ὀξυγγίου χοιρείου παλαιοῦ . . οὐγγ. βʹ. ποιήσας ἔμπλαστρον ἐπιτίθει κατὰ τοῦ θώρακος. καλῶς ποιεῖ καὶ ἡ πηγανερὰ καὶ ἡ ἀνηθίνη καὶ ἡ διὰ δαφνίδων.

Καταπότια βηχικά.

Στύρακος . . . . . . . οὐγ. 𐅶ʹʹ ὀπίου . . . . . . . . οὐγ. 𐅶ʹʹ σμύρνης . . . . . . . οὐγ. 𐅶ʹʹ ὀποβαλσάμου . . . . . . δραχ. βʹ κρόκου . . . . . . . δραχ. βʹ. ἀνάπλαττε ὀροβιαῖα καὶ χρῶ εἰς κοίτην.

Ἄλλο· σμύρνης, πεπέρεως λευκοῦ, χαλβάνης, καστορίου, κρόκου, ὀπίου ἀνὰ οὐγ. αʹ, στύρακος οὐγ. 𐅶ʹʹ. δίδου εἰς κοίτην πλάσας ὀροβιαῖα.

`2.187`

κεφ. εʹ.

Περὶ αἵματος ἀναγωγῆς.

Οὐκ οἶδα πάθος, εἰ οὕτως ἄλλο χαλεπόν ἐστιν, ὡς ἡ τοῦ αἵματος πτύσις· οὐ γὰρ αὐτὸ καθʼ αὑτὸ τὴν κένωσιν ἄμετρον ἐπιφέρον ἀναιρεῖν πέφυκεν, ἀλλὰ κακίστων καὶ χρονίων αἴτιον γίνεται νοσημάτων ὡς ἐπὶ τὸ πολύ. σπουδάζειν οὖν δεῖ διὰ ταῦτα διαγινώσκειν τὸ πάθος τοῦτο πρότερον, πόθεν ἔσχε τὴν αἰτίαν καὶ ἐν ποίῳ τόπῳ συμβέβηκε, καὶ οὕτω τὴν θεραπείαν ἐπιφέρειν καὶ μὴ ἀναβάλλεσθαι· ἐπὶ μὲν γὰρ πάντων τῶν νοσημάτων ἐστὶν ἡ ἀναβολὴ κακὸν πάνυ, πολὺ δὲ πλέον ἐπὶ τῆς τοῦ αἵματος ἐξαγωγῆς. εἰδέναι τοίνυν χρὴ τοῦτο πρὸ πάντων, ὡς διὰ τρεῖς αἰτίας ἡ τοῦ αἵματος ἀνάπτυσις ἐγνώσθη γινομένη, διά τε ῥῆξιν ἀγγείων, διʼ ἀνάβρωσιν καὶ διʼ ἀναστόμωσιν. γνωρίσεις δὲ ἕκαστον τῶν πόνων οὕτως.

Ὅπως ἂν γνοίημεν, εἰ διὰ ῥῆξιν ἡ τοῦ αἵματος ἀναγωγὴ γίνεται.

Τοὺς μὲν οὖν διὰ ῥῆξιν τὴν ἀναγωγὴν τοῦ αἵματος ἐσχηκότας γνωρίσαι δυνήσῃ πρῶτον μὲν ἐκ τοῦ προηγήσασθαί τι τῶν προκαταρκτικῶν αἰτίων, οἷον ἢ φωνὴν βιαίαν ἢ πτῶμα ἢ πληγὴν σφοδρὰν ἢ καὶ προσάρασθαί τι φορτίον βαρὺ ἢ καὶ προσομιλῆσαι κρύει σφοδρῷ ἢ τῷ ἀθροισθῆναι πλῆθος αἵματος ἢ πνευμάτων ἔνστασιν πολλῶν· ἱκανὰ γὰρ καὶ ταῦτα γίνεται πολλάκις ἀγγείων ῥῆξιν ἐν τοῖς μορίοις ἐργάσασθαι.

Σημεῖα τῆς κατὰ διάβρωσιν γινομένης αἵματος ἀναγωγῆς.

Γνωρίσεις δὲ καὶ τὰς κατὰ διάβρωσιν γινομένας τοῦ αἵματος ἀναγωγὰς πρῶτον μὲν ἐκ τοῦ κατὰ βραχὺ τὰς ἀναπτύσεις γίνεσθαι, εἶτα μείζονος γινομένης τῆς ἀναβρώσεως ἀθρόως τὸ πολὺ κενοῦσθαι, λοιπὸν δὲ καὶ τῷ προηγήσασθαι ἢ κατάρρουν ἢ ἁλμυρῶν καὶ πάνυ δριμέων προσφορὰν ἢ λύπας ἀμέτρους ἢ ἀσιτίαν. εἰ δὲ καὶ σὺν τῷ αἵματι φαίνοιτο σαρκώδη τινὰ μόρια, εἴθʼ ὑμενώδη ἀναμεμιγμένα, ἀναμφιλέκτως ὑπολαμβάνειν δεῖ κατὰ διάβρωσιν τῶν ἀναπνευστικῶν μορίων γίνεσθαι τοῦ αἵματος τὴν ἀναφοράν.

`2.189`

Περὶ τῆς κατʼ ἀναστόμωσιν.

Εἰ δὲ καὶ κατʼ ἀναστόμωσιν ἡ ἀνάπτυσις, γνωρίζεται πρῶτον μὲν ἐκ τοῦ μηδὲν προηγήσασθαι, ὧν ἐπὶ τῆς κατὰ διάβρωσιν εἰρήκαμεν γίνεσθαι, ἀλλὰ μᾶλλον ὑγροτέραν καὶ θερμοτέραν δίαιταν καὶ λουτρῶν πολλῶν κατάχρησιν καὶ ἐκ τοῦ ἐν οἰκήμασι θερμοτέροις διατρῖψαι παρὰ τὸ σύνηθες ἢ χωρίῳ θερμοτέρῳ· εἰ γάρ τι τούτων παρῇ καὶ ὀλίγη καὶ κατὰ βραχὺ γίνοιτο ἡ τοῦ αἵματος πτύσις, γίνωσκε διʼ ἀναστόμωσιν ἀγγείων γενέσθαι τοῦ αἵματος τὴν φοράν. οὕτω μὲν οὖν ἄν τις δυνηθείη διαγνῶναι τὸ αἴτιον, ὅθεν ἡ ἀναφορὰ τοῦ αἵματος ἔσχε τὴν ἀρχὴν, τὸν δὲ τόπον, ὅθεν διαγνώσῃ οὕτω.

Περὶ τοῦ ἐπιγνῶναι τὸν πεπονθότα τόπον.

Εἰ μὲν πολὺ καὶ ἀθρόον ἐνεχθῇ τὸ αἷμα καὶ ὑπόξανθον μᾶλλον καὶ ἀφρῶδες καὶ χωρὶς ὀδύνης, γινώσκειν δεῖ ἐκ τούτων ἀπὸ τοῦ πνεύμονος τὴν ἀναγωγὴν γίνεσθαι τοῦ αἵματος.

Περὶ τοῦ, ὅτι ἐκ τοῦ θώρακος.

Εἰ δὲ ἄλγημά τι περὶ τὸν θώρακα γίνοιτο καὶ μήτε ἀπερχόμενον εἴη ξανθὸν μήτε πολὺ πάνυ καὶ ἀθρόως φερόμενον, ἡγεῖσθαι χρὴ τὸν θώρακα πεπονθέναι. καὶ ἀναφέρεται δὲ τὸ αἷμα διὰ τοῦ πνεύμονος ὥσπερ ἐπὶ τῶν ἐμπυϊκῶν, ἐφʼ ὧν μεταξὺ θώρακός τε καὶ πνεύμονος ἐμπεριέχεται.

Περὶ τοῦ, ὅτι ἐκ τῶν περὶ τὸν φάρυγγα.

Γνωρίσεις δὲ, ὅτι οὐκ ἐκ τῶν κάτωθεν μερῶν, ἀλλʼ ἐκ τῶν περὶ τὸν φάρυγγα καὶ τὴν ἀρτηρίαν, ἐκ τοῦ μόνον ἀναχρεμπτομένοις αὐτοῖς καὶ μὴ βήσσουσι πάνυ ἀναπτύεσθαι, ὥσπερ πάλιν τὸ ἀπὸ τοῦ στόματος πτυόντων μόνον καὶ ἀπὸ τοῦ στομάχου ἐμούντων οὐ βησσόντων οὐδὲ χρεμπτομένων. οὕτω μὲν οὖν δυνατόν ἐστι διαγινώσκειν τὴν αἰτίαν, ὅθεν ἡ ἀναγωγὴ γίνεται, καὶ τοὺς πεπονθότας τόπους. λοιπὸν δὲ καὶ περὶ τῆς θεραπείας αὐτῶν ἐστιν ἀναγκαῖον εἰπεῖν.

Περὶ θεραπείας τῆς διὰ ῥῆξιν γινομένης ἀναγωγῆς.

`2.191`

Τῆς μὲν διὰ ῥῆξιν γινομένης ἀναγωγῆς τοῦ αἵματος προσήκει παντὶ τρόπῳ τέμνειν τὴν ἐν ἀγκῶνι φλέβα. χρὴ δὲ ποιεῖσθαι τὴν κένωσιν μὴ ἀθρόαν, ἀλλὰ δύο καὶ τρεῖς ὥρας ἀφελεῖν, καὶ μάλιστʼ εἰ καὶ πλῆθος αἵματος εἴη τὸ προηγησάμενον αἴτιον ἢ πνεύματος πολλοῦ καὶ φυσώδους ἔνστασις. εἰ δὲ καὶ ὁ νοσῶν ἀκμάζων τὴν ἡλικίαν καὶ ἡ δύναμις ἐρρωμένη φαίνοιτο, καὶ πλείονος ἀφαιρεῖν δεῖ θαρρούντως. ὠφελεῖ δʼ αὐτοὺς οὐδὲν ἧττον καὶ ἡ ἐκ τῶν κάτω μερῶν ἀφαίρεσις. οἶδα δʼ ἐγὼ διὰ τὸ μὴ ὑποπεσεῖν τὰς ἐν ἀγκῶνι φλέβας καὶ ἐκ τῶν περὶ τὸν ἀστράγαλον ποιησάμενος τὴν ἀφαίρεσιν καὶ πολὺ μᾶλλον ὠφελήσας· ἡ γὰρ ἐπὶ τὰ πορρωτέρω μέρη προτροπὴ τῆς ὕλης βεβαιοτέραν πολὺ τὴν ἀντίσπασιν ἀπεργάζεται. μετὰ δὲ τὴν ἀφαίρεσιν τοῦ αἵματος ἀνάγκαζε σιγηλὸν εἶναι τὸν κάμνοντα καὶ σπουδάζειν βιάζεσθαι μὴ μεγάλην γίνεσθαι τὴν ἀναπνοὴν καὶ, ἐπειδὰν δὲ ἀναπνεύσῃ, τὸ ὑδαρὲς ὀξύκρατον ἐπιτρέπειν αὐτὸν ἐπιρροφᾶν· ἅμα γὰρ ἀνατρέπεσθαι συμβαίνει διὰ τοῦτο καὶ τοὺς θρόμβους ἀποκρούεσθαί τε καὶ κωλύεσθαι τὴν πολλὴν ἐπιφορὰν τοῦ αἵματος.

Περὶ τροφῆς.

`2.193`

Ἔστω δὲ πᾶσα τροφὴ μετὰ τοῦ ὑποστύφειν μέτριον ἔχουσα καὶ τὸ παρεμπλαστικόν. χυλὸς τοίνυν ἄλικος τούτοις ἐπιτήδειος ἢ πτισάνης. ἔσται δὲ κάλλιον πολλῷ καὶ ἰσχυρότερον τὸ ῥόφημα, ἐὰν ἀμύλου σιτίνου καὶ μήλου βραχὺ συνεψήσῃς τοῖς χυλοῖς· οὕτω γὰρ ἔσται καὶ παρεμπλαστικώτερον καὶ ὑποτρέφειν δυνάμενον, οὗ καὶ μάλιστα χρῄζομεν ἐπὶ τῶν διὰ ῥῆξιν ἀναπτυόντων αἷμα. μὴ παρούσης δὲ τῆς πτισάνης καὶ χυλῷ κεχρήσθω τῷ παρὰ Ῥωμαίοις καλουμένῳ φαριχύλῳ ἢ τῷ ἀπὸ τῆς σεμιδάλεως ἰσχυρῶς κατεψηθείσης αὐτῆς. καὶ οἱ χυλοὶ δὲ οἱ εἰς τὸ εὔκρατον καὶ τῶν ὠῶν αἱ λέκυθοι, εἴπερ τι καὶ ἄλλο, τούτοις εἰσὶν ἐπιτήδειοι. δεῖ δὲ μήτε τῶν ῥοφημάτων μήτε τῶν ἄλλων τροφῶν θερμόν τι προσφέρειν, ἀλλὰ πάντα μᾶλλον ἔστωσαν εὔκρατα καὶ ἐπὶ τὸ ψυχρότερον ῥέποντα. καὶ τὸ ἴτριον δὲ αὐτοῖς οὐκ ἔστιν ἀνοίκειον ἔδεσμα, ἀλλʼ ὠφελεῖν καὶ αὐτὸ δυνάμενον, εἴπερ ἐκτὸς ἁλῶν σκευασθείη καὶ ἐλαίου πολλοῦ. καὶ τῶν λαχάνων δὲ προσφερέσθωσαν τήν τε μαλάχην προπλυθεῖσαν καλῶς ἐκτὸς ἁλῶν καὶ τὴν θριδακίνην ἐκζεσθεῖσαν εἰς ὀξύκρατον ὑδαρὲς αὐτὴν ἀποβάπτοντες. ὁμοίως δὲ καὶ τὸ ἴντυβον καὶ ἡ ἀνδράχνη. μὴ παρόντων δὲ τούτων μετὰ τὴν ἑβδόμην ἡμέραν λαμβανέτωσαν καὶ τῶν ὄρνεων μὴ τῶν λιπαρῶν πάνυ. ἐσθιέτωσαν δὲ καὶ περδίκων καὶ ἀτταγήνων τὰ στήθη. προσφερέσθωσαν δὲ καὶ τοὺς ὄρχεις τῶν ἀλεκτρυόνων· μετὰ γὰρ τοῦ τρέφειν ἰσχυρῶς ἐν ὀλίγῳ καὶ αὔξειν τὴν δύναμιν ἔτι καὶ τὸ λεῖον ἔχουσι καὶ τὸ παρεμπλαστικόν. εἰ δὲ πλείονα ἡ γαστὴρ ἐκκρίνει, καὶ ὀπτοὺς προσφερέσθωσαν χωρὶς ἁλῶν. οὕτω γὰρ ἐσθιόμενοι τὴν γαστέρα οὐ φθείρουσιν ἀποβάλλοντες τὸ ὀρρῶδες αὐτῶν ἐν τῇ ὀπτήσει καὶ προσέτι καὶ ἡδύτεροι γίνονται. καὶ τῶν χηνῶν τῶν μὴ πάνυ παλαιῶν προσφερέσθωσαν τὰ ἄκρα καὶ τὰς κοιλίας καὶ τὰ ὠὰ αὐτῶν χωρὶς τῶν λευκῶν· καὶ γὰρ μετὰ τοῦ καλῶς τρέφειν καὶ τὸ παρεμπλαστικὸν ἔχουσιν, ἀλλʼ οὐ τὸ δύσπεπτον, ὥς τινες διαβάλλουσι. παυσαμένης δὲ τῆς ἀγωγῆς τοῦ αἵματος καὶ πόδας ὑῶν προσφερέσθωσαν καὶ τῶν πετραίων ἰχθύων προσεπιβαλλομένου ὄξους ἐν τῇ ἑψήσει. τῶν δὲ ὀσπρίων προσφερέσθωσαν ἄλικα καὶ χῖδρον πάνυ κατεψηθέντων καὶ τούτων αὐτῶν ἐκ διαλειμμάτων πλειόνων καὶ, ὅτε μὴ πυρέσσοιεν σφοδρῶς· ἀπυρέτοις γὰρ αὐτοῖς οὖσιν, εἰ καὶ γάλα τι συνεψῶν αὐτοῖς δοίης, οὐδὲν βλάψεις καὶ μάλιστα τοὺς ἔχοντας αὐτῶν ἔθος καὶ ἐν τῇ ὑγιείᾳ προσφέρεσθαι γάλα. τῶν δʼ ὀπωρῶν προσφερέσθωσαν, ὅσα ὑποστύφουσι μετρίως, οἷον μήλων καὶ μάλιστα τῶν κυδωνίων ἀποζεσθέντων καὶ ἀπίων καὶ οὔων καὶ μεσπίλων καὶ, εἰ πάνυ διψώδεις εἴησαν, καὶ τῶν πεπόνων καὶ τῶν σικύων τὴν ἐντεριώνην καὶ κρεμαστῆς αὐτοῖς ἐπιδιδόναι σταφυλῆς. τῶν δὲ σύκων ἀπεχέσθωσαν καὶ τραγημάτων, πιστακίων μάλιστα καὶ ἀμυγδάλων καὶ ῥοιᾶς. σπανίως δὲ προσφερέσθωσαν στροβιλίων καὶ σταφίδων, ἅμα καὶ τούτων αὐτῶν μετὰ τὴν τοῦ αἵματος ἀναγωγήν.

Περὶ πόματος.

Πόμα δὲ διὰ πάσης τῆς νόσου προσφερέσθωσαν. τὸ εὔκρατον καὶ τοῦτο μὴ θερμὸν, ἀλλʼ εὔκρατον, ὥσπερ καὶ λέγεται. εἰ δὲ μὴ ἐπὶ πολὺ ἐνέχονται προσκαρτερεῖν τῇ εὐκρατοποσίᾳ φάσκοντες ἀσθενῶς ἔχειν καὶ τὸ στόμα τῆς γαστρὸς, συγχωρητέον αὐτοῖς καὶ ὀλίγου λαμβάνειν ὀμφακομέλιτος ἢ ὑδροροσάτου ἢ τοῦ διὰ κυδωνίων ὑδρομήλου προσάπαξ ἢ δὶς, ἐν ταῖς ἄλλαις ὥραις δὲ πάλιν τὸ εὔκρατον ἢ τὸ ὑδαρὲς ὀξύκρατον.

`2.195`

Περὶ βοηθημάτων.

Τοιαύτη μέν ἐστιν ἡ δίαιτα. προσφερέσθωσαν δὲ αὐτοῖς τὰ βοηθήματα καὶ μάλιστα τοῖς γε μὴ τὸ ἀκριβὲς δυναμένοις φυλάττειν. καὶ πρῶτόν γε τοῖς ἁπλουστέροις χρηστέον, εἶθʼ οὕτω καὶ τοῖς ἰσχυροῖς, εἰ δεήσει, καὶ ἁπλῶς εἰπεῖν μετροῦντας τὰ βοηθήματα καὶ πρὸς τὸ μέγεθος τοῦ πάθους καὶ πρὸς τὴν δύναμιν τοῦ κάμνοντος καὶ οὕτως αὐτῷ ἐπιδιδόντας. ἔστι δὲ τὰ βοηθήματα τοιαῦτα, ἃ καὶ ὁ λόγος καὶ ἡ πεῖρα ἐμαρτύρησαν. ἔχει δὲ οὕτω· συμφύτου τὸ ἀπὸ τῶν ῥιζῶν ζέμα ἐπέχει τὰς ἐκ ῥήξεως ἀναγωγὰς τοῦ αἵματος. ἀνδράχνης ὁ χυλὸς πινόμενος ἄριστόν ἐστι καὶ δραστικὸν βοήθημα. εἰ δὲ ἀνέχοιντο καὶ αὐτὴν προσφέρεσθαι τὴν πόαν, καὶ οὕτως ὠφελοῦνται καὶ βάτου ὁ καρπὸς καὶ τοῦ δρυὸς τὸ ἄνθος καὶ τὸ ἀπὸ τοῦ φλοιοῦ ἀπόξυσμα τὸ ὑμενῶδες καὶ τὸ κέλυφος τῆς βαλάνου. διὰ δὲ τὸ τραχὺ τῆς πόσεως αὐτοῦ κάλλιόν ἐστι μήτε τὴν οὐσίαν αὐτὴν λαμβάνειν, ἀλλʼ ἀφέψοντα μᾶλλον ὕδατι τὸ ζέμα αὐτοῖς ἐπιδιδόναι πίνειν. ῥέον καὶ τοῦτο πάνυ συμφέρει. σχίνου τῶν ἁπαλῶν φύλλων πάνυ πεποίηται ὁ χυλός. ἰσχυρῶς δὲ πεποίηται καὶ τοῦ πολυγόνου ὁ χυλὸς οὐ μόνον πρὸς τὰς ἐκ ῥήξεως αἱμορραγίας, ἀλλὰ καὶ πρὸς πάσας σχεδὸν καὶ καθʼ ἑαυτὸν καὶ μετὰ Λημνίας σφραγῖδος. Σάμιος ἀστὴρ καὶ οὗτος πρὸς πάσας ποιεῖ τὰς αἱμορραγίας μεθʼ ὕδατος ἢ μετά τινος τῶν εἰρημένων ἀποζεμάτων πινόμενος. πράσου χυλὸς μετʼ ἀνδράχνης χυλοῦ ἐξ ἴσου καὶ ὀλίγου ὄξους πινόμενος ἐπέχει καλῶς τὰς ἀπὸ ῥήξεως αἱμορραγίας. τούτοις μὲν οὖν καὶ τοῖς ὁμοίοις τούτων δεῖ κεχρῆσθαι πρὸς τὴν τοῦ αἵματος ἀναφορὰν ἐπιτηδείοις. ἔστι δὲ κάλλιστον, πρὸ τῆς ἀναγωγῆς τοῦ αἵματος καὶ μετὰ τὴν ἀναγωγὴν ἐπιδίδοσθαι αὐτῷ μὴ μόνον ἅπαξ, ἀλλὰ καὶ πολλάκις καὶ τότε μάλιστʼ ἐφʼ ὧν κατεπείγει συνεχῶς ἐνοχλοῦσα ἡ τοῦ αἵματος ἀναγωγή.

Περὶ τῶν ἔξωθεν προσφερομένων.

Ἐπιβαλλέσθωσαν δὲ καὶ ἔξωθεν πρὸς τὸν θώρακα καὶ ἐπιβροχὰς διʼ ἐρίων ἢ ῥοδίνου ἢ μηλίνου ἢ μυρσινίνου μετʼ ὄξους ὀλίγου ἢ οἴνου αὐστηροῦ μὴ πάνυ παλαιοῦ. ἀλλασσέσθωσαν δὲ συνεχέστερον· ἐπικείμενα γὰρ ἐπιμόνως οὐ δύνανται μὴ ἀναθερμαίνεσθαι καὶ πάλιν διὰ τούτου κίνησιν καὶ ἐρεθισμόν τινα τοῦ αἵματος ἐπιγίνεσθαι· διὰ τοῦτʼ ἀλλάσσεσθαι δεῖ.

`2.197`

Περὶ φαρμάκων.

Παυσαμένης δὲ τῆς τοῦ αἵματος ἀναγωγῆς, ὀδύνης δὲ προσούσης ἐπὶ τὸν θώρακα οὐδὲν ἄτοπον τῶν παρηγορεῖν ἅμα καὶ ὑποξηραίνειν δυναμένων φαρμάκων προσφέρειν, μάλιστα δὲ εἰς τὰς τοιαύτας διαθέσεις, ὅσα διὰ τῶν μεταλλικῶν καὶ ὄξους ἔχει τὴν σκευασίαν, οἷά ἐστιν ἥ τε ἀμβροσία, ἣν καὶ συνεχῶς κατασκευάζειν εἰώθαμεν, καὶ ἡ διʼ ἰτεῶν καὶ ἡ βαρβάρα. πρὸς δὲ τὰ ἁπαλώτερα τῶν σωμάτων καὶ μὴ δυνάμενα φέρειν τὰ σκληρὰ τῶν φαρμάκων καὶ ἡ φοινικίνη μετὰ κηροῦ ὀλίγου καὶ ῥοδίνου καὶ ὄξους ἀναλυομένη καὶ ἡ Μνασαίου. καὶ αὐτὰ δὲ τὰ προειρημένα φάρμακα ἥ τε βαρβάρα καὶ ἡ διὰ τῶν ἰτεῶν, εἴπερ ἀναλυθεῖεν καλῶς καὶ γένοιντο κηρωταὶ, προσηνεῖς γε ἂν οὕτω καὶ ἐπιτήδειαι πάνυ πρὸς τὰ ἁπαλώτερα καὶ ἀσθενέστερα τῶν σωμάτων ἔσονται βοηθήματα.

Περὶ συνθέτων βοηθημάτων διὰ στόματος πρὸς τὰς ἀπὸ ῥήξεως αἱμορραγίας.

Εἰ δὲ συμβῇ καὶ ὀδύνην εἶναι καὶ τὴν τοῦ αἵματος ἀναγωγὴν μὴ παύσασθαι, κέχρησο καὶ συνθέτοις βοηθήμασι τοῖς δυναμένοις καὶ πρὸς αἱμορραγίαν ἁρμόσαι καὶ τὴν ὀδύνην πραῧναι ἀγρυπνίαν τε παῦσαι καὶ γαστέρα φερομένην ἐπὶ πλέον ἐπισχεῖν. διὰ τοῦτο γὰρ καὶ τὰ πολυσύνθετα τῶν βοηθημάτων εὕρηται τοῖς παλαιοῖς, ὥστε δύνασθαι πρὸς τὰ ἐπιγινόμενα διάφορα συμπτώματα ἄλλοτʼ ἄλλο ἐφαρμόζειν καὶ ἡμᾶς βοήθημα. ἔχει δὲ αὐτῶν ἡ σύνθεσις οὕτω·

`2.199`

Λιβάνου οὐγ. αʹ κόψας, σήσας καὶ χνοώδη ποιήσας δίδου κοχλιάριον αʹ μετʼ ὀξυκράτου ἢ εἰς ἀφέψημα σχίνου ἢ μύτρου ἢ φακοῦ ἢ χυλοῦ ῥοιᾶς.

Ἄλλο.

Γῆς Σαμίας . . . . δραχ. ιδʹ τραγακάνθης . . . . δραχ. ιδʹ ἀμύλου . . . . . δραχ. ιδʹ κόμμεως . . . . . δραχ. ιβʹ ὀπίου . . . . . . δραχ. αʹ χυλοῦ ἀρνογλώσσου ἢ πολυγόνου. ἀπυρέτοις διʼ ὀξυκράτου. οὗτος ὁ τροχίσκος οὐ μόνον πρὸς αἵματος ἀναγωγὴν, ἀλλὰ καὶ ἐφʼ ὧν ἡ ὀδύνη σφοδρά ἐστι περὶ τὸν θώρακα καὶ ἡ γαστὴρ ἐπὶ πλέον φέρεται, καὶ εἰς ἄλλα δὲ πολλὰ ποιεῖ καλῶς.

Ἄλλος τροχίσκος πρὸς αἵματος ἀναγωγήν.

Λημνίας σφραγῖδος . . δραχ. δʹ λιβάνου . . . . . δραχ. δʹ ἀμύλου . . . . . δραχ. δʹ γῆς ἀστέρος . . . . δραχ. δʹ κοραλλίου . . . . δραχ. δʹ κόμμεως . . . . . δραχ. δʹ στυπτηρίας σχιστῆς . . δραχ. δʹ συμφύτου . . . . . δραχ. γʹ ἀκακίας πυρρᾶς . . . δραχ. γʹ ἐν ἄλλῳ . . . . οὐγγ. γʹ. χυλῷ πράσου ἀναλάμβανε ποιῶν τροχίσκους ἀνὰ γρ. γʹ καὶ δίδου τοῖς κάμνουσιν ἀποβλέπων μὴ μόνον πρὸς τὸ πάθος, ἀλλὰ καὶ τὴν δύναμιν. ἀνάλυε δὲ τὸν τροχίσκον ἢ εἰς φοῦσκαν ἢ εἰς ἀπόζεμα συμφύτου ἢ βάτου. αἱμοστατικὸν πάνυ διὰ πείρας ἐστὶ καὶ δεῖ θαρροῦντας κεχρῆσθαι αὐτῷ πρὸς τὰς ἐπιπεπλεγμένας διαθέσεις.

Ἄλλο πάνυ καλόν.

Κόμμεως . . . . . οὐγ. αʹ ἀκακίας . . . . . οὐγ. αʹ στυπτηρίας . . . . οὐγγ. δʹ. ἀποζέματι κυδωνίων ἀναλάμβανε. ποίει καταπότια καὶ δίδου διακρατεῖν ὑπὸ τὴν γλῶτταν. τοῦτο μάλιστα ποιεῖ πρὸς τοὺς ἐκ φάρυγγος καὶ τῆς τραχείας ἀρτηρίας ἀνάγοντας. εἰ δὲ δοίης τοῦτο λειωθὲν, καὶ πρὸς τὰς ἐκ θώρακος καὶ πνεύμονος οὐδὲν ἧττον ὠφελεῖν δύναται.

Περὶ τῆς κατὰ διάβρωσιν ἀναγωγῆς.

`2.201`

Εἰ δὲ συμβῇ κατὰ διάβρωσιν γενέσθαι τὴν τοῦ αἵματος ἀναγωγὴν ἀφʼ οἵων δήποτε μορίων ἢ τῶν περὶ τὸν πνεύμονα ἢ τὸν θώρακα ἢ τὸν φάρυγγα, οὐκέτι δεῖ τοῖς στύφουσι πάνυ ἢ ὀξώδεσι φαρμάκοις ἢ ἐδέσμασιν ἰᾶσθαι, ἀλλὰ μᾶλλον τοῖς ἐπικιρνᾶν καὶ μεταβάλλειν καὶ ἀλλοιοῦν τὸ δριμὺ δυναμένοις τοῦ τὴν διάβρωσιν ἐργασαμένου χυμοῦ. φεύγειν δὲ δεῖ τὴν φλεβοτομίαν· ὡς ἐπὶ τὸ πολὺ γὰρ εὑρήσεις τῶν οὕτω κατὰ διάβρωσιν ἀναδιδόντων τὸ σῶμα λεπτὸν καὶ κατάξηρον καὶ τὴν κατασκευὴν τοῦ σώματος σανιδώδη καὶ ἐπιτηδείαν εἶναι τῷ πάθει τούτῳ καὶ εἰς φθισικὴν μεταπεσεῖν διάθεσιν.

Περὶ τροφῆς.

Τρέφειν δὲ δεῖ τούτους μᾶλλον τῇ πτισάνῃ, ὥστε καὶ τοὺς κόκκους ἔχειν, ὁμοίως δὲ καὶ τὸν ἄλικα μηδὲν ἔχοντα ἢ ἁλμυρὸν ἢ ὀξῶδες, ἀλλὰ μηδεμιᾶς ἄλλης λεπτομεροῦς ποιότητος, ἀλλὰ τοὐναντίον ἐχέτω, ὅσαπερ ἐμπλαστικώτερον αὐτὸν ποιεῖν δύνανται, οἷον ἀμύλου σιτίνου ἢ μαλάχης. εἰ δὲ μὴ πυρέττοιεν, καὶ γάλακτος καὶ τραγακάνθης. καὶ τῶν λαχάνων ἐσθιέτωσαν, ὅσα ἐμψύχειν καὶ ὑγραίνειν πέφυκεν, οἷον τὸ ἴντυβον, τὸ τρώξιμον, τὴν θριδακίνην καὶ τὴν μαλάχην. μετὰ δὲ τὴν ἑβδόμην ἡμέραν ἐπὶ τῶν ἐχόντων ἀσθενῆ τὴν δύναμιν καὶ τῶν ὄρνεων προσφέρειν ἐκτὸς ἁλῶν καὶ μάλιστα τῶν κατοικιδίων τὰ στήθη· σπάνιον γὰρ μὴ καὶ θερμασίαν ἐπιγενέσθαι τοῖς κατὰ διάβρωσιν ἀναπτύουσιν αἷμα, καὶ μάλιστα τοῖς διὰ λύπην ἢ φροντίδας τινὰς ἢ ἀσιτίαν καὶ κόπον πλείονα ἢ ἀγρυπνίαν ἢ κατάρρουν ἀπὸ λεπτοῦ καὶ δριμέος τὴν ἀρχὴν ἐσχηκόσι τοῦ ῥεύματος· εἰ γὰρ εἴη τι τούτων προηγησάμενον, οὐ μόνον ὄρνιθος, ἀλλὰ καὶ βουλβίου καὶ στερνίου τούτοις ἐπιτήδειον. εἰ δὲ, καὶ τῶν σκληροσάρκων ἰχθύων καὶ τοῦ ἐξ αὐτῶν ἰσικοῦ ὁμοίως καὶ τῶν ἀστακῶν δὶς ἑψηθέντων ἐν ἄλλῳ καὶ ἄλλῳ ὕδατι καὶ χοιρείων ποδῶν ἐκτὸς ἐλαίου ἑψηθέντων καὶ πᾶσι τοῖς ἁπλῶς παχύνειν καὶ ἀμβλύνειν τὸ δριμὺ δυναμένοις τοῦ ἐπιρρέοντος εἰς τὸν θώρακα καὶ πνεύμονα χυμοῦ. διὰ τοῦτʼ οὖν τούτοις καὶ ὀπώρας δοτέον τὰς ἐμψύχειν καὶ ὑγραίνειν δυναμένας, οἷον πεπόνων τὴν σάρκα καὶ σταφυλῆς τῆς κρεμαστῆς καὶ μήλων τῶν ἀστύφων. τῶν δὲ σικύων παντελῶς ἀπεχέσθωσαν.

Τί δεῖ ποιεῖν ἐπὶ τῶν διὰ κατάρρουν δριμέος χυμοῦ αἷμα ἀναπτυσάντων;

`2.203–2.209`

Προνοητέον δὲ καὶ τῆς κεφαλῆς, μάλιστʼ ἐφʼ ὧν τὸ ἐπιρρέον δριμὺ αἴτιον γίνεται τῆς τοῦ αἵματος ἀναγωγῆς· ἀμήχανον γὰρ τὴν βῆχα παύσασθαι ἤτοι μὴ διαβιβρώσκεσθαι τὰ πεπονθότα μόρια, εἰ μή γε τὸ ἐκ τῆς κεφαλῆς ἐπιρρέον δριμὺ καὶ λεπτὸν παύσεται. γενήσεται δὲ τοῦτο καλῶς, ἐὰν τῇ κεφαλῇ τὰ ψύχειν καὶ ὑγραίνειν δυνάμενα προσενέγκωμεν· οὕτω γὰρ παύεται τὸ θερμὸν αὐτῆς, ὥστε μὴ δύνασθαι καὶ τὰ δριμέα περιττώματα ῥευματίζειν τὰ ὑποκείμενα· οὕτω γὰρ αὐτῆς ἐχούσης ψυχρὰν δυσκρασίαν, ἀδύνατον οὕτω δριμὺ καὶ θερμὸν ἐπιρρεῦσαι καὶ ἑλκῶσαί τι τῶν ἀναπνευστικῶν ἀγγείων ἢ μορίων. ἐπιβαλλέσθω τοίνυν τούτοις ἐπὶ τῆς κεφαλῆς τό τε ῥόδινον καθʼ ἑαυτὸ καὶ μετὰ ψυχροῦ ὕδατος ὀλίγου πρὸς τὸ διαβῆναι τὸ ῥόδινον εἰς τὸ βάθος. παύσεται δὲ τὴν θερμασίαν τὴν ἕλκουσαν ἐκ τῶν κάτωθεν καὶ ἐπισπωμένην καὶ ἐπιπέμπουσαν τῷ γαργαρεῶνι καὶ τῷ θώρακι καὶ πνεύμονι. χρὴ δὲ καὶ ἐπὶ λουτρὸν ἄγειν αὐτοὺς, ὅτε δεῖ οὕτω πράττειν ἐπιχέειν τε καὶ τοῦ ῥοδίνου ἢ ὀξυροδίνου ψυχροῦ, καὶ ἐν τῇ δεξαμενῇ δὲ, κἂν μάλιστα τύχῃ αὐτὴν εἶναι θερμοτέραν, ψυχρὸν ὕδωρ πρὸς λόγον τῆς κρατούσης δυσκρασίας ἐπιβαλεῖν τῇ κεφαλῇ συμμέτρως. ἀλλὰ τοῦτό γε δεῖ πράττειν, καὶ ἐφʼ ὧν ἐκ τῆς κεφαλῆς ἐπινοήσομεν τὸ αἷμα καταφέρεσθαι καὶ ἐφʼ ὧν διὰ δριμὺν χυμὸν ἀναβιβρώσκοντα γίνεται ἐκ τῶν οὔλων ἡ τοῦ αἵματος ἔκπτυσις. δεῖ δὲ τούτους αὐτοὺς ἐπιτρέπειν διακρατεῖν ῥόδινον ἢ σχίνινον ἢ ὀξύκρατον καὶ τοῖς διακλύσμασι κεχρῆσθαι τοῖς ἀπὸ τοῦ ὑοσκυάμου ῥίζης τε στρύχνου ἢ ἀειζώου ἢ ῥόδων ἢ ὑδροροσάτου καὶ τοῖς ὁμοίοις τούτων. ἐγὼ μὲν οὖν οὕτως οἶμαι ἰᾶσθαι σπουδάζειν τοὺς ἐσχηκότας κατάρρουν ἐπὶ θερμῇ δυσκρασίᾳ καὶ ἀναπτύσαντας αἷμα διὰ τὸ εἶναι δριμὺ καὶ ἀναβρωτικὸν τὸ ἐκ τοῦ θώρακος ὑγρόν. θαυμάζω δὲ, πῶς ὁ θειότατος Γαληνὸς οὐδενὶ τῶν ὑγραίνειν καὶ ψύχειν δυναμένων ἐχρήσατο, ἀλλὰ τοὐναντίον εὐθὺς ἐξ ἀρχῆς τοῖς ξηραίνειν τε καὶ θερμαίνειν δυναμένοις, καίτοι γε τὴν αἰτίαν τῆς κατὰ διάβρωσιν ἀναγωγῆς ἀκριβῶς ἐπιστάμενος. εἰ οὖν ταῦθʼ οὕτως ἔχει, ἆρά γε οὐκ ἦν κάλλιον πρὸς τὴν ποιοῦσαν αἰτίαν ἐνστῆναι καὶ μᾶλλον τοῖς ὑγραίνειν τε καὶ ψύχειν δυναμένοις εὐθὺς ἐξ ἀρχῆς χρήσασθαι; εἶθʼ οὕτως, εἰ καὶ πλῆθος ὑπονοήσει κακοχυμίας εἶναι, κενῶσαι διὰ τῶν τὰ δριμέα καὶ χολώδη περιττώματα καθαίρειν δυναμένων καὶ μὴ δύσκρατον ἔτι καὶ δριμυτέραν ἀποτελέσαι τὴν κεφαλὴν καὶ τὰ περὶ τὸν θώρακα τῇ τε θηριακῇ καὶ τῇ θαψίᾳ καὶ τῶν περιστερῶν κεχρημένον τῇ κόπρῳ καὶ ξηροῖς λουτροῖς, ὡς μήτε τὸ βραχύτατον ἔλαιον συγχωρεῖν ἐπιβαλέσθαι ἐν τῇ κεφαλῇ μήτε μὴν ἐν τῷ σώματι· πάντα γὰρ ταῦτα τὴν δριμεῖαν ἐπαύξει ποιότητα καὶ ἐπιτείνουσι μᾶλλον τὴν διάβρωσιν, οὐ θεραπεύουσι· τά τε γὰρ ἐπικιρνᾶν καὶ πραΰνειν δυνάμενα καὶ τὸ ἄπειρον κωλῦσαι τοῦ δάκνειν καὶ διαβιβρώσκειν τὰ μόρια καὶ τὴν βῆχα πραΰνειν δυνήσεται καὶ τὸ πᾶν εὔκρατον διαφυλάξαι. σώματι δὲ τί τούτου κάλλιον; εὐκράτου γὰρ γενομένου τοῦ ὅλου καὶ τοῦ ἐπιρρέοντος ἀποβαλόντος τὸ δριμὺ, καὶ τοῖς τάχιστα φθάσασι θεραπεύειν διάβρωσιν, τοῖς ὑποξηραίνουσι καὶ εἰς οὐλὴν ἄγουσι δυνατόν ἐστι χρήσασθαι. ἐγὼ γοῦν οἶδα πολλάκις ἄνευ τῆς θηριακῆς καὶ τῶν ἄλλων τῶν πολυτελῶν ἀντιδότων ἰασάμενος πολλοὺς τοῖς ἀδήκτοις χρησάμενος φαρμάκοις καὶ μάλιστα τῷ λίθῳ τῷ αἱματίτῃ. ἐχρησάμην δὲ αὐτῷ ἐπὶ τῶν πλέον αἷμα ἀναγόντων μετὰ χυλοῦ ῥοὸς καὶ κοκκίων ἢ μετὰ χυλοῦ πολυγόνου, ἐφʼ ὧν δὲ μὴ πολὺ τὸ κενούμενον ἦν, καὶ μεθʼ ὕδατος μόνου χλιαροῦ. λειοῦσθαι δὲ αὐτὸν πάνυ δεῖ, ὥστε χνοώδη γίνεσθαι καὶ ἀερώδη καὶ πνεύματι παραπλήσιον εἶναι. ἐδίδουν δὲ ἐξ αὐτοῦ γρ. δʹ καὶ μικρῷ πλέον ἢ ἔλασσον. ἐχρησάμην δὲ αὐτῷ καὶ ἐπὶ τῶν ἀρξαμένων ἀναπτύειν πῦον καὶ θαυμαστὸν, ὅπως ἀνεξήραινε τὸ ἕλκος καὶ ἐθεράπευσεν, ὥστʼ ἔτι μὴ τίκτεσθαι τὸ πῦον μήθʼ ὑπὸ βηχὸς ὀχλεῖσθαι τὸν κάμνοντα. ἐθεασάμην δὲ καὶ ἄλλον τινὰ τῶν ὑπομεινάντων διάβρωσιν οὐ μόνον μόριά τινα ἐκ τῶν περὶ τὸν φάρυγγα, ἀλλὰ καὶ τὴν τραχεῖαν ἀρτηρίαν ἀναπτύοντα, καὶ θαυμαστῶς ὅπως καὶ ἐπὶ τούτου μεγίστην ἐνέργειαν ἔδειξεν ὁ λίθος οὗτος. ἐθεραπεύθη γὰρ καὶ οὗτος μὴ πάνυ τι προσδοκησάντων ἡμῶν. παρεῖχον δὲ αὐτῷ πίνειν τὸ βοήθημα συνεχέστερον διὰ τὸ κάλλιον ἀναδίδοσθαι, ὥστε πολλάκις πεπωκὼς αὐτὸ ἀπεστρέφετο λοιπὸν τὴν δόσιν αὐτοῦ. ἐπενόησα δὲ τρόπον τοιοῦτον· ποιήσας πάνυ χνοῶδες τὸ ξηρίον γενέσθαι εἰς ῥάκος λινοῦν ἐνέβαλον αὐτὸ καὶ περισφίγξας αὐτὸ πάντοθεν ἀκριβῶς ἀφῆκα κρεμασθῆναι ἐν ποτηρίῳ μικρὸν ἔχοντι οἶνον εὐώδη. ἐποίουν δὲ τοῦτο ἀφʼ ἑσπέρας διὰ πάσης τῆς νυκτός. διεδίδουν δὲ τὸ λεπτομερές τε καὶ ἀερῶδες σῶμα, ὡς μόνης αἰσθάνεσθαι τὸν πίνοντα τῆς τοῦ οἴνου ποιότητος. ἐκ τούτου πίνειν αὐτὸν ἐπέτρεπον, ὅσον ἂν ἡδέως εἶχεν ἕωθεν. καὶ δὴ τοῦτʼ ἔπραττε καὶ συνεχῶς πίνων ὑγίανεν. ἀπαλλαγεὶς δὲ τούτου προφυλακῆς χάριν ἔμενεν αὐτὸ πράττων καὶ πίνων, ἕως οὗ καὶ τοῦ σώματος ἀνατραφέντος καλῶς τὰ συνήθη πράττειν ᾔσθετο δυνατὸς εἶναι. τοσαῦτα περὶ τοῦ λίθου τοῦ αἱματίτου θεωρηθέντα μοι καὶ πειραθέντα ἀνεγραψάμην, καὶ ὅτι οὐ δεῖ τὰ θερμαίνειν ἢ ξηραίνειν δυνάμενα καὶ δριμύτερα τῶν βοηθημάτων προσφέρειν τοῖς ἀπὸ κατάρρου διὰ θερμὴν δυσκρασίαν ἀναπτύουσιν αἷμα ἢ πῦον, ἀλλὰ μᾶλλον τοῖς ἀδήκτως δυναμένοις ἰᾶσθαι φαρμάκοις κεχρῆσθαι. εἰ δὲ μὴ εὐποροίη τις τοῦ λίθου τοῦ αἱματίτου, κεχρήσθω τῇ Ἀρμενίᾳ βώλῳ καλλίστῃ οὔσῃ ἢ τῇ Σαμίᾳ ἢ τῇ Λημνίᾳ σφραγῖδι, ἐὰν ᾖ γνησία. οἱ γὰρ νῦν πηλὸν φυροῦντες, εἶτα τροχίσκους ἀναπλάττοντες ὡς Λημνίαν σφραγῖδα παρέχουσι τοῖς ἰατροῖς. οἱ δʼ ἀποτυγχάνοντες ὡς ψευσαμένων περὶ αὐτὴν καταμέμφονται τῶν ἀρχαίων. εἰσὶ δὲ καὶ ἄλλα βοηθήματα ἁπλᾶ καὶ σύνθετα, οἷς ἂν δεῖ σπουδάζειν κεχρῆσθαι τοῖς ξηρὰν καὶ δριμεῖαν ἔχουσι τὴν ποιότητα· εἰ γὰρ καὶ μὴ τοσοῦτον ἰσχύουσι βοηθεῖν, ὅσον ὁ αἱματίτης, ὅμως οὐ συγχωροῦσι τὴν διάβρωσιν ἔτι νέμεσθαι. παρασχήσεις δὲ καὶ τῷ κάμνοντι πλείονα δυνηθῆναι βιῶσαι χρόνον μὴ πάνυ καταπονουμένῳ ὑπὸ τοῦ πάθους. οὐ μικρὸν δὲ καὶ τοῦτʼ ἔστιν ἀγαθὸν τὸ καὶ εὐτονίαν τινὰ περιποιῆσαι τῷ κάμνοντι καὶ τὸ μηδὲν χεῖρον παθεῖν. τί οὖν ἄν τις εἴποι, πότε δεῖ κεχρῆσθαι τῷ διὰ τῶν ἐχιδνῶν φαρμάκῳ; φαμὲν οὖν, ὅτι δῆλόν ἐστιν, ἐφʼ ὧν διὰ ψυχρὰν δυσκρασίαν ὁ κατάρρους ἐστὶ καὶ τὸ ἐπιρρέον ψυχρόν τε καὶ φλεγματῶδες καὶ μηδὲν ἁλμυρὸν φαίνεται, ἀλλὰ μηδὲ διʼ ἁλυκὴν ποιότητα ἐπικρατοῦσαν· ἐπὶ γὰρ τούτων οὐδὲν ἄτοπόν ἐστι καὶ τῇ θηριακῇ κεχρῆσθαι προφυλακῆς χάριν καὶ ἔξωθεν τοῖς ἀμύσσειν καὶ ξηραίνειν τὴν ἐπιφάνειαν δυναμένοις, ὥστε μὴ ῥευματιζόμενα τὰ μόρια καὶ βῆχας ἰσχυρὰς φέροντα ἔσθʼ ὅτε καὶ ῥῆξιν ἐργάσασθαι. ἐγὼ γοῦν οἶδά τινα τῶν τοιούτων ῥευματιζομένων τὸν θώρακα καὶ διὰ ψυχρὰν δυσκρασίαν ἐπιτρέψας καὶ διαπύρῳ καυστῆρι χρήσασθαι κατὰ κεφαλῆς. καὶ δὴ τοῦτο πράξαντος ἑτοίμως τοῦ κάμνοντος θαυμαστῶς ὅπως πάνθʼ ἅμα ἐπαύσαντο καὶ τὸ πλῆθος τὸ ἐπιρρέον τὸ ὑγρὸν καὶ ἡ βήξ. τοῦ λοιποῦ δὲ ἔμεινεν ἀρρευμάτιστον ἔχων τὸν θώρακα. τούτοις εἰσὶ τὰ αὐτοφυῆ τῶν θερμῶν ὑδάτων ὠφελιμώτατα, ὥσπερ τοῖς διὰ θερμὴν δυσκρασίαν ὑπομείνασι τὸν κατάρρουν πολέμια καὶ πάντα, ὡς προείρηται, τὰ θερμαίνειν δυνάμενα καὶ ξηραίνειν. προφυλαττέσθωσαν δὲ πάντες οἱ ἀναπτύσαντες αἷμα, ὥστε μὴ πάλιν τοῖς αὐτοῖς περιπεσεῖν, τὸ βαδίζειν ἐπὶ πλέον καὶ γυμνάζειν τὸ σῶμα τό τε ἀναβοᾶν καὶ τὸ ἐκχολοῦσθαι καὶ τὸ ἀφροδισίοις πλείοσι κεχρῆσθαι καὶ τὸ ἐσθίειν σέλινον τὸ καλούμενον Μακεδόνιον ἢ τάριχον ἢ παλαιὸν τυρόν· ταῦτα γὰρ μάλιστα τοῖς κατὰ διάβρωσιν ἀναπτύσασιν αἷμα πολέμια, ὥσπερ γε πάλιν ἡ πλησμονὴ καὶ ἡ ἀπεψία καὶ ὁ ἄκρατος οἶνος καὶ ὅσα φυσώδη τῶν ἐδεσμάτων εἰσὶ, καὶ τὸ θυμοῦσθαι καὶ βάρη ταῖς χερσὶν αἴρειν καὶ τὸ ἐπέχεσθαι τὴν γαστέρα ἢ τὰς συνήθεις τοῦ αἵματος κενώσεις ἅπασι τοῖς διὰ ῥῆξιν ἐσχηκόσι τὴν ἀναγωγὴν τοῦ αἵματος πολέμια. τὴν δὲ ἡλίωσιν καὶ τὸ θερμῷ οἰκήματι προσομιλεῖν ἢ θερμῷ ὕδατι βαπτίζειν ἐπὶ πλέον τὴν κεφαλὴν ἢ ἀλείφεσθαι ἢ σκέπειν αὐτὴν ἐκεῖνοι μάλιστα φυλαττέσθωσαν, οἷς ἂν ἐκ τῶν ῥινῶν ἢ διὰ τῆς ὑπερῴας αἷμα πολὺ εἴωθε φέρεσθαι, ὡσαύτως δὲ καὶ οἱ διʼ ἀναστόμωσιν φυλαττέσθωσαν τὸ βαλανεῖον μᾶλλον τὸ συνεχὲς καὶ μέθην καὶ τὰ θερμότερα τῶν ἐδεσμάτων. πάντες δὲ τῷ γάλακτι κατακεχρήσθωσαν καὶ τῷ ἁπαλῷ καὶ νέῳ τυρῷ καὶ μάλιστα τῷ αἰγείῳ ἢ βοείῳ· οὔτε γὰρ φάρμακον ἢ ἔδεσμα ἢ ἄλλο τι οὕτω χρήσιμόν ἐστιν αὐτοῖς ἢ ὠφέλιμον ὡς γάλα. καὶ ὅσοι γε ἐξ ἀρχῆς ἔμειναν αὐτῷ μόνῳ κεχρημένοι ἐπὶ πλείονα χρόνον, πάντες τελείως ὑγίαναν. οἶδα δέ τινα, ὅστις ὅλον τὸν ἐνιαυτὸν διετέλεσε πίνων αὐτὸ καὶ ἐσθίων, ποτὲ μὲν συνεψῶν μετά τινος τῶν σιτωδῶν ἢ σεμιδάλεως ἢ ἰτρίου ἢ ἄλικος ἢ φακῆς ἢ ἐλύμου. καὶ οὕτω ποιῶν ἀποσχόμενός τε οἴνου ἀπηλλάγη τοῦ καὶ πῦον ἀναπτύσαι καὶ περιπεσεῖν μετὰ τοῦτο καὶ φθίσει. τοσαῦτα καὶ περὶ τῆς τοῦ αἵματος ἀναγωγῆς εἰρήσθω ἡμῖν καὶ ἀρκούντως ἔχειν οἶμαι.

`2.211`

κεφ. ϛʹ.

Περὶ ἐμπυηματικῶν.

Ἐπειδὴ μετὰ τὴν τοῦ αἵματος ἀναφορὰν εἴωθεν ὡς ἐπὶ τὸ πολὺ κατὰ τὸν Ἱπποκράτειον λόγον ἡ τοῦ πύου πτύσις ἐπακολουθεῖν διὰ μέσης συστάσεως φλεγμονῆς, ἀναγκαῖον ἡμᾶς ἑπομένους τῇ συνεχείᾳ τοῦ λόγου διαλαβεῖν περί τε τῆς ἐν τῷ πνεύμονι καὶ τοῖς. ἀναπνευστικοῖς μορίοις συνισταμένης φλεγμονῆς.

Σημεῖα τοῦ μεταβάλλεσθαι τὴν φλεγμονὴν εἰς πῦον.

Ἅπαντα καθολικῶς τὰ σημεῖα τῆς ἐκπυήσεως ὑπάρχει τοιαῦτα, πυρετὸς σφοδρότερος τοῦ πρόσθεν, ῥῖγος ἄλογον καὶ βάρους συναίσθησις μᾶλλον ἤπερ ὀδύνης πολλῆς. ὅταν σοι ταῦτα φανῇ, γίνωσκε τὴν φύσιν μεταβαλεῖν τὴν ὑποκειμένην ὕλην εἰς πύου γένεσιν καὶ, εἰ μὲν ἐρρωμένη τετύχηκεν οὖσα ἡ ποιοῦσα δύναμις καὶ τὸ πῦον εὑρεθήσεται μὴ πάνυ γλίσχρον, τὸ τηνικαῦτα τὴν ῥῆξιν ἔσω τοῦ θώρακος γίνεσθαι περὶ τὴν τεσσαρεσκαιδεκάτην ἡμέραν. εἰ δὲ καὶ παχύτερον εὑρεθείη τὸ πῦον προσωτέρω τῶν εἰρημένων ἡμερῶν καὶ ἡ τοῦ κάμνοντος δύναμις ἀσθενεστέρα τετύχηκε, καὶ περὶ τὴν μʹ ἢ ξʹ καὶ μακροτέρω δεῖ προςδοκᾶσθαι τὴν ῥῆξιν γενέσθαι. καὶ ἁπλῶς πρός τε τὸ ποσὸν καὶ ποιὸν τῆς ὕλης καὶ τὴν δύναμιν τοῦ κάμνοντος προσδέχου τὴν προθεσμίαν τῆς ῥήξεως τοῦ ἀποστήματος γινομένην. καὶ εἰ μὲν τὸ ἐμπεσὸν ἔνδον τοῦ θώρακος πῦον ἐγχρονίσει μόνον ἔνδον καὶ μὴ ἀνακαθαρθείη ἄχρι τῶν μʹ ἡμερῶν, ὥς φησιν ὁ θειότατος Ἱπποκράτης, εἰς φθίσιν ἔρχεται τοῦ πνεύμονος αὐτοῖς πρότερον ὑπὸ τῆς τοῦ πύου δριμύτητος ἑλκουμένου καὶ διασηπομένου. διαγνωστέον δὲ τὸν πεπονθότα τόπον καὶ ἐκ τοῦ ἐρωτώμενον τὸν κάμνοντα λέγειν, εἰ τύχοι καὶ τὸ δεξιὸν μέρος τοῦ θώρακος εἶναι θερμότερον μᾶλλον καὶ βάρους συναίσθησιν ἔχειν, ὡς κρεμαμένου τινὸς ἐξ αὐτοῦ, ὁπηνίκα περὶ τὸ ἕτερον μέρος ἀνακλιθείη.

`2.213`

Περὶ διαίτης.

Δίαιτα τοίνυν ἁρμόζει πᾶσι τοῖς ἀναπτύουσι πῦον ποικίλη πρὸς τὸ διάφορον πῦον τοῦ ἀναπτυομένου καὶ πρὸς τὴν παχύτητα καὶ λεπτότητα αὐτοῦ καὶ τὸν τρόπον τῆς ῥήξεως καὶ πρὸς τὴν φύσιν τοῦ περιέχοντος αὐτὴν μορίου καὶ τὴν δύναμιν τοῦ κάμνοντος ἄλλην ἄλλως μετασχηματιζομένην. τοῖς μὲν οὖν χολῶδες πῦον ἀναπτύουσιν ἐπιτήδειός ἐστι καὶ ὁ χυλὸς τῆς πτισάνης ἐπιρροφούμενος καὶ ὁ χυλὸς τοῦ βρώμου, εἰ δὲ καὶ ἀσθενὴς, καὶ ὁ χυλὸς τοῦ ἄλικος ἢ τίφης ἢ ζέας, εἰ δὲ μηδὲν εἴη τοιοῦτον μηδʼ ἡ γαστὴρ φέροιτο, καὶ ὁ χυλὸς τῶν ἀμυγδάλων ἢ καθʼ ἑαυτὸν ἢ μετά τινος τῶν εἰρημένων χυλῶν μιγνύμενος. τῆς δὲ γαστρὸς φθειρομένης μηδὲν ὅλως ἐπιδιδόσθω τῶν ἐπὶ πλέον αὐτὴν προτρέπειν δυναμένων μηδὲ ποτὸν ἢ ἔδεσμα τοιοῦτον· ἐπὶ γὰρ τῶν τοιούτων διαθέσεων χαλεπὸν τὴν γαστέρα ῥευματίζεσθαι. διὸ καὶ ὁ χυλὸς τῆς πτισάνης πλέον τῶν ἀμυγδάλων καὶ τὸ μελίκρατον καὶ τὸ ζέμα τῆς γλυκυρρίζης καὶ τῆς ἴρεως καὶ τῆς τήλεως καὶ τὸ ὀξύμελι πλέον πάντων ῥευματίζει· ἔχει γάρ τι καὶ ξυστικὸν τοῦ ἐντέρου. ἐπιδιδόναι δὲ δεῖ μᾶλλον τοὺς ζωμοὺς εἰς εὔκρατον ἢ τοῦ ἄλικος ἢ σεμιδάλεως, ἐὰν μὴ πάνυ πυρέττοιεν. αἰσθόμενος δὲ, ὅτι παχύτερον ἐγένετο τὸ ἀναπτυόμενον καὶ τὸ χολῶδες ἀπέθετο καὶ δυσανάγωγον ἤρξατο γίνεσθαι, τότε πάλιν συμφέρει μεταβαίνειν ἐπὶ τὸ ὑδαρὲς μελίκρατον ἢ ἀπόμελι παρέχειν αὐτὸ κατʼ ὀλίγον καὶ μὴ ἀθρόως· οὕτω γὰρ ἀβλαβὴς ἔσται ἡ χρῆσις αὐτοῦ καὶ ὠφελεῖν δυναμένη τὰ μέγιστα καὶ πλεῖον, εἰ καὶ δυσῶδες εἴη καὶ ῥυπαρὸν τὸ ἀναπτυόμενον πῦον. εἰ δὲ τοιοῦτον εἶναι φαίνεται, τὸν τῆς τήλεως χυλὸν ἀφεψηθέντα μετὰ φοινίκων λιπαρῶν, μὴ παρόντων δὲ τούτων καὶ ἰσχάδας ὀλίγας συνεψεῖν. καὶ συναπορρίπτουσι καλῶς καὶ εὐανάγωγον ποιοῦσι τὸ ὑγρὸν ἅμα τῷ καὶ πραΰνειν τὰ φλεγμαίνοντα τὸ ἕλκος. δῆλον δὲ, ὅτι εἰς τὸ τρίτον τῆς τήλεως ζέμα συνεψεῖν δεῖ τοὺς φοίνικας ἢ τὰς ἰσχάδας. κάλλιον δὲ, εἰ καὶ μέλι βραχὺ προσπλέξεις. μέλλων δὲ ἐπιδιδόναι τὸν χυλὸν δίδου μᾶλλον αὐτὸν πρὸ τροφῆς. τὸ δὲ μελίκρατον καὶ ἐν παντὶ καιρῷ παρεχόμενον οὐδὲν βλάπτει τὸν πάσχοντα.

`2.215`

Ἐὰν ἀσθενὴς ἡ δύναμις εἴη, τί δεῖ ποιεῖν;

Πρόσεχε δὲ καὶ τῇ δυνάμει μάλιστα· συμβαίνει γὰρ διὰ τὴν ἀσθένειαν αὐτῆς δυσανάγωγον τὸ ὑγρὸν γίνεσθαι ἀτονούσης ἐκθλῖψαι τὰ ἐν τῷ θώρακι. φροντιστέον αὐτοὺς οὖν πλέον ἐμβαλόντας εἰς τὸν χυλὸν τῆς πτισάνης ἢ περιστερὰν ἢ πῶλον. πάρεχε δὲ αὐτοῖς καὶ τοὺς διδύμους τῶν ἀλεκτρυόνων, ὡς μὴ συγχωρῆσαι καταβληθῆναι τὴν δύναμιν· ἀσθενοῦσα γὰρ καὶ τὰ πάνυ εὔπεπτα κάμνει διοικῆσαι καὶ κατεργάσασθαι καλῶς. διὰ δὲ τὸ εὔπεπτον καὶ φθαρτικοὺς αὐτοὺς εἶναι γαστρὸς, ἔχειν δέ τι καὶ κακοστόμαχον, ὀπτοὺς δεῖ παρέχειν, ὥστε τὸ ὀρρῶδες αὐτῶν ἀπορρυῆναι. γίνεται δὲ τοῦτο καλῶς, ἐάν τις αὐτοὺς ὀπτουμένους βελόνῃ ἐκκεντρίσῃ. οὕτω δὲ καὶ τοὺς ἐγκεφάλους τῶν μικρῶν χοίρων ὀπτοὺς παρέχειν ἐστὶ κάλλιον, ἁλῶν ὀλίγων προσπαττομένων αὐτοῖς, ὅτι καὶ αὐτοὶ κακοστόμαχοί τε καὶ φθαρτικοὶ γαστρός· διὸ τοῖς ἠσθενηκόσι τὴν δύναμιν μόνοις αὐτοῖς παρέχειν δεῖ. καὶ ἔτι δὲ τὰ τῶν χηνῶν ἄκρα καὶ τῶν ὑῶν τοὺς πόδας καὶ ἄλικα ἑφθὸν μετʼ ἀμυγδάλων καὶ πιστακίων καὶ σταφίδων καὶ ὅσα ἄλλα καλῶς τρέφειν οἶδε τοὺς κάμνοντας. αὐξηθείσης δὲ τῆς δυνάμεως ἀντιμεταβαίνειν δεῖ ἐπὶ τὸ πρόσφορον. εἰ δὲ χρονιώτερον εἴη τὸ πάθος καὶ ἄτροφον ἄρξεται φανερῶς συντήκεσθαι τὸ πᾶν σῶμα καὶ μηδὲ πολὺ πῦον ὁ θώραξ ἔχει, καὶ τὸ γάλα δοτέον αὐτοῖς μόνον, εἰ μὴ πυρέττοιεν σφοδρῶς· εἰ γὰρ ἐπιδοθείη πολλῆς οὔσης τῆς θερμασίας, οὐκέτι τρέφειν ἢ ὑγραίνειν δυνήσεται· νικᾶται γὰρ ὑπὸ τοῦ παρὰ φύσιν καὶ εἰς ἀλλόκοτον καὶ φθαρτικὴν τρέπεται ποιότητα. μετριωτέρας οὖν γενομένης τῆς πυρώδους θερμασίας οὕτως ἐπιδοτέον αὐτοῖς τὸ γάλα.

Ποῖον γάλα δεῖ προσφέρειν καὶ πότε;

`2.217`

Εἰ μὲν ἀνακαθάρσεως ἔτι χρῇζον φαίνοιτό σοι τὸ ἀναφερόμενον καὶ οὐ μόνον ῥυπαρὸν καὶ δυσῶδες ὑπάρχον, πάντων τῶν ἄλλων προτιμᾶται τὸ ὄνειον· καὶ γὰρ εἰς ἅπαντα πλεονεκτεῖ καὶ τῷ καθαίρειν καλῶς. καὶ τὸ ἵππειον αὐτοῖς ἐπιδοτέον τῷ τῆς ὄνου παραπλήσιον ὑπάρχον εἰς ἅπαντα· διὸ καὶ δυσπνοϊκοὺς ὠφεληθέντας ἐθεασάμην πολλάκις αὐτοῦ δοθέντος εὐκαίρως· εὐανάγωγα γὰρ πάντα τὰ προσπεπλεγμένα τοῖς βρόχοις τοῦ πνεύμονος ἐργάζεται. πρόσκειται δὲ τὸ εὐκαίρως, ἵνα ἐπὶ τούτοις πυρετὸς μὴ παρενοχλῇ μηδὲ κατὰ τὸν καιρὸν τοῦ παροξυσμοῦ δοθείη. εἰ δὲ μὴ βούλοιντο τῶν ζῴων τούτων λαμβάνειν τὸ γάλα οἱ κάμνοντες, δοτέον αὐτοῖς κατὰ δευτέραν τάξιν τὸ βόειον ἢ αἴγειον· εἰ γὰρ καὶ μὴ οὕτως τὸ καθαρτικὸν ἔχει τὸ γάλα τούτων, ἀλλʼ οὖν ἐν τῷ δύνασθαι τρέφειν ἔχει τι πλέον τῶν ἄλλων. ὅπως δὲ μὴ φθείρῃ τὴν τῶν καμνόντων γαστέρα τὸ γάλα πινόμενον, κάλλιόν ἐστιν αὐτὸ ἑψεῖν ἐπʼ ἀνθράκων· οὕτω γὰρ ἂν ἀφέλοιτο πολὺ τοῦ ὀρρώδους ἡ ἕψησις, ὥστε καὶ ἐφεκτικὸν αὐτὸ μᾶλλον τῶν ἄλλων γενέσθαι γαστρός. εἰ δὲ καὶ κόχλακας ἐπεμβάλλοις ποταμίους πυρώσας τε καὶ ἀποτινάξας, ὥστε μὴ κατέχειν κονίας, ἢ σιδήρια τὸν αὐτὸν τρόπον, ἔτι κάλλιον καὶ ὠφέλιμον τοῦτο ποιήσεις. ἐσθιέτωσαν δὲ ποικίλως αὐτὸ, ποτὲ μὲν μετὰ σεμιδάλεως, ἄλλοτε δὲ σὺν ἰτρίῳ ἢ ὀρύζῃ ἢ ἄλικι μετὰ πυρρῶν ὠῶν· οὕτω γὰρ ἂν καὶ ἡ ὄρεξις φυλαχθήσεται καὶ οὐ προσκορὴς ἔσται ἡ τοῦ γάλακτος χρῆσις πάντα δυναμένη· καὶ γὰρ καθᾶραι καὶ σαρκῶσαι τὸ ἕλκος καὶ θρέψαι τὸ πᾶν σῶμα πλείω τῶν ἁπάντων δυνήσεται.

Περὶ ἄρτων.

Τὸν δὲ ἄρτον προσφερέσθωσαν τὸν κλιβανίτην θερμὸν, εἰ ἔστιν ὑγρὸν πάνυ καὶ ὑδατῶδες τὸ ἀναπτυόμενον. εἰ δὲ δυσανάγωγον εἴη, καὶ εἰς γλυκὺν οἶνον ἢ οἰνόμελι βρέχοντας, πυρετοῦ δὲ σφοδροῦ παρενοχλοῦντος, εἰς ὑδρόμηλον ἢ ἀπόμελι. εἰ δὲ πρὸς τὸ γλυκὺ ἀνορέκτως ἔχοιεν οἱ κάμνοντες, καί τινα τῶν λεπτῶν οἴνων ἢ Σαρεφθῖνον ἢ Κνίδιον ἢ Σαβῖνον γνήσιον ἢ Ἀδριανὸν εἰς εὔκρατον, εἰ καὶ μάλιστα διψώδεις εἰσὶ καὶ κατάξηροι.

Περὶ λαχάνων.

`2.219`

Τῶν δὲ λαχάνων αἱ μὲν ῥίζαι βληθεῖσαι καθᾶραι καὶ παχῦναι δυνήσονται τὸ πῦον. λαμβανέτωσαν δὲ τῶν πράσων εἰς οἶνον, εἶτʼ εἰς οἰνόμελι δισέφθων γενομένων. λαμβανέτωσαν δὲ καὶ τὸ καλούμενον σιναπίδιον πρὸ τροφῆς. εἰ δὲ παχὺ φαίνοιτο καὶ πολὺ, καλὸν μὲν ἀπέχεσθαι τῆς λαχανώδους τροφῆς πάσης διὰ τὸ ὑγρὸν αὐτῆς καὶ περιττωματικόν. εἰ δʼ ἄρʼ ἡδέως προσφέροιντο, καὶ τὴν κράμβην δίεφθον γενομένην καὶ τὸν ἕλειον ἀσπάραγον καὶ μάλιστα τὸν ἄγριον· πλέον γάρ ἐστιν ὠφέλιμος. εἰ δὲ μηδὲν εἴη τοιοῦτον, σφοδρότερον δὲ πυρέττων ὁ κάμνων φαίνοιτο καὶ ξηρὸν ἢ χολῶδες ἢ ἁλμυρὸν ἀναπτύων, ἀναγκαῖόν ἐστιν ὑγροτέρᾳ κεχρῆσθαι τροφῇ καὶ πλέον ἐν λαχάνοις τὸ ἴντυβον ἢ τὴν μαλάχην· καὶ γὰρ ἔχουσα τὸ ὀλισθηρὸν τὴν ἀρτηρίαν λεαίνει καὶ τῇ γλισχρότητι τὸ προσηνὲς καὶ μετρίως λεπτύνον εὐανάγωγον ἐργάζεται τὸ ἀναπτυόμενον μετὰ τοῦ καὶ εὐκρασίαν παρέχειν τῷ σώματι. παυσαμένου δὲ τοῦ πυρετοῦ ἢ καὶ μειωθέντος οὐ δεῖ κατακεχρῆσθαι τοῖς ψύχουσιν· ἐγχρονίζειν γὰρ ἐπὶ τὸ ἀναπτύειν τὸ πῦον ἐν τῇ τοιαύτῃ διαίτῃ οὐκ ἐπιτήδειον.

Περὶ ὄρνεων.

Ὄρνεων δὲ ἐσθιέτωσαν τήν τε κατοικίδιον ὄρνιν καὶ τῶν φασιανῶν τὰ μὴ λιπαρὰ καὶ περδίκων ὁμοίως καὶ ἀτταγήνων καὶ κιχλῶν καὶ τῶν ἄλλων ἀγρίων στρουθῶν ἀπὸ ζέματος· οἱ γὰρ ζωμοὶ ῥύπτουσι μᾶλλον τὰ ἕλκη ὑγροτέραν τε τὴν γαστέρα ποιοῦσι καὶ τοὺς πυρετοὺς οὐκ ἐπιτείνουσι. πλὴν, ἐπειδὴ πάντες οὐκ ἐπὶ πολὺ τῆς τοιαύτης τροφῆς ἀνέχονται, σπουδάζειν δέον, ὡς ἐνδέχεται, μήτʼ ἐλαίου πολλοῦ μήθʼ ἁλῶν ἐμβαλεῖν, τὰ δʼ ἁρμόζοντα πρὸς τὴν ὑποκειμένην χρείαν μιγνύειν τοῖς ζωμοῖς. εἰ μὲν γὰρ ῥυπαρὸν εἴη τὸ αἷμα πτυόμενον, καὶ μέλιτος προσπλέκειν δεῖ καὶ πράσου· εἰ δὲ καθαρόν σοι φαίνοιτο, τηνικαῦτα καὶ βαλανοκαστάνων καὶ ἰτρίου ἢ ἄλικος ἢ σεμιδάλεως, ὥσπερ εἰ καὶ παραθέσεως ἢ ἐπιθέσεως χρείαν ἔχοιτο ἕλκος, μιγνύσθω τῇ τροφῇ φακῆ Αἰγυπτία λελεπισμένη ἢ κράμβη δίεφθος ἢ τὸ ἀπὸ τῆς Ἀλεξανδρείας μικρὸν φασίολον ἢ τὸ λεγόμενον ζιζουλὰ ἢ ἔλυμος.

Περὶ ἰχθύων.

`2.221`

Ἐν δὲ τοῖς ἰχθύσι προτιμάσθωσαν, εἰ μὲν συνεργῆσαι τῇ ῥήξει βουληθείημεν τοῦ γειναμένου ἀποστήματος δυσώδους ὄντος καὶ ῥυπαροῦ τοῦ ἀναπτυομένου καὶ ἀνακαθάρσεως δεομένου, ἰχθύων τῶν εἰς ἅλμην ταριχευθέντων καὶ μάλιστα τῆς καλουμένης ἐγκατηρᾶς προσάπαξ ἢ δὶς δοτέον, ὡς ἐν τάξει φαρμάκου· τὸ γὰρ ἀμετρότερον αὐτοῖς κεχρῆσθαι πλέον ἀναστομοῖ καὶ τὰ ἀναπτυόμενα ὑγρότερα διατίθησιν. εἰ δὲ μηδὲν εἴη τοιοῦτον, χολῶδες δὲ φαίνοιτο, φείδεσθαι μὲν χρὴ τῶν ἁλμυρῶν πάντων ἐδεσμάτων. ἐσθιέτωσαν δὲ πλέον ἁπάντων πετραῖον ἰχθὺν ἀπὸ ζέματος ἀνήθου μόνου προσειληφότα. εἰ δὲ παχὺ καὶ γλίσχρον φαίνοιτο τὸ φερόμενον, προσέτι δὲ καὶ ἀνορεξία τις πάρεστι, διʼ ὀξυμέλιτος ἡ ἕψησις.

Περὶ ὀστρακοδέρμων.

Τροφὴ δὲ τῶν ὀστρακοδέρμων οὐ πάνυ τοι χρήσιμός ἐστι τοῖς περὶ θώρακα μορίοις ἕλκος ἔχουσι καὶ πῦον ἀναπτύουσιν. ὅμως ἁλμυροῦ τοῦ ὑγροῦ τυγχάνοντος καὶ χολώδους οὐδὲν ἄτοπον τηνικαῦτα διδόναι κτενίων ἢ κηρυκίων ἢ ἀστακοῦ ἢ τῶν λεγομένων καραβίδων. εἰ δὲ τὸ ἕλκος ῥυπαρὸν εἴη καὶ κατʼ ὀλίγον τὸ πῦον φερόμενον διὰ τὸ μὴ γενέσθαι τελείαν τὴν ῥῆξιν τοῦ περιχυθέντος, ἐχίνου μὴ κώλυε λαμβάνειν ὀλίγον· ἔχει γάρ τι καὶ ἀναστομοῦν καὶ ἀνακαθαίρειν δυνάμενον.

Περὶ ὀσπρίων.

Ὀσπρίων δὲ πυρέττουσι μὲν εὔδηλον, ὡς τὴν πτισάνην διδόναι προσήκει τὸ ῥυπτικὸν ἔχουσαν, ὁμοίως δὲ καὶ τὸν βρῶμον. εἰ δὲ τὰ τῆς θερμασίας οὐ παρενοχλεῖ, καὶ ἄλικος ἔχοντος ἢ πιστακίων ἢ ἀμυγδάλων ἢ σταφίδων ἢ στροβιλίων· εἰ δὲ ῥυπαρὸν καὶ ῥευματιζόμενον φαίνοιτο τὸ ἕλκος, καὶ κυάμων ἢ φασιόλων ἢ φακῆς, ποτὲ μὲν καθʼ αὑτὴν, ἄλλοτε δὲ μετὰ πτισάνης κατεψηθείσης. εὖ μάλα πάρεχε δηλονότι, καθὰ προείρηται, τοῦ πυρετοῦ τελείως σχεδὸν ἀποπαυσαμένου.

Περὶ ὀπώρας.

Ὅτι δὲ ταῖς τοιαύταις διαθέσεσιν οὐ πάνυ τοι χρήσιμος ἡ ὀπώρα, πρόδηλον οὐ μόνον ἰατροῖς, ἀλλὰ καὶ πᾶσιν ἰδιώταις ὑπάρχει· πλὴν, ἐπειδὴ καὶ ἀνορεξία παρέπεται τοῖς κάμνουσιν, ἀναγκαζόμεθα τὰς μικρῷ χείρονας ἐν ὀπώραις ἐπιλέγεσθαι· διὸ καὶ μήλων ἐπιδιδόναι καὶ ἀπίων πάνυ πεπείρων καλὸν, σικύων τῆς ἐντεριώνης ἢ πέπονος, εἰ μάλιστα πυρετὸς ἐνοχλοῖ ἢ δίψα καὶ χολωδέστερον τὸ ἀναπτυόμενον εὑρεθείη· ἡ γὰρ ἐντεριώνη τοῦ πέπονος ἔχει τι ῥυπτικόν.

`2.223`

Περὶ τραγημάτων.

Ἡ δὲ τῶν τραγημάτων τροφὴ χρήσιμός ἐστιν· ἔχει γάρ τι καὶ ῥυπτικὸν τῶν κατὰ τὸν θώρακα παθῶν. ἀμυγδάλων οὖν λαμβανέτωσαν ἢ πιστακίων ἢ σταφίδων ἢ στροβιλίων καὶ τὰς ἐκ τούτων συγκειμένας κοπτάς. δεῖ δὲ μὴ πολλὴν τροφὴν ἐκ τούτων ἐπιδιδόναι· καὶ γὰρ εἰ τὸ ῥύπτειν ἔχει, ἀλλʼ οὖν δύσπεπτός ἐστι καὶ φθαρτικὴ τροφῶν τῶν ἐν τῇ γαστρὶ διὰ τὸ ἐλαιῶδες αὐτῶν. τοσαῦτα καὶ περὶ τῆς ὠφελούσης αὐτοῖς εἰρήσθω διαίτης. —λοιπὸν δὲ, ὅσα καὶ ἐν φαρμάκοις σύγκειται καλῶς ἁρμόζειν δυνάμενα τοῖς ἔχουσι πῦον ἐν τῷ θώρακι, ἀναγκαῖόν ἐστι γράφειν. εἴρηται μὲν οὖν ἅπαντα σχεδὸν ἐν τῷ περὶ βηχὸς λόγῳ καὶ τὰς πλείστας τῶν ἐκεῖ γεγραμμένων ἀντιδότων εὑρήσεις καὶ πρὸς ἐμπυϊκοὺς ποιεῖν δυναμένας. ἀλλὰ καὶ ἐνταῦθα μνημονεύσομεν τῶν κυρίως πρὸς ἐμπυϊκοὺς ἁρμοζόντων βοηθημάτων. πρότερον τὰς ἁπλουστέρας ἐκτιθέμενοι δυνάμεις, εἶθʼ οὕτω καὶ τῶν συνθέτων μνημονεύσομεν. ὕσσωπον τοίνυν μετὰ μέλιτος καλῶς ποιεῖ, ὁμοίως δὲ καὶ θύμος ἢ ἶρις κεκομμένη ἢ ὄροβοι φρυγέντες εἰς βούτυρον ἢ γλήχων. καὶ πάντα ταῦτα κατʼ ἰδίαν κοπέντα καὶ μετὰ μέλιτος μιγέντα καλῶς ποιεῖ παρεχόμενα· γενναίως γὰρ ἀνακαθαίρει.

Πρὸς ἐμπυϊκοὺς καὶ πάντα τὰ περὶ τὸν θώρακα καὶ τοὺς φθόῃ κατεχομένους καὶ, οἷς ἀρτηρία πέπονθε, πάνυ καλὸν καὶ ἡδὺ φάρμακον.

Κινναμώμου . . . δραχ. δʹ λιβάνου . . . . δραχ. αʹ γλυκυρρίζης . . . οὐγγ. αʹ 𐅶ʹʹ ἐν ἄλλῳ . . . οὐγγ. αʹ σμύρνης . . . . δραχ. δʹ τραγακάνθης . . . οὐγγ. ϛʹ νάρδου Ἰνδικῆς . . δραχ. αʹ ἀμμωνιακοῦ . . . δραχ. δʹ κρόκου . . . . . δραχ. αʹ ἐν ἄλλῳ . . . δραχ. βʹ μέλιτι ἀναλάμβανε.

Ἄλλο πρὸς τὰ ἐν τῷ θώρακι καὶ περιττὰ πάντα.

`2.225–2.227`

Στρόβιλον λαβὼν πολλὴν ἔχοντα ἰδίαν περικειμένην ῥητίνην ἕψησον μετὰ πρασίου προσφάτου, εἶτα τῷ ἀφεψήματι μίγνυε μέλι σύμμετρον καὶ ἕψησον πάλιν τοῦτο μέχρι μελιτώδους συστάσεως καὶ χρῶ πρὸς τὰς τοῦ θώρακος καὶ πνεύμονος διαθέσεις.

Πρὸς ἐμπυϊκοὺς καὶ φθισικοὺς καὶ τοὺς ἐκ τοῦ πνεύμονος ἢ θώρακος ἢ τοῦ ὑμένος τοῦ διαφράγματος ἀναπτύοντας τρυγώδη καὶ ῥυπαρὰ καὶ τοὺς ἤδη φθίσιν

μελετῶντας ἄριστον βοήθημα, ἔχει δὲ οὕτως·

ἀειζώου χυλοῦ . . . . γλυκέος Κρητικοῦ . . . ἀνὰ δραχ. βʹ μέλιτος Ἀττικοῦ . . . ἐν ἄλλῳ . . . . ἀνὰ δραχ. δʹ κνιδοσπέρματος κεκομμένου κοτύλ. αʹ σικύου ἡμέρου σπέρματος . κοτύλ. αʹ κυπαρίσσου σπέρματος . . οὐγ. αʹ. ἕψε πάνθʼ ὁμοῦ, ἕως καταλειφθῇ τὸ ἥμισυ, καὶ τὸ πιτυρῶδες ῥῖψον. εἰς δὲ τὸ ὑγρὸν πρόσθες πίσσης ὑγρᾶς κοτ. αʹ καὶ ἕψε ἕως συστάσεως μελιτώδους καὶ πρόσβαλε νάρδου Συριακῆς . . . δραχ. αʹ λιβάνου . . . . . δραχ. γʹ κρόκου . . . . . . δραχ. βʹ πεπέρεως λευκοῦ . . . δραχ. βʹ. ἡ δόσις κυάμου τὸ μέγεθος ἐκλεκτόν. ἐὰν δὲ σφοδραὶ ὦσιν αἱ ἐπιτάσεις τῶν προειρημένων παθῶν, στροβίλινον ὀπτὸν ἔτι γενναίως θλάσας καὶ βαλὼν εἰς χύτραν καινὴν ἐπιχέων ὕδωρ τὸ ἀρκοῦν ἕψε, ἕως οὗ καταλειφθῇ τὸ τρίτον, καὶ διηθήσας χρῶ τῷ ὑγρῷ ἀντὶ τοῦ λοιποῦ ὕδατος.

Ἀντίδοτος καλὴ πάνυ πρὸς στομάχου ῥευματισμὸν ἀναφορικοὺς καὶ βηχικοὺς καὶ περιπνευμονικοὺς ποιεῖ διὰ τάχους καὶ ἀλύπως.

Κρόκου . . . . . δραχ. αʹ φύλλου . . . . . . δραχ. αʹ πρασίου . . . . . δραχ. βʹ ἴρεως . . . . . . δραχ. βʹ πεπέρεως λευκοῦ . . . δραχ. βʹ γλήχωνος . . . . . δραχ. βʹ ὑσσώπου . . . . . δραχ. βʹ ἐν ἄλλῳ . . . . δραχ. γʹ ὀροβίνου ἀλεύρου . . . ξεστ. αʹ ἀμυγδάλων πικρῶν . . ξεστ. αʹ μέλιτος καλοῦ . . . ξεστ. αʹ. χρῶ ὡς πάνυ καλλίστῳ βοηθήματι.

Ἀντίδοτος ἡ διὰ πρασίου καλῶς πάνυ ἀνακαθαίρουσα τὰ ἐν τῷ θώρακι πάντα,

ὡς ἡ προτέρα.

Ὑσσώπου . . . . . οὐγγ. βʹ πρασίου . . . . . οὐγγ. βʹ γλήχωνος . . . . . οὐγγ. βʹ καλαμίνθης . . . . οὐγγ. βʹ γλυκυρρίζης . . . . οὐγγ. γʹ ἴρεως . . . . . . οὐγγ. βʹ σκίλλης . . . . . οὐγγ. βʹ ἑλενίου . . . . . οὐγγ. βʹ στροβιλίων . . . . . οὐγγ. βʹ ἀπόβρεχε ὕδατι ἐφʼ ἡμέρας τρεῖς καὶ ἕψε, ἕως ἀποτριτωθῇ, καὶ ἐπιβαλὼν μέλιτος ἕψε ἕως συστάσεως. τοσαῦτα καὶ περὶ τῶν ἀνακαθαιρόντων τὰς χρονίας διαθέσεις τοῦ θώρακος καὶ πνεύμονος. εἰδέναι δὲ δεῖ, ὅτι μετὰ τὴν ἀνακάθαρσιν ξηραίνειν δεῖ σπουδάζειν τὰ ἑλκοῦντα· τῶν γὰρ ἀπερίττων αὐτῶν γενομένων παρατίθενται καὶ σαρκοῦνται. ἁρμόζουσι δὲ τούτοις λοιπὸν καὶ ἀέρων μεταβολαὶ καὶ πλοῦς καὶ τῶν αὐτοφυῶν ὑδάτων αἱ χρήσεις, εἴπερ εἰσὶν εὔσαρκοι καὶ μὴ φθάσαντες ἀμέτρως ὑπὸ τοῦ νοσήματος λεπτυνθῆναι· τηνικαῦτα γὰρ μετὰ τοῦ μηδαμῶς ὠφελεῖσθαι καὶ μᾶλλον ὑπὸ τοῦ ξηραίνοντος βλάπτονται. βέλτιον οὖν τοῖς γλυκέσι κεχρῆσθαι λουτροῖς καὶ τῇ ἀλοιφῇ τῷ τε σαβίνῳ ἐλαίῳ καὶ στεάτῳ· οὕτω γὰρ ἐκ τῶν τοιούτων ἁπάντων τὰ ἠσθενηκότα καὶ λεπτυνθέντα μόρια, καὶ μάλιστʼ εἰ τῇ τοῦ γάλακτος πόσει καταχρήσονται, ἀναλαμβάνουσιν.

## License and provenance

Eulogikon publishes public-domain Greek texts in cleaned, structured, readable form and makes no copyright claim over that preparation (Public Domain Mark 1.0, https://creativecommons.org/publicdomain/mark/1.0/). Cite as `eul_wid: vcc-aj`.
