---
title: "On Aristotle's Topics Books Eight, Commentary: Book 8"
title_greek: "Εἰς τὰ Ὀκτὼ Βιβλία Τοπικῶν Ἀριστοτέλους Ὑπομνήματα, Ηʹ"
author: Alexander of Aphrodisias
eul_wid: reo-bk
eul_aid: reo
canonical: "https://eulogikon.org/works/alexander-aphrodisias-topics-commentary-book-8-reo-bk"
lang: grc
period: Roman
dialect: Koine
content_hash: "sha256:2ab3788ad243e67ffc307b7e04198fc15402182978c5934fdf9b8b6667852acb"
content_modified_at: "2026-11-15"
license: "https://creativecommons.org/publicdomain/mark/1.0/"
---

# On Aristotle's Topics Books Eight, Commentary: Book 8

*Εἰς τὰ Ὀκτὼ Βιβλία Τοπικῶν Ἀριστοτέλους Ὑπομνήματα, Ηʹ*

**Author:** Alexander of Aphrodisias

**eul_wid:** `reo-bk` · [HTML page](https://eulogikon.org/works/alexander-aphrodisias-topics-commentary-book-8-reo-bk)

## Text

Part of [On Aristotle's Topics Books Eight, Commentary](/works/alexander-aphrodisias-topics-commentary-reo-ac)

`518`

ΑΛΕΞΑΝΔΡΟΥ ΑΦΡΟΔΙΣΙΕΩΣ ΕΙΣ ΤΟ ΟΓΔΟΟΝ ΤΗΣ ΤΟΠΙΚΗΣ ΑΡΙΣΤΟΤΕΛΟΥΣ ΠΡΑΓΜΑΤΕΙΑΣ

`520`

Ἐν τῷ πρώτῳ τὴν διαίρεσιν ποιησάμενος τῶν διαλεκτικῶν προβλημάτων καὶ δείξας ὅτι τέσσαρά ἐστιν, παραδοὺς δὲ καὶ τοῖς μετʼ ἐκεῖνο βιβλίοις καὶ τοὺς πρὸς ἕκαστον γένος τῶν προβλημάτων τόπους, διʼ ὧν οἷοί τε ἐσόμεθα εὐπορεῖν ἐπιχειρημάτων πρός τε τὰς ἀνασκευὰς τῶν προβλημάτων καὶ πρὸς τὰς κατασκευάς, ἐν τούτῳ ὄντι τελευταίῳ τῆς πραγματείας περὶ τῆς χρήσεως αὐτῶν ποιεῖται τὸν λόγον· οὐ γὰρ αὐτάρκης ἡ τῶν τόπων εὕρεσις τῷ διαλεκτικῷ πρὸς τὸ συλλογίζεσθαι διʼ αὐτῶν τὸ προκείμενον, ἀλλὰ δεῖ αὐτῷ καὶ ποιᾶς τάξεως αὐτῶν καὶ χρήσεως. αἴτιον δὲ τούτου, ὅτι τῷ διαλεκτικῷ πρὸς ἄλλον ὁ λόγος, καὶ ἐξ ἐρωτήσεως λαμβάνει τὰς προτάσεις διʼ ὧν τὸ προκείμενον συλλογίζεται. διὰ τοῦτο γὰρ καὶ ἡ διαλεκτικὴ πρότασις ὡρίσθη ἐρώτησις ἀντιφάσεως εἶναι. δεῖ δὲ αὐτῷ καὶ ποιᾶς τάξεως τῶν ἐρωτωμένων· οὐ γὰρ τὰς αὐτὰς ἀποκρίσεις ἀποκρίνονται περὶ τῶν αὐτῶν οἱ ὁπωσοῦν ἐρωτώμενοι, ἀλλὰ πολλάκις ἃ οὐκ ἂν συγχωρήσειαν ἁπλῶς ἐρωτηθέντες, ταῦτα διδόασι διὰ τὸν τρόπον τῆς ἐρωτήσεως. δεῖ οὖν καὶ περὶ τὸ ἐρωτᾶν ἐμπειρίαν τινὰ καὶ τέχνην ἔχειν τὸν διαλεκτικόν, ὡς διὰ τοῦ τρόπου τῆς ἐρωτήσεως δύνασθαι λαμβάνειν τὰ πρὸς τὸν προκείμενον αὐτῷ συλλογισμὸν χρήσιμα. καὶ ἔστι κατὰ τοῦτο ὁμοιότης τῇ τε ῥητορικῇ καὶ τῇ διαλεκτικῇ· ὡς γὰρ τῷ ῥήτορι καὶ αὐτῷ πρὸς ἄλλον ποιουμένῳ τοὺς λόγους — ἢ γὰρ πρὸς δῆμον ἢ πρὸς θεωρὸν ἢ πρὸς δικαστήν — δεῖ μετὰ τὴν εὕρεσιν τῶν ῥηθησομένων οἰκονομίας τε τούτων, ἥτις ἐστὶ τάξις τῶν εὑρημένων, καὶ ποιᾶς ἑρμηνείας τε καὶ φράσεως, οὕτως καὶ τῷ διαλεκτικῷ μετὰ τὴν τῶν τόπων ἀφʼ ὧν αἱ δείξεις τῶν προκειμένων εὕρεσιν δεῖ τῆς τῶν εὑρημένων ποιᾶς τάξεως καὶ παρασκευῆς πρὸς τὴν ἐρώτησιν, καὶ ἐπὶ τούτοις αὐτῆς τῆς ἐρωτήσεως, ἥτις ἐστὶν ἀνάλογος τῇ τοῦ ῥήτορος φράσει. ἐπεὶ δὲ οὐ μόνον ἐστὶ τοῦ διαλεκτικοῦ τὸ ἐρωτᾶν ἀλλὰ καὶ τὸ ἀποκρίνεσθαι, ὡς εἶπε καὶ αὐτὸς ἀρχόμενος τῆς πραγματείας — εἶπε γὰρ «καὶ αὐτοὶ λόγον ὑπέχοντες μηδὲν ἐροῦμεν ὑπεναντίον» —, διὰ τοῦτο οὐ περὶ ἐρωτήσεως μόνης ἀλλὰ καὶ περὶ ἀποκρίσεως ποιήσεται τὸν λόγον. ὥσπερ γὰρ τοῦ ἐρωτῶντός ἐστι τὸ καλῶς ἐρωτᾶν — τοῦτο δέ ἐστι πρὸς τὸ λαβεῖν χρησίμως ὃ βούλεται —, οὕτως καὶ τοῦ ἀποκρινομένου τὸ καλῶς ἀποκρίνεσθαι, ὅπερ ἐστὶν ἐν τῷ μηδὲν ὑπεναντίον διδόναι οἷς ἔθετο τὴν ἀρχήν. διὰ τοῦτο δὲ καὶ ἀξιοῦσί τινες ἐπιγράφειν τὸ βιβλίον τοῦτο Περὶ ἐρωτήσεως καὶ ἀποκρίσεως, ἄλλοι δὲ Περὶ τάξεως καὶ ἀποκρίσεως, ἐπεὶ καὶ αὐτὸς περὶ τούτων εἰπεῖν ἀρχόμενος προτίθεται.

Δεῖ δὲ πρῶτον μὲν ἐρωτᾶν μέλλοντα.

Δεῖ, φησί, τὸν μέλλοντα ἐρωτᾶν διαλεκτικῶς πρῶτον μὲν ἐφευρίσκειν καθʼ ἑαυτὸν σκοποῦντα τὸν τόπον ὅθεν ὀφείλει ἐπιχειρεῖν καὶ διαλέγεσθαι, δεύτερον δὲ σχηματίζειν καθʼ ἑαυτὸν τὴν ἐρώτησιν, πῶς ἂν προτείνοι αὐτὴν διαλεκτικῶς, τουτέστιν ἀντιφατικῶς, οἷον ἆρα ἡ ψυχὴ ἀθάνατός ἐστιν ἢ οὔ, καὶ σὺν τούτῳ τάξαι καθʼ ἑαυτὸν τὰ καθʼ ἕκαστον τῶν εὑρεθέντων ἐπιχειρημάτων, ποῖον δεῖ πρῶτον ἐπενεγκεῖν καὶ ποῖον μετὰ ταῦτα καὶ ἐφεξῆς, καὶ τρίτον προενεγκεῖν τὴν ἐρώτησιν.

Μέχρι μὲν οὖν τοῦ εὑρεῖν τὸν τόπον.

`521`

Ἀπὸ τῶν αὐτῶν μέν, φησί, τόπων ἀφʼ ὧν ἐπιχειρεῖ ὁ διαλεκτικὸς κατασκευάζειν ἢ ἀνασκευάζειν, ἀπὸ τῶν αὐτῶν ἐπιχειρεῖ καὶ ὁ ἀποδεικτικός· καὶ μέχρι τοῦ εὐπορῆσαι τῶν τοιούτων ἐπιχειρημάτων καὶ ἀμφοτέροις ἡ αὐτὴ σκέψις. ἴδιον δὲ τοῦ διαλεκτικοῦ τὸ τοὺς εὑρεθέντας τόπους τάττειν καθʼ ἑαυτὸν καὶ ποιεῖν ὡς προείπομεν· ποιεῖ δὲ ταῦτα ὁ διαλεκτικὸς εἰκότως, διότι πρὸς ἕτερον προτείνει τὰ εὑρεθέντα. ὁ δὲ ἀποδεικτικὸς καθʼ ἑαυτὸν ζητῶν τὸ ἀληθὲς οὐ φροντίζει, ἂν ἀληθῆ καὶ γνώριμον λάβῃ πρότασιν· οὐ γὰρ ἔχει ἀνάγκην ὁμολογηθῆναι ταύτην παρὰ τοῦ ἀποκρινομένου· οὐ γὰρ ἐρωτᾷ, ἀλλὰ λαμβάνει καθʼ ἑαυτόν. ποιεῖ δὲ ταῦτα ὁ ἀποδεικτικὸς διὰ τὸ σύνεγγυς εἶναι τὰς ληφθείσας προτάσεις τῷ ἐξ ἀρχῆς τεθέντι προβλήματι, καὶ ὅτι εὐθὺς ἐκ τῶν σύνεγγυς προτάσεων προορᾷ τὸ συμβησόμενον συμπέρασμα. λαμβάνει γὰρ φέρε εἰπεῖν ὅτι ἡ ψυχὴ αὐτοκίνητος, ἥτις πρότασις ἀληθής ἐστι καὶ γνώριμος καὶ προσεχῶς συνακτικὴ τοῦ ὅτι ἡ ψυχὴ ἀθάνατος· κἂν γὰρ ὁ προσδιαλεγόμενος τῷ διαλεκτικῷ οὐ συγχωρήσῃ ταύτην διὰ τὸ συνορᾶν τὸ ἐκ τούτου συμπέρασμα, ἀλλʼ οὖν ἐκεῖνος λαμβάνει ταύτην. καὶ διὰ τοῦτο μάλιστα σπουδάζει, καθόσον πέφυκε γνωριμώτατα καὶ ἐγγύτατα εἶναι τοῦ συμπεράσματος καὶ πρῶτα καὶ ἄμεσα, τὰ λαμβανόμενα ἀξιώματα, ἤγουν τὰς προτάσεις· ἐκ γὰρ τούτων γίνονται οἱ ἀποδεικτικοὶ συλλογισμοί. ὁ δὲ διαλεκτικὸς οὐ λαμβάνει ταῦτα οὕτως — οὐδὲ γὰρ συγχωρήσειεν ἂν ταῦτα ὁ προσδιαλεγόμενος τῷ διαλεκτικῷ διὰ τὸ προορᾶν ἐκ τῶν σύνεγγυς τὸ συμβησόμενον —, ἀλλὰ φροντίζει ὅπως ἂν λάθῃ τὸν προσδιαλεγόμενον, ὥστε ὁμολογῆσαι ὃ βούλεται. οἷον ἐρωτᾷ «ἕτερόν ἐστι τὸ κινοῦν τὴν ψυχήν, ἢ αὐτὴ ἑαυτὴν κινεῖ;»· τοῦ δὲ ὁμολογήσαντος ὅτι ἑαυτὴν κινεῖ, ἐπάγει «πᾶν δὲ τὸ κινοῦν αὐτὸ ἑαυτὸ αὐτοκίνητόν ἐστι· τοῦτο δὲ ἀθάνατον· καὶ ἡ ψυχὴ ἄρα ἀθάνατος». ἔλαβεν οὖν τὴν πόρρω, ἵνα λάθῃ τὸν ἀποκρινόμενον καὶ ὁμολογήσῃ ἐκ ταύτης τὴν προσεχῆ καὶ οὕτως συνάξῃ τὸ συμπέρασμα.

Ὅσαι ληπτέαι παρὰ τὰς ἀναγκαίας.

`522`

Διελεῖν δὲ δεῖ, φησί, τὰς προτάσεις, ὅσας ὀφείλομεν λαμβάνειν παρὰ τὰς ἀναγκαίας. ἀναγκαίας δὲ λέγει ταύτας, οὐχ ὅτι ἀναγκαίας εἰσὶν ὕλης, ἀλλʼ ὅτι ἐκ τούτων δύο οὐσῶν τὸ ἐλάχιστον ἀναγκαίως συνάγεται τὸ συμπέρασμα. ἀλλʼ οἱ διαλεκτικοὶ καὶ πλείονας τῶν δύο λαμβάνουσιν· αὗται δὲ αἱ πλείονές εἰσι τέσσαρες, τουτέστι κατὰ τέσσαρας τρόπους λαμβάνονται. ἢ γάρ, φησί, χάριν ἐπαγωγῆς· χρῶνται γὰρ τῇ ἐπαγωγῇ, ἵνα λάβωσιν ἐκ τοῦ μερικοῦ τὸ καθόλου, καὶ οὕτως ἐπάγουσι τὴν προσεχῆ. ἢ διʼ ὄγκον λόγου, τουτέστιν ἵνα δόξῃ τοῖς ἀκροαταῖς σοφός, παρενείρει τῷ λόγῳ περιττὰς προτάσεις καὶ εὐμήκη τοῦτον ποιεῖ· οἷον «ἆρά γε ἡ ἡδονὴ κατὰ φύσιν; τί δαί; τὸ φύσει καὶ τὸ φύσις ταὐτόν ἐστιν ἢ ἕτερον; τί δαί; τὸ κατὰ φύσιν οὐχ αἱρετόν ἐστιν; τὸ δὲ αἱρετὸν οὐκ ἀγαθόν; ἡ ἡδονὴ ἄρα ἀγαθόν». αὗται αἱ ληφθεῖσαι προτάσεις περιτταί εἰσι καὶ οὐ χρήσιμοι πρὸς τὸ συμπέρασμα, ἐλήφθησαν δὲ χάριν τοῦ εὐμεγέθη ποιῆσαι τὸν λόγον. ἢ πρὸς κρύψιν τοῦ συμπεράσματος, ὅταν λαμβάνῃ καὶ τοὺς προσυλλογισμοὺς τῶν ἀναγκαίων προτάσεων· ἀναγκαῖαι δʼ αἱ προτάσεις εἰσὶν αἱ προσεχῶς συνακτικαὶ τοῦ συμπεράσματος. οἷον ἔστω συμπέρασμα ὅτι τὸ ὑγιεινὸν καὶ τὸ νοσῶδες ἀντικείμενα· ἀναγκαῖαι οὖν προτάσεις ὅτι τὸ ὑγιεινὸν καὶ τὸ νοσῶδες ἐναντία· τὰ ἐναντία ἀντικείμενα· τὸ ὑγιεινὸν καὶ τὸ νοσῶδες ἄρα ἀντικείμενα. ὁ δὲ διαλεκτικὸς βουλόμενος λαθεῖν τὸν προσδιαλεγόμενον, ἴσως διὰ τὸ μὴ τὴν ἐλάττονα πρότασιν συγχωρεῖν, προσυλλογίζεται ταύτην οὕτως· τὸ ὑγιεινὸν καὶ τὸ νοσῶδες φθαρτικὰ ἀλλήλων· τὰ ἀλλήλων φθαρτικὰ ἅμα εἶναι ἀδύνατον· ταῦτα δὲ ἐναντία εἰσί· τὰ φθαρτικὰ ἄρα ἐναντία ἀλλήλων εἰσίν. ἢ πρὸς τὸ σαφέστερον ποιῆσαι τὸν λόγον· τίθεται γὰρ παρʼ αὐτῶν πολλάκις πρότασις οὐδὲν πλέον παρὰ τὴν ἄλλην δηλοῦσα ἀλλʼ ἢ μόνον ταύτην σαφηνίζουσα. παρὰ δὲ ταύτας ἀδύνατον, φησί, λαβεῖν ἑτέραν πρότασιν περιττήν, ἀλλʼ ἢ διὰ τούτων, ἤγουν διʼ ἑνὸς τῶν ῥηθέντων τεσσάρων τρόπων, αὔξειν ἅμα τὸν λόγον καὶ ἐρωτᾶν διαλεκτικῶς· ἄλλοθεν γὰρ ἀδύνατον λαβεῖν προτάσεις περιττάς.

Παρὰ δὲ ταύτας οὐδεμίαν.

Προσυπακουστέον τὰς ἀναγκαίας· πρόδηλον γὰρ ὅτι πρώτας ἐκείνας δεῖ λαμβάνειν.

Ἀλλὰ διὰ τούτων αὔξειν καὶ ἐρωτηματίζειν πειρατέον.

Τουτέστιν «ἀλλὰ ταύτας μόνας δεῖ ἔξωθεν προστιθέναι»· τὸ γὰρ αὔξειν τῆς προσθήκης τῶν παρὰ τὰς ἀναγκαίας ἐστὶ δηλωτικόν.

Εἰσὶ δὲ αἱ πρὸς κρύψιν ἀγῶνος χάριν.

`523`

Αἱ εἰς κρύψιν καὶ ἀγωνιστικώτεραί εἰσι· κακοῦργον γὰρ ἐν τῷ λόγῳ καὶ ἡ κρύψις. ἀλλʼ ἐπεὶ τῷ διαλεκτικῷ, εἰ πρὸς ἄλλον ὁ λόγος, ἐνδέχεταί ποτε καὶ φιλονεικότερον ἀνανεύειν καὶ μὴ ἕπεσθαι τῷ εὐλόγῳ τῶν ἐρωτωμένων τε καὶ τιθεμένων, χρήσιμον τῷ διαλεκτικῷ εἰς τὸ προκείμενον χρήσασθαι καὶ τοῖς τοιούτοις. διὸ δεῖ παρεσκευάσθαι καλῶς εἰς τὸ οὕτως ἐρωτᾶν. διὰ τοῦτο γὰρ ἐπήνεγκεν ἀλλʼ ἐπειδὴ πᾶσα ἡ τοιαύτη πραγματεία πρὸς ἕτερόν ἐστι καὶ τὰ ἑξῆς.

Τὰς μὲν οὖν ἀναγκαίας οὐκ εὐθὺς προτατέον, ἀλλʼ ἀποστατέον ὅτι ἀνωτάτω, τουτέστιν ἐπὶ τὰ καθολικώτερα καὶ κοινότερα, ἐὰν διὰ συλλογισμοῦ τὴν λῆψιν τῶν ἀναγκαίων ποιώμεθα. ἐὰν δὲ μὴ τιθῇ, διʼ ἐπαγωγῆς ληπτέον, τουτέστιν ἐὰν τὸ καθόλου καὶ ἀνώτερον τῆς ἀναγκαίας προτάσεως βουλώμεθα λαβεῖν, μὴ συγχωρῇ δὲ ὁ ἀποκρινόμενος, πειρατέον διʼ ἐπαγωγῆς λαβεῖν, οὐ τὴν καθόλου καὶ ἀνωτέραν ἀλλὰ τὴν ἀναγκαίαν· ἐργωδέστερον γὰρ τὸ κοινότερον τῶν ἐλαττόνως κοινῶν ὄντων ὑπʼ ἐκεῖνο διʼ ἐπαγωγῆς λαβεῖν. αὐτὸ δὴ τὸ προκείμενον καὶ ἀναγκαῖον χρὴ πειρᾶσθαι διʼ ἐπαγωγῆς λαμβάνειν. ἦν δὲ τοῦτο τὸ τῶν ἐναντίων εἶναι μίαν ἐπιστήμην· ληψόμεθα δὴ «καὶ ἀρτίου καὶ περιττοῦ ἐναντίων ὄντων ἡ αὐτὴ ἐπιστήμη· ἀριθμητικὴ γάρ· καὶ ἡρμοσμένου καὶ ἀναρμόστου· μουσικὴ γάρ· καὶ εὐεκτικοῦ καὶ καχεκτικοῦ· γυμναστικὴ γάρ· καὶ ἀρετῆς καὶ κακίας· ἠθικὴ γὰρ φιλοσοφία· καὶ πλούτου καὶ πενίας· ποριστικὴ γάρ»· καὶ οὕτως ἐπάγοντες ἀξιώσομεν τὸ καὶ πάντων τῶν ἐναντίων τὴν αὐτὴν εἶναι ἐπιστήμην.

Ἢ γὰρ διὰ συλλογισμοῦ ἢ διʼ ἐπαγωγῆς τὰς ἀναγκαίας ληπτέον.

`524`

Ἐπεὶ αἱ ἀναγκαῖαι καὶ προσεχεῖς τῷ δεικνυμένῳ συμπεράσματι προτάσεις δύο εἰσίν, ὡς ἐν τοῖς Ἀναλυτικοῖς δείκνυται, νῦν ἀξιοῖ, ὅταν μὴ ὦσιν αὐτόθεν αὗται γνώριμοι, ἢ ἀμφοτέρας διὰ συλλογισμοῦ λαμβάνειν, ὡς εἶναι προσυλλογισμούς τινας γινομένους, ἢ ἀμφοτέρας διʼ ἐπαγωγῆς, ἢ τὴν μὲν αὐτῶν διὰ συλλογισμοῦ τὴν δὲ διʼ ἐπαγωγῆς. ταῦτα δὲ ποιητέον ἐπὶ τῶν οὐ γνωρίμων. ὅσαι γάρ, φησί, λίαν προφανεῖς τῶν ἀναγκαίων, χρὴ αὐτὰς προτείνειν· οὐ γὰρ ἀπαναισχυντοῦσιν ἀντιλέγειν πρὸς τὰ ἐναργῆ· οἷον ὅτι πᾶς ἀριθμὸς ἢ ἄρτιος ἢ περιττός· περιίστανται γάρ, κἂν ἀγωνίζωνται, πρὸς τὰ ἐναργῆ δοκοῦντα ἐνίστασθαι, φυλαττόμενοι τὴν ἀπὸ τῶν ἀκουόντων ἐπιτίμησιν.

Ἀδηλότερον γὰρ ἀεί.

Εἰπὼν πῶς δεῖ τὰς ἀναγκαίας λαμβάνειν προτάσεις, ἂν μὴ λίαν ὦσι προφανεῖς, ὅτι διὰ συλλογισμοῦ τὰ ἀνώτερα λαμβάνοντας ἢ διʼ ἐπαγωγῆς, νῦν τὴν αἰτίαν τοῦ δεῖν οὕτως λαμβάνειν ἀποδίδωσιν. ἀδηλότερον γάρ, φησί, γίνεται τὸ συμβησόμενόν τε καὶ συναχθησόμενον ἐν τῇ ἀποστάσει, τουτέστιν ἐν τῇ τοῦ καθολικωτέρου λήψει, καὶ ἐν τῇ ἐπαγωγῇ. διά τε οὖν τὸ ἀδηλότερον εἶναι τὸ συμβησόμενον ἐκείνως λαμβάνομεν τὰς ἀναγκαίας καὶ διὰ τὸ μὴ κεκωλῦσθαι, εἰ μὴ ἐκείνῃ τῇ ὁδῷ χρωμένοις πρὸς τὴν τῶν ἀναγκαίων λῆψιν συγχωροίη τις, τοῦ αὐτὰς τὰς ἀναγκαίας τε καὶ χρησίμους προτείνοντας ἀξιοῦν λαμβάνειν.

Τὰς δὲ παρὰ ταύτας εἰρημένας ληπτέον μὲν τούτων χάριν.

Εἰπὼν περὶ τῶν ἀναγκαίων, πῶς χρὴ ταύτας προτείνειν τε καὶ λαμβάνειν, λέγει καὶ περὶ τῶν οὐκ ἀναγκαίων, αἳ διὰ τέσσαρας τὰς προειρημένας αἰτίας καὶ αὐταὶ ὑπὸ τῶν διαλεκτικῶν παραλαμβάνονται. καὶ φησὶ κοινὸν μὲν καὶ καθόλου περὶ αὐτῶν τὸ δεῖν αὐτὰς τῶν ἀναγκαίων παραλαμβάνειν χάριν, ἰδίᾳ δὲ πῶς ἑκάστῃ χρηστέον, ἑξῆς προστίθησιν.

Ἐπάγοντα μὲν ἀπὸ τῶν καθʼ ἕκαστον ἐπὶ τὰ καθόλου καὶ τὰ ἑξῆς.

Ἀπὸ γὰρ τῶν καθʼ ἕκαστα καὶ γνωρίμων ἐπὶ τὰ καθόλου καὶ ἄγνωστα δεῖ προϊέναι, τουτέστι χρῆσθαι τοῖς καθʼ ἕκαστα καὶ γνωρίμοις πρὸς τὴν δεῖξιν τῶν καθόλου τε καὶ ἀγνώστων.

Γνώριμα δὲ μᾶλλον τὰ κατὰ τὴν αἴσθησιν ἢ ἁπλῶς καὶ τὰ ἑξῆς.

Ἐνδέχεται γάρ τινα τοῖς σοφοῖς γνωριμώτερα τῶν αἰσθητῶν εἶναι τῷ διʼ ἀποδείξεως αὐτὰ εἰδέναι.

Κρύπτοντα δὲ προσυλλογίζεσθαι.

`526`

Πῶς χρηστέον ταῖς κρύψεως χάριν καὶ τοῦ λαθεῖν συμπεραινόμενον ὃ βούλεταί τις λαμβανομέναις προτάσεσι. κρύψις δέ ἐστι μέθοδος διʼ ἧς οἷόν τε λανθάνειν συλλογιζόμενον τὸ προκείμενον.

Ἔτι τὰ συμπεράσματα μὴ λέγειν ἀλλʼ ὕστερον ἀθρόα συλλογίζεσθαι.

Δύναται τὸ ἀθρόα συλλογίζεσθαι εἰρηκέναι, οὐχ ἵνα πάντα τὰ τῶν προσυλλογισμῶν συμπεράσματα ἀθρόα τις λέγῃ, ἀλλʼ ἵνα ἐπὶ πάσαις ταῖς τῶν προσυλλογισμῶν προτάσεσιν ἀθρόον τὸ τελευταῖον ἐπάγῃ συμπέρασμα. ὃ καὶ μᾶλλον ἔοικε λέγεσθαι ἐκ τῶν ὕστερον ἐπιλεγομένων· λέγει γὰρ «μόνου τοῦ ἐσχάτου ῥηθέντος συμπεράσματος». τῷ μὲν οὖν ἄδηλον εἶναι τὸ δεικνύμενον ὑπὸ τῶν οὕτως ἐρωτωμένων συγχωροῦσι ταῖς προτάσεσι· τῷ δὲ συγχωρηθείσαις αὐταῖς δείκνυσθαι διὰ τῆς ἀναλύσεως τοῦ λόγου ἑπόμενα τὰ συνακτικὰ τοῦ προκειμένου οὐκέτι ἀνανεύειν ἔχουσιν.

Καθόλου δὲ εἰπεῖν οὕτω.

Καθόλου δεῖ, φησίν, οὕτως ἐρωτᾶν τὸν κρυπτικῶς ἐρωτῶντα, ὥστε ἠρωτημένων πασῶν τῶν προτάσεων, διʼ ὧν δείκνυται τὸ προκείμενον, καὶ τοῦ ἐσχάτου ἐπὶ τοῖς ἠρωτημένοις ἑπομένου συμπεράσματος ῥηθέντος ἄδηλον εἶναι πῶς τοῦτο συνάγεται ἐκ τῶν κειμένων καὶ ζητεῖν τὸν ἀποκρινόμενον διὰ τί τοῦτο ἐπιφέρει τοῖς κειμένοις.

Τοῦτο δὲ ἔσται μάλιστα διὰ τοῦ λεχθέντος ἔμπροσθεν.

Τοῦτο δέ φησι μάλιστα ἂν γίνεσθαι, καθάπερ εἴρηται, εἰ χωρὶς τῶν οἰκείων συμπερασμάτων λαβών τις τὰς προτάσεις πάσας, διʼ ὧν δείκνυται τὸ προκείμενον, τὸ ἔσχατον ἐπενέγκῃ συμπέρασμα μόνον. ποιεῖ δὲ αὐτὸ γνώριμον ἡ ἀνάλυσις τοῦ λόγου.

Χρήσιμον δὲ καὶ τὸ μὴ συνεχῆ τὰ ἀξιώματα λαμβάνειν.

Χρήσιμον εἶναί φησι πρὸς κρύψιν καὶ τὸ μὴ τὰς ἐφεξῆς ἀλλήλαις προτάσεις ἐν τῇ τάξει λαμβάνειν ἀλλʼ ὑπερβαίνοντα καὶ ἐναλλάσσοντα καὶ ἐφεξῆς ἀλλήλαις τιθέντα τὰς πρὸς ἕτερον καὶ ἕτερον συμπέρασμα συντελούσας ἀλλὰ μὴ πρὸς τὸ αὐτό· τῶν γὰρ οἰκείων καὶ πρὸς τὸ αὐτὸ συντελουσῶν συμπέρασμα προτάσεων ἐφεξῆς τιθεμένων ῥᾷον συνορῶσιν οἱ ἀποκρινόμενοι τὸ συμβησόμενον. σημειωτέον δὲ ὅτι κοινῶς τοῖς ἀξιώμασιν ἀντὶ τῶν προτάσεων κέχρηται.

Χρὴ δὲ καὶ ὁρισμὸν λαμβάνειν.

`528`

Δεῖ, φησί, καὶ ὁρισμὸν πειρᾶσθαι λαμβάνειν, ἐφʼ ὧν ἐνδέχεται διʼ ὁρισμοῦ λαβεῖν τὴν καθόλου πρότασιν, ὁριζόμενον μέντοι μὴ αὐτὸ τὸ προκείμενον ὁρίζεσθαι ἀλλά τι τῶν συστοίχων αὐτῷ· λαβόντας γὰρ ἐπʼ ἐκείνου διʼ ὁρισμοῦ ὃ βουλόμεθα, ῥᾴδιον καὶ ἐπὶ τὸ προκείμενον σύστοιχον ὂν ἐκείνῳ μεταφέρειν τὸ ληφθέν. ἃ γὰρ ἐπʼ αὐτῶν τῶν προκειμένων οὐ διδόασιν οἱ ἀποκρινόμενοι τῷ ὁρᾶν τὸ συμβησόμενον, ταῦτα ἐπὶ τῶν συστοίχων τῷ προκειμένῳ διδόασι· τούτου δὲ δοθέντος καὶ τὸ προκείμενον δοθήσεται διὰ τὸ ἀληθῆ εἶναι τὸν τῶν συστοίχων τόπον. τὸ δʼ ἐπʼ αὐτοῦ τοῦ προκειμένου λαμβανόμενον ἔχει ἔνστασίν τινα οὐκ ἀληθῆ μὲν ἴσως πιθανὴν μέντοι πρὸς τὸ μὴ δοκεῖν ἀλόγως ἀνανεύειν πρὸς τὸ προτεινόμενον. οὐκέτι δὲ ὁμοίως εὔπορον τῷ ἐπὶ τοῦ συστοίχου ὁριζομένῳ ἐνστῆναι.

Ἔτι τὸ προτείνειν μὴ ὡς διʼ αὐτὸ ἀλλʼ ἄλλου χάριν.

Κρυπτικὸν καὶ τὸ τὰ χρήσιμα πρὸς τὴν τοῦ προκειμένου δεῖξιν προτείνειν τε καὶ ἐρωτᾶν ὡς ἄλλου χάριν ἀλλὰ μὴ τοῦ προκειμένου λαβεῖν ἀξιοῦντας· ὑποπτεύουσι γὰρ τὰ τῆς θέσεως χάριν καὶ τοῦ προκειμένου προβλήματος ἐρωτώμενα οἱ ἀποκρινόμενοι, καὶ διὰ τοῦτο οὐ ῥᾳδίως διδόασιν.

Ἁπλῶς δὲ εἰπεῖν ὅτι μάλιστα ποιεῖν ἄδηλον.

`529`

Γίνεται μέν, ὡς προείρηται, καὶ παρὰ τὸ τὸ ἐρωτώμενον ἄδηλον εἶναι ἄγνοια τοῦ ποτέρα τῶν ἀποκρίσεων χρήσιμός ἐστι πρὸς τὸ προκείμενον· γίνεται δὲ τοῦτο καὶ παρὰ τὸν τῆς ἐρωτήσεως τρόπον, ὃ νῦν ἀξιοῖ ποιεῖν. ἂν γὰρ τῇ ἐρωτήσει μὴ διασημαίνωμεν, ὃ βουλόμεθα λαβεῖν, ἢ τῷ μόνον αὐτὸ τιθέναι ἢ τῷ δείκνυσθαι ἄτοπον τὸ ἀντικείμενον λέγειν, ἄδηλον ποιοῦμεν πότερον ὡς χρήσιμον ἡμῖν εἰς τὸ προκείμενον λαβεῖν βουλόμεθα. ἂν μὲν γὰρ θέλοντες δεῖξαι ὅτι ἡ ψυχὴ ἀθάνατος λαβεῖν βουλώμεθα ὅτι ἡ ψυχὴ αὐτοκίνητος  <span class="gap">…</span> , ὑποσημαίνομεν διὰ τοῦ τρόπου τῆς ἐρωτήσεως ὅτι τοῦτο βουλόμεθα λαβεῖν· ἐὰν δὲ εἴπωμεν οὕτως «ἆρά σοι δοκεῖ ἡ ψυχὴ ἣν κινεῖται κίνησιν ὑπʼ ἄλλου κινεῖσθαι ἢ οὔ;», οὐκέτι ἐνδεικνύμεθα διὰ τῆς ἐρωτήσεως πότερον ὃ προετείναμεν βουλόμεθα λαβεῖν ἢ τὴν ἀπόφασιν αὐτοῦ.

Ἔτι διὰ τῆς ὁμοιότητος πυνθάνεσθαι.

Κρυπτικόν φησιν εἶναι τόπον καὶ τὸ μὴ ἐπʼ αὐτοῦ τούτου, ὃ βουλόμεθα λαβεῖν, ποιεῖν γίνεσθαι τοὺς λόγους ἀλλʼ ἐπʼ ἄλλου τινὸς ὁμοίου αὐτῷ. τῷ τε γὰρ μὴ ἐπʼ αὐτοῦ γίνεσθαι τὰς ἐρωτήσεις διδόασιν οἱ ἀποκρινόμενοι ὡς περὶ ἄλλων τινῶν ἀλλʼ οὐ περὶ τῶν προκειμένων ἐρωτώμενοι, καὶ τὰ ἐπὶ τούτων συγχωρηθέντα ῥᾴδιον μεταφέρειν ἐπὶ τὰ προκείμενα διὰ τὴν ὁμοιότητα. ἀξιοῖ οὖν διὰ τῆς τοῦ ὁμοίου τῷ προκειμένῳ παραθέσεως πειρᾶσθαι λαμβάνειν τὸ προκείμενον. λέγει δὲ τοῦτο ὅμοιον εἶναι ἐπαγωγῇ, οὐ μὴν ταὐτόν· ἡ μὲν γὰρ ἐπαγωγὴ διὰ τῆς τῶν καθʼ ἕκαστα ὁμοιότητος τὸ καθόλου λαμβάνει, ἡ δὲ κατὰ τὴν τοῦ ὁμοίου μετάβασιν γινομένη ἀπὸ τοῦ ὁμοίου τῷ προκειμένῳ τὸ προκείμενον λαμβάνει, ἀλλʼ οὐκ ἀπὸ τῶν ὑπʼ αὐτὸ τὸ προκείμενον. διὰ δὲ τοῦ εἰπεῖν τὸ καθόλου τὸ προκείμενον ἐσήμανε.

Δεῖ δὲ καὶ αὐτόν ποτε ἑαυτῷ ἔνστασιν φέρειν.

`530`

Κρυπτικόν φησιν εἶναι πρὸς τὸ ῥᾷον ὃ βούλεταί τις συγχωρηθῆναι αὐτῷ ὑπὸ τοῦ ἀποκρινομένου τὸ καὶ αὐτόν ποτε ἑαυτῷ πρός τι ἐρωτῶντα ἐνίστασθαι· δοκοῦσι γὰρ οἱ τοῦτο ποιοῦντες δικαίως καὶ φιλαλήθως ἐπιχειρεῖν πρὸς τὸ προκείμενον. πρὸς δὴ τοὺς οὕτω μεταχειριζομένους τοὺς λόγους ἀνυπόπτως ἔχουσιν οἱ ἀποκρινόμενοι καὶ ἑτοιμότατα συγχωροῦσιν οἷς αὐτοὶ ἀξιοῦσιν, ὡς οὐδʼ ἐκείνων ἀξιωσάντων ἂν αὐτά, εἰ μὴ οὕτως εἶχε. κρυπτικὸν δὲ πᾶν ὅπερ ἀπάγει τὸν ἀποκρινόμενον τῆς περὶ τὰς ἀποκρίσεις ἐπιστάσεως.

Χρήσιμον δὲ καὶ τὸ ἐπιλέγειν ὅτι σύνηθες.

Χρήσιμόν φησι πρὸς τὸ ἑτοιμότερον λαμβάνειν τοῖς ἐρωτῶσιν ἃ βούλονται καὶ κρυπτικὸν τὸ προστιθέναι τὸ σύνηθες καὶ λεγόμενον· οἷον «ἆρά γε δοκεῖ σοι ἡ ὑγεία αἱρετὸν εἶναι, ὡς πᾶσι δοκεῖ;», «ἆρά σοι δοκεῖ ὁ ἀγαθὸς κριτὴς ἄριστος εἶναι, ὡς πᾶσι σύνηθες λέγειν;». οὕτως καὶ Σωκράτης πρὸς Καλλικλέα κέχρηται εἰπόντα τοὺς σώφρονας ἠλιθίους· οὐ γὰρ συνήθης ἡ τοιαύτη περὶ σωφροσύνης ὑπόληψις· τοῦτο γὰρ δύναται αὐτῷ ἡ ἀπόκρισις ἡ «οὐδεὶς ἂν ἀγνοοίη ὅτι οὐ τοῦτο λέγω». οὕτως κἂν φιλοπλάτων τις ᾖ, ῥᾷον λήψεται παρʼ αὐτοῦ ὁ ἐρωτῶν ὃ βούλεται, ἂν προσθῇ «οὕτω Πλάτωνι δοκεῖ».

Ἔτι τὸ μὴ σπουδάζειν.

Κἂν ὅλως χρήσιμον ᾖ, φησί, τὸ προτεινόμενον εἰς τὴν τοῦ προκειμένου δεῖξιν, οὐ δεῖ φαίνεσθαι σπουδάζοντα περὶ τὸ δοθῆναι αὐτό· κρυπτικὸν γὰρ καὶ τοῦτο. πρὸς γὰρ ἃ σπουδάζουσι λαβεῖν οἱ ἐρωτῶντες, μᾶλλον ἀντιτείνουσιν οἱ ἀποκρινόμενοι· διὸ ζητοῦσιν ἔνστασιν φέρειν πρὸς αὐτά. γίνοιτο δʼ ἂν τοῦτο, εἰ ὡς ἐνδοιάζοντες καὶ αὐτοὶ ἐρωτῷεν καὶ ὡς οὐκ εἰδότες· ὃ πολλάκις ὁ Σωκράτης ποιεῖ παρὰ τῷ Πλάτωνι· ὡς γὰρ οὐκ εἰδὼς τὸ συμβησόμενον καὶ ὡς τοῦτο ληψόμενος, ὃ ἂν ἐκ τοῦ λόγου φαίνηται ἄριστα ἔχειν, οὕτως ἐρωτᾷ.

Καὶ τὸ ὡς ἐν παραβολῇ προτείνειν.

`531`

Κρυπτικόν ἐστι καὶ τὸ ὃ βούλεταί τις λαβεῖν ὡς ἐν παραβολῇ ἐρωτᾶν ἄλλου χάριν λαμβάνοντα, ἀλλὰ μὴ ὡς αὐτὸ βουλόμενον λαβεῖν· ῥᾷον γὰρ διδόασιν οἱ ἀποκρινόμενοι ἃ μὴ νομίζουσι χρήσιμα εἶναι πρὸς τὸ προκείμενον. οὕτως βουλόμενοι λαβεῖν, ὅτι ἡ ἐγκράτεια ἀρετή ἐστιν, ἐρωτήσομεν εἰ δοκεῖ ὥσπερ ἡ ἐγκράτεια ἀρετή, οὕτω καὶ ἡ ἀνδρεία καὶ ἡ δικαιοσύνη ἀρετὴ εἶναι.

Ἔτι μὴ αὐτὸ προτείνειν ὃ δεῖ ληφθῆναι, ἀλλʼ ᾧ τοῦτο ἕπεται ἐξ ἀνάγκης.

Ἐπεί εἰσί τινα ἑπόμενά τισιν ἐξ ἀνάγκης, ὡς τῷ τὴν ἀρετὴν ἐπιστήμην εἶναι τὸ διδακτὸν εἶναι τὴν ἀρετήν, κρυπτικόν φησιν εἶναι καὶ τὸ μὴ ἐρωτᾶν αὐτὸ ὃ λαβεῖν βουλόμεθα, ἀλλʼ ᾧ τοῦτο ἕπεται. ῥᾷόν τε γὰρ τοῖς τοιούτοις συγχωροῦσιν ὡς οὐκ ἔχουσί τι πρὸς τὸ προκείμενον χρήσιμον, καὶ οὐδὲν ἧττον αὐτῶν δοθέντων περαίνεται τὸ προκείμενον διὰ τὴν ἀκολουθίαν.

Καὶ τὸ ἐπʼ ἐσχάτων ἐρωτᾶν ὃ μάλιστα βούλεται λαβεῖν.

Κρυπτικὸν καὶ ὃ βούλεταί τις μὴ πρῶτον ἐρωτᾶν· πρὸς γὰρ τὰ πρῶτα ὡς τοῦ προκειμένου χάριν ἐρωτώμενα καὶ ὄντα ἀναγκαῖα μάλιστα ἐνίστανται, ἐπεὶ καὶ σχεδὸν οἱ προσδιαλεγόμενοι ταῦτα πρῶτον ἐρωτῶσι. δεῖ οὖν, φησίν, ἄλλα τινὰ ἐρωτᾶν πρότερον καὶ προεκλύσαντα διʼ αὐτῶν τὸ ἐνστατικὸν τῶν ἀποκρινομένων ἔσχατον ἐρωτᾶν τὰ χρήσιμα. οὐ πρὸς πάντας δέ φησι δεῖν χρῆσθαι τούτῳ τῷ τρόπῳ τῆς ἐρωτήσεως· εἰσὶ γάρ τινες οἳ τοῖς πρώτοις συγχωρήσαντες, ἂν μὴ σφόδρα φανερὰ ᾖ, ὡς εὐπροσίτους ἑαυτοὺς ἐν τῇ κοινολογίᾳ παρέχοντες, ὕστερον ἀνατρέχουσι πρὸς τὸ οἰκεῖον ἐλάττωμα.

Ὁμοίως δὲ καὶ ὅσοι οἴονται δριμεῖς εἶναι.

`532`

Εἰσὶν οἳ διʼ οἴησιν δριμύτητος, ὡς οὐδὲν πεισόμενοι συγχωρήσαντες τὰ ἐρωτώμενα, τοῖς πρώτοις οὐκ ἐνίστανται, εἶτα ἐπὶ τέλει φλυαροῦσι καὶ πειρῶνται διαστρέφοντες τὰ δεδομένα δεικνύναι ὅτι μὴ ἐκ τῶν συγχωρηθέντων τὸ ἐπιφερόμενον δείκνυται, ἢ τὴν λέξιν διαστρέφοντες ἢ ἀμφιβολίας τινὰς ἐξηγούμενοι. τοὺς δὴ τοιούτους φησὶ δεῖν πρῶτον τὰ ἀναγκαῖα ἐρωτᾶν καὶ ὧν τις μάλιστα συγχωρουμένων δεῖται.

Ἔτι τὸ μηκύνειν καὶ παρεμβάλλειν.

Κρυπτικόν φησι καὶ τὸ μηκύνειν καὶ παρεμβάλλειν τινὰ ἐρωτήματα μηδὲν χρήσιμον ἔχοντα πρὸς τὰ προκείμενα. ὃ ποιεῖν φησι καὶ τοὺς ψευδογραφοῦντας ἐν γεωμετρίᾳ· πολλὰς γὰρ ἄγοντες γραμμὰς μηδὲν χρησίμους πρὸς τὸ ψευδογράφημα τὸ δεικνύμενον καί τινα περὶ αὐτῶν λέγοντες λεληθότως καὶ τὰς εἰς τὸ ψεῦδος φερούσας ἐγγράφουσιν. ἀδηλότερον γὰρ καὶ ἀφανέστερον τὸ ψεῦδος ἐν πλείοσι καὶ ἐν παραβύστῳ τεθέν· ὡς γὰρ ἀχρήστοις οὖσι τοῖς ἐρωτωμένοις πρὸς τὸ προκείμενον συγχωροῦντες οἱ ἀποκρινόμενοι λανθάνουσι καὶ τὰ χρήσιμα διδόντες σὺν αὐτοῖς. ἀλλὰ καὶ ἐπιταράττεσθαι συμβαίνει αὐτοῖς ὑπὸ τοῦ πλήθους τῶν ἐρωτήσεων, ὡς μὴ διορᾶν ἐκ τίνων συμβαίνει τὸ προκείμενον.

Εἰς δὲ κόσμον ἐπαγωγῇ καί.

Ὅτι εἰς ὄγκον καὶ κόσμον τοῦ λόγου χρηστέον ἐπαγωγῇ καὶ διαιρέσει τῶν ὁμοίων τε καὶ συγγενῶν. ἔστι δὲ διαίρεσις ἥ τε εἰς τὰ εἴδη τομὴ τοῦ γένους καὶ ἡ τοῦ ὅλου εἰς τὰ μέρη καὶ ἡ τῆς λέξεως εἰς τὰ σημαινόμενα.

Ἡ μὲν οὖν ἐπαγωγὴ ὁποῖόν τί ἐστι, δῆλον.

`533`

Ὅτι τὸ παράδειγμα τῆς ἐπαγωγῆς ἄλλο, καὶ ἐν τῇ Ἀναλυτικῇ εἴρηται. ἡ μὲν γὰρ ἐπαγωγὴ ἐκ τῶν καθʼ ἕκαστά ἐστιν ἐπὶ τὸ καθόλου ἔφοδος· παράδειγμα δὲ γίνεται τὸ ὅμοιον καὶ γνωριμώτερον τοῦ ὁμοίου καὶ ἧττον γνωρίμου. διὸ ἐπαγωγὴ μὲν διʼ ἑνὸς οὐ γίνεται· τὸ δὲ παράδειγμα ἀρκεῖ καὶ διʼ ἑνὸς εἶναι. καὶ ἔστιν ἡ μὲν ἐπαγωγὴ τῷ διαλεκτικῷ οἰκειοτέρα, τὸ δὲ παράδειγμα τῷ ῥήτορι. προσχρῆται μέντοι καὶ ὁ διαλεκτικὸς παραδείγμασιν ὑπὲρ σαφηνείας τοῦ λεγομένου, εἰ μὴ εἴη γνώριμον, ὡς πρὸ ὀλίγου ἐλέγετο τὸ διὰ τῆς ὁμοιότητος πυνθάνεσθαι. παραδειγματικὸν γὰρ τὸ οὕτως ἐρωτῆσαι «ἆρά γε τῶν ἐναντίων ἡ αὐτὴ ἐπιστήμη ὥσπερ καὶ αἴσθησις;». παραδείγματος δὲ παραβολὴ διαφέρει, ὅτι τὸ μὲν παράδειγμα δοκεῖ γεγονός τι εἰς δεῖξίν τινος παρατίθεσθαι μηδέπω γεγονότος καὶ διὰ τοῦτο ἀδήλου, ἡ δὲ παραβολὴ εἰκών ἐστιν ὁμοιότητα πρός τι γεγονὸς σημαίνουσα. ἔοικε μέντοι αὐτὸς νῦν ἐπὶ τοῦ αὐτοῦ κεχρῆσθαι τῷ παραδείγματι καὶ τῇ παραβολῇ διʼ ὧν λέγει παραδείγματα δὲ οἰκεῖα καὶ ἐξ ὧν ἴσμεν, οἷα Ὅμηρος, μὴ οἷα Χοιρίλος· ἐναργεῖς γὰρ καὶ διὰ γνωρίμων αἱ παρʼ Ὁμήρῳ παραβολαί· οὐ τοιαῦται δὲ αἱ Χοιρίλου.

Ἔστι δὲ ἐπʼ ἐνίων μὲν ἐπάγοντα δυνατὸν ἐρωτῆσαι τὸ καθόλου.

`534`

Λέγει πρῶτον περὶ τῶν ἐπακτικῶν λόγων, πῶς χρηστέον αὐτοῖς. καὶ πρῶτον μὲν δυσχέρειάν τινα πολλάκις ἐπὶ τῶν ἐπακτικῶν λόγων ἀπαντῶσαν μηνύει, ἣν ἀξιοῖ φυλάττεσθαι ἐπανορθοῦσθαι πειρωμένους. ἔστι δὲ ἡ δυσχέρεια αὕτη· ἐπεὶ ἐπί τινων τὸ καθόλου τε καὶ κοινὸν οὐκ ὠνόμασται, οἷον τίνα ἐστὶ τῶν ζῴων τετράποδα — τῷ μὲν γὰρ δίποδι πεζῷ ἄνθρωπος ὄνομα, τοῖς δὲ τετράποσι πεζοῖς οὐκ ἔστιν ἓν ὄνομα τὴν ὁμοιότητα περιέχον αὐτῶν —, οἱ τὰς ἐπαγωγὰς ἐπὶ τούτων ποιούμενοι λαβόντες τινὰ τῶν ὑπὸ τὸ καθόλου, τῷ τὸ κοινὸν ἐπʼ αὐτοῖς μὴ ὠνομάσθαι ἐπιφέρουσι «καὶ πᾶν ἄρα τὸ τοιοῦτον». διὰ δὴ τὴν τοιαύτην ἐπιφορὰν ἐν τοῖς ἐπακτικοῖς λόγοις πολλάκις ἀλλήλους παρακρούονται οἱ διαλεγόμενοι, οἱ μὲν τὰ τοῖς εἰλημμένοις διὰ τῆς ἐπαγωγῆς ἀνόμοια ἐπάγοντες ὡς ὅμοια καὶ περιεχόμενα ἐν τῷ τοιούτῳ τῷ τοιαῦτα δοκεῖν εἶναι διά τινα βραχεῖαν ὁμοιότητα, οἱ δὲ τὰ ὅμοια οὐκ ἀξιοῦντες ὅμοια εἶναι οὐδὲ συγκεχωρῆσθαι τὰ τοιαῦτα διά τινα κατά τι ἄλλο ἀνομοιότητα. παραινεῖ οὖν τὰ τοιαῦτα φυλάττεσθαι πειρωμένους, εἰ οἷόν τε, ὀνοματοποιεῖν αὐτοὺς καὶ κοινῷ ὀνόματι περιλαμβάνειν τὰ τοῖς εἰλημμένοις διὰ τῆς ἐπαγωγῆς ὅμοια, οἷον ὡς πάντα, ἃ κερασφόρα οὐκ ἔστιν, ἀμφόδοντα. ἐπʼ ἐνίων μὲν οὖν ῥᾴδιον εὐπορεῖν ὀνομάτων, ὡς ἐπὶ τῶν εἰρημένων· ἐπʼ ἐνίων δʼ οὐ ῥᾴδιον. οὐ μὴν ἀλλʼ ἴσως χρή, εἰ καὶ μὴ ὀνόματι ἑνὶ δυνατὸν αὐτὰ περιλαβεῖν, ἀλλὰ λόγῳ γε σαφῶς περιορίζοντας ἐπιφέρειν· γνώριμον γὰρ καὶ τοῦτο καὶ ἧττον ἀφορμὰς παρέχον ἀμφισβητήσεως.

Ὅταν δʼ ἐπάγοντος ἐπὶ πολλῶν μὴ διδῷ τὸ καθόλου.

Λέγει διὰ τούτων, πότε εὔλογον ἔνστασιν ἀπαιτεῖν τὸν ἐρωτῶντα παρὰ τοῦ ἀποκρινομένου καὶ πότε οὐκ εὔλογον. ὅταν μὲν γὰρ τοῦ ἐρωτῶντος ἐπακτικῶς ἐπὶ πολλῶν τὸν λόγον ποιησαμένου μὴ συγχωρῇ ὁ ἀποκρινόμενος τὸ καθόλου, τότε εὔλογον ἀπαιτεῖν αὐτὸν ἔνστασιν ἐπὶ τίνος οὐχ οὕτως. ἐὰν δέ τις χωρὶς τοῦ τὴν πίστιν διὰ τῶν καθʼ ἕκαστα ποιήσασθαι τοῦ καθόλου τὸ καθόλου λαμβάνῃ, ἀνανεύοντος δὲ ἔνστασιν ἀπαιτῇ, οὐκ εὔλογος ἡ ἔνστασις· δεῖ γὰρ ἐπάγοντα πρῶτον οὕτως τὴν ἔνστασιν ἀπαιτεῖν.

Ἀξιωτέον τε τὰς ἐνστάσεις μὴ ἐπʼ αὐτοῦ τοῦ προτεινομένου.

`535`

Καὶ τοῦτο περὶ τῶν ἐπακτικῶν λόγων λέγει, μὴ δεῖν συγχωρεῖν τοῖς ἀποκρινομένοις ἐπʼ αὐτοῦ τοῦ προτεινομένου καὶ δεικνυμένου ποιεῖσθαι τὰς ἐνστάσεις χρωμένοις πρὸς τὴν ἀναίρεσιν τῷ καθόλου, ἐὰν μὴ ἓν μόνον ᾖ τοιοῦτον.

Πρὸς δὲ τοὺς ἐνισταμένους τῷ καθόλου μὴ ἐν αὐτῷ δὲ τὴν ἔνστασιν.

Ἐπεί τινες πειρῶνται πρὸς τὸ καθόλου τὸ διὰ τῶν ἐπαγωγῶν λαμβανόμενον ἐνίστασθαι, ποιούμενοι τὰς ἐνστάσεις οὐκ ἐπὶ τούτων περὶ ὧν ὁ λόγος καὶ ἡ ἐρώτησις, ἀλλʼ ἐπὶ ὁμωνύμων αὐτοῖς τινων, δεῖ πρὸς τὴν προφυλακὴν τῶν τοιούτων ἐνστάσεων, μηδὲν φερουσῶν πρὸς τὸ προκείμενον φαντασίαν δὲ ἀποτελεῖν δυναμένων ποτὲ ὡς οὐσῶν ἐνστάσεων, διελόμενον τὴν ὁμωνυμίαν ἐπὶ τούτων τὴν ἐρώτησιν ποιεῖσθαι, ἃ ἔξω πίπτει τῆς πρὸς τὰ μὴ οὕτως ἔχοντα ὁμωνυμίας, ὡς ἐπὶ τοῦ τοῦτό τι ἔχειν, πῶς ἔχει, εἰ ὡς μέρος ἐν αὑτῷ ἢ ὡς ἕξιν ἢ ὡς πάθος ἢ ὡς κτῆμα.

Ἐὰν δὲ μὴ ἐν τῷ ὁμωνύμῳ ἀλλʼ ἐν αὐτῷ ἐνιστάμενος.

`536`

Εἰπὼν πῶς φυλαξόμεθα τὰς ἐπὶ τῶν ὁμωνύμων ἐνστάσεις, ὅτι διαιρούμενοι, προστίθησι πῶς, εἰ μὴ ἐπί τινος ὁμωνύμου ἡ ἔνστασις γένοιτο ἀλλʼ ἐπί τινος τῶν ὑπὸ τὸ καθόλου, ὃ λαβεῖν βουλόμεθα διὰ τῆς ἐπαγωγῆς, φυλαξόμεθα καὶ τὴν τοιαύτην ἔνστασιν καὶ περανοῦμεν τὸ προκείμενον. ἐπὶ γὰρ τούτου ἀφαιροῦντας ἀξιοῖ ἐκεῖνο ἀπὸ τοῦ καθόλου, καθʼ ὃ ἡ ἔνστασις γίνεται, ἢ προσδιορίζοντας περὶ τοῦ καταλειπομένου ἐρωτᾶν καθόλου. οἷον εἰ διʼ ἐπαγωγῆς ἡμῖν λαμβάνουσιν, ὅτι λήθη ἐστὶν ἡ τῆς ἐπιστήμης ἀποβολή, ἐνίσταταί τις λέγων τοὺς ἔχοντάς τινος πράγματος ἐπιστήμην μεταβάλλοντος τοῦ πράγματος ἀποβάλλειν μὲν τὴν ἐπιστήμην αὐτοῦ μὴ μέντοι ἐπιλελῆσθαι, ἀφελόντα χρὴ τοῦτο, καθʼ ὃ ἡ ἔνστασις, τὸ λοιπὸν καθόλου λαβεῖν. ἀφαιροῖτο δʼ ἄν, εἰ προσθείημεν τῷ τὴν τῆς ἐπιστήμης ἀποβολὴν λήθην εἶναι «σωζομένου τοῦ πράγματος»· ὁ γὰρ τοιοῦτος διορισμὸς προστεθεὶς τήν τε ἔνστασιν ἀναιρεῖ καὶ τοῦ τὸ προκείμενον λαβεῖν αἴτιος γίνεται.

Ὁμοίως δὲ καὶ πρὸς τοὺς ἐνισταμένους διότι τῷ μείζονι ἀγαθῷ.

Ὅτι ἐπὶ τούτων ἀξιωτέον τῷ μείζονι ἀγαθῷ μεῖζον κακὸν ἀντικεῖσθαι, ἐφʼ ὧν οὐκ ἔστι τὸ μεῖζον ἀγαθὸν συνεπιφέρον τὸ ἕτερον τὸ ἔλαττον. εἰ γὰρ εἴη τοιοῦτον ὡς συνεπιφέρειν τὸ ἕτερον καὶ διὰ τοῦτο μεῖζον εἶναι, τῷ αὐτὸ καθʼ αὑτὸ χωρὶς ἐκείνου μὴ λαμβάνεσθαι, οὐκέτι γίνεται καὶ τὸ τούτῳ ἐναντίον κακὸν μεῖζον τοῦ ἐναντίου τῷ ἐλάττονι ἀγαθῷ κακοῦ τῷ συνεπιφερομένῳ ὑπὸ τοῦ μείζονος. διὰ τοῦτο γὰρ καὶ τὸ τῇ εὐεξίᾳ ἐναντίον κακὸν οὐκ ἔστι μεῖζον τοῦ τῇ ὑγείᾳ ἐναντίου κακοῦ· καίτοι μεῖζον ἡ εὐεξία τῆς ὑγείας, ἀλλὰ διὰ τοῦτο μεῖζον, ὅτι συνεπιφέρει τὴν ὑγείαν· ἀδύνατον γάρ τινα εὐεκτεῖν μὲν μὴ ὑγιαίνειν δέ. ὡς δὲ ἡ εὐεξία μεῖζον ἀγαθὸν τῆς ὑγείας, ὅτι συνεπιφέρει αὐτήν, οὕτω πάλιν ἡ νόσος, ἥτις ἐστὶν ἐναντία τῇ ὑγείᾳ, τῷ συνεπιφερομένῳ ἀγαθῷ ὑπὸ τῆς εὐεξίας, μεῖζον κακὸν τῆς καχεξίας, ἥτις ἐστὶν ἐναντία τῇ εὐεξίᾳ, ὅτι καὶ αὐτὴ συνεπιφέρει τὴν καχεξίαν· πᾶς γὰρ ὁ νοσῶν ἐν καχεξίᾳ ἐστίν.

Οὐ μόνον δὲ ἐνισταμένου τοῦτο ποιητέον.

`537`

Ὅτι κἂν μὴ ἔνστασίν τινα φέρῃ ὁ ἀποκρινόμενος, ἀρνῆται μέντοι τὸ καθόλου ὑφορώμενός τι τοιοῦτον, ἀξιοῖ αὐτοὺς προλαβόντας διορίζειν τὰς ἐρωτήσεις καὶ ἀφαιρεῖν καθʼ ἃ αἱ ἐνστάσεις χώραν ἔχουσι· τούτων γὰρ ταῖς προσθήκαις ἀφαιρουμένων ἀναγκασθήσεται τοῖς ἀξιουμένοις συγχωρεῖν τῷ μηκέτι συνορᾶν ἐπὶ τίνος οὐχ οὕτως ἔχει τῶν ὑποτιθεμένων. τίνες δὲ τῶν προτάσεων τῶν καθόλου διορισμοῦ τοιούτου δέονται, ἐδήλωσε καθόλου· αἱ γὰρ ἐπὶ τὶ μὲν ἀληθεῖς ἐπὶ τὶ δὲ ψευδεῖς· ποῖαι δέ εἰσιν αὗται, ἐν τοῖς Ἀναλυτικοῖς εἴρηται. ἐπὶ γὰρ τῶν τοιούτων ἔνεστι τῷ διορισμῷ προστιθεμένῳ ἀφελόντας τὸ ψεῦδος ἔχειν τὸ καταλειπόμενον ἀληθές· ἡ γὰρ πρότασις ἡ λέγουσα «πᾶσα ἀποβολὴ ἐπιστήμης λήθη ἐστίν» οὐ καθόλου ἀληθής, ἀλλὰ σωζομένου τοῦ πράγματος.

Ἐὰν δὲ ἐπὶ πολλῶν προτείνοντος μὴ φέρῃ ἔνστασιν.

Ἀξιοῖ, εἰ ἐπὶ πολλῶν καὶ διὰ πολλῶν τὸ καθόλου συνιστάντων ἡμῶν διὰ τῆς ἐπαγωγῆς ὁ ἀποκρινόμενος ἔνστασιν μὴ φέροι ἐπὶ τίνος οὐχ οὕτως, μόνον δʼ ἀντιλέγοι πρὸς τὸ καθόλου, τιθέναι αὐτὸ καὶ χρῆσθαι αὐτῷ ὡς ὁμολογουμένῳ καὶ ἐνδόξῳ· διαλεκτικὴ γάρ, τουτέστιν ἔνδοξος πρότασίς ἐστι, πρὸς ἣν δεικνυμένην ἐπὶ πολλῶν ὅτι οὕτως ἔχει μὴ φέρεται ἔνστασις.

Ὅταν δὲ ἐνδέχηται τὸ αὐτὸ ἄνευ τε τοῦ ἀδυνάτου καὶ διὰ τοῦ ἀδυνάτου συλλογίσασθαι.

`538`

Ἐπεὶ συλλογισμὸς γίνεται μὲν καὶ δεικτικός, γίνεται δὲ καὶ διὰ τῆς εἰς ἀδύνατον ἀπαγωγῆς, λέγει ὅτι πρὸς μὲν τὸ ἀποδεικνύναι τὸ προκείμενον ἐπʼ αὐτοῦ τὸν συλλογισμὸν ποιούμενον καὶ τῆς ἀληθείας εὑρέσεως χάριν οὐδὲν διαφέρει οὕτως ἢ ἐκείνως συλλογίσασθαι· τοῖς γὰρ αὐτοῖς ὡς ἐναργέσι καὶ ὁμολογουμένοις χρῆται καὶ ὁ δεικτικῶς δεικνὺς καὶ ὁ διὰ τῆς εἰς ἀδύνατον ἀπαγωγῆς, ὡς ἐδείχθη ἐν τῷ δευτέρῳ τῶν Προτέρων ἀναλυτικῶν. ἐν δὲ ταῖς διαλέξεσι χρησιμώταται αἱ δεικτικαὶ δείξεις· τὰ γὰρ αὐτὰ εὐκολώτερον δίδοταί τε καὶ συγχωρεῖται μηδέπω ὄντος γνωρίμου τοῦ δεικνυμένου διʼ αὐτῶν. ἐπὶ μὲν οὖν τῆς δεικτικῆς μετὰ τὴν λῆψιν τῶν προτάσεων φανερὸν τὸ συμπέρασμα· ἐπὶ δὲ τῆς εἰς ἀδύνατον ἀπαγωγῆς φανεροῦ ὄντος τοῦ ὀφείλοντος δειχθῆναι· τὸ γὰρ ἀντικείμενον τῇ ὑποθέσει δεῖξαι βούλεται ἡ τοιαύτη ἀπόδειξις. ὅταν οὖν προσληφθείσης τῆς ἑτέρας τῶν προτάσεων τῇ ὑποθέσει δεικνύηταί τι ἀδύνατον, οὗ τῇ ἀναιρέσει ὡς ἀδυνάτου κατασκευάζεται τὸ ἀντικείμενον τῆς ὑποθέσεως, οὔ φασι τὸ δειχθὲν καὶ συναχθὲν ἀδύνατον εἶναι, ὁρῶντες ὅτι τούτου δειχθέντος εἶναι ἀδύνατον δείκνυται τὸ τῆς ὑποθέσεως ἀντικείμενον, καὶ ὃ ἔδοσαν ἂν ἁπλῶς αἰτούμενοι ὡς ἀληθές, τοῦτο οὐ διδόασι τότε ὁρῶντες τὸ συμβησόμενον δοθέντος αὐτοῦ. καὶ καθόλου ἐπὶ μὲν τῆς δεικτικῆς δείξεως οὐδεμία ἐστὶν ἐνστάσεως χώρα μετὰ τὸ διὰ συλλογισμοῦ δειχθῆναι τὸ συμπέρασμα· ἐπὶ δὲ τῆς εἰς ἀδύνατον ἀπαγωγῆς μετὰ τὸ συναχθῆναι συλλογιστικῶς ἔτι ἐνστάσεώς ἐστι χώρα τῷ μὴ δείκνυσθαι διὰ τοῦ συλλογισμοῦ τὸ προκείμενον ἀλλὰ τὸ τὸ συλλογισθὲν ἀδύνατον εἶναι, τοῦτο κατασκευάζειν τὸ προκείμενον, ὃ ἦν τὸ τῇ ὑποθέσει ἀντικείμενον.

Δεῖ δὲ προτείνειν ὅσα ἐπὶ πολλῶν μὲν οὕτως ἔχει.

Δεῖ τὰς ἐρωτωμένας ὑπὸ τῶν ἐρωτώντων προτάσεις τοιαύτας εἶναι ὡς ἐπὶ πολλῶν μὲν φανερῶς καὶ ὁμολογουμένως οὕτως ἔχειν, ἔνστασιν δὲ ἢ ὅλως μὴ ἔχειν ἢ μὴ πρόχειρον καὶ εὔκολον εὑρεθῆναι ἔχειν. οὕτως γὰρ ἂν λαμβάνοι αὐτὰς παρὰ τοῦ προσδιαλεγομένου· μὴ δυνάμενος γὰρ συνορᾶν ἐπὶ τίνος οὐχ οὕτως ἔχει, συγχωρεῖ τοῖς καθόλου ἀξιουμένοις.

Οὐ δοκεῖ δὲ πᾶν τὸ καθόλου διαλεκτικὴ πρότασις εἶναι.

`540`

Τὸ καθόλου ἤτοι ἐπὶ τῶν προτάσεων λέγει, ὅτι μὴ πᾶσα πρότασις διαλεκτική, ἀντὶ τοῦ «οὐ δοκεῖ δὲ καθόλου διαλεκτικὴ πρότασις εἶναι πᾶν τὸ ὁπωσοῦν ἐρωτώμενον», ἢ πᾶν τὸ ἐπὶ τοῦ καθόλου εἶναι. καὶ γὰρ ὁ τὸ τί ἐστι τόδε τι ἐρωτῶν καθόλου τινὰ ἐρώτησιν ἐρωτᾷ — τούτου γὰρ οἱ ὁρισμοί —, καὶ ὁ ἐρωτῶν περί τινος ποσαχῶς λέγεται· ἁπλῶς γὰρ οὐ μόνον οὐ διαλεκτική ἐστι πρότασις τὸ τί ἐστιν ἄνθρωπος, ἀλλʼ οὐδὲ τὴν ἀρχὴν πρότασις. τῶν δὲ εἰρημένων ἐν τῷ πρώτῳ καὶ νῦν ἡμᾶς ὑπομιμνήσκει· καὶ γὰρ ἐν ἐκείνῳ εἶπε μὴ εἶναι διαλεκτικὰς ἐρωτήσεις τὰς τί ἐστι τὸ προκείμενον ἐξεταζούσας, ἃ πύσματα ἔθος λέγειν τοῖς νεωτέροις, ἐπεὶ εἶπεν ἐν ἐκείνοις τὴν διαλεκτικὴν πρότασιν ἐρώτησιν ἀντιφάσεως εἶναι· οὐ τοιαῦται δὲ αἱ ἐρωτήσεις αὗται. ὅμως δὲ τὸ τί ἐστιν ἄνθρωπος ἐρώτημά τί ἐστιν, εἰ ὁ ἐρωτῶν ἀξιοῖ πρὸς τοῦ προσδιαλεγομένου μαθεῖν τὴν τοῦ ἀνθρώπου οὐσίαν οὕτως καὶ ἐπὶ τοῦ δευτέρου τὴν διαίρεσιν. καὶ διὰ τί αἱ τοιαῦται ἐρωτήσεις οὐκ εἰσὶ διαλεκτικαί, προσέθηκεν· ἔστι γὰρ πρότασις διαλεκτικὴ πρὸς ἣν ἔστιν ἀποκρίνασθαι ναὶ ἢ οὔ. ὅτι δὲ πρὸς τὰς εἰρημένας ἐρωτήσεις οὐχ οἷόν τε οὕτως ἀποκρίνασθαι, προδήλως διδάσκει· αἱ γὰρ τοιαῦται ἐρωτήσεις μαθεῖν βουλομένων, οὐ διαλεγομένων. πῶς δʼ ἔνεστι καὶ τὰ τοιαῦτα τῶν ἐρωτημάτων εἰς τὸν διαλεκτικὸν μεταφέρειν τρόπον, ἐδήλωσεν εἰπὼν ἐὰν μὴ αὐτὸς διελόμενος ἢ διορίσας εἴπῃ, τουτέστιν ὁρισάμενος — τὸ γὰρ διορίσας τοῦτο αὐτῷ σημαίνει —, ἀντὶ μὲν τῆς τί ἐστιν ἄνθρωπος λέγων «ἆρά γε ἄνθρωπός ἐστι ζῷον λογικὸν θνητόν;», ἀντὶ δὲ τῆς ποσαχῶς λέγεται τὸ ἀγαθὸν αὐτὸς διελόμενος λέγων «ἆρά γε τετραχῶς λέγεται τὸ ἀγαθόν;» ἢ «ἆρά γε τῶν ἀγαθῶν τὰ μὲν ἐν ψυχῇ ἐστι τὰ δὲ ἐν σώματι τὰ δὲ ἐκτός;»· ἃ γὰρ διʼ ἐκείνων ἠξίου τῶν ἐρωτήσεων ἀποκρίνεσθαι τὸν ἐρωτώμενον, ταῦτα αὐτὸν χρὴ ποιήσαντα ἐρωτᾶν εἰ κἀκείνῳ οὕτως δοκεῖ. οὕτως γὰρ ἐρωτήσει διαλεκτικῶς, καὶ οὕτως δυνήσεται ὁ ἀποκρινόμενος ἀποκρίνασθαι ἢ ναὶ ἢ οὔ· οὐ γὰρ ἀποκλείει ἡ προειρημένη ἐρώτησις τὴν τοιαύτην ἀπόκρισιν. καὶ δίκαιον δή φησιν εἶναι τότε παρὰ τοῦ διαλεγομένου τί ἐστι τόδε τι ἐρωτᾶν, ἢ ποσαχῶς τόδε τι λέγεται, ὅταν τῶν ἐρωτώντων ὁρισαμένων ἢ διελομένων μὴ συγκατάθηται ὁ ἐρωτώμενος ἢ τῇ διαιρέσει ἢ τῷ ὁρισμῷ τῷ ἐρωτηθέντι.

Ὅστις δὲ ἕνα λόγον πολὺν χρόνον ἐρωτᾷ, κακῶς πυνθάνεται.

`541`

Εἰ πᾶς ὁ ἁπλοῦς συλλογισμὸς ἐκ δύο προτάσεών ἐστιν, ὁ δὲ ἁπλοῦς καὶ εἷς — λόγον γὰρ τὸν συλλογισμὸν εἶπεν —, ὅστις οὖν τὸν τοιοῦτον λόγον πολὺν χρόνον ἐρωτᾷ, τουτέστι διὰ πολλῶν ἐρωτημάτων, κακῶς ἐρωτᾷ. σημειωτέον δὲ πάλιν ὅτι τῷ πυνθάνεσθαι καὶ ἐπὶ τῆς διαλεκτικῆς ἐρωτήσεως ἐχρήσατο. τοῦ δὲ τοὺς ἐνδιατρίβοντας πολὺν χρόνον τῷ ἕνα ἐρωτᾶν λόγον κακῶς ἐρωτᾶν τὴν αἰτίαν ἀποδέδωκεν. εἰ μὲν γὰρ ἀποκρινομένου τοῦ ἐρωτωμένου πρὸς ἕκαστον τῶν ἐρωτημάτων, δῆλός ἐστι πολλὰ ἐρωτῶν καὶ μάτην ἢ πολλάκις τὰ αὐτά· ἂν μὲν οὖν πολλάκις τὰ αὐτά, ἀδολεσχῶν, ἂν δὲ ἄλλοτε ἄλλο, ἀπορῶν συλλογίσασθαι τὸ προκείμενον καὶ ἐγχρονίζων ταῖς ἐρωτήσεσιν οὔσαις περιτταῖς καὶ ὑπὲρ τὸ δοκοῦν τι ποιεῖν πρὸς τὸ κείμενον. εἰ δὲ μὴ ἀποκρινομένου πρὸς τὰ ἐρωτώμενα ἐνδιατρίβει ταῖς ἐρωτήσεσιν, ἁμαρτάνει, ὅτι μὴ ἐπιτιμᾷ αὐτῷ καὶ ἀφίσταται ἀπʼ αὐτοῦ ὡς οὐ διαλεγομένου. ἕκαστον δὲ τούτων ἔστιν εὑρεῖν παρὰ Πλάτωνι. οὐ δεῖ δὲ ἡγεῖσθαι αὐτὸν ἐναντιούμενα λέγειν τοῖς εἰρημένοις περὶ τῆς κρύψεως, ὅτι δεῖ πολλὰς ἐρωτᾶν προτάσεις καὶ ἐναλλάσσοντα αὐτὰς τιθέναι· οὐ γὰρ ἦν ταῦτα ἐπὶ ἑνὸς λεγόμενα λόγου, ἀλλʼ ἐπὶ τοῦ ἐν ᾧ προσυλλογισμῶν ἔδει.

Ἔστι δὲ ἐπιχειρεῖν χαλεπὸν καὶ ὑπέχειν ῥᾴδιον τὰς αὐτὰς ὑποθέσεις.

`542`

Ὑποθέσεις μὲν νῦν λέγει τὰ προβλήματα, ἃ καὶ θέσεις ἐστὶν ἔθος αὐτῷ λέγειν· ἐπιχειρεῖν δὲ λέγει τὸ ἐρωτᾶν τε καὶ συλλογίζεσθαι· τὸ γὰρ ἐπιχείρημα διαλεκτικός ἐστι συλλογισμός· ὑπέχειν δὲ λέγει τὸ ἀποκρίνεσθαι. φησὶν οὖν τὰ αὐτὰ τῶν προβλημάτων τοῖς μὲν ἐρωτῶσί τε καὶ βουλομένοις δεικνύναι χαλεπὰ καὶ δύσδεικτα, τοῖς δὲ ἀποκρινομένοις ῥᾴδια πρὸς ἔνστασιν· ῥᾷον γὰρ ἐμποδίσαι τὸ χαλεπὸν δειχθῆναι τοῦ δεῖξαι· διὰ γὰρ τοῦτο χαλεπόν, ὅτι μὴ ῥᾴδιον ληφθῆναι τὰ διʼ ὧν δείκνυται· οὐ ῥᾴδιον δὲ διὰ τὸ πολλὰς ἔχειν ἐνστάσεις. καὶ εἰκότως· ὃ γὰρ χαλεπὸν τῷ ἐρωτῶντι, τοῦτο τῷ ἀποκρινομένῳ ῥᾴδιον, ὅτι ἔστιν αὐτοῖς ἡ σπουδὴ περὶ ἀντικειμένων, τῷ μὲν συλλογίσασθαι τὸ τοῦ τιθεμένου ἀντικείμενον, τῷ δὲ κωλῦσαι τοῦτο. τίνα δέ ἐστι τοῖς μὲν ἐπιχειροῦσι χαλεπὰ δειχθῆναι τῶν προβλημάτων τοῖς δὲ ἀποκρινομένοις ῥᾴδια, προστίθησι· φησὶ γὰρ τοιαῦτα εἶναι τά τε φύσει πρῶτα καὶ τὰ ἔσχατα. φύσει μὲν οὖν πρῶτα αἱ ἀρχαί· ἔσχατα δὲ τὰ πολὺ τῶν ἀρχῶν διεστῶτα. οὐχ ἡ αὐτὴ δὲ ἀμφοτέροις αἰτία τῆς χαλεπότητος ἀλλʼ ἀντικειμένη. τὰ μὲν γὰρ πρῶτα τὸ χαλεπὸν ἔχει, ὅτι μὴ οἷόν τε καὶ αὐτὰ διʼ ἄλλων δεικνύναι τῷ τὰ μὲν δεικνύμενα δείκνυσθαι διὰ πρώτων, τῶν δὲ πρώτων — γίνεται γὰρ ἡ τῶν ἀρχῶν γνῶσις οὐ διʼ ἀποδείξεως ἀλλὰ διʼ ὅρου —  <span class="gap">…</span> . ὡρίσθαι γὰρ δεῖ τὴν ἀρχὴν τί ποτέ ἐστιν, καὶ τοῦτο αὐτὴν ὑποθέμενον εἶναι χρῆσθαι αὐτῇ εἰς τὴν δεῖξιν τῶν μετʼ αὐτήν. ὁρίζεσθαι δὲ οὔτε αὐτοὶ ἀξιοῦσιν οἱ ἀποκρινόμενοι — οὐδὲ γὰρ τὴν ἀρχὴν διαλεκτικοῦ τὸ ἐρωτᾶν καὶ ἀξιοῦν λαμβάνειν παρὰ τοῦ ἀποκρινομένου τὸ τί ἐστι τὸ προτεινόμενον —, οὔτε τοῖς ἐπιχειροῦσι συγχωροῦσι ὁρίζεσθαι καλῶς, οὐδʼ ἀπʼ ἄλλου τινὸς μὴ ἀγνοουμένου πράγματος οἷόν τε περὶ αὐτοῦ δεικνύναι τι καὶ συλλογίζεσθαι. μάλιστα δʼ ἐπὶ τῶν ἀρχῶν τοῦτο συμβαίνει τῷ διὰ τούτων μόνων αὐτάς τε γνωρίμους γίνεσθαι καὶ ἀπὸ τούτων γίνεσθαι τοὺς πρὸς τὰ ἄλλα συλλογισμούς· ἀδύνατον δὲ χρῆσθαι ταῖς ἀρχαῖς ἀγνοουμέναις. τὰ μὲν οὖν πρῶτα τῇ φύσει διὰ τοῦτο δυσεπιχείρητα καὶ οὐ ῥᾴδια δειχθῆναι. τὰ δʼ ἔσχατα, ὅτι διὰ πολλῶν μέσων δείκνυται· τῷ γὰρ ἀπὸ τῶν ἀρχῶν τε καὶ πρώτων ἠρτῆσθαι τὴν γνῶσιν τούτων, ἢν μὴ ἀπὸ τούτων ἡ πρόοδος ἐπʼ αὐτὰ γίνηται, διὰ δέ τινων προσεχῶν, ἀσαφεῖς οἱ λόγοι καὶ τὰ ἐρωτώμενα αἰτίας δεόμενα. εἰ μὲν οὖν συνεχεῖς τις ἀπὸ τῶν ἀρχῶν προτάσεις λαμβάνοι, χαλεπὸν διὰ τὸ πλῆθος τῶν λαμβανομένων· πολλῶν γὰρ λαμβανομένων πολλῶν καὶ ἐνστάσεων ἀφορμαί. εἰ δʼ ὑπερβαίνων καὶ οὐ συνάπτων ταῖς ἀρχαῖς, ψευδεῖς καὶ σοφισματώδεις προτάσεις φαίνονται καὶ οὐ δεικνύουσαι τὸ προκείμενον· ῥᾴδιον δὲ πρὸς τὰς φαινομένας τοιαύτας ἐνίστασθαι. λέγει δὲ εἶναι δυσεπιχείρητα καὶ τὰ σφόδρα ἐγγὺς τῆς ἀρχῆς. ἔστι δὲ ταῦτα χαλεπὰ κατὰ τὸ ἐναντίον, ᾗ τὰ μὲν πόρρω διὰ τὸ πλῆθος τῶν μέσων, τὰ δʼ ἐγγὺς διʼ ὀλιγότητα· διὰ γὰρ τὸ μὴ εἶναι αὐτῶν μέσα, ἢ εἶναι μὲν ὀλίγα δέ, οὐ φανερὰ ἀλλὰ δύσκολος ἡ δεῖξις αὐτῶν. ἔτι διὰ τὴν ἐγγύτητα φαντασίαν ἀποτελοῦσιν οἱ περὶ τῶν τοιούτων λέγοντες ὡς τὸ ἐν ἀρχῇ αἰτούμενοι.

Τῶν δὲ ὅρων δυσεπιχειρητότατοι πάντων μάλιστά εἰσιν ὅσοι κέχρηνται καὶ τὰ ἑξῆς.

`543`

Δεδειγμένον ἐστὶ τὸ ῥᾷον εἶναι ἀνασκευάσαι ὅρον ἢ κατασκευάσαι. νῦν δὲ δείκνυσι τίνες αὐτῶν δυσχερεῖς εἰσιν ἀνασκευασθῆναι· τῶν γὰρ ὅρων, φησί, δυσεπιχειρητότατοι οἱ διὰ τούτων ἀποδεδομένοι ἃ ἄδηλά ἐστι διʼ ἀσάφειαν εἴτε ὁμώνυμά ἐστι καὶ τῶν πολλαχῶς λεγομένων εἴτε μή, ἢ διὰ τοιούτων ἃ μὴ γνώριμά ἐστιν εἴτε ὡς κύρια εἴληπται εἴτε ὡς κατὰ μεταφοράν. εἴρηκε γὰρ ἐν τῷ ἕκτῳ μὴ καλῶς ὁρίζεσθαι μήτε τοὺς διʼ ὁμωνύμων ὁριζομένους μήτε τοὺς μεταφορικῶς. ὅταν οὖν ἄδηλον ᾖ εἴτε ὁμώνυμόν ἐστι τὸ ὄνομα εἴτε μή, δυσεπιχείρητον γίνεται· ὁμοίως καὶ εἰ κυρίως τοῦ προκειμένου ἢ κατὰ μεταφορὰν εἰρημένου· διότι μὲν γάρ ἐστιν ἀσαφῆ εἴτε ἁπλῶς λέγεται εἴτε ὁμωνύμως, δυσεπιχείρητα, διότι δὲ ἄδηλα εἴτε κυρίως εἴτε κατὰ μεταφορὰν λέγεται, δυσεπιτίμητα. τοιοῦτός ἐστιν ὁ λόγος, εἴ τις ὁρίζει τὴν μονάδα τὸ ἐν ἀριθμοῖς ἄπειρον ἢ τὸ σημεῖον τὸ ἐν συνεχεῖ ἄπειρον· τὸ γὰρ ἄπειρον κατʼ ἀμφότερα ἀσαφές· οὔτε γὰρ γνώριμον εἰ ἁπλοῦν ἐστιν ἢ ὁμώνυμον, οὔτε φανερόν ἐστιν εἴτε κυρίως εἴτε μεταφορικῶς αὐτῷ κέχρηται. βούλεται γὰρ λέγειν τὸ πέρας μὴ ἔχον· ἄδηλον δὲ εἰ κυρίως ἄπειρον τὸ τοιοῦτον.

Ὅλως δὲ πᾶν πρόβλημα, ὅταν ᾖ δυσεπιχείρητον, ἢ ὅρου δεῖσθαι ὑποληπτέον.

`544`

Εἰπὼν δυσεπιχείρητα εἶναι «τά τε φύσει πρῶτα καὶ τὰ ἔσχατα», ἔτι τε «τὰ λίαν ἐγγὺς τῆς ἀρχῆς», ἀλλὰ καὶ τὰ ἄδηλα εἴτε ὁμώνυμόν τι ἔχει ἐν τῷ λόγῳ εἴτε μεταφορικῶς λεγόμενον, νῦν καθόλου περὶ αὐτῶν ἀντιστρέφει λέγων διʼ ἃς αἰτίας δυσεπιχείρητα τῶν προβλημάτων ἐστὶ τὰ τοιαῦτα. ὅταν γὰρ ἄδηλον μὲν ᾖ κατὰ τί πρὸς αὐτὸ χρὴ τὴν ἐπιχείρησιν ποιεῖσθαι, δυσεπιχείρητον τὸ τοιοῦτον. πᾶν δὲ τὸ δυσεπιχείρητον τοιοῦτόν ἐστιν ἢ διὰ τὸ ὅρου δεῖσθαι — διὸ εἶπε τὰ πρῶτα τῇ φύσει δυσεπιχείρητα εἶναι — ἢ τῶν πολλαχῶς λεγομένων ἔχειν τι ἐν ἑαυτῷ ἢ τῶν κατὰ μεταφορὰν λεγομένων ἢ διὰ τὸ ἐγγὺς τοῦ πρώτου εἶναι. λέγει δὲ τὰ τοιαῦτα ἀπορίαν ἐμποιεῖν μάλιστα καὶ πρῶτον διὰ τὸ ἄδηλον εἶναι τὸ προκείμενον, κατὰ τί τούτων χρὴ τὴν ἐπιχείρησιν τὴν πρὸς αὐτὸ ποιεῖσθαι, καὶ κατὰ τί ἡ ἐν αὐτῷ δυσχέρεια, πότερον διὰ τὸ ὅρου δεῖσθαι ἢ διὰ τὸ ὁμώνυμά τινα ἔχειν ἢ μεταφορὰν ἢ διὰ τὸ ἐγγὺς εἶναι τῆς ἀρχῆς. δεῖ οὖν εἰδέναι ὅτι παρά τι τούτων τὸ δυσεπιχείρητόν ἐστι· τούτου γὰρ ὄντος γνωρίμου ζητήσομεν κατὰ τί τούτων τὸ προκείμενον δυσεπιχείρητόν ἐστιν. εἰ μὲν γὰρ παρὰ τὸ ὅρου τινὸς δεῖσθαι τὸ πρόβλημα φαίνεται, πειρασόμεθα ὁρίζειν· εἰ δὲ διʼ ὁμωνυμίαν, διαιρεῖσθαι· εἰ δὲ μεταφορικῶς εἰρῆσθαι τοῦτο, δεικνύναι· εἰ δὲ παρὰ τὸ ἐγγὺς τῶν ἀρχῶν εἶναι, ζητεῖν τοὺς μεταξὺ ὅρους διʼ ὧν δειχθῆναι δυνήσεται.

Ἐν πολλαῖς τε τῶν θέσεων μὴ καλῶς ἀποδιδομένου τοῦ ὁρισμοῦ.

Δείξας ὅτι ἐν πολλοῖς τῶν προβλημάτων ἀναγκαῖόν ἐστι πρῶτον ὡρίσθαι τὸ πρᾶγμα, προστίθησι τοῦ προειρημένου δεικτικὸν καὶ τὸ πρὸς πολλὰ προβλήματα μὴ ῥᾴδιον εἶναι διαλέγεσθαι ἢ δεικνύναι τὸ ἐν αὐτοῖς ἀληθές, εἰ μὴ καλῶς εἴη ὁ ὁρισμὸς ὁ τῶν ἐν αὐτῷ πραγμάτων ἀποδεδομένος. ὅτι γὰρ ἓν ἑνὶ ἐναντίον ἐστίν, οὐχ οἷόν τε δεικνύναι μὴ καλῶς ὁρισθέντων τῶν ἐναντίων. ἂν γάρ τις λέγῃ ἐναντία εἶναι τὰ πολὺ ἀλλήλων διεστῶτα ἢ τὰ ἀλλήλων ἀναιρετικά, οὐχ οἷόν τε ἀπὸ τούτων ὁρμώμενον δεῖξαι ἓν ἑνὶ ἐναντίον· δύναται γὰρ καὶ πολλὰ πολὺ ἀφεστῶτα ἀλλήλων λαμβάνεσθαι, τοῦτο μὲν ἐν τῷ αὐτῷ γένει· τὸ γὰρ ξανθὸν καὶ τὸ ὠχρὸν πολὺ τοῦ λευκοῦ διεστᾶσι, ἀλλὰ καὶ ἀναιρετικά εἰσι τοῦ λευκοῦ, κἀκεῖνο τούτων· ἔστι δὲ πολὺ διεστῶτα καὶ ἐν διαφόροις γένεσι λαμβάνειν. ἀποδοθέντος δὲ αὐτῶν τοῦ λόγου, ὅτι τὰ πλεῖστον ἀλλήλων διεστῶτα ἐν τῷ αὐτῷ γένει,  <span class="gap">…</span> · πλεῖστον δὲ ἀλλήλων διεστάναι οὐχ οἷόν τε πλείω τῶν δύο· ἓν γὰρ ἑνὶ τὸ πλεῖστον διεστώς.

`545`

Ἔοικε δὲ κἀν τοῖς μαθήμασιν ἔνια διʼ ὁρισμοῦ ἔλλειψιν οὐ ῥᾳδίως γράφεσθαι.

`546`

Ὅτι οὐ μόνον ἐν τοῖς λόγοις καὶ ἐν τῷ διαλέγεσθαι ἀλλὰ καὶ ἐν τοῖς μαθήμασιν ἔνια διʼ ὁρισμοῦ ἔλλειψιν δυσαπολόγητά ἐστιν· τὸ γὰρ οὐ ῥᾴδιον ἀπογράφεσθαι εἶπεν ἀντὶ τοῦ «οὐ ῥᾴδιον ἀποδείκνυσθαι», συνιστὰς ὅτι ἐν πολλοῖς τῶν ὄντων προβλήμασιν ὁρισμοῦ δεῖ. παραδείγματι δὲ τοῦδε ὡς δεικνυμένῳ καὶ ἀσαφεῖ κέχρηται τῷ ὅτι ἡ παρὰ τὴν πλευρὰν τέμνουσα τὸ ἐπίπεδον ὁμοίως διαιρεῖ τήν τε γραμμὴν καὶ τὸ χωρίον. ἔστι δὲ τὸ λεγόμενον, ὅτι ἐὰν ἐπίπεδον παραλληλόγραμμον ᾖ, ἀχθῇ δʼ ἐν αὐτῷ μιᾷ τῶν πλευρῶν παράλληλος, ἡ παράλληλος ὁμοίως διαιρεῖ τὴν γραμμὴν καὶ τὸ πᾶν χωρίον, τουτέστιν ἐν τῇ αὐτῇ ἀναλογίᾳ. τοῦτο γὰρ ὁμοίως μὲν λεγόμενον οὐκ ἔστι γνώριμον· ῥηθέντος μέντοι τοῦ ὁρισμοῦ τοῦ ἀνάλογον γνώριμον γίνεται ὅτι ἀνάλογον ὑπὸ τῆς ἀχθείσης παραλλήλου τέμνεται ἥ τε γραμμὴ καὶ τὸ χωρίον. ἔστι δὲ ὁρισμὸς τῶν ἀναλόγων, ᾧ οἱ ἀρχαῖοι ἐχρῶντο, οὗτος· ἀνάλογον ἔχει μεγέθη πρὸς ἄλληλα ὧν ἡ αὐτὴ ἀνθυφαίρεσις· αὐτὸς δὲ τὴν ἀνθυφαίρεσιν ἀνταναίρεσιν εἴρηκε. τὰ δʼ ἀνάλογον ἔχοντα πρὸς ἄλληλα καὶ ὁμοίως ἔχειν πρὸς ἄλληλα λέγεται· διὸ εἶπεν ἔστι δὲ ὁρισμὸς τοῦ αὐτοῦ λόγου οὗτος ἀντὶ τοῦ «ἔστι δὲ ὁρισμὸς τοῦ ἀνάλογον». οὗ ῥηθέντος τοῦ ὅρου δῆλον γίνεται ὅτι ἡ παράλληλος ἀγομένη πλευρᾷ ἐν παραλληλογράμμῳ χωρίῳ ὁμοίως τέμνει καὶ ἀνάλογον τήν τε γραμμὴν καὶ τὸ χωρίον.

Ἁπλῶς δὲ τὰ πρῶτα τῶν στοιχείων τιθεμένων.

Εἰπὼν τὰ περὶ τῶν μαθημάτων καὶ χρησάμενος τῷ προειρημένῳ παραδείγματι, καὶ καθόλου, φησί, τὰ πρῶτα τῶν στοιχείων — ταῦτα δʼ ἂν εἴη καὶ τὰ ἐγγὺς τῆς ἀρχῆς καὶ τὰ διʼ ἐκείνων μόνων δεικνύμενα —, εἰ μὲν εἶεν οἱ ὁρισμοὶ τῶν ἀρχῶν γνώριμοι, οἷον τί σημεῖον, τί γραμμή, τί κύκλος, τί τρίγωνον, διʼ ὧν δείκνυται τὰ πρῶτα θεωρήματα, ῥᾴδια δειχθῆναι, οὐ διὰ πολλῶν δὲ τῷ μὴ πολλῶν τῶν μέσων, διʼ ὧν ἡ δεῖξις, εὐπορίαν εἶναι ἐπʼ αὐτῶν διὰ τὸ πλησίον τῶν ἀρχῶν, ὡς ἤδη προείρηται, εἶναι αὐτὰ καὶ διὰ τούτων δείκνυσθαι μόνων· εἰ δὲ μὴ εἶεν ὡρισμέναι αἱ ἀρχαί, ἢ χαλεπὸν ἢ καὶ ἀδύνατον περὶ τούτων ἀπόδειξιν γίνεσθαι. εἰπὼν δὲ περὶ τῶν κατὰ τὰ μαθήματα δείξεων καὶ τὸ χρήσιμον τὸ πρὸς τὰς ἀποδείξεις τῶν ὅρων συστήσας καὶ διὰ τούτου, φησὶν ὁμοίως τούτοις καὶ ἐπὶ τῶν λόγων ἔχειν, λόγους λέγων τὰς ἐπιχειρήσεις τὰς ἐν τῷ διαλέγεσθαι. δεῖ δέ, φησί, μὴ λανθάνειν ὅτι τὰ δυσεπιχείρητα τῶν προβλημάτων πέπονθέ τι τῶν εἰρημένων.

Ὅταν δὲ ᾖ πρὸς τὸ ἀξίωμα καὶ τὴν πρότασιν μεῖζον ἔργον διαλεγῆναι.

`547`

Θέσιν μὲν τὸ πρόβλημα λέγει, ἀξίωμα δὲ καὶ πρότασιν ἐκ παραλλήλου εἶπεν. λέγει δὲ περὶ τῶν εἰς τὴν τοῦ προβλήματος δεῖξιν λαμβανομένων προτάσεων. ἔστι δὲ ὃ ζητεῖ τοιοῦτον· ἂν ᾖ χαλεπώτερον, τουτέστι δυσκολώτερον, τὸ δεῖξαι τὴν λαμβανομένην εἰς τὸ προκείμενον πρόβλημα πρότασιν, ὅτι οὕτως ἔχει, τοῦ προβλήματος αὐτοῦ, τί χρὴ ποιεῖν; πότερον ἐπιχειρητέον καὶ εἰς τὴν πρότασιν καὶ πρόβλημα αὐτὴν ποιητέον, ἢ αὐτὴν μὲν θετέον χωρὶς δείξεως ὡς οὕτως ἔχουσαν, τὸ δʼ ἐξ ἀρχῆς προκείμενον μόνον δεικτέον ἔχον τὴν ἀπορίαν; ἂν μὲν γὰρ καὶ τὴν πρότασιν δεικνύῃ, δόξει μεῖζον ἔργον ἐπεισκυκλεῖν τοῦ προκειμένου· ἂν δὲ μὴ δείξας οὕτως ἐχούσης ἀξιώσῃ χρῆσθαι πρὸς τὸν τοῦ προβλήματος συλλογισμόν, δόξει δεικνύναι τε καὶ συλλογίζεσθαι καὶ ἀξιοῦν πιστεύειν τὸν ἀποκρινόμενον τῷ δεικνυμένῳ διʼ ἧττον πιστῶν. θεὶς δὲ τὴν ἀπορίαν αὐτὸς αὐτὴν διαιτᾷ, καὶ φησίν, ὅτι εἰ μὲν δέον μὴ ποιεῖν χαλεπώτερον τὸ πρόβλημα, θετέον τὴν πρότασιν καὶ χρηστέον αὐτῇ χωρὶς δείξεως ὡς οὕτως ἐχούσῃ πρὸς τὸ προκείμενον· εἰ δὲ δεῖ τοὺς συλλογισμοὺς καὶ τὰς τῶν προβλημάτων προτάσεις ἀεὶ διὰ γνωριμωτέρων ποιεῖσθαι, οὐ δεῖ χρῆσθαι ταῖς τοιαύταις προτάσεσιν ἄνευ δείξεως. διὸ ἐπιφέρει τὸ δεῖν ἐν μὲν ταῖς διδασκαλίαις μηδὲν τιθέναι, ὃ μὴ γνώριμον καὶ πρῶτόν ἐστι τοῦ δεικνυμένου διʼ αὐτοῦ· αἱ γὰρ ἐπιστημονικαὶ γνώσεις διὰ τοιούτων. ἐν δὲ τοῖς διαλόγοις καὶ ταῖς γυμνασίας χάριν γινομέναις ἐπιχειρήσεσι χρηστέον καὶ τοιαύταις προτάσεσιν, ἂν μόνον ἀληθεῖς φαίνωνται· οὐ γὰρ μόνον διʼ ὁποίων προτάσεων χρὴ διδάσκειν τε καὶ συλλογίζεσθαι· οὐδὲν γὰρ ἔλαττον ἔσται τὸ προκείμενον αὐτῶν καὶ τούτων χωρὶς δείξεως συγχωρουμένων· ὁ μὲν γὰρ ἀποδεικνύς τε καὶ διδάσκων διὰ πρώτων τε καὶ γνωρίμων ποιεῖται τοὺς συλλογισμούς, ὁ δʼ ἐπιχειρῶν διʼ ἐνδόξων. προκειμένου γὰρ δεῖξαι ὅτι πᾶσα ἡδονὴ ἀγαθόν, ὁ μὲν διαλεκτικὸς χρήσαιτʼ ἂν τῷ πᾶσαν ἡδονὴν εἶναι κατὰ φύσιν ὡς ἐνδόξῳ προτάσει· ᾗ προσλαβὼν τὸ πᾶν τὸ κατὰ φύσιν ἀγαθὸν εἶναι, ἔνδοξον καὶ αὐτὴν πρότασιν, δείξει τὸ προκείμενον. ὁ δʼ ἀποδεικνὺς ζητήσει πῶς πᾶσα ἡδονὴ κατὰ φύσιν, καὶ δείξει ὅτι ἐνέργεια τῆς κατὰ φύσιν δυνάμεως ἀνεμπόδιστος· τίς δὲ ἡ κατὰ φύσιν δύναμις καὶ πῶς ἐνέργεια, πλείονος λόγου δόξει δεῖσθαι τοῦ ἐξ ἀρχῆς προκειμένου. σημειωτέον δὲ ὅτι ἀξιώματα λέγει καὶ τὰς δεομένας ἀποδείξεως προτάσεις, ἀλλʼ οὐ μόνας τὰς ἀναποδείκτους, ὡς ἔθος αὐτῷ λέγειν ἐν τοῖς Ὑστέροις ἀναλυτικοῖς. δοκεῖ δέ τι ἡ λέξις ἀκατάλληλον ἔχειν ἡ ὅταν δὲ ᾖ πρὸς τὸ ἀξίωμα καὶ τὴν πρότασιν μεῖζον εἶναι διαλεγῆναι, ὅτι προσθεὶς τὸ ᾖ τὸ εἶναι πάλιν ἐπήνεγκεν. ἔστι δὲ ὁ νοῦς τῶν εἰρημένων «ὅταν δὲ ᾖ πρὸς τὸ ἀξίωμα μεῖζον ἔργον διαλεγῆναι ἢ πρὸς τὴν θέσιν.»

Ἔστι δὲ τοῦ μὲν ἐρωτῶντος τὸ οὕτως ἐπάγειν τὸν λόγον.

`548`

Τουτέστι τὰς ἐρωτήσεις οὕτω ποιεῖσθαι ὥστε διʼ αὐτῶν ποιεῖν τὸν ἀποκρινόμενον τὰ ἀδοξότατα λέγειν τῶν διὰ τὴν θέσιν ἀναγκαίων, τουτέστι τῶν τῇ θέσει καὶ τῷ προβλήματι, ᾧ παρίσταται ὁ ἀποκρινόμενος, ἀναγκαίως ἑπομένων ἢ τῶν δυναμένων δειχθῆναι διὰ συλλογισμοῦ ὡς ἑπομένων αὐτῷ. ἢ τὸ ἀναγκαίων τῆς διὰ συλλογισμοῦ δείξεως δηλωτικόν ἐστιν. ἔστι δὲ ἀδοξότατα τὰ παράδοξα καὶ τὰ ἀδύνατα· ἔστι δὲ παράδοξα τὰ τοῖς ἐνδόξοις ἐναντία, ἃ οὐ πάντως ἤδη καὶ ἀδύνατά ἐστιν. τοῦ δὲ καλῶς ἀποκρινομένου ἔργον ἐστὶ πρῶτον μὲν τὸ μὴ εἰς ταῦτα ἄγεσθαι ὡς ἀναγκάζεσθαι ἀδύνατα ἢ παράδοξά τινα διὰ τῶν ἀποκρίσεων συγχωρεῖν, δεύτερον δέ, εἰ ἕποιτο αὐτῷ τοιαῦτά τινα, τὸ μὴ διʼ αὑτὸν φαίνεσθαι συμβαίνειν τοῦτο ἀλλὰ διὰ τὸ πρόβλημα ὂν τοιοῦτον. τὸ μὲν οὖν προηγούμενον καὶ πρῶτον ἔργον τοῦ ἀποκρινομένου οὐκ εἶπε νῦν, τὸ δὲ δεύτερον, διʼ οὗ δῆλόν ἐστι καὶ τὸ πρῶτον· τοῦ γὰρ εἰρημένου τὰ παρεπόμενα παράδοξα ἢ ἀδύνατα δεικνύναι ὅτι διὰ τὸ οἰκεῖα εἶναι τοῦ προβλήματος ἕπεται αὐτῷ ἀλλʼ οὐ διʼ αὑτόν, τούτου χάριν καὶ τὴν ἀρχὴν φυλάττεσθαι δεῖ τοιοῦτόν τι συγχωροῦντα. οὐ τὴν αὐτὴν δέ φησιν ἁμαρτίαν εἶναι τό τε τὴν ἀρχὴν τοιούτῳ παρίστασθαι τῷ προβλήματι, ᾧ ἕπεταί τινα παράδοξα ἢ ἀδύνατα, καὶ τὸ διὰ τῶν ἀποκρίσεων περιάγεσθαι εἰς παράδοξά τινα ἢ ἀδύνατα καὶ ἀνομόλογα τῷ κειμένῳ· ἀμφότεραι μὲν γὰρ ἁμαρτίαι τοῦ ἀποκρινομένου, ἀλλὰ τὸ τοιούτοις παρίστασθαι οὐ κατὰ τὴν ἀπόκρισιν ἁμαρτάνοντος.

Ἐπεὶ δʼ ἐστὶν ἀδιόριστα τοῖς γυμνασίας καὶ πείρας ἕνεκα τοὺς λόγους ποιουμένοις.

`549`

Ἐπεὶ μὴ διώρισται, φησίν, ὑπό τινος τῶν πρὸ ἡμῶν οὗ χρὴ στοχάζεσθαι τὸν ἀποκρινόμενον ἐν ταῖς πειραστικαῖς τε καὶ διαλεκτικαῖς συνουσίαις—οὐ γὰρ πᾶσι τοῖς ἀποκρινομένοις οἱ αὐτοὶ σκοποί· ἄλλος μὲν γὰρ τοῖς μανθάνουσι σκοπός, ἄλλος δὲ τοῖς ἀγωνιζομένοις — εἰσὶ δὲ καὶ ἀγωνιστικαὶ καὶ σοφιστικαὶ συνουσίαι —, ἄλλος δὲ τοῖς ζητήσεως καὶ γυμνασίας χάριν κοινολογουμένοις· οὗτοι δέ εἰσιν οἱ διαλεκτικὰς τὰς συνουσίας ποιούμενοι· τῷ μὲν γὰρ τοῦ μαθεῖν χάριν ἀποκρινομένῳ τιθέναι καὶ ἀποκρίνεσθαι τὰ δοκοῦντα αὐτῷ προσήκει ἀληθῆ εἶναι· ἢ γὰρ βεβαιωθήσεται αὐτὰ ταῦτα διὰ τῆς διδασκαλίας, εἰ ἀληθῆ εἴη, ἢ μεταμαθήσεται, εἰ ἄλλα εἴη· οὐδεὶς γὰρ ἐπιχειρεῖ τὰ ψευδῆ διδάσκεσθαι· τοῖς δὲ ἀγῶνος χάριν κοινολογουμένοις — οὗτοι δέ εἰσιν οἱ μὴ διαλεκτικὰς τὰς συνουσίας ποιούμενοι· τοιοῦτοι δʼ οἱ σοφισταί — τὸ φαίνεσθαι σκοπός· τῷ μὲν γὰρ ἐρωτῶντι τὸ φαίνεσθαι ἐλέγχειν τι διὰ τῶν ἐρωτήσεων· ὁ γὰρ σοφιστικὸς ἔλεγχος φαινόμενός ἐστι· καὶ τοῦτο βούλεται ὁ σοφιστικῶς ἐρωτῶν, ἢ ψευδόμενον δεικνύναι τὸν ἀποκρινόμενον ἢ παράδοξα λέγοντα ἢ ἀδολεσχοῦντα ἢ σολοικίζοντα· τῷ δʼ ἀποκρινομένῳ σκοπὸς τὸ μηδὲν τούτων φαίνεσθαι πάσχοντα —ἐν δὲ ταῖς διαλεκτικαῖς συνουσίαις, αἳ οὔτε ἀγῶνος χάριν γίνονται οὔτε διδασκαλίας ἀλλὰ πείρας καὶ γυμνασίας ἕνεκεν, ἐπεὶ οὐδέπω διήρθρωται ὑπό τινος ἄλλου, οὗ δεῖ στοχάζεσθαι τὸν ἀποκρινόμενον καὶ ποῖα συγχωρεῖν ποῖα δὲ μή, εἰ μέλλοι διαλεκτικῶς ἀποκρίνεσθαι τὴν οἰκείαν θέσιν, πειραθῶμεν ἡμεῖς εἰπεῖν τι περὶ αὐτῶν καὶ διορίσαι.

Ἀνάγκη δὴ τὸν ἀποκρινόμενον ὑπέχειν λόγον.

`550–551`

Ἄνωθεν ἀρξάμενος, τίνων δεῖ στοχάζεσθαι τὸν ἐν ταῖς διαλεκτικαῖς συνουσίαις ἀποκρινόμενον, λέγει. ἐπεὶ τοίνυν πᾶς ὁ ἀποκρινόμενος καὶ ὑπέχων λόγον τινὶ θέμενός τινα θέσιν καὶ πρόβλημά τι περὶ τούτου ὑπέχει λόγον, τοῦτο δʼ ἀνάγκη ἢ ἔνδοξον ἢ ἄδοξον εἶναι ἢ μηδέτερον, τουτέστιν μήτʼ ἔνδοξον μήτʼ ἄδοξον, καὶ ἔνδοξον καὶ ἄδοξον ἢ ἁπλῶς ἢ ὡρισμένως· ἔστι δʼ ἁπλῶς μὲν ἔνδοξα τὰ κατὰ τὴν πάντων δόξαν ἢ τῶν πλείστων, ὡς τὸ τὴν ὑγείαν αἱρετὸν εἶναι, ὡρισμένως δʼ ἔνδοξα τὰ τῷδέ τινι τῶν ἐνδόξων ἑπόμενα, οἷον Πλάτωνι ἢ Ἀριστοτέλει ἢ Γαληνῷ ἢ καὶ αὐτῷ τῷ ἀποκρινομένῳ· ἄδοξα δʼ ἁπλῶς μὲν τὰ τοῖς ἐνδόξοις ἀντικείμενα· τοιαῦτα δʼ ἂν εἴη τὰ παρὰ τὰς τῶν πάντων ἢ τῶν πλείστων δόξας λεγόμενα· ὡρισμένως δὲ τὰ μαχόμενα τοῦ τινὸς ὄντος ἐνδόξου τῇ δόξῃ, ὡς φέρε εἰπεῖν τὴν ψυχὴν μὴ εἶναι ἀθάνατον, ἐπεὶ μάχεται τῇ Πλάτωνος δόξῃ· οὔτε δὲ ἔνδοξον οὔτε ἄδοξόν ἐστι πρόβλημα περὶ οὗ ἤτοι οὐδετέρως δοξάζουσιν, οἷον τὸ περιττοὺς ἢ ἀρτίους εἶναι τοὺς ἀστέρας, ἢ περὶ οὗ ἐπʼ ἴσης ἀμφοτέρως, οἷον περὶ τοῦ ἄπειρον εἶναι ἢ μὴ εἶναι, ἢ τὸ εἶναι ἐπιστήμας τὰς ἀρετὰς ἢ πάλιν μὴ εἶναι. διαφέρειν δʼ οὐδὲν ἔφη, ἄν τε ἁπλῶς τὸ πρόβλημα ἔνδοξον ἢ ἄδοξον ᾖ, ὑπὲρ οὗ τὸν λόγον ὁ ἀποκρινόμενος ὑπέχει, ἄν τε ὡρισμένως· ἐπʼ ἀμφοτέρων γὰρ ὁ αὐτὸς τρόπος τοῦ καλῶς ἀποκρίνεσθαι. τίς δέ ἐστιν, αὐτὸς ἑξῆς λέγει. ἐπεὶ γὰρ ὁ ἐρωτῶν διαλεκτικῶς εἰς ἀντίφασιν περιάγειν τὸν ἀποκρινόμενον βούλεται τοῦ προβλήματος ᾧ παρίσταται, ἔστι δὲ τοῦ μὲν ἀδόξου προβλήματος ἔνδοξον τὸ ἀντικείμενον, τοῦ δὲ ἐνδόξου ἄδοξον, ἂν μὲν ἄδοξον ἁπλῶς ᾖ τὸ κείμενον πρόβλημα, ᾧ παρίσταται ὁ ἀποκρινόμενος, δῆλον μὲν ὅτι δεῖ ἁπλῶς ἔνδοξον εἶναι τὸ τούτῳ ἀντικείμενον· τοιοῦτον δὴ τοῦ ἐλέγχου τοῦ ἀδόξου προβλήματος τὸ συμπέρασμα δεῖ γίνεσθαι. ἐπεὶ δὲ ὁ καλῶς συλλογιζόμενος καὶ δεικνύς τι διαλεκτικῶς ἐκ γνωριμωτέρων αὐτὸ καὶ ἐνδοξοτέρων δείκνυσι, δῆλον ὅτι καὶ ὁ τὸ ἁπλῶς ἔνδοξον δεικνὺς διʼ ἐνδοξοτέρων αὐτὸ ἂν καλῶς δεικνύοι. δεῖ δή, φησί, τὸν ὑπὲρ τοιαύτης θέσεως ἀποκρινόμενον μήτε τοῖς μὴ ἁπλῶς δοκοῦσι συγχωρεῖν, τουτέστι μηδὲν διδόναι ὃ μὴ ἁπλῶς ἐστιν ἔνδοξον, κἂν ἁπλῶς δέ τι ἔνδοξον ᾖ, μὴ μέντοι τοῦ ὀφείλοντος γενέσθαι συμπεράσματος ἐνδοξότερον, μηδὲ τοῦτο συγχωρεῖν· οὐ γὰρ διαλεκτικοῦ τὸ συγχωρεῖν τῷ ἐρωτῶντι συλλογίζεσθαί τι ἔνδοξον διʼ ἧττον ἐνδόξων. ταῦτα δὲ λέγων δοκεῖ ὑπεναντίως τῇ προθέσει τοῦ ἀποκρινομένου λέγειν· πρόκειται μὲν γὰρ αὐτῷ μὴ περιαχθῆναι εἰς τὴν ἀντίφασιν· ὁ δὲ ταῦτα ἀξιοῖ συγχωρεῖν αὐτὸν ἐξ ὧν τὸ ἀντικείμενον τῇ ἀδόξῳ θέσει συναχθήσεται. ἢ ἐκ πάντων μὲν ὧν ὁ ἐρωτώμενος συγχωρεῖ, οὐ συναχθήσεται ὑπὸ τοῦ ἐρωτῶντος, εἴ γε ἐρωτᾷ διʼ ὧν ἂν λάθοι συνάξων τὸ ἀντικείμενον τοῦ διαλεκτικῶς ἀποκρινομένου μὴ συγχωροῦντος, ἀλλὰ διʼ ἐνδοξοτέρων τοῦ προκειμένου. μόνοις οὖν τοιούτοις συγχωρητέον, ὧν εἴπερ εὐπορεῖ ὁ ἐρωτῶν, συνάγοιτο ἂν τὸ προκείμενον. εἰ δὲ μή, εἴη ἂν διαλεκτικῶς κωλυόμενος ὑπὸ τοῦ ἀποκρινομένου συνάγειν, ἀξιοῦντος αὐτὸν διʼ ἐνδοξοτέρων αὐτὸ δεικνύναι τῷ ἔνδοξον εἶναι τὸ δεῖν τὰ δεικνύμενα διὰ γνωριμωτέρων δείκνυσθαι. ὥστε ἐν οἷς λόγοις ἔνδοξον ἁπλῶς τὸ συμπέρασμα δεῖ γίνεσθαι, ἐν τούτοις δεῖ τὸν ἀποκρινόμενον μόνα ταῦτα τιθέναι ἃ ἔνδοξά ἐστιν ἁπλῶς καὶ ἐνδοξότερα τοῦ διʼ αὐτῶν συμπεράσματος. εἰ δʼ εἴη πάλιν ἔνδοξος ἁπλῶς ἡ θέσις, δῆλον μὲν ὅτι τὸ ἀντικείμενον αὐτῇ ἄδοξον ἔσται. δεῖ δέ, φησί, τὸν ἀποκρινόμενον πάλιν ἔνδοξα διδόναι, ἀλλὰ καὶ τῶν ἀδόξων ὅσα ἧττον ἄδοξά ἐστι τοῦ ἐσομένου συμπεράσματος· οὕτως γὰρ πάλιν ἔσται τοιαῦτα συγχωρῶν διʼ ὧν μόνων οἷόν τε καλῶς συλλογίζεσθαι τὸ προκείμενον τὸν ἐρωτῶντα· τοῦ γὰρ ἀδόξου τὰ ἔνδοξα γνωριμώτερα καὶ τὰ ἧττον ἄδοξα.

Φανερὸν ὡς ἀδόξου μὲν ὄντος ἁπλῶς τοῦ κειμένου οὐ δοτέον τῷ ἀποκρινομένῳ.

Ἀντὶ τοῦ «οὐκ ὀφείλει ὁ ἀποκρινόμενος συγχωρεῖν τῷ ἐρωτῶντι τὰ ἀδοξότερα τοῦ βουλομένου παρὰ τοῦ ἀποκρινομένου συναχθῆναι συμπεράσματος.»

Καὶ τῶν μὴ δοκούντων ὅσα ἧττόν ἐστιν ἄδοξα τοῦ συμπεράσματος· ἱκανῶς γὰρ ἂν δόξειε διειλέχθαι.

Τὸ ἱκανῶς γὰρ ἂν δόξειε διειλέχθαι σημαντικόν ἐστι τοῦ «οὐ γὰρ δόξει παραβαίνειν τὴν διαλεκτικὴν συνουσίαν ὁ ἀποκρινόμενος οὕτως»· δεῖ γὰρ τοὺς γυμνασίας χάριν τὰς συνουσίας ποιουμένους συνεργεῖν ἀμφοτέρους πρὸς τὸ διαλεκτικὸν γίνεσθαι τὸν συλλογισμόν. ἐπὶ τῶν τοιούτων δὲ προβλημάτων ὁ τοῖς ἐνδόξοις μόνοις συγχωρῶν διαλεκτικῶς ἐμποδίσει τὸ προκείμενον· οὐ γὰρ ῥᾴδιον διαλεκτικὰς προτάσεις εὑρεῖν.

Ὁμοίως δέ, εἰ μήτʼ ἄδοξος μήτʼ ἔνδοξός ἐστιν ἡ θέσις.

`552`

Εἰ μήτʼ ἔνδοξος μήτʼ ἄδοξος εἴη ἡ θέσις, πάλιν δεῖ τὸν ἀποκρινόμενον τά τε ἁπλῶς ἔνδοξα τιθέναι καὶ τὰ ἐνδοξότερα τοῦ μήτε ἐνδόξου μήτε ἀδόξου· διὰ γὰρ τῶν τοιούτων δεικνύοιτʼ ἂν διαλεκτικῶς· τοιοῦτον γὰρ δεῖ τὸ συμπέρασμα γίνεσθαι τὸ ἀντικείμενον τῇ τοιαύτῃ θέσει ὁποία καὶ ἡ θέσις. οὐ δὲ πρὸς τὰ τοιαῦτα ῥᾴδιον εὐπορεῖν ἐνδόξων.

`553`

Πρὸς τὸ προκείμενον. ἐπεὶ τῶν προβλημάτων, ὑπὲρ ὧν ὑπέχει ὁ ἀποκρινόμενος λόγον, τὰ μὲν ἁπλῶς ἢ ἔνδοξα ἢ ἄδοξά ἐστι τὰ δὲ ὡρισμένως, καὶ ὡρισμένως ἢ τῷ ἄλλῳ τινὶ ἐνδόξῳ δοκεῖν οὕτως ἢ αὐτῷ τῷ ἀποκρινομένῳ λέγοντι «ἐμοὶ τοῦτο δοκεῖ ἔνδοξον», ἂν μὲν οὖν τὸ πρόβλημα τὸ προκείμενον ἁπλῶς ἔνδοξον ἢ ἁπλῶς ἄδοξον ᾖ, δεῖ τὸν ἀποκρινόμενον πρὸς τὰ ἁπλῶς ἔνδοξα ὁρῶντα τὴν σύγκρισιν τῶν ἐρωτωμένων τε καὶ συγχωρουμένων ποιεῖσθαι. οὔσης γὰρ τῆς θέσεως ἁπλῶς ἀδόξου, ἐπειδὴ τὸ συμπέρασμα ἁπλῶς ἔνδοξον γίνεσθαι δεῖ ἐκ τῶν ἁπλῶς ἐνδόξων, τοῖς ἐνδοξοτέροις χρὴ συγχωρεῖν. οὔσης δὲ ἐνδόξου ἁπλῶς, ἐπειδὴ τὸ συμπέρασμα ἁπλῶς ἄδοξον γίνεσθαι δεῖ, πάλιν τοῖς τε ἁπλῶς ἐνδόξοις χρὴ συγχωρεῖν καὶ τοῖς ἧττον ἀδόξοις τῶν ἁπλῶς ἀδόξων. εἰ δὲ μὴ εἴη ἁπλῶς ἔνδοξον ἢ ἄδοξον ἀλλʼ ὡρισμένως, ἐπεὶ τὸ ὡρισμένως ἔνδοξον ἢ ἄδοξον διττόν, τὸ μὲν αὐτῶν ἄλλῳ, τὸ δὲ τῷ ἀποκρινομένῳ, ἂν μὲν ᾖ τῷ ἀποκρινομένῳ δοκοῦν, δεῖ τὰς ἀποκρίσεις ποιεῖσθαι πρὸς τὰ αὐτῷ δοκοῦντα· δεῖ γὰρ τὸν δεικνύντα τὸ ἀντικείμενον τοῦ δοκοῦντος αὐτῷ συλλογισμὸν ἐκ τῶν τῷ θεμένῳ τὴν θέσιν δοκούντων ποιεῖσθαι. ἐὰν δὲ ᾖ τὸ πρόβλημα ἄλλῳ τινὶ δοκοῦν, ᾧ παρίσταται ὁ ἀποκρινόμενος, δεῖ, φησίν, αὐτὸν τῆς ἐκείνου δόξης στοχαζόμενον καὶ διδόναι ἃ δίδωσι καὶ ἀρνεῖσθαι ἃ ἀρνεῖται, σκοπὸν ἔχοντα τοιαῦτα συγχωρεῖν ἅ ἐστιν ἐνδοξότερα τοῦ δειχθησομένου. οἱ γοῦν παριστάμενοι τῇ Ἡρακλείτου δόξῃ τῇ λεγούσῃ τὸ ἀγαθὸν καὶ τὸ κακὸν εἶναι ταὐτὸν οὐ συγχωροῦσι τῷ λέγοντι μὴ δύνασθαι τὰ ἐναντία συνυπάρχειν, οὐχ ὡς αὐτοῖς μὴ δοκοῦν, ἀλλʼ ὡς Ἡρακλείτῳ οὕτως οὐκ ἐδόκει, προστιθέντες δηλονότι τοῦτο. τὸ αὐτὸ δὲ τοῦτο ποιοῦσι καὶ οἱ παρʼ ἀλλήλων δεχόμενοι τὰς θέσεις· στοχάζονται γὰρ τῆς ἐκείνων δόξης, καὶ ὡς ἐκεῖνοι ἀπεκρίνοντο, οὕτω καὶ αὐτοὶ πειρῶνται τὰς ἀποκρίσεις ποιεῖσθαι· ὡς ποιεῖ ἐν τῷ Πλάτωνος Φιλήβῳ ὁ Πρώταρχος διαδεξάμενος παρὰ Φιλήβου τὸ πρόβλημα. φανερὸν οὖν φησι γεγονέναι τίνων δεῖ στοχάζεσθαι τὸν ἀποκρινόμενον, εἴτε ἁπλῶς εἴη ἔνδοξον τὸ κείμενον εἴτε τινί.

Ἐπεὶ δὲ ἀνάγκη πᾶν τὸ ἐρωτώμενον ἢ ἔνδοξον εἶναι ἢ ἄδοξον ἢ μηδέτερον.

`554–555`

Εἰπὼν τὰς τῶν προβλημάτων διαφορὰς καὶ διδάξας πῶς πρὸς ἕκαστον αὐτῶν χρὴ τὰς ἀποκρίσεις ποιεῖσθαι καὶ τίνων στοχάζεσθαι, νῦν περὶ αὐτῶν τῶν ἐρωτωμένων λέγει, καὶ τούτων τὴν διαίρεσιν ποιεῖται, καὶ δείκνυσι πρὸς τίνα χρὴ βλέποντα ἑκάστην τῶν ἐρωτωμένων προτάσεων ἢ διδόναι ἢ μὴ διδόναι· οὕτως γὰρ διὰ τοῦ τοῦτο ποιεῖν δυνησόμεθα τοῦ προκειμένου σκοποῦ τυγχάνειν. ἔστι δὲ καὶ τῶν ἐρωτωμένων τὰ μὲν ἔνδοξα ἐρωτώμενα, ὡς τὸ θεὸν δεῖν σέβειν, γονεῖς τιμᾶν, νόμοις πείθεσθαι, τὴν ἀρετὴν ἀγαθὸν εἶναι, τὰ δὲ ἄδοξα, τὰ δὲ οὐδέτερα. καὶ αὕτη μὲν ἡ τῶν ἐρωτήσεων διαίρεσις παραπλησία τῇ τῶν προβλημάτων· καὶ γὰρ ἐκεῖνα κατὰ ταῦτα διεῖλε. προστίθησι δὲ τῇ τῶν ἐρωτήσεων διαιρέσει καὶ τὸ ἢ πρὸς τὸν λόγον αὐτὰς εἶναι ἢ μή. ἔστι δὲ πρὸς μὲν τὸν λόγον ταῦτα ὅσα συντελεῖ εἰς τὸν περὶ τοῦ προβλήματος γινόμενον συλλογισμόν, οὐ πρὸς τὸν λόγον δὲ ὅσα μηδὲν εἰς τὸ προκείμενον συντελεῖ ἀλλʼ ἔστι μάτην ἐρωτώμενα. οὔσης τοίνυν τῆς τῶν ἐρωτωμένων διαφορᾶς ἐν τούτοις, ἀνάγκη πᾶσαν ἐρώτησιν ἢ ἔνδοξόν τε εἶναι καὶ πρὸς τὸν λόγον ἢ ἔνδοξον μὲν μὴ πρὸς τὸν λόγον δέ, ἢ ἄδοξον μὲν πρὸς τὸν λόγον δὲ ἢ ἄδοξον καὶ οὐ πρὸς τὸν λόγον, ἢ οὔτε ἔνδοξον οὔτε ἄδοξον οὖσαν πρὸς τὸν λόγον εἶναι ἢ οὐ πρὸς τὸν λόγον. πῶς οὖν χρὴ πάλιν καθʼ ἑκάστην τῶν κατὰ τὰς τοιαύτας ἐρωτήσεις διαφορῶν ποιεῖσθαι τὴν ἀπόκρισιν, λέγει. ἂν μὲν οὖν ἔνδοξος ᾖ ἡ ἐρώτησις μὴ πρὸς τὸν λόγον δέ, δεῖ, φησί, τὸν ἀποκρινόμενον διδόναι αὐτὴν λέγοντα ὅτι ἔστιν ἔνδοξος· οὕτως γὰρ αὐτὸς μὲν εὐδοκιμήσει συγχωρῶν τοῖς ἐνδόξοις, ἀδοξήσει δʼ ὁ ἐρωτῶν μὴ δυνάμενος τῷ δοθέντι χρῆσθαι πρὸς τὸ προκείμενον καὶ ταῦτα ὄντι ἐνδόξῳ. ἐὰν δὲ ἄδοξον ᾖ τὸ ἐρωτώμενον καὶ μὴ πρὸς τὸν λόγον, δοτέον μὲν καὶ τοῦτο τῷ δοθέντι αὐτῷ μηδὲν ἕξειν χρῆσθαι τὸν ἐρωτήσαντα. ὑπὲρ μέντοι τοῦ μὴ δοκεῖν ἠλίθιον εἶναι συγχωροῦντα τοῖς ἀδόξοις αὐτὸ τοῦτο ἐπισημαντέον, ὅτι ἄδοξον μέν ἐστι, τίθησι δὲ αὐτὸ τοῦ λόγου χάριν καὶ τοῦ μαθεῖν πῶς ἐξ αὐτοῦ τὸ προκείμενον δείκνυται· καὶ γὰρ οὕτως πάλιν ἐν ἀδοξίᾳ γενέσθαι ποιεῖ τὸν ἐρωτήσαντα. ἂν δὲ ᾖ καὶ ἔνδοξον τὸ ἐρωτώμενον καὶ πρὸς τὸν λόγον, δεῖ, φησί, τὸν ἀποκρινόμενον ὁμολογεῖν μὲν τὸ ἐρωτώμενον ἔνδοξον εἶναι, λέγειν δὲ λίαν αὐτὸ ἐγγὺς εἶναι τοῦ προκειμένου καὶ τρόπον τινὰ διὰ τοῦ ἐρωτωμένου τὸ ἐν ἀρχῇ λαμβάνεσθαι· οὕτως γὰρ οὔτε ἐνίστασθαι τοῖς ἐνδόξοις δόξει οὔτε τι πάσχειν ὑπὸ τοῦ ἐρωτωμένου τῷ ὁμοιότητα αὐτοῦ δεικνύναι πρὸς τὸ δεικνύμενον. εἰ δὲ ἄδοξον μὲν εἴη τὸ ἐρωτώμενον πρὸς τὸν λόγον δέ, δεῖ, φησί, τὸν ἀποκρινόμενον λέγειν ὅτι τεθέντος μὲν αὐτοῦ δείκνυται τὸ προκείμενον, εὔηθες μέντοι τὸ ἐρώτημα καὶ ὑπὸ μηδενὸς νοῦν ἔχοντος τεθέν. εἰ δὲ μήτʼ ἔνδοξον μήτʼ ἄδοξον εἴη τὸ ἐρωτώμενον, εἰ μὲν μηδὲν εἴη πρὸς τὸν λόγον, δοτέον αὐτὸ τῷ μηδὲν ἕξειν αὐτῷ χρῆσθαι τὸν ἐρωτῶντα λαβόντα· εἰ δὲ εἴη πρὸς τὸν λόγον, τοῦτο αὐτὸ δεῖ, φησίν, ἐπισημαίνεσθαι τὸν ἀποκρινόμενον, ὅτι συγχωρηθέντος αὐτοῦ ἀναιρεῖσθαι συμβαίνει τὸ κείμενον. λέγει δὲ ὅτι ὁ διδοὺς τὰς τοιαύτας ἀποκρίσεις καὶ προορῶν τὸ συμβησόμενον οὐδὲν δόξει διʼ αὑτὸν πάσχειν — εἶπε γὰρ ἔργον εἶναι τοῦτο τοῦ καλῶς ἀποκρινομένου —, ὅ τε ἐρωτῶν δυνήσεται συλλογίζεσθαι διαλεκτικῶς, συγχωρουμένων αὐτῷ τῶν ἐνδοξοτέρων τοῦ συμπεράσματος. ἔστι δὲ διαλεκτικὴ συνουσία, ὅταν μηδέτερος τῶν ἐν τῷ λόγῳ τι παρανομῇ, ἀλλὰ τὸ αὐτῷ προσῆκον ποιῇ.

Ὅσοι δὲ ἐξ ἀδοξοτέρων τοῦ συμπεράσματος ἐπιχειροῦσι.

Ὅτι μὴ δεῖ τὸν διαλεκτικῶς ἀποκρινόμενον ταῖς ἀδόξοις προτάσεσι συγχωρεῖν δείξας, ἐκ τούτου, φησί, δῆλον ὅτι μηδὲ οἱ τὰ τοιαῦτα ἐρωτῶντες καὶ διʼ ἀδοξοτέρων τὰ ἐνδοξότερα πειρώμενοι συλλογίζεσθαι διαλεκτικῶς ἐρωτῶσιν· οἷς γὰρ ἂν μὴ ᾖ συγχωρεῖν διαλεκτικῶς, τούτοις βούλεσθαι χρῆσθαι οὐ διαλεκτικοῦ.

Ὁμοίως δὲ καὶ ἐπὶ τῶν ἀσαφῶς καὶ πλεοναχῶς λεγομένων ἀπαντητέον.

`556`

Πῶς ἐπὶ τῶν ἀσαφῶς καὶ πλεοναχῶς λεγομένων καὶ πῶς ἐπὶ τῶν σαφῶς καὶ ἁπλῶς ἀποκριτέον, νῦν διδάσκει. ἐπεὶ γὰρ γίνονταί τινες ἐρωτήσεις ἀσαφεῖς καὶ διά τινων πλεοναχῶς λεγομένων, πῶς χρὴ τὸν ἀποκρινόμενον πρὸς τὰς τοιαύτας ἐρωτήσεις ἐνίστασθαι, λέγει νῦν. τὸ ὁμοίως δὲ εἰπὼν οὐχ ὅτι ὡς προείρηται — περὶ γὰρ ἄλλων προείρηται —, ἀλλὰ τὸ ὁμοίως λέγοι ἂν «κατὰ τὸν προειρημένον τρόπον.» ἐπεὶ γὰρ οὐ κεκώλυται ὁ ἀποκρινόμενος, ἂν μὴ νοῇ τὸ λεγόμενον, αὐτὸ τοῦτο ὁμολογεῖν, ἀλλʼ οὐδʼ ἀνάγκην ἔχει πολλαχῶς τινος λεγομένου ἢ ἁπλῶς ὁμολογῆσαι ἢ ἁπλῶς ἀρνήσασθαι, ἀλλὰ καὶ διελέσθαι καὶ διαστείλασθαί τι τῶν ἐρωτωμένων ἐξουσίαν ἔχει, οὕτως οὖν ἀσαφοῦς ὄντος οὐκ ὀκνητέον ὁμολογεῖν μὴ συνιέναι· τῶν γὰρ οὕτως ἐρωτώντων ἡ ἁμαρτία, οὐ τῶν ὁμολογούντων μὴ συνιέναι. συμβαίνει γὰρ πολλάκις παρὰ τὸ συγχωρεῖν τι ὂν ἀσαφὲς ἐλέγχεσθαι· οἷον ἐὰν ἐρωτῶντός τινος εἰ πᾶν τὸ πεπερασμένον πρός τι περαίνει, μὴ νοήσας ὁ ἀποκρινόμενος συγχωρήσῃ· συμβήσεται γὰρ αὐτῷ συγχωρεῖν τὸ παντὸς τοῦ πεπερασμένου ἐκτός τι εἶναι· διὸ οὐκ ἂν συνεχώρησε νοήσας τί σημαίνει τὸ πρός τι περαίνειν. εἰ μέντοι γνώριμον μὲν τὸ λεγόμενον εἴη, πολλαχῶς δὲ λέγοιτο, ἂν μὲν ἐπὶ πάντων οὕτως ἔχειν φαίνηται τῶν σημαινομένων διαιρουμένῳ, συγχωρητέον ἁπλῶς· τὸ γὰρ σωφρονεῖν αἱρετόν ἐστι κατὰ πάντα τὰ σημαινόμενα τοῦ αἱρετοῦ· καὶ γὰρ καλὸν καὶ ἡδὺ καὶ συμφέρον. ἂν δὲ μὴ ἐπί τινος, ἀρνητέον πάλιν ἁπλῶς· τὸ γὰρ ἓν εἶναι τὸ ὂν κατʼ οὐδὲν τῶν ὑπὸ τοῦ ἑνὸς σημαινομένων ἀληθές· οὔτε γὰρ γένει οὔτε εἴδει οὔτε ἀριθμῷ. ἂν δὲ ἐφʼ ὧν μὲν ἀληθὲς ᾖ τὸ λεγόμενον ἐφʼ ὧν δὲ ψεῦδος, τοῦτο αὐτὸ μηνυτέον, ὅτι πολλαχῶς λέγεται τῷ τὸ μέν τι οὕτως ἔχειν τῶν σημαινομένων τὸ δʼ οὔ· τὸ γὰρ τὸν κύνα ὑλακτικὸν εἶναι ἐπὶ μὲν τοῦ ζῴου πεζοῦ ἀληθεύει, οὐκ ἀληθὲς δὲ ἐπὶ τοῦ θαλασσίου. ἀξιοῖ δὲ κατʼ ἀρχὰς τὴν διαίρεσιν ποιεῖσθαι, μὴ μετὰ τὸ συμπέρασμα· τότε γὰρ ἄδηλον γίνεται, εἰ καὶ τὴν ἀρχὴν γνωρίζων, ὅτι πολλαχῶς λέγεται, οὕτω συνεχώρησεν ἢ ὡς κατὰ μόνον κατὰ τὸ ἀληθὲς τῶν σημαινομένων ὑπʼ αὐτοῦ διδούς. ἐὰν δέ, φησί, μὴ προειδῇ τὸ ἀμφίβολον, τουτέστι τὸ πολλαχῶς λεγόμενον — εἶδος γάρ τι τῶν πολλαχῶς λεγομένων τὸ ἀμφίβολον, ὡς εἴρηται ἐν τοῖς Σοφιστικοῖς ἐλέγχοις —, ἐὰν οὖν μὴ προειδῇ τὸ διττὸν τοῦ λεγομένου, ἀλλὰ κατὰ τὸ ἀληθὲς ὡς μόνον συγχωρήσας εἰς τὸ ἕτερον ψεῦδος ὂν περιτραπῇ, ὁμολογητέον καὶ ῥητέον ὅτι μὴ πρὸς τοῦτο βλέπων συνεχώρησεν, ἀλλὰ πρὸς ἐκεῖνο καθʼ ὃ ἦν ἀληθὲς τὸ λεγόμενον. ὅταν γὰρ ᾖ πλείω τὰ σημαινόμενα καὶ διάφορα — τὸ γὰρ πλειόνων ὄντων οὐ τῷ ἀριθμῷ λέγει ἀλλὰ κατὰ τὴν φύσιν διαφόρων —, ῥᾳδία ἡ ἀμφισβήτησις ὅτι μὴ κατὰ τοῦτο συνεχώρησεν· οἷον τὸ τὸν τυφλὸν ὁρᾶν ἢ τὸν σιγῶντα λαλεῖν. ἂν μέντοι σαφὲς ᾖ καὶ ἁπλοῦν τὸ ἐρωτώμενον, ἀξιοῖ ἁπλῶς ἢ ναὶ ἢ οὒ λέγειν τοὺς καλῶς ἀποκρινομένους, δεικνὺς πάλιν διὰ τούτων ὅτι μὴ πρὸς αὐτὰ χρὴ τὰ ἐρωτώμενα ἀμφισβητεῖν τὸν διαλεκτικῶς ἀποκρινόμενον.

Ἐπεὶ δὲ πᾶσα πρότασις συλλογιστικὴ ἢ τούτων τίς ἐστιν ἐξ ὧν ὁ συλλογισμὸς ἤ τινος τούτων ἕνεκα.

`557–558`

Συλλογιστικὴν μὲν πρότασιν λέγει τὴν συντελοῦσαν εἰς τὸν προκείμενον συλλογισμόν, ἣν εἶπε πρὸ ὀλίγου «πρὸς τὸν λόγον». λέγει δὲ τῶν συλλογιστικῶν προτάσεων, τουτέστι τῶν μὴ μάτην ἐρωτωμένων, τὰς μὲν εἶναι τοιαύτας ἐξ ὧν ὁ συλλογισμός, τουτέστιν ἐφʼ αἷς τὸ συλλογιστικῶς δεικνύμενον συμπεραίνεται, ἃς κἂν κυρίως τις εἴποι προτάσεις συλλογιστικάς, τὰς δὲ τῶν συλλογιστικῶν ἕνεκα προτάσεων ἐρωτᾶσθαι· τοιαῦται δέ εἰσιν αἱ εἰς σύστασιν τῶν συλλογιστικῶν προτάσεων λαμβανόμεναι, αἵ εἰσιν ἐν ταῖς ἐπαγωγαῖς. εἰρηκὼς δὲ πῶς χρὴ  <span class="gap">…</span> πρὸς τὰς μὴ συλλογιστικὰς μὲν τῶν συλλογιστικῶν δὲ χάριν ἐρωτωμένας, δῆλόν φησιν εἶναι, ὅταν ἑτέρου χάριν λαμβάνωνταί τε καὶ προτείνωνται καὶ μὴ τοῦ συμπεράσματος, τῷ πλείω τὰ ὅμοια ἐρωτᾶν, ὃ διʼ ἐπαγωγῆς ἢ ὁμοιότητος ὡς ἐπὶ τὸ πολὺ πειρῶνται τὰς συλλογιστικάς τε καὶ καθόλου προτάσεις παραλαμβάνειν, ὅταν μὴ ὦσιν αὐτόθεν τιθέμενοι. ἐξηγούμενος δέ, τίνα ἐστὶ τὰ πλείω ὅμοια, ἐπήγαγε τὸ ἢ διʼ ἐπαγωγῆς ἢ ὁμοιότητος ὡς ἐπὶ τὸ πολὺ τὸ καθόλου λαμβάνουσιν· ἐν μὲν γὰρ ταῖς ἐπαγωγαῖς πλείω ὅμοια ἐρωτᾶται. εἰπὼν δὲ τὸ ἢ διʼ ἐπαγωγῆς προσέθηκε τὸ ἢ διʼ ὁμοιότητος· τῷ γὰρ πολλὰ ὅμοια λαμβάνεσθαι δείκνυσιν ἡ ἐπαγωγὴ τὸ καθόλου διὰ τῶν καθʼ ἕκαστα. ἢ εἰπὼν τὴν ἐπαγωγὴν ὡς κοινότερον τὴν ὁμοιότητα ἐπήνεγκε· διʼ ὁμοιότητος γὰρ καὶ αἱ παραδειγματικαὶ προτάσεις δεικνύουσιν, οὐ μόνον αἱ ἐπακτικαί, ἀλλὰ καὶ αἱ διὰ παραβολῆς καὶ διʼ ἀναλογίας. τὸ δὲ ὡς ἐπὶ τὸ πολὺ προσέθηκεν, ὅτι πολλάκις καὶ διὰ προσυλλογισμοῦ κατασκευάζονται αἱ τοιαῦται προτάσεις· ἀλλὰ καὶ ὡς ἐναργεῖς τινες προτάσεις παραλαμβάνονται. πρὸς δὲ τὰς συντελούσας μὲν εἰς τὸν προκείμενον συλλογισμὸν προτάσεις καὶ διὰ τοῦτο δοκούσας εἶναι συλλογιστικὰς οὐ διὰ συλλογισμοῦ δὲ δεικνυούσας, δεῖ, φησίν, οὕτως ἀποκρίνεσθαι· τὰ μὲν καθʼ ἕκαστα πάντα θετέον, φησίν, ἂν ἀληθῆ ᾖ καὶ ἔνδοξα διʼ ὧν ἡ ἐπαγωγή, πρὸς δὲ τὸ καθόλου πειρατέον τὸ τοῖς καθʼ ἕκαστα ἐπιφερόμενον ἐνίστασθαι. οὐ γὰρ ὥσπερ ἐπὶ τοῦ συλλογισμοῦ ἐξ ἀνάγκης ἕπεται τοῖς τεθεῖσι τὸ ἐπʼ αὐτοῖς συμπέρασμα, οὕτω καὶ τοῖς ἐπακτικῶς λαμβανομένοις ἀναγκαίως ἕπεται τὸ καθόλου· οὐ γάρ, εἰ ἄνθρωπος καὶ κύων καὶ βοῦς τὴν κάτω γένυν κινεῖ, ἤδη καὶ πᾶν ζῷον. πρὸς δὴ τοῦτό φησι δεῖν πειρᾶσθαι φέρειν ἔνστασιν. οὐ γὰρ δὴ χωρὶς ἐνστάσεώς τινος χρὴ πρὸς τὸ συμπέρασμα ἀνανεύειν. τὸ γὰρ χωρὶς ἐνστάσεως, ἢ οὔσης ἢ δοκούσης, κωλύειν τὸν λόγον περαίνεσθαι δυσκολαίνειν ἐστί φησίν, οὖσαν μὲν ἔνστασιν λέγων τὴν ὡς ἀληθῶς κωλύουσαν τὸ συμπέρασμα· οἷον πᾶν τὸ ἔκ τινων εἴς τι μεταβάλλον κινεῖται· οὐ γάρ, εἰ ἡ κατὰ τὸ ποσὸν καὶ ἡ κατὰ τόπον καὶ ἡ κατὰ τὸ ποιόν, ἤδη καὶ πᾶσα· ἡ γὰρ γένεσις καὶ ἡ φθορὰ μεταβολαὶ μὲν ἔκ τινός εἰσιν, οὐ μὴν καὶ κινήσεις· τὸ μὲν γὰρ κινούμενον εἶναι δεῖ καὶ σώζεσθαι τὸ αὐτό· ἐπὶ δὲ τούτων τῶν μεταβολῶν οὐ σώζεται τὸ αὐτὸ τὸ μεταβάλλον. δοκοῦσαν δὲ ἔνστασιν λέγει ὁ πρὸς τὸν δεικνύντα ἴσα εἶναι διʼ ἐπαγωγῆς τὰ μήτε ὑπερβάλλοντα μήτε ἐλλείποντα ἐνιστάμενος καὶ λέγων τὴν κατὰ ἀνάλογον τιμὴν ἴσην μὲν εἶναι, εἴ γε ὁ δίκαιος καὶ τὸ δίκαιον ἴσον, οὐ μὴν τοιαύτην εἶναι ὥστε μήτε ὑπερβάλλειν μήτε ἐνδεῖν· ἐν γὰρ τῇ τοιαύτῃ νομῇ τοῖς μὲν πλέον τοῖς δὲ ἔλαττον νέμεται. φαινόμενον δέ ἐστιν· οὐ γὰρ ταὐτὸν τὸ ἁπλῶς ἴσον, περὶ οὗ ὁ λόγος ἦν, καὶ τὸ μετὰ προσθήκης τῆς κατὰ ἀναλογίαν.

`559`

Εἰπὼν δὲ δυσκολαίνειν τοὺς χωρὶς ἐνστάσεως ἀνανεύοντας πρὸς τὸ συμπέρασμα, τί ἐστι δυσκολαίνειν, ὕστερον λέγει φήσας ἔστι γὰρ ἡ ἐν λόγοις δυσκολία ἀπόκρισις παρὰ τοὺς εἰρημένους τρόπους συλλογισμοῦ φθαρτική. δυσκολαίνει γὰρ ὁ μὴ διὰ προσηκουσῶν ἀποκρίσεων φθείρων καὶ κωλύων γίνεσθαι συλλογισμόν· τίνες δὲ αἱ προσήκουσαι ἀποκρίσεις, εἴρηται. εἰπὼν δὲ δυσκολαίνειν τοὺς χωρὶς ἐνστάσεως ἀνανεύοντας πρὸς τὸ συμπέρασμα, λέγει ἔτι μᾶλλον τοῦτο ποιεῖν, εἰ μηδʼ ἀντεπιχειρεῖν πρὸς τὸ δεικνύμενον ἔχων τις καὶ δεικνύναι αὐτὸ διά τινων ὅτι μὴ ἀληθὲς μὴ συγχωροίη αὐτῷ. ἔστι δὲ τὸ ἀντεπιχειρεῖν τὸ πρὸς τὰ λεγόμενα μὲν μὴ φέρειν ἔνστασιν, ἐπιχειρεῖν δὲ διʼ ἄλλων τινῶν καὶ αὐτὸν πάλιν συλλογίζεσθαι ὅτι μὴ ἀληθὲς τὸ δεικνύμενον. ὁ γὰρ πρὸς μὲν τὸν δεικνύντα λόγον ὅτι ἡ ψυχὴ οὐκ ἀθάνατος διὰ τὸ εἶδος αὐτὴν ἔνυλον εἶναι, μηδὲν δὲ ἔνυλον εἶδος χωριστὸν εἶναι τῆς ὕλης, μὴ ἐνιστάμενος, δεικνύναι δὲ πειρώμενος διʼ ἄλλων τινῶν πάλιν αὐτὴν ὅτι ἔστιν ἄφθαρτος, ἤτοι διὰ τοῦ λαμβάνειν ὅτι αἱ μὲν μαθήσεις ἀναμνήσεις ἢ ὅτι αὐτοκίνητος, ἀντεπιχειρεῖ, οὐκ ἐνίσταται. εἰπὼν δʼ ἔτι μᾶλλον δυσκολαίνειν τοὺς μὴ ἀντεπιχειροῦντας  <span class="gap">…</span> · οὐ γάρ, εἴ τινα λόγον ἐναντίον ταῖς κοιναῖς ἐννοίαις δύσλυτον ὄντα παρέχεταί τις ἀντεπιχειρῶν πρὸς τὰ δεικνύμενα, ἤδη διὰ ταύτην τὴν αἰτίαν οὐ χρὴ τιθέναι τὰ ἐναργῆ τῷ δεικνύντι. οὐ γάρ, εἰ δεικνύντος τινὸς διʼ ἐπαγωγῆς, ὅτι πᾶν ζῷον κινητόν ἐστι καὶ κινεῖται, ἀντεπιχειρῶν τις τὸν Ζήνωνος λόγον  <span class="gap">…</span> τὸν ἀναιροῦντα κίνησιν διὰ τὸ δεῖν τὸν κινούμενόν τι διάστημα πρῶτον αὐτοῦ τὸ ἥμισυ διελθεῖν, τοῦτο δὲ μὴ οἷόν τε τῷ κἀκείνου πάλιν ὀφείλειν αὐτὸν τὸ ἥμισυ διελθεῖν, κἀκείνου πάλιν ὁμοίως, ἀπείρων δὲ ὄντων τῶν ἡμίσεων ἀδύνατον εἶναι πάντα αὐτὰ διεξελθεῖν — τὸ γὰρ μέγεθος ἐπʼ ἄπειρον διαιρετόν, ἀδύνατον δὲ ἐν πεπερασμένῳ τὰ ἄπειρα διελθεῖν —, οὐ δεῖ διὰ τοῦτο μὴ συγχωρεῖν, οὐδʼ εἰ τῆς ἐπαγωγῆς τι διʼ ἐναργῶν γίνεται. εἰπὼν δὲ μηδὲ τὸ ἀντεπιχειρεῖν ἱκανὸν εἶναι πρὸς τὸ κωλῦσαι τὸ διὰ τῆς ἐπαγωγῆς συμπέρασμα, ἐπήνεγκεν ὅτι ὁ μήτε ἐνίστασθαι ἐπὶ τίνων οὐχ οὕτως μήτε ἀντεπιχειρεῖν ἔχων καὶ μὴ συγχωρῶν τῷ συμπεράσματι δυσκολαίνει. δυσκολία δέ ἐστιν ἀπόκρισις παρὰ τὰς διαλεκτικὰς ἀποκρίσεις συλλογισμοῦ φθαρτική· ὁ γὰρ δυσκολαίνων οὐκ ἐᾷ τὸν ἐρωτῶντα συλλογίσασθαι ὃ βούλεται. καὶ ἔστιν ὁ τρόπος οὗτος τῆς δυσκολίας ἄλλος παρὰ τοὺς εἰρημένους· μήτε γὰρ ἀντιτιθεὶς ὁ ἀποκρινόμενος ὅτι ὁμώνυμόν ἐστι τὸ ἐρωτηθὲν ἢ ὅτι μεταφορικὸν ἢ ἀσαφές, ἀλλὰ μόνον ἀνανεύων κωλύει τὸν συλλογισμὸν καὶ τὴν διάλεξιν.

Ὑπέχειν δὲ καὶ θέσιν καὶ ὁρισμὸν αὐτὸν ἑαυτῷ.

Δεῖ, φησί, τὸν μέλλοντα περὶ ἐπιχειρήσεως προβλήματός τινος ἢ ὁρισμοῦ παρίστασθαι ὑπέχειν τινὰ λόγον καὶ ἀποκρίνεσθαι πρῶτον παρʼ ἑαυτῷ, προεπιχειρήσαντα εἰς αὐτὸ καὶ προδιαλαβόντα διʼ ὧν οἷόν τε αὐτὸ ἀναιρεῖν καὶ ταξάμενον πῶς χρὴ πρὸς αὐτὰ ἀποκρίνεσθαι. ῥᾷον γὰρ τὰς ἀποκρίσεις ποιεῖσθαι προεπεσκεμμένον περὶ τούτων πῶς ἀποκρίνεσθαι χρή· πρὸς γὰρ ταῦτα ἀποκρίνεσθαί τε καὶ ἐνίστασθαι χρὴ ἐξ ὧν ἐπιχειροῦσιν οἱ ἐρωτῶντες ἀναιρεῖν τὸ κείμενον. τὸ δʼ αὐτὸ εἶπε δεῖν ποιεῖν καὶ περί τινος ἐρωτᾶν μέλλοντα.

Ἄδοξον δὲ ὑπόθεσιν εὐλαβητέον ὑπέχειν.

`560`

Παραινεῖ καὶ ἀδόξῳ ὑποθέσει μὴ παρεστάναι, ὑπόθεσιν τὸ πρόβλημα καὶ τὴν θέσιν λέγων. ἄδοξος δὲ ὑπόθεσίς ἐστι διχῶς· καὶ γὰρ διʼ ἣν ἀνάγκη τινὰ λέγειν ἄτοπα καὶ παράδοξα· τῷ γὰρ πάντα κινεῖσθαι καθʼ Ἡράκλειτον λέγοντι συμβήσεται τὸ αὐτὸ τὸ κινεῖσθαι ἀναιρεῖν, εἴ γε ἡ μὲν κίνησις τοῦ τινὸς μεταβάλλοντος ἢ κατὰ τόπον ἢ κατὰ ποσὸν ἢ ποιόν, κατὰ δὲ τοὺς πάντα ῥεῖν λέγοντας οὐδὲν οἷόν τε τὸ αὐτὸ οὐδὲ πρὸς ὀλίγον ὑπομεῖναι. ἔτι εἰ πάντα κινεῖται συνεχῶς, οὐδʼ αὐτὸ τοῦτο τὸ πάντα κινεῖσθαι μένει. τῷ δὲ μηδὲν κινεῖσθαι λέγοντι ἕποιτʼ ἂν μὴ εἶναι κίνησιν παρὰ τὰ ἐναργῆ. τὰ μὲν οὖν τῶν προβλημάτων διὰ τοῦτό ἐστιν ἄδοξα, τὰ δὲ τῷ εἶναι χείρονος ἤθους τὴν αἵρεσιν αὐτῶν καὶ ὑπεναντίαν ταῖς τῶν ἀνθρώπων βουλήσεσιν· οὐ γὰρ ὡς γυμνασίας χάριν τοῖς μεταχειριζομένοις τὰ τοιαῦτα προσέχουσιν οἱ ἀκούοντες, ἀλλʼ ὡς αἱρουμένους αὐτὰ μισοῦσιν αὐτούς.

Ὅσοι δὲ τῶν λόγων ψεῦδος συλλογίζονται, λυτέον.

`561`

Ἐπεὶ ἀνάγκη, εἰ τὸ συμπέρασμα ψεῦδός ἐστι, τούτου καὶ τῶν προτάσεων τινὰ ἢ τινὰς ψευδεῖς εἶναι, δῆλον ὅτι, εἰ μὲν εἴη πρότασις ψευδής, παρʼ ἐκείνην καὶ τὸ συμπέρασμα ψευδές, ὡς ἐπὶ τοῦ «τὸ ποιὸν σῶμα, ἡ δὲ ποιότης ποιόν, ἡ ποιότης ἄρα σῶμα»· τοῦ γὰρ ἐν τῷ συμπεράσματι ψεύδους αἰτία ἡ πρότασις ἡ τὸ ποιὸν σῶμα λαβοῦσα· ἡ γὰρ ἑτέρα ἀληθής. ἐπεὶ δὲ ἐνδέχεται καὶ πλείω τινὰ ψευδῆ εἰλῆφθαι, οὐ τὸν ὁτιοῦν τῶν κειμένων δείξαντα ψεῦδός φησι λύειν τὸν λόγον ἀλλὰ τὸν ἐκεῖνο παρʼ ὃ τὸ συμπέρασμα γέγονε τοιοῦτον· οὐ γὰρ πᾶσα ψευδὴς ληφθεῖσα πρότασις αἰτία ψευδοῦς συμπεράσματος, ἐπεὶ δέδεικται ὅτι καὶ ἐκ ψευδῶν προτάσεων ἀληθές τι συνάγεται. σαφὲς δὲ τὸ λεγόμενον διὰ τοῦ παραδείγματος πεποίηκεν· ὁ γὰρ συνάγων τὸν Σωκράτη γράφειν διὰ προτάσεων ἀμφοτέρων ψευδῶν «Σωκράτης κάθηται, πᾶς ὁ καθήμενος γράφει» οὐ παρὰ τὸ τὸν Σωκράτη λαβεῖν καθήμενον τὸ ψεῦδος συνάγει· καὶ γὰρ εἰ εἴη ἀληθής, οὐδὲν ἧττον ἦν ψευδὲς τὸ συμπέρασμα· οὐκ ἔστιν οὖν αἰτία τοῦ ψεύδους, οὐδʼ ὁ ταύτην δεικνὺς ψευδῆ λύει τὸν λόγον, ἀλλʼ ὁ τὴν λέγουσαν πᾶς ὁ καθήμενος γράφει· αὕτη γὰρ ἀεὶ ψευδής. τούτου δὲ σημεῖον, ὅτι εἰ παρὰ τὴν «Σωκράτης κάθηται» ἦν, μεταπεσόντος ἐκείνου μετέπιπτεν ἂν καὶ τὸ συμπέρασμα· νῦν δὲ ὡς ἂν ἔχῃ αὕτη, τὸ συμπέρασμα ψεῦδος.

Λέλυκε μὲν οὖν πάντως ὁ ἀνελὼν παρʼ ὃ γίνεται τὸ ψεῦδος.

Λύειν μὲν οὖν τὸν λόγον τοῦτόν φησι τὸν ἀναιροῦντα τὴν πρότασιν παρʼ ἣν τὸ τοιοῦτον συμπέρασμα. οὐ μὴν πάντως τὸν λύοντα ψευδῆ λόγον τῷ ἀναιρεῖν τὴν πρότασιν παρʼ ἣν τὸ τοιοῦτον ἤδη φησὶ καὶ εἰδέναι τὴν λύσιν· ἐνδέχεται γάρ τινα οὕτως ἀναιρεῖν τὴν πρότασιν τὴν αἰτίαν τοῦ συμπεράσματος ὡς ψευδῆ μόνον, οὐχ ὡς ἐν αὑτῇ τὴν αἰτίαν ἔχουσαν τοῦ εἶναι τὸ τοιοῦτον συμπέρασμα. ὁ δὴ οὕτως ἀναιρῶν λύσει μὲν τὸν λόγον, οὐκ εἴσεται δὲ αὐτοῦ τὴν λύσιν· ἐν πᾶσι γὰρ ἡ τῆς αἰτίας γνῶσις ἡ τῆς ἐπιστήμης αἰτία· ἰατρὸς γὰρ ἐπιστήμων οὐχ ὁ ἰώμενος μόνον ἀλλʼ ὁ καὶ τὴν αἰτίαν καθʼ ἣν ἰᾶται γνωρίζων. παρέθετο δὲ εἰς δεῖξιν τοῦ τοὺς αἰτίαν εἰδότας διʼ ἣν ψεῦδος τὸ συμπέρασμα, τούτους εἰδέναι καὶ τὴν λύσιν, ἀλλʼ οὐ τοὺς δεικνύντας μόνον τὴν πρότασιν ψευδῆ, τοὺς τοῖς ψευδογραφοῦσι κατὰ γεωμετρίαν πειρωμένους ἐνίστασθαι. καὶ γὰρ ἐπὶ τούτων οὐκ ἀπόχρη τὸ ἐνστῆναι τῇ λέξει πρὸς τὸ λῦσαι τὸ ψευδογράφημα, κἂν ψεῦδος ᾖ πρὸς ὃ ἐνίσταται, ἀλλὰ καὶ διὰ τί ψεῦδός ἐστι τὸ λαμβανόμενον καὶ πῶς πρὸς τοῦτο ἡ παραγωγὴ ἔχει, δεῖ δεικνύναι· οὕτως γὰρ γνώριμον γίνεται ὅτι εἰδὼς καὶ ὁρῶν τὸ ἀπαντησόμενον ἐκ τοῦ τοῦτο ληφθῆναι ποιεῖται τὴν ἔνστασιν ἀλλʼ οὐκ ἀπὸ τύχης.

Ἔστι δὲ λόγον κωλῦσαι συμπεράνασθαι τετραχῶς.

`562–563`

Εἰπὼν πῶς ἔστι λύειν τὸν ψευδῆ λόγον, νῦν λέγει πῶς καὶ κατὰ πόσους τρόπους ἐνιστάμενον ἔστι τὴν ἀρχὴν κωλῦσαι συμπεράνασθαί τινα λόγον. οὐ γὰρ ταὐτὸν λῦσαί τε καὶ κωλῦσαι· λύεται μὲν γὰρ ὁ ἤδη συμπεπερασμένος, κωλύεται δὲ πρὸ τοῦ συμπεραίνεσθαι. διὸ ἡ μὲν λύσις μοναχῶς, ἡ δὲ κώλυσις τετραχῶς. ὁ γὰρ ἀνελὼν παρʼ ὃ γίνεται τὸ ψεῦδος κωλύει τὸν λόγον· διαφέροι δʼ ἂν οὗτος τοῦ λύοντος καίτοι τὴν αὐτὴν ἀναιρῶν πρότασιν, ὅτι ἐκεῖνος μὲν ἤδη κειμένου τοῦ συμπεράσματος τοῦτο ποιεῖ, οὗτος δέ, ἵνα μή τι ἐπενεχθῇ, προλαμβάνει. ἔστι δέ τις κώλυσις λόγου καὶ ἡ πρὸς αὐτὸν γινομένη τὸν ἐρωτῶντα ἔνστασις ἀλλʼ οὐ πρὸς τὸν λόγον· ἔστι δέ, εἴ τις αὐτὸν μὲν τὸν λεγόμενον λόγον οὐκ ἐμποδίζει, τῷ δὲ τὸν ἐρωτῶντα ἀπορεῖν τῆς πρὸς τὴν ἔνστασιν λύσεως κωλύεται ὁ λόγος ἐπὶ τὸ προκείμενον ἐλθεῖν συμπέρασμα. τρίτος τρόπος ἐνστάσεως, ὅταν ἀληθῇ μὲν ᾖ τὰ λαμβανόμενα, τῷ δὲ κακῶς ἠρωτῆσθαι καὶ ἢ ἐλλείπειν τι αὐτὰ ἢ μὴ κατὰ σχέσιν συγκεῖσθαι συλλογιστικὴν μηδὲν φαίνηται συνάγοντα· ὁ γὰρ πρὸς ταῦτα ἐνιστάμενος καὶ δεικνὺς μὴ συναγόμενον ὑπʼ αὐτῶν τὸ ὡς συμπέρασμα ἐπιφερόμενον πρὸς τὰ ἠρωτημένα τὸν λόγον ποιεῖται. ἂν μὲν οὖν τῆς ἐνστάσεως γινομένης πρὸς τὸν οὕτως ἠρωτημένον λόγον ὑπὸ τοῦ ἀποκρινομένου μηκέτι δύνηται προάγειν αὐτὸν ὁ ἐρωτῶν, οὕτως οὐ πρὸς τὸν λόγον· ὅταν γὰρ μὴ ἀναιρῆται μὲν ὁ λόγος ὑπὸ τῆς γινομένης ἐνστάσεως ἀληθὴς ὤν, μὴ δύνηται δὲ ὁ ἐρωτῶν λύειν τὴν ἔνστασιν, πρὸς τὸν ἐρωτῶντα λέγεται, ὡς εἴρηται πρὸ ὀλίγου. ἐὰν δὲ τῆς ἐνστάσεως γινομένης ὡς ἐκ τῶν εἰλημμένων οὐ συνάγεται τὸ ἐπενεχθὲν μεῖζον ὂν τῶν δεικνύντων τὸν λόγον, μεταλαμβάνῃ τὰ εἰλημμένα εἰς τὰ ἰσοδυναμοῦντα ἢ ἀντιστροφαῖς τισι προτάσεων χρώμενος ἢ προστιθείς τινα πρότασιν καθόλου, οὕτως ἂν ἡ ἔνστασις πρὸς τὰ ἠρωτημένα εἴη γινομένη· οὕτω γὰρ τὰ ἠρωτημένα, ὡς τὴν ἀρχὴν ἐλαμβάνετο, οὐδὲν συνῆγε. τετάρτην ἔνστασίν φησιν εἶναι τὴν πρὸς τὸν χρόνον· ὅταν γὰρ ᾖ ἡ ἔνστασις πλείονος δεομένη χρόνου ἢ κατὰ τὴν παροῦσαν συνουσίαν, κωλύεται τὸ προκείμενον ὁ ἐρωτῶν συμπεράνασθαι· δεῖ μὲν γὰρ πρῶτον λῦσαι τὴν ἔνστασιν· δεῖσθαι δὲ τὴν λύσιν μακροτέρου λόγου τοῦ χρόνου καθʼ ὃν ἡ συνουσία γίνεται. χειρίστην δέ φησιν εἶναι τὴν τοιαύτην τῶν ἐνστάσεων· κακοτεχνούντων γὰρ τὸ τὸν μὲν λόγον μηκύνειν ἐκκρούειν δὲ τὸ προκείμενον κατὰ τὴν εἰς χαλεπώτερον πρόβλημα μετάθεσιν. εἰπὼν δὲ τέσσαρα εἴδη ἐνστάσεως εἶναι, καθʼ ἃ οἷόν τε κωλύεσθαι λόγον τινὰ συμπεραντικόν, μόνην τὴν ἔνστασίν φησι λύσιν εἶναι τοῦ ἐρωτωμένου λόγου τὴν πρώτην — αὕτη δὲ ἦν ἀναίρεσις τῆς παρʼ ἣν γίνεται τὸ ψεῦδος —, τὰς δὲ λοιπὰς τρεῖς κωλύσεις τινὰς καὶ ἐμποδισμοὺς τοῦ συμπεράσματος.

Ἐπιτίμησις δὲ λόγου κατʼ αὐτόν τε τὸν λόγον καὶ ὅταν ἐρωτᾶται οὐχʼ ἡ αὐτή.

`564–565`

Ὅτι οὐχ ἡ αὐτὴ ἐπιτίμησις γίνεται λόγῳ καθʼ αὑτόν τε ἐξεταζομένῳ καὶ ὅταν ὡς ἐν ἐρωτήσει γινόμενος εὐθύνηται. καθʼ αὑτὸν μὲν γὰρ ἐξεταζόμενος ὁ λόγος ἐπιτιμᾶται, ἂν ἀσυλλόγιστος ᾖ, ἂν διὰ ψευδῶν δεικνύῃ, ἂν διʼ ἀγνωστοτέρων, ὡς μικρὸν προελθὼν ἐρεῖ· λέγει γὰρ πέντε ἐπιτιμήσεις εἶναι τῶν καθʼ αὑτὸ ἐξεταζομένων λόγων. οὐκ ἐπὶ τοῖς αὐτοῖς δὲ ἐπιτιμᾶται καὶ ὁ ἐρωτῶν καὶ ὁ ἀποκρινόμενος. τοῦ γὰρ μὴ καλῶς ἐρωτᾶν πολλάκις οὐχ ὁ ἐρωτῶν αἴτιος ἀλλʼ ὁ ἀποκρινόμενος, ὅταν μὴ συγχωρῇ τοῖς τοιούτοις ἐξ ὧν ἔστι καλῶς ἐπιχειρῆσαι, τουτέστι διαλεκτικῶς, πρὸς τὴν θέσιν. τὸ γὰρ καλῶς καὶ διαλεκτικῶς τὰς ἐπιχειρήσεις γίνεσθαι καὶ τὸν συλλογισμὸν οὐκ ἐπὶ τῷ ἐρωτῶντί ἐστι μόνῳ, ὥσπερ οὐδʼ ἐπὶ τῷ ἀποκρινομένῳ μόνῳ, ἀλλʼ ἐπʼ ἀμφοτέροις· κοινὸς γὰρ ὁ διαλεκτικὸς συλλογισμὸς γίνεται ἀμφοτέρων· γυμνασίας γὰρ χάριν διαλέγονται. διὸ δεῖ συντελεῖν εἰς αὐτὸν ἑκάτερον τὸ παρʼ αὑτοῦ· συντελοῖεν δʼ ἄν, ἐὰν ὁ μὲν ἐρωτῶν οὕτως ἐρωτᾷ ὡς προείρηται, ὁ δὲ ἀποκρινόμενος πάλιν οὕτως ἀποκρίνηται ὡς ὑπέθετο· διὰ τοῦτο γὰρ εἶπε δεῖν τὸν ἀποκρινόμενον συγχωρεῖν τοῖς ἐνδόξοις. ὅταν οὖν μὴ δεόντως ἀποκρίνηται, αὐτὸς παρέχει τὴν ἀνάγκην τοῦ μὴ διαλεκτικῶς ποιεῖσθαι τὰς ἐρωτήσεις πρὸς τὸ προκείμενον, ὡς τὰ ἀντικείμενα οἷς ἐρωτᾷ τε καὶ βούλεται λαβεῖν διδόναι. διὸ ἀναγκαῖόν ἐστι πρὸς τὸν λέγοντα, τουτέστι πρὸς τὴν ἀπόκρισιν, ποιεῖσθαι τοὺς λόγους ἀλλὰ μὴ πρὸς τὴν θέσιν. οὗ αὐτὸς πάλιν ἐξήγησιν ἐπενεγκὼν δυσκολαίνοντες οὖν, φησίν, ἀγωνιστικὰς καὶ οὐ διαλεκτικὰς ποιοῦνται τὰς διατριβάς· τὸ γὰρ ἀγωνιστικῶς διαλέγεσθαι καὶ ἐκ παντὸς πειρᾶσθαι τρόπου καὶ διὰ τῶν τυχόντων περιτρέπειν τὸν ἀποκρινόμενον οὐ πρὸς τὴν θέσιν ἐστὶν ἀλλὰ πρὸς τὸν ἀποκρινόμενον ποιεῖσθαι τοὺς λόγους. οὐκ αὐτὸς οὖν ἐπιτιμήσεως ἄξιος καίτοι κακῶς καὶ οὐ διαλεκτικῶς ἐρωτῶν, ἀλλʼ ὁ τὴν αἰτίαν παρέχων τῆς τοιαύτης ἐκτροπῆς· ὁποῖός ἐστιν ὁ ἐν τῷ Πλάτωνος Γοργίᾳ Καλλικλῆς, μηδὲν μήτε τῶν ἀληθῶν μήτε τῶν ἐνδόξων συγχωρῶν. μίαν μὲν οὖν αἰτίαν ταύτην εἶπε τοῦ μὴ τὴν αὐτὴν ἐπιτίμησιν γίνεσθαι λόγου καθʼ αὑτόν τε καὶ ἐρωτωμένου. προστίθησι δὲ τούτοις, ὅτι καθʼ αὑτοὺς μὲν λόγοι ἐξεταζόμενοι, ἂν ὦσι ψευδεῖς,  <span class="gap">…</span> οὐκέτι ἐπιτιμῶνται τῷ γυμνασίας χάριν ποιεῖσθαι τοὺς λόγους ἀλλʼ οὐ διδασκαλίας. ἐνταῦθα δῆλον ὅτι οὐ δεῖ τἀληθῆ μόνον συλλογίζεσθαι ἀλλὰ καὶ τὰ ψευδῆ. τούτου δʼ αἴτιον, ὅτι πειρᾶται μὲν ὁ διαλεκτικὸς τὸ τιθέμενον διʼ ἐνδόξων ἀνασκευάζειν· ὅταν οὖν ἀληθὲς ᾖ τὸ κείμενον, δῆλον ὅτι τὸ ἀντικείμενον αὐτοῦ πρόκειται δεῖξαι τῷ ἐπιχειροῦντι· διὸ ἀνάγκη ψευδεῖς εἶναι καὶ τὰς τοῦτο δεικνυούσας προτάσεις· οὐ γὰρ οἷόν τε ἐξ ἀληθῶν ψεῦδός τι δειχθῆναι· δεῖ οὖν τὰ ψευδῆ προτείνειν. ἐνίοτε δέ, κἂν ψευδής, φησίν, ἡ θέσις ᾖ, διὰ ψευδῶν ἀναιρετέον αὐτήν, ἂν ᾖ τῷ ἀποκρινομένῳ μᾶλλον δοκοῦντα τὰ ψευδῆ τῶν ἀληθῶν· ἐκ γὰρ τῶν ἐκείνῳ δοκούντων καὶ τῶν ὑπʼ ἐκείνου τιθεμένων καὶ συγχωρουμένων προϊόντος τοῦ λόγου μᾶλλον ἔσται πεπεισμένος.

Δεῖ δὲ τὸν καλῶς μεταβιβάζοντα διαλεκτικῶς καὶ μὴ ἐριστικῶς.

Ἢ ἀπὸ ἀληθῶν ἐπὶ ψεῦδος ἢ ἀπὸ ψευδῶν εἰς ἀληθὲς μεταφέροντά τινα λόγον, ὡς τὸ ἀντικείμενον δεῖξαι διὰ τοῦ ἀντικειμένου, δεῖ, φησί, τὸν διαλεκτικὸν διαλεκτικῶς διʼ ἐνδόξων μὴ ἐριστικῶς παραλογιζόμενον δεῖξαι μηδὲ διʼ ἐπιπολαίων τινῶν καὶ φαινομένων. ὡς γὰρ τὸν γεωμέτρην διὰ γεωμετρικῶν ἀρχῶν δεῖ τὰς δείξεις ποιεῖσθαι, οὕτω καὶ τὸν διαλεκτικὸν διὰ διαλεκτικῶν· αὗται δέ εἰσιν αἱ ἔνδοξοι, ἄν τε ἀληθὲς ἄν τε ψεῦδος ᾖ τὸ δεικνύμενον.

Ἐπεὶ δὲ φαῦλος κοινωνὸς ὁ ἐμποδίζων τὸ κοινὸν ἔργον.

`566`

Οὕτω καὶ ἐν τοῖς διαλεγομένοις — οὗτοι δέ εἰσιν οἱ τοῦ γυμνάζεσθαι χάριν τὰς διὰ λόγων συνουσίας ποιούμενοι —  <span class="gap">…</span> κοινὸν ἔργον, ἄν τε ὁ ἐρωτῶν ἄν τε ὁ ἀποκρινόμενος τοῦτο ποιῇ, παραβαίνων τὸν τοῦ διαλεκτικοῦ σκοπὸν ἐπιτιμήσεώς ἐστιν ἄξιος. εἰπὼν δὲ καὶ ἐν τῷ λόγῳ καὶ ἐν τοῖς διαλόγοις κοινόν τι ἔργον προκεῖσθαι, προσέθηκε πλὴν τῶν ἀγωνιζομένων. διότι δὲ τούτοις κοινόν τι ἔργον οὐ πρόκειται, ἐδήλωσεν· ἀμφότεροι γὰρ οἱ ἀγωνιστικῶς διαλεγόμενοι ἐφίενται φαινομένης νίκης· ἀδύνατον δὲ ἐν τῷ αὐτῷ λόγῳ ἅμα τοὺς ἀντιλέγοντας ἀλλήλους νικᾶν· πλείους γὰρ ἑνὸς ἀδύνατον. διαφέρει δὲ οὐδὲν τὸν ἐρωτῶντα ἢ τὸν ἀποκρινόμενον εἶναι τὸν ἐμποδίζοντα τὸ κοινὸν ἔργον· ἑκάτερος γὰρ αὐτῶν ἐριστικῶς ποιεῖται τὴν συνουσίαν· καὶ γὰρ ὁ ἐρωτῶν ἐριστικῶς ἐρωτᾷ, καὶ ὁ ἀποκρινόμενος οὐ δίδωσι τὸ φαινόμενον ἔνδοξον, οὐδὲ καθʼ ὃ ὁ ἐρωτῶν τὴν ἐρώτησιν ποιεῖ, ἐκλαμβάνει ἀλλὰ πάλιν μετάγει ὥστε δῆλον ἐκ τῶν εἰρημένων ὅτι μὴ ὁμοία ἡ ἐπιτίμησις λόγου καθʼ αὑτόν τε καὶ ἐν ἐρωτήσει· οὐδὲν γὰρ κωλύει τὸν μὲν λόγον φαῦλον εἶναι ἐξεταζόμενον καθʼ αὑτόν, τὸν μέντοι ἐρωτῶντα αὐτὸν ὡς ἐνδέχεται βέλτιστα διειλέχθαι πρὸς τὸν ἀποκρινόμενον, εἰ εἴη δυσκολαίνων καὶ μὴ ποιούμενος κατὰ δόξαν τὰς ἀποκρίσεις.

Ἐπεὶ δέ ἐστιν ἀδιόριστον πότε τὰ ἐναντία λαμβάνουσι.

`567`

Λέγει γίνεσθαι καὶ ἐν τῷ διαλέγεσθαι καθʼ αὑτὸ ἁμαρτίας ἐν λόγοις καὶ παρὰ τὴν ἄγνοιαν καὶ ὅτι οὐ διώρισται πότε τὰ ἀντικείμενα καὶ πότε τὰ ἐν ἀρχῇ λαμβάνουσι· διὰ γὰρ τὸ ἀγνοεῖν τοῦτο πολλάκις ἐν τοῖς λόγοις ἁμαρτάνουσι. καὶ ταῦτα συμβαίνει καὶ ἐφʼ ἑαυτῶν λέγοντας καὶ ἀποκρινομένους· ὁ γὰρ λέγων πάντα εἶναι καθʼ εἱμαρμένην καὶ εἶναί τινα ἐνδεχόμενα καὶ ἐφʼ ἡμῖν τὰ ἀντικείμενα αὑτῷ λέγων λανθάνει. ἀλλὰ καὶ ὁ ἄπειρον λέγων ὑπὸ ἀπείρου περιέχεσθαι τὰ ἀντικείμενα ἑαυτῷ λέγων ἀγνοεῖ· τὸ γὰρ αὐτὸ ἄπειρον καὶ πεπερασμένον λέγει. ἀλλὰ καὶ ὁ ἀδιαφόρως περαίνων ἀσυλλογίστως λέγων τὸ ἐν ἀρχῇ λαμβάνει· ἀξιοῖ γὰρ ὃ συνάγει, τοῦτο λαμβάνειν. παρὰ δὴ τὴν ἄγνοιαν τούτων συμβαίνει καὶ ἐν τῷ διαλέγεσθαί τινα ἁμαρτίαν. θέμενος γὰρ ἀγαθὸν εἶναι τὸν πλοῦτον, ἂν οὕτω τύχῃ, ἐρωτηθείς, εἰ ᾧ ἔστιν εὖ καὶ κακῶς χρῆσθαι, τοῦτο οὐκ ἔστιν ἀγαθόν, συγχωρεῖ. ἢ τοῦτο οὐ συγχωρεῖ, ἀλλʼ ἀνανεύσας συνεχώρησε τὸ ἀγαθὸν ἀγαθὸν ποιεῖν, ὅ ἐστιν ἐναντίον τῇ θέσει. φαῦλοι δὲ λόγοι καὶ παρὰ τὸ μὴ διωρίσθαι τὰ τοιαῦτα γίνονται. πολλάκις δὲ καὶ τῆς τοιαύτης κατὰ τοὺς λόγους ἁμαρτίας αἴτιος ὁ ἀποκρινόμενος, τοῖς μὲν μὴ οὕτως ἐρωτωμένοις οὐ συγχωρῶν, τοῖς δʼ ἤτοι ἀντικείμενα τῷ κειμένῳ λαμβάνουσιν ἢ τὸ ἐν ἀρχῇ αἰτουμένοις εὐθὺς συγχωρῶν. διὸ οὐκ ἂν αἰτίαν ἐν τοῖς τοιούτοις ἔχοι ὁ ἐρωτῶν ὡς ἐρωτῶν τοιαῦτα. δῆλον οὖν ἐκ τῶν εἰρημένων ὅτι μὴ ὁμοία ἡ ἐπιτίμησις τοῖς τε λόγοις καὶ τοῖς ἐρωτῶσιν.

Καθʼ αὑτὸν δὲ τῷ λόγῳ πέντε εἰσὶν ἐπιτιμήσεις.

`568–569`

Δείξας ὅτι μὴ αἱ αὐταὶ ἐπιτιμήσεις καθʼ αὑτόν τε ἐξεταζομένῳ λόγῳ καὶ ἐρωτωμένῳ, νῦν, πόσαι καὶ ἐπὶ τίσιν αἱ καθʼ αὑτὸν ἐπιτιμήσεις λόγῳ γίνονται, λέγει. πέντε δέ φησιν εἶναι, ὧν πρώτη, ὅταν ἐκ τῶν ἠρωτημένων μηδὲν συμπεραίνηται, μήτε τὸ προκείμενον μήτε ἄλλο τι, τουτέστιν ἂν ἀσυλλόγιστα ᾖ, καὶ ἔτι ψευδεῖς ὦσιν αἱ κείμεναι προτάσεις ἢ ἄδοξοι, πᾶσαι ἢ τινὲς αὐτῶν, ἐφʼ αἷς ἐπιφέρεται τὸ συμπέρασμα, πρὸς δὲ τούτοις μήτʼ ἀφαιρεθέντων τινῶν μήτε προστεθέντων συνάγηται τὸ συμπέρασμα· τὸ γὰρ ψευδεῖς καὶ ἀδόξους λαμβάνοντα προτάσεις μηδὲν συνάγειν παντάπασιν ἄτοπον. τοιοῦτον ἐν τῇ Φυσικῇ ἀκροάσει ἔδειξε λόγον ὄντα καὶ τὸν Μελίσσου καὶ τὸν Παρμενίδου· «καὶ γὰρ ψευδῆ λαμβάνουσι καὶ εἰσὶν ἀσυλλόγιστοι». τοιοῦτος γὰρ ὁ λέγων «τὸ παρὰ τὸ ὂν οὐκ ὄν, τὸ οὐκ ὂν οὐδέν, ἓν ἄρα τὸ ὄν»· οὐ γὰρ τοῦτο συνάγεται. οὗτος μὲν οὖν οὐ δοκεῖ τὸ προκείμενον συνάγειν, ἀλλʼ ἄλλο τι συνάγει συλλογιστικῶς· τὸ γὰρ «παρὰ τὸ ὂν οὐδέν». ὁ δὲ λέγων «εἰ τὸ γενόμενον ἀρχὴν ἔχει, τὸ μὴ γενόμενον οὐκ ἔχει· ἀλλὰ μὴν τὸ γενόμενον ἀρχὴν ἔχει» οὔτε τὸ προκείμενον οὔτε ἄλλο τι συλλογίζεται πρὸς τῷ καὶ τὰ λαμβανόμενα ψευδῆ τε καὶ ἄδοξα λαμβάνειν· διὸ εἶπεν ἐπʼ αὐτοῦ ἐν τῇ Φυσικῇ «μᾶλλον δὲ ὁ Μελίσσου φορτικός». ὅταν οὖν, φησί, μήτε λαμβανομένων ἅ ἐστιν ἰσοδύναμα τοῖς κειμένοις, μήτε προστιθεμένων τινῶν μήτε ἀφαιρουμένων, μήτε τῶν μὲν ἀφαιρουμένων τῶν δὲ προστεθέντων, δύνηται συνάγεσθαι συλλογιστικῶς, ὑπὸ τὴν προειρημένην ἐπιτίμησιν ὁ λόγος ἂν εἴη. ταῦτα δὲ προστέθεικε τὴν κυρίως ἀσυλλόγιστον συμπλοκὴν λαμβάνων καὶ μηδὲ βοηθείας τινὸς τυχεῖν δυναμένην πρὸς τὸ δοκεῖν μὴ εἶναι ἀσυλλόγιστον· ὁποῖός ἐστιν ὁ Μελίσσου λόγος ὁ προειρημένος. δευτέραν τίθησιν ἐπιτίμησιν, εἰ αἱ μὲν προτάσεις συλλογιστικῶς κείμεναι εἶεν καὶ ὁ λόγος εἴη συλλογιζόμενός τι, μὴ μέντοι τὸ προκείμενον, ἐκ τοιούτων τε καὶ οὕτως ὡς εἴρηται πρότερον, τουτέστιν ἢ ψευδῶν ἢ ἀδόξων ἐν τῇ πρώτῃ ἐπιτιμήσει. καὶ εἴη ἂν μετὰ τὴν πρώτην ἐπιτίμησιν, ἥτις ἐγένετο ἐπὶ τῷ πάντα ἡμαρτημένως ἔχοντι λόγῳ, δευτέρα ἡ ἐπὶ συλλογιζομένῳ μὲν οὔτε δὲ τὸ προκείμενον οὔτε διʼ ἀληθῶν τε καὶ ἐνδόξων. τοιοῦτος ἂν εἴη ὁ Παρμενίδου λόγος, δεικνὺς μέν τι καὶ συνάγων, ἀλλʼ οὐ τὸ προκείμενον, καὶ ἔτι διὰ ψευδῶν. τρίτη ἐπιτίμησις, εἰ προστιθεμένου τινὸς συνάγοιτο τὸ προκείμενον συλλογιστικῶς, τὸ μέντοι προστιθέμενον χεῖρόν τε εἴη τῶν κειμένων καὶ ἠρωτημένων καὶ ἧττον ἔνδοξον τοῦ συμπεράσματος. δεῖ γὰρ τὰ γνωριμώτερα ἐν τοῖς λόγοις παραλείπεσθαι· ὅταν οὖν τὸ παραλειπόμενον ἀγνωστότερόν τε τῶν κειμένων καὶ ἀδοξότερον τοῦ συμπεράσματος, ἐπιτιμήσεως ὁ λόγος ἄξιος. τετάρτη ἐπιτίμησις, ἂν ἀφαιρουμένου ἀπὸ τοῦ λόγου ἐκ τῶν λειπομένων συνάγηται συλλογιστικῶς· ὡς ἔχουσιν οἱ παρέλκοντες λόγοι. εἰ γὰρ δεῖ τὸ συναγόμενον κατὰ συλλογισμὸν τῷ ταῦτα εἶναι συνάγεσθαι, ἐν οἷς λόγοις ἀφαιρεθέντων τινῶν τὰ αὐτὰ συνάγεται, δῆλον ὅτι οὐ τῷ τὰ εἰλημμένα εἶναι τὸ συμπέρασμα. πέμπτην ἐπιτίμησίν φησιν εἶναι, εἰ ἐξ ἀδοξοτέρων καὶ ἧττον πιστῶν τοῦ συμπεράσματος ὁ λόγος εἴη ἢ ἐξ ἀληθῶν μὲν χαλεπωτέρων δὲ δειχθῆναι τοῦ προβλήματος. ὑφʼ ἕνα δὲ τρόπον ἐπιτιμήσεως ἀμφότερα τὰ προειρημένα ἔταξεν, ἐπειδὴ ἐν ἀμφοτέροις, τῷ τε ἀδοξότερα τὰ λαμβανόμενα εἶναι καὶ τῷ χαλεπώτερα δειχθῆναι, ἕν ἐστι τὸ ἁμαρτανόμενον, τὸ ἧττον εἶναι πιστὰ τὰ λαμβανόμενα τοῦ συμπεράσματος. ἀδοξότερα μὲν οὖν τὰ λαμβανόμενα ἐν τῷ λόγῳ «εἰσίν, εἰ βωμοί εἰσι, θεοί»· πλείονος δὲ λόγου δεόμενα, εἴ τις δεικνύει τὴν ψυχὴν ἀθάνατον διὰ τὸ κίνησιν αὐτὴν αὐτοκίνητον εἶναι· τό τε γὰρ τὴν ψυχὴν κίνησιν δεῖξαι χαλεπόν, τό τε κίνησιν οὖσαν κινεῖσθαι χαλεπώτερον. Ἑρμῖνος μέντοι τὴν ἀπὸ τῆς προσθέσεως καὶ τῆς ἀφαιρέσεως ἐπιτίμησιν μίαν φησὶν εἶναι, τὴν δʼ ἀπὸ τοῦ διʼ ἀδοξοτέρων ἢ διʼ ἀληθῶν πλείονος δεομένων λόγου εἰς δύο ἐπιτιμήσεις διαιρεῖ. τοῦτο δὲ ποιῶν ποιεῖ καὶ τὴν δευτέραν ἐπιτίμησιν τὴν αὐτὴν τῇ τετάρτῃ. ἢ δὶς παραλαμβανόμενον τὸ ἐξ ἀδοξοτέρων· καὶ γὰρ ἡ δευτέρα τοῦτο εἶχεν, εἰ καὶ μὴ τὸ προκείμενον συλλογίζεται ἀλλʼ ἄλλο τι.

Οὐ δεῖ δὲ πάντων τῶν προβλημάτων ὁμοίως ἀξιοῦν τοὺς συλλογισμούς.

Τὸν διαλεκτικὸν συλλογισμὸν διʼ ἐνδόξων προτάσεων ἀξιῶν γίνεσθαι, νῦν φησιν οὐ πάντων τῶν προβλημάτων ὁμοίως ἐνδόξους εἶναι τὰς προτάσεις· οὐ γὰρ οἷόν τε τοῦτο, ὅτι μηδὲ τὰ προβλήματα πάντα ὅμοια, ἀλλʼ ἔστιν αὐτῶν τὰ μὲν φύσει ῥᾴω καὶ εὐεπιχείρητα, τὰ δὲ χαλεπώτερα καὶ οὐκ εὔπορα πρὸς ἐπιχείρησιν. ἐχόντων δὲ τῶν προβλημάτων ταύτην τὴν διαφορὰν ἀδύνατον πάντα ὁμοίως διʼ ἐνδόξων δείκνυσθαι προτάσεων, ἀλλʼ ἱκανὸν τὸ καθʼ ἕκαστον πρόβλημα, ὃ ἐνδέχεται ἔνδοξον ληφθῆναι, τούτου εὐπορῆσαι· οὐδὲν γὰρ ἧττον διαλεκτικῶς ἔσται δεδειγμένα τῶν διὰ σφόδρα ἐνδόξων δεδειγμένων τὰ διʼ ἧττον τοιούτων δεικνύμενα, ὅταν μὴ ᾖ οἷόν τε τὸ πρόβλημα διʼ ἐνδοξοτέρων δειχθῆναι.

Φανερὸν οὖν ὅτι οὐδὲ λόγῳ ἡ αὐτὴ ἐπιτίμησις πρός τε τὸ προβληθὲν καὶ καθʼ αὑτόν.

`570`

Φανερόν φησι καὶ διὰ τούτου γενέσθαι τὸ μὴ τὴν αὐτὴν ἐπιτίμησιν λόγῳ γίνεσθαι καθʼ αὑτόν τε ἐξεταζομένῳ καὶ εἰ πρὸς τὸ πρόβλημα ἐξετάζοιτο πρὸς ὃ γίνεται. ψεκτὸς γάρ τις δοκῶν εἶναι καθʼ αὑτόν, ὡς πρὸς τὸ πρόβλημα ἐξεταζόμενος ὁ τοιοῦτος οὐ δόξει ψεκτὸς εἶναι· καὶ ἔμπαλιν οὐκ ὢν ψεκτός, εἰ πρὸς τὸ πρόβλημά τις αὐτὸν ἐξετάζοι, ψεκτὸς ἂν εἴη. καθʼ αὑτὸν γὰρ ψεκτός τις ὢν λόγος, διὰ γνωριμωτέρων ἢ διʼ ἐνδοξοτέρων συλλογιζόμενος οὐ δόξει πρὸς τὸ πρόβλημα ἐξεταζόμενος ψεκτὸς εἶναι καὶ ἐπιτιμήσεως ἄξιος τῷ διὰ πλειόνων καὶ ἐνδοξοτέρων δειχθῆναι. ὁ γὰρ ἀναιρῶν τὸ τὰ πάντα καθʼ εἱμαρμένην γίνεσθαι καὶ λόγον διὰ τὸ μάτην εἶναι τούς τε ἐπαίνους καὶ τοὺς ψόγους καθʼ αὑτὸν μὲν ἐξεταζόμενος οὐκ ἂν ἄξιος ἐπιτιμήσεως φαίνοιτο. εἰ δέ τις αὐτὸν ἐξετάζοι πρὸς τὸ πρόβλημα, ἐνδεεστέρως ἂν ἔχειν δοκοῖ τῷ διὰ πλειόνων καὶ ἐνδοξοτέρων δύνασθαι τὸ προκείμενον δείκνυσθαι· διὰ γὰρ τοῦ ἀναιρεῖσθαι πᾶν τὸ ἐνδεχόμενον, ἀλλὰ καὶ τὸ ἐφʼ ἡμῖν· οὕτω δὲ καὶ τὸ μὴ εἶναι τὴν ἀρετὴν καὶ τὴν κακίαν ἐφʼ ἡμῖν ἀναιρεῖται, ὡς μάτην εἶναι καὶ τὸ βουλεύεσθαι.

Εἴη δʼ ἄν ποτε λόγος καὶ συμπεπερασμένος μὴ συμπεπερασμένου χείρων.

Καὶ τοῦτο δεικτικὸν τοῦ μὴ τὴν αὐτὴν ἐπιτίμησιν εἶναι καθʼ αὑτόν τε τῷ λόγῳ καὶ πρὸς τὸ πρόβλημα ἐξεταζομένῳ. καθʼ αὑτὸν μὲν γὰρ χείρων ἐστὶν ὁ λόγος ὁ μὴ διὰ τῶν κειμένων συμπεραινόμενος τὸ προκείμενον τοῦ διὰ τῶν λαμβανομένων συλλογιστικῶς τι δεικνύοντος. εἰ δὲ πρὸς τὸ πρόβλημα ἐξετάζοιτο, φανείη ἄν ποτε ὁ λόγος ὁ μὴ συμπεραινόμενος τοῦ συμπεραινομένου καλλίων· ὅταν γὰρ ὁ μὲν συμπεραινόμενος διʼ αἰτήσεών τινων συμπεραίνηται εὐήθων, τοῦ προβλήματος μὴ ὄντος εὐήθους καὶ μὴ δυναμένου διʼ εὐήθων δείκνυσθαι, ὁ δὲ μὴ συμπεραινόμενος προσδέηται μὲν προτάσεώς τινος ἀλλʼ ἐξ ἀνάγκης τοῖς κειμένοις ἑπομένης καὶ ἐναργοῦς, ἡ δὲ ἰσχὺς τοῦ λόγου ἐν τῇ εἰλημμένῃ ᾖ ἀλλὰ μὴ ἐν τῇ λειπούσῃ.

Τοῖς δὲ διὰ ψευδῶν ἀληθὲς συμπεραινομένοις οὐ δίκαιον ἐπιτιμᾶν.

`571`

Γράφεται καὶ δίκαιον καὶ οὐ δίκαιον. καὶ τὰ προστιθέμενα ἔοικε μᾶλλον ἀκόλουθα εἶναι τῷ οὐ δίκαιον. ἐπεὶ γάρ, ὡς δέδεικται ἐν τοῖς Ἀναλυτικοῖς, ἔστιν οὐ μόνον διʼ ἀληθῶν ἀλλὰ καὶ διὰ ψευδῶν συλλογίσασθαι, ὅταν τὰ ψευδῆ, διʼ ὧν τις ἀληθῆ δεικνύει, ἔνδοξα καὶ εὐπαρακολούθητα ᾖ μᾶλλον τῶν ἀληθῶν, οὐ δίκαιον ἐπιτιμᾶν τοῖς διαλεκτικῶς δεικνύουσι τὸ προκείμενον. ἐὰν δὲ ᾖ δίκαιον ἐπιτιμᾶν, λέγοι ἂν ὅτι ἄξιον ἐπιτιμᾶν τούτοις, οἷς ἐνὸν διʼ ἀληθῶν τὸ προκείμενον δεικνύειν αἱροῦνται μᾶλλον διὰ ψευδῶν.

Ὅταν δὲ ἀπόδειξις ᾖ τινος ὁ εἰρημένος λόγος, εἴ τί ἐστιν ἄλλο πρὸς τὸ συμπέρασμα μηδαμῶς ἔχον.

Ὅταν ὁ λεγόμενος συλλογισμὸς ἀπόδειξις ᾖ τινος, τουτέστιν ἐξ ἀληθῶν καὶ οἰκείων τοῦ δεικνυμένου δεικνύῃ αὐτό, πρὸς μέν τι ἄλλο οἰκεῖον τῷ γενομένῳ συμπεράσματι συντελοῖ ἂν ὁ τοιοῦτος συλλογισμός. εἰ γὰρ εἴη τὸ γινόμενον ἐπʼ αὐτῷ συμπέρασμα συντελοῦν εἰς ἄλλου τινὸς ἀπόδειξιν, εἴη ἂν πρὸς τὸ διὰ τοῦ συμπεράσματος αὐτοῦ δεικνύμενον συντελῶν καὶ ὁ λόγος, ὃς ἦν ἀπόδειξις τῆς συντελούσης εἰς τὸν δεύτερον γινόμενον λόγον προτάσεως· τοιοῦτοι γὰρ οἱ προσυλλογισμοί. ἐὰν δὲ φαίνηταί τι συντελῶν, σόφισμα ἔσται καὶ οὐκ ἀπόδειξις· εἰ γάρ τι εἴη μηδεμίαν οἰκειότητα ἔχον πρὸς τὸ τῆς ἀποδείξεως συμπέρασμα, οὐκ ἔσται πρὸς ἐκεῖνο συντελῶν ὁ εἰρημένος συλλογισμός.

Εἰ δʼ ἐξ ἀμφοτέρων τι δοκούντων δειχθείη, μὴ ὁμοίως δὲ δοκούντων.

`572`

Εἰ μὲν μὴ εἶεν ἀμφότεραι αἱ προτάσεις δοκοῦσαι, τουτέστιν ἔνδοξοι, ἀλλʼ ἡ μὲν μᾶλλον ἡ δὲ ἧττον, οὐδὲν κωλύει τὸ διʼ αὐτῶν δεικνύμενον συμπέρασμα ἀμφοτέρων τῶν προτάσεων ἐνδοξότερον εἶναι· οὐ γὰρ κεκώλυται μὴ σφόδρα ἐνδόξων οὐσῶν τῶν προτάσεων τὸ συμπέρασμα σφόδρα ἔνδοξον εἶναι. εἰ μέντοι ἡ μὲν ἔνδοξος εἴη τῶν προτάσεων, ἡ δὲ μήτʼ ἔνδοξος μήτʼ ἄδοξος, ἢ ἡ μὲν ἔνδοξος ἡ δὲ ἄδοξος, εἰ μὲν ὁμοίως, καὶ τὸ συμπέρασμα ἀμφοτέρων μεθέξει ὁμοίως, εἰ δὲ τῶν προτάσεων ἡ ἑτέρα μᾶλλον εἴη ἢ ἔνδοξος ἢ ἄδοξος, τῇ τὸ μᾶλλον ἐχούσῃ καὶ τὸ συμπέρασμα ἀκολουθήσει.

Ἔστι δέ τις καὶ αὕτη περὶ τοὺς λόγους ἁμαρτία.

`573`

Ἁμαρτίαν φησὶν ἐν συλλογισμῷ γίνεσθαι παρὰ τὸ διὰ πλειόνων δείκνυσθαι ἐνὸν διʼ ἐλαττόνων καὶ ἐνυπαρχόντων τοῖς πλείοσι τοῖς εἰς δεῖξιν εἰλημμένοις, δῆλον ὅτι τὰ τοῖς δεικνύουσι τὸ προκείμενον προσκείμενα ἐκ περισσοῦ πρόσκειται. ποιεῖ δὲ τὸ λεγόμενον φανερὸν διὰ παραδείγματος. ἔστω γὰρ συλλογίσασθαι ὅτι ἔστι δόξα μᾶλλον ἑτέρα ἑτέρας· προσεχῶς μὲν οὖν ἔστι τοῦτο συλλογίσασθαι λαβόντα «ἐν πᾶσιν, ἐν οἷς ἐστι τὸ μέν τι αὐτό, τὸ δὲ μὴ αὐτό, ἐν τούτοις τὸ μᾶλλόν ἐστι καὶ τὸ ἧττον· ἔστι δʼ ἐν δόξῃ τὸ μέν τι αὐτό, τὸ δὲ μὴ αὐτό». ἂν δέ τις ἐνὸν διʼ ὀλίγων δεῖξαι τὸ προκείμενον διὰ πολλῶν αὐτὸ δεικνύῃ, λαμβάνων ἐν τοῖς πλείοσι καὶ αὐτὰ ταῦτα διʼ ὧν μόνων ἐνῆν δεῖξαι τὸ προκείμενον, ἁμαρτάνοι ἄν. οἷον εἰ πρῶτον μὲν αἰτήσαιτο ἐν οἷς τὸ αὐτὸ καὶ μή, καὶ τὸ μάλιστα εἶναι, καὶ πρὸς τούτοις λαμβάνοι τὸ δοξαστὸν εἶναί τι αὐτό, τὸ δʼ ἀληθὲς τῷ αὐτοδοξαστῷ προσθείη, δῆλον τὸ κυρίως ὄν· τὸ γὰρ κυρίως μᾶλλον ὄν· ἐξ ὧν συνάγει ὅτι καὶ τὸ αὐτοδοξαστὸν μᾶλλον δοξαστὸν τῶν τινῶν, ἃ δῆλον ὅτι οὐκ ἔχει τὸ αὐτό· ἔχων δὲ κείμενον μᾶλλον ἄλλο ἄλλου δοξαστὸν εἶναι, εἰ προσλάβοι πᾶν τὸ πρὸς τὸ μᾶλλον λεγόμενον μᾶλλον εἶναι, ὃ ἴσον ἐστὶ τῷ τῶν πρὸς ἄλληλα λεγομένων τὸ πρὸς τὸ μᾶλλον τοιοῦτον λεγόμενον καὶ αὐτὸ μᾶλλον τοιοῦτον· οἷον εἰ ἐπιστήμη πρὸς ἐπιστητόν, καὶ ἡ τοῦ μᾶλλον ἐπιστητοῦ μᾶλλον ἐπιστήμη· οὕτω καὶ ἐπὶ αἰσθήσεως· ἐπεὶ τοίνυν καὶ ἡ δόξα δοξαστοῦ ἐστι, καὶ ἡ τοῦ μᾶλλον δοξαστοῦ ἔσται μᾶλλον δόξα· ἔσται ἄρα μᾶλλον δόξα αὐτοαληθής, ἥ ἐστι μᾶλλον ἀκριβὴς τῶν τινῶν, ὥσπερ ἦν καὶ ἐπὶ τῶν δοξαστῶν. ὁ δὴ ταῦτα εἰς τὴν τοῦ προκειμένου δεῖξιν λαμβάνων ἔχει ἐν αὐτοῖς ᾐτημένον καὶ κείμενον τό τε εἶναί τινα δόξαν αὐτοαληθῆ· τὸ γὰρ ᾔτηται δὲ καὶ αὐτοδόξαν ἀληθῆ εἶναι τοῦτο σημαίνει, τὸ εἶναί τινα καὶ αὐτοδόξαν· ἀλλὰ καὶ τοῦτο εἴληφε, τὸ μάλιστα εἶναι ἕκαστον ὃ λέγεται αὐτό· ἐξ ὧν τὸ προκείμενον συνάγεται τὸ εἶναί τινα δόξαν ἀκριβεστέραν, τουτέστι μᾶλλον τῶν ἄλλων. ἡ γὰρ ἀκριβεστέρα δόξα μᾶλλον τῶν ἄλλων δόξα· ἐν ᾧ γὰρ τὸ αὐτό, ἐν τούτῳ τὸ μάλιστα καὶ ἀκριβέστατον· ἐν δὲ δόξῃ τὸ αὐτό· ἐν δόξῃ ἄρα τὸ μάλιστα καὶ ἀκριβέστατον.

Τίς δʼ ἡ ἁμαρτία τῶν οὕτω δεικνύντων καὶ τίς ἡ τῶν τοιούτων λόγων μοχθηρία, προστίθησι· ποιοῦσι γὰρ διὰ τὰ ἔξωθεν καὶ ἐκ περισσοῦ προστιθέμενα λανθάνειν τὰ τοῦ συμπεράσματος αἴτια.

Λόγος δέ ἐστι δῆλος ἕνα μὲν τρόπον καὶ δημοσιώτατον.

`574`

Δῆλον λόγον λέγει τὸν φανερόν τε καὶ ἀληθῆ. λέγει δὲ τοῦτον γίνεσθαι τριχῶς. καθʼ ἕνα μὲν τρόπον φανερώτατον καὶ πᾶσι γνώριμον, ἐὰν ἐκ τοιούτων προτάσεων συμπεραινόμενον ᾖ τὸ προκείμενον, ὥστε μὴ δεῖν ἐπερωτῆσαι περὶ μηδενὸς τῶν εἰλημμένων διὰ τὸ γνώριμον καὶ σαφὲς αὐτῶν. τοιοῦτος δʼ ἂν εἴη ὁ ἐκ τῶν γνωρίμων τε καὶ ἐνδόξων καὶ ἀμέσων καὶ μὴ δεομένων δείξεως συνάγων τὸ προκείμενον· οἷον ὡς τὸ «πᾶς ἄνθρωπος ζῷον πεζόν, πᾶν ζῷον πεζὸν ζῷον». κατὰ δεύτερον δὲ ὁ τρόπος συνήθης ἐστί· τὸ αὐτὸ γὰρ τῷ ὡς μάλιστα λέγεται. ὀλίγοι γάρ εἰσιν οἱ ἐξ ἀναποδείκτων προτάσεων λαμβανόμενοι, πολλοὶ δὲ καὶ συνήθεις οἱ λαμβάνοντες μὲν προτάσεις τὰς προσεχῶς δεικνυούσας τὸ προκείμενον, ἔχοντες μέντοι τὰς προτάσεις ἄλλων λόγων συμπεράσματα, τουτέστι προσυλλελογισμένας καὶ διὰ τοῦτο φανεράς. ὡς γὰρ ἐν ταῖς ἀποδείξεσι πρώτη μὲν καὶ κυριωτάτη ἡ ἐξ ἀμέσων καὶ πρώτων, δευτέρα δὲ ἡ διὰ τοιούτων ἃ διʼ ἀμέσων δείκνυται, οὕτω καὶ ἐπὶ τῶν φανερῶν λόγων μάλιστα μὲν φανερὸς ὁ διὰ γνωρίμων καὶ μὴ δεομένων δείξεως, δεύτερος δὲ ὁ διὰ δεδειγμένων διὰ τοιούτων γνώριμος. τρίτον δὲ τρόπον τοῦ δήλου λέγει, εἰ ἐλλείπει μὲν καὶ μὴ εἴη πάντα εἰλημμένα τὰ ἐφʼ οἷς τὸ συμπέρασμα, εἴη δὲ τὸ λεῖπον σφόδρα ἔνδοξόν τε καὶ γνώριμον. τοιοῦτος καὶ ὁ δοκῶν μονολήμματος «ἀναπνεῖς, ζῇς ἄρα»· γνώριμον γὰρ τὸ παραλελειμμένον τὸ «πᾶν ἀναπνέον ζῇ». τοιαῦτά ἐστι καὶ τὰ ἐνθυμήματα· «οὗτοι κολάσεως ἄξιοι· ἱερόσυλοι γάρ»· παρεῖται γὰρ τὸ τοὺς ἱεροσύλους ἀξίους εἶναι κολάσεως.

Ψευδὴς δὲ λόγος καλεῖται τετραχῶς.

`575`

Ὅτι κατὰ τέσσαρας τρόπους ψευδὴς γίνεται λόγος, καθʼ ἕνα μὲν καὶ πρῶτον, ἂν φαίνηται μὲν συνάγων τὸ προκείμενον, μὴ συνάγῃ δὲ ἀλλʼ ᾖ ἀσυλλόγιστος, ὅν φησιν ἐριστικὸν εἶναι· ἔστι γὰρ ἐκ φαινομένων ἐνδόξων μὴ ὄντων δέ. ἕνα δὲ, ὅταν συλλογίζηται μέν τι ἐκ τῶν λαμβανομένων, οὐ μέντοι τὸ προκείμενον. τοῦτο δὲ συμβαίνειν φαίνεται μάλιστα τοῖς διʼ ἀδυνάτου δεικνύουσί τι. τοῦτο δʼ ἂν λέγοι, ἤτοι ὅτι πάντες οἱ εἰς ἀδύνατον ἀπάγοντες συλλογίζονται μέν, οὐ μὴν τὸ προκείμενον, ἀλλʼ ἔστιν ὁ συλλογισμὸς ψευδής· οὕτω γὰρ δεικνῦσι τὸ προκείμενον διὰ τῆς εἰς ἀδύνατον ἀπαγωγῆς, οὐ τῷ αὐτὸ δεικνύναι διὰ συλλογισμοῦ. ἢ οὖν τοῦτο λέγει, ὡς Ἑρμίνῳ δοκεῖ, ἢ μᾶλλον, ὡς ἅπασι, λέγει συμβαίνειν μάλιστα τοῖς εἰς ἀδύνατον ἀπάγουσι τὸ μηδὲν πρὸς τὸ προκείμενον συλλογίζεσθαι πολλάκις, ὅταν ἀλλοτρίας τις τῆς ὑποθέσεως προτάσεις λάβῃ καὶ συμπερανάμενός τι ἀδύνατον ἀξιώσῃ, ἐπεὶ τοῦτο ἀδύνατον, τὸ ἀντικείμενον τῆς ὑποθέσεως λαμβάνειν· τῷ γὰρ μὴ παρὰ τὴν ὑπόθεσιν γεγονέναι τὸ ἀδύνατον — καὶ γὰρ χωρὶς ταύτης ἐκ τῶν καταλειπομένων τὸ αὐτὸ ἀδύνατον συνάγεται — οὐδὲν πρὸς τὸ προκείμενον· τοῦτο δʼ ἦν τὸ ἀντικείμενον τῆς ὑποθέσεως κατασκευάσαι. εἶπε δὲ καὶ ἐν τοῖς Ἀναλυτικοῖς ὅτι «τὸ μὴ παρὰ τοῦτο» ἐν τοῖς εἰς ἀδύνατον λέγουσι λόγοις. τρίτος τοῦ ψευδοῦς λόγου τρόπος, ὅταν τὸ λαμβανόμενον μὲν συνάγῃ τὸ προκείμενον, μὴ ᾖ δὲ οἰκεῖα τὰ λαμβανόμενα τῷ δεικνυμένῳ, οἷον εἰ γεωμετρικόν τι δεικνύει μὴ διὰ γεωμετρικῶν ἢ ἰατρικὸν μὴ διὰ ἰατρικῶν, καὶ τοῦτο ὁμοίως, ἄν τε ἀληθὲς ἄν τε ψεῦδος ᾖ τὸ συναγόμενον· ἡ γὰρ αἰτία τοῦ λόγου τὸ μὴ διὰ οἰκείων γίνεσθαι τῷ προκειμένῳ. ὁ γὰρ δεικνὺς ὅτι τὰ περιφερῆ ἕλκη βραδύτερον θεραπεύεται διὰ τοῦ λαμβάνειν τὸ τῶν ἰσοπεριμέτρων σχημάτων μέγιστον εἶναι τὸ τοῦ κύκλου ἐμβαδὸν οὐ διʼ ἰατρικῶν ἰατρικὸν συλλογίζεται. κατὰ δὲ τὸν τέταρτον τρόπον ψευδὴς γίνεται λόγος, ὅτε διὰ ψευδῶν προτάσεων καὶ ἀμέσων τι συνάγεται. ἀλλʼ οὐ τοῦ διότι ἀλλὰ τοῦ ὅτι ὁ τοιοῦτος γίνεται συλλογισμός.

`576`

Εἰπὼν δὲ περὶ τοῦ τελευταίου τοῦ διὰ ψευδῶν ψεῦδος ἢ ἀληθὲς συνάγοντος, περὶ τοῦ πρώτου λέγων τοῦ ἐκ ψευδῶν ψεῦδος συνάγοντος τὸν ψευδῆ λόγον εἶναι τοῦ λέγοντος καὶ ἐρωτῶντος αὐτὸν ἁμάρτημά φησι, λέγων, ὡς εἶπον, ψευδῆ τὸν διὰ ψευδῶν ψεῦδος συλλογιζόμενον. ὁ δὴ τοιοῦτος λόγος καθʼ αὑτὸν μὲν ἐπιτιμήσεως ἄξιος οὐκ ἔστιν· εἰ γάρ ἐστι συλλογιστικός, εἴη ἂν ἁμαρτία τοῦ λέγοντος, καὶ οὐδὲ τούτου ἀεί, ἀλλʼ ὅταν ἀγνοήσῃ ὅτι ψεῦδός ἐστι. οὐ γὰρ πᾶς ὁ λόγος μεμπτός· ἔστι γάρ τις λόγος διὰ ψευδῶν ψεῦδός τι δεικνύς, ὃν πολλῶν ἀληθινῶν λόγων μᾶλλον ἀποδεχόμεθα ὡς μᾶλλον δεικνύντα καὶ συνιστῶντα τὸ προκείμενον. ἔστι δὲ οὗτος ὁ διὰ τῆς εἰς ἀδύνατον ἀπαγωγῆς γινόμενος· ἐν γὰρ τῷ τοιούτῳ λόγῳ ὑπόθεσίν τινα λαμβάνοντες καὶ ἐπὶ ταύτῃ πρότασίν τινα ὅτι μάλιστα δοκοῦσαν — περὶ γὰρ ταύτης εἶπε τὸ ἐξ ὅτι μάλιστα δοκούντων ἀναιρεῖν τὸ ἀληθές· ἡ δὲ ἀσάφεια ἐν τῇ λέξει, ὅτι μιᾶς οὔσης τῆς τοιαύτης προτάσεως περὶ πλειόνων εἶπεν — ἐκ ταύτης τῆς ὑποθέσεως συνάγομέν τι ψεῦδος, διʼ οὗ ἀναιροῦμέν τι τῶν ἀληθῶν. ἀλλʼ ὅμως πρὸ πολλῶν λόγων ἀληθῶν ἀποδεχόμεθα μᾶλλον τὸν ὄντα ψευδῆ, ἐπεὶ ἀληθῶν ἀπόδειξίς ἐστι· καὶ γὰρ εἰ τὸ συμπέρασμα ψεῦδος ἔχει, ἀλλʼ ὅτι ἄλλο τι διʼ αὐτοῦ δείκνυται ἀληθές — τὸ γὰρ ἀντικείμενον τῇ ψευδεῖ ὑποθέσει· τοῦτο γὰρ ἐδήλου διὰ τοῦ δεῖ γὰρ τῶν κειμένων τι μὴ εἶναι παντελῶς, ἀλλὰ δηλονότι τὸ ἀντικείμενον αὐτῷ —, ὁ τοιοῦτος λόγος καίτοι ψευδὴς ὢν ἀπόδειξίς ἐστιν. ὥστε οὐ πᾶς λόγος ψευδὴς ψεκτός.

Ἑξῆς δέ φησι περὶ τοῦ ἐκ ψευδῶν ἀληθές τι συνάγοντος. λέγει γὰρ ὅτι ὁ ἀληθὲς μέν τι συνάγων διὰ ψευδῶν δὲ καὶ ἠλιθίων, ἤτοι εὐήθων, οὗ ἐμνημόνευσεν ἐν τοῖς ψευδέσι λόγοις τελευταίου, πολλῷ ἂν εἴη χείρων τῶν ψεῦδος συμπεραινόντων λόγων, εἰ ἐκεῖνοι διʼ ἐνδόξων τοῦτο ποιοῦσιν· ἦν γὰρ καὶ ὁ εἰς ἀδύνατον ἀπάγων ψεῦδός τι συνάγων, οὐ μὴν ἀδόκιμος. ἐνδέχεται δέ, φησί, καὶ ψεῦδός τι συνάγειν διὰ ψευδῶν καὶ ἠλιθίων προτάσεων· ὃς ἔτι φαυλότερος ἂν εἴη τοῦ προειρημένου. τούτοις προστίθησιν, ἐκ τῶν προειρημένων λόγου τοῦ ψευδοῦς γνωρίμου γεγονότος, πῶς δεῖ τὴν ἐξέτασιν ποιεῖσθαι τῶν λόγων.

Ὥστε δῆλον ὅτι πρώτη μὲν ἐπίσκεψις λόγου καθʼ αὑτὸν εἰ συμπεραίνεται.

`577`

Πρῶτον, φησί, δεῖ ἐπισκέπτεσθαι τὸν συλλογισμὸν εἰ συνεπεράνθη καθʼ αὑτόν, ἤτοι ἐκ τῶν κειμένων προτάσεων. δεύτερον δὲ δεῖ θεωρεῖν πότερον ἀληθὲς ἢ ψευδές ἐστι τὸ ἐκ τῶν κειμένων προτάσεων συναχθὲν συμπέρασμα. τρίτον δέ, εἰ ἀληθὲς τὸ συναχθέν, ἐκ ποίων προτάσεων συνήχθη· εἰ μὲν γὰρ ἐκ ψευδῶν συνήχθη δοκούντων δὲ τῷ προσδιαλεγομένῳ, καλεῖται ὁ τοιοῦτος συλλογισμὸς λογικός, ἤτοι διαλεκτικός· εἰ δὲ συνήχθη ἐξ ὄντων μὲν καὶ ἀληθῶν μὴ δοκούντων δὲ τῷ προσδιαλεγομένῳ, καλεῖται φαῦλος. ἂν δὲ ψευδεῖς ὦσιν αἱ προτάσεις ἅμα καὶ λίαν ἄδοξοι, ἤτοι μὴ δοκοῦσαι τῷ προσδιαλεγομένῳ, δῆλον ὅτι καὶ οὗτος φαῦλος ἂν εἴη, ἢ ἁπλῶς καὶ καθʼ αὑτὸ μόνον ἢ τοῦ πράγματος, τουτέστιν ἢ καὶ πρὸς τὸ πρᾶγμα. ὅταν γὰρ τοῦ προβλήματος μὴ ὄντος ἀδόξου τε καὶ ψευδοῦς διὰ τοιούτων τις αὐτὸ δεικνύῃ, φαῦλος πρὸς τὸ πρᾶγμα ὁ τοιοῦτος λόγος· ὅταν δὲ καὶ τὸ πρόβλημα ᾖ τοιοῦτον, ὁ διὰ τοιούτων αὐτὸ δεικνὺς λόγος ἁπλῶς μὲν φαῦλός ἐστιν, οὐκέτι δὲ καὶ πρὸς τὸ πρᾶγμα, εἰ ἐκεῖνο μὴ δύναται διὰ βελτιόνων δειχθῆναι.

Αἰτεῖσθαι δὲ φαίνονται τὸ ἐν ἀρχῇ πενταχῶς.

Τὸ φαίνονται προσέθηκεν, ὅτι πρὸς ἀλήθειαν ἡ τοῦ ἐν ἀρχῇ αἴτησις τοσαυταχῶς λέγεται, ὡς ἐν τοῖς Ἀναλυτικοῖς ἐδείχθη· φαντασίαν μέντοι τοῦ τὰ ἐν ἀρχῇ λαμβάνειν τινὰ ἀποτελοῦσι κατὰ τοὺς πέντε τρόπους, οὓς ἐκτίθεται.

Εἷς μὲν οὖν καὶ φανερώτατος τρόπος, εἴ τις αὐτὸ τὸ δεόμενον ἀποδείξεως αἰτήσας λάβοι, οἷον διὰ τί ὁ ἄνθρωπος λογικόν, διότι λογικός. οὗτος δὲ ὁ τρόπος τοῦ ἐν ἀρχῇ οὐ κατὰ δόξαν ἐστίν, ἀλλʼ ὁ κυρίως καὶ κατʼ ἀλήθειαν. τοῦτο δέ, ἤγουν τὸ ἐν ἀρχῇ αἰτεῖσθαι, οὐ ῥᾴδιον λανθάνειν ἐπὶ τοῦ τοιούτου τρόπου· οἷον εἴ τις ἐρωτήσας, διὰ τί ὁ ἄνθρωπος λογικόν, λάβοι αὐτὸ τοῦτο τὸ ἐρωτηθὲν εἰς ἀπόδειξιν αὐτοῦ, οὐδένα ἂν λάθοι ὅτι τὸ ἐν ἀρχῇ ᾐτήσατο.

Ἐν δὲ τοῖς συνωνύμοις, καὶ ἐν ὅσοις τὸ ὄνομα καὶ ὁ λόγος τὸ αὐτὸ σημαίνει, μᾶλλον.

`578`

Συνωνύμοις φησὶν ἀντὶ τοῦ «πολυωνύμοις». τὸ δὲ μᾶλλον ἐπʼ ἀμφοτέρων ἐχρήσατο, καὶ ἐπὶ τῶν πολυωνύμων καὶ ἐφʼ ὧν τὸ ὄνομα καὶ ὁ λόγος τὸ αὐτὸ σημαίνει· μᾶλλον γὰρ ἐπὶ τούτων ἢ εἰ αὐτό τις τὸ ζητούμενον ἐπὶ τῆς αὐτῆς λέξεως λαμβάνοι. ὁμοίως δὲ καὶ εἰ ἀντὶ λόγου ὄνομα λαμβάνοι, τὸ ἐν ἀρχῇ αἰτεῖται, καὶ εἰ λόγον ἀντὶ λόγου, ὅταν ἀμφότεροι τὸ αὐτὸ σημαίνωσιν. ὁ δὲ ἀντὶ ὀνόματος ὁρισμὸν λαμβάνων φαινομένως αἰτεῖται· δείκνυσι γάρ τινα διὰ τοῦ ὁρισμοῦ, ὅταν τὸ μὲν ὄνομα ἄδηλον ᾖ, ὁ δὲ ὁρισμὸς καὶ τὸ σημαινόμενον γνώριμον. τὰ δʼ ἄλλα εἴη ἂν τοῦ ἀληθῶς τὸ ἐν ἀρχῇ λαμβάνειν παραδείγματα. καὶ καθόλου, ὅταν δύο τινὰ ἀντιστρέφῃ ἀλλήλοις καὶ ᾖ ὁμοίως ἀσαφῆ, ὁ πρὸς τὴν τοῦ ἑτέρου δεῖξιν τῷ ἑτέρῳ αὐτῶν χρώμενος αἰτεῖται τὸ ἐν ἀρχῇ, ὥσπερ πάλιν καὶ ὁ πρὸς τὴν δεῖξίν τινος χρώμενος τῷ δεικνυμένῳ διʼ ἐκείνου· οὓς δύο τρόπους τῆς τοῦ ἐν ἀρχῇ λήψεως εἴρηκεν ἐν τῷ δευτέρῳ τῶν Προτέρων ἀναλυτικῶν.

Δεύτερον δέ, ὅταν κατὰ μέρος δέον ἀποδεῖξαι καθόλου τις αἰτήσῃ, οἷον ἐπιχειρῶν, ὅτι τῶν ἐναντίων μία ἐστὶν ἐπιστήμη, ὅλως τῶν ἀντικειμένων ἀξιώσειε.

Φαινομένως τὸ ἐν ἀρχῇ λαμβάνει· ὁ γὰρ ζητουμένου τοῦ εἰ ἔστι τινὸς τῶν ἀντικειμένων τὸ πάντων λαμβάνων τὸ ἐν ἀρχῇ αἰτεῖται· οὐκέτι δέ, εἰ ζητουμένου εἰ τῶν ἐναντίων λάβοι τις τῶν ἀντικειμένων τῷ μὴ αὐτόθεν κεῖσθαι τὸ τὰ ἐναντία ἀντικείμενα εἶναι.

Τρίτον, εἴ τις τὸ καθόλου δεῖξαι προκειμένου κατὰ μέρος αἰτήσειεν, οἷον εἰ πάντων τῶν ἐναντίων προκειμένου τῶνδέ τινων ἀξιώσειεν.

`579`

Οὐκ αἰτεῖται μὲν οὐδὲ οὗτος τὸ προκείμενον τῷ ἕπεσθαι τῷ ἐν μέρει τὸ καθόλου· δοκεῖ δέ, φησίν, ὃ μετὰ πλειόνων ἔδει δεῖξαι, καθʼ αὑτὸ χωρὶς αἰτεῖσθαι. καὶ εἰ πάντα λάβοι τὰ ὑπὸ τὸ καθόλου, οὐδʼ οὕτως πρὸς ἀλήθειαν αἰτεῖται τὸ ἐν ἀρχῇ — ἐπακτικὸς γὰρ ὁ τοιοῦτος τρόπος —, ὥσπερ οὐδʼ ὁ πρὸ αὐτοῦ ἐκ τοῦ καθόλου τὸ ὑπʼ αὐτὸ συνιστάς· ἔστι γὰρ ἀποδεικτικὸν μάλιστα τὸ τοιοῦτον εἶδος.

Πάλιν εἴ τις διελὼν αἰτεῖται τὸ πρόβλημα.

Οὐδʼ οὗτος τὸ ἐν ἀρχῇ λαμβάνει, εἰ ἑκάτερον ἰδίᾳ λαμβανόμενον γνωριμώτερον τοῦ συναμφοτέρου εἴη.

Ἰσαχῶς δὲ καὶ τὰ ἐναντία αἰτοῦνται τῷ ἐξ ἀρχῆς.

Καὶ ἡ τοῦ ἐναντίου αἴτησις ἐν λόγοις ἐστὶ παραγωγή, τὸ λαμβάνειν τι παρὰ τοῦ ἀποκρινομένου καὶ μετὰ ταῦτα πειρᾶσθαι τὸ ἀντικείμενον αὐτῷ παρʼ αὐτοῦ λαμβάνειν καὶ διὰ τούτου τοῦ τρόπου δεῖξαι τὴν ἐναντιολογίαν αὐτοῦ τῶν ἀποκρίσεων. γράφεται δὲ ἤτοι τῷ ἐξ ἀρχῆς, τουτέστι «τῷ ἐν ἀρχῇ» — πενταχῶς γάρ —, ἢ τῶν ἐξ ἀρχῆς κειμένων· τοῖς γὰρ ἤδη κειμένοις τὰ ἐναντία αἰτοῦνται. ἐναντία δὲ λέγει τὰ ἀντικείμενα, ὡς διʼ ὧν ἐπιφέρει δηλοῖ.

Δεύτερον δὲ τὰ ἐναντία κατὰ τὴν ἀντίθεσιν.

Δεῖ εἰδέναι, ὅτι ὥσπερ οἱ τὸ ἐν ἀρχῇ λαμβάνοντες οὐκ αὐτὸ τὸ ζητούμενον ἐπὶ τῶν αὐτῶν λέξεων ᾐτοῦντο — οὐ γὰρ οἷόν τε οὕτως λαμβάνοντα λαθεῖν —, οὕτως οὐδʼ οἱ τὰ ἀντικείμενα· προφανὲς γὰρ καὶ αὐτόθεν ἄτοπον· ἀλλὰ μεταφέροντες τὰς λέξεις λαμβάνουσιν ἐπʼ ἄλλων μὲν ὀνομάτων ἢ λόγων τὴν κατάφασιν, ἐπʼ ἄλλων δὲ ταὐτὸ σημαινόντων τὴν ἀπόφασιν. δύναται δὲ μὴ τὰς ἀντιφατικῶς ἀντικειμένας εἰρηκέναι προτάσεις ἀλλὰ τὰς ὁπωσοῦν· καὶ γὰρ αἱ ἐναντίαι ἀντικείμεναι.

Τρίτον, εἴ τις τὸ καθόλου ἀξιώσας.

Δοκεῖ οὗτος ὁ τρόπος ὁ αὐτὸς εἶναι τῷ πρώτῳ εἰρημένῳ τῷ «εἴ τις τὰ ἀντικείμενα αἰτήσαιτο, φάσιν καὶ ἀπόφασιν». διαφέροι δʼ ἂν οὗτος ὁ τρόπος ἐκείνου, ὅτι ἐπὶ μὲν ἐκείνου ἐδόκει αὐτόθεν φανερῶς λαμβάνεσθαι, ἐνταῦθα δὲ δυνάμει· οὐ γάρ ἐστιν ἀντίφασις «πάντων τῶν ἐναντίων μία ἐστὶν ἐπιστήμη»  <span class="gap">…</span> . διὸ ἐκεῖνος μὲν ὁ τρόπος καταφωρότερος τῆς τῶν ἀντικειμένων λήψεως, οὗτος δὲ μᾶλλον λανθάνων. εἴη δʼ ἄν τις τῶν εἰρημένων τρόπων διαφορὰ καὶ καθόσον ἐκεῖνος μὲν κατάφασιν καὶ ἀπόφασιν ἐλάμβανε τὰς ὁπωσοῦν ἀντικειμένας — ἀντίκεινται γὰρ καθόλου αἱ ἐναντίαι· διὸ οὐδʼ ἐμνημόνευσεν ἔτι τῆς τοιαύτης τῶν ἀντικειμένων λήψεως —, ἐνταῦθα δὲ τὰς ἀντιφατικάς. οὕτως ποιεῖ καὶ ὁ πᾶσαν μὲν ἀρετὴν ὁμολογουμένην εἶναι διάθεσιν, τὴν δὲ ἐγκράτειαν ἀρετὴν τιθείς· εἴη γὰρ ἂν δυνάμει λέγων ὅτι μὴ πᾶσα ἀρετὴ ὁμολογουμένη διάθεσις· ἡ γὰρ ἐγκράτεια οὐχ ὁμολογία ἀλλὰ μάχη.

Πάλιν ἐάν τις αἰτήσῃ τὸ ἐναντίον τῷ ἐξ ἀνάγκης συμβαίνοντι.

Εἴ τις αἰτήσει τὸ ἐναντίον τῷ ἐκ τῶν κειμένων ἐξ ἀνάγκης συμβαίνοντι, οἷον εἰ εἴη τὰ μὲν κείμενα ἡ ἡδονὴ κατὰ φύσιν, πᾶν δὲ τὸ κατὰ φύσιν ἀγαθόν· ἕπεται γὰρ ἐξ ἀνάγκης τούτοις τὸ πᾶσαν ἡδονὴν ἀγαθὸν εἶναι· ἂν δή τις τούτων κειμένων λάβῃ μηδεμίαν ἡδονὴν ἀγαθὸν εἶναι, εἴη ἂν τὸ ἐναντίον λαβὼν τῶν κειμένων.

Κἂν εἴ τις αὐτὰ μὲν μὴ λάβῃ τὰ ἀντικείμενα.

Πέμπτον δέ φησιν εἶναι τρόπον, εἴ τις αὐτὰ μὲν μὴ λάβοι τὰ ἀντικείμενα τοῦδε, τοιαῦτα δʼ αἰτήσαιτο δύο ἐξ ὧν ἔσται ἡ ἀντικειμένη ἀντίφασις. ἔνεστι μὲν καὶ οὕτως ἀκοῦσαι «εἴ τις αἰτήσαιτο τοιαῦτά τινα δύο οἷς ἀκολουθεῖ ἀντίφασις». τὸ δʼ ἡ ἀντικειμένη ἀντίφασις ἴσον ἐστὶ τῷ «κατάφασις καὶ ἀπόφασις αἱ ἀντικείμεναι»· οὐ γὰρ πᾶσα κατάφασις πάσῃ ἀποφάσει ἀντίκειται. οὐδὲν γὰρ διαφέρει τοῦ τὴν ἀντίφασιν αἰτῆσαι τὸ τοιαῦτα αἰτῆσαι οἷς ἡ ἀντίφασις ἕπεται. ἔνεστι δὲ ἀκοῦσαι τοῦ δύο συμπλοκῆς προτάσεων ἐξ ὧν συναχθήσεται ἡ ἀντίφασις.

`582`

Διαφέρει δὲ τὸ τἀναντία λαμβάνειν τοῦ ἐν ἀρχῇ, ὅτι ἐν μὲν τῷ τὸ ἐν ἀρχῇ αἰτεῖσθαι πρὸς τὸ συμπέρασμα σκοποῦσι τὸ ἁμάρτημα εὑρίσκεται — ὃ γὰρ δεῖξαι δεῖ, τοῦτο αἰτεῖται ὁ ἐν ἀρχῇ αἰτούμενος —, ὁ δὲ τὰ ἀντικείμενα αἰτῶν κατʼ αὐτὴν τὴν τούτων λῆψιν τὴν ἁμαρτίαν ποιεῖται· ἁμαρτία γὰρ ἐν λήψει προτάσεων τὸ τἀναντία ἀλλήλοις συγχωρεῖν τε καὶ λαμβάνειν.

Πρὸς δὲ γυμνασίαν καὶ μελέτην τῶν τοιούτων λόγων.

Ἐκθέμενος τοὺς τόπους, ἀφʼ ὧν εὐπορήσομεν τῶν πρὸς ἕκαστον πρόβλημα οἰκείων συλλογισμῶν, ὑποθέμενος δὲ καὶ τὴν προσήκουσαν χρῆσιν αὐτῶν ἑκατέρῳ, τῷ ἐρωτῶντι καὶ τῷ ἀποκρινομένῳ, ἐπὶ τούτοις ὀργανικά τινα πρὸς γυμνασίαν καὶ μελέτην τῶν διαλεκτικῶν λόγων παραδίδωσι. καὶ πρῶτον μὲν δεῖν φησιν ἐθίζεσθαι ἀντιστρέφειν τοὺς λόγους, τουτέστιν τοὺς συλλογισμούς· τούτῳ γὰρ ἐγγεγυμνασμένοι πρός τε τὸ προκείμενον πρόβλημα εὔποροι ἐσόμεθα, καὶ ἐν ὀλίγοις πολλοὺς ἐξεπιστησόμεθα λόγους. καὶ ὑπομιμνήσκει ἡμᾶς τῆς συλλογισμῶν ἀντιστροφῆς, περὶ ἧς ἐδίδαξεν ἐν τῷ δευτέρῳ τῶν Προτέρων ἀναλυτικῶν. ἔστι δὲ τὸ ἀντιστρέφειν συλλογισμὸν τὸ μεταλαβόντα τὸ συμπέρασμα, τουτέστι τὸ ἀντικείμενον  <span class="gap">…</span> τῇ λοιπῇ προτάσει συναγαγεῖν.

Πρῶτον μὲν ἀντιστρέφειν ἐθίζεσθαι χρή.

`583`

Δείξαντες γὰρ ὅτι ὁ ἀντιστρέφων λόγος, ᾧ χρώμεθα, συλλογισμός ἐστι, δεδειχότες ἂν εἴημεν καὶ τοῦτον, ᾧ χρώμεθα, ὄντα συλλογισμόν, εἴ τι εἴη πρὸς αὐτὸν ὡς οὐ συλλογισμὸν ὄντα ἀμφισβητήσιμον. ἢ εἰ μὴ τοῦτόν τις συγχωροίη, μεταβάντες ἐπʼ ἐκεῖνον ἂν δεικνύοιμεν. ἢ πρὸς πᾶν τε τὸ δεικνύμενον εὐπορώτεροι ἐσόμεθα, πλείους ἀφορμὰς ἔχοντες πρὸς τὸ συλλογίζεσθαι, καὶ ἐν ὀλίγοις πολλοὺς ἐξεπιστησόμεθα λόγους, ὅτι ἕνα ἔχοντες συλλογισμὸν ἕξομεν διʼ αὐτοῦ συλλογισμοὺς τέσσαρας, ποτὲ μὲν τὸ ἐναντίον τοῦ συμπεράσματος λαμβάνοντες ἐν τῇ ἀντιστροφῇ καὶ δύο συλλογισμοὺς ποιοῦντες τῇ κατὰ μιᾶς τῶν προτάσεων προσλήψει, ποτὲ δὲ τὸ ἀντικείμενον καὶ πάλιν ἄλλους ποιοῦντες δύο.

Τὸ γὰρ ἀντιστρέφειν ἐστὶ τὸ μεταλαβόντα τὸ συμπέρασμα μετὰ τῶν λοιπῶν ἐρωτημάτων.

Τὸ μετὰ τῶν λοιπῶν ἐρωτημάτων ἐστὶν ἀντὶ τοῦ «μετὰ τοῦ λοιποῦ ἐρωτήματος», τουτέστι μετὰ μιᾶς τῶν κειμένων προτάσεων· ἐπεὶ δὲ καθʼ ἑκατέραν προσληφθεῖσαν τῶν κειμένων τῷ ἀντικειμένῳ τοῦ συμπεράσματος ἡ λοιπὴ ἀναιρεῖται, διὰ τοῦτο μετὰ τῶν λοιπῶν εἶπε.

Παράλληλά τε παραβάλλειν ἐκλέγοντα.

`584`

Προστίθησί τῷ προειρημένῳ, τῷ δεῖν ἐφʼ ἑκάστου προβλήματος γυμναζομένους εἰς ἑκάτερον ἐπιχειρεῖν, τὸ δεῖν παράλληλα τιθέντας ἐν ταῖς ἐκλογαῖς πρὸς τὴν αὐτὴν θέσιν ἐπιχειρεῖν, παρατιθέντας τοῖς κατασκευαστικοῖς ἐπιχειρήμασι τὰ ἀνασκευαστικά. τοῦτο γὰρ πρός τε τὸ βιάζεσθαι καὶ ἐλέγχειν πολλὴν εὐπορίαν ἔχει τῷ ἐπιχειρημάτων εὐπορεῖν εἰς ἀμφότερα τὰ μέρη, ἀλλὰ καὶ μεγάλην ἔχει βοήθειαν πάλιν τοῖς ἀποκρινομένοις πρὸς τὸ μὴ ἐλέγχεσθαι· ὁ γὰρ εὐπορῶν πρὸς τὰ ἀντικείμενα καὶ εἰς ἑκάτερα τῶν ἀντικειμένων φυλάττεται πρὸς τὴν τῶν ἀντικειμένων αὐτοῖς παράθεσιν· ἡ γὰρ εἰς τὸ ἀντικείμενον ἐπιχείρησις φυλακὴ τοῦ δεικνυμένου διὰ τῆς εἰς τὸ ἀδύνατον ἐπιχειρήσεως.

Πρός τε γνῶσιν καὶ τὴν κατὰ φιλοσοφίαν φρόνησιν.

Λέγει δὲ καὶ πρὸς τὴν τῆς ἀληθείας εὕρεσιν καὶ τὴν κατὰ φιλοσοφίαν φρόνησιν, ἥτις ἐστὶν ἡ τοῦ ἀληθοῦς ἐπιστημονικὴ γνῶσις, τὴν τοιαύτην παρασκευήν τε καὶ περὶ τὰ προβλήματα γυμνασίαν συντελεῖν. τοῦτο δὲ εἶπεν ἐν τῷ πρώτῳ τῆσδε τῆς πραγματείας ἐκτιθέμενος πρὸς τίνα καὶ πόσα χρήσιμος ἡ διαλεκτική. διὰ γὰρ τοῦ πρὸς ἀμφότερα εὐπορεῖν «ῥᾷον κατοψόμεθα τὸ ἀληθές τε καὶ ψεῦδος»· ὄργανον γὰρ οὐ μικρὸν πρὸς τὴν τοῦ ἀληθοῦς εὕρεσιν ἡ εἰς τὸ ἀντικείμενον ἐπιχείρησις· τῶν γὰρ ἐνδεχομένων εἰς ἑκάτερον μέρος ἐπιχειρηθῆναι γνωρίμων ὄντων ῥᾳδία ἡ τῶν ἀληθῶν εὕρεσις· ἐν τούτοις γὰρ ἀνάγκη καὶ τἀληθὲς εἶναι. δεῖ δέ, φησί, καὶ πρὸς τὴν τοῦ ἀληθοῦς εὕρεσιν εὐφυΐας, καθʼ ἣν ἐπιβλητικὸς ἔσται καὶ κριτικὸς τοῦ ἀληθοῦς. καὶ ταύτην λέγει εἶναι εὐφυΐαν· εὐφυοῦς γὰρ τὸ οἰκειοῦθαι μὲν πρὸς τἀληθὲς ἀποστρέφεσθαι δὲ τὸ ψεῦδος. ὁ δὲ τοῦτο ἔχων ἔχει καὶ τὸ κρίνειν τἀληθὲς δύνασθαι καλῶς. οἱ δὲ ῥᾳδίως μέν τισι παρακολουθοῦντες καὶ μανθάνοντες, ὁμοίως δʼ ἔχοντες πρὸς πάντα τὰ μαθήματα οὐκ ἂν κυρίως εὐφυεῖς λέγοιντʼ ἂν τῷ μὴ ἔχειν τὸ κριτικὸν ἐν αὑτοῖς, ὅ ἐστιν ἡ πρώτη καὶ κυρίως εὐφυΐα.

Εὖ γὰρ φιλοῦντες καὶ μισοῦντες τὸ προσφερόμενον εὖ κρινοῦσι.

Τουτέστι τῶν προσφερομένων, εἴτε μαθήματά τινα εἴη εἴτε καὶ ἄλλα τινά, τὰ μὲν ἄξια εὐπορεῖσθαι καὶ φιλεῖν προαιρούμενοι τὰ δὲ μὴ τοιαῦτα ἀποστρεφόμενοι καὶ μισοῦντες εὖ τε τοῦτο ποιοῦσι καὶ εἰσὶ κριταὶ ἀγαθοί.

Πρός τε τὰ πλειστάκις ἐμπίπτοντα τῶν προβλημάτων.

`585`

Ἐπεὶ τῶν προβλημάτων ἐστί τινα καὶ συνήθως αἰτούμενα καὶ ἐπιπολάζοντα καὶ πολλάκις ὑπὸ τῶν πλείστων ζητούμενα, φησὶ δεῖν ἔχειν πρὸς τὰ τοιαῦτα τῶν προβλημάτων λόγους μεμελετημένους καὶ προχείρους· οὕτως γὰρ οὐκ ἀπορήσομεν ἐν ταῖς συνουσίαις ταῖς περὶ αὐτῶν ἐπιχειρημάτων. περὶ δὲ τῶν πρώτων θέσεων λέγοι ἂν «περὶ τῶν ἀρχῶν»· αὗται γὰρ πρῶται θέσεις, καὶ περὶ τῶν τοιούτων προβλημάτων ἐξεπίστασθαι δεῖ λόγους. τοῦτο δέ, ἐπεὶ χαλεπὸν εἰς τὰ τοιαῦτα ἐπιχειρημάτων εὐπορεῖν· δεῖ γὰρ ἢ διὰ πρώτων ἢ διʼ ἐνδόξων ταῦτα δείκνυσθαι· ἀλλὰ καὶ τὸ ἀποκρίνεσθαι περὶ τῶν τοιούτων χαλεπόν. ἤτοι οὖν λέγει ὅτι διὰ τοῦτο δεῖ πρὸς τὰς τοιαύτας θέσεις παρασκευάζειν λόγους τινάς, ὅτι ἀπορήσουσι πρὸς ταῦτα ἀποκρίσεων οἱ ἐρωτώμενοι, διὸ οἱ παρεσκευασμένοι πρὸς ταῦτα λόγους ῥᾳδίως ἂν περιγένοιντο τῶν ἀποκρινομένων, ἢ καθόλου ἀξιοῖ πρὸς τὰς τοιαύτας θέσεις ἔχειν τινὰς λόγους παρεσκευασμένους, ἐπεὶ δύσκολος ἡ περὶ αὐτῶν ἐπιχείρησίς τε καὶ ἀπόκρισις, ἵνʼ, ἂν δέῃ ποτὲ ὑπέχειν ἡμᾶς περὶ αὐτῶν λόγον, μήτε ἐπιχειρήματος μήτε ἀποκρίσεως ἀπορῶμεν.

Ἔτι τε ὅρων εὐπορεῖν δεῖ.

Δεῖ, φησί, καὶ ὅρων εὐπορεῖν τὸν διαλεκτικὸν καὶ ἔχειν προχείρους ὅρους καὶ τῶν ἐνδόξων καὶ τῶν πρώτων· διὰ γὰρ τῶν ὁρισμῶν τῶν ἀρχῶν οἱ τῶν μετὰ τὰς ἀρχὰς συλλογισμοί. τοῦτο δὲ οὐ μόνον τῷ διαλεκτικῷ ἀλλὰ καὶ τῷ ἀποδεικτικῷ ἀναγκαῖον· τῷ γὰρ γεωμέτρῃ ἀναγκαῖον πρῶτον εἰδέναι τί γραμμή, τί γωνία· διὰ γὰρ τούτων αἱ ἑξῆς ἀποδείξεις. ὁμοίως δὲ καὶ ἐπὶ τῶν ἄλλων.

Πειρατέον δὲ καὶ εἰς ἃ πλειστάκις ἐμπίπτουσιν οἱ ἄλλοι λόγοι.

`586`

Δεῖ, φησί, καὶ ταῦτα πρόχειρα ἔχειν εἰς ἃ πλειστάκις ἐμπίπτουσιν οἱ λόγοι. λέγοι δʼ ἂν τοῦτο περὶ τῶν κοινῶν τόπων· εἰσὶ γάρ τινες κοινοὶ τόποι, οἳ πρὸς πάντα τὰ γένη τῶν προβλημάτων εἰσὶ χρήσιμοι, οἷον οἱ ἀπὸ τῶν συστοίχων καὶ τῶν πτώσεων καὶ γενέσεων καὶ φθορῶν καὶ τοῦ μᾶλλον καὶ ἧττον. τοὺς δὴ τοιούτους λόγους ἀξιοῖ προχείρους ἔχειν ὡς πολλάκις χρησίμους· ὥσπερ γὰρ ἐν γεωμετρίᾳ πρὸ ἔργου τὸ περὶ τὰ στοιχεῖα γεγυμνάσθαι πρὸς τὰς τῶν ἄλλων θεωρημάτων δείξεις. κεφαλισμοὺς δὲ λέγει τοὺς τῶν πρώτων ἀριθμῶν τῶν μέχρι δεκάδος πολλαπλασιασμούς· διὰ γὰρ τῆς περὶ τούτων γυμνασίας καὶ οἱ τῶν ὑστέρων καὶ μειζόνων καὶ ὁμοίων αὐτοῖς πολλαπλασιασμοὶ κατὰ μετάβασιν γνωρίζονται· ἀπὸ γὰρ τοῦ δὶς δύο τέσσαρα γνωρίζεται ὁ δὶς εἴκοσι τεσσαράκοντα καὶ ὁ εἰκοσάκις εἴκοσι τετρακόσια καὶ ὁ διακοσιοντάκις εἴκοσι τετρακισχίλια, καὶ ἑξῆς ὁμοίως.

Καθάπερ γὰρ ἐν τῷ μνημονικῷ μόνον οἱ τόποι τεθέντες.

`587`

Τόπους τινὰς καὶ ἐν τῷ Περὶ μνήμης καὶ ὕπνου καὶ τῆς καθʼ ὕπνους μαντικῆς παρέθετο, διʼ ὧν ἔστιν ἀναμιμνήσκεσθαι καὶ ἀπὸ τῶν ἐναντίων καὶ ἀπὸ τῶν ὁμοίων καὶ ἀπʼ ἄλλων πολλῶν. ὡς οὖν ἐπʼ ἐκείνων αὐτοὶ οἱ τόποι γνωριζόμενοι, ἀφʼ ὧν οἷόν τε ἀναμιμνήσκεσθαι, αἴτιοι τοῦ ἀναμιμνήσκεσθαι ἡμῖν γίνονται — εἰδότες γὰρ ὅτι διʼ ἐναντίων φέρε εἰπεῖν, εὐθὺς εἰς τὸ ἐναντίον τῶν εἰρημένων μεταβάντες ἀπομιμνησκόμεθα τούτου, ἀπὸ πικροῦ γλυκέος, ἀπὸ λευκοῦ μέλανος, ἀπὸ ψύχους καύματος —, ὡς οὖν ἐπὶ τοῦ ἀναμνηστικοῦ καὶ ἐπὶ τοῦ διαλέγεσθαι συλλογιστικώτερον ποιεῖ ἡ τῶν κοινῶν τόπων γνῶσις· ἅμα γὰρ τοῦ τόπου τῇ γνώσει συνεισάγεται καὶ ὁ διʼ αὐτοῦ γινόμενος συλλογισμός. ἔτι τῷ ὡρισμένους εἶναι τοὺς τόπους, ἀφʼ ὧν ἐπιχειρήσομεν, εὐπορήσομεν συλλογισμῶν, οὐ καθʼ ἕκαστον πρόβλημα οἰκείας ἀφορμὰς ζητοῦντες ἀλλὰ τοῖς κοινοῖς πρὸς πάντα χρώμενοι. ἔτι δὲ λέγων περὶ αὐτῶν φησι δεῖν προτάσεως κοινῆς μᾶλλον ἢ συλλογισμοῦ μνημονεύειν, πρότασιν κοινὴν τὸν τόπον λέγων· κοινὴ γὰρ πρότασις ὁ τόπος, διαιρουμένων τῶν πραγμάτων οἷς ἁρμόζεται, τῶν οἰκείων ἑκάστῳ προβλήματι συλλογισμῶν. ὁ μὲν γὰρ συλλογισμὸν εἰδὼς πρὸς ἐκεῖνο μόνον εὐπορεῖν δύναμιν ἔχει τὸ πρόβλημα οὗ τὸν συλλογισμὸν ἔχει, ὁ δὲ κοινὴν πρότασιν ἔχων καὶ πρὸς ἄλλα. οἷον ὁ μὲν εἰδώς, ὅτι εἰ τὸ ὑγιεινὸν ἀγαθόν, τὸ νοσῶδες κακόν, ἀλλὰ μὴν τὸ πρῶτον, καὶ τὸ δεύτερον ἄρα· ἔχει γὰρ συλλογισμόν, ἀλλὰ περὶ τῶν εἰρημένων μόνον· ὁ δὲ τὸν τόπον εἰδὼς τοῦ «εἰ τὸ ἐναντίον τῷ ἐναντίῳ, καὶ τὸ ἐναντίον τῷ ἐναντίῳ» συλλογισμὸν μὲν οὐκ ἔχει, ἀρχὴν δὲ καὶ ἀφορμὴν συλλογισμῶν, οὐ μόνον τοῦ προκειμένου· οὐ γὰρ μόνα ταῦτα ἐναντία. τὰς δὲ ἀρχὰς ὑποθέσεις λέγει, ὅτι μὴ διʼ ἀποδείξεως τίθενται. ἐπεὶ δὲ χαλεπὸν τὸ κἂν μετρίως ἀρχῆς εὐπορῆσαι, δεῖ μνημονεύειν τῶν τοιούτων προτάσεων αἵ εἰσιν ἀρχαὶ τῶν προβλημάτων.

Ἔτι τὸν ἕνα λόγον πολλοὺς ποιεῖν ἐθιστέον.

Καὶ τοῦτο ἀκόλουθον τῷ προειρημένῳ περὶ τῶν τόπων, τῷ ἐθίζειν αὑτὸν ἀντὶ τῶν καθʼ ἕκαστα προτάσεων καὶ προσεχῶν προσέχειν τινὶ καθόλου· τὴν γὰρ καθόλου πρότασιν πολλῶν ἀρχὴν γίνεσθαι συλλογισμῶν· πρὸς γὰρ ἕκαστον τῶν ὑπὸ τὸ καθόλου χρήσιμος ἡ τοιαύτη πρότασις. καὶ ἔστι τὸ νῦν λεγόμενον ἴσον τῷ ἐν τῷ πρώτῳ εἰρημένῳ τόπῳ «ληπτέον δὲ ὅτι μάλιστα καθόλου πρότασιν, καὶ τὴν μίαν πολλὰς ποιητέον.» ποιεῖσθαι δὲ ἀξιοῖ τὰς μεταβάσεις ἀπὸ τῶν κειμένων ἐπὶ τὰ καθολικώτερα ἀδήλως καὶ κεκρυμμένως· οὕτως γὰρ συγχωρηθήσεται, εἰ μὴ εἰς τὰ ἐγγὺς καὶ παρακείμενα καὶ ὀλίγον ἀπέχοντα μεταβαίνει τις ἀλλʼ εἰς τὰ πλεῖστον ἀπέχοντα τῶν ἐν τῇ συγγενείᾳ τούτων περὶ ὧν ἂν ὁ λόγος ᾖ.

Ἔσονται δὲ δυνατοὶ τῶν λόγων οἳ μάλιστα καθόλου τοῦτο πάσχειν δύνανται.

`588`

Τὸ ἕνα πολλοὺς ποιεῖν δύνασθαί φησι γίνεσθαι ἐπὶ τῶν μάλιστα καθόλου· ὅσῳ γὰρ κοινοτέρα καὶ καθολικωτέρα ἡ πρότασις, τοσοῦτον εἰς πλείονα διαιρεῖσθαι δύναται. ὁ γὰρ λαβὼν καθόλου ὅτι μή ἐστι μία πλειόνων ἐπιστήμη, ἔχει διὰ τούτου καὶ ὅτι μὴ τῶν ἀντικειμένων· τοῦτο δʼ ἔχων πάλιν ἔχει καὶ ὅτι τῶν πρός τι οὐκ ἔστι μία ἐπιστήμη καὶ τῶν ἐναντίων, ἀλλὰ καὶ τῶν συστοίχων· καὶ γὰρ ταῦτα ὑπὸ τὸ προκείμενον καθόλου.

Δεῖ δὲ καὶ τὰς ἀπομνημονεύσεις καθόλου ποιεῖσθαι.

Ἀξιοῖ, κἂν ὁ προσδιαλεγόμενος ἐπὶ μέρους τιθῇ τι, οἷον ὅτι ὑγιεινοῦ καὶ νοσώδους οὐκ ἔστι μία ἐπιστήμη, αὐτὸν ἐκλαβόντα καθόλου αὐτοῦ μνημονεύειν λέγοντα «οὐκοῦν τῶν ἀντικειμένων οὐ φὴς εἶναι μίαν ἐπιστήμην;»· οὕτως γὰρ ἐξέσται πρὸς πολλὰ κεχρῆσθαι τῷ λόγῳ λέγοντι «οὐ μόνον ἄρα τῶν ἐναντίων οὐδὲ τῶν πρός τι», ὅτι εἰ ἐπί τινων φανείη τῶν ἀντικειμένων οὖσα μία ἐπιστήμη, ἀναιρεῖσθαι δόξει τὸ τεθειμένον. ὁμοίως δὲ ἀξιοῖ ποιεῖν καὶ ἐν τῇ ῥητορικῇ· καὶ γὰρ τὸ ἐνθύμημα συλλογισμὸς ῥητορικός ἐστι. δεῖ οὖν, φησί, καὶ ἐνταῦθα τὸν λόγον τὸν καθόλου πειρᾶσθαι λαμβάνειν. ἐπιχειροῦντα μὲν οὖν χρὴ μεταφέρειν ἐπὶ τὰ καθόλου τὰς ἀποκρίσεις· οὕτω γὰρ ῥᾴδιον ἡ τῶν τιθεμένων ἀνασκευή. ἀποκρινόμενον δὲ καὶ ὑπέχοντα λόγον καὶ παριστάμενόν τινι συλλογιζόμενον περὶ αὐτοῦ φεύγειν δεῖ τὸ καθόλου ποιεῖσθαι τοὺς συλλογισμούς· οὕτω γὰρ τὰς ἀφορμὰς πλείονας τῶν πρὸς τὰ λεγόμενα ἀφαιρεθήσεσθαι τοὺς ἀνασκευάζοντας τὸ ὑπʼ αὐτῶν πειρωμένους.

Ἀεί τε δεῖ σκοπεῖν τοὺς λόγους, εἰ ἐπὶ πλειόνων κοινῶν διαλέγονται.

Δεῖ, φησί, τοὺς γινομένους συλλογισμοὺς ἐπισκοπεῖν, εἰ καθόλου προτάσεις ἔχουσι καὶ ἐπὶ τῶν καθόλου διαλέγονται· πᾶς γὰρ συλλογισμὸς ἢ ἀμφοτέρας ἢ τὴν ἑτέραν καθόλου ἔχει πρότασιν.

Τῶν ἐπακτικῶν πρὸς νέον.

Ἐπειδὴ τὰ μερικὰ μᾶλλον αὐτῷ γινώσκονται, ἐξ ὧν ἡ ἐπαγωγή.

Ὅλως δὲ ἐκ τοῦ γυμνάζεσθαι διαλεγόμενον πειρατέον.

`589`

Καθόλου φησὶ δεῖν ἀπὸ τῶν συνουσιῶν τῶν διαλεκτικῶν καὶ γυμναστικῶν πειρᾶσθαι ἀπομνημονεύειν ἤτοι συλλογισμόν τινα ἢ τινα καλῶς λεγομένην πρὸς ἐρωτώμενόν τινα λόγον λύσιν ἢ πρότασίν τινα προτεινομένην καλῶς ἢ ἔνστασιν πρὸς πρότασιν. παραφυλάττειν δὲ ἀξιοῖ καὶ τὰ γινόμενα ἁμαρτήματα ὑφʼ ἡμῶν αὐτῶν ἢ ὑπʼ ἄλλων, καὶ παρὰ τί ἐγένετο, εἰ καλῶς ἠρώτησεν ἢ εἰ μὴ καλῶς, ὅπως τὰ μὲν μεμνῆσθαι τὰ δὲ φυλάττεσθαι ἐθιζώμεθα· ἐκ γὰρ τοῦ τὰ τοιαῦτα παραφυλάττεσθαι ἡ διαλεκτικὴ δύναμις περιγίνεται, ἧς χάριν καὶ τὴν ἀρχὴν γυμναζόμεθα.

Καὶ μάλιστα περὶ τὰς προτάσεις καὶ ἐνστάσεις.

Δεῖν φησι μάλιστα περὶ τὰς προτάσεις  <span class="gap">…</span> μνημονεύοντα καὶ ἀθροίζοντα, προτάσεις μέν, ἐπειδὴ διὰ τούτων αἱ ἐρωτήσεις τε καὶ ἐπιχειρήσεις, ἐνστάσεις δέ, ἐπειδὴ διὰ τούτων αἱ ἀποκρίσεις· τοῦ δὲ διαλεκτικοῦ ἔργον ἐρώτησίς τε καὶ ἀπόκρισις. εἰπὼν δὲ διαλεκτικὸν εἶναι τὸν προτατικὸν καὶ ἐνστατικόν, προστίθησι τί ἔργον ἐστὶ τοῦ καλῶς προτείνοντος καὶ τοῦ καλῶς ἐνισταμένου.

Οὐχ ἅπαντι δὲ διαλεκτέον, οὐδὲ πρὸς τὸν τυχόντα γυμναστέον.

`590`

Εἰπὼν πῶς δεῖ γυμνάζεσθαι καὶ διὰ τίνων καὶ τίνων χάριν, ἐπὶ τούτοις καὶ τὸ μέγεθος, ὁποῖον χρὴ τὸν διαλεκτικὸν ἔχειν, δείκνυσι διὰ τοῦ ἀξιοῦν αὐτὸν μὴ πρὸς πάντας διαλέγεσθαι μηδὲ πρὸς τὸν τυχόντα γυμνάζεσθαι. καὶ τὴν αἰτίαν λέγει· συμβαίνει γὰρ πρὸς ἐνίους φαύλους γίνεσθαι τοὺς λόγους. ὅτι γὰρ ἐριστικῶς ἀποκρινόμενοι οἱ προσδιαλεγόμενοι παραβαίνοντες τὰ ἔνδοξα καὶ ἐκ παντὸς τρόπου πειρώμενοι τοῖς διαλεγομένοις ἐνίστασθαι, ἀκόλουθον μέν ἐστι καὶ τοὺς ἐπιχειροῦντας ἐκ παντὸς τρόπου πειρᾶσθαι συλλογίζεσθαι τὸ προκείμενον· ἐκφέρονται δὲ καὶ οἱ γυμναζόμενοι πρὸς τοὺς τοιούτους εἰς τὸ ἀγωνιστικὰς ποιεῖσθαι τὰς συνουσίας. τοῦτο δὲ οὐκ εὔσχημον ποιεῖν· τὸ γὰρ ἐρίζειν τε καὶ σοφίσμασι χρῆσθαι οὐδαμῶς οἰκεῖον τῷ διαλεγομένῳ· τὸ γὰρ διαλέγεσθαι ἢ διὰ τῶν ἐνδόξων γυμνάζεσθαι πρὸς τὴν τῆς ἀληθείας εὕρεσιν τὴν ἀναφορὰν ἔχει. διὸ τοῦτο φυλασσόμενον δεῖ μὴ πρὸς πάντα κοινολογεῖσθαι, ἀλλὰ κατὰ τὴν ἀρχὴν κρίνειν εἰ ἄξιοι κοινωνίας, ὅπως μὴ προπετῶς καθέντες ἑαυτοὺς ἀναγκαζώμεθα παραβαίνειν τὸ οἰκεῖον ἔργον ἁμιλλώμενοι τοῖς χείροσιν.

Δεῖ δὲ καὶ πεποιημένους ἔχειν λόγους πρὸς τὰ τοιαῦτα.

`591`

Φθάνει μὲν ἤδη πως περὶ τούτου εἰρηκέναι, λέγει δὲ καὶ νῦν. ἀξιοῖ δὲ δεῖν ἑτοίμους καὶ πεποιημένους λόγους ἔχειν καὶ διὰ μνήμης πρὸς τὰ τῶν προβλημάτων τοιαῦτα ἃ χρήσιμά ἐστι πρὸς πολλά. τοιαῦτα δʼ ἂν εἴη τὰ μάλιστα καθόλου· ἔχοντες γὰρ τοὺς περὶ τούτων συλλογισμοὺς χρῆσθαι αὐτοῖς πρὸς πάντα τὰ ὑπʼ αὐτὰ δυνάμεθα. καὶ πρότερον δὲ εἶπεν· ἐλαχίστων δὲ εὐπορήσαντες, ἐξ ὧν ὁ τοῦ καθόλου προβλήματος συλλογισμός, πρὸς πλεῖστα λόγους χρησίμους ἕξομεν. καὶ διότι οὐ ῥᾴδιον περὶ τῶν καθόλου προτάσεων ἐκ τοῦ παρὰ πόδας εὐπορεῖν λέγειν, διὰ τὸ διὰ καθολικῶν γίνεσθαι τὸν περὶ τοῦ καθόλου συλλογισμόν, μὴ εἶναι δὲ ῥᾴδιον τοιούτων εὐπορεῖν προτάσεων, διὰ τοῦτο ἀξιοῖ περὶ τῶν τοιούτων προτάσεων ἔχειν λόγους παρεσκευασμένους. οἷον τὸ μίαν εἶναι τῶν ἀντικειμένων ἐπιστήμην οὐ ῥᾴδιον μὲν συλλογίζεσθαι· συλλογισθέντι μέντοι αὐτῷ ἔνεστι χρῆσθαι καὶ ὅτι τῶν ἐναντίων μία ἐπιστήμη καὶ ὅτι τῶν πρός τι καὶ ὅτι τῶν λοιπῶν, καὶ πάλιν δὲ καθʼ ἕκαστον τῶν ὑπὸ ταῦτα. διὸ χρὴ λόγον τινὰ ἔχειν περὶ τοῦ προβλήματος ὄντος καθολικοῦ παρεσκευασμένον. εἴη δʼ ἂν τοιοῦτος· τῶν μὴ δυναμένων συνυπάρχειν ἀλλήλοις ἡ αὐτὴ ἐπιστήμη· τὰ δʼ ἀντικείμενα τοιαῦτα. ὅτι δὲ τῶν μὴ δυναμένων συνυπάρχειν ἀλλήλοις ἡ αὐτὴ ἐπιστήμη, οὕτως δείκνυσιν· ἐπιστήμης ἴδιον τὸ εἰδέναι τὸ ὑπάρχον τινί· τῆς αὐτῆς δὲ καὶ τὸ μὴ ὑπάρχον ἅμα ἐκείνῳ εἰδέναι· οὕτως γὰρ εἴσεται τὴν αὐτοῦ τοῦ ὑπάρχειν τινί.

## License and provenance

Eulogikon publishes public-domain Greek texts in cleaned, structured, readable form and makes no copyright claim over that preparation (Public Domain Mark 1.0, https://creativecommons.org/publicdomain/mark/1.0/). Cite as `eul_wid: reo-bk`.
