---
title: "Therapeutics: Book 12"
title_greek: "Θεραπευτικά, ΙΒʹ"
author: Alexander of Tralles
eul_wid: vcc-aq
eul_aid: vcc
canonical: "https://eulogikon.org/works/alexander-tralleis-therapeutics-book-12-vcc-aq"
lang: grc
period: Late Antique
dialect: Koine
content_hash: "sha256:1b3ef1a55c8babaeb3c0ecadaf652df19ef45458dea30b25b104b2b2e0f1f8f3"
content_modified_at: "2026-11-15"
license: "https://creativecommons.org/publicdomain/mark/1.0/"
---

# Therapeutics: Book 12

*Θεραπευτικά, ΙΒʹ*

**Author:** Alexander of Tralles

**eul_wid:** `vcc-aq` · [HTML page](https://eulogikon.org/works/alexander-tralleis-therapeutics-book-12-vcc-aq)

## Text

Part of [Therapeutics](/works/alexander-tralleis-therapeutics-vcc-ad)

`2–2.501`

ἈΛΕΞΆΝΔΡΟΥ ΤΡΑΛΛΙΑΝΟΥ͂ ΒΙΒΛΊΟΝ ΔΩΔΈΚΑΤΟΝ.

Περὶ ποδάγρας.

`2.503`

Τὸ τῆς ποδάγρας πάθος εἰδέναι χρὴ πρό γε πάντων ὡς ἐκ πολλῶν καὶ διαφόρων αἰτιῶν ἔχει τὴν σύστασιν, ὅθεν, οἶμαι, διὰ τὸ ποικίλον τῆς γενέσεως οὔτε διαγνωσθῆναι καλῶς οὔτε θεραπείας τελείας ἠδυνήθη ἐπιτυχεῖν. ὑπόληψιν δὲ ἐκ τούτου τὸ πάθος ἀνιαρὰν ἐκτήσατο, καὶ μηδὲ ὅλως ὑπὸ τέχνης ἰατρικῆς ἰαθῆναί ποτε δυνηθῆναι. ἐγὼ δέ φημι, ὡς, εἴγε διαγνωσθεῖεν καλῶς αἵ τε διαφοραὶ καὶ τὰ εἴδη αὐτῆς, ὅσα τε καὶ οἷα τυγχάνει, εὐθεράπευτος ἂν ῥᾳδίως ὑπὸ τῶν ἰατρῶν γενήσεται. εἴπωμεν οὖν ἤδη τὰς διαγνώσεις αὐτῶν, εἶθʼ οὕτω καὶ τὰς θεραπείας. ἐλπιζέτω γὰρ, ὅτι τοῖς γεγραμμένοις ἐάν τις ἀκριβῶς προσέχοι, ὠφελήσει πολλοὺς οὐ μόνον τοὺς ἀρχὴν ἔχοντας εἰς τὸ πάθος, ἀλλὰ καὶ τοὺς ἤδη κεχρονικότας ἐν αὐτῷ. πολλὰ μὲν οὖν εἰσιν αἴτια τὰ τὴν ἀνιαρὰν τίκτοντα ποδάγραν· καὶ γὰρ αἷμα συρρεῦσαν ἐν τῇ τῶν ἄρθρων κοιλότητι θερμὸν καὶ διατεῖνον αὐτά τε καὶ τοὺς συνδέσμους ὀδύνην ἐργάζεσθαι πέφυκε σφοδράν. ὁμοίως καὶ χολὴ πολλάκις ἐπιρρυεῖσα μεταξὺ τῶν νεύρων καὶ συνδέσμων καὶ τῷ φλέγειν ἅμα καὶ διατείνειν ἐπιφέρειν οἶδε μεγάλας ὀδύνας. ἔτι δὲ φλέγμα χωρῆσαν εἰς τοὺς εἰρημένους τόπους ὀδύνης ἰσχυροτέρας αἴτιον γίνεται ἅμα τε τῇ ψύξει καὶ τῷ στενοχωρεῖν καὶ διατείνειν αὐτούς. οὕτω δὲ καὶ ὁ μελαγχολικὸς χυμὸς οὐ μόνον τῷ ψύχειν καὶ θλίβειν, ἀλλὰ καὶ τῷ βάρους ἐπιτελεῖν αἴσθησιν οὐ μετρίους ἐργάζεται τοὺς παροξυσμούς. οὐ μόνον δὲ διὰ ἐπίρροιαν ὕλης οἱ ῥευματισμοὶ τοῖς ἄρθροις ἐπιγίνεσθαι πεφύκασιν, ἀλλὰ καὶ διὰ ψιλὴν ποιότητα μόνην καὶ θερμὴν καὶ ψυχράν· ἔτι δὲ ξηρότης τε καὶ ὑγρότης αἴτια γίνονται πολλάκις ῥευματισμῶν. δεῖ οὖν ἀκριβῶς, ὡς ἔφαμεν, ὑποπτεύειν, ἥτις ἀκριβῶς ἐστιν ἡ ποιητικὴ τοῦ πάθους αἰτία, καὶ τὴν ἁρμόττουσαν ἐπιφέρειν βοήθειαν.

Περὶ τῆς ὑπὸ χολώδους χυμοῦ γινομένης ποδάγρας.

Ἀρξώμεθα οὖν ἀπὸ τῆς ἐπὶ χολώδει χυμῷ γινομένης ὀδύνης λέγειν· καὶ γὰρ τὰ πολλὰ τοῦ τοιούτου πλεονάζοντος χυμοῦ οἱ ῥευματισμοὶ τοῖς ἄρθροις εἰώθασι γίνεσθαι. γνωριεῖς δὲ τὸ ἐπιρρέον ὑγρὸν, εἰ χολῶδες εἴη, ἐκ τοῦ μηδένα φανερὸν ὄγκον ἐπιφέρεσθαι τοῖς ἄρθροις, ἔπειτα δὲ καὶ ἐκ τοῦ θερμασίας πυρώδους αἰσθάνεσθαι τὸν κάμνοντα μᾶλλον ἤπερ διατάσεως ἢ βάρους ἐγκειμένου τινὸς, ἔτι δὲ καὶ τὸ ἐρυθρὸν ὁρᾶσθαι τῇ χροιᾷ τὸ ὀδυνώμενον μόριον καὶ χαίρειν μὲν τοῖς ἐμψύχουσι καὶ ὠφελεῖσθαι μᾶλλον ὑπʼ αὐτῶν ἢ ὑπὸ τῶν θερμαινόντων. λοιπὸν δὲ καὶ τὰ προηγησάμενα τῶν αἰτίων, ἔτι δὲ καὶ ἡ τοῦ κάμνοντος ἡλικία καὶ κρᾶσις ὥρα τε καὶ χώρα καὶ τὰ ἄλλα, ὅσα μεμαθήκαμεν, ἐνδείξεταί σοι τὸν πλεονάζοντα χυμὸν, ὅτι χολώδης ἐστὶ καὶ θερμός. εἰ μὲν οὖν σοι φανείη τὸ ἐπιρρέον ἐν τοῖς ἄρθροις ὑγρὸν εἶναι δριμύ τε καὶ χολῶδες, ἐξ ὧν εἰρήκαμεν σημείων, εὔδηλον ὡς οὐ δεῖ ποιεῖσθαι κένωσιν αἵματος, ἀλλὰ χολαγωγῷ κεχρῆσθαι μᾶλλον φαρμάκῳ πρότερον ὑγράναντα καὶ ἐπικεράσαντα τὸ δριμὺ τοῦ χυμοῦ ἢ δακνῶδες. οὐ δεῖ δὲ μόνον ἅπαξ, ἀλλὰ καὶ πολλάκις, εἰ δεήσει, καθαίρειν τὸν κάμνοντα. οὕτω γὰρ ἀπέριττα καὶ ἀρευμάτιστα φυλάξαι τὰ ἄρθρα δυνηθείης ἂν οὐκ ἀθρόως, ἀλλὰ κατὰ μέρος ὑποκλέπτειν ἀεὶ σπουδάζων τὴν πλεονάζουσαν ὕλην.

Περὶ καθαρσίου χολώδη κενοῦντος χυμόν.

`2.505`

Ἔστω δὲ τὸ καθάρσιον ἁπλούστερον, οὐ πάνυ τι τῶν θερμαινόντων ὀφεῖλον ἔχειν, οἷόν ἐστι καὶ τὸ διὰ τοῦ χυλοῦ τῶν ῥόδων σκευαζόμενον ἡδὺ τῇ ὀσφρήσει καὶ τῇ καταπόσει φαινόμενον, οὐκ ἀνατρέπον δὲ τὸν στόμαχον. δεῖ γὰρ καὶ τούτου φροντίζειν ἐπὶ τῶν ῥευματικῶν διαθέσεων, ὥστε μὴ κεκακῶσθαι τὸ στόμα τῆς γαστρὸς ὑπὸ τῶν προσφερομένων· ἀσθενοῦντι γὰρ αὐτῷ πάντα συμπάσχει τὰ νεῦρα καὶ ῥευματίζεται. ἔχει δὲ ἡ γραφὴ τοῦτον τὸν τρόπον· ῥόδων χυλοῦ . . . . . . λιτρ. βʹ μέλιτος . . . . . . . . λιτρ. δʹ σκαμμωνίας ὀπτῆς . . . . . οὐγγ. δʹ. ἕψε ὁμοῦ πάντα· ἡ τελεία δόσις κοχ. εʹ, ἡ ἐλάττων κοχ. βʹ, ἡ μέση γʹ· τὸ δὲ πλέον ἢ ἔλαττον ἐκ τοῦ ποσοῦ ἢ ἐκ τοῦ πλεονάζοντος ὁριζέσθω χυμοῦ.

Ἄλλο τὸ αὐτό.

Πρὸς δὲ τοὺς ἔχοντας ἠρέμα τὸ στόμα τῆς γαστρὸς ψυχρότερον οὐδέν ἐστιν ἄτοπον καὶ πεπέρεως αὐτῷ προσπλέκειν· ἔχει δὲ καὶ τούτου ἡ γραφὴ οὕτω· ῥόδων χυλοῦ . . . . . . λιτρ. αʹ σκαμμωνίας . . . . . . οὐγ. αʹ ἀγαρικοῦ . . . . . . . δραχ. δʹ πεπέρεως . . . . . . . γρ. βʹ μέλιτος . . . . . . . . οὐγγ. ϛʹ. ἕψε μαλακῷ πυρὶ καὶ, ὅταν συστραφῇ, τότε ἐπίβαλλε τὴν σκαμμωνίαν καὶ τὸ ἀγαρικὸν καὶ τὸ πέπερι καὶ οὕτω χρῶ. ἡ δόσις κοχ. εʹ ἢ ϛʹ πρὸς τὴν δύναμιν.

Ἄλλο τὸ διὰ τῶν κυδωνίων μήλων καθάρσιον.

`2.507–2.509`

Λαβὼν μῆλα κυδώνια ηʹ ἐπίβαλλε σκαμμωνίας οὐγ. αʹ καὶ περίπλαττε ἔξωθεν αὐτῶν ζύμῃ καὶ δίδου ὀπτᾶσθαι. μετὰ δὲ τὸ ὀπτηθῆναι αὐτὰ καλῶς ἐπίβαλλε αὐτοῖς μέλιτος τὸ ἀρκοῦν, ὥστε μήτε παχὺ γενέσθαι μήτε λίαν ὑγρόν. καὶ δίδου κοχλ. βʹ ἢ γʹ πρὸς τὴν δύναμιν. τοιαῦτα μέν εἰσι τὰ καθάρσια τοῖς πίνειν αὐτὰ ἡδέως ἔχουσιν. εἰ δὲ μὴ προσφέρεσθαι πόμα βούλοιντο, καὶ καταπότια αὐτοῖς τὸν ὀπὸν τῆς σκαμμωνίας ποιητέον. ἔχει δὲ οὕτως· ἀψινθίου . . . . . . . δραχ. γʹ σκαμμωνίας . . . . . . γρ. αʹ μίξας ὀλίγου ῥοσάτου καὶ ποιήσας κόκκους δίδου ἁπλῆν τὴν σκευασίαν, ποτὲ δὲ διπλῆν πρὸς δύναμιν καὶ τὴν ποσότητα τοῦ χυμοῦ. οὕτω μὲν δὴ τοὺς ἐπὶ χολώδει χυμῷ ῥευματιζομένους τὰ ἄρθρα καθαίρειν δεῖ. οὐ δεῖ δὲ διʼ αὐτοῦ μόνου πρόνοιαν ποιεῖσθαι τοῦ σώματος, ἀλλὰ καὶ τὰ πάσχοντα μόρια ἐμψύχειν καὶ παρηγορεῖν σπουδάζειν, ὥστε μὴ διὰ τὴν ἄπειρον πύρωσιν ἢ τὴν πολλὴν ὀδύνην τῶν ἄρθρων ἐπὶ πλέον ῥευματίζεσθαι τὰ μόρια· καὶ γὰρ ἡ θερμασία τῶν πεπονθότων μορίων ἕλκειν εἰς αὑτὰ πέφυκε τὴν ὕλην καὶ ὀδύνην πάλιν ἐπισπᾶσθαι. διὰ τοῦτο οὖν ἀμφοτέρων προνοεῖσθαι σπουδάζειν χρὴ ἐμψύχειν τε καὶ παρηγορεῖν, ὥστε εὔκρατα καὶ ἀνώδυνα γίνεσθαι τὰ μόρια. κάλλιστον οὖν ἐστιν ἐπὶ τούτων τότε ῥόδινον ἐπιβαλλόμενον ἑκάστης ἡμέρας τοῖς πεπονθόσι καὶ ἀνατριβόμενον ἠρέμα. βέλτιον οὖν ποιήσει τις, εἰ προσμίξας λέκυθον ὠοῦ καὶ οἷον χρίσμα ποιήσας οὕτως ἀνατρίβειν ἐθελήσειε τὰ πεπονθότα πρός τε τὸν ὕπνον ἐν ἑσπέρᾳ καὶ πάλιν ἕωθεν. τὸ δὲ αὐτὸ τοῦτο καὶ προφυλακτικὸν εἶναι δύναται κατὰ τὸν καιρὸν τῆς ὑγείας, εἴ τις καθεύδειν μέλλων καὶ προϊέναι χρώμενος εἴη καθʼ ἑκάστην ἡμέραν. χρὴ δὲ μὴ μόνον τοῦτο ποιεῖν, ἀλλὰ καὶ τοῖς ἄλλοις ἅπασιν ἐμψύχουσι καὶ ῥωννύειν τὰ ἄρθρα δυναμένοις κεχρῆσθαι, περὶ ὧν μετʼ ὀλίγον ῥηθήσεται.

Ἄλλο πρὸς τοὺς βραδύτερον καθαιρομένους.

Ῥόδων χυλοῦ . . . . . . οὐγγ. γʹ σκαμμωνίας . . . . . . οὐγ. αʹ μέλιτος . . . . . . . . οὐγ. αʹ τιθυμάλλου ὀποῦ . . . . . γρ. γʹ. δίδου κοχλ. αʹ ἢ βʹ πρὸς δύναμιν. ποιεῖ πρὸς πολλὰ τὸ καθάρσιον τοῦτο καὶ πρὸς τριταΐζοντας καὶ ἰκτερικοὺς καὶ ὀφθαλμιῶντας. καί ἐστιν ἄλυπον σφόδρα καὶ ὀξὺ καὶ θαρρῶν αὐτὸ δίδου, ὡς ἂν βούλῃ, καὶ μάλιστα ἐπὶ τῶν πυρεττόντων μετὰ χυλοῦ πτισάνης. τὰ νῦν δʼ ἀπὸ τῆς διαίτης ἀρξώμεθα διδάσκοντες, ὡς δεῖ καὶ αὐτὴν μηδὲν ἔχειν θερμὸν ἤτοι χολὴν ὅλως τίκτειν δυνάμενον. οὕτω μὲν οὖν προνοεῖσθαι δεῖ τοῦ τε ὅλου καὶ τῶν πεπονθότων μορίων, λοιπὸν δὲ καὶ τῇ διαίτῃ προσέχειν, ὥστε καὶ αὐτὴν ἐμψύχουσάν τε καὶ ὑγραίνουσαν εἶναι, παραιτεῖσθαι δὲ πᾶν, ὅ τι ἂν θερμαῖνον πάνυ τι χολῶδες τίκτειν δύνηται.

Περὶ λαχάνων.

Λαχάνων δὲ προσφερέσθωσαν ἴντυβόν τε καὶ θριδακίνην καὶ μαλάχην, εἰ δὲ ἡδέως ἔχοιεν, καὶ βλίτον καὶ χρυσολάχανον καὶ σόγχον καὶ πᾶν ὁτιοῦν ψύχειν τε καὶ ὑγραίνειν δυνάμενον. κράμβην δὲ καὶ κάρδαμον καὶ εὔζωμον καὶ πράσον καὶ σκόρδον ὡς πολέμια φεύγειν δεῖ.

Περὶ ὀρνίθων.

Τῶν δὲ ὀρνίθων προσφερέσθωσαν τῶν τε φασιανῶν καὶ τῶν κατοικιδίων ὀρνίθων τὰ μὴ λιπαρὰ καὶ ἀτταγῆνας καὶ πέρδικας καὶ κοσσύφους καὶ κίχλας.

Περὶ ἰχθύων.

Καὶ τῶν ἰχθύων τοὺς πετραίους μάλιστα καὶ τῶν ἄλλων, οἷς ἡ οὐσία λευκὴ καὶ ψαφαρὰ κατὰ φύσιν καὶ οὐδὲν ἔχουσα πιμελῶδες. τὰ μέντοι ἐκ λίμνης παραιτείσθωσαν· ἔστωσαν δὲ πάντων αἱ ἀρτύσεις ἀπέριττοι μήτε ἐλαίου πολὺ μήτε τῶν δριμέων σπερμάτων προσλαμβάνουσαι.

Περὶ ἰσικοῦ.

Καὶ ὁ ἰσικὸς δὲ ὁ ἐκ τούτων ὠφελιμώτατός ἐστι καὶ μάλιστα ὁ ἐκ τῶν σκληροτέρων, οἷον ὀρφοῦ, κηρίδος, τευθίδος, σηπίας, κτενίων καὶ τῶν ὀστρακοδέρμων δὲ μὴ φοβεῖσθαι ἐπιδοῦναι.

Περὶ κρεῶν.

`2.511`

Καὶ τῶν προβατείων δὲ κρεῶν προσφερέσθωσαν τὸ ἀπόζεμα καὶ μάλιστα τῆς κοιλίας τῶν βοῶν. ὁμοίως γοῦν οἶδά τινας τῶν οὕτω ῥευματιζομένων ἐπὶ πλείστῳ καὶ δριμεῖ ῥεύματι μέγιστα ὠφελουμένους ὑπὸ τῶν βοείων κρεῶν· οὐκέτι γὰρ οὔτε συνεχῶς οὔτε σφοδρῶς τις ἔλεγεν ἀλγεῖν τοὺς πόδας, ὥσπερ ἐν τῇ λεπτυνούσῃ διαίτῃ κεχρημένος ἦν. ἐσθίειν δὲ τοὺς πόδας αὐτῶν μᾶλλον καὶ τὰς κοιλίας ἀποζέματος. ἦν δὲ οὗτος ἀκμάζων τὴν ἡλικίαν καὶ θερμὸς τὴν κρᾶσιν.

Περὶ ὀσπρίων.

Τῶν δὲ ὀσπρίων προσφερέσθωσαν αὐτούς τε τοὺς κυάμους χλωροὺς καὶ τῶν ξηρῶν τοὺς ἀκροζέστους καὶ τοῦ φασιόλου τοῦ Ἀλεξανδρινοῦ, μάλιστα τοῦ ἀποβραχέντος καὶ τῆς τήλεως τοὺς βλαστοὺς, ἄλικος καὶ πτισάνης, οὐδὲν ἄτοπόν ἐστιν αὐτοὺς προσφέρεσθαι. τὰ δʼ ἄλλα τῶν ὀσπρίων κάλλιόν ἐστιν αὐτοὺς παραιτεῖσθαι.

Περὶ ὀπωρῶν.

Καὶ τῶν ὀπωρῶν τὴν πάνυ γλυκεῖαν καὶ πέπειρον συμβουλεύω προσφέρεσθαι περὶ ὥραν δευτέραν ἢ τρίτην, μάλιστα τῶν περσικῶν ἢ ῥοδακίνων καὶ σταφυλῆς τῆς σκληρᾶς καὶ ἀστύφους ἐχούσης τὰς ῥωγὰς καὶ δαμασκηνῶν καὶ μήλων τῶν γλυκέων καὶ κιτρίων καθαρθέντων καὶ λελεπισμένων καλῶς ποιεῖν. ἀπίων δὲ καὶ ῥοιῶν καὶ τῶν ἄλλων ἁπάντων σπανίως ἢ μηδὲ ὅλως προσφέρεσθαι δεῖ.

Περὶ τραγημάτων.

Τῶν δὲ τραγημάτων συμφέρει μάλιστα τὰ κάστανα λαμβάνειν μήτε καρύων ἢ στροβίλων ἢ ἀμυγδάλων ἐσθίειν, ἀλλὰ μηδὲ πλακούντων ἢ κοπτῶν· ἅπαντα γὰρ ταῦτα βλαβερὰ τοῖς διὰ χολῶδες περίττωμα ῥευματιζομένοις τὰ ἄρθρα.

Περὶ κινήσεως.

Κινείσθωσαν δὲ μετρίως ἄνευ κόπου πολλοῦ καὶ πρὸ τροφῆς μᾶλλον ἢ μετὰ τροφήν· ὁ γὰρ κόπος ἐναντιώτατός ἐστι τούτοις ἐκθερμαίνων ἐπὶ πλέον καὶ ἐκπυρῶν τὰ ἄρθρα ἕλκειν τε παρασκευάζων εἰς αὑτὰ καὶ ἐπισπᾶσθαι πάλιν ἑτέραν ἐκ τῶν πορρωτέρω μορίων ὕλην αἴτιός τε διὰ τοῦτο γινόμενος ῥευματισμῶν.

Περὶ βαλανείων.

`2.513`

Βαλανεῖα δὲ τούτοις τὰ ἀπὸ τῶν γλυκέων ὑδάτων συμφέρει καὶ τὰ ἐν ἑσπέρᾳ δὲ μᾶλλον τῶν ἑωθινῶν. τὰ γὰρ μετὰ τὸ τραφῆναι μεγίστην κέκτηται δύναμιν εἰς τὴν τῶν θερμῶν δυσκρασίαν καὶ ἐπανόρθωσιν καὶ μάλιστα ἐπὶ τῶν ἰσχνῶν καὶ ξηροτέρων καὶ δριμυτέρων σωμάτων· ἐπὶ γὰρ τῶν τοιούτων καθʼ ἑκάστην ἡμέραν εἰ παραβάλοις λουτρὰ, οὐ βλάψεις, ἀλλὰ καὶ ὠφελήσεις τὰ μέγιστα. πρὸ δὲ τοῦ μέλλειν εἰς τὸν ἀέρα τὸν θερμὸν εἰσιέναι, συμφέρει τούτοις ὕδατι ψυχρῷ προρραίνειν τοὺς πόδας, εἰσελθόντας δὲ κατὰ τὸν μέσον οἶκον, εἶτα μετρίως ἱδρώσαντας περιχυθῆναι σίτλας χλιαρὰς καὶ οὕτως ἀλείφεσθαι τὸ ὅλον σῶμα ὑδρελαίῳ. εἶναι δὲ χρὴ καὶ τὸν ἀέρα τοῦ λουτροῦ εὔκρατον, ὁμοίως δὲ καὶ τὴν τοῦ θερμοῦ δεξαμενήν. χρὴ δὲ μετὰ τὸ ἀλείφεσθαι παρόδῳ χρησάμενον εὐθέως ἐν τῇ τοῦ θερμοῦ εἰσιέναι δεξαμενῇ. εἰ δὲ τύχοι καὶ ψυχρὸν ὕδωρ ἐπιρρεῖν, ὑποτιθέτω κατὰ τοῦ κρουνοῦ τοὺς πόδας, πρὶν εἰς αὐτὴν εἰσιέναι. ἐξελθὼν δὲ πάλιν ἐκ τῶν θερμῶν κατέρχεσθαι πάντως εἰς τὴν τοῦ ψυχροῦ δεξαμενὴν καὶ, εἰ θέρος εἴη καὶ ἡδέως ἔχοιεν, νηχέσθωσαν ἐν αὐτῇ. μετὰ δὲ τὸ περιβαλέσθαι τὰ σάβανα πάλιν ἐπιβαλλέσθωσαν ψυχρὸν ὕδωρ τοῖς ποσίν. ἀνελθὼν δὲ εἰς τὸν οἶκον ἀπὸ τοῦ λουτροῦ μὴ εὐθὺς πινέτω οἶνον καὶ μάλιστα τὸν ἄκρατον, ἀλλὰ πτισάνης χυλὸν ἢ εὔκρατον προσφερέσθωσαν πρότερον. ἐν δὲ τῷ μέσῳ τοῦ ἀρίστου, εἰ μὲν θέρος εἴη, ψυχρὸν ὕδωρ, εἰ δὲ χειμὼν, εὔκρατον πινέτωσαν.

Περὶ προπομάτων.

Τῶν δὲ προπομάτων ἀπεχέσθωσαν. εἰ δὲ ἄρα ἡδέως ἔχοιεν, λαμβανέτωσαν ἢ ῥοσάτου ἢ ἀψινθάτου ψυχρίζοντες ὡσαύτως, καθάπερ εἰώθασι ποιεῖν οἱ Ῥωμαῖοι τὸ καλούμενον ῥεκεντάτον.

`2.515–2.517`

Οὕτω μὲν προφυλάττεσθαι χρὴ τοὺς ἐπὶ χολώδει χυμῷ ῥευματιζομένους τὰ ἄρθρα. εἰ δέ ποτε συμβῇ πάλιν ἐπιρρευματισθῆναί τινα διὰ τὸ ἀφυλακτότερον αὐτὸν, οἷα εἰκὸς, διαιτηθῆναι, τοιαύτῃ ἀγωγῇ κεχρῆσθαι δεῖ καὶ μηδὲν τῶν θερμαινόντων προσφέρειν, ἀλλʼ ὅσα μᾶλλον τῆς ψυχούσης ἐστὶ δυνάμεως, ἐξ ὧν ἐστι ψύλλιόν τε καὶ βλίτον καὶ στρύχνος καὶ ἀνδράχνη, ὑοσκύαμος, ἀείζωον, θριδακίνη καὶ ὁ ἐκ τῶν τελμάτων φακός. ἀλλὰ ταῦτα μὲν ἅπαντα καθʼ ἑαυτὰ λειούμενα καὶ μάλιστα χλωρὰ παρηγορεῖν εἰσιν ἱκανὰ τὰς ἐν τοῖς παροξυσμοῖς γινομένας ὀδύνας, ἔτι δὲ μᾶλλον, εἰ καὶ ἐν βραχέσιν ἀλεύροις ἐκ κριθῶν πεποιημένοις ἐπιμίξειεν ἄν τις ἢ μίαν ἢ δύο ἐκ τῶν εἰρημένων. πρὸς δὲ τὸ μὴ ξηραίνεσθαι καλόν ἐστι καὶ ῥόδινον ἐπιβαλεῖν τῷ καταπλάσματι. ψυχρά τε προσφερέσθω τούτοις ἅπαντα καὶ συνεχέστερον ἀμειβέσθω χάριν τοῦ τὴν ψυχρότητα παραμένειν. εἰδέναι δὲ δεῖ, ὡς τὸ σπέρμα τοῦ ψυλλίου βρεχόμενον διʼ ὕδατος ἀνακοπτόμενόν τε φιλοπόνως καὶ γλοιῶδες γινόμενον ἀναμιγνύμενόν τε τοῖς κριθίνοις ἀλεύροις θαυμαστῶς τὰς ὀδύνας οἶδε παρηγορεῖν καὶ τὸ ζέον καὶ πυρῶδες ἀποσβεννύειν τῆς ὀδύνης καὶ εἰς εὐκρασίαν φέρειν τὰ πεπονθότα. εἰ μὲν οὖν εὐποροίης τῶν βοτανῶν, ἀγαθόν ἐστι κεχρῆσθαι ταύταις. εἰ δὲ μὴ ἔχοι ὁ καιρὸς, ἀντὶ τούτων τῇ ῥοδίνῃ κηρωτῇ παρηγορεῖν ἀπομάχεσθαι δυναμένῃ καλῶς πρὸς τὰς θερμὰς δυσκρασίας ἀλλαττομένῃ μάλιστα συνεχέστερον. δεῖ δὲ ψυχρίζειν τὸν κηρὸν ἅπαξ καὶ δὶς ἀλλάττοντας τὸ πρότερον ὕδωρ. ἰσχυρότερον δὲ αὐτὸ ποιήσεις, εἰ ὄμφακος χυλὸν ἢ ἀνδράχνης ἢ τὰ λευκὰ τῶν ὠῶν καὶ πτισάνης χυλὸν προσπλέξεις. πρὸς δὲ τὰς μὴ πάνυ πυρώδεις δυσκρασίας ἄριστα ποιεῖ καὶ ἡ διὰ τοῦ κυαμίνου ἀλεύρου κηρωτή. ἔχει δὲ οὕτω· κηροῦ . . . . . . . . οὐγγ. εʹ χαμαιμήλου . . . . . . οὐγγ. βʹ 𐅶ʹʹ ῥοδίνου . . . . . . . . οὐγγ. βʹ 𐅶ʹʹ κυαμίνου ἀλεύρου . . . . . οὐγ. 𐅶ʹʹ ὠῶν πέντε τὰς λεκύθους. λειώσας πρῶτον τὰ πυρρὰ τῶν ὠῶν, εἶτα ποιήσας κηρωτὴν καὶ ἀναμίξας ἐν τῇ θυΐᾳ καὶ ἀναλαβὼν χρῶ συνεχέστερον. εἰ δὲ ὀδύνη τις εἴη πολλὴ, καὶ τὰ διὰ κρόκου καὶ χυλοῦ κορίου καὶ γλαυκίου καὶ ὀπίου βραχέος σκευαζόμενα προσφέρειν δεῖ. δεῖ δὲ οὕτω ποιεῖσθαι τὴν δόσιν μετὰ ὀξυκράτου. εἰδέναι δὲ δεῖ, ὡς φυλάττεσθαι χρὴ τῶν ναρκωτικῶν ἐπιθεμάτων τε καὶ χρισμάτων τὴν πλείονα χρῆσιν μειζόνως βλαπτόντων αὐτοὺς μᾶλλον ἢ ὠφελούντων. εἰ δὲ ἄρα διὰ σφοδρὰν ὀδύνην καὶ πύρωσιν ἀναγκασθῶμεν αὐτοῖς κεχρῆσθαι, προσέχειν ἀκριβῶς δεῖ καὶ μὴ ἐπὶ πολὺ συγχωρεῖν ἐπικεῖσθαι τὰ τοιαῦτα τῶν βοηθημάτων, ἀλλʼ εἴτε χρίσματα εἴτε φάρμακα τύχῃ εἶναι τὰ προσφερόμενα, δεῖ σπουδάζειν εὐθὺς ἅμα τῷ παύσασθαι τὸ ζέον τῆς ὀδύνης ἀφαιρεῖν αὐτὰ πάντως· ἅπαντα γὰρ ταῦτα χρονίζοντα νάρκην καὶ δυσκινησίαν ἐν τοῖς ἄρθροις πέφυκεν ἀποτίθεσθαι. εἰ οὖν συμβῇ τινα γενέσθαι τῶν τοιούτων ἀμετρότερον ἡμῶν αὐτοῖς χρησαμένων δυσκινησίαν ἢ νάρκην, καλόν ἐστι τηνικαῦτα καὶ τῇ διὰ χυλῶν ἀναλυθείσῃ μετὰ χαμαιμηλίνου χρήσασθαι ἢ τῇ διʼ ἀλθαίας· ταῦτα γὰρ ἅπαντα πέττειν οἶδε καὶ ἀνακαλεῖσθαι τὰς ἀπὸ τῆς τῶν ψυχόντων ἀκαίρου προσφορᾶς ἐπιγινομένας νόσους. ἡ δὲ γραφὴ τοῦ διʼ ἀλθαίας φαρμάκου ἐστὶν ἥδε·

Φάρμακον τὸ διʼ ἀλθαίας.

`2.519`

Τήλεως, λινοσπέρμου, ἀλθαίας, ἀνὰ οὐγγ. δʹ, ἑψηθέντων ὁμοῦ, κηροῦ, κολοφωνίας, ἀνὰ λιτ. αʹ, ἐλαίου λιτ. βʹ, χαλβάνης χρηστῆς οὐγγ. δʹ. ἑψήσας τὸν χυλὸν μετὰ τοῦ ἐλαίου, ἄχρις οὗ δαπανηθῇ ὁ χυλὸς ὅλος, βάλλε τὴν κολοφωνίαν καὶ ἄρας ἀπὸ τοῦ πυρὸς τὴν κηρωτὴν βάλλε εἰς ἀγγεῖον καὶ χρῶ. ποιεῖ καὶ ἡ ὑπὸ πολλῶν σκευαζομένη, ἀλλὰ ταύτης πολλὴν ἐσχήκαμεν πεῖραν, οὐ μόνον ἐπὶ ποδαγρικῶν, ἀλλὰ καὶ ἐπὶ σπλάγχνων σκληρίαν ἐχόντων καὶ ἄλλων ὁμοίων πολλῶν. μετὰ δὲ τὸ ἀναθάλψαι τὰ κατεψυγμένα καὶ πάλιν ἄρξασθαι τὰ ἄρθρα τὴν ἰδίαν ἀναλαμβάνειν κίνησιν ἀναγκαῖόν ἐστι καὶ τοῦ ῥώμην ἐντιθέναι φροντίζειν τοῖς μορίοις, ὥστε μὴ ῥευματίζεσθαι ταχέως τοῦ λοιποῦ. ἔσται δὲ τοῦτο κάλλιον, ἐὰν τῇ φοινικίνῃ χρησώμεθα τακείσῃ σὺν ὀξυροδίνῳ. μὴ παρόντος δὲ ῥοδίνου τὸ ὠμοτριβὲς ἔλαιον ἔστω σοι χρήσιμον. δεῖ δὲ πρότερον αὐτὴν ἁπαλωτέραν ἐπιτιθέναι καὶ προσηνῆ τὴν σύστασιν ἔχουσαν. ὕστερον δὲ λοιπὸν τῶν ἄρθρων κινουμένων καὶ τὰ σκληρὰ ἐχεκόλλων ἔχοντα σύστασιν εὔλογόν ἐστι προσφέρειν. εἰ δὲ μὴ ὁ κάμνων φάρμακα δυνηθείη φέρειν—πολλοὶ γάρ εἰσι βαρυνόμενοι τὴν τῶν φαρμάκων ἐπίθεσιν— οὐδὲν ἄτοπόν ἐστιν ἐπὶ τούτων κεχρῆσθαι καὶ ἄλλοις τισὶν ἐπιρρωνύειν τὰ πεπονθότα δυναμένοις. εἰσὶ μὲν οὖν πάμπολλα, μάλιστα δὲ καὶ ὁ χυλὸς ἐπιχριόμενος τῆς ἀκακίας ἅμα ὀξυκράτῳ τό τε λύκιον ἅμα κρόκῳ καὶ γλαύκιον καὶ ὁ χυλὸς τῆς περδικιάδος ἐπιχριόμενος ἰσχυρὰν ἔχει τὴν δύναμιν ἅμα ὀξυκράτῳ. εἰσὶ δὲ καὶ ἄλλα τὴν αὐτὴν δύναμιν ἔχοντα τούτοις, ἀλλʼ ἀρκείτω καὶ ταῦτα βραχέα μὲν εἶναι δοκοῦντα τοῖς εἰρημένοις, ἰσχυρὰν δὲ τὴν δύναμιν κεκτημένα. καὶ εἴ τις αὐτοῖς ἐθέλει καὶ ἐν τῷ τῆς ὑγείας χρόνῳ κεχρῆσθαι, θαρρῶν ἔστω, ὅτι ὑγιῆ καὶ ἀρευμάτιστα διαφυλάξει τὰ πρὶν εἰωθότα μόρια πάσχειν τε καὶ ῥευματίζεσθαι συνεχῶς.

Περὶ τῆς ἐπὶ φλεγματικῷ χυμῷ γινομένης ποδάγρας.

Οὕτω μὲν οὖν ἰᾶσθαι χρὴ τοὺς ἐπὶ χολώδει χυμῷ καὶ θερμῷ καὶ δριμεῖ ῥευματιζομένους. εἰ δὲ τύχοι τὸ ἐπιρρέον εἶναι φλεγματῶδες καὶ ψυχροῦ ἐπιρρέοντος αἰσθάνεσθαι περὶ τὰ πεπονθότα, μήτε δὲ ἐξέρυθρα μήτε ζέοντα εἶναι τὰ μόρια, ἀλλὰ μᾶλλον ἀποτεταμένα, ὑπὸ τῶν θερμαινόντων μὲν ὠφελεῖσθαι, ἀνιᾶσθαι δὲ καὶ βλάπτεσθαι ὑπὸ τῶν ψυχόντων, πρὸς τούτοις δʼ ἔτι καὶ εἰ ὁ προηγησάμενος αὐτῶν βίος εἶεν ψυχρὸς, μᾶλλον φλεγματώδη εἶναι τὸν ἐν τοῖς ἄρθροις ἐπιρρέοντα χυμὸν ἐνδείκνυται· ἀργίαι γὰρ ὡς ἐπὶ τὸ πολὺ προηγοῦνται μᾶλλον ἢ γυμνάσια καὶ πλειόνων ἐδεσμάτων καὶ κακοχύμων συνεχὴς προσφορὰ, οἷον ἰσικῶν, ἀστακῶν ἢ κηρυκίων ἢ κτενίων ἢ πολυπόδων ἢ ὀσπρίων ἢ πλειόνων ὀπωρῶν καὶ λουτρῶν ἀκαίρων χρήσεις. εἰ οὖν καὶ ταῦτα πρὸς τοῖς ἄλλοις σημείοις ἐνδείξεταί σοι μᾶλλον εἶναι τὸ ἐπιρρέον ψυχρόν τε καὶ φλεγματῶδες, θαρρῶν τότε λοιπὸν ἔρχου ἐπὶ τὴν θεραπείαν αὐτῆς.

Περὶ θεραπείας.

`2.521`

Λέγωμεν οὖν ἤδη, πῶς χρὴ καὶ τὸ ψυχρὸν εἶδος ἰᾶσθαι τῆς ποδάγρας. ὅτι μὲν οὖν ἡ διὰ ψυχρὸν χυμὸν γινομένη τοῖς ποσὶν ἐπίρροια τῶν θερμαινόντων ἀεὶ δεῖται βοηθημάτων, ἅπασι πρόδηλον, ἀλλʼ ἐπειδὴ τὸ φερόμενον ὅμοιον οὐκ ἔστιν ἀεὶ, οὔτε κατὰ ποσότητα ἢ ποιότητα ἢ σύστασιν, ἀλλὰ τοῖς μὲν πολὺ τὸ ἐπιρρέον, τοῖς δὲ ὀλίγον, καὶ τοῖς μὲν παχὺ, τοῖς δὲ λεπτὸν καὶ τοῖς μὲν ἐπιπολῆς, τοῖς δὲ περὶ τοὺς ἔνδον ὑμένας, ἀνάγκη πρός τε τὸ ποιὸν καὶ τὸ ποσὸν τῆς παρὰ φύσιν διαθέσεως προσέχοντας, οὕτω καὶ ἡμᾶς ὁμοίως ἐφαρμόζειν τό τε ποσὸν καὶ τὸ ποιὸν καὶ ἁπλῶς εἰπεῖν τὸν τρόπον ἅπαντα τῆς θεραπείας ποιεῖσθαι πρὸς τὴν ὑπαγορευομένην διάθεσιν. εἰ μὲν οὖν σοι φανείη τὸ λυποῦν εἶναι φλέγμα, ἀναγκαῖον τοῦτο κενῶσαι πρό γε πάντων φλεγμαγωγοῖς· ἀμήχανον γάρ ἐστι τοῖς μερικοῖς χρώμενον βοηθήμασιν ὠφελῆσαί τι, μὴ τὸ ὅλον σῶμα πρῶτον ἀπέριττον ἐργασάμενον. εἰ δὲ μὴ μόνον εἴη φλεγματικὸν τὸ λυποῦν, ἀλλὰ καὶ σὺν αὐτῷ φαίνοιτό σοι καὶ αἱματικὸς ἅμα πλεονάζειν χυμὸς, ἀμφότερα δεῖ πράττειν, ἀλλὰ τὴν μὲν φλεβοτομίαν πρότερον, εἶθʼ οὕτως ἀναλαμβάνοντας τὴν δύναμιν ἐπὶ τὸ καθάρσιον ἔρχεσθαι τὸ δυνάμενον ἑλκῦσαι παχὺ φλέγμα καὶ ὀρρῶδες, ὥσπερ ποιοῦσι πολλοὶ λαθυρίδας τε καὶ ὀπὸν τιθυμάλλου καὶ Κνίδιον κόκκον παρέχοντες αὐτοῖς, οἳ τὰ λεπτὰ κενοῦντες ῥεύματα αἴτιοι μᾶλλον βλάβης ἢ ὠφελείας γίνονται παχυτέρους ἔτι καὶ ξηροτέρους καὶ δυσδιαφορήτους ἐργαζόμενοι τοὺς χυμούς. δεῖ οὖν ἀεὶ φεύγειν τὰ τοιαῦτα. εἰ δʼ ἄρα καὶ δώσει τις, ἐπιμιγνύειν αὐτοῖς ἐχρῆν τινα τῶν λεπτυνόντων· οὕτω γὰρ ἡ ἐπιμιξία τῶν τοιούτων ἀβλαβῆ τὴν ἐξ αὐτῶν ἐργάσεται κένωσιν. τὸ γοῦν Ἰουλιανιὸν ὀξύμελι τοιοῦτόν ἐστι συγκείμενον ἔκ τε τῶν λεπτύνειν δυναμένων ὑποκαθαῖρόν τε οὐ μόνον, εἴ τι λεπτὸν, ἀλλὰ καὶ παχὺ προσπεπλασμένον ἐν τοῖς ἄρθροις καὶ ἐμφωλεῦον ὑπάρχει. ἔστι δʼ αὐτοῦ ἡ σύνθεσις ἥδε·

Τὸ Ἰουλιανιὸν ὀξύμελι.

`2.523–2.531`

Πηγάνου, ὀριγάνου, λαθυρίδων, δαδῶν, ἀλυπιάδος, σκίλλης, ἀκτῆς ἀκρεμόνων, γλήχωνος, ἀνὰ οὐγγ. γʹ, θύμου κόμης, κόκκου Κνιδίου, ἀνὰ οὐγγ. δʹ, ἀνήθου, μανδραγόρου ῥίζης, ἀνὰ οὐγ. 𐅶ʹʹ, ἴρεως, φύλλου, κόστου, ναρδοστάχυος, ἀσάρου, ἑλλεβόρου λευκοῦ, ἀκόρου, ἀμώμου, ὑπερίκου, κυμίνου, ἀνὰ οὐγ. αʹ, ἀγαρικοῦ, πολυποδίου, ἐπιθύμου, ἀνίσου, ἀνὰ οὐγγ. βʹ, ῥέου Ποντικοῦ οὐγγ. αʹ 𐅶ʹʹ. τὰς λαθυρίδας καὶ τὸν κόστον καὶ Κνίδιον κόκκον καὶ τὸ ναρδοστάχυον ἐπίπαττε εἰς τὸ ἑψηθὲν ὀξύμελι. ἔστω δὲ τοῦ μὲν ὄξους ξε. ιʹ ἢ ιγʹ, τοῦ δὲ μέλιτος ξε. εʹ. εἰς τὸ ὄξος ἀποβρέχων τὰς βοτάνας ἔασον ἄχρι τριῶν ἡμερῶν, εἶθʼ οὕτως ἕψησον, ἄχρις οὗ τὸ πλεῖον τοῦ ἡμίσεως ἀναλωθῇ, εἶτα σύμπλεξον τὸ μέλι. οὕτω δὲ ἐπίπαττε τὰ ὀφείλοντα ἐπιπασθῆναι καὶ συλλειώσας τὸν Κνίδιον κόκκον καὶ τὰς λαθυρίδας ἀναλάμβανε καὶ χρῶ πρὸς δύναμιν. ἡ δόσις ἡ τελεία οὐγ. 𐅶ʹʹ, ἐν ἄλλῳ οὐγ. αʹ, ἡ ἐλάττων γρ. ηʹ. οὕτω μὲν σκευάζουσιν οἱ πολλοί. ἐγὼ δὲ μόνον ἐν τῷ ὀξυμέλιτι ἀγαρικὸν λεπτὸν καὶ χνοῶδες γενόμενον ἐπιπάττων ἡδύτερον καὶ ἀλυπότερον ἀπετέλεσα. πολλάκις δὲ αὐτῷ σκαμμωνίαν προσπλέκομεν ἰσχυρότερον καθᾶραι βουλόμενοι. εἰ δὲ μὴ ἔχοιεν ἡδέως ὀξυμέλιτος λαμβάνειν, τούτοις δίδου τὰ καλούμενα καταπότια ἐμβαλὼν ἐν τοῖς ὠοῖς. ἔστωσαν δὲ τοιαῦτα, ὥστε δύνασθαι καὶ αὐτὰ τῶν ἄρθρων ἐκκαθᾶραι τά τε γλίσχρα καὶ παχύχυμα τῶν περιττωμάτων. πολλὰ μὲν οὖν εἰσι τοιαῦτα, πλέον δὲ πάντων ποιοῦσιν οἱ ὑφʼ ἡμῶν σκευαζόμενοι κόκκοι. ἔστι δὲ αὐτῶν ἡ σύνθεσις τοιαύτη· ἀλόης ἡπατίτιδος . . . . κολοκυνθίδος . . . . . . ἀνὰ οὐγ. αʹ ἑλλεβόρου μέλανος φλοιοῦ . εὐφορβίου . . . . . . . οὐγ. τὸ 𐅶ʹʹ νίτρου . . . . . . . . οὐγ. τὸ 𐅶ʹʹ. χυλῷ κράμβης ἀναλάμβανε ἢ μήλων ἢ κιτρίου. χρῶ πρὸς δύναμιν. βέλτιον δὲ μὴ μόνον ἅπαξ, ἀλλὰ καὶ πολλάκις αὐτὰ διδόναι· οὔτε γὰρ ἀθρόως ἑλκῦσαι δυνατόν ἐστι τὰ παχύτερα τῶν περιττωμάτων, ἀλλὰ κατὰ μικρόν. ἀπολεπτύνεται γὰρ οὕτως ἐκ τῆς συνεχοῦς αὐτῶν δόσεως, εἴ τι παχὺ καὶ γλίσχρον ἔνδον ἐστὶ, καὶ ἐπιτηδειότερον πρὸς κένωσιν τοῖς ἕλκουσι γίνεται. γινώσκειν δὲ δεῖ, ὡς οὐ μόνον προφυλακῆς ἕνεκα ἐν τοῖς διαλείμμασιν αὐτὰ χρὴ διδόναι, ἀλλὰ καὶ ἐν ταῖς περιόδοις· τὸν παροξυσμὸν γὰρ παραμυθοῦνται ἱκανῶς ἐξ αὐτῶν ἕλκοντα τῶν πεπονθότων τὴν ὕλην καὶ οὐκ ἐῶντα τοῦ λοιποῦ ῥευματίζεσθαι. τούτοις ἁρμόζει μετὰ τὰς καθάρσεις καὶ τῶν ἀντιδότων ἐπιδιδόναι τινὰς, ὅσοι λεπτύνειν εἶεν μεμαρτυρημέναι τά τε γλίσχρα καὶ παχέα τῶν περιττωμάτων. ὠφελοῦνται δὲ πλέον ἁπάντων, ὅσοι φύσει φλεγματώδεις εἰσὶν ὑγράν τε καὶ ψυχρὰν ἔχουσι τὴν κρᾶσιν, ὥσπερ γε πάλιν ἀδικοῦνται μεγάλως οἱ τὰς θερμασίας κεκτημένοι καὶ φροντιστικοὶ καὶ ἐν ἀγρυπνίαις τὸν πάντα βίον διατελοῦντες. πολλαὶ μὲν οὖν εἰσι τῶν ἀντιδότων ἔχουσαι δραστικὴν τὴν δύναμιν ἐπιδειξάμεναί τε πολλάκις μεγίστην ἐνέργειαν ἐπὶ τῶν φλεγματικὴν ἐχόντων καὶ ὑγρὰν τὴν κρᾶσιν, ἀλλὰ τῆς γε διὰ κοραλλίων καλουμένης ἐγὼ κάλλιον οὐχ εὗρον· μετὰ γὰρ τοῦ μηδὲν ἔχειν ἀηδὲς ἐν τῇ πόσει προσέτι καὶ τὸ δραστικὸν καὶ ἀκίνδυνον κέκτηται. οὐ γὰρ ἀμέτρως ἔχει τὸ ξηραίνειν, ἀλλὰ τὸ διικνεῖσθαι περὶ τὸ βάθος λεπτύνουσα τὰ γλίσχρα καὶ προσπεπλασμένα ἐν τοῖς ἄρθροις ἐνδείκνυται τὴν ὠφέλειαν. ἔχει δὲ τῆς ἀντιδότου ἡ γραφὴ οὕτως· κοραλλίου . . . . . . . . . γρ. ϛʹ σμύρνης τρωγλίτιδος . . . . . οὐγγ. δʹ καρυοφύλλου . . . . . . . . γρ. ιβʹ ῥέου Ποντικοῦ . . . . . . . οὐγ. αʹ φύλλου ἀδόλου . . . . . . . γρ. ιβʹ παιωνίας ῥίζης . . . . . . . οὐγ. αʹ ἀριστολοχίας μακρᾶς . . . . . οὐγγ. βʹ ἀριστολοχίας στρογγύλης . . . . οὐγγ. βʹ ναρδοστάχυος . . . . . . . . οὐγγ. δʹ. ταῦτα κάλλιστα καὶ ἄδολα ἐπιλεξάμενος, ἵνα μὴ ἀποτύχῃ τὸ βοήθημα, κόψον καὶ σῆσον πάνυ λεπτῷ κοσκίνῳ καὶ δίδου τῷ πάσχοντι γρ. αʹ ἕωθεν εἰς εὔκρατον καὶ νηστευέτω ἕως ὡρῶν ϛʹ. ἀρχὴν δὲ ποίει τοῦ διδόναι τὴν ἀντίδοτον ταύτην ἰανουαρίῳ αʹ. ἀπολαμβανέτω δὲ ὁ πάσχων πρῶτον ἡμέρας ὀκτὼ καὶ παραλιμπανέτω ἡμέρας ιεʹ καὶ μετὰ τὸ πληρωθῆναι τὰς σʹ δόσεις μίαν ὑπὲρ μίαν ἢ ὑπὲρ δύο λαμβανέτω, ἕως ἂν πληρωθῶσι τξεʹ δόσεις. παραφυλαττέσθω δὲ ὁ παραλαμβάνων μὴ χολᾶν μηδὲ ἀφροδισιάζειν μηδὲ πίνειν οἴνους στύφοντας ἢ πάνυ γλυκεῖς καὶ πάντα τὰ δριμέα λάχανα καὶ τῶν ἰχθύων τὰς κεφαλὰς καὶ καρκίνους, ἀστακοὺς, σηπίας, σμύλας, τεῦτλα καὶ τῶν κρεῶν τῶν λαγῴων, ὀσπρίων ἁπάντων, μάλιστα τοῦ ἀμύλου. τοιαύτη μὲν ἡ ἀντίδοτός ἐστι καὶ δεῖ θαρρούντως αὐτῇ κεχρῆσθαι τὸν θέλοντα τελείως ἀπαλλαγῆναι τοῦ πάθους. ἐπειδὴ δὲ, καθάπερ εἰρήκαμεν, οὐ πᾶσιν ὁμοίως ὁ φλεγματώδης χυμὸς πλεονάζει οὔτε ἡ αὐτὴ κρᾶσις, εὔδηλον ὡς οὐ δυνατόν ἐστιν ἅπαντας ὑπὸ μιᾶς ἀντιδότου θεραπευθῆναι, ἀλλὰ τοὺς μὲν ὑπὸ τῶν ἀσθενεστέραν ἐχόντων δύναμιν, ἑτέρους δὲ ὑπὸ τῶν δραστικωτέραν· ἀναγκαῖον ἐφάνη μοι καὶ χρήσιμον, μὴ μόνον μιᾶς, ἀλλὰ καὶ διαφόρων μνημονεῦσαι, ὥστε τὸν βουλόμενον ἁρμόζεσθαι πρὸς τὴν πλεονάζουσαν κακοχυμίαν ἐντεῦθεν ἐπιλέγεσθαι τὸ φαινόμενον αὐτῷ χρήσιμον.

Ἀντίδοτος ἡ Ἡρακλείδου τοῦ φιλοσόφου, ἥτις πολλὴν δέδωκε πεῖραν ἐπὶ πολλῶν.

Ναρδοστάχυος . . . . . . . οὐγγ. βʹ φύλλου . . . . . . . . . οὐγγ. βʹ γεντιανῆς Κρητικῆς . . . . . ἀριστολοχίας μακρᾶς . . . . . ἀνὰ δρ. δʹ ἀριστολοχίας στρογγύλης . . . σμύρνης τρωγλίτιδος . . . . . δαφνοκόκκων λελεπισμένων . . . δραχ. δʹ ῥέου Ποντικοῦ . . . . . . . δραχ. δʹ. ἡ τελεία δόσις τῆς ἀντιδότου ἐστὶ δρ. αʹ. δεῖ δὲ πλεῖον διδόναι, ὡς ἂν συνίδῃ ὁ παρέχων ἰατρὸς ἀποβλέπων καὶ εἰς ἅπαντα. δεῖ δὲ καὶ ταύτης τῆς ἀντιδότου μὴ ἁπλῶς ἄρχεσθαι τῆς δόσεως, ἀλλʼ ἐν καιρῷ δέοντι. κάλλιστος δὲ καὶ πρῶτος ἔστω σοι καιρὸς τῆς ἀντιδότου ἀρχομένου ἔαρος καὶ ἡλίου διαπορευομένου τὸν κριόν. εἰ δέ τι κωλύσειεν ἄρχεσθαι τῆς δόσεως ἐν τῷ καιρῷ τούτῳ, δευτέραν ἀρχὴν ποιοῦ τὰ τελευταῖα τοῦ φθινοπώρου. βέλτιον δέ ἐστι σπουδάζειν ἐπὶ μὲν τῶν ἐχόντων ψυχροτέραν τὴν κρᾶσιν ἀρχομένου μᾶλλον ἔαρος, ἐπὶ δὲ τῶν θερμοτέρων ἤδη τοῦ φθινοπώρου μέλλοντος λήγειν. ὁ δὲ καθημερινὸς τῆς δόσεως τρόπος ἑωθινὸς ἔστω, εἴγε πέψας εὑρεθείη καλῶς, εἰ δὲ μὴ, ὑπερτιθέσθω. κατʼ ἐκείνην δὲ λαμβανέτω τὴν ἡμέραν περὶ ὥραν δευτέραν ἢ τρίτην, ὅτε τῆς ἐρυγῆς αἰσθάνεται καθαρωτέρας καὶ ἀπερίττου γενομένης. μετὰ δὲ τὸ φάρμακον ὥραν περί που δὴ πέμπτην περιμενέτω ἄσιτός τε καὶ ἀκίνητος ἐν ἡσυχίᾳ καὶ ἐν εὐθυμίᾳ ὀργῆς ἁπάσης φυλάττων ἑαυτὸν χωρὶς, ὥστε μηδὲ παρεμποδὼν γενέσθαι πρὸς τὴν ἀνάδοσιν τοῦ φαρμάκου. δεῖ μὲν γὰρ ἀκριβῶς τοῦτο φροντίζειν, ἐπὶ δὲ τούτων ἔτι μᾶλλον· ὥσπερ γὰρ ἐπὶ τῶν πολλῶν ἡ ἐπιτυχία μεγάλην ἐργάζεται τὴν ὠφέλειαν, οὕτω καὶ ἡ ἀποτυχία μεγίστην τε καὶ ἀνιαρὰν οἶδεν ἐπιφέρειν τὴν βλάβην. ἔστω δὲ τὸ ποσὸν τῆς καθημερινῆς δόσεως δραχ. αʹ καὶ μὴ παραλιμπανέτω ἄχρι μηνῶν ἓξ πίνων τὴν ἀντίδοτον. εἰ δέ τις γένοιτο τοῦ λαβεῖν ὑπέρθεσις, ἀνταποδοῦναι δεῖ τὴν παραλειφθεῖσαν ἡμέραν. ἐγὼ δέ φημι ἐπὶ τῶν φλεγματικὴν καὶ ὑγρὰν ἐχόντων τὴν κρᾶσιν καὶ ἄχρις ἐνιαυτοῦ καλὸν εἶναι προσκαρτερεῖν τῇ δόσει τοῦ φαρμάκου. ὅσῳ γὰρ ἄν τις ἐμβραδύνῃ περὶ τὸ λαμβάνειν, τοσούτῳ μᾶλλον ἐκνικῆσαι τὸ πάθος δυνήσεται. μετὰ δὲ τὴν δόσιν τούτων τῶν ἀντιδότων συμβουλεύω πάντως ἐκ διαλειμμάτων μηνῶν δύο ἢ τριῶν καθαίρεσθαι διὰ τὸ τὴν κακοχυμίαν ὑπόμνησίν τε καὶ παλιγγενεσίαν τοῦ πάθους ἐργάζεσθαι. εἰ δὲ φεύγοι τὴν συνεχῆ κάθαρσιν ὁ κάμνων, ἀλλʼ οὖν γε καὶ τῆς ἀντιδότου, ἧς τὸ πρότερον ἐλάμβανεν, ἐκ διαστημάτων λαμβανέτω καὶ μάλιστα περὶ τὸ ἔαρ καὶ τὸ φθινόπωρον· οὕτω γὰρ ποιῶν τις ἀπέριττος τοῦ λοιποῦ καὶ ἀρευμάτιστος γίνεται οὐκέτι πνιγμόν τινα οὐδʼ ἄλλον κίνδυνον ὑφορώμενος. ἰστέον δὲ, ὅτι ἐκεῖνοι μάλιστα κινδυνεύουσιν, ὅσοι μετὰ εʹ ἔτος ἢ ζʹ τὰς τοιαύτας ἀντιδότους ἠθέλησαν προσφέρεσθαι. ὅσοι δʼ ἀρχομένου τοῦ πάθους εἰλήφασιν, εἶτα καὶ καθαρσίοις ἐχρήσαντο μετὰ τὴν ἀπαλλαγὴν, οὐδένα κίνδυνον ἐφωράθησαν.

Ἀντίδοτος ποδαγρικὴ Ἀγαπητοῦ καὶ αὐτὴ δόκιμος καὶ πολλοὺς ἰασαμένη.

Ναρδοστάχυος . . . . . . . . . οὐγγ. βʹ ἴρεως . . . . . . . . . . . . οὐγγ. βʹ σμύρνης τρωγλίτιδος . . . . . . . οὐγγ. βʹ ἀναγαλλίδος τῆς τὸ κυανοῦν ἄνθος ἐχούσης οὐγγ. βʹ παιωνίας ῥίζης . . . . . . . . . οὐγγ. βʹ κασίας . . . . . . . . . . . οὐγ. αʹ κρόκου . . . . . . . . . . . οὐγ. αʹ μαΐου . . . . . . . . . . . . οὐγ. αʹ φύλλου . . . . . . . . . . . οὐγ. αʹ μαστίχης . . . . . . . . . . . οὐγ. αʹ ἀσάρου . . . . . . . . . . . οὐγ. αʹ ἐρυθροδάνου . . . . . . . . . . οὐγ. αʹ δαμασωνίου . . . . . . . . . . οὐγγ. δʹ ἀριστολοχίας μακρᾶς . . . . . . . οὐγγ. δʹ ἀριστολοχίας στρογγύλης . . . . . . οὐγγ. δʹ καρυοφύλλου . . . . . . . . . . οὐγ. 𐅶ʹʹ φοῦ . . . . . . . . . . . . οὐγγ. αʹ 𐅶ʹʹ ἀλόης ἡπατίτιδος . . . . . . . . οὐγγ. γʹ. ἡ δόσις δραχ. αʹ. λαμβανέτω ὁ πάσχων ἐπὶ ἐνιαυτόν.

Τοσαῦτα περὶ τῶν καθόλου βοηθημάτων εἰρηκότες μετέλθωμεν λοιπὸν ἐπὶ τὰ μερικὰ βοηθήματα τὴν ἀρχὴν ἀπὸ τῶν ἐπὶ τῆς ψυχρᾶς δυσκρασίας ἁρμοζόντων ποιούμενοι.

Καταπλάσματα τοπικὰ τοῖς διὰ ψυχρὸν χυμὸν ὀδυνωμένοις.

`2.533`

Μετρίας μὲν οὔσης τῆς ὀδύνης ἐπὶ τούτων ἁρμόζει καὶ ἡ κράμβη καταπλαττομένη κοπανισθεῖσα καὶ τῶν σελίνων τὰ φύλλα, ὁμοίως δὲ καὶ τῆς κονύζης. εἰ δὲ ἡ ὀδύνη σφοδρὰ γένοιτο, ὥστε μὴ δύνασθαι φέρειν, ἀναγκαῖόν ἐστιν ἐπὶ τούτων κεχρῆσθαι τοῖς καταπλάσμασι, μάλιστα δὲ τοῖς παρηγοροῦσιν, οἷά εἰσι τὰ διὰ τοῦ τηλίνου ἀλεύρου, λινοσπέρμου καὶ αἴρας καὶ μέλιτος ὀλίγου. ἔστω δὲ τοῦ μὲν τηλίνου ἀλεύρου μέρη γʹ, ἐκ δὲ τῆς αἴρας μέρος αʹ. οὐκ ἀποτρέπω δὲ οὐδὲ τῶν ἐρεβίνθων αὐτοῖς προσπλέκειν ἅμα, ἕψεσθαι δʼ αὐτὰ ἐν οἴνῳ λεπτομερεῖ καὶ θερμοτέρῳ ναρδίνῳ τε καὶ μύρῳ ἢ κυπρίνῳ συνεψομένῳ ὀλίγον καὶ μάλιστα χειμῶνος ὄντος· τότε γὰρ εἰ καὶ θερμότερόν τι αὐτοῖς προσπλέξεις, οὐδὲν ἂν βλάψεις, ἀλλὰ καὶ μᾶλλον ὠφελήσεις· ἀνώδυνόν τε γὰρ καὶ διαφορητικώτερον ἔστω τὸ προσφερόμενον. μιγνύσθω οὖν αὐτοῖς, εἴγε δεήσει καὶ μικρὸν ἔτι θερμότερον ἐργάσασθαι τὸ κατάπλασμα, καὶ τῶν φύλλων τῆς δάφνης ὅσα τε ἄλλα ἁπαλώτατα τυγχάνει, καὶ τῆς κονύζης ὁμοίως ἢ σέλινον ἢ σμύρνιον καὶ τῶν ἄλλων, ὅσα γε τῆς αὐτῆς ὄντα τυγχάνει δυνάμεως. ἔστω δὲ ἔλαττον τὸ κατάπλασμα, πολὺ δὲ ἔλαττον τὸ ἐκ τούτων προσπλεκόμενον τῷ καταπλάσματι ζέμα· εἰ γὰρ πλέον ἐπιβληθῇ τῶν βοτανῶν καὶ μάλιστα ἐν ἀρχῇ τῶν παροξυσμῶν, οἶδε βλάπτειν μεγάλως. ἄμεινον οὖν ἐστιν ἐν ταῖς παρακμαῖς τοῖς ἐπὶ πλέον διαφορεῖν δυναμένοις κεχρῆσθαι, πρότερον δὲ μή. εἰ δὲ καὶ τῶν ἐπιπλασμάτων ἐπιτιθεμένων ἄμετρόν τε καὶ οὐ φορητὴν εἶναι φάσκει τὴν ὀδύνην ὁ κάμνων, ἀναγκαῖόν ἐστι καταντλήμασι κεχρῆσθαι τηνικαῦτα διαφορεῖν τε ἅμα καὶ ἀποκρούειν δυναμένοις, ὧν ἐστιν ἓν καὶ τοῦτο πολλάκις εὐδοκιμῆσαν ἐπὶ πολλῶν, ἔχει δὲ οὕτω· λαβὼν ὄξος δριμύτατον ἀφέψησον ἐν αὐτῷ θύμον τε καὶ ὀρίγανον θύμβραν τε καὶ καλαμίνθην ἐκ τῶν ὀρεινῶν μᾶλλον ληφθεῖσαν τόπων. ἐπειδὰν οὖν καλῶς ἑψηθῶσιν αἱ βοτάναι καὶ πᾶσαν αὐτῶν ἀπολύσωσι τὴν δύναμιν, τότε λαβὼν τὸ ὑπολειφθὲν ὄξος ἔτι θερμὸν ὑπάρχον ἀπάντλησον ἐξ αὐτοῦ τὰ πάσχοντα μόρια· οὐ μόνον γὰρ ἅπαξ, ἀλλὰ καὶ πολλάκις δέδωκε πεῖραν καὶ τὸ θαυμαστὸν, ὅτι καὶ ἐπὶ θερμῶν ῥευμάτων ὠφέλησε προσενεχθὲν καὶ ἐκώλυσε πάλιν γενέσθαι ῥευματισμὸν δεύτερον. μετρίας δὲ τῆς ὀδύνης γενομένης μετὰ τὴν κατάντλησιν καὶ κηρωταῖς, εἰ δεήσει, χρῆσθαι φαρμάκοις οὐ μόνον θάλπειν καὶ διαφορεῖν τὰ ἐπιπολῆς δυναμένοις, ἀλλὰ καὶ τὰ ἐν βάθει. καὶ πρῶτον μὲν προσφέρεσθαι καλὸν τὴν διὰ τοῦ στρουθίου σκευαζομένην κηρωτὴν καὶ τὸ παρηγορικὸν ἔχουσαν καὶ τὸ διαφορητικόν. ἔχει δὲ καὶ ταύτης ἡ σκευὴ οὕτω.

Ἡ διὰ στρουθίου κηρωτή.

Ἀμμωνιακοῦ θυμιάματος, γάλακτος βοὸς μελαίνης, ἀνὰ οὐγγ. γʹ, λινοσπέρμου οὐγγ. ηʹ, ὠὰ δʹ. ταῦτα λειοτριβήσας πρόβρεχε τὸ ἀμμωνιακὸν εἰς τὸ γάλα καὶ λείου εἶτα κολοφωνίας οὐγγ. γʹ, στέατος στρουθίου οὐγγ. βʹ 𐅶ʹʹ, ἐλαίου παλαιοῦ οὐγγ. γʹ, κηροῦ οὐγγ. δʹ, σκευάσας χρῶ.

Ἄλλο σφόδρα καλὸν τὸ διὰ τοῦ εὐφορβίου.

`2.535–2.537`

Πρὸς δὲ τὰς ἐπὶ πλέον καταψύξεις καὶ ἀφορήτους ἐκ ταύτης ὀδύνας καὶ σφηνώσεις τῶν ἄρθρων ἰσχυρόν ἐστι τὸ διὰ τοῦ εὐφορβίου σκευαζόμενον ἐπίθεμα· ἔχει δὲ τούτου ἡ σκευασία οὕτω· ἐλαίου παλαιοῦ . . . . . . λι. αʹ 𐅶ʹʹ κηροῦ . . . . . . . . . λι. αʹ νίτρου Ἀλεξανδρινοῦ . . . . . λι. αʹ τερεβινθίνης καλῆς . . . . . λι. αʹ εὐφορβίου . . . . . . . . οὐγ. αʹ ἴρεως Ἰλλυρικῆς . . . . . . οὐγγ. βʹ τήλεως ἀλεύρου . . . . . . ξε. αʹ 𐅶ʹʹ. δόκιμόν ἐστι τὸ φάρμακον καὶ ἐπὶ πολλῶν πολλάκις εὐδοκιμῆσαν ἐπὶ τῶν τοιούτων διαθέσεων· καὶ γὰρ διαφορεῖ καὶ ἀμύττει τὴν ἐπιφάνειαν ἕλκει τε ἐκ τοῦ βάθους τὰ ἐσφηνωμένα καὶ διαλύει καὶ τὴν ὀδύνην ἐκκόπτει καὶ τὸ πάντων κάλλιστον, ἀμόλυντόν ἐστι καὶ ἀνεπαχθῶς ἀφαιρούμενον. οἶδα δὲ καὶ αὐτὸ τὸ εὐφόρβιον ἅμα ἐλαίῳ καὶ κηρῷ συνεψηθὲν καὶ μεγάλας ὀδύνας ὑπὸ ψυχροῦ χυμοῦ γινομένας παραμυθησάμενον. οὐ δεῖ δὲ θαυμάζειν ἡμᾶς, ὅτι τὸ εὐφόρβιον οὕτω θερμὸν ὑπάρχον καὶ δακνῶδες ἐπαινοῦμεν, ὡς παρηγορεῖν ὀδύνας δύνασθαι· εἰσὶ γάρ τινες ἀλγηδόνες ἀλλοιωθῆναι μὴ δυνάμεναι, εἰ μή τι τῶν δριμυτέρων αὐταῖς προσενέγκοις. ὁ γοῦν λόγος οὔτε θαυμάζει τούτων οὐδὲν οὔτε καταγινώσκει τῶν χρωμένων, ὥσπερ οὖν οὐδὲ ὅτε ὁρᾷ τινα τὰ ἐναντία προσφέρειν τὰ ἐκ γλυκέων ὑδάτων ἐπὶ τῶν ῥευματιζομένων σφόδρα, ἀλλὰ λογίζεται δηλονότι καὶ διακρίνει καλῶς καὶ θαυμάζει τὴν μέθοδον. ὡς γὰρ τῶν ὀδυνωμένων ὑπὸ λεπτοῦ καὶ δακνώδους καὶ δριμέος χυμοῦ δικαίως ὠφέλησε τὰ λουτρά— τὸ μὲν γὰρ διεφόρησε, τὸ δὲ καὶ εἰς εὐκρασίαν μετέβαλεν—, οὕτω πάλιν τοὺς ὑπὸ ψυχρῶν ῥευματισθέντας χυμῶν ὀδυνᾶσθαί τε καὶ διατείνεσθαι φάσκοντας τοὺς ἐν τοῖς ἄρθροις ὑμένας, εἰκότως ἡ τῶν θερμαίνειν καὶ δάκνειν καὶ ἀμύττειν τὴν ἐπιφάνειαν δυναμένων ὠφέλησε χρῆσις. ἐγὼ γοῦν οἶδά τινα τῷ νάπυϊ μόνῳ χρώμενον ἐπὶ τῶν τοιούτων ἐν τοῖς μεγίστοις παροξυσμοῖς καὶ ἀνώδυνον γινόμενον. ἐπεμίγνυέ τε αὐτῷ πολλάκις ἰσχάδων καὶ ὄξους καὶ ἀνακόπτων αὐτὰ καὶ ἐμπλαστρῶδες ποιῶν οὕτως ἐπετίθει τὸ φάρμακον. καὶ ἄλλον ὁμοίως ἐθεασάμην κεχρημένον τῷ διὰ κανθαρίδων φαρμάκῳ καὶ ηὐχαρίστει τὰ μέγιστα· ῥηγνυμένης γὰρ τῆς γινομένης ὑπὸ τοῦ φαρμάκου φλυκταίνης ὑγρὸν ἐξεκρίνετο πολὺ καὶ τούτου συμβαίνοντος ἔφασκεν ὠφελεῖσθαι τὰ μέγιστα. καὶ τὸ διὰ σκόρδων τε ἄλλους ὠφέλησεν, ἐπιπλασθέντα καὶ αὐτὰ μόνα τὰ σκόδρα καὶ ἄλλως δὲ αἱ παρὰ τοῖς βαρβάροις ἴσκαι καλούμεναι. ἐγὼ δὲ οὐκ ἐπαινῶ τὰ τοιαῦτα τῶν φαρμάκων, ἐπειδὰν καθʼ ἑαυτὰ προσφέρωνται· βλάπτουσι γὰρ τὰ μέγιστα, εἰ καὶ παρηγορεῖν δοκοῦσι, μηδὲν ἔχοντα τῶν μαλάττειν τε καὶ διαχεῖν τὰ κατεψυγμένα καὶ πεπηγότα πάνυ δυναμένων· ἐξατμίζουσι γὰρ τὸ λεπτὸν μόνον, τὸ δὲ παχὺ καὶ γεῶδες καταλιμπάνουσι καὶ μένειν καὶ προσπεπλάσθαι τοῖς ἄρθροις ἀναγκάζουσιν αὐτό. ἔτι δὲ μᾶλλον ὑποξηραίνουσι καὶ ὑπεροπτῶσι διὰ τῆς ξηραντικῆς καὶ θερμαντικῆς αὐτῶν δυνάμεως τῆς προσούσης τῷ νάπυϊ καὶ τοῖς δριμέσι πᾶσιν. ὅτι δὲ τοῦτο συμβαίνει, δῆλον· πάντες γὰρ οἱ τοσοῦτον δριμέσι μόνοις κεχρημένοι φαρμάκοις καὶ μηδὲν ἔχουσι μαλακτικὸν καὶ μάλιστα ἐν ἀρχῇ καὶ πλήθους ὄντος δυσκίνητά τε καὶ μετὰ πολὺν ἐπανερχόμενα χρόνον εἰς τὸ δύνασθαι βαδίζειν ἔσχον τὰ ἄρθρα. βέλτιον οὖν ἐστι, μὴ κεχρῆσθαι τούτοις μόνοις ἢ χρώμενον εὐθὺς μεταβαίνειν εἰς ὅσα τε διαχεῖ καὶ μαλάττει καὶ τέμνει καὶ διικνεῖται εἰς τὸ βάθος, ὥστε διὰ τούτων ἀναλαβεῖν δυνηθῆναι τὰ ἄρθρα πάλιν τὴν ἀρχαίαν κίνησιν. εἰ μὲν οὖν εὐποροίη τις ἑνὸς βοηθήματος ἀμφότερα ποιεῖν δυναμένου, εὖ ἂν ἔχοι· εἰ δὲ μήγε, δυνατόν ἐστι καὶ παρὰ μέρος αὐτοῖς κεχρῆσθαι, ποτὲ μὲν τοῖς χαλαστικοῖς καὶ διαφορητικοῖς· οὕτω γὰρ ἄν τις δυνηθείη ποτὲ διαχεῖν τὴν ὕλην· ἄλλοτε δὲ λεπτύνων καὶ ἀμύττων τὰ πεπονθότα πᾶσαν ὑποκλέψαι τὴν ἐν βάθει τοῖς ἄρθροις ἐναποκειμένην ὕλην. ἵνα δὲ μὴ ζητοίη τις ἀναλέγεσθαι τὰ σύνθετα τῶν βοηθημάτων ἐξ ἑτέρων ἀρχαίων, ἀναγκαῖον ἐνόμισα παραθέσθαι καὶ τούτων τὰς σκευασίας. ὁ γὰρ ἐν τοῖς ἔργοις ἀσχολούμενος ἰατρὸς οὐδὲ τοῖς τῶν παλαιῶν ἐντυγχάνειν εὐκαιρεῖ πολλοῖς συγγράμμασιν.

Ἄλειμμα ἁπλοῦν διαφοροῦν καὶ διαλύον τὰ σκληρυνθέντα τῶν ἄρθρων.

Αἰγειρίνου ἐλαίου . . . . . . οὐγ. αʹ κηροῦ . . . . . . . . . οὐγ. αʹ στέατος χηνείου . . . . . . οὐγ. αʹ εὐφορβίου . . . . . . . . γρ. εʹ. τὸν κηρὸν μετὰ τοῦ αἰγειρίνου ἐλαίου τῆκε καὶ τότε τὸ στέαρ ἐπίβαλλε καὶ ἑψήσας καὶ ψύξας εἰς τὴν θυΐαν κατακένωσον καὶ τὸ εὐφόρβιον λειοτριβήσας ἐπίπαττε κατὰ μικρὸν καὶ πάλιν λείου ἐπιχέων τὸ αἰγείρινον ἔλαιον ἕως συστάσεως μήτε παχείας πάνυ μήτε ὑγρᾶς.

Ἄλειμμα τὸ διὰ κισσοῦ καλούμενον πρὸς τὰ αὐτά.

Ἐλαίου παλαιοῦ . . . . . . λιτ. ιʹ ἐν ἄλλῳ . . . . . . . . λιτ. γʹ ἢ εʹ

`2.539`

κυπαρίσσου . . . . . . . σφαιρία κεʹ βράθυος χλωρᾶς . . . . . . λιτ. αʹ λιβανωτίδος χλωρᾶς . . . . λιτ. αʹ δαφνίδων χλωρῶν . . . . . κόκκους ρʹ τήλεως . . . . . . . . ξε. αʹ ἀλθαίας χλωρᾶς . . . . . . λιτ. αʹ φλοιοῦ στροβιλίνου . . . . . λιτ. αʹ. ταῦτα συνθλάσας βρέξον εἰς ὕδατος ξε. γʹ ἐφʼ ἡμέρας γʹ. καὶ μετὰ τὰς τρεῖς ἡμέρας ἐπίβαλε τὸ ἔλαιον καὶ ἕψε, ἕως ἀναλωθῇ τὸ ὕδωρ. εἶτα διηθήσας τὸ ἔλαιον ἐπίβαλε εἰς αὐτὸ κηροῦ καὶ κολοφωνίας, ἀνὰ λιτ. αʹ, κισσοῦ οὐγγ. δʹ. τὸν ὀπὸν λείου μετὰ οἴνου Ἀσκάλωνος καλοῦ πάνυ καὶ οὕτω πάντα ἀναλαβὼν χρῶ καλλίστῳ πάνυ καὶ παρηγορικῷ φαρμάκῳ. ἰσχυρότερον δὲ τούτου καὶ πρὸς τὰς χρονίας διαθέσεις ἁρμόζειν δυνάμενον ἔσται τὸ καλούμενον λυσιπόνιον. ἔχει δὲ καὶ τούτου ἡ γραφὴ οὕτω· καστορίου . . . . . . . . οὐγ. αʹ ἐν ἄλλῳ . . . . . . . οὐγγ. βʹ εὐφορβίου . . . . . . . . οὐγ. αʹ πεπέρεως . . . . . . . . οὐγγ. βʹ ἀμμωνιακοῦ . . . . . . . οὐγγ. βʹ ὀποπάνακος . . . . . . . οὐγγ. βʹ χαλβάνης . . . . . . . . οὐγγ. βʹ μυελοῦ ἐλαφείου . . . . . . οὐγγ. βʹ τερεβινθίνης ῥητίνης . . . . . οὐγγ. ϛʹ ἐν ἄλλῳ . . . . . . . οὐγγ. γʹ κηροῦ . . . . . . . . . λιτ. αʹ ἰρίνου . . . . . . . . . οὐγγ. γʹ γλευκίνου . . . . . . . . οὐγγ. γʹ κυπρίνου . . . . . . . . οὐγγ. γʹ δαφνίνου . . . . . . . . οὐγγ. γʹ ἐλαίου παλαιοῦ . . . . . . λιτ. αʹ.

Ἄλλο ποιοῦν καὶ ἐπὶ τῶν σκληρῶν σωμάτων καὶ πάνυ χρονίων διαθέσεων, ὥστε καὶ τὰς καλουμένας ἀγκυλώσεις διαλύειν.

Ἀδάρκης . . . . . . . . οὐγγ. δʹ ὀποπάνακος . . . . . . . οὐγγ. δʹ

`2.541`

καστορίου . . . . . . . . οὐγγ. δʹ χαλβάνης . . . . . . . . οὐγγ. δʹ τερεβινθίνης . . . . . . . οὐγγ. δʹ πεπέρεως . . . . . . . . οὐγγ. δʹ ὑσσώπου . . . . . . . . οὐγγ. βʹ κηροῦ . . . . . . . . οὐγγ. βʹ εὐφορβίου . . . . . . . . οὐγ. αʹ στύρακος . . . . . . . . οὐγγ. δʹ θαψίας . . . . . . . . . οὐγγ. δʹ πυρέθρου . . . . . . . . οὐγγ. γʹ κηροῦ πυρροῦ . . . . . . . λιτ. αʹ ἐλαίου κυπρίνου . . . . . . οὐγγ. γʹ δαδίνου . . . . . . . . . οὐγγ. ϛʹ δαφνίνου ἐλαίου . . . . . . οὐγγ. ηʹ ἐλαίου παλαιοῦ . . . . . . οὐγ. αʹ ναρδίνου . . . . . . . . λιτ. αʹ ἐλαίου ἀμαρακίνου . . . . . λιτ. αʹ βαλσάμου . . . . . . . . οὐγγ. γʹ. αὕτη ἡ γραφὴ καὶ πρὸς τὰ παραλελυμένα ποιεῖ γενναίως μόρια. χρὴ δὲ προσέχειν καὶ μὴ ἐπὶ ξηροτέρων καὶ θερμοτέρων σωμάτων κεχρῆσθαι, ἀλλʼ ἐπὶ τῶν δυσπαθῆ καὶ σκληροτέραν ἐχόντων τὴν σάρκα καὶ ἐκ χρόνου πολλοῦ κακοπαθούντων ἐπὶ παχέσι καὶ γλίσχροις χυμοῖς, ὡς μὴ δύνασθαι διαστέλλειν καὶ κινεῖν διὰ τοῦτο τὰ ῥευματισθέντα μόρια.

Πρὸς τοὺς οἰδηματώδεις ἔχοντας ὄγκους εἰς τοὺς πόδας.

`2.543`

Πρὸς τοὺς οἰδηματώδεις δὲ ὄγκους, ἐφʼ ὧν οὐκ ἔστιν ὁ ἐπιρρεύσας χυμὸς οὔτε παχὺς οὔτε γεώδης, ἀλλὰ χαῦνός τε καὶ μαλακὸς, ὑπείκων ταχέως ἁπτομένων ἡμῶν τοῖς δακτύλοις ὑπονοοῦμεν φυσῶδες πνεῦμα ἐπιρρεῖν καὶ ὑγρὸν καὶ ὑδατῶδες φλέγμα. ἐπὶ τούτων οὖν ἁρμόζουσι μάλιστα ἥ τε διʼ ἁλῶν σκευαζομένη κηρωτὴ καὶ τὰ χρίσματα. ἐφʼ ὧν δὲ μηδὲν ἀνύουσι τὰ ἐπιπλάσματα ἢ χρίσματα, τούτοις ἐπιτήδειαι καὶ αἱ διὰ τῶν ἁλῶν πεφρυγμένων πυρίαι πυκνότερον ἀλασσόμεναι· καὶ γὰρ ὑπʼ αὐτῶν οὐ μόνον αὐτοὺς συμβαίνει παρηγορεῖσθαι, ἀλλὰ καὶ ὠφελεῖσθαι τὰ μέγιστα. ἐγὼ γοῦν οἶδα τῶν πάνυ διαφανεστάτων ἀνδρῶν τινα ἐν τῇ Ῥώμῃ τῇ διὰ τῶν ἁλῶν ἀεὶ χρώμενον πυρίᾳ καὶ διὰ ταύτης παρηγορούμενον μεγάλως. ὅτι δὲ ὠφελεῖ τοῦτο, πρόδηλον· οὐδέποτε γὰρ βλάβην τινὰ τῶν ἄρθρων οὐδὲ πῶρον εὑρέθη ποιῆσαν. ὠφελεῖ δὲ τούτους καὶ θερμοτέρῳ κεχρῆσθαι λουτρῷ καὶ ξηροτέρῳ καὶ νίτρῳ λεπτῷ καὶ ἁλσὶ καὶ ὅσα τοῖς παλαιοῖς ἐξεύρηται δάκνειν τε καὶ ἀμύττειν καὶ λεπτύνειν τὴν ἐπιφάνειαν δυνάμενα ἐπισπᾶσθαί τε τὴν ἔνδον ἐμπεριεχομένην ὑγρότητα. εἰσὶ δὲ τοῖς παλαιοῖς ἐξευρημένα πολλά. ἡμεῖς δὲ πολλὴν ἔσχομεν πεῖραν καὶ τοῦδε τοῦ πάσματος. ἔχει δὲ αὐτοῦ ἡ γραφὴ οὕτως.

Σμῆγμα ἤτοι πάσμα καλόν. καλοῦσι δʼ αὐτό τινες Ἰνδὸν, ἄλλοι δὲ Ἀσκληπιόν.

Ξηρίον μετασυγκριτικὸν πώρων καὶ πρὸς τοὺς οἰδηματώδεις ὄγκους μετʼ ὄξους ἐπιπλαττόμενον καλῶς ποιεῖ καὶ τοῖς κεφαλὰς ὑγρὰς ἔχουσι καὶ θώρακας καὶ λέπρας καὶ ἀλφοὺς καὶ δυσπνοίας καὶ ὅσα ἄλλα πάθη ἐκ τῆς κεφαλῆς ἢ ἐκ τοῦ θώρακος ἔχει τὴν αἰτίαν, ἀποκρουστικὸν ὑπάρχον βοήθημα πάσης ὕλης κακῆς καὶ πληθωρικῆς φοινίσσον σφόδρα καὶ διαφοροῦν τοὺς καχεκτικοὺς καὶ ἐμπεπηγότας χυμοὺς καὶ τοὺς θηριώδεις, ἀρθριτικοῖς καὶ στομαχικοῖς ἁρμόζον καὶ τὸν διὰ παντὸς αὐτῷ χρώμενον οὐ συγχωροῦν ποδαγριᾶν ἢ ἰσχίου πεῖραν ὀδύνης λαβεῖν. καὶ πρὸς κνησμώδη δὲ καὶ λειχηνώδη σώματα πεποίηται καὶ λεπτύνει τρίχας καὶ ποιεῖ τὸ ἰσόθεον ἐπάγγελμα αὐτοῦ, ὅτι καὶ πρὸς ἐλεφαντιῶντας πεποίηται· ἔχει δὲ αὐτοῦ ἡ σκευασία οὕτω.

Γραφὴ τοῦ Ἰνδοῦ.

`2.545`

Ἁλῶν Καππαδοκικῶν, ἁλῶν κοινῶν, ἁλῶν πικρῶν, ἁλῶν νιτροπηγικῶν, ἁλῶν Τραγασαίων, νίτρου Ἀλεξανδρινοῦ καὶ ἀφρονίτρου, κισσήρεως, ἀδάρκης, ἀνὰ λιτ. αʹ, λίθου Ἀσσίου ἄνθους, στυπτηρίας ὑγρᾶς, νάρδου Κελτικῆς, ἑλλεβόρου λευκοῦ καὶ μέλανος, στρουθίου, σφέκλης τουτέστι τρυγέας οἴνου κεκαυμένης, χαμαιλέοντος ῥίζης, θείου ἀπύρου, ἀγρίας σταφίδος, νάπυος, στυπτηρίας, κυπείρου, πεπέρεως, Κιμωλίας γῆς, ἄγνου σπέρματος, δαφνίδων ξηρῶν, κηκίδος ὀμφακίτιδος, δίσκου βοτάνης, θέρμου ἀλεύρου, κυαμίνου, πυρέθρου, σχοίνου ἄνθους, λιβάνου ἄρρενος, κόμμεως, ἴρεως Ἰλλυρικῆς, σικύου ἀγρίου ῥίζης ξηρᾶς, πρασίου ξηροῦ, σηπίας ὀστράκου, τήλεως, κνήκου, κόκκου Κνιδίου, κόστου, γλήχωνος, ἀγρώστεως, ἐν ἄλλῳ ἰτέας ξηρᾶς καὶ βρυωνίας, ἀνὰ οὐγγ. γʹ, σαμψύχου οὐγ. αʹ, ψυλλίου οὐγγ. βʹ. τοὺς ἅλας καὶ τὸ νίτρον φρῦξον ἐπὶ πυρὸς ἐν χύτρᾳ καινῇ, τὰ δὲ λοιπὰ ξηράνας κόψον καὶ σῆσον. κεχρήσθωσαν δὲ διηνεκῶς λουόμενοι. ὅτε δὲ ἄρξονται ἱδροῦν, τότε ποίει σμήχεσθαι τὴν κεφαλὴν μετʼ ἀφεψήματος ῥίζης ἰτέας φλοιοῦ. τοῦτο τὸ πάσμα κάλλιστόν ἐστι καὶ ἰσχυρὸν πάνυ χωρὶς τῶν θερμῶν δυσκρασιῶν καὶ ἐπὶ χολώδει καὶ δριμεῖ χυμῷ ῥευματιζομένῳ καὶ ἐφʼ αἵματι θερμῷ. πάσαις δὲ ταῖς ἄλλαις ῥευματικαῖς διαθέσεσιν ἁρμόζειν δύναται. τούτοις καὶ ψίλωθρα ποιεῖν ἐν τοῖς λουτροῖς ἁρμόζει πάνυ τοῖς ἐκ τοῦ φλεγματικοῦ χυμοῦ ποδαγριοῦσι, μάλιστα δὲ τοῖς τὴν ἐπιφάνειαν λεπτύνεσθαι δεομένοις.

Ψίλωθρον ποδαγρικὸν δόκιμον.

`2.547`

Λιβάνου, μαστίχης, λίθου Ἀσσίου ἄνθους, κισσήρεως ὀπτῆς, ἀλκυονίου, σταφίδος ἀγρίας, Κιμωλίας, ἑλλεβόρου, σαμψύχου, λιθαργύρου, ἀμύλου, ἀνὰ οὐγγ. γʹ, ναρδοστάχυος οὐγ. αʹ, καρυοφύλλου οὐγγ. βʹ. χρῶ τῷ ξηρίῳ ἢ χυλῷ πτισάνης καὶ ὀρύζης κατʼ ἰδίαν ἑκάστου ἑψηθέντος. ἔστω δὲ τὸ μέτρον ἐξ ἴσου. καὶ Γαλλικοῦ σάπωνος ἀναλύσας ἐν τῷ χυλῷ καὶ προθερμάνας οὕτως ἐπίπαττε τοῦ ξηρίου κοχλιάρια εʹ καὶ ἀσβέστου ζώσης καὶ σεσησμένης λιτ. αʹ καὶ ἀρσενικοῦ καὶ σανδαράχης ἀνὰ οὐγγ. αʹ 𐅶ʹʹ καὶ δοκιμάσας πτερῷ χρῶ. ταῦτα μὲν ἰσχυρὰ καὶ ἐπὶ μεγίστων ὄγκων ποιεῖν δεῖ. πρὸς δὲ τὰ μέτρια τῶν οἰδημάτων καὶ τὸ αἴρινον ἄλευρον μετʼ ὄξους καταπλαττόμενον καλῶς ποιεῖ, ὁμοίως δὲ καὶ τῶν ὑῶν τὸ στέαρ μετʼ ἀσβέστου ὁλμοκοπηθὲν, ὥστε μαλαγματῶδες γενέσθαι, πάνυ καλῶς διαφορεῖ τὰς οἰδηματώδεις πάσας φλεγμονὰς καὶ μάλιστα τὰς ἐν τοῖς γόνασι καὶ τῶν ῥοιῶν αἱ ὀξεῖαι συνεψόμεναι καὶ συλλειούμεναι καὶ μετὰ τὴν ἕψησιν καταπλαττόμεναι. καλῶς καὶ αὐτὴ διαφορεῖν μεμαρτύρηται ἡ θηριακὴ χριομένη μετά τινος τῶν λεπτομερῶν οἴνων.

τοσαῦτα περὶ τῆς ἐπὶ φλεγματικῷ χυμῷ γινομένης ποδάγρας εἰρηκότες εἴπωμεν καὶ, ὅπως τὴν ἐφʼ αἵματι γινομένην ὀδύνην ἐν τοῖς ἄρθροις ἰᾶσθαι δυνατόν.

Περὶ τῆς ἐφʼ αἱματικῷ χυμῷ συνισταμένης ποδάγρας.

`2.549`

Εἰ μὲν αἱματικὸν ὑπολάβοις εἶναι τὸν συρρεύσαντα χυμὸν εἰς τὰ ἄρθρα, εἰ μὲν μηδὲν εἴη τὸ κωλῦον, εἰς τὴν τῆς φλεβοτομίας ἐλθεῖν κένωσιν. οὕτω γὰρ οἶδα πολλοὺς ἢ τέλεον ἀπαλλαγέντας ἢ σπανίως ῥευματισθέντας ἐκ τοῦ μὴ ἀμελεῖν, ἀλλὰ τοῦ ἔαρος ἀρχομένου παρέχοντας ἑαυτοὺς πρὸς τὴν τοῦ αἵματος ἀφαίρεσιν, οὐ μόνον τοῦ κενοῦσθαι, ἀλλὰ καὶ προφυλακῆς ἕνεκα τοῦτο ποιοῦντας, φυλαττομένους, ὅσα τῶν ἐδεσμάτων πέφυκε τρόφιμά τε καὶ τὸν αἱματικὸν χυμὸν ἐπὶ πλέον αὔξειν. ἴσασιν οὖν ταῦτα, κἂν ἐγὼ μὴ γράψω, πάντες ἰατροὶ, ὡς τὰ κρέα πάντα καὶ τούτων ἔτι μάλιστα τὰ ὕεια τοῦτο ποιεῖν πέφυκε καὶ οἱ γλυκεῖς τῶν οἴνων καὶ καθόλου πᾶσα τροφὴ πολλὴ καὶ εὐθυμία καὶ κίνησις σύμμετρος. εἰ οὖν ἀμφότερα φυλάττοιτο, οἷον ἔαρος ἀρχομένου παραλαμβάνειν αἵματος κένωσιν καὶ τῶν αἷμα πολὺ τικτόντων ἐδεσμάτων ἀπέχοιτο, γυμνάζοιτο δὲ καὶ τὸ σῶμα συνεχῶς ἄοκνός τε γένοιτο πρὸς πᾶσαν κίνησιν, πῶς οὐκ ἂν οὗτος ἀπέριττος ἔσται; ἀπέριττος δὲ γενόμενος πῶς οὐκ ἂν ἀρρευμάτιστος διαμείναι, μηδενὸς ὄντος τοῦ ἐν τοῖς ἄρθροις ἐπιρρεῖν ἔτι δυναμένου; κεχρήσθωσαν δὲ καὶ εὐκρατοποσίᾳ οἱ τοιοῦτοι μᾶλλον καὶ πάσῃ τῇ ψυχούσῃ ἀγωγῇ καὶ ἐναντιοῦσθαι πρὸς τὴν τοῦ αἵματος γένεσιν δυναμένῃ. καὶ πολλοὺς οἶδα τούτων οἴνου μόνον ἀπεχομένους καὶ οὐκέτι πειραθέντας τοῦ πάθους. οὕτως ὁ πολὺς οἶνος τοῖς πολυαίμοις πολέμιός ἐστι. καλὸν μὲν οὖν ἐστι τὰ τοιαῦτα αὐτοὺς παραιτεῖσθαι· ὅμως εἰ καὶ μὴ καθόλου δύνανται, ἀλλʼ οὖν ἐν τῷ ἔαρι καὶ τῷ θέρει πειράσθωσαν ταῦτα φυλάττεσθαι. ταῦτα μὲν οὖν ἁρμόζει καθόλου ποιεῖν, ἐφʼ ὧν ὁ ῥευματισμὸς ὑπὸ πλήθους αἱματικοῦ χυμοῦ εἴωθε γίνεσθαι. ἐπειδὴ δὲ συνέβη τινὰς καὶ τῶν ἀφυλάκτως διαιτωμένων ἁλίσκεσθαι ῥευματισμῷ, ἀναγκαῖόν ἐστι διὰ τοῦτο μερικὰς ἐκθέσθαι θεραπείας, αἷς δεῖ βοηθεῖν τοῖς φλεγμαίνουσιν.

Περὶ τῶν τοπικῶν βοηθημάτων πρὸς φλεγμονάς.

`2.551`

Εἰδέναι τοίνυν χρὴ ἀμφότερα προστάττειν ἐπὶ τῶν ἤδη ῥευματισθέντων μορίων, ἐμψύχειν τε καὶ διαφορεῖν τὸ περιεχόμενον ἐν τῇ φλεγμονῇ. κάλλιστον οὖν ἐστιν ἐπὶ τούτων κατάπλασμα τὸ διὰ τοῦ ἀειζώου ἢ τὰ λέμματα τῶν ῥοιῶν καὶ ῥοῦς καὶ ἄλφιτα ἐν οἴνῳ ἑψόμενα καὶ καταπλαττόμενα· καὶ γὰρ ἀποκροῦσαι τὸ ἐπιρρέον ἱκανά εἰσι καὶ διαφορῆσαι καὶ ὑποξηρᾶναι τὸ περιεχόμενον εὐθέως καὶ ἐνθεῖναι ῥῶσιν ἀσθενοῦσι τοῖς μορίοις ὡς μεταπεμπόμενα πάλιν ἐπʼ αὐτὰ δέχεσθαι. δεῖ δὲ καλῶς ἕψειν τὰ τῶν ῥοιῶν λέπη καὶ τὸν ῥοῦν καὶ τὸ ἀείζωον ἀκριβῶς τε λεανθέντα οὕτως ἅμα τοῖς ἀλφίτοις ἐπιμιγνύειν. ὑγρὸν δʼ αὐτὸ μετρίως καὶ λεῖον παρασκευάσαντα οὕτως ἐπιτιθέναι τοῖς πάσχουσι, καὶ ἐν μὲν τῷ θέρει ψυχρὸν, ἐν δὲ τῷ χειμῶνι χλιαρόν. ἐν μὲν οὖν ἀρχῇ τοῦ παροξυσμοῦ καλόν ἐστι ταῦτα προσφέρειν καὶ μετρίας οὔσης τῆς ὀδύνης ἔτι. εἰ δʼ αὐξηθείη τὰ τῆς ὀδύνης, καὶ τῇ καλουμένῃ κεχρῆσθαι κηρεμβροχῇ οὕτως ἐχούσῃ, τοῦ ἑψήματος μέρη εʹ, τοῦ δὲ ῥοδίνου μέρος αʹ, τοῦ δὲ κηροῦ βραχυτάτου, ὡς μόνον παχυτέραν ἐργάσασθαι τὴν ἐμβροχήν. ἀναλαμβανέσθω δὲ πάντα διʼ ἐρίων οἰσυπηρῶν καὶ ἐπιτιθέσθωσαν ἐν μὲν τῷ χειμῶνι χλιαρὰ, ἐν δὲ τῷ θέρει ψυχρά. εἰ δὲ ἐν βάθει τύχοι τὴν φλεγμονὴν εἶναι, νίτρου τε βραχὺ καὶ γλυκέος ἐλαίου ἀντὶ τοῦ ῥοδίνου προσμίγνυε τῷ ἑψήματι καὶ μᾶλλον ὠφελήσεις. ἐπιμενούσης δὲ τῆς ὀδύνης καὶ τῷ διὰ τῶν φύλλων τῆς κράμβης κεχρῆσθαι. ἔχει δὲ οὕτω· φύλλα κράμβης ἑψήσας καὶ λειώσας ἐπιμελῶς ἐπίβαλλε τρύγα ὄξους καὶ ὠῶν ἀνέφθων λεκύθους βʹ καὶ ῥοδίνου βραχὺ καὶ μίξας ἅμα πάντα καὶ λειώσας ἐπίπλαττε συνεχῶς. ἀλλάττων τὸ βοήθημα καὶ πάνυ γε τὰς σφοδρὰς ὀδύνας παρηγορήσεις. καλῶς δὲ ποιήσεις, εἰ καὶ ἐπάνω τῶν πεπονθότων ἐπιτίθεσθαι κελεύσειας σπογγιὰν οἴνου ἀποβεβρεγμένην μετρίας ἔχοντος στύψεως· εἰ δὲ μὴ παρείη τοιοῦτος οἶνος, εἰς ὀξύκρατον. μὴ προσαντλείσθωσαν δὲ τοῖς διὰ γύρεως ἢ κριθίνου ἀλεύρου· πάντα γάρ ἐστι ταῦτα πολέμια τούτοις καὶ μάλιστα ἐφʼ ὧν πλῆθός ἐστι τὸ λυποῦν τὰ ἄρθρα καὶ τὴν ὀδύνην ἐργαζόμενον· ἐφʼ ὧν γὰρ τὸ ὅλον ἀπέριττον, οὐδὲν ἄτοπον ὀδύνης μεγάλης οὔσης καὶ τοῖς διὰ τοῦ κριθίνου ἀλεύρου χρήσασθαι καταπλάσμασιν. ἔστω δὲ τοῦ μὲν κριθίνου ἀλεύρου μέρη βʹ, τοῦ δὲ λινοσπέρματος μέρος αʹ καὶ ἀλλαττέσθω συνεχέστερον. ὑγροτέροις δὲ καὶ μὴ πάνυ ζέουσι προσφέρεσθαι, καθὼς ἰατροὶ ποιοῦσιν· οὐ μόνον γὰρ τὰ ἄρθρα, ἀλλὰ καὶ τὰ ἄλλα μόρια πάνυ διαπύροις καταπλάττοντες ἀλεύροις, οὐκ εἰδότες, ὅτι μᾶλλον ἐπικαίουσι καὶ ξηραίνουσι τὴν ἐπιφάνειαν ἤπερ διαφοροῦσί τι τοῦ ὑποκειμένου χυμοῦ. ὅτι δὲ ξηραίνουσι μᾶλλον τὰ ἐπὶ πλέον ἑψόμενα τῶν καταπλασμάτων, καὶ μάλιστα ὅσα ἐλαίου ἐν τῇ ἑψήσει προσλαμβάνουσι, δῆλόν ἐστιν ἐκ τῶν ἐλαίῳ τηγανιζομένων ἰχθύων τε καὶ κρεῶν, ὡς ἀποξηραίνονταί τε καὶ ἐκφρύττονται. οὐ δεῖ οὖν ὡς ἔτυχε καταπλάττειν, ἐὰν μὴ τὸ ὅλον ᾖ ἀπέριττον, οὐδὲ προσφέροντα καταπλάσμασι διαπύροις καὶ ζέουσι κεχρῆσθαι. ἐγὼ δέ φημι, μηδὲ τοῖς στύφουσι καὶ ἀποκρούεσθαι δυναμένοις ἐπὶ τῶν πεπονθότων ἐθέλειν κεχρῆσθαι, μὴ πρότερον ὅλον ἀπέριττον ἐργασάμενον τὸ σῶμα· τὸ γὰρ ἐπιρρέον ἐν τοῖς ἄρθροις δέος ἐστὶ μὴ πρὸς τὰ κύρια μόρια παλινδρομῆσαν αἴτιον γενήσεται τοῦ καταπνιγῆναι καὶ κινδυνεῦσαι θάνατον τὸν πάσχοντα. εἴτε οὖν διαφορητικοῖς εἴτε ἀποκρουστικοῖς ἐθέλει τις κεχρῆσθαι, σπουδαζέτω τὸ ὅλον σῶμα ἀπέριττον ποιεῖν.

`2.553`

Περὶ πώρων.

`2.555–2.561`

Ἐπειδὴ δὲ καὶ πῶροι τοῖς πολλοῖς τῶν ῥευματιζομένων τὰ ἄρθρα γίνονται, εἴτε διʼ ἀταξίας τινὰς ἐδεσμάτων τινῶν ἄπεπτόν τε καὶ ὠμὸν ἀθροιζόντων χυμὸν εἴτε διὰ συνεχῆ ναρκωτικῶν τε καὶ ἀνωδύνων φαρμάκων χρῆσιν, ἀκόλουθόν ἐστι καὶ περὶ τούτων εἰδέναι ἡμᾶς, ποίοις τε καὶ πότε δεῖ κεχρῆσθαι τοῖς τοὺς πώρους διαλύειν ἐπαγγελλομένοις φαρμάκοις. εἰ μὲν οὖν θερμὴ δυσκρασία ὑπεροπτῶσα τὴν ὕλην καὶ ἐπικαίουσα φαίνοιτο γεννᾶν τοὺς πώρους, οὐ χρὴ θερμαίνουσιν ἐπὶ τούτων καὶ δριμέσι κεχρῆσθαι φαρμάκοις· εἰ γὰρ καὶ διαλύειν ταῦτα δόξουσι τοὺς ἤδη φθάσαντας τεχθῆναι λίθους, ἀλλʼ οὖν ταῦτά γε καὶ ἄλλους ἐπιτρέφεσθαι λίθους παρασκευάζουσιν. εἰ οὖν κέχρηταί τις τούτοις, ἐφʼ ὧν τοὺς ἤδη γεγονότας λίθους διαφορῆσαι, εὐθὺς μεταβαινέτω πάλιν ἐπὶ τὰ μέσως θερμαίνοντα καὶ διαχεῖν μετρίως καὶ διαλύειν δυνάμενα φάρμακα καὶ ἀπεχέσθω τοῦ λοιποῦ τῶν ξηραινόντων ἐδεσμάτων καὶ τῶν ἀντιδότων, ὅσαι θερμαίνειν καὶ ξηραίνειν ἀμετρότερον τὸ σῶμα πεφύκασιν· ἅπαντα γὰρ ταῦτα τούτοις γεννῶσι πώρους μᾶλλον ἢ διαλύουσιν. ὅσοις δὲ μὴ πάρεστι θερμὴ δυσκρασία, ἀλλὰ ψυχρότεροι καὶ παχύτεροι καὶ ὠμότεροι μᾶλλον ἐν τοῖς ἄρθροις ὑποστρέφονται χυμοὶ, τούτοις ὠφέλιμα πάντα ταῦτα, ἃ καὶ λεπτύνειν καὶ θερμαίνειν ἐστὶ δυνατά. καὶ εἴ τις αὐτοῖς ἐθέλει κεχρῆσθαι, οὗτος καὶ τοὺς ἤδη τεχθέντας ἀναλῶσαι δυνήσεται καὶ ἑτέρους κωλῦσαι τεχθῆναι. ἐγὼ γοῦν οἶδά τινα μεγάλους ἔχοντα πώρους ἐν τοῖς ἄρθροις καὶ ὑγιῆ γενόμενον, ὥστε καὶ βαδίζειν ἀνεμποδίστως, ἐκ τοῦ λαμβάνειν συνεχῶς τὴν ἀντίδοτον. ἡ δʼ ἀντίδοτος, ἣν ἔπινεν ὅλον τὸν ἐνιαυτὸν, ἔστιν ἥδε.

Ἀντίδοτος πρὸς πώρους.

Κενταυρίου . . . . . . . . οὐγγ. εʹ χαμαίδρυος . . . . . . . . οὐγγ. θʹ ὑπερίκου . . . . . . . . . οὐγγ. θʹ ἢ βʹ ἀριστολοχίας στρογγύλης . . . οὐγγ. γʹ γεντιανῆς . . . . . . . . . οὐγγ. γʹ πετροσελίνου . . . . . . . . οὐγγ. γʹ ἀγαρικοῦ . . . . . . . . . οὐγγ. γʹ φοῦ ἡδέος . . . . . . . . οὐγγ. γʹ μαΐου . . . . . . . . . . οὐγγ. γʹ ναρδοστάχυος . . . . . . . . οὐγ. αʹ. ἀναλάμβανε μέλιτι καὶ δίδου εἰς εὔκρατον. καὶ ἄλλον δέ τινα πώρους ἀρξάμενον ἔχειν οἶδα, μηκέτι συγχωρήσαντα τραφῆναι ἄλλους ἐκ τοῦ πίνειν αὐτὸν ἀπόζεμα λεπτύνειν τὰ ὠμὰ καὶ παχέα τῶν περιττωμάτων δυνάμενον. ἦν δὲ τὸ πινόμενον ἀπόζεμα ἐκ τοιούτων συγκείμενον βατανῶν, ὀριγάνου καὶ χαμαιπίτυος, ὧν οὐδὲν ἁρμόζει τοῖς θερμὴν καὶ χολώδη κεκτημένοις τὴν κρᾶσιν. ἀλλʼ ἐπειδὴ πολλή ἐστιν ἡ διαφορὰ τῶν βοηθημάτων τῶν διαλύειν πεφυκότων τοὺς πώρους—τὰ μὲν γὰρ αὐτῶν ἐκ πάνυ δριμέων ἔχει τὴν σύνθεσιν, τὰ δὲ διὰ τὸ μαλάττειν μᾶλλον καὶ διαχεῖν ἐπὶ πλέον—καλόν ἐστιν ὑμῖν καὶ τούτων ἐκθέσθαι τὰς διαφορὰς, ἵνα πρὸς τὰς διαφόρους κράσεις τῶν πασχόντων καὶ πρὸς τὸ μέγεθος καὶ τὴν κακοήθειαν τῶν κρατούντων τὰ ἄρθρα πώρων ἐπιλέγεσθαι τῶν ἁρμοζόντων ἑκάστῳ φαρμάκων ᾖ ὑμῖν ἐκ τῶν ἐνταῦθά μοι γεγραμμένων.

Κηρωτὴ καλλίστη διαλύουσα τοὺς ἐν τοῖς ἄρθροις πώρους, ὡς μηδὲ ὅτι ἐπετράφησαν

πῶροι, ἔτι φαίνεσθαι.

Ἀφρονίτρου . . . . . . . . οὐγγ. ηʹ τερεβινθίνης . . . . . . . . οὐγγ. ιβʹ κηροῦ . . . . . . . . . . οὐγγ. ιεʹ ἐλαίου παλαιοῦ . . . . . . . οὐγγ. καʹ κονίας πιλοποιικῆς, ἣν καὶ πρωτόστακτόν τινες καλοῦσιν . . . οὐγγ. ϛʹ. χρῶ καλλίστῳ καὶ διὰ πείρας.

Ἄλλη διὰ πείρας.

Ἀφρονίτρου . . . . . . . . οὐγγ. δʹ τερεβινθίνης . . . . . . . . οὐγγ. δʹ πρωτοστάκτου . . . . . . . οὐγγ. δʹ προπόλεως . . . . . . . . οὐγγ. δʹ κηροῦ . . . . . . . . . . οὐγγ. θʹ κολοφωνίας . . . . . . . . λιτ. αʹ ἐλαίου παλαιοῦ . . . . . . . οὐγγ. ιϛʹ. μίξας χρῶ καὶ ἐπὶ πώρων καὶ ἀποστημάτων πάνυ ὀξέως ποιοῦσι. καλὰ μὲν οὖν ἐστι ταῦτα καὶ τῶν πλείστην δεδωκότων πεῖραν, ἀλλὰ καὶ τούτων ἔτι πολλῷ πλείω δραστικώτερόν ἐστι τὸ διὰ κινναβάρεως καὶ ἁλὸς ἄνθους καὶ ἄλλων πλείστων μεταλλικῶν σκευαζόμενον. ἔχει δὲ τούτου ἡ γραφὴ οὕτω·

Τὸ διὰ κινναβάρεως.

Λιθαργύρου . . . . . . . . λιτ. αʹ ἐλαίου παλαιοῦ . . . . . . . λιτ. αʹ λεπίδος . . . . . . . . . οὐγ. αʹ χαλκοῦ κεκαυμένου . . . . . οὐγ. αʹ κινναβάρεως . . . . . . . . γρ. ιηʹ μαγνήτου ζῶντος . . . . . . οὐγ. αʹ λίθου Φρυγίου . . . . . . . δραχ. ϛʹ λίθου πυρίτου . . . . . . . οὐγ. αʹ λιβάνου . . . . . . . . . οὐγ. αʹ ἀλόης . . . . . . . . . οὐγγ. βʹ 𐅶ʹʹ χαλβάνης . . . . . . . . οὐγγ. αʹ 𐅶ʹʹ καδμίας . . . . . . . . . οὐγ. αʹ διφρυγοῦς . . . . . . . . οὐγγ. βʹ ἰοῦ ξυστοῦ . . . . . . . . οὐγ. αʹ ἀμμωνιακοῦ θυμιάματος . . . . οὐγ. 𐅶ʹʹ λίθου ὀφίτου Σκυθικοῦ . . . . οὐγγ. ηʹ λίθου αἱματίτου . . . . . . . οὐγ. αʹ προπόλεως . . . . . . . . λιτ. αʹ οὐγγ. αʹ 𐅶ʹʹ κηροῦ . . . . . . . . . οὐγγ. ιαʹ λίθου περδικίτου . . . . . . οὐγ. αʹ βεττονικῆς . . . . . . . . οὐγ. αʹ γρ. ηʹ γεντιανῆς . . . . . . . . οὐγ. αʹ ἀριστολοχίας μακρᾶς . . . . . οὐγ. 𐅶ʹʹ χαμαιλέοντος μέλανος . . . . οὐγ. αʹ δικτάμνου . . . . . . . . οὐγγ. αʹ 𐅶ʹʹ ῥητίνης ξηρᾶς . . . . . . . λιτ. αʹ 𐅶ʹʹ στέατος στρουθοκαμήλου . . . . οὐγ. αʹ. τοὺς μὲν λίθους μετὰ τῆς λιθαργύρου τρίβε προεπιβαλὼν ἁλὸς ἄνθους λιτ. βʹ κατὰ μέρος, ἕως οὗ ἀναλυθῇ. τοῦτο τὸ φάρμακον πλείστην ἔδωκε πεῖραν οὐ μόνον ἐπὶ κονδυλωμάτων, ἀλλὰ καὶ ἐπὶ χοιράδων καὶ ὑδροκήλων καὶ ὑδερικῶν καὶ σπληνικῶν καὶ ἄλλων πλείστων καὶ μεγίστων παθῶν, ὧν ἐνταῦθα περιττόν ἐστι μνημονεύειν. τοσοῦτον δὲ χρὴ γινώσκειν, ὅτι πρὸς πᾶν πάθος οἰκεῖον προσαγορεύεται· διότι πολύχρηστον ὑπὸ πάντων τῶν ἰατρῶν ὡμολόγηται εἶναι καὶ θαυμαστὸν, ὅτι μετὰ τοῦ μηδὲν θερμαίνειν οὐδὲ ἐκπυροῖ πάνυ τὰ ἄρθρα, ἀλλὰ καὶ διαλύειν τοὺς ἐν αὐτοῖς πώρους πέφυκεν. ἀλλὰ τοῦτο μέν ἐστι δραστικὸν, οὐκ εὐπόριστον δέ. τὸ δὲ διὰ λεπτοκαρύων καλούμενον φάρμακον ἀμφοτέρων εὐτυχεῖ καὶ γὰρ καὶ τὸ εὐπόριστον ἅμα καὶ τὸ δραστικὸν κέκτηται. ἡ δὲ σύνθεσις τούτου τοῦτον ἔχει τὸν τρόπον.

Φάρμακον τὸ διὰ λεπτοκαρύων.

Πρωτοστάκτου . . . . . . . οὐγγ. ϛʹ λεπτοκαρύων . . . . . . . . οὐγγ. θʹ ἐν ἄλλῳ . . . . . . . . οὐγγ. ϛʹ ἀφρονίτρου . . . . . . . . οὐγγ. δʹ σάπωνος Γαλλικοῦ . . . . . . οὐγγ. δʹ μέλιτος . . . . . . . . . οὐγγ. γʹ ὠῶν τὰ λευκά . . . . . . . ϛʹ ἐλαίου παλαιοῦ . . . . . . . λιτ. αʹ κηροῦ . . . . . . . . . . οὐγγ. ιʹ τερεβινθίνης . . . . . . . . οὐγγ. ζʹ. ἔνεστι δέ σοι πολύχρηστον τὸ φάρμακον ποιεῖν, ποτὲ μὲν ἐκλύοντι αὐτοῦ τὴν δύναμιν, ποτὲ δʼ ἐπιτείνοντι· μετριώτερον γὰρ ἔσται καὶ ἐπὶ τῶν μαλακωτέρων σωμάτων ἁρμόζειν δυνάμενον, εἰ προσπλέκεις τοῦ διὰ μέλιτος μέρη βʹ, ἓν δὲ τοῦ φαρμάκου, καὶ τῆς διʼ ἀνεμώνης δὲ εἰ προσπλέκεις μὴ παρούσης τῆς διὰ μέλιτος· ἔσται σοι καὶ οὕτω προσηνῶς καὶ ἀδήκτως ἐνεργεῖν δυνάμενον πρὸς τὰς μεγίστας διαθέσεις τῶν πώρων καὶ πρὸς τὰς διαφόρους ἕξεις τῶν σωμάτων, ὥστε μὴ πολλῶν καὶ διαφόρων χρῄζειν βοηθημάτων· τούτων οὕτως ἐχόντων περιττόν ἐστι πολλῶν ἐθέλειν μνησθῆναι βοηθημάτων. οἶδα δʼ ἐγὼ πολλάκις καὶ τὸ διὰ ψιμμιθίου προσπλέξας τῷ φαρμάκῳ διὰ τὸ μηδʼ ὅλως δύνασθαι δῆξιν φαρμάκου φέρειν. καί μοι καλῶς ἀπέβη τὸ ἔργον· ἀμφοτέροις γὰρ ὁ κάμνων ηὐχαρίστει, τῷ ἀδήκτῳ καὶ τῷ δραστικῷ τοῦ φαρμάκου. εἴ τις οὖν οὕτως ἐπινοεῖν ἐθέλει, δυνατόν ἐστιν αὐτῷ καὶ πρὸς τὰ αἰσθητὰ τῶν σωμάτων καὶ πρὸς διαφόρους ἕξεις καὶ διαθέσεις ἀβλαβῶς προσφέρειν. αὐτὸς δὲ ὁ θειότατος Γαληνὸς μέμνηται καὶ διὰ τυροῦ παλαιοῦ διαλύσας πώρους. ἔχει δὲ ἡ χρῆσις οὕτω· «τυροῦ δριμυτάτου καὶ χρονιωτάτου ἐπὶ ἀρθριτικοῦ πώρους ἔχοντος ἐν αὐτοῖς τοῖς ἄρθροις ἐχρησάμην, ὑὸς ταριχευτοῦ κρέατος ἀφεψήματι δεύσας καὶ ἐν θυΐᾳ ἑνώσας ἐπέθηκα κατὰ τῶν πώρων καὶ μεγάλως ὠφελήθη· διαρρηγνυμένου γὰρ αὐτομάτως τοῦ δέρματος ἄνευ τομῆς ἀνέπλεεν ἑτοίμως καὶ ἀλύπως ἑκάστης ἡμέρας μόρια τῶν πώρων.»

Περὶ ἀνωδύνων ἀντιδότων καὶ φαρμάκων.

`2.563–2.567`

Ἐπειδὴ δέ τινες εἴτε διὰ μεγίστην ἀνάγκην πραγμάτων εἴτε διὰ τὸ μὴ δύνασθαι φέρειν ὀδύνην ὅλως αἰτοῦσιν ἡμᾶς ἐπιδιδόναι τῶν ἀνωδύνων αὐτοῖς τι φαρμάκων, καλὸν ἂν εἴη καὶ περὶ τούτων διαλαβεῖν, ὁπότε καὶ ὅπως ἀναγκαῖον αὐτοῖς κεχρῆσθαι, καὶ τὰς ἐκτεθείσας ὑπʼ αὐτῶν ἀντιδότους, ὅσαι τε ἁπλαῖ καὶ ὅσαι σύνθετοι τυγχάνουσι. κηρωτὰς μὲν οὖν ἔξωθεν τὰς διʼ ὀπίου σκευαζομένας, ἃς οἱ παλαιοὶ καὶ χιλιοχρύσους καλεῖν ἀξιοῦσιν, ἐπιδιδόναι φιλοῦσιν, ἀλλʼ ἔγωγε, εἰ καὶ τὸ παρηγορικὸν ἔχουσιν, οὐ συμβουλεύω αὐταῖς πάνυ κεχρῆσθαι δίχα πολλῆς ἀνάγκης καὶ ἐπὶ θερμῆς πάνυ δυσκρασίας. πίνουσι δέ τινες καὶ τὸ διʼ ἑρμοδακτύλου καλούμενον καὶ ἀνώδυνον φάσκουσι γενέσθαι παραυτὰ τῆς γαστρὸς ἐκκενούσης ἰχωροειδῆ τινα, ὥστε καὶ βαδίζειν εὐθὺς θέλειν. καὶ ἐστί γε ἀληθὲς τοῦτο καὶ σπανίως ἀπέτυχε τῆς ἐπαγγελίας. ἀλλʼ ἔχει τι καὶ βλαπτικὸν, ὅτι συνεχέστερον ὑπομιμνήσκεσθαι τοῦ ῥευματισμοῦ τοὺς πίνοντας ποιεῖ. διὰ οὖν τὸ μὴ γίνεσθαι τοῦτο προσέμιξάν τινες κυμίνου, μαστίχης καὶ ζιγγιβέρεως, ἕτεροι δὲ καὶ εὐφορβίου νομίσαντες αὐτὸ ἔχειν τι ψυκτικὸν καὶ ναρκωτικὸν, ἄλλοι δὲ μὴ πάνυ τοῦτο εἶναι ἀληθές· οὐδὲν γὰρ ἂν εἶχεν οὕτω τὸ δύνασθαι καθαίρειν, εἴ γε τὸ ψυκτικὸν ἐτύγχανε τοσοῦτον ἔχον, ὥστε δύνασθαι διὰ τοῦτο νάρκην ἐπιφέρειν. ἀλλὰ τοῦτο οὐκ οἶμαι εἶναι ἀληθές· ἅπαντες γὰρ οἱ πεπωκότες αἰτιῶνται, κατʼ ἐκείνην τὴν ἡμέραν τὸν στόμαχον ἀηδῶς ἔχειν πρὸς τὰ προσφερόμενα σιτία. καλὰ μὲν οὖν εἰσι τά τε διὰ κυμίνου καὶ ζιγγιβέρεως καὶ πεπέρεως μετέχοντα καὶ ἀντιβαίνοντα πρὸς τὸ κακοστόμαχον αὐτοῦ, ἀλλʼ οὐδὲν οὕτως ὡς ἡ ἀλόη αὐτῷ προσπλεκομένη βοηθεῖν δύναται. ἐγὼ δὲ τούτου τὴν σύνθεσιν καὶ τῶν ἐξευρημένων τοῖς παλαιοῖς ἐκθήσομαι ὑμῖν, ὥστε μὴ ἀγνοεῖν ὑμᾶς μηδʼ ἀπʼ ἄλλων αὐτὰ σπουδάζειν μανθάνειν, ἀλλὰ τὸν βουλόμενον, ὅπως ἐθέλει χρῆσθαι, ῥᾳδίως ἔχειν ἐντεῦθεν ἐπιλέγεσθαι.

Γραφὴ καθαρσίου τοῦ διʼ ἑρμοδακτύλου ἁπλουστάτη.

Ἑρμοδακτύλου . . . . . δραχμ. αʹ ζιγγιβέρεως . . . . . κε. θʹ πεπέρεως . . . . . . . κε. βʹ ἀνίσου . . . . . . . . κε. βʹ. ταῦτα πάντα μία δόσις. εἰ δὲ θέλεις ὑπάγειν τὴν γαστέρα, προσμίγνυε σκαμμωνίας κε. δʹ. καὶ ἀλύπως καθαίρει καὶ ἀνωδύνους ποιεῖ τοὺς πάσχοντας.

Ἄλλο τὸ διʼ ἑρμοδακτύλου.

Ἑρμοδακτύλου . . . . . . οὐγγ. γʹ κυμίνου . . . . . . . . οὐγγ. γʹ ἐν ἄλλῳ . . . . . . γρ. ιγʹ ζιγγιβέρεως . . . . . . οὐγγ. βʹ πεπέρεως . . . . . . . κε. ιηʹ. ἡ δόσις γρ. δʹ.

Ἄλλο ὡς τὸ αὐτό.

Ἑρμοδακτύλου . . . . . . γρ. αʹ ζιγγιβέρεως . . . . . . γρ. ϛʹ κυμίνου . . . . . . . . γρ. δʹ πεπέρεως . . . . . . . . κε. δʹ ἀνίσου . . . . . . . . . κε. δʹ δακρυδίου . . . . . . . . κε. ηʹ. ἡ δόσις γρ. δʹ. τοῦτο εὐθέως βαδίζειν αὐτοὺς ποιεῖ. διδόναι δʼ αὐτοῖς κάλλιόν ἐστιν ἀρχομένου τοῦ πάθους ἢ παρακμάζοντος.

Ἄλλο πάνυ καλὸν καὶ διὰ πείρας ἡμῖν ὑπάρχον.

Ἀνίσου . . . . . . . . γρ. ιβʹ κυμίνου . . . . . . . . γρ. ιβʹ ζιγγιβέρεως . . . . . . γρ. δʹ πεπέρεως λευκοῦ . . . . . γρ. βʹ πεπέρεως μέλανος . . . . . γρ. βʹ εὐφορβίου . . . . . . . . γρ. δʹ ἐν ἄλλῳ . . . . . . . γρ. αʹ ἑρμοδακτύλου . . . . . . κε. ιδʹ. ταῦτα πάντα μία δόσις εἰς εὔκρατον.

Ἄλλο ὅπερ Ἰάκωβος ὁ ψυχρηστὸς παρεῖχεν.

Ἑρμοδακτύλου . . . . . . γρ. δʹ ἐν ἄλλῳ . . . . . . κερ. δʹ δακρυδίου . . . . . . . γρ. βʹ δίδου προδιαιτήσας εὐκράτῳ.

Καλὴ ἀντίδοτος, ἣν ὁ φιλόσοφος Θεοδόσιος παρεῖχεν.

Ἑρμοδακτύλου . . . . . . κε. δʹ ἐν ἄλλῳ . . . . . . . γρ. αʹ κυμίνου Αἰθιοπικοῦ . . . . . γρ. γʹ ἀνίσου . . . . . . . . . γρ. ϛʹ σίου . . . . . . . . . γρ. γʹ ἀγαρικοῦ . . . . . . . . γρ. γʹ μόσχου . . . . . . . . κε. αʹ φοῦ . . . . . . . . . γρ. γʹ μαστίχης . . . . . . . . γρ. βʹ ζιγγιβέρεως . . . . . . . γρ. γʹ ναρδοστάχυος . . . . . . . γρ. βʹ κνήκου . . . . . . . . γρ. ϛʹ. ἡ δόσις γρ. δʹ μεθʼ ὑδρομέλιτος. κάλλιστόν ἐστι βοήθημα τοῦτο καὶ πλείστην πολλοῖς ἄλλοις ἰατροῖς δέδωκε πεῖραν. χρὴ δὲ πρότερον διαιτᾶν τὸν πάσχοντα καὶ οὕτω διδόναι δύο ἢ τρεῖς λεκύθους ὠῶν καὶ ἄρτου βραχὺ καὶ ὄρνιθος στῆθος. εἶτα μίαν ὥραν διαλιπόντα ἢ τὸ πολὺ δύο ἀπελθεῖν ἐπὶ τὸ λουτρὸν ἐπίτρεψον τῷ πάσχοντι καὶ λουσαμένῳ ἀπελθόντι εἰς τὸν οἶκον οὕτω πίνειν τὴν ἀντίδοτον, ὡς προείρηται, σταθμίζων τὴν δόσιν. οὗτος ὁ τρόπος τῆς διαίτης ἐπὶ πάσης δόσεως χρήσιμος ἐφάνη τῇ πείρᾳ· οὐδὲ γὰρ ὁμοίως ἅπτεται τοῦ στομάχου τὸ φάρμακον, ἀλλὰ καὶ τὴν γαστέρα μᾶλλον εὐχερέστερον ὑπάγειν δύναται. τοσαῦτα περὶ ἑρμοδακτύλου ἡμεῖς ἐπειράθημεν καὶ τοὺς ἐφʼ ἡμῶν γε παρέχοντας ἐθεασάμεθα καὶ ἕως πολλοῦ τούτοις ἐχρώμην ἐγώ. τοῦ χρόνου δὲ προϊόντος ἐπειράθην ὠφελείας τοῦ τὴν ἀλόην ἐπιμιγνύειν αὐτῷ καὶ ποιεῖν μᾶλλον καταπότια, ἀλλὰ μὴ πόμα διδόναι· καὶ γὰρ μετὰ τοῦ τὴν ὀδύνην παύειν τοῖς πάσχουσι καὶ τὸ συνεχῶς αὐτοὺς ῥευματίζεσθαι κωλύει. ἔχει δʼ αὐτῶν ἡ γραφὴ οὕτω·

Τὰ διʼ ἑρμοδακτύλου καὶ ἀλόης.

Ἀλόης . . . . . . . . γρ. βʹ σκαμμωνίας . . . . . . γρ. δʹ σικύου ἀγρίου σπέρματος . . . οὐγγ. αʹ 𐅶ʹʹ ἑρμοδακτύλου . . . . . . οὐγ. 𐅶ʹʹ. ἡ δόσις γρ. εʹ ἢ ϛʹ πρὸς τὴν δύναμιν.

Ἄλλο τὰ αὐτὰ ποιοῦν καὶ ἐπὶ ἀρθριτικῶν καὶ φλεγματικωτέρων τὴν ἕξιν.

`2.569`

Ἀλόης, κολοκυνθίδος, σκαμμωνίας, ἀνὰ οὐγ. τὸ 𐅶ʹʹ, ἑρμοδακτύλου οὐγ. αʹ. ἡ δόσις γρ. εʹ. καταπότια ποιῶν δίδου πρὸς δύναμιν. μαλακτικὰ δὲ βουλόμενος ποιῆσαι τὰ καταπότια ποίει οὕτω·

Μαλακτικὰ καταπότια.

Ἀλόης . . . . . . . . . κε. εʹ δακρυδίου . . . . . . . . κε. ζʹ ἐν ἄλλῳ . . . . . . . θʹ ἑρμοδακτύλου . . . . . . . κε. γʹ σικύου ἀγρίου σπέρματος . . . κε. γʹ. πάντα τρίψας ἀναλάμβανε ῥοσάτῳ ἢ ῥοδομήλῳ καὶ ποιήσας καταπότια δίδου μὴ μόνον ποδαγρικοῖς, ἀλλὰ καὶ ἄλλοις, ὧν ὑπάγειν ἐθέλεις τὴν γαστέρα· πάνυ γάρ εἰσιν ἄλυπα καὶ οὐδὲν ἀηδὲς ἔχουσι πρὸς τὴν κατάποσιν. γινώσκειν δὲ δεῖ, ὡς οὐ μόνον ἐκ τῆς ἑρμοδακτύλου σκευάζεται πρὸς τὰς ποδαγρικὰς ἀνωδυνίας ποτὰ, ἀλλὰ καὶ ἄλλα εἰσὶ πολλὰ, ὧν ἐστι καὶ τὸ διὰ τοῦ κορωνοποδίου καὶ αὐτὸ, ὡς οἶμαι, τῆς ἑρμοδακτύλου τὸ κακοστόμαχον οὐκ ἔχον, τὸ δὲ παρηγορικὸν ὁμοίως αὐτῷ, εἰ δὲ μὴ πλέον, οὐκ ἔλαττον κέκτηται. ἔστι δὲ ἡ δόσις αὐτοῦ γρ. δʹ. δίδοται δὲ ποτὲ μὲν αὐτὸ καθʼ ἑαυτὸ, ἔστι δὲ ὅτε καὶ μετὰ πεπέρεως, κόκκοι μʹ. πολλοὶ μὲν οὕτω συνέθηκαν, οἱ δὲ πολλῶν προσμεμιγμένων καὶ χρησιμώτερον εἰργάσαντο τὸ βοήθημα. ἔχει δὲ καὶ τούτου ἡ γραφὴ οὕτως.

Ἀντίδοτος ἡ διὰ τοῦ κορωνοποδίου.

Ζιγγιβέρεως . . . . . . . γρ. βʹ πεπέρεως . . . . . . . οὐγ. αʹ ἀγαρικοῦ . . . . . . . . γρ. γʹ κνήκου τῆς ἐντεριώνης . . . . γρ. δʹ κορωνοποδίου ῥίζης . . . . . γρ. ϛʹ. κόψας, σήσας πάρεχε. δεῖ δὲ εἰδέναι τὴν δόσιν εἶναι δραχ. αʹ, τοῖς δὲ δυσχερέστερον καθαιρομένοις κερ. κγʹ ἢ πλέον ἢ ἔλαττον. ὑπάγει δὲ πάντως ζʹ γαστέρας ἢ πλέον. καὶ μετὰ τὴν κένωσιν ἐν τῷ λουτρῷ δεῖ ἀπιέναι καὶ μετὰ τὸ λουτρὸν τρέφειν ὠοῖς καὶ ἄρτῳ. εἰδέναι δὲ δεῖ καὶ τοῦτο, ὅτι τὸ βοήθημα τοῦτο καὶ ἐν τοῖς μεγάλοις παροξυσμοῖς διδόμενον παρηγορεῖ. πάρεχε δὲ αὐτῷ πρὸ ἡμέρας εὐπέπτῳ ὄντι ἢ εἰς ῥόσατον ἢ εἰς φοῦσκαν. οὐδὲν δʼ ἧττον παρηγορεῖν ὀδύνας πέφυκε καὶ τὸ διὰ τῆς μυούρου βοτάνης μετὰ τοῦ μηδὲν ἔχειν κακοστόμαχον ἢ βλαπτικὸν τῶν ἄρθρων. ἔχει δὲ καὶ τούτου ἡ γραφὴ οὕτω·

`2.571`

Τὸ διὰ τῆς μυούρου βοτάνης.

Σίου, ἀγαρικοῦ, μυούρου, ἀνὰ οὐγ. αʹ. ἡ δόσις γρ. δʹ. κατὰ δόσιν μιγνύσθω εὐφορβίου γρ. αʹ καὶ δίδου μετʼ οἰνομέλιτος ἢ χρυσαττικοῦ καλοῦ.

Ἄλλο καλὸν διὰ πείρας.

Ἀνίσου . . . . . . . . κε. βʹ προπόλεως . . . . . . . κε. βʹ ζιγγιβέρεως . . . . . . γρ. δʹ εὐφορβίου . . . . . . . γρ. δʹ μαστίχης . . . . . . . γρ. ϛʹ κασίας . . . . . . . . γρ. αʹ ἑρμοδακτύλου . . . . . . κε. δʹ. ταῦτα πάντα δίδου ποτὸν εἰς μίαν δόσιν ἐν εὐκράτῳ.

Ἄλλο, ὅπερ Ἰάκωβος ὁ ψυχρηστός.

Ἑρμοδακτύλου γρ. αʹ, δακρυδίου γρ. αʹ. δίδου ἐν εὐκράτῳ προδιαιτήσας ὑγροτέρᾳ τροφῇ τὸν κάμνοντα.

Ἀντίδοτος ποδαγρικὴ ἡ καλουμένη κλῖμαξ.

Ἀγαρικοῦ . . . . . . . οὐγ. αʹ φοῦ . . . . . . . . . οὐγγ. βʹ πετροσελίνου . . . . . . οὐγγ. γʹ μαΐου . . . . . . . . οὐγγ. δʹ ὑπερίκου . . . . . . . οὐγγ. εʹ γεντιανῆς . . . . . . . οὐγγ. ϛʹ ἀριστολοχίας . . . . . . οὐγγ. ζʹ κενταυρίου . . . . . . . οὐγγ. ηʹ χαμαίδρυος . . . . . . . οὐγγ. θʹ μέλιτος τὸ ἀρκοῦν. δίδοται αὕτη ἐπὶ ἐνιαυτόν·

Ἄλλη ἀντίδοτος διδομένη οὕτως ἐπὶ ἐνιαυτὸν τοῖς ποδαγρικοῖς.

Ποδαγρικὴ ἰωμένη πόνον ποδῶν καὶ ἄρθρων καὶ κεφαλῆς καὶ στομάχου καὶ ὀφθαλμῶν καὶ ἥπατος καὶ σπληνὸς καὶ νεφρῶν, ἰᾶται δὲ καὶ δυσουρίαν καὶ τύλους ἐμπαγέντας ἐν ἄρθροις ἄκρως λύει. ἔστι δὲ ἡ συσταθμία τοῦ βοηθήματος ἥδε.

`2.573`

ῥέου Ποντικοῦ . . . . . . οὐγγ. βʹ ἀγαρικοῦ . . . . . . . οὐγγ. βʹ φοῦ . . . . . . . . . οὐγγ. γʹ πετροσελίνου Μακεδονικοῦ . . οὐγγ. δʹ μαΐου . . . . . . . . οὐγγ. δʹ ὑπερίκου . . . . . . . οὐγγ. βʹ γεντιανῆς . . . . . . . οὐγγ. ϛʹ ἀριστολοχίας . . . . . . οὐγγ. ζʹ κενταυρίου . . . . . . . οὐγγ. ηʹ χαμαίδρυος . . . . . . . οὐγγ. θʹ. ἡ δόσις ἀνδράσι γρ. βʹ, γυναιξὶ γρ. αʹ. σκεύαζε δὲ οὕτω· ταῦτα εἰς ὅλμον βαλὼν καὶ κόψας ἕκαστον ἰδίᾳ μίξον πάντα καὶ πάλιν βαλὼν εἰς ὅλμον ὁλμοκόπησον καὶ οὕτω σῆθε καλῶς καὶ χρῶ, ὡς ὑποτέτακται κατὰ μῆνα. μηνὶ ἰανουαρίῳ δὸς ἡμέρας εʹ παρὰ μίαν, φεβρουαρίῳ ἡμέρας εʹ παρὰ μίαν, μηνὶ μαρτίῳ δὸς ἡμέρας εʹ παρὰ μίαν, μηνὶ ἀπριλλίῳ δὸς ἡμέρας εʹ παρὰ μίαν, μηνὶ μαΐῳ δὸς ἡμέρας γʹ παρὰ μίαν, μηνὶ ἰουνίῳ δὸς ἡμέρας βʹ παρὰ μίαν, μηνὶ ἰουλίῳ δὸς ἡμέραν αʹ, μηνὶ αὐγούστῳ δὸς ἡμέραν αʹ, μηνὶ σεπτεμβρίῳ δὸς ἡμέραν αʹ, μηνὶ ὀκτωβρίῳ δὸς ἡμέρας βʹ παρὰ μίαν, μηνὶ νοεμβρίῳ δὸς ἡμέρας βʹ παρὰ μίαν, μηνὶ δεκεμβρίῳ δὸς ἡμέρας δʹ παρὰ μίαν. δεῖ δὲ ἀπέχεσθαι τούτων, ἀκράτου, χοιρείου, βοείου λαγωῶν, σπογγίων, κράμβης, σιναπίων, ὠμῶν λαχάνων παντοίων, ὑδρογάρου καὶ εὐπεπτεῖν. λουέσθω δὲ τοὺς πόδας ἐν θερμῷ ὕδατι καὶ ἀλειφέσθω ἐλαίῳ. γαλακτοποσίας δὲ κατὰ καιρὸν οὔσης ἀπεχέσθω.

Περὶ τοπικῶν βοηθημάτων παρηγορεῖν δυναμένων.

`2.575`

Ταῦτα μὲν οὖν παρηγορεῖν οἶδε διδόμενα διὰ στόματος. πρὸς δὲ τοὺς μὴ ἀντέχοντας, εἴτε διὰ τὸ τὸν στόμαχον πεπονθέναι καὶ μὴ δύνασθαι κρατεῖν τι τῶν προσφερομένων, ἀλλʼ εὐθὺς εἰς ἔμετον ὁρμᾶν, εἴτε διὰ φόβον καὶ ὑποψίαν τινὰ φαρμακείας ἄλλης, ἐσπούδασα μὲν ἐκθέσθαι ὑμῖν, ἃ καὶ τῷ λόγῳ καὶ τῇ πείρᾳ χρήσιμα ἡμῖν ἀπεδείχθη ὄντα. ἔχουσι δὲ οὕτω·

Κηρωτὴ ἐν τῇ ἀκμῇ τῶν παροξυσμῶν ἐπιτιθεμένη, ἀνωδύνους ποιοῦσα.

Κρόκου, ὀποῦ μήκωνος, ἀνὰ οὐγγ. δʹ, ἄρτου, κηροῦ, ἀνὰ λιτρ. αʹ, ἐλαίου ξεστ. αʹ. τὸν κρόκον καὶ τὸν ὀπὸν ἀπόβρεχε ἐν οἴνῳ, τὸν δὲ ἄρτον ὕδατι. καὶ ἐκπιέσας ἐπιμελῶς μίσγε τῷ ὀπῷ καὶ τῷ κρόκῳ προλελειωμένοις. εἶτα τὸν κηρὸν μετὰ τοῦ ἐλαίου τήξας μίσγε τοῖς λοιποῖς.

Ἑτέρα κηρωτὴ ὁμοίως ἐν τῇ ἀκμῇ ἐπιτίθεσθαι δυναμένη.

Κηροῦ οὐγ. αʹ, λιθαργύρου, ψιμμιθίου, ἀνὰ οὐγγ. βʹ, ῥοδίνου, στρύχνου χυλοῦ, ἀνὰ λιτρ. αʹ. ἀναλάμβανε τῷ χυλῷ, ἕως ἂν λυθῇ.

Ἄλλη κηρωτὴ καὶ αὐτὴ παρηγορικὴ καὶ ποιοῦσα πρὸς πᾶσαν φλεγμονὴν ζέουσαν.

Ὀπίου . . . . . . . . δραχ. δʹ ἐν ἄλλῳ . . . . . . ηʹ κηρωτῆς ῥοδίνου . . . . . λιτρ. αʹ. λείου γυναικείῳ γάλακτι τὸ ὄπιον καὶ οὕτω μίσγε τὴν κηρωτὴν ἐν τῇ θυΐᾳ καὶ χρῶ ὡς πάνυ καλλίστῃ.

Κηρωτὴ θαυμαστὴ καὶ διὰ πείρας, ᾗ καὶ ἄλλοι πολλοὶ προσεμαρτύρησαν.

`2.577`

Βαλὼν εἰς κάκαβον ἐλαίου κοινοῦ ξε. βʹ ἕψε ξύλοις ἀμπελίνοις, ἕως οὗ βράσῃ σφοδρῶς, καὶ ἐπίβαλε τουρπαίνης θαλασσίας ζώσης λιτρ. αʹ καὶ ἕψε, ἕως οὗ τὸ μέτρον τοῦ προειρημένου ἐλαίου βράσῃ δεύτερον ἢ τρίτον. εἶτα ἐπίβαλε ἀσφάλακος τοῦ ζῴου, ὅ τινες παλαμίδα καλοῦσι, τοῦ αἵματος οὐγγ. δʹ καὶ συνέψει τῇ τουρπαίνῃ, ἕως ἂν ἀναλυθῶσιν αἱ σάρκες αὐτῆς. καὶ ἐπάρας μετὰ ταῦτα ψῦξον καὶ διήθησον καὶ ἀνατίθει εἰς ὑέλινον ἀγγεῖον. ἐπὶ δὲ τῆς χρήσεως λαβὼν ἐκ τοῦ ἐλαίου ὅσον ἐξαρκεῖ πρὸς τὴν χρῆσιν, μίσγε κηρὸν καὶ λύσας ποίει κηρωτὴν ἁπαλωτάτην καὶ εἰς ὀθόνιον ἐπιπλάσας ἐπίθες. ἕψε δὲ τὸ ἔλαιον, ὡς προγέγραπται, ἐν οἰκήματι κατωγαίῳ μηνὶ μαρτίῳ πέμπτῃ μηδαμῶς ὑπερτιθέμενος τὴν ἡμέραν· οὕτω γὰρ ποιῶν ἐπιτεύξῃ. τοσαῦτα περὶ τῶν ἀνωδύνων καὶ παρηγορικῶν ἐπιπλασμάτων μοι λέλεκται.

Ἁλάτια πεπτικά.

Ἁλῶν κοινῶν . . . . . . λιτ. αʹ πεπέρεως . . . . . . . οὐγγ. γʹ ζιγγιβέρεως . . . . . . οὐγγ. βʹ ὀριγάνου . . . . . . . οὐγγ. βʹ ὑσσώπου . . . . . . . οὐγγ. αʹ 𐅶ʹʹ θύμου . . . . . . . . οὐγγ. αʹ 𐅶ʹʹ σελίνου σπέρματος . . . . οὐγγ. αʹ 𐅶ʹʹ φύλλου . . . . . . . . οὐγγ. αʹ 𐅶ʹʹ εὐζώμου σπέρματος . . . . οὐγγ. αʹ 𐅶ʹʹ σιλφίου . . . . . . . . οὐγγ. αʹ 𐅶ʹʹ ναρδοστάχυος . . . . . . οὐγγ. αʹ 𐅶ʹʹ πετροσελίνου . . . . . . οὐγγ. αʹ 𐅶ʹʹ μαράθρου . . . . . . . οὐγ. αʹ ἁλῶν ἀμμωνιακῶν . . . . λιτ. βʹ. ποίησον ξηρίον καὶ χρῶ.

`2.579`

Ἄλλο. Μαράθρου, δαύκου, ὑσσώπου, πετροσελίνου, κασίας, λιβυστικοῦ, ῥέου Ποντικοῦ, ζιγγιβέρεως, σιλφίου, ἀνὰ οὐγ. αʹ, πεπέρεως οὐγγ. βʹ, ἁλὸς ἀμμωνιακοῦ ξε. αʹ.

Ἄλλο τὸ Βουφάτου.

Πεπέρεως . . . . . . . οὐγγ. γʹ ζιγγιβέρεως . . . . . . οὐγ. αʹ λασάρου . . . . . . . οὐγ. 𐅶ʹʹ ἀνίσου . . . . . . . . οὐγ. αʹ κόστου . . . . . . . . οὐγ. αʹ ἁλὸς κοινοῦ . . . . . . λιτ. βʹ ἄρτου τὸ ἀρκοῦν.

Ἄλλο.

Ἁλῶν κοινῶν . . . . . . λιτ. αʹ ἁλῶν ἀμμωνιακῶν . . . . λιτ. βʹ πεπέρεως λευκοῦ . . . . . οὐγγ. γʹ πεπέρεως μέλανος . . . . . οὐγγ. γʹ ζιγγιβέρεως . . . . . . οὐγγ. βʹ κνήκου . . . . . . . . οὐγ. αʹ ἄμμεως . . . . . . . . οὐγγ. αʹ 𐅶ʹʹ σιλφίου . . . . . . . . οὐγγ. βʹ φύλλου . . . . . . . . οὐγγ. βʹ ἀνίσου . . . . . . . . οὐγγ. αʹ 𐅶ʹʹ ὀριγάνου . . . . . . . οὐγγ. βʹ 𐅶ʹʹ ὑσσώπου . . . . . . . οὐγ. αʹ θύμου . . . . . . . . οὐγ. αʹ καὶ οὐγ. 𐅶ʹʹ πετροσελίνου σπέρματος . . . ὁμοίως εὐζώμου . . . . . . . . ὁμοίως πεπέρεως μακροῦ . . . . . οὐγγ. ϛʹ ναρδοστάχυος . . . . . . οὐγγ. βʹ κυμίνου . . . . . . . . οὐγ. αʹ σεσέλεως . . . . . . . οὐγ. αʹ.

Φυσικὰ διάφορα πρὸς ῥεύματα ποδῶν.

Ἐπειδή τινες οὔτε διαίτῃ προσκαρτερεῖν δυνάμενοι οὔτε φαρμακείαν ἀνέχεσθαι φυσικοῖς τε καὶ περιάπτοις ἀναγκάζουσιν ἡμᾶς ἐπὶ ποδάγρας κεχρῆσθαι, ὥστε τὸν ἄριστον ἰατρὸν πανταχόθεν εὔπορον εἶναι καὶ πολυτρόπως βοηθεῖν ἅπασι τοῖς κάμνουσι, ἦλθον εἰς τοῦτο. πολλῶν δὲ ὄντων τούτων ἡμῖν δρᾶν πεφυκότων, τὰ πειραθέντα διὰ τῆς μακρᾶς πείρας γράφομεν.

Φυσικὸν πρὸς σύριγγα ποδῶν πάνυ περιβόητον καὶ ἐπὶ πολλῶν πεῖραν δέδωκε.

Λαβὼν ὀνάγρου νεῦρα καὶ συάγρου καὶ πελαργοῦ, πλέξας χορδὰς ἐν ἀκμῇ περίαπτε τὰ μὲν δεξιὰ νεῦρα τοῖς δεξιοῖς τῶν πασχόντων ποδῶν, τὰ δʼ ἀριστερὰ τοῖς ἀριστεροῖς· καὶ εὐθέως ἄπονον φυλάξεις. μετὰ δὲ τὸ παύσασθαι τὴν ὀδύνην μηκέτι περιάψῃς, ἀλλʼ ὁπηνίκα πάλιν ὀδύνης αἴσθησις γένηται· καὶ θαυμάσεις, ὡς οὔτε πόνος οὔτε ἄλλο κινδυνῶδες οὐδὲν παρακολουθήσει, καθάπερ ἐπὶ πολλῶν ὁρῶμεν πληγμοὺς ἐπακολουθοῦντας τῶν ποδῶν παυσαμένων τοῦ ῥευματίζεσθαι. τινὲς δὲ τὰ τοῦ πελαργοῦ νεῦρα οὐ συμπλέκουσι τοῖς ἄλλοις, ἀλλὰ φυλάττουσι καὶ βάλλουσιν εἰς δέρμα φώκης καὶ δεσμοῦσι ταῖς χορδαῖς ταῖς χωρὶς τῶν νεύρων τοῦ πελαργοῦ πλακείσαις καὶ τοῖς ποσὶ τοῦ πάσχοντος περιάπτουσιν ὡσαύτως τὰ δεξιὰ τοῖς δεξιοῖς καὶ τὰ ἀριστερὰ τοῖς ἀριστεροῖς σελήνης οὔσης ἐν ἀποκρούσει ἢ ἐν ἀσπόρῳ ζωδίῳ καὶ Κρόνου ἐνδύσει.

`2.581`

Φυλακτικὸν ποδάγρας καὶ ἀρθρίτιδος.

Νάρκην ζῶσαν βάλε εἰς χαλκοῦν ἀγγεῖον καὶ εἰς κάκαβον μετὰ ἐλαίου καὶ ὕδατος, ἵνα μὴ τὸ ἔλαιον καυθὲν κνισσωθῇ, καὶ νάρκισσον τὴν βοτάνην συνάγων αὐτὴν ληγούσης σελήνης ἔμβαλε καὶ αὐτὴν συνεψῶν τῷ ζῴῳ, μέχρις ἀναλυθῇ ὅλη καὶ τὰ ὀστᾶ γυμνᾶ γένηται, καὶ τότε λοιπὸν τὸ ἔλαιον χωρίσεις ἠρέμα ἐκ τοῦ ὕδατος. πάντα ποίει ληγούσης σελήνης καὶ χρῖε τὸν κάμνοντα τρίτον τῆς ἡμέρας. καὶ εἰ μὲν πάσχει τὰ ἄρθρα, θεραπεύεται· εἰ δὲ μὴ πάσχει, προφυλάττει αὐτὰ τοῦ μηδέποτε παθεῖν. ποίει δὲ τοῦτο καὶ ἄλειφε ἐπὶ τρεῖς ἡμέρας ληγούσης πάντως σελήνης· ἐν ἄλλῳ γὰρ ποιῶν καιρῷ οὐκ ἐπιτεύξῃ.

Ἄλλο διὰ πείρας.

Κόρης παρθένου τὸ πρῶτον ἐκ τῶν καταμηνίων ῥάκος μολυνθὲν ἐπίχριε καὶ οὐ ποδαγριώσεις ποιήσας οὕτως ποτέ.

Ἄλλο ποδῶν καὶ χειρῶν προφυλακτικόν.

Νεῦρα γυπὸς ἐκ τῶν σκελῶν καὶ τῶν ἄκρων τῶν ποδῶν εἰς τοὺς ἀστραγάλους τοῦ πάσχοντος ἐπίδησον φυλάττων, ὥστε τὰ τοῦ δεξιοῦ ποδὸς τοῦ γυπὸς τῷ δεξιῷ ποδὶ τοῦ πάσχοντος περιάψαι καὶ τὰ τοῦ ἀριστεροῦ τῷ ἀριστερῷ, ὁμοίως καὶ τὰ τῶν ἀγκώνων καὶ τῶν χειρῶν καὶ τὰ τῶν ὤμων νεῦρα καὶ τὰ πτερύγια.

Ἄλλο. Λαγωοῦ ἀστράγαλοι περιαπτόμενοι πάνυ τὰ ἀρθριτικὰ πάθη ἐλαφρύνουσι. δεῖ δὲ ζῶντα καταλιμπάνειν τὸν λαγωόν. κάλλιον δὲ ποιεῖ καὶ τὸ τῆς φώκης δέρμα ὑποστρωννύμενον τοῖς ὑποδήμασι. λέγουσι δὲ καὶ τὸν Ὁμηρικὸν στίχον

  
«τετρήχει δʼ ἀγορὴ, ὑπὸ δʼ ἐστοναχίζετο γαῖα»  
χρυσῷ πετάλῳ γράφειν αὐτὸν οὔσης σελήνης ἐν ζυγῷ. κάλλιον δὲ πολὺ, ἐὰν ἐν λέοντι εὑρεθῇ. καὶ ἡ μαγνῆτις δὲ λίθος φορουμένη τῶν ἀρθριτικῶν θεραπεύει τὰς ὀδύνας, ὁμοίως δὲ καὶ ὁ ἀετίτης φορούμενος, ἔτι δὲ καὶ τῆς κοτυληδόνος ἡ ῥίζα. τὸ δὲ αἷμα τῆς χελιδόνος περιχριόμενον θαυμαστῶς παρηγορεῖ ποδαγρικὰς ὀδύνας.

Πρὸς ποδάγραν.

`2.583`

Ὅταν ἀρχὴν ἴδῃς, ὅτι οἱ πόδες φλεγμαίνουσι, λαβὼν σκόροδα λείωσον καὶ κατάπλαττε ἐφʼ ἡμέραν μὴ λύσας, ὡς ἑλκωθῆναι, καὶ μετέπειτα εἰς οὖρον παίδων ἀφθόρων πυρώσας κόχλακας ἔμβαλλε ἅπαντα τῷ οὔρῳ καὶ χρῶ. μετὰ τοῦτο εἰ τὸ διʼ ἀψινθίου ἀναπλάσεις τοὺς πόδας, ἐναργές ἐστιν οὕτως ὡς μηκέτι ποδαγριάσαι.

Προφυλακτικὸν ποδάγρας.

Λαβὼν πέταλον χρυσοῦν σελήνης ληγούσης γράφε ἐν αὐτῷ τὰ ὑποκείμενα καὶ ἐνδήσας εἰς νεῦρα γεράνου, εἶτα ὅμοιον τῷ πετάλῳ σωληνάριον ποιήσας κατάκλεισον καὶ φόρει περὶ τοὺς ἀστραγάλους «μεί, θρεύ, μόρ, φόρ, τεύξ, ζά, ζών, θέ, λού, χρί, γέ, ζέ, ών. ὡς στερεοῦται ὁ ἥλιος ἐν τοῖς ὀνόμασι τούτοις καὶ ἀνακαινίζεται καθʼ ἑκάστην ἡμέραν, οὕτω στερεώσατε τοῦτο τὸ πλάσμα, καθὼς ἦν τὸ πρὶν, ἤδη, ἤδη, ταχὺ, ταχύ· ἰδοὺ γὰρ λέγω τὸ μέγα ὄνομα, ἐν ᾧ ἀναπαυόμενα στερεοῦνται, ἰάζ, ἀζύφ, ζύων, θρέγξ, βαίν, χωώκ. στερεώσατε τὸ πλάσμα τοῦτο, καθὼς ἦν τὸ πρῶτον, ἤδη, ἤδη, ταχὺ, ταχύ.»

Πρὸς ποδάγραν μηδέπω κονδύλους ἔχουσαν θαυμαστὸν καὶ διὰ πείρας.

Λαβὼν χαμαιλέοντα, κόψας αὐτοῦ τοὺς πόδας καὶ τὰ ἄκρα τῶν ποδῶν ἢ γονάτων. τὰ τῶν δεξιῶν ποδῶν φύλαξον ἰδίᾳ καὶ πάλιν ἀπόκοψον ἀπὸ τῶν ἀριστερῶν ποδῶν ὁμοίως τὰ ἄκρα καὶ φύλαξον καὶ αὐτὰ ἰδίως καὶ χαράξας τῆς δεξιᾶς χειρὸς τοὺς δύο δακτύλους, τὸν ἀντίχειρα καὶ τὸν παραμικρὸν τῷ ὄνυχι τοῦ χαμαιλέοντος, ὁμοίως δὲ καὶ τῆς ἀριστερᾶς χειρὸς τοῦ δευτέρου δακτύλου χαράξας τῷ ὄνυχι τοῦ ζῴου, μολύνων τῷ αἵματι τῶν δακτύλων τῆς δεξιᾶς χειρὸς τὰ ἄκρα τὰ δεξιὰ τοῦ χαμαιλέοντος, τῷ δὲ τῆς ἀριστερᾶς αἵματι τὰ ἀριστερὰ τοῦ ζῴου ἄκρα. καὶ ποιήσας σωληνάρια κατάκλειε καὶ φόρει τὰ μὲν δεξιὰ τοῦ ζῴου ἄκρα τῷ δεξιῷ ποδὶ, τὰ δὲ ἀριστερὰ τῷ ἀριστερῷ, ἕως οὗ θεραπευθῇ. τὸν δὲ χαμαιλέοντα ἀποτμηθέντων τῶν ἄκρων ἔτι ζῶντα εἱλήσας ῥάκει λινῷ καθαρῷ κατάθαπτε πρὸς τὰς τοῦ ἡλίου ἀνατολάς. εἰ δὲ συμβῇ καὶ τὰς χεῖρας ἀλγῆσαι ὑπὸ τοῦ προειρημένου πάθους, καθάπτου καὶ τῶν χειρῶν καὶ ἔνθες εἰς σωληνάρια καὶ θεραπεύσεις αὐτάς. ποίει δὲ τοῦτο σελήνης ληγούσης.

`2.585`

Ποδαγρικὸν φυσικόν.

Κέρατα προβάτων καύσας καὶ λειώσας μετʼ οἴνου εἰς θυΐαν τῷ δεξιῷ κέρατι χρῖε τὸν δεξιὸν πόδα καὶ τῷ ἀριστερῷ τὸν ἀριστερὸν καὶ παρηγορήσεις ὀδύνας ποδαγρικάς.

Ἄλλο πρὸς ποδάγραν καὶ πᾶν ῥεῦμα.

Ἱερὰν βοτάνην, ἥτις ἐστὶν ὑοσκύαμος, σελήνης οὔσης ἐν ὑδροχόῳ ἢ ἰχθύσι περιορύξας τὴν βοτάνην, πρὶν ἢ δῦναι τὸν ἥλιον, μὴ ἁψάμενος τῆς ῥίζης, ὀρύξας αὐτοῖς τοῖς δύο δακτύλοις τῆς ἀριστερᾶς χειρὸς, τῷ ἀντίχειρι καὶ τῷ ἰατρικῷ δακτύλῳ, λέγε· «λέγω σοι, λέγω σοι, ἱερὰ βοτάνη, αὔριον καλῶ σε εἰς τὸν οἶκον τοῦ φιλεᾶ, ἵνα στήσῃς τὸ ῥεῦμα τῶν ποδῶν καὶ τῶν χειρῶν τοῦδε ἢ τῆσδε. ἀλλʼ ὁρκίζω σε τὸ ὄνομα τὸ μέγα Ἰαὼθ, Σαβαὼθ, ὁ θεὸς ὁ στηρίξας τὴν γῆν καὶ στήσας τὴν θάλατταν ῥεόντων ποταμῶν πλεοναζόντων, ὁ ξηράνας τὴν τοῦ Λὼτ γυναῖκα καὶ ποιήσας αὐτὴν ἁλατίνην. λάβε τὸ πνεῦμα τῆς μητρός σου γῆς καὶ τὴν δύναμιν αὐτῆς καὶ ξήρανον τὸ ῥεῦμα τῶν ποδῶν ἢ τῶν χειρῶν τοῦδε ἢ τῆσδε.» καὶ τῇ αὔριον πρὸ ἀνατολῆς λαβὼν ὀστέον οἱουδήποτε ζῴου ἀποθανόντος, ὀρύξας αὐτὴν τούτῳ τῷ ὀστέῳ καὶ λαβὼν τὴν ῥίζαν λέγε· «ὁρκίζω σε κατὰ τῶν ἁγίων ὀνομάτων Ἰαὼθ, Σαβαὼθ, Ἀδωναὶ, Ἐλωί». καὶ λαβὼν αὐτὴν βάλε ἐν τῇ ῥίζῃ μίαν δράκα ἁλῶν λέγων· «ὡς οἱ ἅλες οὗτοι οὐκ αὔξονται, μηδὲ τὸ πάθος τοῦδε ἢ τῆσδε.» καὶ λαβὼν τὸ ἄκρον τῆς ῥίζης περίαπτε τῷ πάσχοντι φυλάττων ἄβροχον, τὸ δὲ λοιπὸν κρέμα ἐπάνω τῆς ἐσχάρας ἡμέρας τξʹ. καὶ περὶ τῶν ποδαγρικῶν τὰ προσήκοντα γράψαντες ἐν βοηθήμασί τε καὶ μεθόδοις καὶ τοῦ τρόπου τῆς χρήσεως αὐτῶν, ἔτι δὲ καὶ τὰ διὰ τῆς πείρας γνωσθέντα φυσικὰ τέλος εὐτυχῶς τῇ βίβλῳ προσοίσομεν.

## License and provenance

Eulogikon publishes public-domain Greek texts in cleaned, structured, readable form and makes no copyright claim over that preparation (Public Domain Mark 1.0, https://creativecommons.org/publicdomain/mark/1.0/). Cite as `eul_wid: vcc-aq`.
