---
title: "Therapeutics: Book 3"
title_greek: "Θεραπευτικά, Γʹ"
author: Alexander of Tralles
eul_wid: vcc-ah
eul_aid: vcc
canonical: "https://eulogikon.org/works/alexander-tralleis-therapeutics-book-3-vcc-ah"
lang: grc
period: Late Antique
dialect: Koine
content_hash: "sha256:505c6e54ec75c6b358ebda936fa06ceb06353b8ba1e06ed39e67a333586307e9"
content_modified_at: "2026-11-15"
license: "https://creativecommons.org/publicdomain/mark/1.0/"
---

# Therapeutics: Book 3

*Θεραπευτικά, Γʹ*

**Author:** Alexander of Tralles

**eul_wid:** `vcc-ah` · [HTML page](https://eulogikon.org/works/alexander-tralleis-therapeutics-book-3-vcc-ah)

## Text

Part of [Therapeutics](/works/alexander-tralleis-therapeutics-vcc-ad)

`2.71`

ἈΛΕΞΆΝΔΡΟΥ ΤΡΑΛΛΙΑΝΟΥ͂ ΒΙΒΛΊΟΝ ΤΡΊΤΟΝ.

κεφ. αʹ.

Περὶ τῶν ἐν τοῖς ὠσὶ παθῶν.

Ἡ ἀκοὴ πολλοῖς πάνυ καὶ ποικίλοις ὑπόκειται παθήμασι· καὶ γὰρ διὰ ψυχρὰν πολλάκις καὶ θερμὴν δυσκρασίαν, ἔσθʼ ὅτε καὶ διʼ ἔμφραξιν γλίσχρων χυμῶν καὶ διὰ πνεῦμα φυσῶδες καὶ φλεγμονὴν ἔξωθεν ἢ ἔνδοθεν συστᾶσαν τοῦ πόρου καὶ διʼ ἐπιρροὴν θερμοῦ αἵματος χολώδους καὶ διʼ ἄλλας αἰτίας πάνυ πολλὰς, περὶ ὧν ἁπάντων λεχθήσεται μετὰ τῶν προσηκόντων διορισμῶν. ἀρξώμεθα τοίνυν ἀπὸ τῆς ὀδύνης πρότερον, ἐπειδὴ καὶ μάλιστα τὸ σύμπτωμα τοῦτο πρὸς θεραπείαν ἐγείρει τὴν τέχνην.

Περὶ τῆς διʼ ἔμφραξιν γινομένης ὀδύνης.

Ἀλλʼ ἐπειδὴ γίνεται καὶ διʼ ἔμφραξιν παχυτέρου πνεύματος ἡ ὀδύνη καὶ διὰ γλίσχρους καὶ παχεῖς χυμοὺς οὐκ ἔχοντας διέξοδον, ἀναγκαῖόν ἐστι διακρῖναι τὸ ποιοῦν αἴτιον τὴν ὀδύνην.

Διάγνωσις, πότερον διὰ πνεῦμα ἢ χυμοὺς γλίσχρους ἢ φλεγμονὴν ἡ ὀδύνη γίνεται ἐν τοῖς ὠσίν.

`2.73`

Στοχάσαιτο δʼ ἄν τις τεχνικῶς τοῦ μᾶλλον διʼ ἔμφραξιν παχυτέρων καὶ γλίσχρων χυμῶν γίνεσθαι τὴν ὀδύνην ἐκ τοῦ βάρους αἰσθάνεσθαι τὸν κάμνοντα τῆς κεφαλῆς καὶ τὰ προηγησάμενα σιτία καὶ πόματα ψυχροτέρων καὶ ὑγροτέρων εἶναι γεννητικὰ χυμῶν. εἰ δὲ διάτασις μὲν γένοιτο, βάρους δὲ μηδʼ ὅλως αἰσθάνοιτο περὶ τὴν κεφαλὴν ἢ ἀκοὴν, εὔδηλον, ὡς πνεῦμα φυσῶδες καὶ παχὺ μὴ εὑρίσκον διέξοδον ὑπολαμβάνειν δεῖ μᾶλλον τὸ τῆς ὀδύνης αἴτιον. εἰ δὲ καὶ βάρους ἅμα καὶ διατάσεως καὶ θέρμης καὶ σφυγματώδους ὀδύνης συναίσθησις γένοιτο, φλεγμονὴν ἀκόλουθον ὑπονοεῖν εἶναι τὴν ποιοῦσαν αἰτίαν τὴν ὀδύνην, ἐξ ἐπιρροῆς αἵματος ἐκθερμανθέντος ἐσχηκυῖαν τὴν γέννησιν. καὶ χρὴ τὴν ἐν ἀγκῶνι φλέβα πρότερον τέμνειν. εἶθʼ οὕτως ἐπὶ τὰ τὰς φλεγμονὰς παύειν ἐπαγγελλόμενα χωρεῖν βοηθήματα. δῆλον δὲ, ὅτι καὶ ἐπὶ τῶν ἄλλων χυμῶν τὸ αὐτὸ δεῖ ποιεῖν καὶ θεωρεῖν, πότερον ποσότητι λυποῦσιν οἱ χυμοὶ ἢ ποιότητι. καὶ εἰ μὲν τῷ πλήθει τὴν ὀδύνην ἐργάζονται, διατήσαντα πρότερον τὰ μὲν εἶναι δοκοῦντα χολώδη κατακιρνᾶν διά τε θριδακίνης καὶ σικύων καὶ ἰντύβων καὶ πεπόνων καὶ μήλων καὶ μαλάχης καὶ ἰχθύων τοῖς σκληροσάρκοις καὶ τοῖς τὸν χολώδη μεταβάλλουσι καὶ θερμὸν χυμὸν, ὁμοίως δὲ καὶ τὸν φλεγματώδη λεπτύνειν διά τε τροφῆς καὶ φαρμάκων. οὕτω γὰρ πραττόντων ἡμῶν οἱ πλεονάζοντες χυμοὶ διὰ τῶν καθαιρόντων φαρμάκων εὐχερῶς ἐκλυθήσονται καὶ τὰ προσφερόμενα ταχυτέραν ὠφέλειαν ἐπιδείξονται.

Θεραπεία τῆς διʼ ἔμφραξιν χυμῶν ἢ πνεύματος γινομένης ὀδύνης.

Εἰ μὲν οὖν διʼ ἔμφραξιν ἐκ τῆς φλεγμονῆς ἡ ὀδύνη γίνοιτο, δῆλόν ἐστιν, ὡς τούτοις ἁρμόζει προσφέρειν, ὅσα ῥύπτειν καὶ τέμνειν τῶν βοηθημάτων ἐστὶν ἐπιτήδεια, οἷόν ἐστι τὸ ἀφρόνιτρον ὀλίγου μιχθέντος αὐτῷ μέλιτος καὶ ὄξους. καὶ χολὴ δὲ προβατεία τούτοις ἁρμόζει μετʼ ἐλαίου προσφερομένη. καλὸν δὲ καὶ ἀμυγδάλινον ἂν εἴη τὸ ἔλαιον.

Ἄλλο· ὁ πράσου χυλὸς ἐνσταζόμενος χλιαρὸς καθʼ ἑαυτὸν καλῶς ποιεῖ καὶ μετʼ ὀλίγου μέλιτος.

Ἄλλο· κρομμύων χυλὸν μετὰ μέλιτος μίξας ἔνσταζε.

Ἄλλο· ὀρίγανον τρίψας μετὰ μέλιτος καὶ γάλακτος γυναικείου ἐγχυμάτιζε.

`2.75`

Ἄλλο· χολὴν αἰγείαν μετὰ πράσου χυλοῦ πρὸς τὰς σφοδροτέρας ἐμφράξεις πρόσφερε. πολλὰ δʼ ἐστὶ καὶ ἄλλα τοῖς παλαιοῖς εἰρημένα καὶ ἁπλᾶ καὶ σύνθετα βοηθήματα ταῖς γινομέναις ἐμφράξεσιν ἐκ χυμῶν ἢ πνεύματος φυσώδους ἁρμόζειν δυνάμενα, ἐξ ὧν εὐχερές ἐστι λοιπὸν ἀναλέγεσθαι πάμπολλα τῆς λυπούσης αἰτίας γνωρισθείσης ἡμῖν· ἐπιλέγεσθαι δὲ μᾶλλον, ὅσα ῥύπτειν καὶ τέμνειν καὶ καθαίρειν ἄνευ σφοδρᾶς δήξεως πέφυκεν, ἀλλʼ ἐπʼ ἐκείνων ἁρμόζει φεύγειν τὰ τοιαῦτα, ἐφʼ ὧν ἐστιν ἡ ὀδύνη μεγάλη καὶ πλήθους ὑπόνοια· πολλάκις γὰρ τὰ τοιαῦτα καὶ τοῦ ῥευματισθῆναι μᾶλλον αἴτια γίνεται καὶ παροξυνθῆναι τὴν ὀδύνην ἐπὶ πλέον. ἐφʼ ὧν δὲ ὁ πόνος οὐ πολὺς, ἀλλὰ καὶ χρονία τις διάθεσις φαίνοιτο καὶ δυσχερῶς ἀκούοιεν τῶν λεγομένων, ἐπὶ τῶν τοιούτων οὐδέν ἐστιν ἄτοπον καὶ τοῖς ἐπὶ πλέον δάκνειν τε καὶ ῥύπτειν δυναμένοις κεχρῆσθαι, ἐξ ὧν ἐστι καὶ τοῦ δρακοντίου ὁ χυλὸς ἀσάρου τε καὶ βρυωνίας καὶ τὰ τούτοις ὅμοια.

Πρὸς τὰς ἄνευ ὀδύνης ἐμφράξεις.

Ἑλλεβόρου λευκοῦ . . δραχ. βʹ νίτρου . . . . . . δραχ. ιϛʹ κρόκου . . . . . . δραχ. γʹ. ποίει τροχίσκους ἐν ὄξει λειώσας καὶ χρῶ πρὸς τὰς ἄνευ ὀδύνης ἐμφράξεις καὶ ἐπὶ τῶν βαρυηκοούντων.

Ἄλλο· ἑλλεβόρου μέλανος ῥίζαν μετʼ ὄξους καὶ μέλιτος λειώσας ἔνσταζε. δῆλον δʼ ὅτι οὐδὲν δεῖ ψυχρὸν προσφέρειν τῇ ἀκοῇ, ἀλλὰ προθερμανθέντα καὶ πολὺ μᾶλλον πύκνωσιν καὶ ἔμφραξιν ὑπονοούμενον.

Ἄλλο· πευκεδάνου ὀπὸς σὺν ἰρίνῳ ἐλαίῳ ἢ ἀμυγδαλίνῳ ἢ τεύτλου χυλὸς σὺν χολῇ ταυρείᾳ λειούμενος ἐνσταζέσθω.

Ἄλλο· εἰς χολὴν βοὸς κροκίδα βρέξας καὶ λειώσας ἐντίθει εἰς τὸ οὖς.

Ἄλλο· χολὴν βοείαν ἢ προβατείαν ἔνσταζε ἢ αἰγὸς οὖρον ἐγχυμάτιζε συνεχῶς.

Πρὸς βαρυηκοΐαν καὶ πόνον σύνθετον βοήθημα.

Σμύρνης . . . . . . . . . . δραχ. αʹ λιβάνου . . . . . . . . . . . δραχ. γʹ ἀμυγδάλων πικρῶν κεκαθαρμένων κοκκία κʹ ἀφρονίτρου . . . . . . . . . . δραχ. αʹ κρόκου . . . . . . . . . . . δραχ. δʹ ὀπίου . . . . . . . . . . . δραχ. γʹ χαλβάνης . . . . . . . . . . δραχ. βʹ. ἡ χαλβάνη μετʼ ἀμυγδάλων λειοῦται κατʼ ἰδίαν καὶ ἀναλαμβάνεται ὄξει σὺν τοῖς λοιποῖς. χρῶ ἐπὶ μὲν περιωδυνίας σὺν ῥοδίνῳ, ἐπὶ δὲ δυσηκοΐας σὺν ὄξει.

`2.77`

Ἄλλο πρὸς πολλὰ ποιοῦν, πεπιστευμένον βοήθημα καὶ μάλιστʼ ἐπὶ τῶν χρονίων ἑλκῶν καὶ νεμομένων καὶ τῶν διὰ πνεῦμα καὶ γλίσχρους χυμοὺς πάνυ δυσηκοούντων, ὡς καὶ εἰς κώφωσιν μέλλειν περιπεσεῖν. ποιεῖ δὲ καλῶς καὶ πρὸς τοὺς χρονίους ἤχους καὶ συριγμοὺς κεδρία ἱερατικὴ λειωθεῖσα μετʼ ὄξους. χρῶ πρὸς τὰ εἰρημένα πάντα ἐγχέων διὰ μηλωτίδος ἢ ῥάκος χρίων ἢ στυπεῖον ἢ ἔριον ἢ, ὡς βούλει ἐπινοῶν· ἔστι γὰρ τῶν πάνυ δραστικῶν βοηθημάτων.

Περὶ ὀδύνης διὰ ψυχρὰν αἰτίαν γινομένης.

Εἰ μὲν οὖν ἡ ὀδύνη γένηται προηγησαμένων ψυχρῶν ἀνέμων καὶ ὑγροτέρων καὶ λουτρῶν τοιουτοτρόπων, εὔδηλον, ὡς καὶ ἡ θεραπεία τούτων εὐχερὴς καὶ δεῖ τοῖς δυναμένοις θερμαίνειν βοηθήμασι κεχρῆσθαι. πολλὰ δʼ εἰσὶ καὶ ἐν τοῖς ἁπλοῖς τοῦτο ποιεῖν δυνάμενα, καθάπερ καὶ ἡ καλλίστη νάρδος καθʼ ἑαυτὴν θερμαινομένη καὶ τὸ πήγανον ἑψόμενον ἐλαίῳ. πρὸς δὲ τὰς μεγίστας ψύξεις καὶ τὸ πέπερι μετʼ ἐλαίου καλῶς ποιεῖ καὶ εὐφόρβιον ὁμοίως καὶ τὸ σκόροδον κρόμμυόν τε καὶ δάφνης φύλλα καὶ στύραξ καὶ κασία καὶ κάλαμος ἀρωματικὸς καὶ τὸ ἴρινον καὶ τὸ ἀμαράκινον ἔλαιον καὶ τὸ ὀποβάλσαμον. οὕτω μὲν οὖν ἰᾶσθαι δεῖ τὰς διὰ ψυχρὰν δυσκρασίαν γινομένας ὀδύνας.

Περὶ τῆς διὰ θερμὴν δυσκρασίαν γινομένης ὀδύνης.

Τὴν δʼ ὑπὸ θερμασίας γινομένην ὀδύνην ἢ δριμέος χυμοῦ τοῖς ἐναντίοις καὶ αὐτὴν ἰᾶσθαι δεῖ πρὸς τὸ μέγεθος τῆς ποιούσης αἰτίας τὸ κατάλληλον ἐφαρμόζοντα. πρὸς μὲν οὖν τὰς μετρίας δυσκρασίας ἄριστα ποιεῖ καὶ τοῦ ὠοῦ τὸ λευκὸν, ὥσπερ ἐπὶ τῶν ὀφθαλμῶν, ἐπιχεόμενον ἠρέμα χλιαρὸν μετὰ γάλακτος γυναικείου, ὡσαύτως μετά τινος τῶν ἀνωδύνων κολλουρίων. καὶ ὁ χυλὸς τῆς περδικιάδος καλῶς ποιεῖ καὶ καθʼ ἑαυτὸν καὶ μετʼ ὀλίγου ῥοδίνου μιγνύμενος. καὶ αὐτὸ δὲ τὸ ῥόδινον μετὰ βραχέος ὄξους καὶ μάλιστʼ ἐπὶ τῶν ζεουσῶν πάνυ καὶ διαπύρων δυσκρασιῶν. ὁμοίως δὲ καὶ ὁ χυλὸς τοῦ στρύχνου καὶ τοῦ κοριάνου καὶ τοῦ ἀσφοδέλου μεγάλως ὠφελοῦσιν.

`2.79`

Ἄλλο· κηρύκια ἔχοντα τὴν σάρκα ζῶσαν τρία συνέψησον μετʼ ἀμυγδαλίνου ἐλαίου καὶ χρῶ. φυσικῶς δὲ τοῦτο ποιεῖ καὶ οἱ ὄνοι αὐτὸ τοῦτο ποιοῦσιν οἱ παρὰ τὰς ὑδρίας εὑρισκόμενοι καὶ τὰ τῆς γῆς ἔντερα παραπλησίως.

κεφ. βʹ.

Περὶ φλεγμονῆς ἔνδον συστάσης περὶ τὸν ἀκουστικὸν πόρον.

Εἴτε ὁ τῆς ἀκοῆς πόρος εἴτε τι ἄλλο τῶν ἔνδον μερῶν αὐτῆς φλεγμαίνει, πολλάκις ὀξυτάτους κινδύνους τῇ γειτνιάσει τῆς χώρας καὶ τῷ γένει τῆς οὐσίας ἐπιφέρει· τὸ γὰρ νεῦρον τὸ ὑπαλεῖφον τὴν ἔνδον τῆς ἀκοῆς ἐπιφάνειαν αἰσθητικὸν ὑπάρχον ἰσχυρὰς ὀδύνας καὶ ὀξείας ἐργάζεται, ὥστε καὶ εἰς συμπάθειαν ἄγειν τὸν ἐγκέφαλον, ὥστε πυρετοὶ καὶ παραφροσύναι τοῖς οὕτω πάσχουσιν ἐπιγίνονται, ἔσθʼ ὅτε δὲ καὶ ὀλέθριοι. καὶ οἱ μὲν νέοι ἀπόλλυνται ἀπὸ τῆς ὀξυτάτης αὐτοῖς συμβαινούσης ὀδύνης ἢ ὑπὸ παραφροσύνης ἢ ὑπὸ τῶν γινομένων πυρετῶν, οἱ δὲ πρεσβῦται πυρετῷ μὲν οὐχ ἁλίσκονται πολλάκις οὐδὲ σπασμώδει διαθέσει οὐδὲ παραφροσύναις· ὁ γὰρ χυμὸς ὁ πλεονάζων αὐτοῖς ψυχρότερος ὢν ἅμα καὶ παχύτερος, αὐτὸς ἑαυτοῦ δεσμὸς γενόμενος ἐν τῷ πεπονθότι τόπῳ μένει. καὶ αὐτὸς χρόνῳ μακρῷ ἄρχεται ἐκπυΐσκεσθαι καὶ κατὰ βραχὺ ἡ δύναμις ἀσθενοῦσα πρὸ τοῦ πεφθῆναι ἐπάγει τὸν θάνατον· ἡ γὰρ ὕλη μὴ κρατουμένη λοιπὸν συρρεῖ πρὸς τὰ κυριώτερα μόρια. ἐπὶ δὲ τῶν νέων οὐ ταχέως ἐκπυΐσκεται· τὸ γὰρ ὀξὺ τῆς ὀδύνης τὴν γένεσιν τῆς ἐκπυήσεως προλαμβάνει. εἰ δὲ καί ποτε δόξει τὴν φλεγμονὴν εἰς πῦον μεταβαλεῖν, ἀπαλλάττονται τῆς ὀδύνης καὶ σωτηρίας τυγχάνουσιν.

`2.81–2.83`

Πρὸς μὲν τὰς μετρίας οὔσας φλεγμονὰς ἁρμόζει τότε ῥόδινον αὐτὸ καθʼ αὑτὸ καταχεόμενον καὶ μετʼ ὀλίγου ὄξους, ὁμοίως δὲ καὶ γλαύκιον ἐπʼ ἀκόνης ἀποτριβόμενον μετʼ ὀλίγου ὄξους καὶ χλιαρὸν ἐπιχεόμενον καὶ τὰ διὰ γλαυκίου καὶ κρόκου σκευαζόμενα πάντα τὸν αὐτὸν τρόπον καὶ αὐτὰ πρὸς μετρίας φλεγμονάς. ὁ δʼ ἐκ τῶν ξυσμάτων τῆς κολοκύνθης χυλὸς καὶ πρὸς τὰς μεγίστας ἐρυσιπελατώδεις ποιεῖ διαθέσεις καὶ καθʼ ἑαυτὸν καὶ σὺν ῥοδίνῳ. καὶ γλαύκιον δὲ μικτὸν ἴσον ὀπίῳ μετὰ γάλακτος γυναικείου ἐγχεόμενον ὁμοίως τὰς ζεούσας φλεγμονὰς καὶ τὰς μεγίστας ὀδύνας οἶδε παρηγορεῖν. ὁμοίως δὲ καὶ τὸ καστόριον ἐπὶ τῶν μεγάλων πόνων ἴσον ὀπίῳ μιγνύμενον καὶ λειούμενον σὺν ἑψήματι καὶ ἐμβαλλόμενον κατὰ τοῦ ὠτίου χλιαρὸν παρηγορεῖ γενναίως. δῆλον δὲ, ὅτι τὸ ὄπιον ἐκλέγεσθαι δεῖ τὸ παλαιὸν διὰ τὸ φεύγειν ἡμᾶς τὸ πάνυ ναρκωτικὸν αὐτοῦ. ἐγὼ γὰρ οἶδά τινα μόνῳ τῷ ὀπίῳ χρησάμενον καὶ ἄφωνον καὶ ἀναίσθητον ποιήσαντα τὸν κάμνοντα, ὡς μηκέτι μηδʼ ὀποβαλσάμου μηδʼ ἄλλων τινῶν ἐμβληθέντων θερμῶν ἀναστῆσαι δυνηθῆναι τὸν ἄνθρωπον. διὰ τοῦτο γοῦν εἰ καὶ διὰ πολλὴν ὀδύνην ἀναγκασθείη τις τῷ ὀπίῳ χρήσασθαι ἢ ἄλλῳ τινὶ τῶν ναρκωτικὴν ἐχόντων δύναμιν, δεῖ ἅπαξ αὐτὸ προσφέρειν ἢ δεύτερον, ὕστερον δʼ ἐμβαλεῖν καστόριον σὺν ἐλαίῳ χλιαρῷ καὶ ἔξωθεν ἔριον βεβρεγμένον θερμῷ ἐλαίῳ ἢ ναρδίνῳ ἔχοντι στέαρ χήνειον περιτιθέναι πανταχόθεν, μηχανώμενον ἰᾶσθαι τὴν ἐκ τῶν ψυξάντων γινομένην νάρκωσιν. μετρίας δὲ τῆς φλεγμονῆς οὔσης καὶ μὴ πάνυ ζεούσης καὶ, ὅπου μή ἐστι πυρετὸς πάνυ θερμὸς ἢ μὴ ἀκμάζων τὴν ἡλικίαν, καὶ βραχὺ τῆς τετραφαρμάκου λαμβάνοντα, ἥν τινες καὶ βασιλικὸν καλοῦσι, μιγνύειν αὐτῷ δεῖ νάρδου μύρου, εἰ χειμὼν εἴη, εἰ δὲ θέρος, ῥοδίνου. καλῶς δὲ ποιεῖ καὶ τὸ στέαρ τῶν χηνῶν ἢ τῶν φασιανῶν αὐτῇ προσπλεκόμενον. γινέσθω δὲ οὕτως ὥσπερ καὶ ὁ θειότατος Γαληνός φησιν· ἔχει δʼ αὐτοῦ ἡ ῥῆσις οὕτως· «Ἐγὼ δʼ οὐκ ἐγχέω τοῖς περιοδυνωμένοις φάρμακον οὐδὲν οὐδʼ ἐκμάττω διʼ ἐρίου τῇ πείρᾳ διδαχθεὶς, ὡς ἄμεινόν ἐστι μηδὲ ψαύειν τοῦ πόρου τοῦ ἀκουστικοῦ κατὰ τὸν καιρὸν τῆς ὀδύνης. διὰ μηλωτίδος οὖν ἀμφιεσθείσης ἐρίῳ πυριῶ τοὺς περιωδυνοῦντας ἐμβαλὼν τόδε τὸ φάρμακον ὧδέ πως κεχλιασμένον ἐν ὠτεγχύτῃ μετρίως οὕτως, ὡς πυνθανομένων ἡμῶν τοῦ κάμνοντος, εἰ χλιαρὸν αὐτῷ φαίνοιτο καὶ εἰ ἔτι δύναιτο φέρειν αὐτὸ θερμότερον, ἄχρι τοσούτου προσφέρειν τὴν θερμασίαν, ὡς μηδέπω λυπεῖν. βάπτων οὖν εἰς τὸ οὕτω παρεσκευασμένον φάρμακον τὴν μηλωτίδα κατὰ τὴν ἀρχὴν τοῦ πόρου μετρίως ἀποτιθεὶς εἰς τὸ βάθος ἀπορρεῖν ἐπίτρεπε. καὶ μετὰ τοῦτο πάλιν αὖθις καὶ αὖθις βάπτων τὸ αὐτὸ ποίει μηδένα διαλιπὼν χρόνον. εὔδηλον δʼ, ὅτι τούτου γενομένου πάντως τι καὶ ἀπορρυήσεται εἰς τοὐκτὸς πληρωθέντος ὅλου τοῦ ἀκουστικοῦ πόρου. τοῦτο τοίνυν δέχου μετρίως καθʼ ὅσον οἷόν τε μὴ ψαύων τοῦ πόρου. ἐπειδὰν δʼ ἱκανῶς πυριάσῃς, ἐάσας τὸν πόρον πληρωθέντα τοῦ φαρμάκου μαλακὸν ἐπιθεὶς ἔξωθεν ἔριον τῷ στόματι καὶ μετὰ τοῦτο παντὶ τῷ ὠτίῳ καὶ, ἐὰν δέῃ πυριάσαι πάλιν, ἀτρέμα βαστάξας τὸ ἐπικείμενον ἔριον ἔξωθεν αὖθις ὁμοίως φυλαττόμενος, ὡς οἷόν τε μηδʼ ἄλλου τινὸς μέρους τοῦ σώματος ἅψασθαι. καὶ τούτῳ γε πρόςσχες τὸν νοῦν ὡς μεγίστῳ παραγγέλματι τῆς τῶν ὤτων ἐπιμελείας.» ταῦτα μὲν οὖν ἔγραψε Γαληνὸς παραγγέλλων ἡμῖν, ὡς ἐπὶ πάσης ὀδυνηρᾶς φλεγμονῆς δεῖ ταύτῃ κεχρῆσθαι μηδὲν προσδιορισάμενος. ἐγὼ δὲ μᾶλλον, ὥσπερ ὑμῖν εἶπον, ἐπί τε νέων καὶ θερμῶν τὴν κρᾶσιν καὶ, ἐφʼ ὧν ἐστι ζέουσα σφοδρὰ φλεγμονὴ, πολλάκις δὲ καὶ μετὰ πυρετοῦ, δέδωκα κεχρῆσθαι, καὶ μάλιστʼ εἰ καὶ θέρους ὥρα τυγχάνει καὶ ἐν χωρίῳ θερμῷ νοσεῖν τὸν κάμνοντα. βέλτιον δὲ, εἰ καὶ ἀναγκασθείη τῇ πυρίᾳ κεχρῆσθαι διὰ τὸ σφοδρὸν τῶν ὀδυνῶν, παραλαμβάνειν ἐπὶ τούτων τὴν διὰ σπόγγων ἀποβεβρεγμένων εἰς θερμὸν ὕδωρ πυρίαν

Πυρία πρὸς ὠταλγίαν ἡ διὰ σπόγγων καὶ θερμοῦ ὕδατος.

`2.85`

Πυρίαις δὲ χρηστέον ταῖς διὰ σπόγγων εἰς θερμὸν ὕδωρ ἀποβεβρεγμένων καὶ ἱκανῶς ἐκτεθλιμμένων καὶ ταῖς διὰ τῆς σικύας ἐμβληθέντος ἐν αὐτῇ πρότερον ὕδατος θερμοῦ, εἶτα κενωθέντος καὶ προστιθεμένης κατὰ τοῦ ἀλγοῦντος ὠτός· ἀτμὸς γάρ τις ἐξ αὐτῆς πρᾷος εἰσδυόμενος παρηγορεῖ τὴν ὀδύνην· ἔτι δὲ καὶ ταῖς διὰ τῶν ἀτμῶν τῶν συντετρημένων καλάμων. χρὴ δὲ τὸ μὲν ἕτερον τοῦ καλάμου μέρος συνηρμόσθαι τῇ κοιλότητι τοῦ ὠτὸς, τὸ δʼ ἕτερον ἐν χύτρᾳ πῶμα ἐχούσῃ τετρημένον καὶ πανταχόθεν ἐστεγανωμένον, ὥστε τὸν ἀναφερόμενον ἀτμὸν προσεμπίπτειν τῷ τῆς ἀκοῆς πόρῳ. δεῖ δὲ τὸν κάμνοντα ὑποκλίνειν τὸν τράχηλον ὑπὲρ τὴν χύτραν. περὶ δὲ τὴν ἀκοὴν ἔξωθεν ἔριον ἐπιτιθέναι πανταχόθεν καὶ ἐξασφαλίσασθαι καλῶς, ὡς μὴ περικαίεσθαι τοὺς κύκλῳ τόπους.

Περὶ καταπλασμάτων.

Εἰ δὲ καὶ τὰ ἔξωθεν φαίνοιτο φλεγμαίνοντα, οὐδὲν ἄτοπον καὶ κριθίνῳ ἀλεύρῳ καταπλάττειν ἢ πυρίνῳ ἑψηθέντι εἰς ἕψημα ἢ εἰς γλυκὺν οἶνον καὶ ἄστυφον. μάλιστα δὲ τοῖς καταπλάσμασι καὶ τοῖς σπόγγοις χρηστέον, ἐφʼ ὧν ἐκπυΐσκεσθαι τὴν ὕλην ὑπονοοῦμεν. εἰ γάρ τι τοιοῦτον συμβῇ, τότε καὶ τοῖς διὰ γύρεως κεχρῆσθαι δεῖ καὶ τῇ τετραφαρμάκῳ καὶ ἄλλων ἔσθʼ ὅτε προσπλεκομένων αὐτῇ κηρωτῶν διὰ στεάτων ἐχουσῶν τὴν σύνθεσιν. δεῖ δὲ μᾶλλον σπουδάζειν ἀνεκπυήτους φυλάττειν τὰς φλεγμονάς. τοῦτο δὲ δυνηθείημεν ποιῆσαι ταῖς ὑπογεγραμμέναις χρησάμενοι γραφαῖς.

Ὠτικὸν ἀνώδυνον πάνυ καλὸν συνεχῶς ἐγχυματιζόμενον, ἐφʼ ὧν ἂν καὶ φλεγμονὴ καὶ διάτασις παρῇ καὶ σφοδραὶ πάνυ ὦσιν αἱ ὀδύναι.

Στέατος χηνείου ἢ ὀρνιθίου δραχ. ιϛʹ ὀπίου . . . . . . . σμύρνης . . . . . . ἀνὰ δραχ. ιβʹ κρόκου . . . . . . θαρρῶν χρῶ· πάνυ ἐστὶ καλόν.

Ἄλλο πρὸς τὰς μὴ πάνυ ζεούσας φλεγμονάς· βούτυρον, μέλι, ὕσσωπον, ἴσα ἐκ πάντων χλιάνας ἔνσταζε. ποιεῖ καὶ πρὸς τὰ ῥυπαρὰ ἕλκη καὶ φλεγμαίνοντα.

`2.87`

Ἄλλο πρὸς τὰς διὰ φλεγμονὴν γινομένας ὀδύνας καὶ εἰς πῦον κινδυνευούσας

μεταβάλλεσθαι.

Λιθαργύρου . . . . δραχ. δʹ ψιμμιθίου . . . . . δραχ. δʹ ἐν ἄλλῳ . . . . οὐγ. αʹ λιβάνου . . . . . δραχ. γʹ γύρεως . . . . . δραχ. γʹ ῥητίνης . . . . . δραχ. γʹ ἐν ἄλλῳ . . . . δραχ. ιʹ κολοφωνίας . . . . λιτρ. αʹ κηροῦ . . . . . . λιτρ. αʹ ἐλαίου . . . . . λιτρ. αʹ στέατος χηνείου νεαροῦ λιτρ. βʹ χυλοῦ λινοσπέρματος τὸ ἀρκοῦν. ποιεῖ καὶ ἐπὶ δοθιήνων καὶ ἐπὶ ποδαγρικῶν διαθέσεων.

Πρὸς τὰς ὑπὸ πληγῆς καὶ ῥεύματος φλεγμονὰς βουτύρου προσφάτου διεὶς ἔνσταζε. στέαρ χηνὸς καὶ γάλα γυναικὸς διεὶς ἔνσταζε.

Ἄλλο· γάλα γυναικεῖον κρόκῳ συλλειώσας ἔξωθεν περίχριε καὶ μάλιστα τῆς φλεγμονῆς ἐρυθρᾶς οὔσης. εἰ δὲ καὶ ἐπώδυνος εἴη, συμφέρει καὶ ὄπιον βραχὺ μίξαντα περιχρίειν.

Ἄλλο· λιθάργυρον καὶ γλαύκιον καὶ κρόκον ὕδατι λειώσας καὶ ἑψήματι περίχριε.

Ἄλλο· ψύλλιον τρίψας μεθʼ ὕδατος κατάπλαττε.

Ἄλλο· ψιμμίθιον, κορίου χυλὸν ἢ στρύχνον μίξας περίχριε.

Ἄλλο· φακῆν ἑψήσας μετὰ ψιχῶν κατάπλαττε, ἐφʼ ὧν καὶ ἕλκος ἐστὶ μετὰ φλεγμονῆς.

Ἄλλο· ῥοιὰς ἑψήσας μετὰ ψιχῶν κατάπλαττε ἐπὶ τῶν αὐτῶν διαθέσεων. τὰ μὲν προειρημένα πάντα πρὸς τὰς χωρὶς ἕλκους εἰσὶ φλεγμονάς. καὶ δεῖ μᾶλλον διαφορεῖν αὐτὰς σπεύδειν. εἰ δὲ καὶ ἕλκος συμβῇ γενέσθαι ἢ καὶ προγεγονὸς ὑπάρχον τύχῃ, ταῖς μελλούσαις εἰρῆσθαι δυνάμεσι χρηστέον. ἔχουσι δὲ οὕτω.

`2.89`

Πρὸς ὤτων ἑλκώσεις·

Γλαύκιον, λύκιον καὶ μηκώνιον τρίψας μετὰ μέλιτος ἐπίβαλε· τοῦτο καὶ τὰς μετὰ φλεγμονῆς ἑλκώσεις παρηγορεῖ.

Ἄλλο πρὸς ὤτων χρόνια ἕλκη.

Κεδρία σὺν μέλιτι μιγεῖσα καὶ ἐγχριομένη καλῶς ποιεῖ.

Ἄλλο πρὸς τοὺς ἔχοντας πολὺ πῦον.

Μίσυ καύσας ἐν χύτρᾳ καὶ λεάνας ἐμφύσα.

Ἄλλο· ψιμμιθίῳ μετὰ μέλιτος χρῶ· καθαίρει πάνυ τὰ ῥυπαρά.

Ἄλλο· ἀλόην καὶ κρόκον διεὶς ὕδατι χρῶ.

Ἄλλο· λιβανωτὸν διεὶς οἴνῳ χρῶ· τοῦτο καὶ σαρκοῖ.

Ἄλλο· σπόδιον λειώσας ἐμφύσα, μελικράτῳ δὲ πρόκλυζε ἢ φακοῦ ἀφεψήματι ἢ ῥόδα ἐν οἴνῳ ἔγκλυζε σὺν μέλιτι ἢ ἐλαίας φύλλα τρίψας καὶ χυλίσας σὺν μέλιτι χρῶ.

Πρὸς τὰ πάνυ ῥυπαρὰ καὶ νεμόμενα.

Οἶνον καὶ οὖρον ἀφθόρου παιδὸς μίξας μέλιτι ἔνσταζε.

Ἄλλο πρὸς τὰ αὐτὰ πάνυ καλόν.

Σανδαράχην λειώσας καὶ μέλιτι μίξας ἔνσταζε ἢ ἐλλύχνιον ποιήσας καὶ χρίσας πάνυ καλῶς ἔμβαλε εἰς τὸν πόρον. ποιεῖ πάνυ καλῶς καὶ καθαίρει καὶ ξηραίνει ἀπουλοῖ τε καὶ ἀνωδυνίαν ποιεῖ. θαρρῶν χρῶ.

Ἄλλο· σκωρίαν λειοτριβήσας μετʼ ὄξους καὶ ἑψήσας ἠρέμα ἔνσταζε εἰς τὸ οὖς.

`2.91`

Ἄλλο· Τῆς χλωρᾶς τοῦ φαρμάκου μέρος αʹ, τοῦ δὲ διὰ καστορίου τροχίσκου μέρη βʹ καὶ ῥοδίνου τὸ ἀρκοῦν μίξας χρῶ προκλύσας μελικράτῳ.

Ἄλλο πρὸς τὰ ῥυπαρὰ τῶν ἑλκῶν καὶ πυορροοῦντα καὶ ὑπερσαρκοῦντα, ἔχει δὲ οὕτως·

Ἰοῦ ξυστοῦ . . . . δραχ. βʹ ἐν ἄλλῳ . . . δραχ. δʹ λιβάνου . . . . . δραχ. αʹ μέλιτος . . . . . κοτύλας βʹ ὄξους . . . . . κοτύλην αʹ ἕψε, ὡς μέλιτος σχῇ πάχος ὑγροῦ, καὶ χρῶ ἐνστάζων ἢ ἐλλυχνίῳ περιχρίων καὶ προσβάλλων τῷ πόρῳ.

Ἄλλο πρὸς τὰ αὐτὰ λίαν καλόν· στυπτηρίαν σχιστὴν σὺν ὄξει λειοτριβήσας, ἕως ἂν σχῇ πάχος μέλιτος, ἀναλάμβανε μετʼ ἐρίου τρυφεροῦ καὶ, ὅταν ψυγῇ, ἐντίθει ἔνδον τοῦ ἀκουστικοῦ πόρου.

Ἄλλο.

Κύφεως . . . . . . γρ. γʹ ἀφρονίτρου . . . . . γρ. βʹ ἐν ἄλλῳ . . . . . γρ γʹ διὰ ῥόδων κολλουρίου . . γρ. εʹ λυκίου Ἰνδικοῦ . . . . γρ. δʹ μετʼ οἴνου ἀναλαβὼν ἔνσταζε ἢ μετὰ χυλοῦ περδικιάδος. καλῶς ποιεῖ καὶ ἀποξηραίνει καὶ ἀφλέγμαντα καὶ ἀνώδυνα τὰ ἕλκη διατίθησι. τὸ δʼ αὐτὸ καὶ ὁ χυλὸς τῆς περδικιάδος μετὰ μέλιτος χλιανθεὶς καὶ παχυνθεὶς ἠρέμα καὶ ἐλλυχνίου βραχέντος καὶ ἐντεθέντος κατὰ τοῦ πόρου. εἰ δὲ καὶ ὑγρότερον ἐγχέεις αὐτὸ, καλῶς ποιεῖ καὶ ἐφʼ αἵματος ἐκφερομένου ἐκ τοῦ ὠτός.

Ἄλλο πρὸς τὰς πάνυ χρονίας ἑλκώσεις.

Σμύρνης . . . . . . . δραχ. αʹ λιβάνου . . . . . . . δραχ. αʹ πρασίου χυλοῦ . . . . . δραχ. δʹ νίτρου Ἀλεξανδρινοῦ . . . . δραχ. ιθʹ ἐν ἄλλῳ . . . . . . δραχ. ιβʹ οὔρου συάγρου . . . . . δραχ. κʹ καρύων Ποντικῶν . . . . δραχ. κʹ καπνελαίου . . . . . . δραχ. δʹ καστορίου . . . . . . . δραχ. δʹ κρόκου . . . . . . . δραχ. δʹ ὀπίου . . . . . . . . δραχ. δʹ ἀμύγδαλα . . . . . . . ιηʹ. ταῦτα λειώσας μετὰ ῥοδίνου καὶ ἀμυγδαλίνου ἐλαίου καὶ ὄξους ὀλίγου χρῶ.

`2.93`

Πρὸς τὰ καταγνύμενα τῶν ὤτων καὶ θλώμενα ἐκ πληγῆς ἄρτου θερμοῦ τὸ ἐντὸς μετʼ ὀλίγου μέλιτος τρίψας ἐπιτίθει.

Ἄλλο πρὸς τὸ αὐτό· σμύρναν τρίψας μετʼ οἴνου λεπτομεροῦς ἐπίχριε.

Ἄλλο· κοχλίων τοὺς τραχήλους τρίψας καὶ σμύρνης τὸ ἥμισυ μέρος ἐπιτίθει.

Ἄλλο· μάνναν λεῖαν ἐπίπασσε. εἰ δὲ γένοιτο χρεία τοῦ ἐπιδῆσαι, φεύγειν δεῖ ἐπὶ τούτων τοὺς βιαίους δεσμοὺς καὶ τὸ σπουδάζειν ἀλλάσσειν τὰ ἐπιτιθέμενα· βλάπτει γὰρ καὶ τοῦτο καὶ αἴτιον ῥευματισμῶν γίνεται.

κεφ. γʹ.

Περὶ ἤχων.

Τῶν ἤχων οἱ μὲν ἐπὶ φυσώδει καὶ παχεῖ πνεύματι γίνονται, οἱ δὲ καὶ διὰ χυμοῦ ἔμφραξιν, ἔσθʼ ὅτε δὲ καὶ διὰ τὴν τῶν τόπων ἀσθένειαν ὥσπερ ἐπὶ τῶν ἀνακομιζομένων ἐκ νόσου συμβαίνειν εἴωθε. γίνονται δὲ καὶ διὰ πολλὴν ἀκρίβειαν αἰσθήσεως, προσέτι δὲ καὶ λόγῳ κρίσεως, ἐφʼ ὧν οὐδὲν δεῖ προσφέρειν. εἰ μὲν οὖν οἱ ἦχοι ποτὲ μὲν γίνοιντο, ποτὲ δὲ παύοιντο καὶ διάλειμμα ποιησάμενοι πάλιν ἄρχοιντο, γίνωσκε διὰ πνεῦμα μὴ ἔχον ἔξοδον εὐχερῆ γίνεσθαι τοὺς ἤχους, καὶ μάλιστʼ εἰ προηγήσαιντο πνεύματα τίκτειν δυναμένων ἐδεσμάτων καταχρήσεις καὶ ἀπεψίαι πολλαί. εἰ δὲ διά τινας γλίσχρους καὶ παχεῖς χυμοὺς συμβαίνει τὸ τοιοῦτον, γνωρίσεις ἐκ τοῦ μηδʼ ἀθρόως ἐπιγίνεσθαι τοὺς ἤχους, ἀλλὰ κατὰ βραχὺ τὴν αὔξησιν λαμβάνειν καὶ προσέτι καὶ βάρους αἰσθάνεσθαι καὶ προηγήσασθαι ἀπεψίας καὶ λουτρῶν ἀκαίρων χρήσεις καὶ τὰ ἄλλα, ὅσα χυμοὺς ἀπέπτους εἴωθε γεννᾶν. πρὸς οὖν ἤχους τοὺς ἐπιμόνους καὶ χρονίους σὺν ὄξει καὶ μέλιτι καὶ νίτρῳ κλύζε.

Ἄλλο.

Ἑλλεβόρου λευκοῦ . . δραχ. βʹ καστορίου . . . . . δραχ. βʹ κρόκου . . . . . . δραχ. γʹ. ποίει τροχίσκον καὶ σὺν ὄξει λειώσας χρῶ.

`2.95`

Ἄλλο· καστορίου, κωνείου σπέρματος, ἴσα λειώσας σὺν ὄξει ἔνσταζε χλιάνας. ποιεῖ δὲ καὶ τοῦτο μάλιστʼ ἐφʼ ὧν διὰ πολλὴν αἴσθησιν τῶν ἀναδιδομένων ἀτμῶν συναισθάνονται.

Ἄλλο· εὐφόρβιον μετὰ κυπρινελαίου λειώσας καὶ θερμάνας χρῶ. ποιεῖ μάλιστα πρὸς τοὺς χρονίους ἤχους καὶ συριγμούς.

Πρὸς τοὺς ἐκ νόσου ἤχους.

Ἐπὶ δὲ τῶν ἐκ νόσου πάλιν ἀψινθίου ἀφεψήματι πυριάσας ὄξος καὶ ῥόδινον ἔγχει καὶ ῥαφάνου χυλὸν μετὰ ῥοδίνου ἢ ἑλλεβόρου μέλανος μετʼ ὄξους.

Περὶ τῶν ἐχόντων ῥύπον ἐν τοῖς ὠσίν.

Καρδάμωμον καὶ νίτρον βραχὺ μετʼ ἰσχάδων ἀναλαβὼν χρῶ χωρὶς τῶν κεχραμίδων. καὶ κολλούρια ποιήσας ἔνθες εἰς τὸν πόρον τῆς ἀκοῆς καὶ κόμιζε διὰ τριῶν ἡμερῶν· ἄγει γὰρ ῥύπον πολὺν καὶ ἱκανῶς κουφίζει. ποιεῖ δὲ τοῦτο πρὸς τὰς ὑπερσαρκώσεις.

Ἄλλο· νίτρον ὀπτὸν λειώσας ἔμπασον εἰς τὸ οὖς καὶ οὕτω πάλιν ὄξος ἔνσταξον καὶ τῇ ὑστεραίᾳ κλύσον ὑδρελαίῳ θερμῷ.

Πρὸς τὸ ἐμπίπτον ὕδωρ εἰς τὴν ἀκοήν.

Εἰ δὲ συμβῇ τὸ ὕδωρ ἐμπεσεῖν εἰς τὴν ἀκοὴν, ποίει τῷ ἑνὶ ποδὶ τῷ κατὰ τὸ πάσχον οὖς ἅλλεσθαι παρεγκλίνοντα πρὸς αὐτό· ἐκκρίνεται γὰρ οὕτως εὐχερῶς. ἐπισπᾶται δὲ καὶ ὁ ἐκ τοῦ στόματος ἐκμυζηθμὸς πάνυ τὸ ἐγκείμενον. καὶ διὰ καλάμου δὲ τὸ αὐτὸ γίνεται. μετὰ δὲ τὴν ἐκμύζησιν καὶ ἔλαιον θερμὸν ἴρινον ἢ ἀμυγδάλινον ἔνσταζε.

Περὶ τῶν ἐμπιπτόντων εἰς τὴν ἀκοὴν λιθαριδίων ἢ ἄλλων τινῶν.

`2.97`

Λιθαριδίου ἢ κυάμου ἢ ἄλλου τινὸς ἐμπίπτοντος εἰς τὴν ἀκοὴν εἱλήσας τὴν μηλωτίδα ἐρίῳ βάψον ῥητίνῃ τερεβινθίνῃ ἤ τινι τῶν ἐχεκόλλων καὶ καθεὶς πρᾴως ἐπισπῶ. καὶ πταρμὸν δὲ κινῶν ἔμφραττε τὸ στόμα καὶ τὰς ῥῖνας· κατὰ γὰρ τὴν γινομένην τοῦ πνεύματος ἔντασιν ἐκρίπτεται τὸ ἔνδον σφηνωθέν. ποίει δὲ τοῦτο συνεχῶς καὶ σπούδαζε ὡς ταχέως ἐκπεμφθῆναι. εἰ δὲ μή γε, φλεγμονῆς ἐπιγενομένης σπασμοὶ πολλάκις ἐπακολουθοῦσιν, ὡς καὶ κινδυνεύειν αὐτοὺς ἀπολέσθαι. δεῖ οὖν καὶ ἔλαιον πολλάκις ἐγχεῖν χλιαρόν· οὕτω γὰρ τῶν τόπων ἀφλεγμάντων γενομένων τὸ ἐγκείμενον ῥᾳδίως ἐξελεύσεται. καὶ κλύζειν δὲ μελικράτῳ καλόν ἐστιν αὐτοὺς, ὅταν χαυνωθῶσιν αἱ φλεγμοναί· ἀναπτύεται γὰρ διὰ τοῦ ὑγροῦ πολλάκις τὸ ἐμπεσὸν καὶ διὰ τριχολαβίου εὐχερῶς ἕλκεται. καὶ αὐλίδιόν τινες ἐμβαλόντες τῇ ἀκοῇ, εἶτα τῷ στόματι ἐκμυζήσαντες ἠδυνήθησαν τῷ τρόπῳ τούτῳ ἐπισπασάμενοι ἑλκύσαι. δεῖ δὲ πρό γε πάντων ἐλαίῳ χλιαρῷ κεχρῆσθαι καὶ τοῖς πταρμικοῖς, ὡς εἴρηται, καὶ μελικράτῳ· οὕτω γὰρ ἡμῶν πραξάντων εὐχερῶς καὶ μετὰ μηλωτίδος καὶ μεθʼ οἱουδήποτε βουληθείης τῶν εἰρημένων ἐκ τοῦ βάθους ἀνενεχθήσεται.

Περὶ τῶν σκωλήκων ἐν τοῖς ὠσίν.

Σκώληκας δὲ τοὺς ἐν τῇ ἀκοῇ φθείρει μὲν καὶ τὸ ὀξέλαιον ἐνσταζόμενον καὶ τῆς καππάρεως ὁ χυλός. ὁμοίως δὲ καὶ ὁ τῆς καλαμίνθης χυλὸς οἶδε παρηγορεῖν, εἴπερ τι καὶ ἄλλο, καὶ πᾶσαν δὲ τὴν ὀδύνην οὗτος ὁ χυλὸς ἐνσταζόμενος. καὶ ὁ ἑλλέβορος ὁ λευκὸς ἀναιρεῖ τοὺς ἐν τοῖς ὠσὶ σκώληκας μετʼ οἴνου λειούμενος καὶ ἐνσταζόμενος.

Ἄλλο· ἀψινθίῳ ἀφεψηθέντι εἰς οἶνον κλύζε καὶ πράσιον καὶ κενταύριον ὁμοίως καὶ σκαμμωνίαν διεὶς ὄξει ἢ ἀψινθίου χυλὸν ἢ θεῖον καὶ νίτρον μετὰ χυλοῦ ῥαφάνου ἔνσταζε.

κεφ. δʹ.

Περὶ τῶν ἀπὸ κατάρρου γινομένων ὀδυνῶν.

`2.99`

Εἰδέναι δὲ δεῖ τοῦτο καθόλου καὶ σπουδάζειν αὐτὸ φυλάττειν, τὸ μὴ ταχέως τῶν ἐπὶ κατάρρῳ συμβαινουσῶν ὀδυνῶν τοπικὰ σπεύδειν προσφέρειν βοηθήματα· μετὰ γὰρ τοῦ μηδὲν ὠφελεῖν ἔτι καὶ μᾶλλον ἐπισπῶνται καὶ προτρέπονται τὴν ὕλην ἐπὶ πλέον εἰς τὰ πεπονθότα φέρεσθαι μετὰ πέψιν. διὸ καὶ λούειν ἐπὶ τῶν τοιούτων χρὴ καὶ σικύαις χρῆσθαι κατὰ τοῦ ἰνίου, καὶ μάλιστʼ εἰ καὶ βάρους αἰσθάνοιντο περὶ τὴν κεφαλὴν καὶ ἐρεύθους περὶ τὸ πρόσωπον καὶ εἰ οἰνοπότης ὑπάρχει. εἰ δὲ μηδὲν τούτων εἴη, ξηρὸν δὲ καὶ λεπτὸν τὸ σῶμα καὶ ἐπιρρέον δριμὺ, παχυνούσῃ καὶ εὐκράτῳ κεχρῆσθαι διαίτῃ καὶ ἀναπαύσει καὶ ἡσυχίᾳ, μᾶλλον δὲ καὶ λουτροῖς καὶ τοῖς ὕπνον ποιεῖν δυναμένοις, ἐξ ὧν ἐστι καὶ ἡ διὰ κωδειῶν πέψαι καὶ παχῦναι καὶ ἐπικεράσαι δυναμένη τὰ δριμέα, εἴπερ τι καὶ ἄλλο τῶν φαρμάκων.

κεφ. εʹ.

Περὶ τῆς ἐκ τῶν ὤτων αἱμορραγίας.

Ἐπειδὴ δὲ συμβαίνει ἐπὶ τῶν ὤτων αἱμορραγίας γίνεσθαι, καὶ κίνδυνοί τινες ἔσθʼ ὅτε ἐπακολουθοῦσιν, ἐπὰν μὴ λόγῳ κρίσεως τοῦτο γένηται—καὶ τοῦτʼ ἔστιν εἰδέναι ἐπὶ τῶν πολλῶν πάντως νοσημάτων καὶ μάλιστα τῆς κεφαλῆς ἐρρωμένης καὶ ἀπωθούσης τὴν ὕλην, καθάπερ καὶ διὰ ῥινῶν τοῦτο ποιεῖν εἴωθεν ἡ φύσις καὶ διά τινων ἄλλων μορίων— εἰ οὖν τοῦτο θεωρηθείη μετὰ πέψιν, οὐ δεῖ σπουδάζειν κωλύειν τὴν ὁρμὴν τῆς φύσεως ἐπὶ σωτηρίᾳ τοῦ κάμνοντος ἔστιν ὅτε τοῦτο πραττούσης. εἰ δὲ συμβῇ τὴν δύναμιν ἔσθʼ ὅτε καταβαλέσθαι τῆς κενώσεως πολλῆς ἐπιγενομένης ἢ ἄλλως πως κίνδυνον ἐπιφερούσης, τὸ τηνικαῦτα δέον ἐστὶ βοηθεῖν τῷ νοσοῦντι καὶ στέλλειν τὴν ἄμετρον φορὰν τοῦ αἵματος. εἰσὶ δὲ τοῦτο πολλὰ ποιεῖν δυνάμενα καὶ μάλιστα ταῦτα.

Ἐφεκτικὸν αἱμορραγίας.

Βάτου καὶ κηκίδων ὄξει ἑψηθέντων χυλὸν ἐγχυμάτιζε.

Ἄλλο· τὸν χυλὸν τῆς περδικιάδος χλιάνας ἔγχει.

Ἄλλο, ὥστε μὴ θρομβοῦσθαι τὸ αἷμα ἐν τοῖς ὠσίν· πρασίου χυλὸν καὶ ὄξος μίξας ἐγχυμάτιζε πολλάκις.

`2.101`

κεφ. ϛʹ.

Περὶ κωφώσεως.

Ἐὰν δὲ καὶ παντελὴς βλάβη τῆς ἀκοῆς γένηται, ἣν κώφωσιν ὀνομάζουσι—καί τινες μὲν αὐτῶν ἄνευ πυρετοῦ, τινὲς δὲ καὶ μετὰ πυρετοῦ. ὅσαι μὲν διὰ χολώδη χυμὸν ἄνω ὁρμήσαντα συμβαίνουσιν, αὗται μᾶλλον εὐίατοι γίνονται ἢ τῆς γαστρὸς φυσικῶς κινηθείσης ἢ φαρμάκου δοθέντος αὐτοῖς, ὅπερ τὸν χολώδη χυμὸν κενοῦν πέφυκεν· ὅσαι δὲ γίνονται διὰ γλίσχρους καὶ παχυτέρους χυμοὺς ἀποσκήψαντας, ὡς ἐπὶ ληθάργων καὶ καταφορῶν καὶ κεφαλαίας χρονίας καὶ ἄλλων παθῶν, αὗται πᾶσαι δύσλυτοί εἰσι καὶ ὡς ἐπὶ τὸ πολὺ συναποθνήσκειν φιλοῦσι τοῖς κάμνουσιν—ἰσχυρῶς οὖν ἀνθίστασθαι δεῖ τῷ πάθει τὴν ἀρχὴν ἀποκαθάρσεως ποιουμένους τῆς κάτω κοιλίας διά τε τοῦ ὀξυμέλιτος τοῦ καλουμένου Ἰουλιανίου καὶ διὰ τῆς ἱερᾶς. συνεχέστερον δὲ διὰ τῶν ἁλῶν τῶν ἐχόντων εὐφόρβιον, ἢ εἴπερ εἰσὶν οἱ παρʼ ἡμῶν συνήθως σκευαζόμενοι, δοκοῦντες μὲν εἶναι λιτοὶ καὶ ἁπλούστεροι, μεγάλην δὲ δύναμιν κεκτημένοι καὶ πρὸς ἄλλα ποιεῖν δυνάμενοι πολλά. ἔχει δʼ αὐτῶν ἡ σύνθεσις οὕτως.

Ἁλάτιον.

Ἁλὸς ἀμμωνιακοῦ . . δραχ. βʹ πεπέρεως . . . . . δραχ. αʹ εὐφορβίου . . . . . δραχ. δʹ ἐν ἄλλῳ . . . . δραχ. αʹ. δίδου πρὸς δύναμιν γρ. δʹ ἢ ϛʹ εἰς ὠὰ ἢ εἰς μελίκρατον ἢ εἰς λάχανον ἢ ὅπου βούλει παρέχειν αὐτά. χρήσιμοι δʼ εἰσὶ καὶ σκοτωματικοῖς καὶ αἷς ἐπέχονται ἔμμηνα. μετὰ δὲ τὸ παραλαβεῖν τὰς τῆς γαστρὸς κενώσεις ἐλθὲ λοιπὸν καὶ εἰς τοὺς ἀποφλεγματισμοὺς καὶ εἰς τὰ ἔρρινα, ὅσα προτρέπειν ὑγρὰ καὶ ἕλκειν δύναται καὶ ὅσα πέφυκε πταρμοὺς κινεῖν.

Περὶ ἀποφλεγματισμῶν.

Ἀποφλεγματισμοὶ δὲ οὗτοί εἰσιν ἄριστοι οἵ τε διὰ τῆς ἀγριοσταφίδος συγκείμενοι καὶ σινήπεως καὶ ἀναγαργαριζόμενοι.

`2.103`

Περὶ πταρμικῶν.

Πταρμικὰ δὲ τά τε διὰ πεπέρεως ἔχοντα καὶ στρουθίου καὶ ἑλλεβόρου λευκοῦ καὶ βατραχίδος τῆς βοτάνης ἐξ ἴσου, τὰ δʼ ἐγχεόμενα τῇ ῥινὶ ἔστωσαν διὰ κυκλαμίνου χυλοῦ καὶ μέλιτος συμμεμιγμένων.

Ἄλλο.

Καλῶς δὲ ποιεῖ καὶ τὸ ξηρίον τοῦτο ἐμφυσώμενον διὰ καλάμου, ἔχει δὲ ταῦτα· κυκλαμίνου ξηροῦ . . δραχ. ηʹ ἴρεως . . . . . . δραχ. δʹ νίτρου ἐρυθροῦ . . . δραχ. αʹ ἐλατηρίου . . . . . δραχ. αʹ. τρίψας λεῖα ἐμφύσα διὰ ῥινῶν· κουφίζει γὰρ καλῶς κεφαλὴν ὑπὸ πλήθους ὀχλουμένην. καὶ τὰ ὦτα δὲ καλῶς καθαίρει τὸ διὰ κενταυρίου καὶ τῆς κολοκυνθίδος καὶ τοῦ ἑλλεβόρου ἐγχυματιζόμενον.

Πρὸς δυσηκοΐαν καὶ κώφωσιν.

`2.105`

Ἑλλεβόρου μέλανος καὶ καστορίου ἀνὰ δραχ. αʹ μετʼ ὄξους ἀναλαβὼν χρῶ. ἁρμόζει δὲ τούτοις καὶ τὰ πρόσθεν εἰρημένα πρὸς δυσηκοΐαν καὶ τὰς ἐμφράξεις. τοιαῦτα δέ εἰσι καὶ τὰ διὰ τῶν χυλῶν συγκείμενα καὶ νίτρου καὶ κεδρίας. προσέτι δὲ καὶ ὁ χυλὸς τῆς χαμελαίας ἐστὶ δραστικώτατος καὶ πρὸς τὰς μεγίστας κωφώσεις μεμαρτυρημένος. ἐπιμένοντος δὲ τοῦ πάθους καὶ τοῖς ἐμέτοις κεχρήσθωσαν τοῖς ἀφʼ ἑλλεβόρου. μετὰ δὲ τὰς κενώσεις καὶ τοὺς ἐμέτους καὶ ἔρρινα καὶ τοπικὰ βοηθήματα καὶ ἱππασίαν παραλαμβανέτωσαν καὶ μάλιστα τὴν διὰ τῶν ἁρμάτων καὶ τόπων ἐναλλαγήν· αἱροῦ δὲ τοὺς παραθαλασσίους μᾶλλον τῶν μεσογαίων καὶ τὰ αὐτοφυῆ λουτρὰ προτίμα τῶν γλυκέων. μὴ παρόντων δὲ τούτων καὶ τὸ ἐν τοῖς θαλασσίοις ὕδασι σμήχεσθαι καλόν. καλὸν δὲ καὶ τὴν κεφαλὴν ξυρεῖν σπουδάζειν καὶ μάλιστʼ ἐπὶ τῶν βαρουμένων καὶ πληρουμένων. προσέτι δὲ καὶ βδέλλαις καὶ σιναπισμοῖς κεχρήσθωσαν καὶ ἀνατρίψει τῶν περὶ τὸ δέρμα. τινὲς δὲ οὐ μόνον τούτοις, ἀλλὰ καὶ ἀρτηριοτομίας ὕστερον προσήνεγκαν καὶ σάλπιγγα προσθέντες, εἰς τὸ ἄκρον τῆς σάλπιγγος τὸν πόρον τῆς ἀκοῆς θέντες, οὕτω κατηύλησαν. ἕτεροι δὲ μετὰ μεγάλων κωδώνων ἐκτύπησαν καὶ ἄλλοι ἄλλως ἐχρήσαντο προσεπινοοῦντες. ἐπὶ γὰρ τῶν μεγάλων παθῶν εἰ καὶ μηδὲν ἄξιον λόγου δρᾶν φαίνεται τὰ πολλὰ βοηθήματα, ὅμως δεῖ ἐπινοεῖν καὶ μὴ κατοκνεῖν εἰς τὸ βοηθῆσαι καὶ μηδὲν καταλιμπάνειν· πολλὰ γὰρ οὐ σπανίως ἐκβαίνει παρὰ τὰ προσδοκώμενα.

κεφ. ζʹ.

Περὶ παρωτίδων.

`2.107`

Διαλαβόντας ἤδη περὶ τῶν κατὰ τὰ ὦτα παθῶν, ἑξῆς ἀκόλουθόν ἐστι καὶ περὶ τῶν καλουμένων παρωτίδων διελθεῖν. δεῖ τοίνυν ἡμᾶς εἰδέναι πρό γε πάντων, ὡς πλεῖσται τῶν παρωτίδων εἰσὶν αἱ διαφοραί· αἱ μὲν γὰρ αὐτῶν εἰσι λόγῳ κρίσεως γινόμεναι πέψεως ἤδη φανείσης, αἵτινες οὐδὲ φαῦλαι, ἀλλὰ μᾶλλον εὐίατοι τυγχάνουσι καὶ πολλοὺς ἐκ μεγάλων κινδύνων ῥυσάμεναι. ἕτεραι δὲ πάλιν ὑπάρχουσιν, αἵτινες ὑπὸ πλήθους ἀπέπτου τυγχάνουσι, βαρύνουσαι ἅμα καὶ πρὸς καιρὸν τὴν φύσιν ἐρεθίζουσαι. διὸ καὶ κινδυνεύουσι τῷ χρόνῳ καὶ πολλὰ ποιούντων τῶν ἰατρῶν μόλις εἰς διαπύησιν ἢ εἰς πέψιν ἔρχονται. ἀκριβῶς οὖν ἐπισκεπτέον τό τε ποιὸν καὶ τὸ ποσὸν τῆς ἐπιρρεούσης ὕλης καὶ τὰς παρωτίδας ἐργαζομένης. τινὲς μὲν γὰρ αὐτῶν ἐκ πολλοῦ καὶ θερμοτέρου καὶ χολώδους, ὥσπερ ἔνιαι πάλιν ἐκ παχυτέρου καὶ ψυχροῦ χυμοῦ. τούτων δὲ πάλιν αἱ μὲν ἀπὸ πλήθους γινόμεναι θερμοτέρου μεγάλας τισὶ καὶ σφοδρὰς ὀδύνας ἐπιφέρουσιν, αἱ δʼ ἀπὸ λεπτοῦ, ἐρυσιπέλατα, μήτε βαρύνουσαι μήτε στενοχωροῦσαι τοὺς πόρους· ὅσαι δʼ ὑπὸ παχυτέρου αἵματος συνεστήκασι, βαρύνουσι μὲν ὑπὸ μελαγχολικωτέρου τὴν γένεσιν ἐσχηκυῖαι, ἀλλʼ οὔτε τὸ ἐρυθρὸν οὔτε τὸ ἐπώδυνον οὕτως ἔχουσιν αὐταὶ, σκιρρώδη δὲ ὄγκον. καὶ ὥσπερ οἰδηματώδεις εἰσὶν αἱ ὑπὸ φλέγματος γενηθεῖσαι. ἐπεὶ οὖν αὐτῶν τὸ ποιὸν καὶ τὸ ποσόν ἐστι διάφορον, ἐπισκεπτομένους ἀκριβῶς ἐπὶ τὴν ἁρμόζουσαν ἔρχεσθαι δεῖ θεραπείαν.

Θεραπεία τῶν ὑπὸ πλήθους αἵματος συνισταμένων παρωτίδων.

Ἀρξώμεθα τοίνυν ἀπὸ τῶν ἀπὸ πλήθους αἱματικοῦ χυμοῦ γινομένων παρωτίδων. ὅταν οὖν ἀπὸ τοῦ τοιούτου συστῶσι χυμοῦ, τοὺς ὄγκους ἀνάγκη μεγάλους καὶ ἐρυθροὺς φαίνεσθαι καὶ συνεχεῖς ὀδύνας καὶ σφοδρὰς καὶ κίνδυνον ἐπιφερούσας συμβαίνειν. δεῖ οὖν πρὸ πάσης ἄλλης θεραπείας τοπικῆς ἐπὶ τὴν φλεβοτομίαν ἔρχεσθαι· ὅσοι γὰρ μὴ κενώσαντες εὐθέως ἐπὶ τὸ καταπλάσσειν ἦλθον ἢ ἐπʼ ἄλλο τι τῶν διαφορεῖν ἢ ἕλκειν τὰς παρωτίδας δυναμένων, οἷά ἐστι τὰ διὰ ζύμης καὶ ἰξοῦ σκευαζόμενα βοηθήματα, οὗτοι φανερῶς αἴτιοι τοῦ πνιγῆναι τοὺς κάμνοντας ἐγένοντο. διόπερ εἰ μηδὲν ἄλλο κωλύει, ἐπὶ τῶν ὑπὸ πλήθους αἵματος παχυτέρου συνισταμένων παρωτίδων, ἐπὶ τὴν φλεβοτομίαν ἔρχεσθαι καὶ οὕτω θαρρούντως προσφέρειν, οἷον ἄν τις ὑπονοήσειεν ἁρμόζειν τῷ πάθει βοήθημα.

Περὶ καταπλασμάτων.

`2.109`

Καταπλάσματα μὲν οὖν ἐπὶ τῶν μεγίστων καὶ ἐπωδύνων ἁρμόζει φλεγμονῶν τά τε διὰ τοῦ κριθίνου ἀλεύρου καὶ λινοσπέρμου συγκείμενα. εἰ δὲ καὶ σκληρία τις εἴη, ἰσχάδων τε καὶ στεάτων χοιρείων προσπλέκεσθαι καὶ λαπάθων. δῆλον δὲ, ὅτι εἰς τὸ ζέμα τῆς τήλεως καὶ τῶν χαμαιμήλων καὶ τῆς ἀλθαίας καὶ τῶν ἰσχάδων ἕψεσθαι δεῖ τὸ κατάπλασμα. μετὰ δὲ τρεῖς ἡμέρας τῆς χρήσεως τοῦ καταπλάσματος κέχρησο καὶ τῇ Μνασαίου καλουμένῃ ἐμπλάστρῳ, παρηγορικῇ πάνυ οὔσῃ καὶ διαφορεῖν τὰ ἐσκιρρωμένα καὶ μαλάττειν τὰς σκληρίας καλῶς δυναμένῃ. ἔχει δὲ οὕτως· κηροῦ . . . . . . λιτρ. αʹ ὀξυγγίου χοιρείου . . . λιτρ. αʹ κολοφωνίας . . . . οὐγγ. ϛʹ λιθαργύρου . . . . . λιτρ. βʹ οἴνου καλοῦ . . . . κοτ. ϛʹ σκευάσας χρῶ. οὐκ ἔλαττον δὲ τῶν προειρημένων καὶ τοῦτο ποιεῖ τὸ φάρμακον, ἔχει δὲ οὕτως· τερεβινθίνης . . . . λιτρ. αʹ μαστίχης . . . . οὐγγ. γʹ κηροῦ . . . . . οὐγγ. γʹ κενταυρίου ἐλαίου . . μύστρον αʹ εἰς ὕδωρ θαλάσσιον ἐπίβαλε τὸ φάρμακον. ἄριστα δὲ ποιεῖ καὶ ἡ διὰ μέλιτος καθʼ ἑαυτὴν καὶ μετὰ ψιττακίου, ὡσαύτως δὲ καὶ ἡ παιωνία ἐπὶ τῶν ἐπιπολαίων καὶ ἐξ αἵματος ἐχουσῶν τὴν γένεσιν παρωτίδων. ἐπὶ δὲ τῶν ἐν βάθει καὶ, ἐφʼ ὧν ἐστι τὸ δέρμα πυκνὸν καὶ ὕλη παχυτέρα, καὶ νίτρου βραχὺ καὶ δρακοντίου ῥίζης τῷ εἰρημένῳ καταπλάσματι συμμίξας ἔτι κάλλιον καὶ διαφορητικώτερον ἐργάσῃ τὸ βοήθημα, ὥσπερ δὴ τὸ ἀμμωνιακόν.

Θεραπεία ἐφʼ ὧν σκιρρώδης ἐστὶν ὁ ὄγκος.

Ἐφʼ ὧν σκληρία τις εἶναι φαίνοιτο πολλὴ, χρὴ συνεχῶς ἢ πίσσαν ὑγρὰν ἢ στέαρ ταύρειον ἢ τράγειον ἢ μόσχειον ἢ ἐλάφειον ἢ βδέλλιον ἢ στύρακα· ταῦτα γὰρ πάντα διαφορεῖν καὶ μαλάττειν οἶδε τοὺς σκληροὺς καὶ σκιρρώδεις ὄγκους. δεῖ οὖν καὶ ἐκ τούτων ἐπιλέγεσθαι τὸ ἑκάστῳ κατάλληλον, ἐπειδὰν διαφορῆσαι καὶ μαλάξαι τὸν ὄγκον ἐλπίζωμεν. ἔστω δὲ τὸ ἐπιβαλλόμενον ἔλαιον ἐπὶ τῶν ἀπὸ ψυχροῦ συνισταμένων παρωτίδων καὶ σκληροτέρων ἢ ἴρινον ἢ σικυόνιον, ὥσπερ πάλιν ἐπὶ τῶν θερμοτέρων τὸ ῥόδινον ἢ χαμαιμήλινον. δῆλον δʼ ὅτι τὰ πάνυ θερμότερα τῶν φαρμάκων, ἐφʼ ὧν οὐ πάρεστι πυρετὸς, ἄμεινον προσφέρειν καὶ ἐπὶ τῶν χρονίων διαθέσεων, οἷάπερ ἐστὶν ἥ τε Ἀριοβαρζάνιος καὶ τὸ διὰ στρουθίου καλούμενον, ὧν καὶ τὰς γραφὰς ὑμῖν ὑπέταξα πρὸς τὸ μὴ δεῖσθαι ζητεῖν αὐτὰς ἐξ ἑτέρων εὑρίσκειν.

`2.111–2.113`

Ἔμπλαστρος ἡ Ἀριοβαρζάνιος ποιοῦσα πρὸς τὰς σκιρρώδεις διαθέσεις.

Λιθαργύρου . . . λιτρ. γʹ οὐγγ. αʹ 𐅶ʹʹ ψιμμιθίου . . . . λιτρ. αʹ οὐγγ. εʹ ὕδατος θαλασσίου . λιτρ. θʹ ἐλαίου παλαιοῦ . . λιτρ. αʹ 𐅶ʹʹ κηρύκων κεκαυμένων οὐγγ. ζʹ 𐅶ʹʹ κηροῦ πυρροῦ . . οὐγγ. θʹ τερεβινθίνης . . . οὐγγ. ϛʹ λιβάνου . . . . οὐγγ. γʹ γρ. γʹ 𐅶ʹʹ

Τὸ διὰ στρουθίου πρὸς τὰ αὐτά.

Στρουθίου βοτάνης . . οὐγ. αʹ ἀμμωνιακοῦ θυμιάματος . οὐγ. αʹ ἐν ἄλλῳ . . . . οὐγγ. δʹ λιθαργύρου . . . . . οὐγγ. εʹ πιτυΐνης . . . . . λιτρ. αʹ κηροῦ . . . . . . λιτρ. αʹ ἀριστολοχίας . . . . οὐγγ. δʹ ἐν ἄλλῳ . . . . οὐγ. αʹ χαλβάνης . . . . . οὐγγ. δʹ λεπίδος χαλκοῦ . . . οὐγγ. δʹ ἀλόης . . . . . . οὐγ. αʹ μάννης λιβάνου . . . οὐγγ. δʹ ὄξους σκιλλιτικοῦ . . . κοτ. γʹ ἐλαίου παλαιοῦ . . . ξεστ. δʹ. ἕψε τὸ ἔλαιον καὶ τὴν λιθάργυρον καὶ τὸ ὄξος ἕως ἀμολύντου, εἶτα θὲς χαμαὶ τὴν κάκαβον καὶ πρόσβαλε τὸ στρούθιον καὶ τὸ ἀμμωνιακὸν καὶ τὴν λεπίδα καὶ τὴν χαλβάνην, εἶτα κινῶν σπάθῃ πρόσβαλε τὴν μάννην καὶ τὴν ἀριστολοχίαν καὶ ἕψε, ἕως ἂν συστραφῇ. ἄρας δὲ τὴν κάκαβον κίνει. τινὲς δὲ ὄξος ὕστερον ἐπιβάλλουσι. τοῦτο τὸ φάρμακον ποιεῖ καὶ ἐπὶ παρωτίδων καὶ μάλιστʼ ἐπὶ χοιράδων. βοηθεῖ δὲ καὶ ἐπὶ σκιρρώδων καὶ πρὸς σκληρὰ κονδυλώματα, νευροτρώτους, ἀρχομένας πανικούλας, σκιρρωθέντα σπλάγχνα, πρὸς ἀποστήματα τοῦ στομάχου, πώρους διαλύει καὶ ἁπλῶς ἐπιτετευγμένον ἐπὶ πολλῶν ἐστι τὸ φάρμακον.

Διάγνωσις τοῦ μέλλειν μεταβάλλεσθαι τὸν ὄγκον εἰς πῦον.

Εἰ δὲ πρὸς τὰ διαφορεῖν δυνάμενα τῶν φαρμάκων καὶ τῶν καταπλασμάτων μηδὲν ὁ ὄγκος ἀξιόλογον μειούμενος φαίνοιτο, ἀλλὰ καὶ τὰ τῆς ὀδύνης ἐπιμένοι, μεταβαίνειν λοιπὸν ἀνάγκη ἡμᾶς ἐπὶ τὰ διαπυΐσκειν δυνάμενα καὶ συμπέττειν τὴν ὕλην. τοῦτο δὲ δύναται τό τε διὰ γύρεως ἐν ὑδρελαίῳ ἑψόμενον κατάπλασμα καὶ λαπάθου καὶ ὀξυγγίου χοιρείου. δῆλον δέ σοι ἔσται τὸ ἤδη μεταβάλλεσθαι τὴν ὕλην εἰς πῦον ἐκ τοῦ καὶ ῥῖγος ἄλογον καὶ πυρετὸν ἐπιγενέσθαι νῦν, πρότερον μὴ ὑπάρχοντα καὶ τὴν ὀδύνην μείζονα. ὅταν οὖν εἰς πῦον ἔλθῃ μεταβαλομένης τῆς ὕλης, τότε καὶ μᾶλλον τοῖς εἰς πυοποίησιν δυναμένοις ἄγειν οὐ μόνον καταπλάσμασιν, ἀλλὰ καὶ φαρμάκοις κεχρῆσθαι δεῖ. τῶν μὲν οὖν ἁπλῶν εἰσιν ἐπιτήδεια πρὸς τὰ τοιαῦτα τό τε εὔκρατον ὕδωρ συνεχῶς πυριώμενον, ποτὲ μὲν καθʼ ἑαυτὸ, ποτὲ δὲ καὶ γλυκέος προσλαβὸν ἔτι μᾶλλον ἐνεργήσει, οὐ μὴν ἀλλὰ καὶ τὸ πύρινον σὺν τούτοις ἑψόμενον, ὁμοίως δὲ καὶ τὸ τοῦ ἄλικος, ἀλλʼ ἐπὶ τῶν ὑγροτέρων μᾶλλον ὄγκων. κατὰ δὲ τὸν αὐτὸν τρόπον καὶ ὁ καθαρὸς ἄρτος μᾶλλον τοῦ ῥυπαροῦ καὶ ἡ πίσσα δὲ λειουμένη μετʼ ἐλαίου καὶ τὸ μόσχειον στέαρ καὶ τὸ ὕειον ἐκτὸς ἁλῶν συγκείμενα· τὰ γὰρ μετέχοντα ἁλῶν εἰς τὸ διαφορῆσαι μᾶλλον. εἰσὶ δὲ καὶ ἄλλα οὐκ ὀλίγα τῶν ἁπλῶν συντελοῦντα πρὸς διαπύησιν, ἀλλὰ μεταβαίνειν ἄμεινον ἐπὶ τὰ σύνθετα. πολλὰ μὲν οὖν εἰσι καὶ ἄλλα τῶν καταπλασμάτων, ὅσα διὰ γύρεως σκευάζονται, οὐδὲν δὲ ἄλλο ἄμεινον τοῦ ὑφʼ ἡμῶν συντεθέντος οὕτως·

`2.115`

ὀξυγγίου . . . . . λιτρ. αʹ ὠὰ χηνὸς . . . . τέτταρα ἑψήματος . . . . . οὐγγ. γʹ γύρεως . . . . . ξεστ. αʹ ἐν ἄλλῳ . . . . λιτρ. αʹ. ταῦτα λειώσας καλῶς καὶ εἰς ῥάκος ἐπιπλάσας ἐπιτίθει συνεχῶς ἀλλάσσων. ἐγὼ δὲ ἑψήσας τὴν γύριν μεθʼ ἑψήματος καὶ ὀξυγγίου, τελευταῖον ἐπιβαλὼν τὰ ὠὰ, παρηγορικώτερον ἐποίησα τὸ βοήθημα. συνεργεῖ δὲ καλῶς καὶ τὸ φάρμακον τοῦτο πρὸς τὸ γενέσθαι ταχυτέραν τὴν διαπύησιν καὶ τοὺς ὠμοὺς καὶ ἀπέπτους πέψαι χυμοὺς, οἶδε καλῶς καὶ τοὺς ἤδη μεταβληθέντας εἰς πῦον ἐκρήσσειν, οἶδε καὶ διὰ λεπτῶν καὶ ἀοράτων πόρων τὸ ἐγκείμενον ὑγρὸν ἀοράτως ἕλκειν, ὥστε τὰς οὐλὰς ὕστερον λεπτὰς καὶ ἀδήλους τρόπον τινὰ φαίνεσθαι. ἔχει δὲ οὕτω· ζύμης . . . . . . λιτρ. αʹ κηροῦ . . . . . . οὐγγ. ηʹ ἀποχύματος . . . . οὐγγ. δʹ ἐν ἄλλῳ . . . . οὐγ. αʹ ἁλῶν κοινῶν . . . . οὐγγ. δʹ χαλβάνης . . . . . οὐγ. αʹ ἐν ἄλλῳ . . . . οὐγγ. δʹ ἁλὸς ἄνθους . . . . οὐγ. αʹ πεπέρεως . . . . . οὐγ. αʹ στέατος ταυρείου . . . οὐγγ. δʹ σάπωνος Γαλλικοῦ . . οὐγγ. γʹ πιτυΐνης . . . . . οὐγ. αʹ. ποιῆσαι τὸ φάρμακον οὐ μόνον ἐπὶ παρωτίδων, ἀλλὰ καὶ ἄλλων ἀποστημάτων, ὅπου γε νομίσεις ἀμφοτέρων χρῄζειν τὴν διάθεσιν, ὥστε τοὺς μὲν ἤδη μεταβληθέντας ἐκκριθῆναι, τοὺς δὲ ἀμεταβλήτους ὄντας πεφθῆναι.

`2.117`

Ἄλλο.

Τὰ αὐτὰ δὲ τούτῳ δύναται ποιεῖν καὶ τὸ τοῦ κυμίνου λαμβανόμενον φάρμακον. ἔχει δὲ ἡ γραφὴ τούτου οὕτως· ἀλεύρου κριθίνου λεπτοῦ πάνυ . οὐγγ. κζʹ ἁλῶν κοινῶν . . . . . . οὐγγ. εʹ πίσσης . . . . . . . . οὐγ. αʹ κηροῦ . . . . . . . . οὐγγ. εʹ νίτρου . . . . . . . . οὐγγ. εʹ κυμίνου . . . . . . . . οὐγγ. βʹ φρυκτῆς . . . . . . . . οὐγγ. εʹ ἐλαίου . . . . . . . . οὐγγ. ηʹ ἀλθαίας . . . . . . . . οὐγγ. εʹ ἐν ἄλλῳ . . . . . . οὐγ. 𐅶ʹʹ χυλοῦ πτισάνης . . . . . λιτρ. αʹ ἐν ἄλλῳ . . . . . . οὐγ. αʹ χυλοῦ λινοσπέρμου . . . . οὐγ. αʹ. λείου τὰ ξηρὰ οἴνῳ καὶ κατάχει τὰ τηκτὰ καθʼ αὑτῶν, τοὺς δὲ χυλοὺς τοὺς ἀπὸ λινοσπέρμου καὶ πτισάνης ἐπιμελῶς ἑψήσας, ὥστε μὴ κατακαῆναι. χρῶ τῷ φαρμάκῳ τούτῳ θαρρῶν καθόλου ἐπὶ παρωτίδων καὶ ἐπὶ ἄλλων ἀποστημάτων· καὶ γὰρ πεπαίνει, διαφορεῖ, ἀμύσσει, παρακολλᾷ ταχέως καὶ τὰ ὀδυνώμενα παρηγορεῖ.

Ἄλλο τὸ διὰ γύρεως.

Ποιεῖ δὲ καλῶς καὶ τὸ διὰ γύρεως ἔχον οὕτως· χοιρείου στέατος οὐγγ. ϛʹ, κηροῦ οὐγγ. βʹ, ὠῶν δύο τὰ λευκὰ, μέλιτος ἴσον τῶν ὠῶν, γύρεως τὸ ἀρκοῦν. τὸν κηρὸν πρῶτον σὺν τῷ στέατι τῆκε, εἶτα ἐπίβαλλε μετρίως αὐτῷ μετὰ τὸ λυθῆναι χλιανθέντα τὰ λευκὰ τῶν ὠῶν καὶ τὸ μέλι ἐμβαλὼν ἐν τῇ θυΐᾳ τρῖβε καλῶς καὶ οὕτω τὴν γύριν κατὰ μικρὸν ἕως μετρίας συστάσεως καὶ ἐπίβαλλε τὰ λυθέντα καὶ πάλιν τρίψας καλῶς οὕτω χρῶ θαρρῶν ἐπιπλάττων· πάνυ γάρ ἐστι διαφορητικὸν καὶ παρηγορικὸν, ῥήσσει, καθαίρει, ἀποκαθιστᾶ τελείως. ποιεῖ δὲ καὶ πρὸς τοὺς συναγχικούς.

`2.119`

Ἄλλο τὸ διὰ συρικοῦ.

Ποιεῖ καὶ τὸ διὰ τοῦ συρικοῦ σκευαζόμενον πρὸς τὰς αὐτὰς διαθέσεις, ἔχει δὲ οὕτω· συρικοῦ λιτρ. αʹ, ἐλαίου κοτ. δʹ, ὅ ἐστι ξεστ. τὸ 𐅶ʹʹ, ἕψε ἕως ἀμολύντου. πρὸς πολλὰ ποιεῖ τὸ φάρμακον. μὴ καταφρονήσῃς τῆς εὐτελείας τῶν εἰδῶν. ποιεῖ δὲ καὶ τὸ ὑφʼ ἡμῶν σκευαζόμενον φάρμακον τῆς διὰ μέλιτος, κατʼ ἀρχὰς μὲν πέντε μέρη τοῦ φαρμάκου, δύο τῆς διὰ μέλιτος, ἔσθʼ ὅτε δὲ καὶ καθʼ ἑαυτὸ τιθέμενον· ἔστι γὰρ ἐπὶ πολλῶν ἐπιτετευγμένον, ἔχει δὲ οὕτω· πρωτοστάκτου . . . . οὐγγ. ϛʹ λεπτοκαρύων . . . . οὐγγ. βʹ σάπωνος Γαλλικοῦ . . οὐγγ. ϛʹ ἐν ἄλλῳ . . . . οὐγγ. δʹ ἀφρονίτρου λευκοῦ . . οὐγγ. ϛʹ μέλιτος . . . . . . οὐγγ. γʹ ἐλαίου παλαιοῦ . . . λιτρ. αʹ κηροῦ . . . . . . οὐγγ. γʹ τερεβινθίνης . . . . οὐγγ. ζʹ ἐν ἄλλῳ . . . . οὐγγ. ιεʹ ἐν ἄλλῳ πάλιν εὗρον ὠῶν ἑπτὰ τὰ λευκά. τοῦτο διαλύει καὶ λεπίδας ἀνάγει καὶ ἐπὶ πολλῶν ὠφέλιμόν ἐστι. ταῦτα μὲν ἐπὶ τῶν μέσων φλεγμονῶν καὶ ἐφʼ ὧν οὐκ ὀδύνη σφοδρὰ πολλὴ καὶ ῥαγῆναι θέλομεν τοὺς ὄγκους οὔτε θερμασίαν πολλὴν ποιεῖν χρή.

Περὶ τῶν ἐπὶ χολώδει ῥεύματι συνισταμένων παρωτίδων.

`2.121`

Εἰ δὲ συμβῇ γενέσθαι τὴν παρωτίδα ἐκ λεπτοῦ καὶ ζέοντος αἵματος καὶ ἐπὶ τὸ χολῶδες ἐκτραπέντος, ἔνεστί σοι καὶ τοῦτο γνωρίσαι καὶ ἐκ πολλῶν μὲν ἄλλων, οὐδὲν δʼ ἧττον καὶ ἐκ τοῦ τὸν ὄγκον ἐρυθρότερον εἶναι καὶ πυρώδη καὶ ἐρυσιπέλατι παραπλήσιον καὶ οἱονεὶ φλέγεσθαι δοκεῖν τὸν κάμνοντα καὶ τοὺς ἁπτομένους αἰσθάνεσθαι σαφοῦς θερμασίας. ἐπὶ τούτων οὖν ἁρμόζει προσφέρειν τὰ διὰ τῶν ὠῶν καὶ χαμαιμήλου καὶ ἑψήματος, ἅπερ εἴωθα σκευάζειν ἐπὶ τῶν πυρεσσόντων, καὶ ἡ ληξιπύρετος κηρωτὴ σκευαζομένη ἀμβροσία, ἧς ἡ σύνθεσίς ἐστιν αὕτη· κρόκου . . . . . . γρ. δʹ λιθαργύρου . . . . γρ. αʹ ἐν ἄλλῳ . . . . οὐγ. αʹ ῥοδίνου . . . . . . οὐγγ. εʹ κηροῦ . . . . . . οὐγγ. εʹ στέατος χοιρείου . . . οὐγγ. βʹ μέλιτος . . . . . οὐγ. αʹ χυλοῦ λινοσπέρμου τὸ ἀρκοῦν. καλῶς δὲ ποιεῖ καὶ τοῦτο τὸ φάρμακον ἐπὶ τῶν θερμῶν διαθέσεων. ἔχει δὲ καὶ τούτου ἡ γραφὴ οὕτω· κηροῦ . . . . . . οὐγγ. εʹ χαμαιμήλου . . . . οὐγγ. βʹ 𐅶ʹʹ ῥοδίνου . . . . . οὐγγ. βʹ 𐅶ʹʹ ὠῶν τὰ πυρρὰ . . . ζʹ φαβατίνου ἀλεύρου . . οὐγ. αʹ ἐν ἄλλῳ . . . . οὐγγ. δʹ σκευάσας χρῶ.

`2.123`

Ἄλλο κάλλιστον πρὸς τὸ αὐτό· ὑοσκύαμον καὶ λάπαθον σὺν ὀξυγγίῳ λειώσας κατάπλαττε, ἀλλάσσων δὶς τῆς ἡμέρας ἢ τρίς.

Ἄλλο.

Κηροῦ . . . . . . . οὐγγ. βʹ ἐν ἄλλῳ . . . . . οὐγγ. ϛʹ κολοφωνίας . . . . . οὐγγ. ϛʹ ἐλαίου . . . . . . . οὐγγ. δʹ τῶν φύλλων τῆς περδικιάδος οὐγγ. ϛʹ ἐλαίῳ σκευάσας χρῶ. ποιεῖ δὲ καὶ καθʼ ἑαυτὸ τὸ ψύλλιον ἑψόμενον καὶ καταπλαττόμενον, ἔσθʼ ὅτε δὲ καὶ ὠῶν προσπλεκομένων. οὐ μὴν ἀλλὰ καὶ τὸ διὰ χυλοῦ σκευαζόμενον. ἔχει δὲ αὐτοῦ ἡ γραφὴ οὕτω· λιθαργύρου λειοτάτης . . οὐγγ. δʹ ἐν ἄλλῳ . . . . λιτρ. αʹ ἐλαίου . . . . . . λιτρ. ζʹ κηροῦ καθαροῦ . . . λιτρ. ζʹ κηροῦ Τυρρηνικοῦ . . . λιτρ. αʹ πιτυΐνης . . . . . οὐγγ. δʹ χυλοῦ ψυλλίου . . . λιτρ. γʹ. τὸν χυλὸν τοῦ ψυλλίου ποιήσεις οὕτως· βάλλε ψυλλίου οὐγγ. γʹ, ὕδατος πηγαίου λιτρ. ϛʹ, καὶ πρὸ μιᾶς ἀπόβρεχε τῷ ὕδατι καὶ τῇ ἐπιούσῃ ἕψε σφοδρῷ πυρὶ, ἕως οὗ ἐρίφου ζωμοῦ τὴν σύστασιν σχῇ ὁ χυλός. καὶ διαλαβὼν διήθει, ὅσον ἂν ὑπέλθῃ· ταχὺ γὰρ πήγνυται. εἶτα πάλιν ἀνάλαβε εἰς τὴν κάκαβον καὶ πάλιν διήθησον καὶ οὕτω ποίει θερμαίνων, ἕως οὗ ἀπολάβῃ τὴν συσταθμίαν τῶν τριῶν λιτρῶν. εἶθʼ οὕτως ἔχε λελειωμένην τὴν λιθάργυρον καθʼ ἑαυτὴν, ἔπειτα μετὰ τοῦ ἐλαίου ἔμβαλε εἰς τὸ χαλκεῖον καὶ τοὺς χυλοὺς καὶ κίνει ἑψῶν μαλακῷ πυρὶ μέχρις ἀμολύντου. εἶτα κάτω χαλάσας βάλλε τὸν κηρὸν καὶ τὴν πιτυΐνην καὶ, ἐπὰν μηκέτι μολύνῃ, βαστάσας κατακένωσον εἰς θυΐαν καὶ τῇ σπάθῃ μαλάξας ἀνελόμενος ἀπόθου εἰς δέρμα καὶ χρῶ, ἐφʼ ὧν ἂν δόξῃ· ποιεῖ γὰρ ἐπὶ πολλῶν καὶ ἄλλων παραδόξως, ἕως οὗ ἐρίφου ζωμοῦ τὴν σύστασιν λάβῃ ὁ χυλός. κάλλιστα δὲ καὶ τῶν καταπλασμάτων εἰσὶν, ὅσα διὰ φοινίκων καὶ ψιχῶν καὶ κρόκων ὠῶν καὶ γλαυκίου καὶ κρόκου καὶ ἀλεύρου κριθίνου σύγκειται· καὶ γὰρ καὶ συμπέττουσιν, εἰ καί τις εὑρεθείη συνοῦσα τῇ πυρώδει φλεγμονῇ σκληρία. κέχρηνται μὲν οὖν τινες καὶ τοῖς ἔχουσι στρύχνον, ἐγὼ δὲ τὰ τοιαῦτα παραιτοῦμαι, καθάπερ καὶ τὰ στυπτηρίαν ἔχοντα καὶ ἄλλο τι τῶν στυφόντων· παρακρούει γὰρ τὴν ὕλην ἐν τῷ βάθει οὐκ ἀκινδύνως.

Πρὸς τὰς οἰδηματώδεις παρωτίδας.

Μεταβαίνειν ἤδη καιρὸς πρὸς τὰς ἀπὸ φλέγματος συνισταμένας παρωτίδας, αἵτινες οὐδὲν ἔχουσιν ὀδυνηρὸν ἢ ἀντίτυπον. ἐπὶ τούτων τοίνυν ἁρμόζει ἡ Κιμωλία γῆ καταπλαττομένη καὶ τὸ λάπαθον ἐπιβαλλόμενον, ἐπιχριόμενον δηλονότι πρότερον βουτύρῳ. καὶ ἡ ἄσβεστος ἡ πλυτὴ ἐπιχριομένη καλῶς τοὺς οἰδηματώδεις ὄγκους οἶδε διαφορεῖν. καὶ ὄροβοι μετὰ μέλιτος ἐπιπλαττόμενοι ἢ μελικράτου πάνυ ξηραντικὴν καὶ διαφορητικὴν δύναμιν ἔχουσιν.

Περὶ διαίτης.

`2.125`

Διαίτῃ δὲ κεχρήσθωσαν πρό γε πάντων ἀκολούθως μάλιστα καὶ ἁρμοζούσῃ πρὸς τὴν ὑποκειμένην διάθεσιν καὶ τὴν ποιοῦσαν αἰτίαν· ἐπὶ γὰρ τῶν ἀπὸ χολώδους χυμοῦ γινομένων παρωτίδων εὐκράτῳ διαίτῃ καὶ ψυχούσῃ κεχρῆσθαι προσήκει. χυλὸς τοίνυν ἁρμόζει τούτοις καὶ μάλιστα κατʼ ἀρχὰς ἔτι τῆς φλεγμονῆς οὔσης ἐπωδύνου ὅ τε τῆς πτισάνης καὶ τοῦ ἄλικος καὶ τοῦ χίδρου καὶ σεμιδάλεως εὖ μάλα καθεψηθείσης, ὁπότερον ἐκ τῶν εἰρημένων χυλῶν ὁ κάμνων προσφέροιτο. παραπλησίως καὶ οἱ τῶν ὠῶν λέκυθοι τούτοις ἐπιτήδειοι καὶ τῆς μαλάχης οἱ καυλοί. τῆς δὲ φλεγμονῆς παρακμαζούσης καὶ οἱ πετραῖοι τῶν ἰχθύων καὶ περιστερᾶς οἱ νεοσσοὶ καὶ τὰ ἄκρα τῶν κατοικιδίων ὀρνίθων. τοῖς αὐτοῖς καὶ ἐπὶ τῶν ἄλλων διαφορῶν τῆς παρωτίδος κεχρῆσθαι δεῖ τοὺς κάμνοντας. οἱ δὲ χωρὶς πυρετῶν ὄντες κατʼ ἀρχὰς, εἰ ἰχθύος ἢ ἀφράτου ἢ περιστερᾶς προσενέγκωνται, οὐδὲν βλαβήσονται. — — —

## License and provenance

Eulogikon publishes public-domain Greek texts in cleaned, structured, readable form and makes no copyright claim over that preparation (Public Domain Mark 1.0, https://creativecommons.org/publicdomain/mark/1.0/). Cite as `eul_wid: vcc-ah`.
