---
title: "On Aristotle's Metaphysics, Commentary: Books Alpha Minor and Beta"
title_greek: "Εἰς τὰ Μετὰ τὰ Φυσικὰ Ἀριστοτέλους Ὑπομνήματα, Ἔλαττον Α καὶ Β"
author: Alexander of Aphrodisias
eul_wid: reo-aeb
eul_aid: reo
canonical: "https://eulogikon.org/works/alexander-aphrodisias-metaphysics-commentary-book-alpha-minor-reo-aeb"
lang: grc
period: Roman
dialect: Koine
content_hash: "sha256:65b0658a36da42a7efc7db708d0265201009d08d0aba04165dea45effb202214"
content_modified_at: "2026-10-23"
license: "https://creativecommons.org/publicdomain/mark/1.0/"
---

# On Aristotle's Metaphysics, Commentary: Books Alpha Minor and Beta

*Εἰς τὰ Μετὰ τὰ Φυσικὰ Ἀριστοτέλους Ὑπομνήματα, Ἔλαττον Α καὶ Β*

**Author:** Alexander of Aphrodisias

**eul_wid:** `reo-aeb` · [HTML page](https://eulogikon.org/works/alexander-aphrodisias-metaphysics-commentary-book-alpha-minor-reo-aeb)

## Text

Part of [On Aristotle's Metaphysics, Commentary](/works/alexander-aphrodisias-metaphysics-commentary-reo-ae)

`137`

ΕΙΣ ΤΟ ΕΛΑΤΤΟΝ Α ΤΩΝ ΜΕΤΑ ΤΑ ΦΥΣΙΚΑ

`138`

Τὸ ἔλαττον ἄλφα τῶν Μετὰ τὰ Φυσικὰ ἔστι μὲν Ἀριστοτέλους ὅσα καὶ τῇ θεωρίᾳ τεκμήρασθαι, οὐ μὴν ὁλόκληρον ἔοικεν εἶναι, ἀλλʼ ἔστιν ὡς μέρος βιβλίου, τεκμαιρομένοις τῇ τε ἀρχῇ καὶ τῇ τοῦ βιβλίου μικρότητι. ὅσον μὲν οὖν ἐπὶ τῷ περὶ ἀρχῶν καὶ ἐν τούτῳ ποιεῖσθαί τινα λόγον, δόξει καὶ οὐκ ἀπᾴδειν τοῦτο τοῦ μείζονος Α, ἀλλʼ ἕπεσθαι ἐκείνῳ περὶ ἀρχῶν καὶ αἰτίων, ἐξ ὧν ἐν ἐκείνῳ παυόμενος τοῦ βιβλίου εἶπεν «ὅσα δὲ περὶ τῶν αὐτῶν τούτων ἀπορήσειεν ἄν τις, ἐπανέλθωμεν πάλιν· τάχα γὰρ ἂν ἐξ αὐτῶν εὐπορήσαιμεν πρὸς τὰς ὕστερον ἀπορίας». προειπὼν δὲ τοῦτο ἐν ἐκείνῳ, ἐν τούτῳ ζητεῖν ἀκολούθως δοκεῖ εἰ ἐπʼ ἄπειρον αἱ ἀρχαὶ καὶ τὰ αἴτια, καὶ δείκνυσιν ὅτι ἔστιν ἀρχή τις ἐν αὐτοῖς καὶ οὐκ ἐπʼ ἄπειρον ἡ πρόοδος. ὅσον δὲ πάλιν ἐπὶ τῷ τέλει αὐτοῦ, οὐ δόξει τοῦτο ἐκ ταύτης εἶναι τῆς συντάξεως, ἀλλὰ τῆς φυσικῆς πραγματείας προοίμιόν τι· ὡς γὰρ περὶ φύσεως ἐν τοῖς ἑξῆς ἐρῶν, καὶ ζητήσων τί ἐστιν ἡ φύσις, ἐπαύσατο. εἶπε γὰρ «διὸ σκεπτέον πρῶτον τί ἐστιν ἡ φύσις· οὕτω γὰρ καὶ περὶ τίνων ἡ φυσικὴ δῆλον ἔσται.» φυσικοῦ δὲ τὸ περὶ τούτου σκέπτεσθαι· διὸ καὶ ἐν τῇ Φυσικῇ ἀκροάσει πεποίηται τὸν περὶ φύσεως λόγον. ἔτι δὲ οὐδʼ ἡ ἀρχὴ αὐτῷ τοῦ Β τὸν περὶ φύσεως περιέχει λόγον, ὡς δοκεῖν ἕπεσθαι τούτῳ ἐκεῖνο, ἀλλὰ περὶ ὧν ἀναγκαῖόν ἐστι προαπορῆσαι ἐν τῇδε τῇ πραγματείᾳ, ταῦτα ἐν αὐτῷ καταλέγει τε καὶ ἐκτίθεται. διὸ δόξει τῷ μείζονι Α τὸ Β μᾶλλον ἀκολουθεῖν· συνῳδὸς γὰρ ἡ τούτου ἀρχὴ τῷ ἐκείνου τέλει. ἐκεῖ τε γὰρ προέθετο περὶ ὧν ἀπορήσειεν ἄν τις περὶ τῶν εἰς τὰς ἀρχὰς καὶ τὴν εὕρεσιν αὐτῶν συντεινόντων εἰπεῖν, ἔν τε τῷ Β φαίνεται τοῦτο ποιῶν. οὐ μὴν οὐδὲ τὰ ἐν τούτῳ λεγόμενα ἀλλότρια πάντῃ τῆς προκειμένης πραγματείας εἶναί μοι δοκεῖ, ἀλλʼ ἔστιν ὥσπερ τινὰ προγραφόμενα καὶ προλεγόμενα κοινῶς πάσης τῆς θεωρητικῆς φιλοσοφίας τὰ ἐν τούτῳ λεγόμενα. πρῶτον μὲν γὰρ ἐν αὐτῷ περὶ τῆς θεωρητικῆς φιλοσοφίας κοινῶς πάσης λέγει, δεικνὺς ὅτι πῇ μέν ἐστι χαλεπή, τεκμαιρόμενος ἀπὸ τοῦ μηδένα ἀξίως περὶ αὐτῆς εἰρηκέναι, πῇ δὲ ῥᾳδία, τεκμαιρόμενος πάλιν ἀπὸ τοῦ μηδένα αὐτῆς παντάπασιν ἀποτυγχάνειν. ἀλλὰ καὶ διὰ τί δυσχερὴς μᾶλλον προστίθησι, δεικνὺς τούτου τὸ αἴτιον ἐν ἡμῖν ὄν· ὁ γὰρ ἡμέτερος νοῦς ἀσθενής ἐστι πρὸς τὴν τῶν φύσει σαφῶν γνῶσιν. καὶ ἐπὶ τούτοις ἐπαινέσας τοὺς ὁπωσοῦν ἡμμένους αὐτῆς ὡς οὐ μικρὰ συμβεβλημένους, καὶ ᾗ διαφέρει ἡ θεωρητικὴ τῆς πρακτικῆς εἰπών, καὶ ὅτι τὸ κύριον τῆς θεωρίας ἡ γνῶσις, δείκνυσιν ὅτι πλεῖστον εἰς θεωρίαν τε καὶ τὴν τῆς ἀληθείας γνῶσιν ἡ τῶν ἀρχῶν τε καὶ τῶν αἰτίων γνῶσις συντελεῖ· μάλιστα γὰρ ἔστι τὰ πρῶτα αἴτια καὶ αἱ ἀρχαί, τὰ δὲ μάλιστα ὄντα καὶ ἀληθῆ μάλιστα καὶ τοῖς ἄλλοις αἴτια τοῦ τε εἶναι καὶ τῆς ἐν αὐτοῖς ἀληθείας ταῦτα. δείκνυσι δὲ ἐν αὐτῷ καθόλου τε καὶ κοινῶς καὶ ὅτι εἰσὶν ἀρχαὶ καὶ αἰτίαι τῶν ὄντων, ἀνελὼν τὸ ἐπʼ ἄπειρον τὴν πρόοδον τῶν αἰτίων εἶναι.

Ἡ περὶ τῆς ἀληθείας θεωρία τῇ μὲν χαλεπὴ τῇ δὲ ῥᾳδία. σημεῖον δέ.

`139–140`

Γράφεται καὶ χωρὶς τοῦ «ὅτι,» ἡ περὶ τῆς ἀληθείας θεωρία· καὶ μᾶλλον δοκεῖ ἐκεῖνο ἀρχὴ εἶναι, τὸ δὲ μετὰ τοῦ ὅτι οὐκ ἀρχὴ ἀλλʼ ἑπόμενον προειρημένῳ τινί. περὶ δὲ τῆς ἀληθείας θεωρίαν λέγει πᾶσαν τὴν θεωρητικὴν φιλοσοφίαν, οὐχ ὡς μόνην περὶ τὴν ἀλήθειαν πραγματευομένην — καὶ γὰρ ἡ πολιτική τε καὶ πρακτικὴ φιλοσοφία περὶ τὸ ἐν ἐκείναις ἀληθές, ἀλλὰ καὶ αἱ τέχναι περὶ τῆς τῶν ὑπʼ αὐτὰς ἀληθείας εἰσὶ θεωρητικαί, εἴ γε ἐστὶ τέχνη ἕξις μετʼ ἀληθοῦς λόγου ποιητική —, ἀλλʼ ὅτι ταύτης μόνης τέλος ἡ γνῶσις τῆς ἀληθείας καὶ τῆς κυρίως ἀληθείας· τὸ γὰρ ἀίδιον ἀληθὲς αὕτη θεωρεῖ. συνιστὰς δὲ τὴν θεωρητικὴν φιλοσοφίαν ὡς μάλιστα οἰκείαν ἡμῖν καὶ κατὰ φύσιν, τῇ μέν φησι χαλεπὴν αὐτὴν δόξαι ἂν εἶναι τῇ δὲ αὖ ῥᾳδίαν, χαλεπὴν μὲν καθʼ ὅσον πολλῶν ἐπιχειρησάντων αὐτῇ οὐδεὶς κατʼ ἀξίαν τοὺς περὶ αὐτῆς πεποίηται λόγους· τοῦ γὰρ δυσεύρετον καὶ χαλεπὴν τὴν περὶ αὐτῆς εἶναι θεωρίαν σημεῖον ἱκανὸν τὸ μὴ δύνασθαι τοὺς περὶ αὐτῆς λέγοντας κατʼ ἀξίαν εἰπεῖν περὶ αὐτῆς· τοῦ δὲ αὖ ῥᾳδίαν εἶναι σημεῖον πάλιν ποιεῖται τὸ μὴ πάντῃ τοὺς περὶ αὐτῆς εἰπόντας ἀποπλανηθῆναι, ἀλλὰ τῶν εἰπόντων ἕκαστον εἰπεῖν ὑγιές τι περὶ αὐτῆς. καθʼ ἕκαστον μὲν γὰρ τῶν φιλοσοφησάντων εἰ ἐπισκοποίημεν, ὀλίγον παντελῶς ἕκαστον αὐτῶν ὑγιῶς ἂν εὕροιμεν λέγοντα· εἰ δὲ τὰς ἁπάντων ἀθροίσαιμεν εἰς ταὐτὸ δόξας, ἀξιόλογος ἤδη καὶ μεγάλη ἡ περὶ αὐτῆς θεωρία φανεῖται. περὶ γοῦν τῶν ἀρχῶν, ὡς ἐν τῷ πρὸ τούτου προείρηκεν, ἕκαστος μὲν τῶν εἰπόντων μέρος τι αὐτῶν εἶπε, καὶ οὐδὲ τοῦτο σαφῶς, τρόπον μέντοι τινὰ εἶπε πάσας εἰρῆσθαι τῷ ἄλλον ἄλλης μνημονεῦσαι. μήτε πάντας ἀποτυγχάνειν. τοῦτο εἴρηκεν ὡς ἴσον τῷ μήτε τινὰ τῶν πάντων ἀποτυγχάνειν αὐτῶν πάντῃ. ὅτι δὲ τοῦτο λέγει, δῆλον ἐποίησεν ἐπενεγκὼν ἀλλʼ ἕκαστον λέγειν τι περὶ τῆς φύσεως· τοῦτο γὰρ συνῳδὸν τῷ μηδένα ἀποτυγχάνειν. τὸ δὲ τῆς φύσεως προσκείμενον τὸ πρὸ πάσης τοῦτο τῆς θεωρητικῆς εἶναι φιλοσοφίας τὸ βιβλίον συνίστησι καὶ αὐτό. δοκεῖ δέ μοι διὰ μὲν τοῦ πολλούς τε ἐπιβάλλεσθαι λέγειν περὶ αὐτῆς καὶ μηδένα αὐτῶν πάντῃ διαμαρτάνειν δείκνυσθαι τὸ κατὰ φύσιν ἡμῖν εἶναι τήνδε τὴν πραγματείαν, διὰ δὲ τοῦ μηδένα κατʼ ἀξίαν εἰρηκέναι περὶ αὐτῆς τὸ μέγεθος αὐτῆς ἐνδείκνυσθαι καὶ τὴν χαλεπότητα, καὶ ὅτι μὴ χρὴ πάρεργον ποιεῖσθαι τὴν ζήτησιν αὐτῆς. ἔχεσθαι μὲν γὰρ αὐτῆς χρή, ὅτι ἡμῖν ἐστι κατὰ φύσιν, μὴ παρέργως δέ, ὅτι ἐστὶ χαλεπή. προτρέποι δʼ ἂν ἡμᾶς διʼ ὧν εἴρηκε καὶ ἐπὶ τὸ μήτε καταφρονεῖν αὐτῆς ὡς ῥᾳδίας πάντῃ μήτε ἀπογινώσκειν ὡς πάντῃ χαλεπῆς.

Ὥστε εἴπερ ἔοικεν ἔχειν καθάπερ τυγχάνομεν παροιμιαζόμενοι, τίς ἂν θύρας ἁμάρτοι.

`141`

Ὅτι τὸ πάντας τι ὑγιὲς εἰρηκέναι τοὺς περὶ αὐτῆς λέγοντας σημεῖον ἂν εἴη τοῦ ῥᾳδίαν αὐτὴν εἶναι, ἔδειξε τῇ παροιμίᾳ προσχρησάμενος τῇ «τίς ἂν θύρας ἁμάρτοι;» ἣ λέγεται μὲν ἐπὶ τῶν εὐκόλων καὶ μηδὲν χαλεπὸν καὶ δυσεύρετον ἐχόντων, εἴληπται δὲ ἀπὸ τῶν τοξοτῶν τῶν ἐπὶ σκοπὸν τοξευόντων· οὗτοι γάρ, ἂν μὲν στενὸς ὁ προκείμενος ᾖ σκοπός, οὐ ῥᾳδίως αὐτοῦ τυγχάνουσιν, ἂν δὲ ᾖ πλατύς, οὐ χαλεπὸν τὸ τούτου τυγχάνειν, διὸ καὶ πάντες αὐτοῦ τυγχάνουσιν. εἰ οὖν τοῦ ῥᾳδίου πάντες ἐπιτυγχάνουσι, καὶ οὗ πάντες ἐπιτυγχάνουσι ῥᾴδιον τοῦτο. τὸ δὲ ὅλον τε ἔχειν καὶ μέρος μὴ δύνασθαι δηλοῖ τὸ χαλεπὸν αὐτῆς. πάλιν τοῦ χαλεπὴν καὶ δύσκολον τὴν πραγματείαν εἶναι σημεῖον ποιεῖται τὸ ἕτερον τῶν προρρηθέντων. ἦν δὲ τὸ καθʼ ἕνα μὲν ἢ μικρὸν ἢ μηδὲν ἐπιβάλλειν αὐτῇ, τῷ τοὺς καθʼ ἕνα μήτε περὶ ὅλης λέγειν τῆς πραγματείας μήτε περὶ μέρους αὐτῆς ὁλοκλήρως. οἱ γὰρ μηδὲν ἢ μικρὸν ἐπιβάλλοντες αὐτῇ πρὸς τῷ τοῦ παντὸς ἀπολείπεσθαι ἀπολείποιντο ἂν καὶ τῶν μερῶν αὐτῆς. οὗτοι δὴ τὸ χαλεπὸν αὐτῆς δεικνύουσιν. ἔχει δέ τι ἡ λέξις ἀκατάλληλον ἡ τὸ δʼ ὅλον τε ἔχειν καὶ μέρος μὴ δύνασθαι δηλοῖ τὸ χαλεπὸν αὐτῆς. δοκεῖ γὰρ διʼ αὐτῆς τὸ ἀντικείμενον λέγειν οὗ προείρηκε. προείρηκε μὲν γὰρ ὅτι κατὰ μέρος μὲν ἕκαστος ἐπιβάλλει τῇ τῶν ὄντων ἀληθείᾳ, ὅλου δὲ ἀποτυγχάνει· νῦν δὲ δοκεῖ λέγειν τὸ μὲν ὅλον ἔχειν τοὺς ἐπιβάλλοντας αὐτῇ, τὸ δὲ μέρος μὴ δύνασθαι. ὃ φεύγοντές τινες ἐνηλλάχθαι φασὶ τὴν λέξιν καὶ εἶναι τὸ κατάλληλον αὐτῆς «τὸ δὲ ὅλον μὴ δύνασθαι καὶ μέρος ἔχειν δηλοῖ τὸ χαλεπὸν αὐτῆς»· τοῦτο γὰρ σύμφωνον εἶναι τοῖς προειρημένοις. μήποτε δὲ ἄμεινον τῆς λέξεως ἀκούειν, ὡς προειρήκαμεν, τὸ δείκνυσθαι τὸ χαλεπὸν τῆς πραγματείας διὰ τοῦ μήτε τὸ ὅλον ἔχειν μήτε μέρος ὁλοκλήρως ἔχειν δύνασθαι· ὡς εἶναι τὸ λεγόμενον ἴσον τῷ τὸ δὲ μήτε ὅλον τι ἔχειν ἀλλὰ μηδὲ μέρος δύνασθαι· τὸ γὰρ ἢ μικρὸν ἢ μηδὲν ἐπιβάλλειν αὐτῇ οὔτε τὸ ὅλον ἔχειν ἦν οὔτε μέρος αὐτῆς ὅλον· οὗ γὰρ καὶ τὸ μέρος δύσληπτον, χαλεπὸν τοῦτο. καὶ εἴη ἂν ὑπερβατὸν ἐν τῇ λέξει τοιοῦτον, τὸ μὴ δύνασθαι ὅλον τι ἔχειν καὶ μέρος, ὡς εἰ ἔλεγε, τὸ δὲ μηδέτερον δύνασθαι δηλοῖ τὸ χαλεπὸν αὐτῆς. δύναταί τις καὶ οὕτως ἀκοῦσαι τοῦ τὸ δʼ ὅλον τι ἔχειν καὶ μέρος μὴ δύνασθαι, τὸ εἰς ἔννοιαν μὲν τοῦ ὅλου καὶ ἐπίστασιν πάντας ἐλθεῖν, μηδὲν δὲ μέρος αὐτῆς ἐξακριβώσασθαι δυνηθῆναι δηλοῖ τὸ χαλεπὸν αὐτῆς. δύναται καὶ λείπειν τῇ λέξει τὸ πάντας ἅμα, ἵνʼ ᾖ τὸ δʼ ὅλον τι ἔχειν πάντας ἅμα, μέρος δὲ ἕκαστον μὴ δύνασθαι, δηλοῖ τὸ χαλεπὸν αὐτῆς. καὶ τοῦτό γε μᾶλλον ἀκολουθεῖν δόξει τοῖς προειρημένοις τοῖς «καθʼ ἕνα μὲν ἢ μικρὸν ἢ μηδὲν ἐπιβάλλειν αὐτῇ, ἐκ πάντων δὲ τῶν συναθροιζομένων γίγνεσθαί τι μέγεθος.» δύναται ἴσον εἶναι τὸ εἰρημένον τῷ τὸ δὲ μὴ δύνασθαι καὶ ὅλον τι ἔχειν καὶ μέρος, ἀλλὰ μέρος τι μόνον λαμβάνειν αὐτοῦ. τὸ δὲ «τῇ μὲν χαλεπὴ τῇ δὲ ῥᾳδία» λέγοι ἂν οὐχ ὡς κατὰ ταὐτὸν ὄντων ἀμφοτέρω περὶ αὐτήν, ἀλλʼ ὡς φαντασιῶν καὶ δοξῶν ἀμφοτέρων οὐσῶν περὶ αὐτῆς, κατὰ μέν τι ὅτι ῥᾳδία, κατὰ δέ τι ὅτι χαλεπή· διὰ μὲν γὰρ τὸ καὶ πάντας ἐπιβάλλειν αὐτῇ οὐ χαλεπή, διὰ δὲ τὸ μηδένα κατορθοῦν μηδὲ κατὰ μέρος ὅλον οὐ ῥᾳδία.

Ἴσως δὲ καὶ τῆς χαλεπότητος οὔσης κατὰ δύο τρόπους.

`142–143`

Δείξας τῇ μὲν ῥᾳδίαν τὴν θεωρητικὴν φιλοσοφίαν τῇ δὲ χαλεπήν, διαίρεσιν ποιεῖται τοῦ χαλεποῦ, δεικνὺς κατὰ τί ἡ φιλοσοφία, διʼ οὗ πάλιν δείκνυται τὸ πῇ μὲν χαλεπὴν αὐτὴν εἶναι πῇ δὲ ῥᾳδίαν. οἱ δὲ τρόποι τῆς χαλεπότητος δύο, εἷς μὲν ὁ παρὰ τὴν τοῦ πράγματος θεωρουμένην φύσιν, τοιούτου ὄντος ὡς τῇ αὐτοῦ φύσει δυσθεώρητον εἶναι, δεύτερος ὁ διὰ τὴν τοῦ θεωροῦντος αὐτὸ ἀσθένειαν· δύναται γάρ τι τῇ αὐτοῦ φύσει ὂν εὐθεώρητον τῷ ἁπλοῦν εἶναι, διὰ τὴν ἡμετέραν ἀσθένειαν ἡμῖν εἶναι χαλεπόν τε καὶ δυσθεώρητον. ᾧ τρόπῳ τῆς χαλεπότητος ὑπάγει καὶ τὴν θεωρητικὴν τέχνην καὶ περὶ τῆς ἀληθείας φιλοσοφίαν. προτρέποι δʼ ἂν ἡμᾶς καὶ διὰ τούτου πρὸς τὴν θεωρητικὴν φιλοσοφίαν· εἰ γὰρ τὰ γνώριμα καὶ πρῶτα τῇ αὐτῶν φύσει ἡμῖν ἐστι δύσγνωστα διὰ τὴν ἀργίαν τοῦ νοῦ, δῆλον ὅτι δεῖ γυμνάζειν τε καὶ ἐπεγείρειν πρὸς αὐτὰ τὸν νοῦν, ὅπως αὐτῷ εὔγνωστα γίγνηται τὰ τῇ αὐτῶν φύσει γνώριμα. πῶς δὲ ἔνιά ἐστι χαλεπὰ παρὰ τὴν τῶν μετιόντων αὐτὰ ἀσθένειαν, οὐ παρὰ τὴν αὐτῶν φύσιν, ἔδειξεν ἐπὶ τῶν νυκτερίδων, αἷς τὸ μεθημερινὸν φῶς διʼ ἀσθένειαν τῶν ὀφθαλμῶν πρὸς τὸ ὁρᾶν ἐμποδίζει, ὂν τῇ αὐτοῦ φύσει μάλιστα ὁρατόν τε καὶ αἴτιον τοῦ ὁρᾶσθαι τὰ ὁρώμενα. ὡς δὴ ἐκείνων οἱ ὀφθαλμοὶ πρὸς τὸ φῶς ἔχουσιν, οὕτω καὶ ἐφʼ ἡμῖν φησι τὸν νοῦν τὸν ἡμέτερον ἔχειν πρὸς τὰ τῇ φύσει φανερώτατα· ταῦτα δέ ἐστι τὰ ἁπλούστατα, τοιαῦται δὲ αἱ ἀρχαί. οὕτω δὲ ὁ ἡμέτερος νοῦς πρὸς τὰ φανερώτατα τῶν ὄντων ἔχει διὰ τὸ μὴ ἀπολελυμένος καὶ κεχωρισμένος εἶναι, ἀλλʼ εἶναι σὺν αἰσθήσει καὶ ταῖς παθητικαῖς δυνάμεσι τῆς ψυχῆς, ἃ πάντα ἐμπόδια τῇ οἰκείᾳ τοῦ νοῦ ἐνεργείᾳ· ἡ γὰρ περὶ τὰ αἰσθητὰ συνεχὴς ἡμῶν ἐνέργεια ταῖς κεχωρισμέναις τῆς αἰσθήσεως ἐνεργείαις ἐμποδὼν γίνεται. εἰ δὲ διὰ ταῦτά ἐστι τῆς ἀληθείας γνῶσις χαλεπή, ἀληθὲς τὸ προειρημένον τὸ «ἡ περὶ τῆς ἀληθείας γνῶσις τῇ μὲν χαλεπὴ τῇ δὲ ῥᾳδία»· χαλεπὴ γὰρ ἡμῖν, τῇ δὲ αὐτῆς φύσει ῥᾳδία. καὶ εἴη ἂν κἀκεῖνα τούτου χάριν εἰρημένα κατασκευαστικὰ ὄντα τοῦ ἄμφω ταῦτα ἔχειν αὐτήν, ὃ οὐ παρʼ ἄλλο τί ἐστιν ἢ παρὰ τὸ τῇ μὲν αὐτῆς φύσει τοιαύτην εἶναι, ἡμῖν δὲ διὰ τὴν ἡμετέραν ἀσθένειαν χαλεπὴν εἶναι γνωσθῆναι.

Οὐ μόνον δὲ χάριν ἔχειν δίκαιον τούτοις ὧν ἄν τις κοινώσαιτο ταῖς δόξαις.

`144`

Εἰπὼν περὶ τῆς θεωρητικῆς φιλοσοφίας ὅτι τῇ μὲν χαλεπὴ τῇ δὲ ῥᾳδία, εἰπὼν δὲ καὶ ὅτι μηδεὶς τῶν ἁψαμένων αὐτῆς ἱκανῶς τι περὶ αὐτῆς εἶπε, λέγει ὅτι μὴ διὰ τοῦτο χρὴ παραπέμπεσθαι αὐτούς, ἀλλὰ χάριν αὐτοῖς ἑκτέον ὡς οὐ μικρὰ ὠφελήσασι τοὺς ὑστέρους. ἅμα δὲ τὴν θεωρίαν διὰ τούτων συνίστησιν ὡς πάσης σπουδῆς ἀξίαν. ἀξιοῖ γὰρ χάριν ἡμᾶς ἔχειν μὴ μόνον τοῖς εἰρηκόσι τοιοῦτον ᾧ κἂν ἡμεῖς ὡς καλῶς εἰρημένῳ χρησαίμεθα καὶ κοινωνήσαιμεν τῆς δόξης, ἀλλὰ καὶ τοῖς ἀρχαιοτέροις, εἰ καὶ ἐπιπολαιότερον δοκοῦσι περὶ τούτων εἰρηκέναι. καὶ λέγει τούτου τὴν αἰτίαν· καὶ γὰρ οὗτοι συνετέλεσάν τι ἡμῖν πρὸς τὴν τῶν ζητουμένων εὕρεσιν. τὴν γὰρ ἕξιν, τουτέστι τὴν δύναμιν ἡμῶν, ᾗ δυνάμει τῆς ψυχῆς τὰ τοιαῦτα ζητεῖν δυνάμεθα — αὕτη δέ ἐστιν ἡ κατὰ τὸν νοῦν —, ταύτην προήσκησαν θήξαντές πως καὶ κινήσαντες ταῖς ζητήσεσιν, ἅτε ὁδοποιήσαντες καὶ ἐπιστήσαντες εἰς τὸ καὶ αὐτοὺς ζητεῖν περὶ τούτων, καὶ εἰς ἔννοιαν ἀγαγόντες ὡς ἔστιν οἰκεία ἡμῖν ἡ περὶ ὧν ἐπραγματεύσαντο θεωρία. εἴη δʼ ἂν καὶ διὰ τούτου προτρέπων ἡμᾶς ἐπὶ τὸ πάσαις ταῖς παρὰ τούτων καταβεβλημέναις δόξαις ἐντυγχάνειν· ἡ γὰρ τῶν καταβεβλημένων δοξῶν εὐπορία εὑρετικωτέρους ἡμᾶς τῆς ἀληθείας παρασκευάσει. πῶς γὰρ οἷόν τε χάριν ἔχειν τούτοις, ὡς ἀξιοῖ, μὴ πρῶτον αὐτῶν τὰς δόξας ἱστορηκότας; δόξαι δʼ ἂν ἐκ ταύτης τῆς λέξεως τὸ βιβλίον τοῦτο ἀκόλουθον εἶναί πως τῷ πρὸ αὐτοῦ τεταγμένῳ· ἐν ἐκείνῳ γὰρ ἱστορήσας τὰς τῶν πρὸ αὐτοῦ περὶ τῶν πρώτων ἀρχῶν δόξας καὶ ἀντειπών τινα πρὸς αὐτούς, ἐν τούτῳ φησίν, οὐκ ἐπειδὴ ἀντιλέγομεν ταῖς τινῶν δόξαις διὰ τοῦτο ὡς μηδὲν ἡμῖν εἰς τὰ προκείμενα συντελέσαντας παραπέμπεσθαι χρή, ἀλλὰ καὶ τοῖς εὐκαταφρονήτως εἰρηκέναι δοκοῦσί τινα χάριν ἑκτέον· καὶ γὰρ παρὰ τούτων ὠνάμεθά τι· προησκήθημεν γὰρ τὴν ἕξιν. ὅτι γὰρ χρήσιμοι οἱ ὁπωσοῦν ἀρξάμενοί τινος καὶ οὐχ οἱ ἐπὶ πλέον ἐπεξεργασάμενοι μόνον, δῆλον ἐποίησε παραθέμενος Τιμόθεόν τε ὃς ἄριστος ἐδόκει γεγονέναι μελοποιός, καὶ Φρῦνιν ὃς ἀρχαιότερος ἐγένετο Τιμοθέου, οὐ μὴν τοιοῦτος τὴν τέχνην· τούτων γὰρ παρὰ μὲν Τιμοθέου τὴν μελοποιίαν, παρὰ δὲ Φρύνιδος τὸ Τιμόθεον τοιοῦτον γενέσθαι· οὐ γὰρ ἂν ἐπὶ τοσοῦτον οὗτος ἐξειργάσατο ταῦτα μὴ πρώτου ἐκείνου γιγνομένου τε καὶ ἀρξαμένου. ὡς δὲ ἐπʼ ἐκείνων ἔχει, οὕτω δὲ καὶ ἐπὶ τῆς καλῆς κατὰ τὴν ἀλήθειαν θεωρίας· παρὰ μὲν γάρ τινων ἔχομεν δόξας τινάς, αἷς ἄξιον χρῆσθαι ὡς ἐχούσαις περιττόν τι, ἄλλοι δὲ τοῦ τούτους εἰπεῖν τι καὶ εὑρεῖν τοιοῦτον ἐγένοντο αἴτιοι.

Ὀρθῶς δὲ καὶ τὸ καλεῖσθαι τὴν φιλοσοφίαν ἐπιστήμην τῆς ἀληθείας.

`145`

Χρησάμενος τῷ τῆς ἀληθείας ὀνόματι ἐπὶ τῆς θεωρητικῆς φιλοσοφίας, νῦν ὅτι εὐλόγως οὕτως καλεῖται συνίστησι· φιλοσοφίαν γὰρ ἰδίως τὴν θεωρητικὴν λέγει, ὡς διʼ ὧν ἐπιφέρει δηλοῖ, λέγων θεωρητικῆς μὲν γὰρ τέλος ἀλήθεια, καὶ ταύτης ἔτι μᾶλλον τὴν περὶ τῶν πρώτων ἀρχῶν τε καὶ αἰτίων τῶν παντάπασιν αἰσθήσεως κεχωρισμένων καὶ τῇ αὐτῶν φύσει ὄντων, ἣν καὶ σοφίαν καλεῖ. συνίστησι δὲ τὸ προειρημένον οὕτως. ἐπεὶ τέλος τῆς θεωρητικῆς φιλοσοφίας ἐστὶν ἡ ἀλήθεια, ἀπὸ δὲ τοῦ τέλους καὶ τοῦ σκοποῦ ἑκάστη μέθοδος χαρακτηρίζεταί τε καὶ τὸ εἶναι ἔχει, εἰκότως παρὰ τῆς ἀληθείας αὕτη καλεῖται· τοῦτο γὰρ αὐτῆς τέλος. καὶ τῇ τῶν πρακτικῶν ἐπιστημῶν δὲ παραθέσει ἔδειξε τὸ εὐλόγως καλεῖσθαι παρὰ τῆς ἀληθείας τὴν θεωρητικήν· τέλος γὰρ τῇ πρακτικῇ ἡ πρᾶξις, καὶ οὐχ ἡ γνῶσις τέλος τῆς ἐν τοῖς πρακτοῖς ἀληθείας· καὶ γὰρ ἐν οἷς τὸ πῶς ἔχει τὸ ὑποκείμενον ἀληθείας σκοποῦσιν οἱ πρακτικοί, οὐ περὶ ἀιδίου τινὸς ἀλήθειαν σκοποῦσιν. ὡς δὲ τῆς περὶ τὰ ἀίδια ἀληθείας κυρίως καὶ μάλιστα ἀληθείας οὔσης, οὐ τῆς ἐν τοῖς πρακτοῖς, τοῦτο προσέθηκεν. οὐ δὴ περὶ ταύτης οἱ πρακτικοί, ἀλλὰ τῆς τινὶ καὶ ποτέ, καὶ ἐπὶ τὴν πρᾶξιν τὴν ἀναφορὰν τῆς θεωρίας ποιούμενοι· τοιαῦτα γὰρ τὰ πρακτά, οὐκ ἀεὶ οὐδὲ καθόλου, ἀλλὰ μεταπίπτοντα καὶ κατὰ τὰς ἡλικίας τῶν πραττόντων καὶ κατὰ τὰς τύχας καὶ κατὰ τὰς πρὸς οὓς πράττεται σχέσεις. καὶ γὰρ αἱ περὶ τῶν ἀρετῶν καὶ τῶν κατὰ ταύτας ἐνεργειῶν ζητήσεις, αἳ μὴ θεωρίας χάριν ἐγίνοντο μόνης, ἐν τοῖς πρακτοῖς εἰσι καὶ περὶ τὰ καθʼ ἕκαστα· περὶ γὰρ ταῦτα ἡ αὐτῶν ἀναφορά. διὰ δὲ τοῦ εἰπεῖν οὐκ ἀίδιον ἔδειξεν ὅτι μὴ τὸ τέλος τοῖς πρακτικοῖς ἀλήθειά τε καὶ ἐπιστήμη· ἀιδίων γὰρ αἱ ἐπιστῆμαι καὶ θεωρίαι. γράφεται δὲ ἔν τισιν ἀντιγράφοις οὐ τὸ αἴτιον καθʼ αὑτὸ ἀλλὰ πρός τι καὶ νῦν θεωροῦσιν. οὗ γεγραμμένου εἴη ἂν λέγων ὅτι οὐ τὸ κυρίως καὶ καθʼ αὑτὸ αἴτιον, ὃ τοῦ ἁπλῶς ἀληθέσιν αὐτοῖς εἶναι αἴτιόν ἐστι, θεωροῦσιν οἱ πρακτικοί, ἀλλὰ τοῦ πρὸς τόδε καὶ νῦν ἀληθὲς αὐτὸ εἶναι· τοιοῦτον γὰρ τό τε ἐν τοῖς πρακτοῖς ἀληθὲς καὶ τὸ ὡς πρακτῶν αὐτῶν αἴτιον.

Οὐκ ἴσμεν δὲ τὸ ἀληθὲς ἄνευ αἰτίας.

`146`

Τὸ λεγόμενον ἴσον ἐστὶ τῷ ἀλλὰ μὴν τὸ ἀληθὲς οὐχ οἷόν τε ἄνευ αἰτίας εἰδέναι· ὥστε εἰ οἱ πρακτικοὶ μὴ κατὰ τὸ κυρίως αἴτιον τὴν γνῶσιν περὶ τῶν προκειμένων ποιοῦνται, οὐδὲ τὸ ὄντως ἀληθὲς ἐν αὐτοῖς θεωροῦσι. καὶ εἴη ἂν οὕτως μὲν λεγόμενον ἀκολούθως εἰρημένον τῇ δευτέρᾳ γραφῇ· εἰ δὲ ἁπλῶς λέγοιτο, ὡς δεικτικὸν ἂν λέγοιτο τοῦ δεῖν τὸν περὶ τὸ ἀληθὲς πραγματευόμενον τῶν αἰτιῶν εἶναι θεωρητικόν. ἐνδειξάμενος δὲ ὅτι ἐστὶν αὐτῷ ἡ προκειμένη πραγματεία περὶ τῆς ἀληθείας θεωρία, καὶ τίς ἐστιν αὕτη δείξας, ὅτι ἡ σοφία καὶ ἡ θεωρητικὴ φιλοσοφία, προστίθησι τοῖς εἰρημένοις ὅτι ἀδύνατον τὸ ἀληθὲς γνῶναι ἀγνοοῦντας τὴν αἰτίαν, διδάσκων ἡμᾶς διὰ τούτου καὶ τοῦ ἐπὶ τούτῳ λεγομένου ὅτι ἀναγκαία ἂν εἴη τῷ περὶ ἀλήθειαν καταγινομένῳ ἡ τῶν αἰτίων γνῶσις, ὡς εἶπε καὶ τῆς Φυσικῆς μὲν ἀρχόμενος· καὶ ἐν τοῖς Ὑστέροις ἀναλυτικοῖς ἔδειξεν ἐπιστήμην οὖσαν τὴν διʼ αἰτίου γνῶσιν· ἔδειξε δὲ καὶ ἐν τῷ πρώτῳ τὴν κυρίως γνῶσίν τινος ἐκ τῆς τῶν αἰτίων αὐτοῦ γνώσεως ἠρτημένην. οὐχ ὅτι δὲ πᾶν ἀληθὲς ἐξ αἰτίας γνωρίζεται λέγει· οὕτως γὰρ ἐπʼ ἄπειρόν τε ἂν εἴη τὰ αἴτια, καὶ οὐδὲν γνωστὸν ἂν εἴη, ὡς μετʼ ὀλίγον δείξει· ἀλλὰ δῆλον ὅτι τούτων τὸ ἀληθὲς οὐχ οἷόν τε γνῶναι χωρὶς αἰτίας τῶν ἐχόντων αἰτίας. ἔστι δέ τινα γνωστὰ χωρὶς αἰτίας· τὰ γὰρ οὐκ ἔχοντα αἰτίας τοιαῦτα οἷα τὰ πρῶτα καὶ αἱ ἀρχαί, ὧν οὐκ ἔστιν αἴτια. ἢ οὖν ἐνδεῶς εἴρηκε· λείπει γὰρ τὸ ὧν εἰσιν ἀρχαὶ καὶ αἴτια, ὃ εἶπεν ἐν τῇ Φυσικῇ ἀκροάσει· ἢ τὸ οὐκ ἴσμεν ἴσον ἐστὶ τῷ οὐκ ἔχομεν ἐπιστήμην· ἡ γὰρ ἐπιστήμη ἐστὶ κυρίως ἡ διʼ ἀποδείξεως γνῶσις, τῶν δὲ ἀρχῶν οὐκ ἔστιν ἀπόδειξις, ὥστε οὐδὲ γνῶσις τοιαύτη. ἢ διʼ ὧν ἐπιφέρει καὶ περὶ τούτου λέγει· τοιοῦτον γὰρ τὸ ὥστε καὶ ἀληθέστερον τὸ τοῖς ὑστέροις αἴτιον τοῦ ἀληθέσιν εἶναι· καὶ διὰ τοῦ τὰς τῶν ἀεὶ ὄντων ἀρχὰς δέον ἀεὶ εἶναι ἀληθεστάτας· οὐ γὰρ ποτὲ ἀληθεῖς, οὐδὲ ἐκείνων αἴτιον τοῦ εἶναι ἄλλο, ἀλλʼ ἐκεῖναι τοῖς ἄλλοις.

`147`

Ἕκαστον δὲ μάλιστα αὐτὸ τῶν ἄλλων, καθʼ ὃ καὶ τοῖς ἄλλοις ὑπάρχει τὸ συνώνυμον.

`148`

Εἰπὼν ὅτι μὴ οἷόν τε τὴν ἀλήθειαν τὴν ἐν τοῖς ἔχουσιν αἰτίας γνῶναι χωρὶς τῆς γνώσεως τῶν αἰτιῶν αὐτῶν, καὶ διὰ τούτου δείξας ἀναγκαίαν τῇ θεωρητικῇ φιλοσοφίᾳ τὴν τῶν αἰτίων γνῶσιν, νῦν ὅτι ἀναγκαία δείκνυσι πάλιν διὰ τοῦ δεῖν μὲν τὸν περὶ τῆς ἀληθείας φιλοσοφοῦντα τὰ μάλιστα ἀληθῆ γνωρίζειν, μάλιστα δὲ ἀληθῆ τὰ ἀίδια αἴτια· ταῦτα γὰρ καὶ τῆς τῶν διʼ αὐτὴν ὄντων ἀληθείας αἴτια. ἀληθέστατον μὲν γὰρ ὃ καὶ τοῖς ἄλλοις αἴτιον τοῦ ἀληθέσιν εἶναι, αἱ δὲ ἀρχαὶ αἴτια τῆς ἐν τοῖς διʼ αὐτὰς οὖσιν ἀληθείας. ἕκαστον γὰρ τῶν ὄντων ἐφʼ ὅσον τοῦ εἶναι μετέχει, ἐπὶ τοσοῦτον καὶ τῆς ἀληθείας· τὸ γοῦν ψεῦδος μὴ ὄν. διὸ τὰ ἀίδια μάλιστα ὄντα, καὶ μάλιστα ἡ ἐκείνων γνῶσις ἀλήθεια, εἴ γε ἐπιστήμη. εἰ δὲ τὰ ἀίδια μάλιστα ὄντα, ἔτι μᾶλλον ὄντα τὰ τούτοις αἴτια τοῦ εἶναι ἀεί· διὰ γὰρ τὸ εἶναι αἴτια τούτοις ἐκεῖνα τούτων μᾶλλον ὄντα καὶ μάλιστα ὄντα. οὗ τὴν αἰτίαν παρέθετο εἰπὼν ἕκαστον δὲ μάλιστα αὐτὸ τῶν ἄλλων καθʼ ὃ καὶ τοῖς ἄλλοις ὑπάρχει τὸ συνώνυμον. διʼ ὃ γάρ τισιν ὑπάρχει τὸ τοῖσδέ τισιν εἶναι καὶ συνωνύμοις κατὰ τοῦτο ἀλλήλοις, οἷον θερμοῖς, ἐκεῖνο μάλιστα θερμόν. δεῖ γὰρ μὴ μόνον ἀλλήλοις αὐτὰ εἶναι συνώνυμα, ἀλλὰ καὶ τὸ αἴτιον αὐτοῖς τοῦ εἶναι τοιούτοις συνώνυμον αὐτοῖς εἶναι· τότε γὰρ ἔσται μάλιστα τοιοῦτον αὐτό, ὅταν ᾖ πρῶτον τοιοῦτον, οἷον μάλιστα θερμὸν ἔσται τὸ τοῖς θερμοῖς αἴτιον τοῦ εἶναι θερμοῖς, πρῶτον θερμὸν ὂν αὐτό. οὕτως αἴτιον τὸ πῦρ τοῖς θερμοῖς τοῦ εἶναι θερμοῖς· τοῦτο γὰρ ἐδήλωσε διὰ τοῦ εἰπεῖν καθʼ ὃ καὶ τοῖς ἄλλοις, ἐπεὶ δύναται αἴτιόν τισιν εἶναι τοῦ τοῖσδε εἶναι μὴ ὂν αὐτὸ τοιοῦτον, οἷον ἡ τρῖψις αἰτία θερμότητός τισιν, ἀλλʼ οὐ μάλιστα θερμὴ οὖσα αἰτία τῆς θερμότητος ἐκείνοις. τὸ δὲ πῦρ, ἐπεὶ τοῖς θερμοῖς αἴτιον τῆς θερμότητος θερμὸν ὂν καὶ αὐτό, διὰ τοῦτο μάλιστα καὶ αὐτὸ θερμόν. καὶ τὰ τῶν ὄντων δὴ μάλιστα αἴτια, ὄντα καὶ αὐτά, ὄντα μᾶλλον ἐκείνων τῷ αἴτια αὐτῶν εἶναι, καὶ ἀληθῆ ἔτι μᾶλλον· ἦν γὰρ κείμενον τὸ ᾗ ἕκαστον τοῦ ὄντος μετέχει, οὕτω καὶ τῆς ἀληθείας ἔχειν. καθʼ ὅσον μὲν οὖν ἀίδια καὶ τὰ ἀεὶ ὄντα λέγω καὶ τὰ τούτων αἴτια, κατὰ τοσοῦτον συνωνύμως ἀλλήλοις τε καὶ τοῖς αἰτίοις αὐτῶν ἀληθῆ· καθʼ ὅσον δὲ αἴτιά τισι τοῦ εἶναι μάλιστα τοιαῦτα, κατὰ τοσοῦτον μᾶλλον ἐν τοῖς ἀιδίοις ἀληθῆ τὰ αἴτια αὐτῶν· ὥστε μάλιστα ἂν εἴη περὶ ἀληθείας ἡ περὶ τῶν τοιούτων αἰτίων γνῶσις. καὶ γὰρ εἰ τὰ ἀεὶ ὄντα, περὶ ἃ ἡ θεωρία, ἀεὶ ἀληθῆ τῷ ἀεὶ εἶναι, ἀλλʼ οὖν καὶ ἐν τούτοις μάλιστα τὰ αἴτια τῶν αἰτιατῶν ἀληθῆ· τὰ μὲν γὰρ πρῶτα τὰ δὲ ὕστερα, οὐ τῷ χρόνῳ — ἀμφότερα γὰρ ἀίδια — ἀλλὰ τῇ φύσει· φύσει γὰρ πρῶτον τὸ αἴτιον τῶν οἷς ἐστιν αἴτιον. οὐδὲν δὲ ἄτοπον λέγειν ἀληθὲς ἀληθοῦς διαφέρειν, εἴ γε τὸ μὲν ἀληθὲς τοῦ εἶναι ἤρτηται, διαφέρον δὲ τὸ εἶναι τοῖς γνωστοῖς· τὰ μὲν γὰρ αὐτῶν ἐστιν ἐπιστητὰ τὰ δὲ δοξαστά. τὴν γὰρ ὕλην, ὡς προελθὼν ἐρεῖ, κινουμένων εἶναι ἀνάγκη. οὐ γὰρ ἐπιστητὰ τὰ ὄντα πάντα, ἀληθῆ δὲ τὰ ὄντα, ἀλλὰ καθʼ ἕκαστον ἡ τοῦ ὄντος ὡς ἔχει γνῶσις ἀλήθεια, οὐ κατʼ αὐτά — οὐ γὰρ ἐν τοῖς πράγμασιν ἡ ἀλήθεια — ἀλλὰ καθʼ ὅσον ἡ τοῦ ὄντος ὡς ἔχει γνῶσις ἀλήθεια. εἰ δὲ τοῦτο, καὶ ἡ τοῦ μάλιστα ὡς ἔχει γνῶσις μάλιστα ἀλήθεια, εἴ γε καὶ ἐπιστήμη. ὥστʼ ἐπεὶ τῷ ὄντι ἕπεται τὸ ἀληθές, τῷ μάλιστα ὄντι ἕποιτο ἂν τὸ μάλιστα ἀληθές.

Διὸ τὰς τῶν ἀεὶ ὄντων ἀρχὰς ἀναγκαῖον ἀεὶ εἶναι ἀληθεστάτας.

`149`

Τουτέστι τὴν γνῶσιν αὐτῶν εἶναι ἀεὶ ἀληθεστάτην· εἰ γὰρ τὸ ὂν ἀληθές, τὸ ἀεὶ ὂν ἀληθὲς ἀεί. ὃ δὴ τοῦ ἀεὶ ἀληθοῦς ἐστιν ἀληθέστερον, ἀεὶ ἀληθέστατον ἂν εἴη. τοιαῦτα δὲ τὰ αἴτια τῶν ὄντων ἀεί, οἷον κόσμου τοῦδε καὶ τῶν ἄστρων, ἢ τῶν τεσσάρων σωμάτων, ὧν κατʼ εἶδος ἡ ἀιδιότης, καὶ τῶν ἐπὶ τοῖς καθʼ ἕκαστά τε καὶ ἐν γενέσει ἀιδίων· καὶ γὰρ αὐτὰ ἀίδια. τὰ γὰρ τῶν τοιούτων αἴτια τῷ μὲν ἀεὶ εἶναι — οὐ γὰρ δὴ τῶν ἀιδίων οὐκ ἀίδια τὰ αἴτια — ἀεὶ ἔσται ἀληθῆ· τῷ δὲ αἴτια εἶναι τῶν ἀιδίων τε καὶ ἀεὶ ἀληθῶν μᾶλλον αὐτῶν ἀληθῆ ἔσται, ὥστε καὶ ἀληθέστατα. κεῖται γὰρ ὅτι τὸ τοῦ εἶναί τισιν αἴτιον, τοῦτο καὶ τοῦ ἀληθέσιν αὐτοῖς εἶναί ἐστιν αἴτιον, καὶ ὅτι ἀληθέστατον τοῦτο ὡς ἀεὶ ὄν, καὶ ὅτι μηδέν ἐστιν αἴτιον τοῦ εἶναι αὐτῷ, ἀλλʼ αὐτὸ τοῖς ἄλλοις. εἰπὼν δὲ ὥστε καὶ ἀληθέστατον τὸ τοῖς ὑστέροις αἴτιον τοῦ ἀληθέσιν εἶναι, ἐπήνεγκε τὸ καὶ γὰρ τὰς τῶν ἀεὶ ὄντων ἀρχὰς ἀναγκαῖον ἀεὶ εἶναι ἀληθεστάτας, ὡς ὁμολογουμένου τοῦ ὅτι τὸ τοῦ εἶναί τισιν αἴτιον, τοῦτο καὶ τοῦ ἀληθέσιν αὐτοῖς εἶναί ἐστιν αἴτιον. οὗ οὕτως ἔχοντος ἕπεται τὸ τὰς τῶν ἀεὶ ὄντων ἀρχὰς ἀληθεστάτας εἶναι· τὰ γὰρ τῶν ἀεὶ ὄντων ἀληθῶν ἀληθέστερα ἀληθέστατα. διὰ τούτων δὲ δείκνυσιν ὡς συνηρτημένου τοῦ ἀληθοῦς τῷ ὄντι· διὸ καὶ ἐπιφέρει ὥστε ἕκαστον ὡς ἔχει τοῦ εἶναι, οὕτω καὶ τῆς ἀληθείας, ἴσον λέγων τῷ ὡς γὰρ ἕκαστον ἔχει τε καὶ μετέχει τοῦ εἶναι, οὕτω καὶ τῆς ἀληθείας. οὐ γὰρ ποτὲ ἀληθεῖς, τοῦτο δὲ διὰ τὸ ἀίδια εἶναι· ἀλλὰ κατά γε τοῦτο κοινωνεῖ αὐτοῖς καὶ τὰ ἄλλα τὰ ἀίδια. τὸ δὲ οὐδὲ ἐκείνων αἴτιον τοῦ εἶναι, ἀλλʼ ἐκεῖνα τοῖς ἄλλοις δεικτικὸν τῆς καὶ ἐν τοῖς ἀιδίοις αὐτῶν κατὰ τὴν ἀλήθειαν ὑπεροχῆς.

Ἀλλὰ μὴν ὅτι ἔστι τις ἀρχὴ καὶ οὐκ ἄπειρα τὰ αἴτια τῶν ὄντων, οὔτʼ εἰς εὐθυωρίαν οὔτε κατʼ εἶδος, δῆλον.

`150`

Εἰπὼν τὴν θεωρητικὴν φιλοσοφίαν περὶ ἀληθείας ἐπιστήμην εἶναι, ἥτις διὰ τῆς τῶν αἰτίων γνώσεως γίνεται, εἰπὼν δὲ καὶ μάλιστα ἀληθῆ τὰ αἴτια εἶναι, καὶ διὰ τούτων συστήσας ἀναγκαίαν οὖσαν τῇ θεωρητικῇ φιλοσοφίᾳ τὴν τῶν αἰτίων γνῶσιν, οὔσῃ τἀληθοῦς θεωρητικῇ, ἐπεὶ τὰ αἴτια τοῦ εἶναι τοῖς ἀιδίοις τῶν ὄντων μάλιστά ἐστιν ἀληθῆ, ἀναγκαίως καὶ ἀκολούθως τοῖς προειρημένοις δείκνυσιν ὅτι ἔστι τινὰ αἴτια καὶ ἔστι τις ἀρχὴ ἐν αὐτοῖς, τουτέστι πρῶτον αἴτιον, καὶ οὐκ ἐπʼ ἄπειρον ἡ πρόοδος τῶν αἰτίων· οὕτω γὰρ οὐκ ἂν εἴη γνωστὰ τὰ αἴτια, ἀλλʼ οὐδὲ εἴη τι τὴν ἀρχὴν αἴτιον, ὡς δείξει. διὰ δὲ τοῦ δεικνύναι ὅτι οὐκ ἄπειρα τὰ αἴτια, δείκνυται αὐτῷ καὶ ὅτι ἔστι τὴν ἀρχὴν καὶ ὅτι γνωστά. φησὶ δὲ μήτε κατʼ εὐθυωρίαν τὰς ἀρχὰς καὶ αἰτίας ἀπείρους εἶναι δύνασθαι μήτε κατʼ εἶδος. ἔστι δὲ κατʼ εὐθυωρίαν μὲν ἄπειρα, εἴ τις ἐπὶ τοῦ ληφθέντος αἰτίου καθʼ ἕκαστον εἶδος αἰτίου ἄλλο τι προαναβεβηκὸς πάλιν αἴτιον λέγοι, ὡς εἶναι ἐπὶ μὲν τῆς ὑλικῆς αἰτίας ἀεὶ τοῦδέ τινος ὕλην ἄλλην τινὰ ὕλην ἔχουσαν, κἀκείνην πάλιν ἄλλην, καὶ τοῦτο ἐπʼ ἄπειρον, μηδεμιᾶς οὔσης ἐσχάτης ὕλης, ἣ οὐκέτʼ ἐξ ὕλης ἔστιν· οἷον, ὡς αὐτὸς παρέθετο, εἰ εἴη τῆς μὲν σαρκὸς ὕλη γῆ, τῆς δὲ γῆς ἀήρ, τοῦ ἀέρος πῦρ, τοῦ δὲ πυρὸς ἄλλο τι, καὶ τοῦτο ἐπʼ ἄπειρον. καὶ ἐπὶ τῆς ποιητικῆς πάλιν αἰτίας, ἣν αὐτὸς εἶπεν ὅθεν ἡ ἀρχὴ τῆς κινήσεως, ὁμοίως, ὡς τόδε μὲν τοῦδέ τινος ποιητικὸν εἶναι καὶ κινητικὸν αἴτιον, αὐτοῦ δὲ τούτου πάλιν ἄλλο, κἀκείνου πάλιν ὁμοίως ἄλλα, καὶ τοῦτο ἐπʼ ἄπειρον· οἷον αὐτὸς πάλιν δεικνὺς παρέθετο, εἰ εἴη τοῦ μὲν ἀνθρώπου κινητικὸν αἴτιον ὁ ἀήρ, τοῦ δὲ ἀέρος ὁ ἥλιος, τοῦ δὲ ἡλίου πάλιν τὸ νεῖκος καὶ τοῦ νείκους αὖ πάλιν ἄλλο τι, καὶ τοῦτο ἐπʼ ἄπειρον. ὅμοιος δὲ ὁ λόγος καὶ ἐπὶ τῆς κατὰ τὸ τέλος καὶ τὸ οὗ ἕνεκα αἰτίας, ὡς εἶναι τῶν τελῶν τῶν λαμβανομένων ἕκαστον ἄλλου χάριν γιγνόμενον καὶ ἐπὶ ἄλλο τι τέλος ἀναφερόμενον, ὡς μὴ εἶναί τι ἔσχατον, οὗ χάριν τὰ ἄλλα, αὐτὸ δὲ μηδενός. ὁμοίως καὶ ἐπὶ τοῦ εἰδικοῦ αἰτίου καὶ ὡς αὐτὸς λέγει τοῦ τί ἦν εἶναι, εἰ πάλιν καὶ ἐπὶ τούτων ἑκάστου τῶν λαμβανομένων εἰδῶν ἄλλο τι εἶδος εἴη, οἷον ζῴου μὲν εἶδος ψυχή, ψυχῆς δὲ ἄλλο τι, φέρε εἰπεῖν οἷον νοῦς, νοῦ δὲ πάλιν ἄλλο τι. τοιαύτη μὲν ἡ κατʼ εὐθυωρίαν τῶν αἰτίων ἀπειρία, ἡ δὲ κατʼ εἶδος, εἰ μὴ τέσσαρα εἴη εἴδη τῶν αἰτίων, ὡς αὐτὸς ἔδειξεν, ἤ τις ἄλλος ἀριθμὸς ὡρισμένος, ἀλλʼ εἴη ἄπειρα, ὡς φέρε εἰπεῖν οἱ ὑποτιθέμενοι ἐν ταῖς ἀρχαῖς ἀπείρους σχημάτων διαφοράς. ὅτι δὲ κατὰ μηδέτερον τῶν τρόπων τούτων οἷόν τε ἄπειρα εἶναι αἴτια, δείκνυσι, καὶ πρῶτόν γε ὅτι ἀδύνατόν ἐστιν εἶναι κατʼ εὐθυωρίαν ἄπειρα τὰ αἴτια παρίστησι. δεῖ δὲ τὴν κατʼ εὐθυωρίαν τῶν αἰτίων ἀπειρίαν ὅτι μή ἐστιν ἐλέγχειν, μὴ τὴν κατὰ χρόνον ἀπειρίαν λαμβάνοντα καὶ οὕτως ἀεὶ τοῦ γεγονότος ἔκ τινος τὸ αἴτιον λαμβάνοντα· οὕτω μὲν γὰρ ἀνάγκη ἐπʼ ἄπειρον τὴν ἄνοδον εἶναι, ἀπείρου τε τοῦ χρόνου οὕτως ὄντος καὶ ἀιδίου τοῦ κόσμου· ἡ γὰρ τοιαύτη λῆψις οὐκ αἰτίων δείκνυσιν ἀπειρίαν ἀλλὰ χρόνου. ἡ δὲ τῶν αἰτίων ἀπειρία δεικνύοιτο ἄν, εἰ ἐπʼ ἄπειρον ἄλλο πρὸ ἄλλου αἴτιον κατὰ τὸ εἶδος διαφέρον λαμβάνοιτο, ἐπεὶ τῆς γε ἀδιαλείπτου γενέσεως τῆς ἐν τῷ ἀπείρῳ χρόνῳ τὰ αὐτὰ αἴτια ὄντα δείκνυται.

Τῶν γὰρ μέσων ὧν ἐστιν ἔσχατον καὶ πρότερον, ἀναγκαῖον εἶναι τὸ πρότερον αἴτιον τῶν μέσων.

`151–152`

Ὅτι μὴ οἷόν τε εἰς εὐθυωρίαν εἶναι ἄπειρόν τι εἶδος αἰτίων, καθολικῇ δείξει χρώμενος τοιαύτῃ παρίστησιν. ἐν οἷς ἔστι μέσα τινά, ὡς εἶναί τι πρῶτον καὶ εἶναί τι ἔσχατον καὶ τούτων μεταξύ τινα, ἀνάγκη τούτων τὸ πρῶτον αἴτιον εἶναι τῶν μέσων τε καὶ μετʼ αὐτὸ ὄντων, εἰ δηλονότι οὕτως ἔχοιεν πρὸς ἄλληλα ταῦτα ὡς τὸ μὲν αὐτῶν αἴτιον εἶναι τὸ δὲ αἰτιατόν. καὶ διὰ τί τοῦτο, δείκνυσιν ἐπὶ τριῶν ποιησάμενος τὸν λόγον. πρῶτον δὲ καὶ ἔσχατον οὐ τῷ χρόνῳ λαμβάνει, ἀλλὰ τὴν κατʼ εἶδος διαφορὰν δεικνὺς τῶν αἰτίων. τῶν γὰρ ὁμοειδῶν οὐδὲν μᾶλλον ἄλλο ἄλλου κατὰ τὴν οἰκείαν φύσιν πρῶτόν ἐστιν. εἰ γοῦν τρία οὕτως ἔχοντα πρὸς ἄλληλα ληφθείη, καί τινα δέοι τί τούτων αἴτιόν ἐστι τῶν ἄλλων ἀποδοῦναι, τὸ πρῶτον ἂν εἴποιμεν. οὔτε γὰρ τὸ ἔσχατον· οὐδενὸς γὰρ τοῦτο αἴτιον, μηδέν γε ἔχον μετʼ αὐτό. ἀλλʼ οὐδὲ τὸ μέσον· τοῦ γὰρ μετʼ αὐτὸ τοῦτο αἴτιον, εἴπερ ἄρα, εἶναι δύναται μόνου· ἦν δὲ ζητούμενον τί ἐκ τῶν εἰλημμένων τῶν ἄλλων ἐστὶν αἴτιον, ἐπεὶ ὡς τὸ μέσον πρὸς τὸ μετʼ αὐτὸ ἔχει, οὕτω τὸ πρῶτον πρὸς τὸ μέσον· ὥστε τοῦτο οὐκ αἴτιον τοῦ μετʼ αὐτὸ τῷ ἄλλο τι αὐτὸ αἴτιον ἔχειν· μὴ ὄντος γὰρ ἐκείνου οὐκ ἂν τὸ δεύτερον ἦν, μὴ ὂν δὲ οὐκ ἂν αἴτιον ἦν τοῦ τρίτου. δῆλον ἄρα ὡς αἴτιον τὸ πρῶτον τῶν μετʼ αὐτό. ποιησάμενος δὲ τὸν λόγον ἐπὶ τριῶν, οὐδέν φησι διαφέρειν, ὡς πρὸς τὴν δεῖξιν, ἢ ἓν μέσον λαβεῖν ἢ πλείω ἢ ἄπειρα. ὁ γὰρ αὐτὸς λόγος ἐπὶ πάντων· ἐν πᾶσι γάρ, ὅσα ἂν ληφθῇ, τὸ πρῶτον αὐτῶν ἐστιν αἴτιον κυρίως, ἀλλʼ οὐ τὸ μέσον τι ἢ τὸ ἔσχατον· τὸ ἔσχατον μέν, ὅτι μηδὲ τὴν ἀρχὴν τοῦτό τινος αἴτιον, οὐδὲ τῶν μεταξὺ δέ τι, ὅτι ἄλλου τοῦτο πρὸς τὸ εἶναι δεῖται — τοῦ γὰρ πρὸ αὐτοῦ — οὗ μὴ ὄντος οὐδʼ ἂν ἦν. δείξας δὲ τοῦτο καὶ λαβὼν τὸ εἶναι τὸ πρῶτον ἐν ἅπασιν αἴτιον τῶν μετʼ αὐτό, μέτεισιν ἐπὶ τὸ κατʼ εὐθυωρίαν λεγόμενον ἄπειρον, καὶ εὑρὼν ὅτι ἐν τῷ οὕτως ἀπείρῳ οὐδέν ἐστι πρῶτον, λαμβάνει τὸ ἀκόλουθον τούτῳ, ὅτι μηδὲ αἴτιον· εἰ γὰρ ἐν πᾶσιν αἴτιον τὸ πρῶτον, ἀλλʼ οὐχὶ τῶν μέσων τι, ἐφʼ ὧν ἡ τοιάδε τάξις, ἐν οἷς μηδέν ἐστι πρῶτον ἀλλὰ μέσα πάντα, ἐν τούτοις οὐδὲ αἴτιόν τί ἐστιν, οὐ μόνον οὐ πρῶτον, ἀλλʼ οὐδὲ τῶν μεταξύ τι. τὸ δὲ τοῦτον τὸν τρόπον προσκείμενον τοῖς αἰτίοις τοῦ κατʼ ἐνέργειαν ἀπείρου δηλωτικόν ἐστιν· ἐν γὰρ τοῖς οὕτως ἀπείροις οὐδέν ἐστι πρῶτον, καὶ ἐπὶ τοῦ ἀνομοειδοῦς· τῶν γὰρ ἀπείρων μὲν ὁμοειδῶν δὲ πάλιν τὸ ληφθὲν ὁμοίως αἴτιον. τὸ δὲ μέχρι τοῦ νῦν εἶπεν ἀντὶ τοῦ μέχρι τοῦ ἐσχάτου, ἀφʼ οὗ ἡμῖν ἡ ἀρχὴ τῆς τῶν αἰτίων ζητήσεως. καὶ γὰρ ἐν οἷς μὲν ἔστι πρότερόν τι καὶ δεύτερον λαβεῖν ἐν τῇ τάξει, ἐν τούτοις καὶ ἄλλο ἄλλου φῆσαι αἴτιον εἶναι ἴσως ἀληθές, εἰ καὶ μὴ ἁπλῶς αἴτιον· τὸ γὰρ πρότερον τοῦ μετʼ αὐτό· ἐν οἷς δὲ μηδέν ἐστι τῶν μέσων ἄλλο ἄλλου πρότερον ἐν τῇ τοιαύτῃ τάξει τοῦ οὗ αἴτιον. ἐν δὲ τοῖς ἀπείροις οὐκ ἔστιν ἄλλου πρότερον· πάντα γὰρ ὁμοίως ἐστὶ μέσα, ὡς καὶ αὐτὸς εἶπεν. εἰ γὰρ πρότερά ἐστι τὰ τῆς ἀρχῆς καὶ τοῦ πρώτου ἐγγυτέρω, ἐν οἷς μηδέν ἐστιν ἀρχὴ μηδὲ πρῶτον, ἐν τούτοις οὐδὲ ἐγγυτέρω τί ἐστι τῆς ἀρχῆς καὶ πορρωτέρω· διὸ οὐδὲ τάξιν τινὰ ἔχει ἔτι τὰ μέσα· εἰ δὲ μὴ τοῦτο, οὐδὲ πρότερόν τι αὐτῶν ἔσται, οὐδὲ θάτερον θατέρῳ αἴτιον. οὐ μόνον δὲ ἐπὶ τῶν κατʼ εὐθυωρίαν καὶ τοῦτον τὸν τρόπον ἀπείρων πάντα τὰ μόρια μέσα, ἀλλὰ καὶ τῶν ὁπωσοῦν ἀπείρων, οἷον εἰ κατὰ μέγεθός τι ἄπειρον ἢ κατʼ εἶδος ἢ χρόνον εἴη· πάντων γὰρ τῶν ἐνεργείᾳ ὄντων ἀπείρων ὅ τι ἂν ληφθῇ μόριον, μέσον ἐστίν· εἰ γὰρ μὴ μέσον, πέρας· ἀλλʼ εἰ πέρας ἔχοι, οὐκ ἄπειρον. τὸ δὲ ὁμοίως μέχρι τοῦ νῦν προσέθηκεν, ἐπεὶ τὴν δεῖξιν ἐποιεῖτο ἐπὶ τῶν αἰτίων τῶν κατʼ εὐθυωρίαν ἀπείρων ἐπὶ τὸ ἄνω· ἀπὸ γὰρ τοῦ ἐνεστῶτος καὶ ὄντος νῦν λαμβανόντων ἡμῶν τὰ αἴτια, ἅπαντα τὰ λαμβανόμενα μέσα, εἰ ἐπʼ ἄπειρον ἡ πρόοδος. δείκνυται μὲν οὖν τῇ τοιαύτῃ τῶν αἰτίων ἀπειρίᾳ τὸ μηδὲ ἔσεσθαί τι ἐκ τῶν αἰτίων τῷ ἀδιεξίτητα τὰ πρὸ παντὸς τοῦ ληφθέντος αἴτια ἐπὶ τὸ ἄνω εἶναι, ἄπειρά γε ὄντα· οὕτως δὲ οὐδʼ ἂν αἴτια εἴη. αὐτὸς δὲ οὐχ οὕτω δείκνυσιν, ἀλλὰ διὰ τοῦ λαβεῖν τι ὡς ἔσχατον καὶ ὁρίσαι καὶ δεῖξαι ὅτι μὴ οἷόν τε τούτου αἴτιον εἶναί τι ἐπʼ ἄπειρον ὄντων ἐπὶ τὸ ἄνω τῶν αἰτίων· καὶ γὰρ οὐκ ἄλλως ἐνῆν ἢ ἐπὶ τὸ ἄνω ἢ ἐπὶ τὸ κάτω δεῖξαι μὴ οὖσαν ἀπειρίαν τῶν αἰτίων, μὴ κειμένου τινὸς ἀφʼ οὗ δέοι ἢ ἐπὶ τὸ ἄνω ἢ ἐπὶ τὸ κάτω λαμβάνειν. ὥστε εἴπερ μή ἐστι πρῶτον, ὅλως αἴτιον οὐδέν ἐστιν· εἰ γὰρ εἴη πάντα τὰ ὡς αἴτια λαμβανόμενα τῷ παρʼ ἄλλου τὴν αἰτίαν ἔχειν τοῦ εἶναι τοιοῦτον αἴτια, ἀλλʼ οὐ τῇ φύσει αὐτῶν, εἰ μηδέν ἐστι πρῶτον, οὐδʼ ἂν αἴτιόν τι εἴη τῷ μηδὲν τῶν ὡς αἰτίων λαμβανομένων τῇ οἰκείᾳ φύσει τοιοῦτον εἶναι.

`153`

Ἀλλὰ μὴν οὐδʼ ἐπὶ τὸ κάτω οἷόν τʼ εἰς ἄπειρον προϊέναι ἔχοντος τοῦ ἄνω ἀρχήν.

`154–155`

Δείξας ὅτι οὐκ ἔστιν εἰς ἄπειρον τῶν αἰτίων κατʼ εὐθυωρίαν ἐπὶ τὸ ἄνω ἡ πρόοδος, ἀλλʼ ἀνάγκη, εἰ ἔστι τι αἴτιον ὅλως, εἶναί τι πρῶτον καὶ ἀρχήν, νῦν πάλιν δείκνυσιν ὅτι οὐδὲ ἐπὶ τὸ κάτω οἷόν τε κατʼ εὐθυωρίαν ἐπʼ ἄπειρον ἰέναι τὰ αἴτια, οὔσης ἀρχῆς τῶν αἰτίων καὶ πρώτου τινὸς αἰτίου, ὡς εἶναι πᾶν τὸ αἰτιατὸν ἄλλου πάλιν αὐτὸ αἴτιον διαφέροντος κατʼ εἶδος τῶν ἤδη γεγονότων. εἰ γὰρ οὕτως γένοιτο ὥστε ταὐτὸν πάλιν τι γενέσθαι τῶν ἐφθακότων γενέσθαι, ἀνακάμπτοι ἂν καὶ οὐκ ἐπʼ ἄπειρον κατʼ εὐθυωρίαν ἐπὶ τὸ κάτω τὰ αἴτια προΐοι· τῶν γὰρ αὐτῶν κατʼ εἶδος τὰ αὐτὰ αἴτια τῷ εἴδει. τοῦτο δὲ ἐδήλωσε διὰ τοῦ ἐπὶ τῆς ὕλης παραδείγματος, εἰπὼν ὥστε ἐκ πυρὸς μὲν ὕδωρ, ἐκ δὲ τούτου γῆν, καὶ οὕτως ἀεὶ ἄλλο τι γίγνεσθαι γένος, γένος εἰπὼν ἀντὶ τοῦ εἶδος. ἔχει μὲν οὖν ἡ λέξις διʼ ὧν τὸ προκείμενον δείκνυσιν ἀσάφειαν, τὸ δʼ οὖν λεγόμενον διʼ αὐτῆς ὡς συνελόντα εἰπεῖν τοιοῦτόν ἐστιν. λαβὼν διχῶς λέγεσθαι γίγνεσθαι καὶ γεγονέναι τόδε ἐκ τοῦδε· ἢ γὰρ ὡς ἐκ τοῦ γιγνομένου ἤδη καὶ ἐπιτελουμένου τὸ γεγονὸς καὶ τὸ τετελεσμένον ὡς εἰς τὴν οἰκείαν προϊόντων τελειότητα κατὰ τὴν ἐν αὐτοῖς μεταβολήν· οὕτως γὰρ ἐκ παιδὸς ἀνὴρ γίγνεται, καὶ ἔστιν αὕτη μὲν ἡ γένεσις κατʼ αὔξησιν· ἀλλὰ καὶ ἐκ τοῦ μανθάνοντος ὁ ἐπιστήμων, αὕτη κατʼ ἀλλοίωσιν· καὶ ἐκ τοῦ μὴ νοοῦντος ὁ νοῶν, αὕτη κατʼ εἶδος ἡ μεταβολή· τελειότης γάρ. τοιαύτη καὶ ἡ ἐκ τοῦ πρωῒ εἰς τὴν ἡμέραν μεταβολή· τελειοῦται γὰρ ὁ ὄρθρος προϊὼν ἐπὶ τὴν ἡμέραν, καὶ τὸ οἰκεῖον εἶδος λαμβάνει. τὴν μὲν οὖν τοιαύτην γένεσιν ἐκ τοῦ γιγνομένου γίγνεσθαι λέγει, ὅτι ἐξ ἤδη γεγονότος καὶ ὄντος τινὸς ἀτελοῦς δὲ καὶ διὰ τοῦτο γιγνομένου γίγνεται· γεγονότος γὰρ ἤδη καὶ ὄντος τινὸς ἡ εἰς τὸ τέλειον πρόοδος. ἡ δέ τις γένεσίς ἐστιν ἐκ τοῦ μηδέπω ὄντος εἰς τὸ εἶναι τόδε τι μεταβολή, ὡς λέγεται γίγνεσθαι ἐξ ὕδατος ἀήρ, ἣν λέγει πάλιν ἐκ τῆς γενέσεως, ὅτι τὸ οὕτως γιγνόμενον οὐ γεγονὸς ἢ προϋπάρχον τε καὶ γιγνόμενον γίγνεται καὶ τελειοῦται, ἀλλʼ ἔστιν ἐξ αὐτῆς τῆς γενέσεως γιγνόμενον, οὐκ ὂν πρὸ τοῦ. καὶ γὰρ ἐκ τοῦ μηδʼ ὅλως εἶναι εἰς τὸ εἶναι μεταβολὴ ἡ κυρίως γένεσις, ἥτις γίγνεται ἐκ τῆς τοῦ προϋπάρχοντος φθορᾶς· γίγνεται γὰρ ὁ ἀὴρ ἐκ τοῦ ὕδατος, οὐ τοῦ ὕδατος γιγνομένου ἀέρος, ἀλλʼ ἐκ φθορᾶς ὕδατος καὶ μεταβολῆς τοιαύτης. εἰς δύο τούτους τοὺς τρόπους εὑρὼν διαιρούμενον τὸ ἔκ τινος εἴς τι μεταβάλλον καὶ γιγνόμενον ὡς ἐξ αἰτίου τινὸς, καὶ ὑποκειμένου — παρῃτήσατο γὰρ τὸ σημαίνεσθαι καὶ αὐτὸ δυνάμενον ἐκ τῆς λέξεως τῆς ἐκ τοῦδε γίγνεσθαι λεγούσης· ἔστι δὲ τοῦτο τὸ τόδε μετὰ τόδε· λέγεται γὰρ ἐξ Ἰσθμίων Ὀλύμπια ἢ ἀνάπαλιν, ὅτι γίγνεται μετὰ Ἴσθμια Ὀλύμπια ἢ μετὰ Ὀλύμπια Ἴσθμια· οὐχ ὡς ἐξ αἰτίου γιγνομένου τοῦ ἑτέρου λέγεται ἐπὶ τῶν οὕτω γιγνομένων ἐκ τοῦδε τόδε γίγνεσθαι, διὸ τὸ σημαινόμενον παρῃτήσατο τοῦτο· περὶ γὰρ αἰτίων καὶ τῶν ἐξ αἰτίων γινομένων ὁ λόγος ἐστὶν αὐτῷ, ταῦτα δὲ μόνον χρόνου τάξιν τινὰ σημαίνει· οὐ γὰρ θάτερον αὐτῶν εἰς θάτερον μεταβάλλει ἢ συντελεῖ τι —, λαβὼν δὴ τοὺς δύο τρόπους τοὺς προρρηθέντας, καθʼ οὓς κατὰ μεταβολήν τινος ὑποκειμένου τόδε τι γίγνεται, δείκνυσι κατὰ μηδέτερον αὐτῶν ἐπʼ ἄπειρον δυναμένην γενέσθαι τὴν πρόοδον. τὰ μὲν γὰρ κατὰ φθοράν τινος ἐξ αὐτοῦ λεγόμενα γίγνεσθαι ἐκ τῆς γενέσεως γίγνεσθαι λέγει, οὐκ ἐκ τοῦ γενομένου ἤδη καὶ ὄντος. ἃ καὶ ἀνακάμπτει εἰς ἄλληλα· ὡς γὰρ ἐξ ὕδατος ἀήρ, οὕτω καὶ ἐξ ἀέρος ὕδωρ γίγνεται, καὶ τοῦτο ἐναργές· διὸ καὶ ταὐτὸ αὐτοῖς τὸ ὑποκείμενόν τε καὶ ἡ ὕλη. τὰ δὲ ἀνακάμπτοντα δῆλον ὅτι μὴ ἐπʼ ἄπειρον πρόεισιν· ἐπὶ γὰρ ταὐτὸν αὐτοῖς ἐπάνοδος. τὰ δὲ ἐκ τοῦ γεγονότος ἤδη καὶ ὑπομένοντος αὐτοῦ καὶ γιγνομένου μεταβάλλοντα, εἴτε κατʼ αὔξησιν εἴτε κατʼ ἀλλοίωσιν εἴτε τὴν κατʼ εἶδος τελειότητα, οὐκ ἀνακάμπτει μὲν εἰς ἄλληλα, ἐπὶ δὲ τὸ τελειωθῆναι ἡ πρόοδος αὐτοῖς ἀπὸ τῶν μεταξύ. τῶν μὲν οὖν οὕτως γιγνομένων ὡς τῶν μεταξὺ ὑπομενόντων καὶ τελειουμένων ὁρῶμεν ὅτι πάντων τέλος τι ἔστιν ὃ γίγνεται, καὶ οὐκ ἔστιν εἰς ἄπειρον ἡ εἰς τὴν τελειότητα τὴν οἰκείαν γιγνομένη πρόοδος αὐτῶν ἑκάστου. τῶν δὲ κατὰ φθορὰν γιγνομένων θατέρου ὁρῶμεν ἀνακάμπτουσαν τὴν γένεσιν· ἡ γὰρ τοῦ ἑτέρου φθορὰ τοῦ ἑτέρου γένεσίς ἐστιν. εἰ δὲ ἀνακάμπτει, οὐκ ἐπʼ ἄπειρον πρόεισι κατʼ εὐθυωρίαν ἐπὶ τὸ κάτω τὰ οὕτως αἴτια. εἰ δὲ μήτε ἐπὶ τῶν οὕτως γιγνομένων μήτε ἐπὶ τῶν ἐκείνως ἐπʼ ἄπειρον γίγνεται ἄλλο ἄλλου αἴτιον κατʼ εὐθυωρίαν, μόνως δὲ οὕτως ἄλλο ἐξ ἄλλου γίγνεται, οὐδʼ ὅλως ἂν εἴη ἐπʼ ἄπειρον κατʼ εὐθυωρίαν ἄλλο ἐξ ἄλλου γιγνόμενον.

Ὡς μὲν οὖν ἐκ παιδὸς ἄνδρα γενέσθαι φαμέν.

`156`

Δηλώσας τὸ διττὸν τοῦ ἔκ τινος εἴς τι μεταβάλλειν λεγομένου διὰ παραδειγμάτων, ἑκάτερον λαβὼν τῶν παραδειγμάτων, πῶς γίγνεται δείκνυσι, καὶ τίς αὐτῶν ἡ πρὸς ἄλληλα διαφορά. τὰ μὲν δὴ οὕτως λεγόμενα γίγνεσθαι ὡς ἐκ παιδὸς ἀνὴρ καὶ ἐκ τοῦ μανθάνοντος ὁ ἐπιστήμων, ἴδιον ἔχει τὸ ἐκ τοῦ γιγνομένου τε καὶ ὄντος ἤδη καὶ τελειουμένου καὶ μεταξὺ ὄντος μεταβεβληκέναι εἰς τὸ γεγονὸς καὶ τέλειον· ὅ τε γὰρ ἀνὴρ ἐκ παιδὸς γέγονεν ὄντος τε ἤδη καὶ ὑπομένοντος τοῦ ἐξ οὗ γίγνεται, καὶ αὐτοῦ γιγνομένου καὶ μεταβάλλοντος εἰς τὸ τέλειον εἶδος τὸ τοῦ ἀνδρὸς ἐκ τοῦ ἀτελεστέρου. ὁμοίως δὲ καὶ ὁ μεμαθηκὼς ἐκ τοῦ μανθάνοντος καὶ μεταβάλλοντος εἰς τελειότητα. ὁμοίως τούτῳ καὶ ὁ νοῶν· γένεσις γὰρ ἡ κατὰ τὴν τελειότητα καὶ ἡ εἰς τὸ νοεῖν μεταβολή. καὶ εἴη ἂν οὕτως τὸ νοούμενον εἶδός τε καὶ τελειότης τοῦ νοοῦντος, τοῦ νοῦ· πάντα γὰρ τὰ οὕτως ἔκ τινος γιγνόμενα ὑπομένοντος τοῦ ἐξ οὗ γίνεται σωζομένου καὶ εἰς τελειότητα μεταβάλλοντος γίνεται. εἰπὼν δὲ ὡς ἐκ τοῦ γιγνομένου τὸ γεγονός, προσέθηκε τὸ ἢ τοῦ ἐπιτελουμένου τὸ τετελεσμένον οὐχ ὡς ἄλλο τι σημαινόμενον, ἀλλʼ ὅτι τὸ αὐτὸ ἀμφοτέρως εἰπεῖν ἔστιν. τὸ γὰρ οὕτως γεγονὸς ἐκ τοῦ γιγνομένου καὶ ὄντος ἤδη γέγονε, καὶ ἐκ τοῦ ἐπιτελουμένου τετελείωται· τὸ γὰρ γιγνόμενον τὸ ἐπιτελούμενόν ἐστιν. εἰπὼν δὲ οὕτω γίγνεσθαι τὰ τοιαῦτα ὡς ἐκ τοῦ γιγνομένου, δείκνυσι καὶ ὅτι ἔστι τὸ γιγνόμενον μεταξὺ τοῦ τε ὄντος καὶ τοῦ μὴ ὄντος. ὡς γὰρ τοῦ εἶναι καὶ τοῦ μὴ εἶναι μεταξὺ γένεσίς ἐστιν οὖσα ἐκ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι μεταβολή, ἥτις οὔτε μὴ ὄν ἐστιν οὔτε ὂν ἤδη — διὰ γὰρ γενέσεως ἐκ τοῦ μὴ εἶναί τι εἰς τὸ εἶναι μεταβολή —, οὕτως ἀναλόγως ἔχει καὶ τὸ γιγνόμενον, οὗ ἐστιν ἡ γένεσις, πρός τε τὸ ἁπλῶς ὂν καὶ τὸ ἁπλῶς μὴ ὄν, μεταξὺ ὂν αὐτῶν. καὶ δεικνύοι δʼ ἂν τοῦτο διὰ τὸ δοκεῖν πᾶν τὸ γινόμενον διά τινος μεταξὺ γίγνεσθαι καὶ ἔκ τινος μεταξύ. ὡς γὰρ ἐκ τῆς γενέσεως μεταξὺ οὔσης τοῦ τε εἶναι καὶ τοῦ μὴ εἶναι γίγνεται τὰ οὕτως γιγνόμενα, οὕτως καὶ τὸ ἐκ τοῦ γιγνομένου γιγνόμενον ἐκ μεταξύ τινος καὶ αὐτὸ γίγνεται· μεταξὺ γὰρ τὸ γιγνόμενον τοῦ τε ὄντος καὶ τοῦ μὴ ὄντος. πῇ γὰρ ὂν τὸ γιγνόμενον ἤδη καὶ πῇ μὴ ὄν, οὔτε δὲ ἁπλῶς ὄν, ὅτι· μὴ τέλειον — τὸ γὰρ ὂν τέλειόν τι ἤδη —, οὔτε ἁπλῶς μὴ ὄν· διὸ οὐδὲ μεταξύ τι τῆς ἀντιφάσεως· τὸ γὰρ πῇ ὂν καὶ αὐτὸ ὄν. πῶς δὲ τὰ οὕτως ἔκ τινος γιγνόμενα ἐκ τοῦ γιγνομένου ἐπιτελεῖται, ἐπεδήλωσε παραθέμενος τὸν μανθάνοντα. ὁ γὰρ μανθάνων ἐστὶν ὁ γιγνόμενος ἐπιστήμων, ὃς ἐκ τοῦ μανθάνοντος οὕτως γίγνεται, ὅτι ὁ μανθάνων γίγνεται καὶ ὑπομένων πρόεισιν ἐπὶ τὸ ἐπίστασθαι, ἥτις ἐστὶν τελειότης τοῦ μανθάνοντος· οὐ γὰρ ἁπλῶς ὁ μανθάνων γίγνεται, ἀλλʼ ἐπιστήμων. ἢ καὶ αὐτὸ τὸ μανθάνειν μεταξύ ἐστι τοῦ ἐπίστασθαι, ὃ κυρίως ὄν, καὶ τῆς τελείας ἀμαθίας, ὃ εἴη ἂν ἁπλῶς μὴ ὄν. τὰ δὴ τοῦτον τὸν τρόπον ἔκ τινος γιγνόμενα ἐκ τοῦ μεταξὺ τοῦ τε ὄντος ἤδη καὶ τοῦ μὴ ὄντος γίγνεται.

Τὸ δὲ ὡς ἐξ ἀέρος ὕδωρ, φθειρομένου θατέρου.

`157`

Ἐπὶ τὸ ἕτερον σημαινόμενον τῶν ἐκ τῆς διαιρέσεως μετελήλυθεν, αὐτὸ τιθεὶς καὶ αὐτοῦ παράδειγμα τὸ ὡς ἐξ ἀέρος ὕδωρ γίγνεται. καὶ ὅτι μὴ ὁμοίως ὡς ἐκ μανθάνοντος ὁ ἐπιστήμων, μηδὲ ἐκ τοῦ μεταξύ, δείκνυσι· φθειρομένου γὰρ τοῦ ἑτέρου λέγεται γίγνεσθαι ἡ γένεσις τοῦ γιγνομένου, ἀλλʼ οὐχ ὑπομένοντος καὶ τελειουμένου. διὸ ἐκεῖνα μὲν οὐκ ἀνακάμπτει εἰς ἄλληλα, τὰ κατὰ τὸ πρῶτον σημαινόμενον γιγνόμενα, ἦν δὲ τὰ κατὰ τὸ τελειοῦσθαι· οὐ γὰρ ἀνακάμπτει ταῦτα ὥστε γίγνεσθαι ἐκ παιδὸς ἄνδρα καὶ πάλιν ἐξ ἀνδρὸς παῖδα, ὅτι τὸ τέλειον οὐκ ἐπάνεισιν ἐπὶ τὸ ἀτελές. οὗ τὴν αἰτίαν ἀποδιδοὺς εἶπεν οὐ γὰρ γίγνεται ἐκ τῆς γενέσεως τὸ γιγνόμενον, ἀλλὰ μετὰ τὴν γένεσιν, τουτέστιν οὐ γὰρ ἐκ τῆς ἄλλου φθορᾶς καὶ τῆς γενέσεως αὐτῆς τὸ οὕτω γιγνόμενον γίγνεται, ἀλλʼ ἐκ τοῦ ἤδη γεγονότος· μετὰ γὰρ τὴν γένεσιν τὸ γεγονέναι. τὰ μὲν γὰρ κατὰ φθορὰν τῶν ἔξωθεν γιγνόμενα ἀρχὴν τοῦ εἶναι τὴν γένεσιν ἔχει· ἡ γὰρ ἐκείνων μεταβολὴ καὶ φθορὰ τούτων γένεσις, ἀλλʼ οὐκ ἐκεῖνα ὑπομένοντα καὶ γιγνόμενα. τὰ δὲ τελειούμενα καὶ οὕτως ἔκ τινων λεγόμενα γίγνεσθαι οὐκ ἐκ τῆς γενέσεως καὶ τῆς πρώτης μεταβολῆς γίγνεται, ἀλλὰ μετὰ τὴν γένεσιν· τὸ μὲν γὰρ γιγνόμενόν ἐστι τὸ ἐκ τῆς γενέσεως γεγονός, οἷον τὸ βρέφος, ὃ προϊὸν παῖς καὶ ἀνὴρ γίγνεται, ὁ δὲ ἀνὴρ οὐκ ἐκ τῆς γενέσεως ἀλλʼ ἐκ τοῦ γιγνομένου ἐκ τῆς γενέσεως καὶ τελειουμένου γίγνεται. ὥστε οὐκ ἐκ τῆς γενέσεως ἀλλὰ μετὰ τὴν γένεσιν γίγνεται τὰ οὕτως γιγνόμενα. εἰπὼν δὲ ὅτι μετὰ τὴν γένεσιν, οὐκ ἐκ τῆς γενέσεως τὰ τελειούμενα γίγνεται, παρέθετο οὕτως γίγνεσθαι ὡς καὶ ἡμέραν ἐκ τοῦ πρωΐ, διὸ ἐκ μὲν τοῦ πρωῒ ἡμέρα γίγνεται, οὐκέτι δʼ ἐξ ἡμέρας πρωΐ, πρωῒ τὸν ὄρθρον λέγων. ἀτελὲς γὰρ τὸ πρωΐ· οὐχ ὁμοίως γὰρ ἐκ τοῦ πρωῒ ἡμέρα καὶ ἐξ Ὀλυμπίων Ἴσθμια· ἐπὶ μὲν γὰρ ἐκείνων μόνον τόδε μετὰ τόδε καὶ χρόνου τάξις, οὐκέτι δὲ ὑποκείμενον θατέρου θάτερον· τὸ δὲ πρωῒ ἡμέρα γίγνεται μεταβάλλον καὶ ὑπομένον καὶ τελειούμενον· ἀτελὴς γὰρ ἡμέρα τὸ πρωῒ τῷ μηδέπω διηρθρῶσθαι ἐν αὐτῷ τὸ ἡμερήσιον φῶς, ἀλλʼ ἔτι ἀμυδρὸν εἶναι. τὸ δὲ ὅτι μετὰ τοῦτο εἶπεν, ὅτι γενόμενος ὁ ὄρθρος μετὰ ταῦτα αὐτὸς τελειούμενος ἡμέρα γίγνεται. εἰπὼν δὲ τὰ οὕτως γιγνόμενα μὴ ἀνακάμπτειν εἰς ἄλληλα, ὡς καὶ ἐκ τῶν παραδειγμάτων δῆλον καὶ ἐκ τῆς ῥηθείσης αἰτίας, λέγει περὶ τῶν κατὰ φθοράν τινων ἐξ αὐτῶν λεγομένων γίγνεσθαι, ἃ εἶπεν ἐκ τῆς γενέσεως γίγνεσθαι, ὅτι ταῦτα ἀνακάμπτει εἰς ἄλληλα. ὡς γὰρ ἐξ ὕδατος ἀήρ, οὕτως ἐξ ἀέρος ὕδωρ· οὐ γάρ ἐστι θατέρου θάτερον τέλος, ἀλλʼ ἐστὶ πάντα τὰ τοιαῦτα, ὅσα ἐκ τῆς γενέσεως γίγνεται, οἰκείαν μέν τινα ἔχοντα τελειότητα, κοινὴν δὲ ὕλην ἐπίσης αὐτῶν δεκτικήν. ὅτι δὲ τὰ οὕτω γιγνόμενα ἀνακάμπτει εἰς ἄλληλα, δῆλον καὶ ἐκ τῆς ἐναργείας καὶ ἐκ τοῦ μὴ εἶναι ἐπʼ ἄπειρον τὴν κατʼ εἶδος τῶν σωμάτων διαφοράν, ἥτις ἦν ἂν εἰ ἐπʼ ἄπειρον τοῦτον τὸν τρόπον ἄλλο ἐξ ἄλλου ἐγίγνετο.

Τῶν μὲν γὰρ ὄντων μεταξὺ ἀνάγκη τέλος εἶναι.

Τῶν ἐκ τῶν μεταξὺ γιγνομένων καὶ οὐκ ἐκ τῆς γενέσεως, ἃ μὲν ἤδη ἔστιν ὄντα, λέγει, ὡς ἐγίγνετο τὰ τελειούμενα· τούτων γὰρ τέλος τι ἔστιν ἃ ὄντα ἤδη τινά ἐστι μεταξύ. ταῦτα μὲν διὰ τοῦτο οὐκ εἰς ἄπειρον ἔχει τὴν ἐπὶ τὸ κάτω γένεσιν, ὅτι ἔχει τι τέλος ἐφʼ ὃ διὰ τῶν μεταξὺ πρόεισι· τὰ δὲ διὰ τὸ εἰς ἄλληλα ἀνακάμπτειν. καὶ προσέθηκε τὸ ἡ γὰρ θατέρου φθορὰ ἑτέρου γένεσίς ἐστιν. δέδεικται δὲ τοῦτο ἐν τῇ Φυσικῇ ἀκροάσει. δύναται καὶ τὸ τῶν μὲν γὰρ ὄντων μεταξὺ εἰρηκέναι ὡς ἴσον τῷ ἐφʼ ὧν μὲν γὰρ ὄντων τινῶν μεταξύ, τούτων μεταξὺ τέλος τί ἐστιν.

`158`

Ἅμα δὲ καὶ ἀδύνατον τὸ πρῶτον ἀίδιον ὂν φθαρῆναι· ἐπεὶ γὰρ οὐκ ἄπειρος ἡ γένεσις ἐπὶ τὸ ἄνω, ἀνάγκη, ἐξ οὗ φθαρέντος πρώτου τι ἐγένετο, μὴ ἀίδιον εἶναι.

`159–160`

Δείξας κοινῶς πρῶτον μὲν ὅτι μὴ ἐπὶ τὸ ἄνω οἷόν τε ἄπειρα τὰ αἴτια εἶναι, δεύτερον δὲ ὅτι μηδὲ ἐπὶ τὸ κάτω, νῦν καὶ περὶ ἑκάστου τῶν αἰτίων ἰδίᾳ δείκνυσιν ὅτι μὴ ἐπʼ ἄπειρόν τι αὐτῶν εἶναι οἷόν τε, καὶ πρῶτόν γε ὅτι μὴ ἡ ὑλικὴ αἰτία ἐπʼ ἄπειρόν ἐστιν. συγχρῆται δὲ εἰς τὴν δεῖξιν τοῦ μὴ εἶναι εἰς τὸ ἄνω ἐπʼ ἄπειρον προϊόντα τὰ αἴτια τῷ τὸ πρῶτον ὑποκείμενον ἀίδιον εἶναι· εἰ γὰρ ἐγένετο, ἦν ἄν τι πρῶτον αὐτοῦ ἐξ οὗ ὑποκειμένου ἐγίγνετο, οὕτως δὲ οὐκέτʼ ἂν πρῶτον ἦν· ἐπεὶ δὲ μὴ τοῦτο, ἀίδιον καὶ ἀγένητον γίγνεται τὸ πρῶτον ὑποκείμενον. ἐξ οὗ ἄρα φθειρομένου γίγνεταί τι, οὐκ ἔστι τοῦτο τὸ πρῶτον ὑποκείμενον· οὐ γὰρ ἀίδιον τὸ φθειρόμενον, τὸ δὲ πρῶτον ὑποκείμενον ἀίδιον. οὐκ ἄρα ἡ ὕλη φθείρεται ἀλλʼ ἡ αὐτὴ μένει. πρώτου δὲ φθαρέντος εἶπεν ὡς ἴσον τῷ ἐξ οὗ καθʼ αὑτό καὶ οὐ κατὰ συμβεβηκὸς φθαρέντος ἐγένετό τι, τοῦτο μὴ ἀίδιον εἶναι· κατὰ συμβεβηκὸς μὲν γὰρ ἡ ὕλη φθείρεται — ὅτι γὰρ τὸ συμβεβηκὸς αὐτῇ ἡ στέρησις φθείρεται ἐν τῇ γενέσει τῶν ἐκ τῆς ὕλης γιγνομένων, τοῦτο γὰρ τὸ καθʼ αὑτὸ φθειρόμενον —, καθʼ αὑτὴν δὲ ἄφθαρτος. φθείροιτο δʼ ἂν καθʼ αὑτήν, εἰ ἐπʼ ἄπειρον ἄλλο ἐξ ἄλλου γίγνοιτο καὶ μὴ πᾶσιν ἡ αὐτὴ μένοι τοῖς γιγνομένοις. καὶ εἴη ἂν τὸ λεγόμενον ἴσον τῷ ὁ λέγων ἄπειρον ἐπὶ τὸ ἄνω ἄλλο ἄλλου ὕλην γίγνεσθαι, οὗτος φθείρεσθαι λέγοι ἂν τὸ πρῶτον ὑποκείμενον, ὃ ἀνάγκη ἀίδιον εἶναι, εἴ γε τούτῳ μηκέτι ἄλλο ὑπόκειται· οὐ γὰρ ἐπʼ ἄπειρον εἰς τὸ ἄνω τὰ αἴτια. τοῦτο δὴ λέγοι ἂν φθείρεσθαι, εἰ μὴ πᾶσιν αὐτὸ ὑποκεῖσθαι λέγοι τοῖς γιγνομένοις, ταὐτὸν μένον, ἀλλὰ λέγοι κατὰ φθορὰν τοῦ ὑποκειμένου τὸ μετʼ αὐτὸ ὑποκείμενον φθαρέντος αὐτοῦ τὸ ἐξ αὐτοῦ ἐγένετο οὐκ ἀίδιον. εἰ γὰρ ἵσταται ἐπὶ τὸ ἄνω τὰ αἴτια, δεῖ τι ἄρξασθαι καὶ πρῶτόν γε ἐκ τῆς ὕλης τῆς πρώτης γενέσθαι· εἰ δὲ φθειρομένης αὐτῆς γίγνεται, οὔτε ἀίδιος ἡ κίνησις εἴη, οὔτε ἔτι πρώτη καὶ ἀίδιος αὐτὴ ἂν εἴη ἡ πᾶσιν ὑποκειμένη πρώτη. καὶ οὐκ ἐπʼ ἄπειρον ἄρα ἡ ὑλικὴ αἰτία εἰς τὸ ἄνω πρόεισιν. ἔστι γὰρ σφόδρα συντόμως τὸ εἰρημένον. εἰπὼν γὰρ ἅμα δὲ καὶ ἀδύνατον τὸ πρῶτον ἀίδιον ὂν φθαρῆναι, τὸ δεικτικὸν τοῦ εἶναι τὸ πρῶτον ἀίδιον παρέθετο ἐπεὶ γὰρ οὐκ ἄπειρος ἡ γένεσις ἐπὶ τὸ ἄνω, οὐκέτι προσθεὶς τὸ διὰ τοῦτο τὸ πρῶτον ὑποκείμενον ἀίδιον. ἢ εἰπὼν τὰ δὲ εἰς ἄλληλα ἀνακάμπτει· ἡ γὰρ θατέρου φθορὰ θατέρου γένεσίς ἐστιν, ἐπιστώσατο τοῦτο διὰ τοῦ τὸ πρῶτον ὑποκείμενον, ὅ ἐστιν ἡ κυρίως ὕλη, δεῖξαι ἀίδιον ὄν· φθείροιτο γὰρ ἄν, εἰ μὴ ὑπομένοι καὶ σώζοιτο ἐν πᾶσι τοῖς γιγνομένοις, ἀλλὰ τὰ γιγνόμενα ἐξ αὐτοῦ φθειρομένου αὐτοῦ γίγνοιτο, καὶ πάλιν οὕτω τὰ ἐκ τούτων, καὶ ἐπʼ ἄπειρον τοῦτον τὸν τρόπον ἡ ὑλικὴ αἰτία ἐπὶ τὸ κάτω προΐοι. εἰ δὲ τοῦτο ἄτοπον — δεῖ γὰρ εἶναί τι τὸ πρῶτον ὑποκείμενον, ὡς δέδεικται, καὶ τοῦτο ἐν πᾶσι τοῖς γιγνομένοις ἄφθαρτον μένον ἐνυπάρχειν —, οὕτως οὖν ἔχοντος εἰς ἄλληλα ἂν τὰ ἐξ αὐτοῦ γιγνόμενα ἀνακάμπτοι, ὡς τὴν θατέρου φθορὰν θατέρου γένεσιν εἶναι. ἐν ᾧ γὰρ ἂν ἐνυπάρχοι τῶν ἐξ αὐτῆς γιγνομένων, φυλάξει καὶ τὴν τοῦ δύνασθαι πάλιν ἐν τούτῳ γενέσθαι τῷ εἴδει ἐξ οὗ μεταβάλλει δύναμιν. καὶ αὕτη ἔσται εἰς τὰ γιγνόμενα μεταβάλλουσα, ἀλλʼ οὐκ ἀεὶ ἀληθῶς ἐπʼ ἄπειρον ἄλλο ἄλλῳ ὑποκείμενον γίγνεται, αὐτὴ δὲ μεταβάλλουσα εἰς τὰ ἐναντία μεταβάλλει, εἰς ἃ μεταβαλλούσης αὐτῆς ἀνακάμπτοι ἂν ἡ γένεσις. οὐ γὰρ αὐτή ἐστιν ἡ ἐν τῇ μεταβολῇ τῇ εἰς τὴν γένεσιν φθειρομένη — οὐκέτι γὰρ ἂν ἀίδιος εἴη —, ἀλλὰ ἄλλο τί ἐστιν ἐξ οὗ καθʼ αὑτὸ καὶ πρώτως φθειρομένου γίγνεται· τοῦτο δὲ ἐδείχθη ἐν τῷ Α τῆς Φυσικῆς ἡ στέρησις. δείξας δὲ ἐπὶ τῆς ὕλης ὅτι μὴ οἷόν τε ἐπʼ ἄπειρον εἰς τὸ κάτω τὰ ὑλικὰ αἴτια προϊέναι, ἑξῆς δείκνυσι πάλιν τὸ αὐτὸ ἐπὶ τοῦ τελικοῦ αἰτίου. λέγει δὲ ἐπεὶ δὲ τὸ οὗ ἕνεκα τέλος, τοιοῦτον δὲ ὃ μὴ ἄλλου ἕνεκα. ἔστι δὲ ὃ λέγει τοιοῦτον. εἰ ἔστι τι οὗ ἕνεκα καὶ τὸ τελικὸν αἴτιον, οὐκ ἐπʼ ἄπειρον ἡ πρόοδος τοῦ οὕτως αἰτίου· ἔστι γὰρ τὸ τελικὸν αἴτιον οὗ χάριν τὰ ἄλλα, αὐτὸ δὲ μηδενός, τὸ δὲ τοιοῦτον ἔσχατον. ὥστε εἰ μὲν ἔστιν ἔσχατον αἴτιον ἐν τοῖς φύσει γιγνομένοις, τοῦτο δέ ἐστι τὸ τελικόν, οὐκ ἐπʼ ἄπειρον ἡ πρόοδος ἐπὶ τὸ κάτω· εἰ δέ ἐστιν ἐπʼ ἄπειρον, οὐκ ἔστι τὸ τελικὸν αἴτιον οὐδὲ τὸ οὗ ἕνεκεν ἐν τοῖς γιγνομένοις φύσει. ἀλλὰ τὸ λέγειν μὴ εἶναι τὴν τοιαύτην ἐν τοῖς φύσει γιγνομένοις αἰτίαν ἐξαιρεῖν ἐστι τὴν τοῦ ἀγαθοῦ φύσιν ἐκ τῶν γιγνομένων· τὸ γὰρ οὗ ἕνεκεν τὰ ἄλλα γίγνεται τὸ ἀγαθόν. τοῦτο δὲ δῆλον ἐκ τῆς ἐπαγωγῆς· «πᾶσα γὰρ τέχνη καὶ πᾶσα μέθοδος ὁμοίως πρᾶξίς τε καὶ προαίρεσις ἀγαθοῦ τινος ἐφίεσθαι δοκεῖ,» ὡς εἶπεν ἀρχόμενος τῶν Νικομαχείων. καὶ ἔστι τὸ κυριώτατον ἀγαθόν, οὗ πάντα ἐφίεται. ὥστε ἐν πᾶσι τοῖς κατὰ λόγον ἢ φύσιν γιγνομένοις τὸ ἀγαθὸν τέλος ἐστίν· οὔτε γὰρ τὴν ἀρχὴν ἐγχειρεῖ τις πράττειν τι καὶ ποιεῖν, εἰ μὴ μέλλοι ἐπὶ τὸ τέλος ἄξειν αὐτό. ὥστε εἰ σκοπὸς τῶν πραττομένων τὸ τέλος καὶ τὸ τοιοῦτον αἴτιον, εἰ τοῦτο μὴ εἴη, οὐκ ἂν τὴν ἀρχὴν εἴη τι γιγνόμενον. ἔτι ἀναιρεθήσεται τὸ νοῦν εἶναι καὶ φύσιν ποιητικὰ ἐν τοῖς οὖσι· πάντα μὲν γὰρ τὰ κατὰ φύσιν καὶ κατὰ νοῦν γιγνόμενα ἕνεκά τινος γίγνεται, μὴ ὄντος δὲ τοῦ οὗ ἕνεκα κατὰ φύσιν καὶ κατὰ νοῦν γίγνεται, οὐκ ἂν κατὰ νοῦν τι ἢ φύσιν γίγνοιτο. ἔτι, ὡς εἶπεν ἐν τοῖς Ἠθικοῖς, μάτην ἂν ἡ ὄρεξις εἴη, εἰ μὴ εἴη τέλος τι πάντων τῶν πρακτῶν, ἀλλʼ ἐπʼ ἄπειρον ἄλλο ἄλλου χάριν γίγνοιτο.

Καίτοι οὐθεὶς ἂν ἐγχειρήσειεν.

Διὰ τῆς ἐναργείας ἔδειξεν ὅτι ἀδύνατον τὴν τοιαύτην αἰτίαν ἐκ τῶν ὄντων ἀνῃρῆσθαι. ἔτι δὲ εἰ ἔστιν ἐφʼ ἑκάστῳ τῶν γιγνομένων τέλος ὡρισμένον, οὐκ ἂν ἐπʼ ἄπειρον ἡ κατὰ τὸ τέλος αἰτία προΐοι. συστήσας δὲ τὸ εἶναι κατὰ τὸ τέλος αἰτίαν, μεταλαβὼν τὸ τέλος εἰς τὸ πέρας, ἔδειξε καὶ οὕτως ὅτι μὴ ἐπʼ ἄπειρον τὰ αἴτια· ὧν γὰρ πέρας ἐστί, ταῦτα οὐκ ἄπειρα.

Ἀλλὰ μὴν οὐδὲ τὸ τί ἦν εἶναι ἐνδέχεται ἀνάγεσθαι εἰς ἄλλον ὁρισμὸν πλεονάζοντα τῷ λόγῳ.

`161–162`

Δείκνυσι καὶ ἐπὶ τῆς κατὰ τὸ εἶδος αἰτίας — τοῦτο γάρ ἐστι τὸ τί ἦν εἶναι — μὴ γιγνομένην ἐπʼ ἄπειρον τὴν πρόοδον ὡς ἀεὶ τοῦ ληφθέντος εἴδους καὶ ὁρισμοῦ ἄλλον πάλιν ὁρισμὸν καὶ ἄλλο τι εἶδος εἶναι. τοῦτο δὲ ἐδήλωσε προσθεὶς τὸ πλεονάζοντα τῷ λόγῳ. δοκεῖ γὰρ ὁ ὁρισμὸς τοῦ ὁριστοῦ τῷ λόγῳ πλεονάζειν· οὐ γάρ ἐστι τῇ λέξει ἴσον ἄνθρωπος καὶ ζῷον λογικὸν θνητόν. ἕκαστον δὲ ὁριστὸν ὀνόματος χώραν πρὸς τὸν ἀποδιδόμενον αὐτοῦ ὁρισμὸν ἔχει. δοκεῖ δέ μοι καὶ αὐτὸ τοῦτο ὡς ἄτοπον προσθεῖναι· εἰ γὰρ ὁ μὲν πλεονάζει τοῦ ὁριστοῦ τῷ λόγῳ, ἐπʼ ἄπειρον ἂν οἱ λόγοι αὔξοιντο διʼ ὧν οἱ ὁρισμοί· τοῦτο δὲ ἄτοπον. οὐ δὴ οἷόν τε ἀεὶ τοῦ ἀποδοθέντος ὁρισμοῦ ὁρισμόν τινα εἶναι, ὡς εἶναι τοῦ μὲν ζῴου τὸ οὐσίαν ἔμψυχον αἰσθητικὴν ὁρισμόν, τοῦ δὲ ὁρισμοῦ τούτου πάλιν ἄλλον τινὰ ὁρισμόν, ἢ καὶ ἑκάστου τῶν ἐν τῷ ὁρισμῷ. ὅσῳ γὰρ ἂν πορρωτέρω προέλθῃ τοῦ προσεχοῦς λόγου τοῦ ἀνθρώπου ὃν ὡρίζετο, ἔλαττον ἀποδώσει τὸ εἶδος τοῦ ἀνθρώπου καὶ ἔλαττον αὐτὸν ὁριεῖται· ἀεὶ γὰρ ὁ πρῶτος καὶ προσεχὴς λόγος ἀποδοθεὶς ὁρισμός ἐστι τοῦ πράγματος, ὁ δὲ ὕστερος οὐκέτι ἐκείνου ἀλλὰ τοῦ περὶ ἐκείνου ἀποδοθέντος. ἐφʼ ὧν οὖν ὁ πρῶτος ἀποδοθεὶς μή ἐστιν ὁρισμός, οὐδʼ ἂν ὁ δεύτερος ἢ ὁ τρίτος ἢ ἄλλος τις εἴη· ἕκαστος γὰρ τούτων ὁρισμὸς γίνεται τοῦ πρὸ αὐτοῦ ἀποδοθέντος ὁρισμοῦ, ἀλλʼ οὐ τοῦ πράγματος· οὗ γὰρ μή ἐστιν ὁρισμὸς τὸ πρῶτον ἀποδοθέν, τούτου πολὺ ἧττον ἂν εἴη ὁρισμὸς τὸ μετὰ τὸ πρῶτον ἀποδοθέν. εἰ γὰρ ὁ μὲν πρῶτος ἀποδοθεὶς ὡς τοῦ πράγματος ἀποδέδοται, ὁ δὲ δεύτερος ὡς τοῦ λόγου τοῦ περὶ τοῦ πράγματος ἀποδεδομένου, εἰ ὁ πρῶτος μή ἐστι τοῦ πράγματος, οὐδʼ ἂν ὁ δεύτερος αὐτοῦ εἴη· ἦν γὰρ καὶ οὗτος δυνάμενος αὐτοῦ εἶναι, εἰ ὁ πρῶτος ἀποδεδομένος, οὗ ὁ δεύτερος ἀποδέδοται, ἦν αὐτοῦ. καθόλου γὰρ ἐν οἷς τὸ πρῶτον μή ἐστιν, οὐδὲ τὸ δεύτερον· τὸ γὰρ δεύτερον πρώτου τινὸς δεύτερον· ὥστε ὧν μή ἐστιν ὁρισμός τις πρῶτος, οὐκ ἂν δεύτερος εἴη. δύναται καὶ τὸ πρῶτον τὸν ἔσχατον εἰρηκέναι· ὁ γὰρ ἔσχατος λόγος καὶ ἡ ἐσχάτη αἰτία καὶ τὸ ἔσχατον εἶδος, μεθʼ ὃ οὐκέτι τὸ διὰ τί ἀπαιτοῦμεν, οὗτος ἂν ὁ κυρίως ὁρισμὸς εἴη, οὗ μὴ ὄντος τῷ ἐπʼ ἄπειρον εἶναι τὴν πρόοδον, οὐκ ἂν τῶν πρὸ αὐτοῦ τις εἴη. τινὲς ἤκουσαν τοῦ πλεονάζοντα τῷ λόγῳ, ὡς λέγοντος αὐτοῦ, ἀεὶ τῷ πρώτῳ ἀποδοθέντι ὁρισμῷ προστίθεσθαί τι, ὡς πλεονάζειν τὸν δεύτερον τοῦ πρὸ αὐτοῦ κατὰ τὸν λόγον τῷ προστίθεσθαί τι αὐτῷ, οἷον τοῦ ἀνθρώπου εἰ ὁ μὲν πρῶτος εἴη ζῷον πεζὸν δίπουν, ἄλλον δὲ πάλιν μετὰ τοῦτον ἔχοντα ἄλλην τινὰ τῶν προειρημένων διαφορὰν προσκειμένην, οἷον τὸ λογικόν, καὶ πάλιν τούτῳ ἄλλην, ὡς εἶναι ἐπʼ ἄπειρον αὐξανόμενον τὸν πρῶτον ἀποδοθέντα ὅρον.

Ἔτι τὸ ἐπίστασθαι ἀναιροῦσιν οἱ οὕτω λέγοντες· οὐ γὰρ οἷόν τε εἰδέναι πρὶν εἰς τὰ ἄτομα ἐλθεῖν.

`163`

Ἄτομα λέγει νῦν τὰ ἀμέσως ὑπάρχοντα· ἐκ γὰρ τῶν προσεχῶς καὶ ἀμέσως ὑπαρχόντων αἱ ἐπιστῆμαι, ὡς εἴρηται ἐν τοῖς Ὑστέροις ἀναλυτικοῖς· ὃ ἀδύνατόν ἐστιν εἶναι, εἰ τῶν ἐν τῷ ὁρισμῷ παραλαμβανομένων πάντων εἶεν ὁρισμοὶ καὶ ἐκ τούτων τῶν ὁρισμῶν ὁ ὁρισμὸς εἴη τοῦ προκειμένου συμπληρούμενος. νῦν μὲν γὰρ τὸ διὰ τὸν ὁρισμόν τινι ὑπάρχον δειχθὲν ἀμέσως ὑπάρχειν αὐτῷ δοκεῖ· ἂν δὲ ᾖ παντὸς ὁρισμοῦ ὁρισμὸς ἐπʼ ἄπειρον, ἀεί τις μέσος ὅρος ἔσται τοῦ τε αἰτίου διʼ οὗ δείκνυται ὑπάρχον τί τινι καὶ τοῦ ὑποκειμένου ᾧ ὑπάρχειν τι δείκνυται. οὐδέποτε γὰρ δυνήσεται ἀμέσως τι ὑπάρχον τινὶ ληφθῆναι, εἰ ἀεὶ τοῦ εἰλημμένου παντὸς ὁρισμὸς εἴη· οὐ γὰρ ἀμέσως τὸ ζῷον τῷ ἀνθρώπῳ ὑπάρξει, ἀλλὰ διὰ τὸ εἶναι αὐτὸν οὐσίαν ἔμψυχον αἰσθητικήν. πάλιν δὲ αὖ τὸ οὐσία ἔμψυχος αἰσθητικὴ ὑπάρξει αὐτῷ διὰ τὸν ἴδιον ὁρισμόν, πάλιν κἀκεῖνα ὁμοίως διὰ τὸν ἴδιον, καὶ τοῦτο ἐπʼ ἄπειρον· ἀεὶ γὰρ οἱ λαμβανόμενοι ὁρισμοὶ τῶν ὁρισμῶν μέσοι ὅροι ἔσονται, διʼ ὧν ὑπάρξει τὰ ὧν οἱ ὁρισμοὶ τοῖς ὁριστοῖς. ἀναιρεθήσονται ἄρα αἱ ἄτομοι καὶ ἄμεσοι προτάσεις, ὧν ἀναιρεθεισῶν ἀναιρεῖται ἐπιστήμη τε καὶ ἀπόδειξις. τινὲς δὲ ἄτομα ἤκουσαν τὰ καθʼ ἕκαστα, καί φασι τὰς μὲν ἐπιστήμας τότε τὸ ἐπιστητὸν ἔχειν, ὅταν περὶ ὧν εἰσιν, εὑρίσκωνται ταῦτα τοῖς ἀτόμοις τοῖς οἰκείοις ἐφαρμόζοντα. τότε γάρ τις ἐπιστήμην ἔχει τῶν τῷ ἀνθρώπῳ ὑπαρχόντων, ὅταν τοῖς καθʼ ἕκαστα ἀνθρώποις ἐφαρμόζῃ τὰ λεγόμενα. οὐχ οἷόν τε δὲ ἐπὶ τὰ ἄτομα ἐλθεῖν ἐπʼ ἄπειρον τῶν αἰτίων ἐπὶ τὸ κάτω τὴν πρόοδον λαμβανόντων· ἔσχατον μὲν γὰρ τὸ ἄτομον, οὐχ οἷόν τε δὲ ἐπὶ τοῦτο ἐλθεῖν ἀπείρων ὄντων τῶν μεταξὺ αἰτίων. ὡς εἶναι τὸ λεγόμενον κοινῶς περὶ πάντων τῶν αἰτίων λεγόμενον, ἀλλʼ οὐ περὶ τοῦ εἴδους τε καὶ ὁρισμοῦ μόνον.

Καὶ τὸ γιγνώσκειν οὐκ ἔστιν.

`164`

Τὸ λεγόμενον τοιοῦτόν ἐστιν. εἰπὼν τῶν ἐνεργείᾳ ἀπείρων ἀδύνατον γνῶσιν εἶναι, καὶ ὅτι οἱ οὕτως αὔξοντες ἢ τοὺς ὁρισμοὺς ἢ τὰ αἴτια — κοινὸς γὰρ ὁ περὶ πάντων λόγος — ἀναιροῦσι γνῶσιν, εἴ γε ἐκ τῆς τῶν αἰτίων γνώσεως ἡ ἐπιστημονικὴ τῶν πραγμάτων γνῶσις, εἰπὼν δὲ τὰ ἄπειρα ἄγνωστα εἶναι, ἐπεὶ δοκεῖ καὶ τὰ συνεχῆ ἄπειρά πως εἶναι διὰ τὴν ἐπʼ ἄπειρον τομὴν καὶ μὴ εἶναι ἄγνωστα — ἔστι γὰρ τούτων τῆς ἐπʼ ἄπειρον τομῆς νόησις —, ὅτι μὴ ὁμοίως ἔνεστιν ἐν ἐκείνοις τε ἡ ἀπειρία καὶ ἐν τοῖς αἰτίοις ἡ ἐπʼ ἄπειρον κατʼ εὐθυωρίαν πρόοδος, δείκνυσιν ἑξῆς εἰπὼν τὰ γὰρ οὕτως ἄπειρα πῶς ἐνδέχεται νοεῖν; λέγων τὰ ἐνεργείᾳ. ἐπʼ ἄπειρον μὲν γὰρ ἡ γραμμὴ διαιρεῖται ὁμολογουμένως τῷ μὴ ἵστασθαι τὴν τομήν, ἀλλʼ ἡμεῖς γε οὐδέποτε νοοῦμεν αὐτὴν εἰς ἄπειρα διῃρημένην, ἀλλʼ ὅταν νοῶμεν, τὰς τομὰς ἱστῶμεν καὶ παυόμεθα τοῦ τέμνειν καὶ λαμβάνομεν πεπερασμένας. πῶς γὰρ ἐπʼ ἄπειρον ἡ τομὴ γίνεται τῆς γραμμῆς καὶ ὅλως τῶν συνεχῶν νοοῦμεν, οὐ μὴν καὶ τὰς ἀπείρους αὐτῆς ἔτι διαιρέσεις· ἀεὶ γὰρ ἃς νοοῦμεν πεπερασμένας νοοῦμεν. τοῦτο γάρ ἐστι τὸ νοῆσαι δὲ οὐκ ἔστι μὴ στήσαντα· τὰς γὰρ πεπερασμένας νοοῦμεν. διὸ οὐδὲ ὁ διεξιὼν τὴν συνεχῆ γραμμὴν τὴν ἐπʼ ἄπειρον διαιρετὴν ἀριθμῶν τὰς τομὰς καὶ ἐνεργείᾳ λαμβάνων καθʼ ὅσον οἷόν τε τμηθῆναι αὐτὰς ἦν, οὕτω δίεισιν· οὐδέποτε γὰρ ἂν διεξέλθοι ὁ οὕτως αὐτὴν διεξιών. εἶπε δὲ ὁ τὴν ἄπειρον διεξιὼν ἀντὶ τοῦ ὁ τὴν ἐπʼ ἄπειρον διαιρετήν. ἀλλὰ κατʼ ἀθρόα μόρια δίεισι διὰ τὸ μὴ εἶναι ἐν αὐτῇ ἐνεργείᾳ τὴν ἀπειρίαν ἀλλὰ δυνάμει. ἐπὶ δέ γε τῶν αἰτίων, εἰ ἐπʼ ἄπειρον εἰς τὸ κάτω ἐστὶν ἄλλο ἄλλου αἴτιον, ἀδύνατον ἔσται γνῶσιν τῶν αἰτίων γενέσθαι πάντων, ἄπειρα δὲ γίγνεται τὰ πάντα ἐνεργείᾳ. εἰ δὴ ἤρτηται μὲν ἡ τῶν ὄντων γνῶσις ἐκ τῆς τῶν αἰτίων γνώσεως, ὡς προείρηται, ἄγνωστα δὲ τὰ αἴτια διʼ ἀπειρίαν, ἄγνωστα καὶ τὰ ὧν αἴτια ταῦτα.

Ἀλλὰ καὶ τὴν ὕλην κινουμένην νοεῖν ἀνάγκη.

`165`

Τοῦ τὸ ἄπειρον ἄγνωστον εἶναι τῇ αὐτοῦ φύσει παρατίθεται σημεῖον τὴν ὕλην, ἐπεὶ δοκεῖ κατὰ τὸν αὐτῆς λόγον ἄπειρος εἶναι, ἀσχημάτιστος οὖσα κατὰ τὴν ἰδίαν φύσιν καὶ οἰκεῖον πέρας οὐκ ἔχουσα. τῷ δὴ τοιαύτην αὐτὴν εἶναι οὐδὲ ἐπιστήμην αὐτῆς ἔχομεν· κινουμένῳ γάρ τινι γιγνώσκομεν αὐτήν· δοξαστὴ γάρ ἐστι καὶ οὐκ ἐπιστητή, καὶ ὡς μὲν ὁ Πλάτων φησί, νόθῳ λογισμῷ γνωστή, ὡς δὲ Ἀριστοτέλης, ἀναλογίᾳ γνωστὴ καὶ δοξαστή, ὡς καὶ τοῦτο εἴρηκεν ἐν τοῖς Φυσικοῖς. τὸ αὐτὸ δὲ σημαίνοι ἂν καὶ εἰ εἴη γεγραμμένον ἀλλὰ καὶ τὴν ὕλην ἐν κινουμένῳ νοεῖν ἀνάγκη. τινὲς δὲ κινουμένην γράφουσι, καὶ ἐξηγοῦνται τὴν λέξιν ὅτι οὐκ ἔστιν ἄπειρος ὡς τὰ ἐνεργείᾳ ἄπειρα. διὸ ἐκεῖνα μὲν ἄγνωστα, αὕτη δὲ ἄπειρος οὖσα καὶ λεγομένη κατὰ τὸ ἀεὶ ἐν κινήσει καὶ μεταβολῇ τινι νοῆσαι — τῷ γὰρ μὴ ἔχειν οἰκεῖον σχῆμα ἤ τινα ποιότητα, ἄλλοτε ἄλλο εἶδος ἀμείβειν καὶ μεταβάλλειν —, οὕτω δὴ οὖσα ἄπειρος ὡς διὰ τὸ κινεῖσθαι συνεχῶς λέγεσθαι τοιαύτη νοητή τέ ἐστι καὶ ἐπιστητή· οὐ γὰρ ὁμοίως τοῖς ἀγνώστοις ἄπειρος· ἵνα ἴσον ᾖ τὸ εἰρημένον τῷ ἀλλὰ καὶ τὴν ὕλην κινουμένην ἀεὶ καὶ ἐν ῥύσει οὖσαν καὶ διὰ τοῦτο ἄπειρον εἶναι λεγομένην, ὥσπερ καὶ τὴν γραμμὴν διὰ τὰς τομὰς νοεῖν ἀνάγκη, ἐπεὶ μὴ ἐκείνως ἐστὶν ἄπειρος. ἢ κινουμένην νοεῖν ἀντὶ τοῦ ὡς κινουμένην καὶ ἐν ῥύσει καὶ τῇ τοιαύτῃ ἀπειρίᾳ οὖσαν· διὰ τοῦτο γὰρ οὐδὲ ἡ ὕλη ἐπιστητή. εἰπὼν δὲ ταῦτα ἐπιφέρει καθολικὸν τὸ καὶ ἀπείρῳ οὐδενὶ ἔστιν εἶναι· εἰ δὲ μή, οὐκ ἄπειρόν γέ ἐστι τὸ ἀπείρῳ εἶναι. ὃ δὲ λέγει τοιοῦτόν ἐστιν. ὥσπερ τὸ ἄνθρωπος καὶ τὸ ἀνθρώπῳ εἶναι διαφέρει, καὶ ἐπὶ πάντων ἐφʼ ὧν τὸ πρᾶγμα σύνθετον — τὸ γὰρ εἶναι ἑκάστῳ κατὰ τὸν λόγον καὶ κατὰ τὸ εἶδος· ὁ μὲν γὰρ ἄνθρωπος ἐξ ὕλης καὶ εἴδους, τὸ δὲ ἀνθρώπῳ εἶναι ἁπλοῦν· κατὰ γὰρ τὸ εἶδός ἐστιν αὐτῷ τὸ εἶναι ἀνθρώπῳ. ἐπὶ μὲν γὰρ τῶν ἀσωμάτων ταὐτὸν τὸ πρᾶγμα καὶ τὸ εἶναι αὐτῷ· ταὐτὸν γὰρ ψυχὴ καὶ τὸ εἶναι ψυχῇ· ἐπὶ δὲ τῶν ἐν ὕλῃ τὸ εἶναι ἐχόντων διαφέρει —, καὶ τὸ ἄπειρον οὖν τὸ ἐνεργείᾳ ἄγνωστόν ἐστιν, ἀλλὰ τὸ ἀπείρῳ αὐτῷ εἶναι οὔτε ἄπειρον οὔτε ἄγνωστον· ὁ γὰρ λόγος ὁ δηλῶν αὐτοῦ τὴν φύσιν καὶ τὸ εἶδος οὐκ ἄπειρος οὐδὲ ἄγνωστος. εἰπὼν δὲ καὶ ἀπείρῳ οὐδενὶ ἔστιν εἶναι, ὃ ἴσον ἐστὶ τῷ τὸ ἄπειρον οὐχ οἷόν τε ἐνεργείᾳ εἶναι, ἐπήνεγκε τὸ εἰ δὲ μή, οὐκ ἄπειρόν γέ ἐστι τὸ ἀπείρῳ εἶναι, τουτέστι καθὸ γνωστόν ἐστι τὸ ἄπειρον — γνωστὸν δέ ἐστι κατὰ τὸν λόγον —, τοῦτο οὐκ ἄπειρον· οὐδὲ γὰρ τὸ ἄπειρον γνωστὸν καθὸ ἄπειρον. τὸ δὲ καὶ ἀπείρῳ οὐδενὶ ἔστιν εἶναι ἤτοι εἶπεν ἀντὶ τοῦ ἄπειρον οὐδέν ἐστιν ἐνεργείᾳ, ἢ ὅτι οὐδέν ἐστι πρᾶγμα ᾧτινι ὁ τοῦ ἀπείρου λόγος ἐφαρμόζει, τῷ δηλονότι μηδὲν εἶναι ἄπειρον. εἰ δὲ καὶ τεθείη ἐφαρμόζειν τινί, ἀλλʼ αὐτός γε ὁ λόγος καθʼ ὃν ἡ γνῶσις ἡ τοῦ ἀπείρου, οὐκ ἄπειρος. οὐκέτι δὲ ὅτι μηδὲ τὰ ποιητικὰ αἴτια ἄπειρα ἰδίᾳ ἔδειξεν ὡς φανερά· εἰ γὰρ μηδὲ τὰ γιγνόμενα ἄπειρα κατὰ τὸ εἶδος, ἀλλʼ ἀνακάμπτει, δῆλον ὡς πολὺ μᾶλλον οὐκ ἂν εἴη αὐτὰ τὰ ποιητικὰ αἴτια ἄπειρα.

Ἀλλὰ μὴν καὶ εἰ ἄπειρά γε ἦσαν πλήθει τὰ εἴδη τῶν αἰτίων.

`166–167`

Προθέμενος δεῖξαι ὅτι μή ἐστιν ἄπειρα τὰ αἴτια μήτε εἰς εὐθυωρίαν μήτε κατʼ εἶδος, καὶ δείξας ὅτι κατʼ εὐθυωρίαν οὔκ εἰσιν ἄπειρα οὔτε ἐπὶ τὸ ἄνω οὔτε ἐπὶ τὸ κάτω, δείκνυσι νῦν ὅτι οὐδὲ κατʼ εἶδος οἷόν τε ἄπειρα εἶναι τὰ αἴτια, συγχρώμενος τῷ προειρημένῳ τῷ τὰ ἄπειρα τὰ κατʼ ἐνέργειαν ἄγνωστα εἶναι, τὰ δὲ κατʼ εἶδος ἄπειρα ἄπειρα δηλονότι ἐνεργείᾳ, ὥστε ἄγνωστα. εἰ δὲ τὰ αἴτια καὶ αἱ ἀρχαὶ ἄγνωστοι, δηλονότι καὶ τὰ ἐκ τούτων· τότε γὰρ εἰδέναι τι οἰόμεθα ὅταν τὰ αἴτια αὐτοῦ γνωρίσωμεν. ὥστε καὶ τοιαύτης οὔσης τῆς τῶν αἰτίων ἀπειρίας ἀναιρεῖται ἐπιστήμη, ἀναιρουμένης τῆς τῶν ἀρχῶν γνώσεως. τὸ δὲ ἑξῆς εἰρημένον τὸ τὸ δʼ ἄπειρον κατὰ τὴν πρόσθεσιν οὐκ ἔστιν ἐν πεπερασμένῳ διεξελθεῖν τοιοῦτόν ἐστιν. πᾶσα νόησις περίληψίς τις οὖσα τοῦ νοουμένου ἐν πεπερασμένῳ γίγνεται χρόνῳ· τὸ δὲ ἄπειρον τὸ τῇ προσθέσει, τουτέστι τὸ κατʼ ἐνέργειαν — ἔστι γὰρ τὸ κατʼ ἐνέργειαν ἄπειρον, οὗ λαμβανόντων ἀεί τι ἔστιν ἔξω, καὶ ἐφʼ οὗ παντὸς τοῦ λαμβανομένου ἔστι τι ἐκτός —, τὸ δὴ οὕτως ἄπειρον οὐχ οἷόν τε ἐν πεπερασμένῳ χρόνῳ διεξελθεῖν· τὸ μὲν γὰρ δυνάμει καὶ διχοτομίᾳ οἷόν τε ἐν πεπερασμένῳ χρόνῳ διεξελθεῖν, τὸ δὲ ἐνεργείᾳ καὶ τῇ προσθέσει ἀδύνατον τῷ ἀεὶ τῷ περιληφθέντι καὶ νοηθέντι ἄλλο τι ὑπολειπόμενον προστίθεσθαι. εἰ δὴ ὁ μὲν νοῦς ἃ νοεῖ ἐν πεπερασμένῳ χρόνῳ νοεῖ τε καὶ διέξεισι, τὰ δὲ ἄπειρα ἀδύνατον ἐν πεπερασμένῳ χρόνῳ διεξελθεῖν τε καὶ νοῆσαι τῷ ἀεί τι τοῖς περιειλημμένοις καὶ νενοημένοις προστίθεσθαι, οὐκ ἂν ὁ νοῦς νοοίη τὰ ἄπειρα. αὐτὸς μὲν οὕτως ἐφοδεύσας ἔδειξεν ὅτι μὴ οἷόν τε ἄπειρα εἶναι τὰ αἴτια· ὁ δὲ ἡμέτερος Ἀριστοτέλης καὶ αὐτὸς ἐπιχειρῶν ἐδείκνυεν. ἐπεὶ ἔστιν αἴτια τῶν ὄντων, ἤτοι πλείω ταῦτά ἐστιν ἢ ἕν. ἀλλʼ ἓν μὲν οὐχ οἷόν τε μόνον αἴτιον εἶναι τῶν ὄντων τε καὶ γινομένων, ὡς ἐν ἄλλοις δέδεικται· καὶ γὰρ ὑποκειμένου τινὸς χρεία τῷ γιγνομένῳ καὶ τοῦ ποιοῦντος. ἀλλὰ καὶ κατὰ εἶδος δείκνυταί τι γίγνεσθαι· ὥστε οὐχ ἓν τὸ αἴτιον. πλείω ἄρα· εἰ δὲ πλείω, ἤτοι πάντα ἄπειρα ἢ τινὰ ἢ ἕν. πάντα μὲν οὖν ἢ τινὰ ἄπειρα εἶναι ἀδύνατον· οὐ γὰρ οἷόν τε πολλὰ ἄπειρα εἶναι. ἀλλʼ οὐδὲ ἓν μὲν ἄπειρον τὰ ἄλλα δὲ πεπερασμένα λέγειν οἷόν τε· τὸ γὰρ ἄπειρον πανταχῇ ὂν ἄλλῳ παρείσδυσιν οὐ δίδωσιν, οὔτε ἀπείρῳ οὔτε πεπερασμένῳ. ἀλλὰ μὴν οὐδʼ εἰ ἓν μόνον αἴτιον εἴη, οἷόν τε τοῦτο ἄπειρον εἶναι· οὐδενὸς γὰρ ἔσται αἴτιον· οὐ γὰρ ἕξει χώραν τὸ οὗ ἐστιν αἴτιον, τοῦ αἰτίου ὄντος πανταχῇ. δῆλον γὰρ ὡς ἄπειρον ὂν ποσόν τι ἔσται κατʼ αὐτὸ τοῦτο, ἄντε κατὰ τὸ ποσὸν ᾖ πανταχῇ ἄντε κατὰ χρόνον. δοκεῖ δὲ ἡ ἐπιχείρησις ἔχειν μέν τι διαλεκτικὸν καὶ εἶναι λογική, οὐ μὴν καὶ ὁμοίως οἰκεία τοῖς προειρημένοις εἶναι.

Αἱ δʼ ἀκροάσεις κατὰ τὰ ἔθη συμβαίνουσιν.

`168–170`

Διὰ τούτων ἡμᾶς διδάσκει τίνες τῶν τοιούτων ἀκροαταὶ λόγων εἶναι δύνανται, καὶ ὅτι πεπαιδεῦσθαι δεῖ καὶ ἠσκῆσθαι ἄκρως τοὺς ἀκουσομένους τῶν λόγων. αἱ γὰρ ἀκροάσεις γίγνονται κατὰ τὴν ἰδίαν τῶν ἐθῶν οἰκειότητα· οἷς γὰρ συνειθίσμεθα, τούτοις ἀξιοῦμεν καὶ τὰ λεγόμενα συμφωνεῖν, τὰ δὲ παρὰ τὰ συνήθη ἡμῖν τῶν λεγομένων ἀγνωστότερα φαίνεται διὰ τὸ ξενικὰ εἶναι. ὃ εἶπε διὰ τοῦ ἔτι τὸ λέγεσθαι καὶ τὰ παρὰ ταῦτα οὐχ ὅμοια φαίνεται. δοκεῖ δὲ τὸ ἔτι περιττὸν εἶναι. εἰ δὲ εἴη γεγραμμένον, λείποι ἂν τῷ ἔτι τὸ λέγεσθαι ἄλλως· τὸ γὰρ ἄλλως λέγεσθαί τινα καὶ ὡς μὴ εἰθίσμεθα ἀκούειν, ὃ εἶπε διὰ τοῦ καὶ παρὰ ταῦτα, ἀγνωστότερα ποιεῖ τὰ λεγόμενα. τοῦτο εἰπὼν ἐφεξῆς δείκνυσι πόσην ἰσχὺν ἔχει τὰ συνήθη. πολλὰ γὰρ οἱ νομοθέται μυθώδη νομοθετοῦντες διὰ τὸ χρήσιμα εἶναι πιστεύεσθαι οὕτως ἔχειν, ἔχουσι πειθομένους τοὺς χρωμένους τῷ νόμῳ διὰ τὴν τῶν λεγομένων συντροφίαν, οἷον ὅτι αὐτόχθονές τινες ἐγένοντο ἐκ τῆς γῆς φύντες, καὶ ἄλλοι ὅτι ἐξ ὀδόντων σπαρέντων ἔφυσαν, καὶ διὰ τοῦτο χρὴ ὑπερμαχεῖν ὡς μητρὸς τῆς γῆς, ἢ ὅτι θεοὶ περὶ αὐτῆς ἤρισαν· οὕτως ἀξιοσπούδαστός ἐστιν. τὸ δὲ μεῖζον ἰσχύει τοῦ γιγνώσκειν περὶ αὐτῶν διὰ τὸ ἔθος ἴσον ἐστὶ τῷ μεῖζον ἰσχύει τῆς περὶ αὐτὰ ἀληθείας τὸ ἔθος· κατὰ γὰρ τὴν ἀλήθειαν ἡ γνῶσις. εἰπὼν δὲ ταῦτα καὶ ἐνδειξάμενος διʼ αὐτῶν τὴν τῶν ἐθῶν ἰσχύν, ἐπὶ τούτοις λέγει τὰς διαφορὰς τῶν ἀκροατῶν ἃς διὰ τὰ ἔθη ἔχουσι πρὸς ἀλλήλους. οἱ μὲν τοῖς μαθήμασιν εἰθισμένοι μαθηματικὰς τῶν λεγομένων πάντων καὶ ἀκριβεῖς ἀποδείξεις ἀπαιτοῦσι καὶ τῶν ἄλλως λεγόντων οὐκ ἀποδέχονται, οἱ δὲ διὰ παραδειγμάτων ἐθισθέντες μανθάνειν τοῖς οὕτω λέγουσιν ἥδονται, οἱ δὲ τοῖς ποιήμασι χαίροντες καὶ τούτοις σύντροφοι οὐκ ἀποδέχονται τοὺς λέγοντας, ἂν μὴ καὶ ποιητὴν τῶν λεγομένων παράσχωνται μάρτυρα. καὶ οἱ μὲν πάντα ἀκριβῶς ἐξετάζουσιν, εἰσὶ δὲ οἳ τῇ ἀκριβολογίᾳ ἄχθονται, ἢ διὰ τὸ μὴ δύνασθαι ἐπακολουθεῖν — τοῦτο γὰρ τὸ συνείρειν — ἀλλὰ κάμνειν, ἢ διὰ τὸ προειληφέναι ὅτι τὸ ἄκρως ἀκριβολογεῖσθαι μικρολογία· τοῦτο γάρ ἐστι τὸ διὰ τὴν μικρολογίαν· τοιαύτην γάρ τινα φαντασίαν ἀποτελεῖ ἡ ἄγαν περὶ τὰ λεγόμενα ἀκρίβεια, ἀπὸ τῶν συναλλαγμάτων καὶ τῆς περὶ τὰ ἐν χρήσει ἀκριβείας σπάσασα τήνδε τὴν δόξαν· ἀνελεύθερον γάρ τισιν ἤδη δοκεῖ καὶ τὸ ἐν τοῖς λόγοις ἄγαν ἀκριβὲς καὶ περὶ τῶν μικρῶν ἐξεταστικόν, ὥσπερ καὶ τὸ ἐν τοῖς συναλλάγμασι. προειπὼν δὲ ταῦτα καὶ δείξας τὴν τῶν ἐθῶν ἰσχύν, καὶ διότι κατʼ οἰκειότητα τὴν κατὰ τὰ ἔθη καὶ τὰ λεγόμενα ἀποδέχονται, ἐπιφέρει διὸ δεῖ πεπαιδεῦσθαι πῶς ἕκαστα ἀποδεκτέον, ἴσον λέγων τῷ καὶ αὐτῷ ἐν τοῖς Ἠθικοῖς εἰρημένῳ τῷ «πεπαιδευμένου γάρ ἐστιν ἐπὶ τοσοῦτον τἀκριβὲς ἐπιζητεῖν καθʼ ἕκαστον γένος, ἐφʼ ὅσον ἡ τοῦ πράγματος φύσις ἐπιδέχεται». ὃ διὰ τῶν Ὑστέρων ἀναλυτικῶν δείκνυται, ἐνδεικνύμενος ἡμῖν ὅτι καθόλου μὲν δεῖ πεπαιδεῦσθαι καὶ εἰδέναι πῶς χρὴ τῶν λεγομένων ἀκούειν ἑκάστου — οὐ γὰρ πάντα ὅμοια, οὐδὲ ἴσην τὴν ἀκρίβειαν ἐπιδεχόμενα —, ἐξαιρέτως δὲ τοὺς τούτων τῶν ῥηθησομένων ἀκούσοντας· οὐ γάρ ἐστιν αἰσθητὰ ἢ περὶ αἰσθητῶν, οὔτε συνήθη τε καὶ ἐν ποσί. ταῦτα δὲ λέγων ἐνδείκνυται ἡμῖν ὅτι δεῖ πρῶτον ἐν τοῖς ἀναλυτικοῖς ἐγγυμνάζεσθαι καὶ τοῖς λογικοῖς ὅλως, καὶ εἰδέναι τοὺς τρόπους τῶν ἀποδείξεων καὶ τὰς τῶν λόγων συναγωγάς· ἄτοπον γὰρ ἅμα ζητεῖν ἐπιστήμην τινός, καὶ περὶ αὐτῆς τῆς ἐπιστήμης ζητεῖν τίνα τρόπον γίγνεται καὶ ἀναλαμβάνεται· οὐδὲ γὰρ τὸ ἕτερον ἤδη τούτων εὑρίσκεται ῥᾴδιον. ὅπερ δὲ εἶπε καὶ αὐτὸ ἐν τῷ πρώτῳ τῶν Νικομαχείων Ἠθικῶν λέγων πῶς ἐκείνους τοὺς λόγους ἀποδέχεσθαι δεῖ — εἶπε γὰρ «παραπλήσιον γὰρ μαθηματικοῦ πιθανολογοῦντος ἀποδέχεσθαι καὶ ῥητορικὸν ἀποδείξεις ἀπαιτεῖν» —, τοῦτο καὶ νῦν λέγει. τὴν ἀκριβολογίαν γάρ, φησί, τὴν μαθηματικὴν οὐκ ἐν ἅπασιν ἀπαιτητέον, ἀλλʼ ἐν τοῖς ἀύλοις, ὁποῖά ἐστι τὰ ἐξ ἀφαιρέσεώς τε καὶ μαθηματικά, ἴσως ἐνδεικνύμενος ἡμῖν ὅτι τοιαύτης ἀκριβολογίας χρεία καὶ πρὸς τὰ παρόντα· περὶ ἀύλων γὰρ ὁ περὶ τῶν πρώτων ἀρχῶν λόγος καὶ οὐ συνήθων. τὸ δὲ διόπερ οὐ φυσικὸς ὁ λόγος ἤτοι λέγει ὅτι ἀκριβής· προείρηκε γὰρ τοῦτο — γράφεται δὲ καὶ ὁ τρόπος, καὶ εἴη ἂν ὁ λόγος ὡς οὐ φυσικοῦ· ἢ τὸ λεγόμενον τοιοῦτόν ἐστιν. τὰ φυσικὰ δοκεῖ πάντα σὺν ὕλῃ εἶναι, ἄυλα δὲ τὰ μαθηματικά, διὸ καὶ ἀκριβολογίαν ἐπιδέχεται, τὰ δὲ φυσικὰ οὐχ ὁμοίως. οἱ δὴ περὶ τῶν μαθηματικῶν λόγοι περὶ τῶν ἀύλων ὄντες οὔκ εἰσι φυσικοί· οὐ γὰρ τοσαύτην ἀκριβολογίαν τὰ φυσικὰ ὄντα γε σὺν ὕλῃ χωρεῖ. δύναται δὲ καὶ περὶ τῶν προκειμένων λόγων λέγειν, ὅτι οὔκ εἰσι φυσικοί· ἄυλα γὰρ περὶ ὧν λέγειν ἡμῖν πρόκειται, καὶ ἀκριβεστέρων λόγων ἢ κατὰ φυσικὰ δεόμενα. τὸ δὲ ἴσως τῷ ἅπασα γὰρ ἡ φύσις ἔχει ὕλην προσέθηκεν, ἐπεὶ καὶ τὸ κυκλοφορικὸν σῶμα φυσικὸν μέν, οὐ μὴν ὕλη τὸ τούτῳ ὑποκείμενον. τὸ δὲ ἑξῆς εἰρημένον ἐπʼ αὐτοῦ διὸ σκεπτέον πρῶτον τί ἐστιν ἡ φύσις· οὕτω γὰρ καὶ περὶ τίνων ἡ φυσικὴ δῆλον ἔσται, εἰ μὲν ἁπλῶς οὕτως εἴη εἰρημένον ὡς δοκεῖ, δεικτικὸν ἂν εἴη τοῦ τοῦτο τὸ βιβλίον μὴ τῆς Μετὰ τὰ φυσικὰ εἶναι πραγματείας, ὡς καὶ ἀρχόμενοι αὐτοῦ ἐπεσημηνάμεθα, ἀλλὰ προγραφόμενόν τι πάσης τῆς θεωρητικῆς φιλοσοφίας, ἧς ὡς πρὸς ἡμᾶς πρώτη ἡ φυσική, ἣν ὁποία τίς ἐστι καὶ περὶ τίνων, εὕροιμεν ἂν εἰ πρῶτον τί ποτέ ἐστιν ἡ φύσις ἐπισκεψαίμεθα. εἰ δέ τις ἀκούοι τοῦ λόγου οὕτως εἰρημένου πρὸς διάκρισιν τῶν τε φυσικῶν λόγων καὶ τῶν κατὰ τήνδε τὴν πραγματείαν — ὁ γὰρ ἐπεσκεμμένος πρῶτον τί ἐστι φύσις καὶ εἰδὼς περὶ τίνων ἡ φυσική, οἶδεν οὗτος ὅτι οἵδε οἱ λόγοι οὐ φυσικοὶ ἀλλʼ ἀκριβέστεροί τε καὶ περὶ ἀύλων —, οὐχ ὅτι δὲ χρὴ νῦν ἐπισκέπτεσθαι τί ἐστι φύσις λέγοι ἄν, ἀλλʼ ὅτι πρὸ τῆσδε τῆς πραγματείας δεῖ περὶ τῶν φυσικῶν πεπραγματεῦσθαι· αὕτη γὰρ ἡ τάξις τῶν πραγματειῶν, καὶ ὁ ἐν τῇ περὶ ἐκείνων θεωρίᾳ γεγυμνασμένος οὕτως ἂν καὶ τοῖς εἰς τήνδε συντείνουσι παρακολουθεῖν δύναται. αἱ δὲ ἀκροάσεις κατὰ τὰ ἔθη συμβαίνουσιν. ἔστι μὲν ἡ λέξις ἐξ ὧν ὑπεμνηματίσμεθα  <span class="gap">…</span> δύναται δὲ καὶ οὕτως ἐξακούεσθαι. προειπὼν ὅτι ἡ γνῶσις καὶ αἱ μαθήσεις ἐκ προγιγνωσκομένων — ὧν γὰρ τὰ αἴτια ἄγνωστα, καὶ αὐτὰ τοιαῦτα —, εἰς πίστιν τοῦ ἐκ τῶν προγιγνωσκομένων γίγνεσθαι τὰς γνώσεις παρέθετο τὸ κατὰ τὰ ἔθη καὶ τὰς ἀκροάσεις γίγνεσθαι, καὶ οὕτως ἕκαστον τῶν λεγομένων ἀκούειν βούλεσθαι ὡς προσειθίσθη, ὡς κατʼ οἰκειότητα καὶ τὸ προειδέναι διὰ τὰ ἔθη ἀποδεχομένων τὰ λεγόμενα τῶν ἀκουόντων.

`171`

Ἀνάγκη πρὸς τὴν ἐπιζητουμένην ἐπιστήμην ἐπελθεῖν ἡμᾶς πρῶτον.

`172`

Ἡ μὲν ἐπιζητουμένη ἐπιστήμη καὶ προκειμένη νῦν αὐτή ἐστιν ἡ σοφία τε καὶ ἡ θεολογική, ἣν καὶ Μετὰ τὰ φυσικὰ ἐπιγράφει τῷ τῇ τάξει μετʼ ἐκείνην εἶναι πρὸς ἡμᾶς. λέγει δὲ αὐτὴν καὶ πρώτην σοφίαν, ὅτι τῶν πρώτων καὶ τιμιωτάτων ἐστὶ θεωρητική. διὰ τὸ αὐτὸ δὲ τοῦτο καὶ θεολογική· περὶ γὰρ τοῦ αἰτίου καὶ εἴδους, ὃ πάντῃ ἄυλός ἐστιν οὐσία κατʼ αὐτόν, ἣν καὶ πρῶτον θεὸν καὶ νοῦν καλεῖ, ὁ λόγος ἐν τούτοις προηγουμένως αὐτῷ γίνεται. φησὶ δὲ ἀναγκαῖον εἶναι πρὸς τὴν εὕρεσιν τῆς τε ἐπιστήμης αὐτῆς καὶ τῶν κατὰ τὴν ἐπιστήμην ταύτην ζητουμένων πρῶτον ἐπελθεῖν καὶ ἐξαριθμήσασθαι περὶ ὧν ἀπορῆσαι δεῖ πρῶτον, εἶτα ἀπορῆσαι περὶ αὐτῶν· καὶ οὕτως ποιεῖ. δύναταί τις ἀκοῦσαι καὶ καθολικώτερον τοῦ εἰρημένου περὶ ὧν ἀπορῆσαι δεῖ πρῶτον· διὰ γὰρ τούτων ἡ τῶν ἐπιστημῶν εὕρεσις· εἰ δὲ πρὸς πᾶσαν, καὶ τὴν προκειμένην. τίνα δὲ δεῖ ἀπορεῖν καθʼ ἑκάστην ἐπιστήμην προσέθηκε διὰ τοῦ ταῦτα δέ ἐστιν ὅσα τε περὶ αὐτῶν ἄλλως ὑπειλήφασί τινες. τοῦτο δʼ ἂν σημαίνοι ἢ τὸ μὴ προσηκόντως ἢ δεόντως ἀλλὰ διημαρτημένως, ἢ ὅτι ἄλλοι ἄλλως· ταῦτα γὰρ μάλιστα ἀπορίας παρέχει, περὶ ὧν προκαταβέβληνται διάφοροι δόξαι ὑπὸ τῶν πραγματευσαμένων περὶ αὐτά· ἢ ὅσα παρεώραται ὑπὸ τῶν πρόσθεν, καίπερ ἀναγκαῖα ὄντα γιγνώσκεσθαι. ὡς δὲ καὶ περὶ τούτων διαπορήσων λέγει. εἰπὼν δὲ ἀπορῆσαι δεῖν, ἑξῆς καθόλου κατασκευάζει τε καὶ δείκνυσιν ὅτι χρήσιμον πᾶσι τοῖς πραγματευσομένοις περί τινος πρὸς τὴν τῶν ζητουμένων εὕρεσιν τὸ πρῶτον περὶ αὐτῶν διαπορεῖν· ἡ γὰρ εὐπορία καὶ ἡ εὕρεσις αὐτῶν καὶ κατασκευὴ ἐκ τῆς εὑρέσεως τῶν ἠπορημένων ἤρτηται. εἴη δὲ ἂν καταλληλότερον, εἰ ἀντὶ τοῦ ἔστι δέ εἴη γεγραμμένον ἔστι γάρ· ἡ γὰρ ὕστερον εὐπορία λύσις τῶν προειρημένων ἀπόρων ἐστίν. ἴσον δέ ἐστι τοῦτο τῷ ἡ γὰρ λύσις τῶν προηπορημένων αἰτία τῆς ὕστερον γιγνομένης εὐπορίας. ἢ οὕτως· ἡ γὰρ ὕστερον εὐπορία γιγνομένη ἐκ τῆς λύσεως τῶν πρώτων ἠπορημένων γίγνεται. ἔστι δὲ αὐτῷ τῆς προκειμένης πραγματείας ἐντεῦθεν ἡ ἀρχή· περὶ γὰρ τῶν ἀναγκαίως συντεινόντων εἰς τὰ προκείμενα ἐνταῦθα λέγειν ἄρχεται· ὅσα δὲ ἐν τοῖς Α εἴρηται, προλεγόμενα ἂν εἴη αὐτῆς καὶ εἰς τὴν προκατάστασιν συντελοῦντα. διό τισιν ἔδοξε τῆς Μετὰ τὰ φυσικὰ πραγματείας τοῦτο εἶναι τὸ πρῶτον.

Λύειν γὰρ οὐκ ἔστιν ἀγνοοῦντας τὸν δεσμόν.

`173`

Εἰ ἡ εὕρεσις καὶ κατασκευὴ τῶν ζητουμένων ἤρτηται τῆς τῶν ἀπορουμένων λύσεως, λύειν δὲ οὐχ οἷόν τε δεσμόν τινα μὴ πρότερον εἰδότας αὐτόν, τουτέστι καθὸ δέδεται — πῶς γὰρ ἂν λύσαι τις κατʼ ἐπιστήμην τὸν ἀγνοούμενον δεσμόν; — δεσμὸς δὲ ἐν τοῖς ζητουμένοις ἡ τῆς διανοίας ἀπορία — αὕτη γὰρ τὸν δεσμὸν δεικνύει τοῦ πράγματος —, ἀναγκαῖον πρῶτον τὸ περὶ τῶν ζητουμένων καὶ μελλόντων δείκνυσθαι ἀπορεῖν, εἴ γε τὸ μὲν εὑρεῖν ἐκ τοῦ λύειν τὰ ἀπορούμενα, λύειν δὲ τὰ ἀπορούμενα οὐχ οἷόν τε μὴ εἰδότας πῶς ἠπόρηται. ἀλλʼ ἡ τῆς διανοίας ἀπορία δηλοῖ τοῦτο περὶ τοῦ πράγματος. ἴσον ἐστὶ τὸ εἰρημένον τῷ ἀλλʼ ἡ τῆς διανοίας ἀπορία δηλοῖ τὸν δεσμὸν τὸν ἐν τῷ πράγματι. εἰπὼν δὲ δεσμὸν τὴν ἀπορίαν, κατὰ τί ὅμοιόν ἐστι δεσμῷ ἐπήνεγκε· κωλυτικὸς γὰρ ὁ δεσμὸς τῆς εἰς τὸ πρόσθεν καὶ εἰς τὸ προκείμενον προόδου τε καὶ προχωρήσεως, τοῦτο δὲ καὶ ἡ ἀπορία ποιεῖ· ἡ γὰρ διάνοια εἰς τὸ πρόσθεν προϊέναι κωλύεται διὰ τὴν περὶ τοῦ πράγματος ἀπορίαν.

Ἀδύνατον γὰρ ἀμφοτέρως προελθεῖν εἰς τὸ πρόσθεν.

`174`

Οὔτε γὰρ ὁ δεδεμένος οὔτε ὁ ἀπορῶν δύνανται εἰς τὸ πρόσθεν καὶ τὸ προκείμενον αὐτοῖς προϊέναι. καὶ διὰ τὸ δεῖν οὖν γνωρίζειν τὸν δεσμόν, εἰ μέλλει τις λύσειν αὐτόν, ἀναγκαῖόν φησιν εἶναι προαπορεῖν, καὶ διὰ τὸ τοὺς χωρὶς τοῦ διαπορεῖν ζητοῦντας περί τινος ἐοικέναι τυφλοῦ πορείαις· οὐ γὰρ ἔχουσι σκοπὸν οἱ χωρὶς τοῦ ἐπεσκέφθαι τὰ ἀπορούμενα περὶ τῶν ζητουμένων λέγοντες περὶ αὐτῶν, πρὸς ὃν χρὴ τὰ λεγόμενα συνείρειν τε καὶ συντείνειν. ὁδηγεῖ γὰρ τὰ προηπορημένα τοὺς ἀπορήσαντας πρὸς τὸ τὰς ζητήσεις ποιεῖσθαι κατὰ λόγον· οἱ γὰρ χωρὶς τοῦ ἀπορῆσαι ζητοῦντες περί τινων, οὐκ εἰδότες περὶ ὧν δεῖ ζητεῖν ζητοῦσι. προστίθησι δὲ τούτοις τὸ τοὺς ζητοῦντας περί τινος χωρὶς τοῦ ἀπορῆσαι μηδέποτε εἰ εὐπόρηταί τε καὶ τέλος ἔχει τὸ ζητούμενον γνωρίζειν δύνασθαι· οὗ αἰτίαν ἀποδέδωκε τὸ τοῖς μὲν οὕτω ζητοῦσι περί τινος μὴ εἶναι γνώριμον τὸ τέλος τοῦ ζητουμένου· διὰ τοῦτο γὰρ ἐοικέναι εἶπεν αὐτοὺς καὶ ὁμοίους εἶναι τοῖς ποῖ δεῖ βαδίζειν ἀγνοοῦσιν, οἷς ἀγνοεῖται τὸ τέλος· τούτοις δὲ οὐδʼ εἴ ποτε εὕρηται γνώριμον τὸ τέλος καὶ ὁ σκοπός· ἡ γὰρ τῶν ἀπορεῖσθαι δυναμένων περί τινα λύσις τὸ τέλος τε καὶ εὕρεσις αὐτοῦ. προστίθησι δὲ τοῖς προειρημένοις καὶ ἄλλην αἰτίαν τοῦ τὸ προαπορεῖν ἀναγκαῖον εἶναι· ἔστι δὲ αὕτη ὅτι ὥσπερ ἐν ταῖς κρίσεσιν ἄμεινον κρινοῦσιν οἱ ἀμφοτέρων τῶν ἀντιδικούντων ἀλλήλοις ἀκούσαντες καὶ μὴ μόνου θατέρου, οὕτως καὶ ἐπὶ τῶν ζητουμένων ὑγιεστέρα ἡ κρίσις ἡ περὶ αὐτῶν γίγνεται, εἰ πάντα τις τὰ ἀπορεῖσθαι δυνάμενα καὶ λέγεσθαι πρὸς τὴν κατασκευὴν αὐτῶν καὶ θέσιν προεπέλθοι τε καὶ λύσαι. διὰ δὲ τῶν προειρημένων περὶ τοῦ δεῖν διαπορεῖν πρῶτον εἴη ἂν αὐτῷ δεικνύμενον ἅμα καὶ τὸ χρήσιμον τῆς διαλεκτικῆς πρὸς φιλοσοφίαν καὶ τὴν τῆς ἀληθείας εὕρεσιν· τῆς γὰρ διαλεκτικῆς τὸ διαπορεῖν καὶ ἐπιχειρεῖν εἰς ἑκάτερα. ἀληθὲς ἄρα τὸ ἐν τοῖς Τοπικοῖς εἰρημένον τὸ χρήσιμον εἶναι τὴν διαλεκτικὴν πρὸς τὰς κατὰ φιλοσοφίαν ζητήσεις.

Ἔστι δʼ ἀπορία πρώτη μὲν περὶ ὧν ἐν τοῖς πεφροιμιασμένοις διηπορήσαμεν.

Οὐ τὴν ἀπορίαν, ἣν τίθησι, φησὶν ἠπορῆσθαι ἐν τοῖς πεφροιμιασμένοις· ἔστι γὰρ ἡ ἀπορία ἡ πρώτη, ὡς λέγει, ὀφείλουσα ἀπορηθῆναι περὶ τοῦ πότερον μιᾶς ἐπιστήμης θεωρῆσαι τὰς πάντων αἰτίας ἢ πλειόνων, ὡς ἄλλην ἐπιστήμην ἄλλων ἀρχῶν καὶ αἰτίων εἶναι θεωρητικήν· ταύτην δὲ τὴν ἀπορίαν οὐ δοκεῖ κεκινηκέναι ἐν τοῖς πρὸ τούτου βιβλίοις· ἐν γὰρ τῷ πρώτῳ Περὶ ψυχῆς δοκεῖ αὐτῆς μεμνημονευκέναι. διὸ εἴη ἂν τὸ εἰρημένον, περὶ ὧν ἠπορήσαμεν ἐν τοῖς πεφροιμιασμένοις ἡμῖν, πρώτη· ἔστιν ἀπορία, ἣν καὶ πρώτην τίθησιν· ἠπόρησε γὰρ ἐν ἐκείνοις περὶ αἰτίων· περὶ δὲ τῶν αἰτίων δὴ πρώτην φησὶν ἀπορίαν εἶναι ἧς μνημονεύει. διηπόρησε δὲ περὶ αἰτίων ἐν μὲν τῷ μείζονι Α ζητῶν πόσα τὰ εἴδη τῶν αἰτίων, καὶ τὰς τῶν ἄλλων δόξας ἐκθέμενος περὶ αἰτίων καὶ πρὸς αὐτὰς εἰπών, ἐπιστώσατο εἶναι τέσσαρα αἰτίων εἴδη· ἐν δὲ τῷ ἐλάττονι ζητήσας εἰ ἐπʼ ἄπειρόν ἐστι τὸ αἴτιον ἢ κατʼ εὐθυωρίαν ἢ κατʼ εἶδος, ἢ ἵσταται καὶ ἔστι πεπερασμένον. πρώτη δὲ ἀπορία ἡ περὶ τούτων εἴη ἂν ἡ νῦν λεγομένη. ἢ γοῦν τοῦτʼ ἔστιν ὃ λέγει, ἢ ὅτι ἡ πρώτη ἀπορία ἐστὶ περὶ τούτων περὶ ὧν ἐν τοῖς πεφροιμιασμένοις διηπορήσαμεν, ὡς οὐ πασῶν περὶ τούτων οὐσῶν περὶ ὧν ἐν ἐκείνοις ἠπορήσαμεν, ζητοῦντες εἰ ἔστι καὶ πόσα ἐστίν· περὶ τούτων ἣν νῦν ἀπορήσομεν πρώτη ἀπορία ἔσται· περὶ γὰρ αἰτίων καὶ αὐτή. τινὲς μέντοι διὰ τὸ νῦν εἰρημένον ὑπʼ αὐτοῦ ἐπὶ τέλει τοῦ τῶν Α ἐλάττονος ταύτην τὴν ἀπορίαν προσγράφουσι, κατʼ οὐδένα λόγον ἐκεῖ κειμένην. τὸ δὲ πότερον μιᾶς ἢ πολλῶν ἐπιστημῶν θεωρῆσαι, σημαίνοι ἂν ἴσον τῷ, εἰ ὧν ἐθέμεθα αἰτίων τεσσάρων μία ἐστὶ θεωρητικὴ πάντων ἐπιστήμη, ἢ ἄλλου αἰτίου ἄλλη ἐπιστήμη, ὡς ὕστερον ἀπορῶν ἐπιχειρήσει. καὶ εἴη ἂν εὐλόγως λέγων τὸ περὶ ὧν ἐν τοῖς πεφροιμιασμένοις διηπορήσαμεν· ἐν γὰρ τῷ Α τῷ μείζονι εἰ τέσσαρα τὰ τῶν αἰτίων εἴδη ἐζήτησε, περὶ ὧν τεσσάρων ζητήσει νῦν, εἰ μιᾶς ἐπιστήμης ἐστὶν ἡ γνῶσις αὐτῶν.

`175`

Καὶ πότερον τὰς τῆς οὐσίας ἀρχὰς τὰς πρώτας ἐστὶ τῆς ἐπιστήμης ἰδεῖν μόνον.

Ἡ δευτέρα ἀπορία ἐστὶ περὶ ἧς φησι δεῖν ἀπορῆσαι, εἰ τοῦ σοφοῦ καὶ τοῦ πρώτου φιλοσόφου καὶ τῆς πρώτης ἐπιστήμης ἐστὶ μόνον τὸ τὰς τῆς οὐσίας ἀρχὰς ἰδεῖν τὰς πρώτας, ἢ οἰκεῖόν ἐστιν αὐτῇ καὶ τὰς ἀποδεικτικὰς ἀρχὰς ἰδεῖν, ἐξ ὧν αἱ ἀποδείξεις κοινῶν ἀρχῶν οὐσῶν γίγνονται, ἃ ἀξιώματα καλεῖται· ἀρχαὶ γὰρ ταῦτα πάσης ἐπιστήμης. ὅτι δὲ τοῦτο λέγει, ἐδήλωσε διὰ τοῦ προσθεῖναι τὸ μόνον. λείπειν δὲ τῇ λέξει δόξει τὸ ἀκόλουθον γὰρ τῷ προειρημένῳ τῷ καὶ περὶ τῶν ἀρχῶν. ἀξίωμα δὲ τὸ μὴ ἐνδέχεσθαι ἅμα τὴν ἀντίφασιν ἀληθῆ καὶ ψευδῆ εἶναι, ὥσπερ καὶ τὸ τὰ τῷ αὐτῷ ἴσα καὶ ἀλλήλοις εἶναι ἴσα, καὶ τὸ ἂν ἀπὸ ἴσων ἴσα ἀφαιρεθῇ, καὶ τὰ καταλειπόμενα ἴσα εἶναι, καὶ τὸ πᾶσαν ἔφεσιν ἢ ἀγαθοῦ ἢ φαινομένου ἀγαθοῦ εἶναι, καὶ τὰ τούτοις ὅμοια. καὶ κοινότατόν γε τὸ τῆς ἀντιφάσεως ἁπάντων τῶν ἀξιωμάτων· ἀληθὲς γὰρ ἐπὶ πάντων.

Εἴτε ἔστι περὶ τὴν οὐσίαν, πότερον μία περὶ πάσας ἢ πλείονες.

`176`

Τὸ τρίτον τῶν προτιθεμένων ἐστίν, εἰ ἔστι τῆς προκειμένης ἐπιστήμης περὶ τῆς οὐσίας καὶ τῶν αἰτίων τῆς οὐσίας θεωρεῖν, πλείους δὲ οὐσίαι, αἱ μὲν γὰρ νοηταὶ αἱ δὲ αἰσθηταί, ὥστε καὶ αἱ ἀρχαὶ διάφοροι, πότερον οὖν περὶ πασῶν τῶν ἀρχῶν, αἳ οὐσιῶν εἰσιν ἀρχαί, τῆς προκειμένης ἐπιστήμης τὸ θεωρεῖν, ὡς μίαν εἶναι τὴν πασῶν τῶν ἀρχῶν γνωστικήν, αἳ τῶν οὐσιῶν εἰσιν· ἢ πλείους εἰσὶ καὶ διαφέρουσαι τῶν ἀρχῶν, αἳ τῶν διαφερουσῶν εἰσιν οὐσιῶν ἀρχαί. ἀλλὰ καὶ εἰ πλείους, ἄξιόν φησιν εἶναι ἐπὶ τούτῳ ἀπορηθῆναι, πότερον αὗται αἱ πλείους ἐπιστῆμαι συγγενεῖς εἰσιν ἀλλήλαις, ὡς πάσας αὐτὰς εὔλογον εἶναι σοφίας καλεῖν, ἢ οὔκ εἰσι σοφίαι πᾶσαι, ἀλλʼ αἱ μέν τινες σοφίαι, αἱ δὲ ἄλλο τι γένος ἕξουσιν. εἰπὼν δὲ ταῦτά φησι καὶ αὐτὸ δὴ τοῦτο δεῖν ζητῆσαι, πότερον αὗται μόνον αἱ αἰσθηταί εἰσιν οὐσίαι ἢ καὶ παρὰ ταύτας εἰσὶν ἄλλαι τινές· οὐδὲ γὰρ αὐτὸ γνώριμον οὐδὲ ἀναμφίλεκτον. διαφέροι δʼ ἂν αὕτη ἡ ἀπορία τῆς πρώτης καὶ τῷ ἐν ἐκείνῃ μὲν ἁπλῶς περὶ τῶν αἰτίων εἰρηκέναι, οὐ τῶν τῆς οὐσίας, ἐν ταύτῃ δέ, εἰ τῶν τῆς οὐσίας αἰτίων μία ἐπιστήμη ἢ πλείους, καὶ εἰ πλείους εἶεν, πότερον πᾶσαι συγγενεῖς καὶ σοφίαι, ἢ αἱ μὲν σοφίαι αἱ δὲ ἄλλο τι ἐπιστημῶν εἶδος. ἑξῆς τοῖς προειρημένοις προστίθησιν ὡς ἄξιον ἀπορεῖσθαι καὶ περὶ τοῦ πότερον μοναχῶς, τουτέστι καθʼ ἕνα λόγον, οὐσίαι πᾶσαι ἢ πλείω τῶν οὐσιῶν εἴδη καὶ πλείους λόγοι, ὃ πῶς εἴρηκε δηλοῖ διʼ ὧν ἐπιφέρει εἰπὼν οἷον οἱ ποιοῦντες τά τε εἴδη καὶ τὰ μαθηματικὰ μεταξὺ τούτων τε καὶ τῶν αἰσθητῶν. οἱ γὰρ τὰς ἰδέας θέμενοι οὐσίας ἔλεγον τὰ μαθηματικά, οὐσίας δὲ καὶ αὐτὰ ὄντα οὔτε ταῖς ἰδέαις οὔτε ταῖς αἰσθηταῖς οὐσίαις ὁμοειδεῖς εἶναι, ἀλλὰ ταύτην οὐσιῶν φύσιν ἔλεγον εἶναι μεταξὺ ἐκείνων, ὡς εἶναι τρία κατʼ οὐσίαν, ὡς περὶ Πλάτωνος εἴρηκεν ἐν τῷ μείζονι Α. καὶ εἴη ἂν πλέον τι ἔχουσα τῆς πρὸ αὐτῆς ἡ ζήτησις αὕτη. οὐ γὰρ ζητεῖ ἐν αὐτῇ εἰ πλείω οὐσιῶν εἴδη — τοῦτο γὰρ ἔκειτο —, ἀλλʼ εἰ τὰ αὐτὰ καὶ ταῦτα ἅ τινες εἰρήκασι. καὶ εἴη ἂν τὸ πότερον μοναχῶς ὡς ἀκόλουθον εἰρηκὼς τῷ προειρημένῳ. προειπὼν γὰρ πότερον τὰς αἰσθητὰς εἶναι μόνον φατέον ἢ καὶ παρὰ ταύτας ἄλλας, ἐπήνεγκε τὸ καὶ πότερον μοναχῶς παρὰ τὰς αἰσθητὰς οὐσίας· οἱ γὰρ ποιοῦντες μεταξὺ τῶν τε εἰδῶν καὶ τῶν αἰσθητῶν δῆλον ὡς πλείω εἴδη ἐποίουν οὐσιῶν παρὰ τὰς αἰσθητάς.

Καὶ πότερον περὶ τὰς οὐσίας μόνον ἡ θεωρία ἐστὶν ἢ καὶ περὶ τὰ συμβεβηκότα καθʼ αὑτὰ ταῖς οὐσίαις.

Τὰ συμβεβηκότα λέγει τὰ καθʼ αὑτὸ ὑπάρχοντα, ἵνα ᾖ τὸ λεγόμενον, πότερον περὶ τῶν οὐσιῶν ὁ σοφὸς μόνον διαλήψεται ἢ καὶ περὶ τῶν καθʼ αὑτὰ ὑπαρχόντων. ἔστι δὲ καθʼ αὑτὰ ὑπάρχοντα κυρίως τὰ ἐν τοῖς ὁρισμοῖς παραλαμβανόμενα. περὶ μὲν τούτων ἀναγκαῖος ὁ λόγος αὐτῷ οὐδὲ γὰρ ἄλλως οἷόν τε περί τινων ἐπιστήμην λαβεῖν χωρὶς τοῦ γιγνώσκειν τὰ οὕτως ὑπάρχοντα. λέγει δὲ τὰ καθʼ αὑτὰ συμβεβηκότα ἀχώριστα καὶ ἴδια καὶ ἐγγὺς οὐσιώδη, διʼ ὧν εἰώθασι καὶ οἱ διʼ ὑπογραφῆς γινόμενοί τινων λόγοι ἀποδίδοσθαι, οἷον τῷ τριγώνῳ εἴη ἂν καθʼ αὑτὸ συμβεβηκὸς τὸ τὰς τρεῖς γωνίας δυσὶν ὀρθαῖς ἴσας ἔχειν καὶ τὸ τὰς δύο πλευρὰς τῆς λοιπῆς μείζους εἶναι πάντῃ μεταλαμβανομένας — οὐ γὰρ δὴ ἐκ τούτων ὁ ὁρισμὸς αὐτῷ —, καὶ τῷ ἀριθμῷ τὸ περιττῷ εἶναι ἢ ἀρτίῳ, καὶ ἑκάστῳ τῶν ὄντων τὸ εἶναι ἓν καθὸ τόδε τι ἔστι, καὶ ὅσα οὕτως ὑπάρχει τῶν συμβεβηκότων.

Πρὸς δὲ τούτοις περὶ ταὐτοῦ καὶ ἑτέρου καὶ ὁμοίου καὶ ἀνομοίου καὶ ἐναντίου καὶ ἐναντιότητος καὶ περὶ προτέρου καὶ ὑστέρου.

`177`

Ζητεῖ εἰ καὶ περὶ τούτων οἷς ἡ διαλεκτικὴ κέχρηται, οὖσα ἐξ ἐνδόξων ἐπιχειρητική τε καὶ δεικτικὴ τῶν προκειμένων, τοῦ σοφοῦ ἐστι τὸ πρὸς ἀλήθειαν καὶ ἐπιστήμην διαλαβεῖν τίνα ἐστὶ ταῦτα· εἰ γὰρ τοῦ διαλεκτικοῦ τὸ ἐνδόξως περὶ αὐτῶν διαλαμβάνειν, τίνος τὸ ἀληθῶς; προτίθεται δὲ ζητεῖν καὶ περὶ τούτων, ἐπειδὴ αὐτὸς χρῆται αὐτοῖς ἐν τοῖς ἀποδεικνυμένοις πρὸς αὐτοῦ κατὰ τήνδε τὴν πραγματείαν· καὶ γὰρ τῷ ταὐτῷ ὅπερ ἐπʼ οὐσιῶν λέγεται χρῆται. ζητεῖ γοῦν εἰ αἱ αὐταί εἰσι πᾶσαι αἱ οὐσίαι ἀλλήλαις ἢ οὒ ἀλλʼ ἕτεραι. ἀλλὰ καὶ τοῖς ἄλλοις οἷς κατέλεξε πᾶσιν ἐν ταῖς ἀποδείξεσιν ἀναγκαῖον αὐτῷ προσχρῆσθαι· κοινὰ γὰρ ταῦτα ὄργανα τοῖς ἀποδεικνύουσι. προελθὼν δὲ αὐτὸς δείξει κατὰ τί καὶ ἡ περὶ τούτων ζήτησίς τε καὶ θεωρία οἰκεία τῷ πρώτῳ φιλοσόφῳ. οὐ γὰρ λογικὴ ἡ πραγματεία, ὥς τισιν ἔδοξε διὰ τὸ πολλὰ τοιαῦτα ζητεῖσθαι ἐν αὐτῇ· οὐ γὰρ διʼ αὐτὰ περὶ τούτων διαλαμβάνει, οὐδὲ τοῦτον ποιεῖται σκοπόν, ἀλλʼ ὅτι τῆς πρώτης φιλοσοφίας καὶ τῆς περὶ τοῦ ὄντος ᾗ ὂν θεωρητικῆς τὸ καὶ περὶ τῶν κοινῶς τῷ ὄντι ὑπαρχόντων τὴν θεωρίαν ποιεῖσθαι. τοιαῦτα δὲ καὶ ταῦτα, ὡς δείξει.

Ἔτι δὲ τούτοις αὐτοῖς ὅσα καθʼ αὑτὰ συμβέβηκε· καὶ μὴ μόνον τί ἐστι τούτων ἕκαστον.

Ἐξηγήσατο τίνα λέγει τὰ καθʼ αὑτὰ συμβεβηκότα διὰ τοῦ εἰπεῖν καὶ μὴ μόνον τί ἐστιν· ἐν γὰρ τῷ τί ἐστι τὰ καθʼ αὑτὰ ὑπάρχοντα ἐμπεριέχεται. φησὶν εἶναι τὰ καθʼ αὑτὰ συμβεβηκότα, οἷον πάσῃ ἐναντιότητι καθʼ αὑτὸ συμβεβηκὸς τὸ ἔμμεσον, τὸ ἄμεσον, ἢ οἷόν ἐστι τὸ ὑπʼ αὐτοῦ προστιθέμενον περὶ τοῦ εἰ ἓν ἑνὶ ἐναντίον ἐστίν, ἢ μὴ ἕν, ὃ καὶ αὐτὸ δοκεῖ θεώρημα εἶναι διαλεκτικόν· δεῖ γάρ, φησίν, ἐπισκέψασθαι εἰ καὶ τὸ περὶ τούτου τινὸς τὴν ἀλήθειαν ἐξετάσαι τοῦ σοφοῦ ἐστιν.

Καὶ πότερον αἱ ἀρχαὶ καὶ τὰ στοιχεῖα τὰ γένη ἐστὶν ἢ εἰς ἃ διαιρεῖται ἐνυπάρχοντα ἕκαστον.

`178`

Περὶ οὗ νῦν φησι ζητητέον εἶναι, ἔστιν, εἰ τὰ γένη ἀρχαὶ τούτων ὧν ἐστι γένη — δοκεῖ γὰρ τὰ γένη πρῶτα εἶναι τῇ φύσει, τὰ δὲ πρῶτα ἀρχαί —, ἢ  <span class="gap">…</span> ὡς οὐσία δοκεῖ εἰς ὕλην τε καὶ εἶδος, ἢ τὰ τέσσαρα στοιχεῖα, ἢ ἃ ἄν τις ὑποθῆται τοιαῦτα. εἰς μὲν γὰρ ταῦτα διαιρεῖται, ἐξ ὧν σύγκειται ἕκαστον πρώτων. ταῦτα δὲ ἑκάστου ἀρχαὶ δοκοῦσιν εἶναι, ἐξ ὧν πρώτων σύγκειται, ὡς τῆς φωνῆς τὰ στοιχεῖα. ἀλλʼ εἰ καὶ τὰ γένη ἀρχαί, πάλιν φησὶν ἄξιον εἶναι ζητεῖν πότερον τὰ ἀνωτάτω γένη ἢ τὰ προσεχῆ τοῖς ἀτόμοις, ἃ εἴδη ὄντα ἄτομα κοινότερον γένη ὠνόμακε καὶ αὐτά. τῷ τοῦ γένους ὀνόματι ἀντὶ τοῦ κοινοῦ χρώμενος.

Μάλιστα δὲ ζητητέον καὶ πραγματευτέον, πότερον ἔστι τι παρὰ τὴν ὕλην αἴτιον καθʼ αὑτό.

Ὃ λέγει τοιοῦτόν ἐστιν. τῶν ἀρχαίων φυσικῶν τινες τὴν ὕλην αἰτίαν ὑποθέμενοι μόνον καθʼ αὑτήν, τὰ ταύτης πάθη κατὰ συμβεβηκὸς αἰτίας ἔλεγον, οὐ καθʼ αὑτά. καθʼ αὑτὸ μὲν γὰρ αἴτιον ἦν αὐτοῖς ὁ ἀὴρ ἢ τὸ ὕδωρ ἢ τὸ μεταξὺ ἤ τι ἄλλο, ὃ ἀρχὴν καὶ στοιχεῖον ὑπετίθεντο, ἐπεὶ καὶ μόνα καθʼ αὑτὰ ὄντα τούτων ἕκαστα κατʼ αὐτούς, κατὰ συμβεβηκὸς δὲ ἡ μανότης καὶ πυκνότης, ἡ σύγκρισις καὶ διάκρισις. οὗτοι μὲν οὖν τὴν ὕλην καθʼ αὑτὸ αἴτιον λέγοντες καὶ τὸ ὑποκείμενον, ἐτίθεντό τι αἴτιον καὶ ἄλλο, ἀλλὰ κατὰ συμβεβηκός· συμβεβηκότα γὰρ ταῦτα τῇ ὕλῃ. αὐτὸς δὲ νῦν οὐκ εἰ παρὰ τὴν ὕλην ἔστι τι κατὰ συμβεβηκὸς αἴτιον ζητεῖν φησι δεῖν, ἀλλʼ εἰ καθʼ ἑαυτό, ὡς ἔδειξεν ἐν τῇ Φυσικῇ ἀκροάσει· οὐδὲ γὰρ ἔλαττον ἀλλὰ καὶ μᾶλλον ἂν φανεῖεν αἴτια τὰ ἄλλα τῆς ὕλης. ἀλλʼ εἰ καὶ ἔστι τι καθʼ αὑτὸ αἴτιον παρὰ τὴν ὕλην, καὶ ἄλλο τί φησι δεῖν ἐπισκέψασθαι, πότερον τοῦτό ἐστι κεχωρισμένον ὕλης καὶ αὐτὸ καθʼ αὑτὸ ὑφεστώς, ἢ ἐν τῇ ὕλῃ, ὁποῖόν ἐστι τὸ ἔνυλον εἶδος, καὶ ὡς τοῖς ἀπὸ τῆς Στοᾶς ἔδοξεν ὁ θεὸς καὶ τὸ ποιητικὸν αἴτιον ἐν τῇ ὕλῃ εἶναι. καὶ εἰ ἔστι τι αἴτιον χωριστὸν καὶ ἄυλον, πότερον ἓν τοῦτο κατʼ ἀριθμόν ἐστιν ἢ πλείω, περὶ ὧν αὐτὸς ἐν τῷ Λ τῆσδε τῆς πραγματείας λέγει.

Καὶ πότερον ἔστι τι παρὰ τὸ σύνολον· λέγω δὲ τὸ σύνολον, ὅταν κατηγορηθῇ τι τῆς ὕλης.

`179`

Σύνολον ἤτοι τὸ κοινὸν λέγει, τὸ κατὰ τῶν καθʼ ἕκαστα καὶ τῶν ἐν ὕλῃ εἰρηκώς· καὶ εἰ τοῦτο λέγει τὸ σύνολον, λέγοι ἄν, εἰ ἔστι τι παρὰ τὸ κοινὸν καὶ τὸ σύνολον, ὃ τοῦ ἐνύλου κατηγορεῖται, ἄλλο τι εἶδος κεχωρισμένον, ἢ οὐδέν ἐστι παρὰ τὸ κοινὸν εἶδός τι καὶ ἰδέα, ἢ τῶν μὲν τῶν δὲ οὔ, ὡς δοκοῦσι λέγειν οἱ λέγοντες μήτε τῶν παρὰ φύσιν μήτε τῶν τεχνητῶν ἰδέας εἶναι· ἢ σύνολον λέγει τὸ συναμφότερον. εἰπὼν δὲ σύνολον, πῶς σύνολόν τί ἐστιν ἐδήλωσε, προσθεὶς ὅταν κατηγορηθῇ τι τῆς ὕλης, τουτέστιν ὅταν ἡ ὕλη μετά τινος εἴδους ληφθῇ. ἢ σύνολον τὸ ἔνυλον· καὶ εἴη ἂν ζητῶν πότερον ἔστι τι εἶδος κεχωρισμένον παρὰ τὸ ἔνυλον — τοῦτο γὰρ τῆς ὕλης κατηγορεῖται, καὶ ἔστι τὸ σύνολον ἡ ὕλη σὺν τῷ ἐν αὐτῇ εἴδει — ἢ οὐδέν ἐστι τοιοῦτον, ἢ τὰ μέν τινα εἴδη ἐστὶ κεχωρισμένα ὕλης, τὰ δὲ οὔ· τοῦτο γὰρ λέγοι ἂν διὰ τοῦ ἢ τῶν μὲν τῶν δὲ οὔ. καὶ εἰ ἔστιν ὅλως ἄυλά τινα εἴδη, ὁπόσα ταῦτά ἐστι, περὶ ὧν, ὡς προεῖπον, ποιήσεται λόγον ἐν τῇ περὶ τῶν ἀνελιττουσῶν θεωρίᾳ. εἴη δʼ ἂν διὰ μὲν τῆς πρὸ ταύτης ἀπορίας ζητῶν εἰ ἔστι τι παρὰ τὴν ὕλην καὶ ἄλλο αἴτιον καθʼ αὑτό, καὶ εἰ ἔστι, πότερον κεχωρισμένον ὕλης ἢ σὺν ὕλῃ καὶ αὐτό, διὰ δὲ τῆς δευτέρας ἁπλῶς εἰ ἔστι τι εἶδος ἄυλον.

Ἔτι αἱ ἀρχαὶ πότερον ἀριθμῷ ἢ εἴδει ὡρισμέναι.

Ζητῆσαι, φησί, δεῖ καὶ περὶ τῶν ἀρχῶν καὶ αἰτίων, εἰ εἰσὶ πεπερασμέναι, πότερον κατὰ τὸ εἶδος μόνον εἰσὶ πεπερασμέναι  <span class="gap">…</span> ὡς εἶναι ἓν κατὰ ἀριθμὸν τὸ ποιητικὸν καὶ μίαν ἀριθμῷ ὕλην, καὶ ἐπὶ τῶν ἄλλων ὁμοίως, ἢ εἰ καὶ μὴ ἓν ἀριθμῷ τὸ αἴτιον καθʼ ἕκαστον εἶδος αἰτίου, ἀλλὰ πεπερασμένον γε. τὸ γὰρ κατʼ εἶδος ἀπείρους ὑποτίθεσθαι τὰς ἀρχὰς ὡς ἄτοπόν τε παρῃτήσατο καὶ ὡς δεδειγμένον ἐν τῷ πρὸ τούτου. δέδεικται δὲ ἐν τῷ πρὸ τούτου καὶ ὅτι καθʼ ἕκαστον εἶδος αἰτίου πεπερασμένα τὰ αἴτια. ζητῆσαι δέ φησιν ὁμοίως δεῖν τοῦτο περί τε τῶν εἰδικῶν αἰτίων — ταῦτα γάρ ἐστι τὰ ἐν τῷ λόγῳ· ταῦτα γὰρ καθʼ ἃ ὁ λόγος ἑκάστου καὶ ὁ ὁρισμός — καὶ περὶ τῶν ὑλικῶν· ταῦτα γὰρ τὰ ὑποκείμενα. εἰ δὲ καὶ τὸ ποιητικὸν καὶ τὸ τελικὸν αἴτιον εἴδη καὶ αὐτά, ὡς εἶπεν ἐν Φυσικῇ ἀκροάσει, περὶ πάντων ἂν εἴη τῶν αἰτίων εἰρηκώς. δύναται καὶ τὰ μὲν ἐν τοῖς λόγοις αἴτια εἰρηκέναι περὶ τῶν ἐν ταῖς ἀποδείξεσιν ἀρχῶν — αὗται δέ εἰσι τὰ ἀξιώματα· καὶ γὰρ ἤδη τούτων ἐμνημόνευσε —, τὰ δὲ ἐν τῷ ὑποκειμένῳ τὰς τῶν οὐσιῶν ἀρχάς· ὑποκείμεναι γὰρ αἱ οὐσίαι. προστίθησι δὲ ταύτῃ τῇ ἀπορίᾳ ὡς ἄξιον προσαπορεῖσθαι, πότερον αἱ αὐταὶ ἀρχαί εἰσι τῶν φθαρτῶν καὶ τῶν ἀφθάρτων ἢ ἕτεραι· καὶ εἰ ἄλλαι, πότερόν εἰσι πᾶσαι ἄφθαρτοι ἢ τῶν μὲν φθαρτῶν φθαρταί, ἄφθαρτοι δὲ τῶν ἀφθάρτων.

Ἔτι δὲ τὸ πάντων χαλεπώτατον καὶ πλείστην ἀπορίαν ἔχον, πότερον τὸ ἓν καὶ τὸ ὄν, καθάπερ οἱ Πυθαγόρειοι καὶ Πλάτων ἔλεγεν, οὐχ ἕτερόν τί ἐστιν.

`180`

Ἡ ἀπορία, ἣν πλείστην παρέχειν φησὶν ἀπορίαν, ἔστιν αὕτη, πότερον τὸ ἓν καὶ τὸ ὂν αὐτὰ οὐσίαι εἰσὶ καὶ τῶν ὄντων ἀρχαί — τοῦτο γὰρ εἶπε διὰ τοῦ ἀλλʼ οὐσίαι τῶν ὄντων —, ὡς δοκεῖ τοῖς Πυθαγορικοῖς καὶ Πλάτωνι λέγοντι αὐτό τι ὂν καὶ αὐτό τι ἕν — ἐμνημόνευσε δὲ τῆς δόξης ταύτης καὶ ἐν τῷ περὶ τοῦ ἀπείρου λόγῳ ἐν τῷ Γ τῆς Φυσικῆς ἀκροάσεως καὶ ἐν τῷ Α τῆσδε τῆς πραγματείας τῷ μείζονι —, ἢ ἄλλαι τινὲς φύσεις ὑπόκεινται, ταῦτα δὲ τό τε ἓν καὶ τὸ ὂν ἐκείναις συμβέβηκεν, ὡς ἔλεγον οἱ φυσικοί, ἢ ὕδωρ ἢ ἀέρα ἢ φιλίαν ἢ νοῦν ἤ τι τοιοῦτον ὑποτιθέμενοι τῶν ὄντων ἀρχήν· ἐκείνοις γὰρ ἔλεγον ταῦτα συμβεβηκέναι τό τε ἓν καὶ τὸ ὄν. ἔτι πότερον αἱ ἀρχαὶ ἐν οἰκείᾳ ὑποστάσει εἰσὶ καὶ καθʼ αὑτὰς ὡς τὰ καθʼ ἕκαστα τῶν ὄντων, ἢ οὔ, ἀλλʼ ὡς τὰ γένη καὶ τὰ καθόλου καὶ κοινά, οἷς ἐν τῷ κατηγορεῖσθαι τῶν καθʼ ἕκαστα τὸ εἶναι. εἴη δʼ ἂν αὕτη ἡ ἀπορία διαφέρουσα τῆς ἀπορηθείσης πρὸ ὀλίγου τῆς «καὶ πότερον αἱ ἀρχαὶ καὶ τὰ στοιχεῖα τὰ γένη ἐστὶν ἢ εἰς ἃ διαιρεῖται ἐνυπάρχοντα ἕκαστον» τῷ ἐπʼ ἐκείνης μὲν ζητεῖσθαι εἰ τὰ ἐνυπάρχοντα τοῖς καθʼ ἕκαστα εἰς ἃ διαιρεῖται ἀρχαὶ αὐτῶν, μὴ τὰ κοινὰ τὰ κατηγορούμενα αὐτῶν, ἐνταῦθα δὲ καὶ κοινῶς καὶ καθόλου ζητεῖσθαι περὶ τῶν ἀρχῶν, πότερον οὕτως εἰσὶν ὡς τὰ κοινά, ἃ οὐκ ἔχει κατʼ ἰδίαν ὑπόστασιν, ἢ οὕτως ὡς τὰ καθʼ ἕκαστα. καὶ εἰ οὕτως, ἔτι πότερον δυνάμει εἰσὶν αἱ ἀρχαί, ὡς ἡ ὕλη δοκεῖ, ἢ κατʼ ἐνέργειαν ὑφεστήκασιν, ὡς καθʼ οὓς πῦρ ἤ τι τῶν σωμάτων στοιχεῖόν ἐστιν.

Ἔτι πότερον ἄλλως ἢ κατὰ κίνησιν· καὶ γὰρ ταῦτα ἀπορίαν ἂν παράσχοι πολλήν.

Ὃ ζητεῖ ἔστιν, ὅτι πότερον αἱ ἀρχαὶ ἀρχαί εἰσι τῷ κινεῖν καὶ ποιεῖν τὰ ὧν εἰσιν ἀρχαὶ ἢ ἄλλως· δοκεῖ γὰρ ἡ μέν τις εἶναι κινητικὴ ἀρχή, ὡς ἡ ποιητική, ἡ δὲ οὐκέτι, ὡς ἡ ὑλική. δύναται λέγεσθαι καὶ τοιοῦτόν τι, πότερον κινούμεναι αὗται αἱ ἀρχαὶ αἰτίαι τοῖς ἐξ αὐτῶν ἢ αὐταὶ ἀκίνητοι οὖσαι, ὥσπερ τὰς ἰδέας ἔλεγον οἱ λέγοντες· τοιοῦτον δὲ καὶ τὸ πρῶτον αἴτιον. ἢ δύναται ἐκ τοῦ προειρημένου ἀκούεσθαι, πότερον αἱ ἀρχαὶ κινοῦνται καὶ μεταβάλλουσιν εἰς ἀλλήλας ἢ εἰσὶν ἀμετάβλητοι. πρὸς δὲ τούτοις ἄξιόν φησιν ἀπορῆσαι καὶ περὶ τῶν μαθηματικῶν· μαθηματικὰ γὰρ οἵ τε ἀριθμοὶ καὶ τὰ μήκη καὶ τὰ σχήματα — λέγοι δʼ ἂν τὰ ἐπίπεδα, τρίγωνον, τετράγωνον, κύκλον, τὰ τοιαῦτα —, ἔτι αἱ στιγμαί· περὶ δὲ τούτων πότερον οὐσίαι καὶ ταῦτα, ὡς δοκεῖ τισιν, ἢ οὔ, καὶ εἰ οὐσίαι, πότερον κεχωρισμέναι τῶν αἰσθητῶν καὶ αὐταὶ καθʼ αὑτὰς ἢ ἐν τούτοις τὸ εἶναι τοῖς μαθηματικοῖς. προειπὼν δὲ περὶ ὧν φησι δεῖν προαπορῆσαι, φησὶν ὅτι περὶ τούτων οὐ μόνον χαλεπὸν εὑρεῖν τὴν ἀλήθειαν πῶς ἔχει — ἔστι γὰρ ἡ εὕρεσις τῆς ἐν τοῖς προειρημένοις ἀληθείας τὸ κεφάλαιον τῆς προκειμένης ἐπιστήμης —, ἀλλὰ καὶ τὸ διαπορῆσαι περὶ αὐτῶν χαλεπόν.

`181`

Καὶ ἐπάνεισί γε ἐπὶ τὸ περὶ οὗ πρῶτον ἀπορήσειν προέθετο, ἦν δὲ τοῦτο, πότερον μιᾶς ἐπιστήμης περὶ πασῶν τῶν ἀρχῶν καὶ πάντων τῶν αἰτίων εἰπεῖν ἢ πλειόνων, καθʼ ἕκαστον εἶδος αἰτίου ἄλλης. καὶ πρῶτον εἰς τὸ μὴ εἶναι τῆς αὐτῆς ἐπιστήμης τὸ περὶ πάντων εἰπεῖν τῶν αἰτίων ἐπιχειρεῖ. πρὸς ὃ πρῶτον μὲν τοιούτῳ τινὶ δυνάμει λόγῳ χρῆται. ὧν διαφερόντων κατʼ εἶδος ἡ αὐτὴ ἐπιστήμη, ταῦτα ἐναντία ἀλλήλοις, τὰ δὲ αἴτια οὐκ ἔστιν ἐναντία ἀλλήλοις, οὐκ ἄρα ἡ αὐτὴ ἐπιστήμη τῶν διαφερόντων κατʼ εἶδος αἰτίων. ἔστι μὲν οὖν ὁ λόγος ἐν δευτέρῳ σχήματι, ὅσον ἐπὶ τῷ τρόπῳ ὑγιής τε καὶ συλλογιστικός, ἔχει δὲ τὴν πρώτην εἰλημμένην πρότασιν οὐκ ἀληθῆ· οὐ γὰρ ἀληθὲς τὸ ὧν διαφερόντων κατʼ εἶδος ἡ αὐτὴ ἐπιστήμη, ταῦτα ἐναντία ἀλλήλοις, ἀλλʼ ἔστιν ὑγιὲς τὸ τῶν ἐναντίων τὴν αὐτὴν ἐπιστήμην· διὸ καὶ τὸ τούτῳ ἀντιστρέφον τὸ ὧν μή ἐστιν ἡ αὐτὴ ἐπιστήμη, ταῦτα μὴ εἶναι ἐναντία, οὐκ ἔστι τῷ προειρημένῳ τῷ ὧν ἡ αὐτὴ ἐπιστήμη ταῦτα ἀλλήλοις ἐναντία ταὐτόν. ἐκείνως μὲν γὰρ ἀξιοῦται μόνων τῶν διαφερόντων κατʼ εἶδος, εἰ ἐναντία εἶεν, τὴν αὐτὴν ἐπιστήμην εἶναι — τοῦτο γὰρ λέγει ὁ λέγων μιᾶς μὲν γὰρ ἐπιστήμης πῶς ἂν εἴη μὴ ἐναντίας οὔσας τὰς ἀρχὰς γνωρίζειν —, ἐνταῦθα δὲ εἴληπται μὲν τὸ τῶν ἐναντίων εἶναι τὴν αὐτὴν ἐπιστήμην, οὐ μὴν καὶ μόνων· οὐ γὰρ κεκώλυται εἶναι τινῶν ἡ αὐτὴ ἐπιστήμη καὶ μὴ ἐναντίων· οὐ γάρ ἐστι τὰ κατὰ γεωμετρίαν ἐναντία ἀλλήλοις. ἀλλὰ καὶ ἡ φυσικὴ καὶ ἡ πρακτικὴ φιλοσοφία διαφέρουσαι κατʼ εἶδος, οὐ μὴν οὖσαι ἐναντίαι, ὑπὸ μίαν ἐπιστήμην εἰσίν. ἔτι ἐρεῖ τις δύνασθαι καὶ τὰς ἀρχὰς ἀνάγεσθαι εἰς ἀντικείμενα τό τε ποιητικὸν καὶ τὸ παθητικόν, εἴ γε ἡ μὲν ὕλη παθητική, τὰ δὲ παρὰ τὴν ὕλην τρία αἴτια εἰς τὸ εἰδικὸν ἀνάγεται, τοῦτο δὲ ποιητικόν· πᾶν γὰρ τὸ ποιοῦν κατὰ τὸ εἶδος καὶ τὴν τελειότητα ἣν ἔχει ποιεῖ.

Ἔτι δὲ πολλοῖς τῶν ὄντων οὐχ ὑπάρχουσι πᾶσαι.

`182–183`

Καὶ αὕτη ἡ ἐπιχείρησις πρὸς τὸ μὴ εἶναι πάντων τῶν αἰτίων μίαν ἐπιστήμην γνωστικήν. ἀπὸ δὲ τῶν ἐπιστητῶν ποιεῖται τὴν ἐπιχείρησιν· εἰ γὰρ μὴ φαίνοιτο πάντα τὰ ἐπιστητὰ πάσας ἔχοντα τὰς αἰτίας, αἱ δὲ ἐπιστῆμαι τῶν οἰκείων ἐπιστητῶν εἰσι γνωστικαί, δηλονότι καὶ τὰ αἴτια ταῦτα ἂν εἰδείη ἑκάστη, ἅ ἐστιν ἐν τοῖς οἰκείοις ἐπιστητοῖς αὐτῆς. οὕτω τε ἂν ἄλλη ἄλλων εἴη γνωστικὴ ἐπιστήμη αἰτίων· τῶν γὰρ ἐν τοῖς οἰκείοις ἐπιστητοῖς. ὅτι δὲ μὴ πάντα τὰ αἴτια ἐν πᾶσι τοῖς ἐπιστητοῖς δείκνυσιν ἐπὶ τῶν ἀκινήτων· τὰ γὰρ ἀκίνητα ἂν εἴη λέγων τὰ ἀγένητά τε καὶ ἄφθαρτα, κινήσεως δὲ ἀρχὴν λέγει τὸ ποιητικὸν αἴτιον. ἐν δὲ τοῖς ἀκινήτοις τίθησι καὶ τὰ μαθηματικά· ἐν γὰρ τούτοις οὔτε τὸ ὅθεν ἡ ἀρχὴ τῆς κινήσεως ἔστιν αἴτιον, τοῦτο δέ ἐστι τὸ ποιητικόν· πῶς γὰρ ἂν εἴη ἐν τοῖς ἀγενήτοις καὶ ἀκινήτοις αἴτιον ποιητικὸν καὶ κινητικόν; ἀλλʼ οὐδὲ ἡ τοῦ ἀγαθοῦ φύσις — αὕτη δέ ἐστι τὸ τέλος καὶ τὸ οὗ ἕνεκα — ἐν τούτοις ἐστίν· τὸ γὰρ ὡς ἀγαθὸν αἴτιόν ἐστι τὸ οὗ χάριν τὰ ἄλλα, αὐτὸ δὲ οὐδενός, τὸ δὲ τοιοῦτον τέλος. ἀλλὰ μὴν τὸ τέλος καὶ τὸ τινὸς χάριν τὰ πρὸ τοῦ τέλους ποιεῖν ἐν πράξεσίν ἐστι καὶ ἐν ταῖς ποιητικαῖς καὶ πρακτικαῖς τῶν ἐπιστημῶν· ἐν οἷς δὲ ποίησις καὶ πρᾶξις, καὶ κίνησις ἐν τούτοις, ὥστε ἐν τοῖς ἀκινήτοις οὐκ ἂν εἴη οὐδὲ αὐτὴ ἡ αἰτία ἡ τελική, ἥτις ἐστὶ τὸ ἀγαθὸν τὸ τῇ αὑτοῦ φύσει καὶ ἁπλῶς· τοῦτο γὰρ λέγοι ἂν διὰ τοῦ καθʼ αὑτὸ καὶ διὰ τὴν αὑτοῦ φύσιν, ὃ καὶ αὐτοαγαθὸν εἶπε. βουλόμενος δὲ δεῖξαι ὅτι οὐδὲ ἡ κατὰ τὸ τέλος αἰτία ἐν πᾶσίν ἐστιν, ὥσπερ οὖν οὐδὲ ἡ ποιητική — ἐν γὰρ τοῖς ἀκινήτοις οὐδετέρα —, οὐκ αὐτόθεν εἶπε τὴν κατὰ τὸ τέλος αἰτίαν μὴ εἶναι ἐν αὐτοῖς, ἀλλὰ τὴν τοῦ ἀγαθοῦ φύσιν ᾗ συμβέβηκε τέλει εἶναι· διὸ καὶ προβιβάζει ἀπὸ τοῦ ἀγαθοῦ ἀρξάμενος, ὅτι μηδὲ ἡ ὡς τέλος αἰτία ἐστὶν ἐν τοῖς ἀκινήτοις, δεικνὺς τὸ ἀγαθὸν τέλος ἐν πᾶσιν ὄν. ἐπεὶ δέ ἐστί τινα ἀγαθὰ καὶ ποιητικά, ποῖα ἀγαθὰ τελικά ἐστιν ἐδήλωσεν εἰπὼν εἴπερ ἅπαν, ὃ ἂν ᾖ ἀγαθὸν καθʼ αὑτὸ καὶ διὰ τὴν αὑτοῦ φύσιν, τέλος ἐστίν. λαβὼν δὲ τὸ ἀγαθὸν τὸ καθʼ αὑτὸ ὡς τέλος αἴτιον εἶναι, δείξας ὅτι τὸ ὡς τέλος αἴτιον πράξεώς τινός ἐστι τέλος, αἱ δὲ πράξεις πᾶσαι μετὰ κινήσεως — αἵ τε γὰρ κατὰ τὰς ἀρετὰς ἐνέργειαι σκοπὸν ἔχουσαι τὸ καλὸν μετὰ κινήσεως γίγνονται, ἀλλὰ καὶ τῶν τεχνῶν ἑκάστη ἀγαθοῦ τινος ἐφιεμένη διʼ ἐνεργείας τε καὶ κινήσεως αὐτοῦ τυγχάνει —, διὰ τούτων ἔδειξεν ὅτι ἐν τοῖς ἀκινήτοις οὐκ ἔστιν ἡ κατὰ τὸ ἀγαθόν τε καὶ τὸ τέλος αἰτία. τὸ δὲ οὐδὲ εἶναί τι αὐτοαγαθὸν ὡς ἴσον εἶπε τῷ οὐδενί ἐστι ὡς τέλος ἀγαθόν· τὸ δὲ αὐτοαγαθὸν καθʼ αὑτὸ ἀγαθὸν καὶ τῇ αὐτοῦ φύσει, τὸ δὲ οὕτως ἀγαθὸν εἶπεν εἶναι τέλος. ὅτι δὲ τοῦτο οὕτως ἔχει, παρέθετο τὰ μαθηματικά· ἐν γὰρ τούτοις οὐκ ἔστιν οὔτε ποιητικὴ οὔτε ἡ ὡς τέλος αἰτία, οὐδὲ ἔστιν ἀπόδειξίς τις ἐν γεωμετρίᾳ τινὸς προσχρωμένη τῷ βέλτιον γὰρ οὕτως, οἷον τοῦ τὰς τριγώνου γωνίας δυσὶν ὀρθαῖς ἴσας εἶναι, διότι τοῦτο ἄμεινον, ὥσπερ ἐπὶ τῶν φύσει γιγνομένων καὶ τῶν κατὰ τέχνην κινουμένων τὸ οὗ ἕνεκα· οὐδὲ τὴν ἀρχὴν μέμνηταί τις γεωμετρῶν τοῦ ὡς τέλους αἰτίου. τούτου δʼ οὕτως ἔχοντος ἄλλαι ἄλλων ἂν εἶεν ἐπιστῆμαι αἰτίων γνωστικαί· τοῦ γὰρ τοῦτο λαβεῖν χάριν ἐκείνων ἐμνημόνευσεν. εἰπὼν δὲ περὶ τῶν μαθηματικῶν ὅτι μή ἐστιν ἐν αὐτοῖς τὸ τελικὸν αἴτιον, ὅπερ ἐστὶ τὸ ἀγαθόν, εἰς βεβαίωσιν τούτου παρατίθεται τὴν κατὰ τοὺς σοφιστὰς ἱστορίαν, καὶ Ἀριστίππου μνημονεύει, ὃς καὶ αὐτὸς ὁμοίως ἄλλοις τισὶ τῶν σοφιστῶν ἔλεγε τὰς μαθηματικὰς ἐπιστήμας, ὡς καὶ τῶν εὐτελεστάτων τεχνῶν καταδεεστέρας· ἐκείνων μὲν γὰρ ἑκάστης εἶναί τι τέλος καὶ ἀγαθὸν προσκείμενον καὶ μεμνῆσθαι αὐτὰς ἐν τοῖς γιγνομένοις ὑπʼ αὐτῶν τοῦ ὅτι βέλτιον γὰρ οὕτως, τὰς δὲ μαθηματικὰς μηδὲν ἔχειν αἴτιον τοιοῦτον μηδὲ ποιεῖσθαί τινα λόγον περὶ ἀγαθῶν καὶ κακῶν. δοκεῖ δὲ ἐν τῷ λόγῳ τούτῳ παραγωγή τις πάλιν εἶναι· οὐ γὰρ εἰ ἔν τισι τῶν ἐπιστητῶν μὴ πάντα ἐστὶ τὰ αἴτια, διὰ τοῦτο οὐκ ἔσται μιᾶς τὸ περὶ πάντων εἰδέναι. τῷ γὰρ αὐτῷ λόγῳ προσχρωμένους ἔνεστι δεῖξαι ὅτι ἐπεὶ ἔν τισιν ἐπιστητοῖς πάντα ἐστὶ τὰ αἴτια, μιᾶς ἐπιστήμης εἴη τὸ εἰδέναι αὐτά· οὐ γὰρ εἰ μὴ πᾶσαι πάντα, ἀλλʼ εἰσί τινες ἐν αἷς τινα ἐξ αὐτῶν, ἤδη διὰ τοῦτο οὐδεμία ἔσται ἡ πάντα εἰσομένη, ὡς μετʼ ὀλίγον καὶ αὐτὸς ἐνδείξεται ζητῶν, ἐν αἷς πάντα τὰ αἴτια τῷ ἔχειν τὸ ὑποκείμενον αὐταῖς τὰ τέσσαρα αἴτια, κατὰ ποίου αἰτίου γνῶσιν μάλιστα ἡ τοῦ προκειμένου ἐπιστήμη γίγνεται. ἔτι δὲ καὶ οὐ πᾶν ἀγαθὸν τῇ αὐτοῦ φύσει πρακτέον ἐστίν, ἀλλʼ ἐστὶ τὸ μὲν πρακτέον ἀγαθόν, τὸ δὲ θεωρητικὸν καὶ οὐ πρακτέον, ὅ ἐστι καὶ ἐν τοῖς μαθηματικοῖς· ἡ γὰρ ἀλήθεια ἡ περὶ ἐκεῖνα ἀγαθὸν οὖσα ἐκείνοις τέλος. τοιοῦτον γὰρ καὶ τὸ τῆς σοφίας τέλος· ἡ γὰρ τοῦ κυριωτάτου τε καὶ ἀρίστου τῶν ὄντων καὶ μάλιστα ὄντος γνῶσις μέγιστον οὖσα ἀγαθὸν ἐκείνῃ τέλος.

Ἀλλὰ μὴν πλείους εἴ γε ἐπιστῆμαι.

`184`

Εἰς τὸ ἐναντίον μέτεισιν· ἀπορεῖ γάρ, εἰ πλείους εἰσὶν αἱ τῶν αἰτίων καὶ τῶν ἀρχῶν γνωστικαὶ ἐπιστῆμαι καὶ μὴ μία τις, ὥσπερ δοκεῖ διὰ τῶν προηπορημένων δεδεῖχθαι τῷ μηδὲ χρῆσθαι ἕκαστον τῶν ἐπιστητῶν πᾶσι τοῖς αἰτίοις, τίνος τῶν αἰτίων γνωστικὴν εἶναι δεῖ τὴν ζητουμένην ἐπιστήμην — αὕτη δέ ἐστιν ἡ σοφία, ὡς ἐπιφέρει —, ἢ τίνα μάλιστα τοῦ πράγματος τοῦ ζητουμένου ἐπιστήμονα τῶν ἐχόντων πάντα τὰ αἴτια λέγεσθαι χρή· ἐνδέχεται γὰρ τῷ αὐτῷ πάντας τοὺς τρόπους τῶν αἰτίων ὑπάρχειν. κατὰ ποίου οὖν αἰτίου γνῶσιν καὶ ὁ ποῖον εἰδὼς τῶν αἰτίων τούτων ἔσται τοῦ πράγματος τοῦ ὑποκειμένου ἐπιστήμων; εἰ γὰρ ἄλλης αἰτίας ἄλλη ἐπιστήμη γνωστική, ἐν οἷς πράγμασι τὰ δ ἐστὶν αἴτια, τούτων τῶν πραγμάτων ὁ ποῖον τῶν τεσσάρων αἰτίων εἰδὼς ἐπιστήμων ἔσται; διὰ δὲ τούτων ὄντων ἅμα καὶ τὸ μὴ εἶναι δεικνύουσαν ἀπορίαν ἄλλην ἄλλων αἰτίων ἐπιστήμην εἶναι γνωστικὴν καὶ μὴ πάντων μίαν, διότι μὴ ἐν πάσαις πάντα τὰ αἴτια, ἐλέγχει, παρατιθέμενος ὅτι εἰ ἔν τισι πάντα ἐστὶ τὰ αἴτια, ὧν αἱ ἐπιστῆμαι, δῆλον ὡς πάντων ἔσονται, ὡς ἔχει ἐφʼ ἧς παρέθετο, αὕτη δέ ἐστιν ἡ οἰκοδομική, ἐφʼ ἧς εἶπε τὸ εἶδος εἶναι τὸν λόγον, ὅτι κατὰ τὸ εἶδος ὁ ἑκάστου ὁρισμός. οὗ δὲ ἕνεκα, τὸ ἔργον εἶπεν ἤτοι λέγων τὸ οὗ ἕνεκα εἶναι ἐν αὐτῇ, οὗ χάριν τὸ ἔργον γίγνεται — γίγνεται δὲ σκέπης —, ἢ τὸ ἔργον τὸ γιγνόμενον λέγων ἐν αὐτῇ τὸ οὗ ἕνεκα εἶναι, ὅπερ ἐστὶ τὸ εἶδος· ὡς τὴν αὐτὴν εἶναι τήν τε κατὰ τὸ τέλος καὶ τὴν κατὰ τὸ εἶδος αἰτίαν, ὡς καὶ ἐπί τινων φύσει γιγνομένων ἔστιν εὑρεῖν. ἢ τὸ ἔργον οὐ τὸ εἶδός ἐστιν ἀλλὰ τὸ συναμφότερον, ὃ οὐκ ἂν εἴη ταὐτὸν τῇ κατὰ τὸν λόγον αἰτίᾳ. δύναται καὶ τοιοῦτόν τι λέγεσθαι· ἐν οἷς τὰ τέσσαρα αἴτια, κατὰ ποίου αἰτίου γνῶσιν τὸ ἐπίστασθαι μάλιστα γίγνεται τῷ πάντα τὰ αἴτια αὐτοῦ εἰδότι; εἴη γὰρ ἂν τῆς σοφίας ἡ τοῦ τοιούτου αἰτίου γνῶσις οἰκεία. δείξας δὲ ἄτοπον ὂν τὸ τὰ αἴτια τοῦ αὐτοῦ τινος ὑπὸ πλειόνων γνωρίζεσθαι ἐπιστημῶν, ἄλλης ἄλλο γνωριζούσης, διὰ τοῦ εἰπεῖν ἢ τίνα μάλιστα τοῦ πράγματος τοῦ ζητουμένου ἐπιστήμονα τῶν ἐχόντων αὐτὰς τοῦτο μὲν καταλείπει, ἀπαντᾷ δὲ πρὸς τὸ τίνα τούτων φατέον εἶναι τὴν ζητουμένην.

Ἐκ μὲν οὖν τῶν πάλαι διωρισμένων, τίνα χρὴ καλεῖν τῶν ἐπιστημῶν σοφίαν, οὐδαμῶς ἔχει λόγον.

Εἰπὼν τίνα τούτων φατέον τὴν ζητουμένην, ὅτι πάσας ἐνδέχεται λέγειν δείκνυσι, χρώμενος τοῖς ἐν τῷ Α περὶ τῆς σοφίας εἰρημένοις. εἶπε γὰρ ἐν τῷ πρὸ τούτου τῷ μείζονι τίνες κοιναὶ περὶ τοῦ σοφοῦ προλήψεις, ἐν οἷς ἦν τὸ δεῖν ἀρχικωτάτην καὶ ἀρχιτεκτονικωτάτην αὐτὴν εἶναι, ἀλλὰ καὶ ἀκριβεστάτην καὶ μάλιστα εἰδυῖαν, ἀλλὰ καὶ τῶν χαλεπῶν γνωστικήν, ἀλλὰ καὶ πάντα εἰδυῖαν ὡς ἐνδέχεται, ἀλλὰ καὶ διδασκαλικήν. τούτοις οὖν φησι προσχρώμενος ὡς ἔνεστιν ἴσως καθʼ ἕκαστον αἴτιον ἐπιοῦσι δεικνύναι τὴν γνωστικὴν αὐτοῦ σοφίαν οὖσαν. καθʼ ὅσον μὲν γὰρ ἡ σοφία ἡγεμονικωτάτη τέ ἐστι καὶ ἀρχιτεκτονικωτάτη ἐπιστήμη, καὶ καθάπερ δέσποινα τῶν ἄλλων ἐπιστημῶν, ἡ τοῦ τέλους ἂν γνῶσις εἴη· τοῦτο γὰρ τὸ ἀγαθὸν καὶ τούτου χάριν τἆλλα· πρὸς γὰρ τὸ τέλος ὁρῶντες ἐπιτάσσουσιν ἃ δεῖ ποιεῖν. ἀρχικωτάτη οὖν καὶ τελειοτάτη καὶ ἀρίστη ἡ τοῦ ἀρίστου τῶν αἰτίων γνῶσις, τοιοῦτον δὲ οὗ χάριν τὰ ἄλλα. κατὰ μὲν οὖν τοῦτο δόξει ἡ σοφία εἶναι τοῦ τέλους γνωστική.

Ἧι δὲ τῶν πρώτων αἰτίων καὶ τοῦ μάλιστα ἐπιστητοῦ διώρισται εἶναι, ἡ τῆς οὐσίας ἂν εἴη τοιαύτη.

`185`

Καθʼ ὅσον, φησί, πάλιν ἡ σοφία ἐρρήθη τῶν πρώτων αἰτίων εἶναι γνωστικὴ καὶ τῶν μάλιστα ἐπιστητῶν, κατὰ τοῦτο πάλιν δόξει ἡ τοῦ εἴδους καὶ τῆς τοιαύτης αἰτίας γνῶσις σοφία εἶναι. εἰπών τε πρῶτον περὶ τοῦ ὡς τέλους αἰτίου τοῦ ἐν πρακτοῖς, δεύτερον εἶπε περὶ τοῦ ὡς τέλους αἰτίου τοῦ ἐν τοῖς θεωρητοῖς. ὅτι δὲ τὸ εἶδος μάλιστα γνωστόν, δείκνυσι διὰ τοῦ ἐπὶ πάντων τότε λέγεσθαι ἐπιστήμην, ὅταν τὸ εἶδος εἰδῇ τίς τινος καὶ τὴν τοιαύτην αἰτίαν. πολλαχῶς γὰρ ἐπισταμένων τὸ αὐτὸ μᾶλλον μὲν εἰδέναι φαμὲν τὸν τῷ εἶναι γνωρίζοντα τί τὸ πρᾶγμα ἢ τῷ μὴ εἶναι. δεικνὺς ὅτι ὁ τὴν κατὰ τὸ εἶδος αἰτίαν τοῦ ἐπιστητοῦ γνωρίζων μάλιστα οἶδεν αὐτό, λαμβάνει πρῶτον μὲν ὅτι μᾶλλον ἴσμεν τὸ προκείμενον, ὅταν ἐκ τῶν ὑπαρχόντων αὐτῷ εἰδῶμεν ἢ ὅταν ἐκ τῶν μὴ ὑπαρχόντων· τοῦτο γάρ ἐστι τὸ τῷ μὴ εἶναι· γίγνονται γάρ τινες καὶ διδασκαλίαι καὶ λόγοι τινῶν ἐξ ἀποφάσεων, ἥτις γνῶσις ἐκ τοῦ μὴ εἶναι εἴη ἄν. ὁ γοῦν τὸ σημεῖον ὁριζόμενος τῷ μὴ ἔχειν μέρος τῷ μὴ εἶναι γνωρίζει αὐτό, καὶ ἐκ τοῦ μὴ ὑπάρχοντος αὐτῷ τὴν ἀπόδοσιν τοῦ λόγου ποιεῖται. ὁμοίως δὲ καὶ ὁ λέγων συμβεβηκὸς εἶναι ὃ μήτε ὅρος ἐστὶ μήτε γένος μήτε ἴδιον, ὑπάρχει δὲ τῷ πράγματι, ἐκ τοῦ μὴ εἶναι ὁρίζεται. αὐτὸς δὲ ὁ λέγων ὃ οἷόν τε ὑπάρχειν τῷ αὐτῷ καὶ μὴ ὑπάρχειν, οὗτος τῷ εἶναι γνωρίζει τὸ συμβεβηκός· ἐκ γὰρ τοῦ ὑπάρχοντος αὐτῷ. τῶν δὲ τῷ εἶναι γνωριζόντων μάλιστα εἰδέναι λέγομεν τὸν τί ἐστι τὸ πρᾶγμα εἰδότα ἢ τὸν ὅτι αὐτῷ συμβέβηκεν· τὸν γὰρ ἀπὸ τῆς οὐσίας γνωρίζοντα αὐτό, οὐ τὸν ἀπό τινος συμβεβηκότος. ἕκαστον δέ ἐστι τοῦτο ὅ ἐστι κατὰ τὸ εἶδος, ὥστε ὁ τὸ εἶδος εἰδὼς μάλιστα οἶδεν αὐτό. εἰ δὴ ἡ μὲν τοῦ εἴδους καὶ ταύτης τῆς αἰτίας γνῶσις μάλιστά ἐστιν ἐπιστήμη τοῦ πράγματος, ἡ δὲ μάλιστα ἐπιστήμη σοφία, εἴη ἂν κατὰ τοῦτον πάλιν τὸν λόγον σοφία ἡ τῆς κατὰ τὸ εἶδος αἰτίας ἐπιστήμη.

Ἔτι δὲ καὶ ἐν τοῖς ἄλλοις τὸ εἰδέναι ἕκαστον.

`186`

Τὸ κατάλληλόν ἐστι τῆς λέξεως· ἔτι δὲ καὶ ἐν τοῖς ἄλλοις τὸ εἰδέναι ἕκαστον τότε οἰόμεθα ὑπάρχειν ὧν ἀποδείξεις εἰσίν, ὅταν εἰδῶμεν τὸ τί ἐστιν. τὸ δὲ καὶ ἐν τοῖς ἄλλοις εἶπεν ὡς ἴσον τῷ ἐν πᾶσιν ὧν εἰσιν ἀποδείξεις. ὅτι δὲ ἡ τοῦ εἴδους γνῶσις μάλιστα γνῶσίς ἐστι τοῦ πράγματος, δείκνυσι διὰ τοῦ καὶ ἐν ταῖς ἀποδείξεσι τότε ἡμᾶς οἴεσθαι ἀπόδειξιν ἔχειν τοῦ προκειμένου, ὅταν εἰδῶμεν τὸν λόγον καὶ τὸν ὁρισμὸν τοῦ προκειμένου· ὅταν γὰρ τὸν ὁρισμὸν εἰδῶμεν τοῦ προκειμένου, καὶ διὰ τοῦ ὁρισμοῦ τὸ δεικνύμενόν τινι ὑπάρχειν δείξωμεν ὑπάρχον αὐτῷ, τότε ἡγούμεθα τὴν κυριωτάτην ἀπόδειξιν ἔχειν αὐτοῦ. οἷον τί ἐστι σελήνης ἔκλειψις τότε ἴσμεν, ὅταν μάθωμεν ὅτι ἀντίφραξις γῆς, ὅ ἐστιν ὁρισμὸς τῆς ἐκλείψεως. ὁμοίως καὶ τί ἐστι τετραγωνισμὸς εὐθυγράμμου τότε ἴσμεν, ὅταν μάθωμεν ὅτι μέσης εὕρεσις· ἀπὸ γὰρ τῆς μέσης τὸ ἀναγραφόμενον τετράγωνον ἴσον τῷ εὐθυγράμμῳ· μέση δέ, διότι μείζων μὲν τῆς ἐλάττονός ἐστι τῶν τοῦ εὐθυγράμμου πλευρῶν, ἐλάττων δὲ τῆς μείζονος, ἀφʼ ἧς τὸ ἀναγραφόμενον τετράγωνον ἴσον ἐστὶ τῷ δοθέντι εὐθυγράμμῳ. ὁ γὰρ μετὰ τῆς αἰτίας ὁρισμὸς ἀπόδειξις θέσει διαφέρουσα, ὡς ἐν τοῖς Ὑστέροις ἀναλυτικοῖς ἔδειξε.

Περὶ δὲ τὰς γενέσεις καὶ τὰς πράξεις.

`187`

Δείξας ὅτι δύναται σοφία εἶναι κατὰ τὴν τοῦ εἰδικοῦ αἰτίου γνῶσιν, ὅτι καὶ κατὰ τὴν τοῦ ποιητικοῦ αἰτίου γνῶσιν δύναται ἡ σοφία εἶναι δείκνυσιν· ἐν γὰρ πᾶσι τοῖς γιγνομένοις καὶ πραττομένοις καὶ ὅλως μεταβάλλουσιν αἴτιον τῆς γνώσεως αὐτῶν ἡ τοῦ ποιητικοῦ γνῶσις αἰτίου, ὅπερ ἐστὶν ὅθεν ἡ ἀρχὴ τῆς κινήσεως· τότε γὰρ ἴσμεν τὴν αἰτίαν τοῦ Τρωϊκοῦ πολέμου, ὅταν εἰδῶμεν ὅτι διὰ τὴν τῆς Ἑλένης ἁρπαγήν, ὅπερ ἐστὶν ἀρχὴ καὶ αἰτία τοῦ πολέμου, καὶ τότε ἴσμεν τὴν αἰτίαν τῆς μάχης, ὅταν τὴν λοιδορίαν γνῶμεν ἥτις ἤρξατο τῆς μάχης. εἰπὼν δὲ περὶ τοῦ ποιητικοῦ αἰτίου ἐπήνεγκε τοῦτο δὲ ἕτερον καὶ ἀντικείμενον τῷ τέλει, κατὰ τοῦτο λέγων ἀντικεῖσθαι ταῦτα τὰ αἴτια καὶ ἀντικείμενα εἶναι  <span class="gap">…</span> ἐπήνεγκε τὸ ὥστε ἄλλης ἂν δόξειεν ἐπιστήμης εἶναι τὸ θεωρῆσαι τῶν αἰτίων τούτων ἕκαστον, ὅπερ οὐδαμῶς κατάλληλον εἶναι δόξει τῷ προκειμένῳ. προέκειτο γὰρ αὐτῷ ζητῆσαι, εἰ μὴ τῆς αὐτῆς ἐπιστήμης ἐστὶν ἡ γνῶσις ἁπάντων τῶν αἰτίων, τὴν τίνος τῶν αἰτίων γνῶσιν χρὴ σοφίαν καλεῖν. εἶτα ἔδειξεν ὅτι ἔστι πως κατὰ τὰς περὶ τῆς σοφίας προλήψεις σοφίαν λέγειν τήν τε τοῦ κατὰ τὸ τέλος αἰτίου γνῶσιν καὶ τὴν τοῦ κατὰ τὸ εἶδος καὶ τὴν τοῦ κατὰ τὸ ποιητικόν. οἷς δειχθεῖσιν ἀκόλουθον ἦν ἐπενεγκεῖν τὸ πλείους τὰς σοφίας ἔσεσθαι. δεῖ οὖν τοῦ εἰρημένου ἀκούειν ὡς ἴσον δυναμένου τῷ ὥστε ἄλλης ἂν σοφίας καὶ ἄλλης εἴη τὸ θεωρῆσαι τούτων τῶν αἰτίων ἕκαστον καὶ οὐ μία ἡ σοφία, εἴ γε μὴ μιᾶς μὲν ἐπιστήμης τὸ τὰς αἰτίας θεωρῆσαι, ἡ δὲ ἑκάστου τῶν τριῶν θεωρητικὴ σοφία. δύναται τὸ ὥστʼ ἄλλης ἂν δόξειεν ἐπιστήμης εἶναι τὸ θεωρῆσαι τῶν αἰτίων τούτων ἕκαστον μὴ ὡς τοῖς νῦν εἰρημένοις ἀκόλουθον ἐπενηνοχέναι ἀλλʼ ὡς τοῖς πρώτοις προειρημένοις συνάπτων τὸ ἄλλην ἄλλου αἰτίου ἐπιστήμην γνωστικὴν εἶναι. ἢ προειπὼν περὶ τοῦ ποιητικοῦ αἰτίου ὅτι ἕτερον τοῦτο καὶ ἀντικείμενον τῷ τέλει, περὶ τούτων ἐπήνεγκεν ὅτι διότι ἐστὶν ἐναντία, διὰ τοῦτο οὐ τῆς αὐτῆς ἀλλὰ ἄλλης ἐπιστήμης ἔσται ἑκατέρου τούτων τῶν αἰτίων γνῶσις. ἢ ἄμεινον γεγράφθαι ὥστε οὐκ ἄλλης ἂν δόξειεν ἐπιστήμης εἶναι τὸ θεωρῆσαι τῶν αἰτίων τούτων ἕκαστον. διὰ τοῦτο γὰρ οὐκ ἐδόθη αὑτὴ τῶν αἰτίων πάντων γνωστικὴ εἶναι, ὅτι μὴ ἐναντία· εὑρὼν δὲ ἐναντιότητα ἐν τοῖς αἰτίοις τῷ τελικῷ καὶ τῷ ποιητικῷ, ἔτι δὲ καὶ διὰ τὰ ἄλλα τὰ εἰρημένα πρὸς τὸ μὴ εὔλογον εἶναι πλείους ἐπιστήμας εἶναι περὶ τὴν γνῶσιν τῶν αἰτίων, ἐπιφέροι ἂν ὅτι κατὰ τὰ προειρημένα οὐκ ἄλλης καὶ ἄλλης ἐπιστήμης ἡ τῶν αἰτίων τούτων γνῶσις. εἴη δʼ ἂν ἅμα δεδειγμένον καὶ ὅτι τῆς σοφίας οἰκεῖος ὁ περὶ τῶν αἰτίων ἁπάντων λόγος. σημειωτέον δὲ ὅτι διʼ ὧν νῦν εἴρηκε πάλιν ἐμνημόνευσε τοῦ Α τοῦ μείζονος· ἐν ἐκείνῳ γὰρ ἐξέθετο τὰς περὶ τοῦ σοφοῦ κοινὰς προλήψεις. μνημονεύσας δὲ τῶν τριῶν αἰτίων καὶ δείξας κατὰ τί δύναται ἡ ἑκάστου τούτων γνωστικὴ ἐπιστήμη σοφία εἶναι ἡ ζητουμένη νῦν, οὐκέτι τῆς κατὰ τὴν ὕλην αἰτίας ἐμνημόνευσεν ὡς τῆς ἐκείνων τῶν αἰτίων γνώσεως κυριωτέρας καὶ μᾶλλον ἐπιστήμης οὔσης τῆς ὑλικῆς· κυριώτερα γὰρ ἐκεῖνα καὶ μᾶλλον αἴτια· ἡ γὰρ ὕλη ἐν τοῖς ἐξ αὐτῆς γινομένοις τὸν τοῦ οὗ οὐκ ἄνευ λόγον ἔχειν δοκεῖ.

Ἀλλὰ μὴν καὶ τῶν ἀποδεικτικῶν ἀρχῶν, πότερον μιᾶς ἐστιν ἐπιστήμης ἢ πλειόνων, ἀμφισβητήσιμόν ἐστιν.

`188`

Ἦν δεύτερον τοῦτο ἐν οἷς ἐξηριθμήσατο ὡς ἀπορηθησομένοις, τὸ περὶ τῶν ἀξιωμάτων, ἅ εἰσιν ἀποδείξεων ἀρχαί, ἃ καὶ κοινὰς δόξας λέγει τῷ πάντας ἀποδεικνύντας προσχρῆσθαι αὐτοῖς. εἶπε δὲ αὐτά, ὅτε ἐμέμνητο τῆς ἀπορίας, ἀρχὰς «ἐξ ὧν δεικνύουσι πάντες.» ζητεῖ δὴ πότερον περὶ τούτων τῆς αὐτῆς ἐστιν εἰδέναι ἧς καὶ περὶ τῶν τῆς οὐσίας καὶ τοῦ ὄντος ἀρχῶν, ἢ ἄλλης, ὡς εἶναι πλείους ἐπιστήμας περὶ τῶν ἀρχῶν, ἄλλην μὲν τούτων ἄλλην δὲ τῶν τῆς οὐσίας· καὶ εἰ διαφερουσῶν ἐπιστημῶν ἡ τῶν ἀρχῶν γνῶσις τῶν τε τῆς οὐσίας καὶ τῶν τῆς ἀποδείξεως, ποτέραν χρὴ καὶ τὴν περὶ ποῖα αἴτια καὶ ἀρχὰς ποίας καταγινομένην σοφίαν καλεῖν. ἀπορεῖ δὴ περὶ τούτου, καὶ πρός γε τὸ μὴ εἶναι τῆς αὐτῆς ἐπιστήμης περί τε τούτων καὶ περὶ ἐκείνων διαλαμβάνειν πρώτῃ ἐπιχειρήσει τοιαύτῃ χρῆται. εἰ πᾶσαι ὁμοίως αἱ ἀποδεικτικαὶ ἐπιστῆμαι χρῶνται τοῖς ἀξιώμασι κατὰ τὰ οἰκεῖα ἀποδεικτά, καὶ μὴ πᾶσαι περὶ αὐτῶν λέγουσιν, οὐδεμία τῶν ὁμοίως αὐτοῖς χρωμένων ἐρεῖ περὶ αὐτῶν. ἀλλὰ μὴν τὸ πρῶτον· πᾶσαί τε γὰρ αὐτοῖς χρῶνται, ὥσπερ καὶ ἡ περὶ τὰς τῆς οὐσίας ἀρχὰς οὖσα, καὶ οὐ λέγουσι πᾶσαι περὶ αὐτῶν· οὔτε γὰρ γεωμετρία περὶ αὐτῶν οὔτε μουσικὴ λέγει, καίτοι χρώμεναι αὐτοῖς. τὸ ἄρα δεύτερον. ἢ οὕτως. εἰ ὁμοίως πᾶσαι ἐπιστῆμαι περὶ τὰ ἀξιώματα ἔχουσιν ὡς καὶ ἡ περὶ τὴν οὐσίαν, ἢ πᾶσαι περὶ αὐτῶν ἐροῦσιν ἢ οὐδὲ αὐτή. ἀλλὰ μὴν ὁμοίως πᾶσαι ἔχουσι περὶ αὐτῶν ὡς αὐτή — πᾶσαι γὰρ αὐτοῖς ὁμοίως πρὸς τὰς τῶν οἰκείων ἀποδείξεις χρῶνται ὥσπερ καὶ αὐτή — καὶ οὐ πᾶσαι περὶ αὐτῶν λέγουσιν· ὥστε οὐδʼ ἂν ἡ περὶ τῆς οὐσίας λέγοι. εἰ δὲ τοῦτο, οὐχ ἡ αὐτὴ περί τε τῆς οὐσίας καὶ τῶν ἀξιωμάτων· ὡς γὰρ τῶν ἄλλων τῶν χρωμένων αὐτοῖς ὁμοίως ταύτῃ οὐκ ἔστιν οἰκεῖον τὸ περὶ αὐτῶν λέγειν, οὕτως οὐδὲ ταύτης ἂν εἴη.

Εἴπερ οὖν ὁμοίως μὲν ὁποιασοῦν ἐστιν, ἁπασῶν δὲ μὴ ἐνδέχεται.

`189–190`

Διὰ τί μὴ ἐνδέχεται ἁπασῶν; ἢ ὅτι ἡ ἐπιστήμη τῶν καθʼ αὑτὸ ὑπαρχόντων τῷ ὑποκειμένῳ ἐστὶν ἀποδεικτική, ὧν δὲ τὰ ὑποκείμενα ἕτερα, τούτων καὶ τὰ δεικνύμενα· οὐ γὰρ οἷόν τε τὰ αὐτὰ καθʼ αὑτὰ ὑπάρχειν τοῖς διαφέρουσι, διὸ οὐδὲ τὰ ἀξιώματα καθʼ αὑτὰ ὑπάρχειν τοῖς πάσαις ταῖς ἐπιστήμαις ὑποκειμένοις. εἰ δὲ μὴ τοῦτο, οὐδʼ ἂν οἷαί τε εἶεν πᾶσαι ἀποδεικνύναι αὐτά. ἐπιχειρήσας δὲ πρὸς τὸ μὴ εἶναι μιᾶς ἐπιστήμης περί τε τῶν τῆς οὐσίας ἀρχῶν εἰπεῖν καὶ περὶ τῶν ἀξιωμάτων, αἵ εἰσιν ἀποδείξεως ἀρχαί, ἑξῆς ὅτι μηδὲ ἔστι τῶν ἀξιωμάτων ἐπιστήμη τις ἐπιχειρεῖ, λέγων ἅμα δὲ καὶ τίνα τρόπον ἔσται αὐτῶν ἡ γνῶσις; τί μὲν γὰρ ἕκαστον τούτων τυγχάνει ὂν καὶ νῦν γνωρίζομεν. ἔστι δὲ ὃ λέγει τοιοῦτον. ἤτοι διʼ ὁρισμοῦ τι ἐπιστάμεθα ἢ διʼ ἀποδείξεως· καὶ τῶν ἀξιωμάτων δὴ εἰ ἔστιν ἐπιστήμη, ἀποδεικτικὴ περί τινος ἂν εἴη τῶν ὑπαρχόντων αὐτοῖς. ἀλλὰ τὸ μὲν τί ἐστιν ἕκαστον αὐτῶν γνώριμον πᾶσιν αὐτόθεν· χωρὶς γὰρ ἐπιστήμης γνώριμον τί σημαίνει τὸ ἐπὶ παντὸς ἢ ἡ κατάφασις ἢ ἡ ἀπόφασις, καὶ τί σημαίνει τὸ τὰ τῷ αὐτῷ ἴσα καὶ ἀλλήλοις εἶναι ἴσα· ὡς γὰρ γνωρίμοις αὐτοῖς πᾶσαι αἱ ἐπιστῆμαι χρῶνται, οὐδὲν δεόμεναι τῆς διδαξούσης ἐπιστήμης. ὥστε τοῦ μὲν τί ἐστιν ἕκαστον τούτων οὐκ ἔσται τις ἐπιστήμη ἀφωρισμένη. εἰ δὲ ἔστιν ἀπόδειξις περὶ αὐτῶν καὶ ἐπιστήμη τις ἀποδεικτική, δεήσει τὰ ἀξιώματα  <span class="gap">…</span> εἶναί τε αὐτῶν τὰ μὲν πάθη, τουτέστι τὰ ἀποδεικνύμενα αὐτοῖς ὑπάρχειν — τὰ γὰρ καθʼ ἑαυτὰ ὑπάρχοντα, ἅπερ ἐστὶ τὰ ἀποδεικτά, πάθη εἶπε —, τὰ δέ τινα ἀξιώματα, διʼ ὧν τὰ ὑπάρχοντα αὐτοῖς καθʼ ἑαυτὰ ἀποδείκνυται, ἀξιώματα λέγων τὰς ἀναποδείκτους καὶ ἀμέσους προτάσεις. τὸ δὲ περὶ πάντων γὰρ ἀδύνατον ἀπόδειξιν εἶναι εἶπεν ὡς ἀκόλουθον τῷ δεήσει τι γένος εἶναι ὑποκείμενον, καὶ τὰ μὲν πάθη τὰ δὲ ἀξιώματα αὐτῶν· τούτῳ γὰρ ἀκόλουθον τὸ περὶ πάντων γὰρ ἀδύνατον ἀπόδειξιν εἶναι. περὶ γὰρ τῶν καθʼ ἑαυτὰ ὑπαρχόντων τῷ ὑποκειμένῳ τῇ ἐπιστήμῃ, ἃ πάθη εἶπεν, αἱ ἀποδείξεις, ἀλλʼ οὐ περὶ πάντων, οὐδὲ τῶν τυχόντων, ἀλλʼ οὐδὲ τῶν λαμβανομένων πρὸς τήν τινων δεῖξιν οἷόν τε πάντων ἀπόδειξιν εἶναι. τὸ δὲ ἑξῆς τὸ ἀνάγκη γὰρ ἔκ τινων εἶναι καὶ περί τι καὶ τινῶν τὴν ἀπόδειξιν συνάπτει τῷ δεήσει τι γένος εἶναι ὑποκείμενον, καὶ τὰ μὲν πάθη τὰ δὲ ἀξιώματα αὐτῶν· διὰ μέσου δὲ εἴρηται διὰ τὰ ἀξιώματα τὸ περὶ πάντων γὰρ ἀδύνατον ἀπόδειξιν εἶναι. καὶ ἔστι τὸ μὲν ἔκ τινων τῶν ἀξιωμάτων διʼ ὧν ἡ δεῖξις δηλωτικόν, τὸ δὲ περί τι τοῦ ὑποκειμένου γένους, ᾧ δείκνυταί τι ὑπάρχον ἢ μὴ ὑπάρχον, τὸ δὲ τινῶν τῶν ἀποδεικνυμένων ὑπάρχειν ἢ μὴ ὑπάρχειν τῷ ὑποκειμένῳ, ἃ εἶπε πάθη. τὸ δὲ ὥστε συμβαίνει πάντων εἶναι γένος ἕν τι τῶν δεικνυμένων ἴσον ἂν εἴη τῷ οὕτως τε συμβήσεται, εἰ ἔστιν ἀπόδειξις περὶ τῶν ἀξιωμάτων καὶ ἔστιν ἕν τι γένος καὶ μία τις φύσις ὑποκειμένη τὰ ἀξιώματα, πάντα τὰ ἀποδεικνύμενα διὰ τῶν ἀξιωμάτων μιᾶς φύσεως εἶναι, διότι πᾶσαι μὲν αἱ ἐπιστῆμαι καὶ ἀποδείξεις διὰ τῶν ἀξιωμάτων δεικνύουσι τὰ προκείμενα, τὰ δὲ ἀξιώματα μιᾶς καὶ τῆς αὐτῆς φύσεως, τὰ δὲ τῆς αὐτῆς φύσεως ἀλλήλοις ὄντα μιᾶς τινος φύσεώς ἐστι δεικτικά, εἴ γε ἐκ τῶν καθʼ ἑαυτὰ ὑπαρχόντων αἱ ἀποδείξεις, μιᾷ δὲ φύσει καθʼ αὑτὰ ὑπάρχειν ἀνάγκη τὰ μιᾶς καὶ τῆς αὐτῆς φύσεως ὄντα ἀλλήλοις. ἓν δὲ γένος εἶπεν ἀντὶ τοῦ μίαν φύσιν. ἢ τὸ λεγόμενόν ἐστιν, εἰ ἔστιν ἐπιστήμη τις καὶ ἀπόδειξις τῶν ἀξιωμάτων, δεήσει τι εἶναι γένος ὑποκείμενον αὐτοῖς· πᾶσα γὰρ ἀπόδειξις καὶ πᾶσα ἐπιστήμη ἀποδεικτικὴ περί τι γένος ὡρισμένον, καὶ πᾶν τὸ ἀποδεικτὸν γένει τινὶ ὡρισμένῳ ὑπάρχει. καὶ τοῖς ἀξιώμασιν ἄρα, εἰ ἔστιν ἀποδεικτὰ καὶ ἔστιν ἐπιστήμη τις αὐτῶν ἀποδεικτική, ὡρισμένον τι γένος ὑπόκειται ᾧ δείκνυται ὑπάρχοντα· πᾶσα γὰρ ἀπόδειξις γένει τινὶ καὶ φύσει ὑποκειμένῃ μιᾷ δείκνυσιν ὑπάρχοντα ἃ ἀποδείκνυσιν, ἃ εἶπεν αὐτὸς πάθη, διά τινων ἀξιωμάτων, διʼ ὧν αἱ ἀποδείξεις, τουτέστιν ἀμέσους προτάσεις καὶ ἀναποδείκτους. εἰ γὰρ δεῖ μὲν διʼ ἀξιωμάτων δείκνυσθαι τὰ δεικνύμενα, δεικνύοιτο δὲ καὶ τὰ ἀξιώματα, ἐπʼ ἄπειρον ἂν προΐοι, οὕτω δὲ οὐδὲν ἀποδεικτὸν ἂν εἴη· οὐ γὰρ πάντα ἐστὶν ἀποδεικτά. ᾧ ἐνῆν καὶ αὐτὸν χρησάμενον ἀποδεῖξαι ὅτι μή ἐστιν ἀπόδειξις τῶν ἀξιωμάτων. ὅτι δὲ ταῦτα δεῖ τὰ εἰρημένα ὑπάρχειν ἐν πάσῃ ἀποδείξει, ἐδήλωσε καὶ διὰ τοῦ ἐπενεγκεῖν ἀνάγκη γὰρ ἔκ τινων εἶναι, διʼ ὧν δείκνυται, καὶ περί τι εἶναι, οὗ ἡ ἀπόδειξις, καὶ τινῶν τὴν ἀπόδειξιν, αὐτῶν τῶν ἀποδεικνυμένων. ἀλλὰ εἰ τοῖς ἀξιώμασιν ἕν τι γένος ὑπόκειται, πᾶσι τοῖς ἀποδεικνυμένοις καὶ πάσαις ταῖς ἐπιστήμαις ἓν καὶ ταὐτὸ γένος ὑποκείμενον ἔσται. ὁ γὰρ χρώμενός τινι πρὸς ἀπόδειξιν, ὃ γένει τινὶ καὶ φύσει μιᾷ καθʼ αὑτὸ ὑπάρχει, οὐ περὶ ἄλλο αὐτῷ χρῆται ἢ περὶ ἐκεῖνο ᾧ ὑπάρχει καθʼ αὑτό. οὐ γὰρ διὰ τοῦ τυχόντος τὸ τυχὸν δείκνυται. οὔτε γὰρ ὁ τοῖς ἐν γεωμετρίᾳ δεικνυμένοις χρώμενός τισι πρὸς ἄλλο τι αὐτοῖς χρῆται ἢ πρὸς τὰ γεωμετρικὰ ὑποκείμενα, ὅτι τούτοις ὑπάρχει καθʼ αὑτά· οὔτε ὁ ἐν τοῖς μουσικοῖς τινι πρός τι ἄλλο ἢ πρὸς τὰ τοῖς μουσικοῖς ὑποκείμενα. διὰ γὰρ τῶν καθʼ αὑτὰ ὑπαρχόντων αἱ τῶν καθʼ αὑτὰ ὑπαρχόντων ἀποδείξεις· καὶ οἱ τοῖς ἀξιώμασι δὴ χρώμενοι πρὸς τὸ γένος ἂν ἐκεῖνο χρῷντο αὐτοῖς, ᾧ ὑπάρχει τὰ ἀξιώματα καθʼ αὑτά· ὑπάρχει δὲ ἑνί τινι, εἴ γε ἔστιν αὐτῶν ἐπιστήμη τις ἀποδεικτική. πᾶσαι δὲ αἱ ἐπιστῆμαι πρὸς τὰ ἀποδεικνύμενα ὑπʼ αὐτῶν χρῶνται τοῖς ἀξιώμασι· πάσαις ἄρα ἔσται τὸ αὐτὸ γένος ὑποκείμενον ταῖς ἐπιστήμαις τῷ πάσας αὐτοῖς χρῆσθαι, ταῦτα δὲ ἑνὶ γένει τινὶ ὑπάρχειν, καὶ μὴ οἷόν τε εἶναι πρὸς ἄλλο τι χρῆσθαι τοῖς τινὶ καθʼ αὑτὸ ὑπάρχουσιν ἀποδεικτικῶς ἢ πρὸς ἐκεῖνο μόνον, ᾧ καθʼ αὑτὸ ἐκεῖνα ὑπάρχει. εἰ δὲ πάσαις ταῖς ἐπιστήμαις τὸ αὐτὸ γένος ὑπόκειται, καὶ πᾶσαι διὰ τῶν αὐτῶν δεικνύουσι — διὰ γὰρ τῶν ἀξιωμάτων —, πᾶσαι ἂν αἱ αὐταὶ εἶεν.

Ἀλλὰ μὴν εἰ ἑτέρα ἡ τῆς οὐσίας καὶ ἡ περὶ τούτων.

Ἐπιχειρήσας πρὸς τὸ μὴ εἶναι τῆς αὐτῆς περί τε τῶν τῆς οὐσίας ἀρχῶν καὶ περὶ τῶν ἀποδεικτικῶν εἰπεῖν ἀλλʼ ἑτέρας, ἔξωθεν δὲ προσεπιχειρήσας ὅτι μηδὲ ἔστιν ἀποδεικτά, ἐφεξῆς ταύτῃ συνεχῆ ἀπορίαν ἀπορεῖ· ζητεῖ γάρ, ποτέρα αὐτῶν ἐστι σοφία καὶ ποτέρα κυριωτάτη καὶ προτέρα, πότερον ἡ περὶ τὰς τῆς οὐσίας ἀρχὰς ἢ ἡ περὶ τὰς τῆς ἀποδείξεως. καὶ ὅτι δὴ εὔλογον εἶναι λέγειν τοιαύτην τὴν περὶ τὰ ἀξιώματα, οὕτως ἐπιχειρεῖ· ἡ περὶ τὰ πρῶτα πρώτη, τὰ δὲ ἀξιώματα πρῶτα, ὃ ἔδειξε διὰ τοῦ εἰπεῖν ὅτι καθόλου — τὰ γὰρ καθόλου πρῶτα τῶν ὑφʼ αὑτὰ δέδεικται τῇ φύσει ὄντα, τοιαῦτα δὲ τὰ ἀξιώματα, κοινὰ πάντων καὶ καθόλου, ἐπεὶ πάντα τὰ δεικνύμενα διὰ τούτων δείκνυται — καὶ πάντων ἀρχαὶ ταῦτα· αἱ δὲ ἀρχαὶ πρῶται οὗ εἰσιν ἀρχαί, ὥστε καὶ ταύτῃ καθόλου. ἡ παραγωγὴ παρὰ τὸ ληφθῆναι ἁπλῶς πρῶτα εἶναι καὶ καθόλου τὰ ἀξιώματα· οὔτε γὰρ τὰ κοινά τινων ἤδη καὶ καθόλου ἐστὶν αὐτῶν, οὔτε τὰ καθόλου ἁπλῶς καὶ κυρίως πρῶτα· ὥστε οὐδʼ ἡ περὶ τὰ καθόλου ἁπλῶς πρώτη καὶ τιμιωτέρα. ἔτι δὲ οὐδὲ δείκνυνται αἱ ἀρχαὶ διὰ τῶν ἀξιωμάτων· οὐδὲ γὰρ ἀποδεικταί.

`191`

Εἴτε ἔστι μὴ τοῦ φιλοσόφου.

Ὅπερ ἠπόρησε πρὸς τὸ τίνος εἶναι — ἢ γὰρ πασῶν τῶν χρωμένων αὐτοῖς ἢ οὐδεμιᾶς — νῦν δείκνυσιν ὅτι εὔλογον τὸν φιλόσοφον περὶ τῶν ἀξιωμάτων, αἵ εἰσιν ἀποδείξεως ἀρχαί, διʼ ὧν τὸ ἐν πᾶσι τοῖς ζητουμένοις ἀληθὲς πρῶτον δείκνυται, πραγματεύεσθαι, ὃ ἐνεδείξατο διὰ τοῦ δεῖξαι ὅτι ἄτοπον τὸ ἄλλον τινὰ λέγειν περὶ τἀληθοῦς καὶ ψευδοῦς πραγματεύεσθαι. τὸ δὲ περὶ αὐτῶν λέγοιτʼ ἂν περὶ τῶν προτάσεων, ἐν αἷς καὶ τὰ ἀξιώματα· τίνος γὰρ ἄλλου τὸ περὶ τοῦ ἐν προτάσεσιν ἀληθοῦς τε καὶ ψευδοῦς διαλαμβάνειν παρὰ τὸν φιλόσοφον; δείκνυται δὲ διὰ τούτων ὅτι εἰ καὶ μὴ τοῦ πρώτου φιλοσόφου ἐστὶ τὸ περὶ ἀποδείξεως καὶ τῶν ταύτης ἀρχῶν διαλαμβάνειν, ἀλλὰ τοῦ φιλοσόφου γε. εἴη δʼ ἄν πως διὰ τούτων καὶ τὸ μέρος φιλοσοφίας εἶναι τὴν ἀποδεικτικὴν πραγματείαν τιθέμενον.

Ὅλως τε τῶν οὐσιῶν πότερον μία πασῶν ἐστιν ἢ πλείους ἐπιστῆμαι.

`192–194`

Ἐπεὶ τῶν οὐσιῶν αἱ μέν εἰσι νοηταί τε καὶ ἀκίνητοι αἱ δὲ ἐν κινήσει τε καὶ αἰσθηταί, ζητεῖ πότερον περὶ πασῶν τῶν οὐσιῶν μιᾶς ἐστι τὸ θεωρεῖν ἐπιστήμης, ἢ πλειόνων καὶ διαφόρων, καὶ εἰ μὴ μιᾶς, ποίας οὐσίας ἐπιστήμην ἡγητέον τὴν προκειμένην νῦν ἡμῖν· ἔστι δὲ αὕτη ἡ σοφία. τὸ γὰρ μίαν πασῶν ὑπολαμβάνειν τῶν οὐσιῶν ἐπιστήμην εἶναι οὔ φησιν εὔλογον εἶναι, καὶ διʼ ὃ ἐπιφέρει· εἰ γὰρ μίαν, μία ἂν εἴη καὶ ἡ ἀποδεικτικὴ πάντων τῶν ταῖς οὐσίαις καθʼ αὑτὰ συμβεβηκότων. πᾶσα γὰρ ἀποδεικτικὴ ἐπιστήμη τῶν τῷ γένει ἐκείνῳ, περὶ ὃ καταγίνεται, καθʼ αὑτὰ ὑπαρχόντων ἐστὶν ἀποδεικτική· ὥστε εἰ καὶ περὶ τῆς οὐσίας μία τις ἐπιστήμη, ἓν ἄν τι γένος εἴη καὶ ἡ οὐσία — εἰ γὰρ ἑνὸς γένους μία ἐπιστήμη, καὶ οὗ ἐπιστήμη μία, ἓν γένος τοῦτο· εἰ δὲ ἓν γένος καὶ ἡ οὐσία, ἑνὶ δὲ γένει τὰ καθʼ αὑτὰ συμβεβηκότα μιᾶς ἀποδεικνύναι, μία ἂν εἴη καὶ ἡ τὰ ταῖς οὐσίαις πάσαις καθʼ αὑτὰ ὑπάρχοντα ἀποδεικνῦσα· ἀποδεικτικῆς γὰρ ἴδιον τὸ περί τι ὑποκείμενον θεωρεῖν τὰ καθʼ αὑτὰ συμβεβηκότα διὰ τῶν ἀξιωμάτων τε καὶ κοινῶν δοξῶν. περὶ οὖν τὸ αὐτὸ γένος ἀντὶ τοῦ περὶ οὖν ἓν γένος, τὰ καθʼ αὑτὰ συμβεβηκότα διὰ τῶν κοινῶν δοξῶν, τουτέστι μιᾶς ἐστι τὸ θεωρῆσαι. δοκεῖ δὲ ἀπὸ τοῦ συμβεβηκότος τὸ ἄτοπον ἐπάγειν· λαβὼν γὰρ ὅτι τῆς ἐπιστήμης τὸ τὰ συμβεβηκότα τῷ γένει τῷ ὑποκειμένῳ αὐτῇ ἀποδεικνύναι, ἐπεὶ τῇ οὐσίᾳ πάντα τὰ ἄλλα συμβέβηκε, κατὰ τοὺς λέγοντας μίαν εἶναι τὴν περὶ τὰς οὐσίας ἐπιστήμην, κατὰ τούτους γίγνεται μιᾶς περὶ πάντων τῶν ὄντων λέγειν· πάντα γὰρ τὰ παρὰ τὴν οὐσίαν ὄντα τῇ οὐσίᾳ συμβέβηκε. διὰ τοῦτο γὰρ καὶ οὕτως εἶπε, καὶ γὰρ ἂν ἀποδεικτικὴ μία περὶ πάντων εἴη τῶν συμβεβηκότων, οὐκέτι τὸ ἑξῆς προστιθεὶς αὐτῷ. περί τε γὰρ ὃ μιᾶς καὶ ἐξ ὧν μιᾶς, εἴτε τῆς αὐτῆς εἴτε ἄλλης. τοῦτό μοι δοκεῖ τοιοῦτον εἶναι. εἰπὼν ὅτι εἰ ἓν γένος ἐστὶν ἡ οὐσία ὑποκείμενον, ἔσται μία καὶ ἡ ἁπάντων τῶν καθʼ αὑτὰ ὑπαρχόντων τῇ οὐσίᾳ ἀποδεικτικὴ ἐπιστήμη, ἐπήνεγκε καθόλου περί τε γὰρ ὃ μιᾶς καὶ ἐξ ὧν μιᾶς, εἴτε τῆς αὐτῆς εἴτε ἄλλης· ὥστε καὶ τὰ συμβεβηκότα, εἴτε αὐταὶ θεωροῦσιν εἴτε ἐκ τούτων μία. καὶ εἴη ἂν τὸ λεγόμενον τοιοῦτον. τῆς αὐτῆς ἐστιν ἐπιστήμης τὸ ὑποκείμενον θεωρεῖν τί ποτε ἔστι, καὶ τὰ τούτῳ καθʼ αὑτὰ ὑπάρχοντα· ἐκ γὰρ τούτων καὶ ἐν τούτοις ἐκείνῳ τὸ εἶναι. ἀλλὰ μὴν ἧς τὸ τὰ καθʼ αὑτά τινι ὑπάρχοντα εἰδέναι, ταύτης καὶ τὸ ἀποδεικνύναι τὰ καθʼ αὑτὰ συμβεβηκότα ἐκείνῳ. δύναται δὲ τὸ καὶ ἐξ ὧν μιᾶς εἰρηκέναι ἀντὶ τοῦ καὶ ἐξ ὧν αἱ περὶ ἐκείνου τοῦ ὑποκειμένου ἀποδείξεις γιγνόμεναι· διὰ γὰρ τῶν καθʼ αὑτὰ ὑπαρχόντων αἱ ἀποδείξεις, ἃ δεῖ εἰδέναι τὸν περὶ ἐκεῖνο καταγινόμενον· ὥστε οὗ τὸ εἰδέναι τὴν ὑποκειμένην φύσιν, τούτου τὸ καὶ τὰ ταύτῃ ὑπάρχοντα εἰδέναι καθʼ αὑτά· διὰ γὰρ τούτων ἡ γνῶσις τῆς οὐσίας τοῦ προκειμένου, διʼ ὧν καὶ αἱ περὶ τῶν ὑπαρχόντων αὐτῇ ἀποδείξεις. ἧς δὲ τὸ ταῦτα εἰδέναι, ταύτης καὶ τὸ τὰ καθʼ αὑτὰ συμβεβηκότα τῷ γένει τούτῳ δεικνύναι, τουτέστι τὰ διʼ ἀποδείξεως ὑπάρχειν δεικνύμενα αὐτῷ. οὗ γὰρ τὸ εἰδέναι τό τε ὑποκείμενον γένος καὶ διʼ ὧν τὰ τούτῳ ὑπάρχοντα δείκνυται, τούτου καὶ τὸ ἀποδεικνύναι τὰ ὑπάρχοντα αὐτῷ· οὗ δὲ τὸ ἀποδεικνύναι τινά, τούτου καὶ τὸ εἰδέναι. εἴτʼ οὖν μία ἐστὶν ἡ περὶ τὸ ὑποκείμενον γένος καὶ τὴν οὐσίαν πραγματευομένη τῷ ἓν αὐτὸ εἶναι καὶ μίαν τινὰ φύσιν, μιᾶς ἔσται καὶ τὸ πάντα τούτῳ τὰ καθʼ αὑτὰ συμβεβηκότα ἀποδεικνύναι· εἴτε πλειόνων καὶ ἄλλης ἢ περὶ τὸ λαμβανόμενον γένος καὶ τὴν οὐσίαν πραγματεύεσθαι τῷ μὴ εἶναί τινα μίαν φύσιν αὐτοῦ — οὐ γὰρ εἴ τινα ὑφʼ ἓν τὸ ἀνωτέρω γένος ἐστίν, ἤδη περὶ τούτων μιᾶς τὸ θεωρεῖν ἐπιστήμης, ἀλλὰ δεῖ ὁμοειδὲς εἶναι καὶ μιᾶς φύσεως τὸ ἑκάστῃ ἐπιστήμῃ ὑποκείμενον, περὶ ὃ πραγματεύεται —, πλειόνων δὴ καὶ τῶν αὐτῶν ἔσται τὸ καὶ τὰ ὑπάρχοντα αὐτῷ ἀποδεικνύναι· ὅσαι γὰρ περὶ τὸ ὑποκείμενον, τοσαῦται καὶ περὶ τὰ καθʼ αὑτὰ τούτῳ ὑπάρχοντα καὶ συμβεβηκότα. τὸ δὲ ὥστε καὶ τὰ συμβεβηκότα, εἴτε αὐταὶ θεωροῦσιν εἴτε ἐκ τούτων μία ἴσον ἂν σημαίνοι τῷ τῶν αὐτῶν ἔσται, ὧν ἥ τε περὶ τοῦ ὑποκειμένου γένους θεωρία καὶ ἡ περὶ τὰ διʼ ὧν τὰ τούτῳ ὑπάρχοντα ἀποδείκνυται, καὶ ἡ τῶν καθʼ αὑτὰ συμβεβηκότων καὶ ἀποδεικνυμένων ὑπάρχειν αὐτῷ γνῶσις. εἴτε οὖν πλείους ἐκεῖναι ὡς κεχωρίσθαι ἀπʼ ἀλλήλων, πλείους καὶ αἱ ταῦτα ἀποδεικνῦσαι, εἴτε ἐκεῖναι μία ἐκ πλειόνων ἐπιστημῶν ὡς μερῶν οὖσα, οὕτως ἕξει καὶ ἡ τὰ καθʼ αὑτὰ ὑπάρχοντα δεικνῦσα τούτῳ τῷ γένει· μία μὲν γὰρ ἔσται, ἐκ πλειόνων μέντοι ἐπιστημῶν ὡς μερῶν ἠθροισμένη. τοῦτο δὲ προσέθηκεν, ἐπεὶ δοκεῖ ἡ περὶ τὴν οὐσίαν πραγματεία ἅπασα φιλοσοφία εἶναι, οὐ μὴν πᾶσα πάσης τῆς οὐσίας ἐστίν, ἀλλὰ κατὰ μὲν ἄλλο μέρος αὐτῆς τῆς αἰσθητῆς τε καὶ φυσικῆς, κατʼ ἄλλο δὲ τῆς νοητῆς. ὡς δὲ ἐπʼ ἄτοπόν τι ἐπαγαγὼν τὸ μίαν ἔσεσθαι τῶν καθʼ αὑτὸ ὑπαρχόντων τῆς οὐσίας ἀποδεικτικήν, ἐπαύσατο μηδὲν ἐπενεγκών· ἄλογον γὰρ δόξει τὴν αὐτὴν ἐπιστήμην εἶναι θεωρητικὴν περί τε τῶν τῇ αἰσθητῇ οὐσίᾳ συμβεβηκότων καὶ περὶ τῶν τῇ νοητῇ. πῶς δὲ οὖν οὐχ ἓν γένος ἡ οὐσία, ἐπιζητήσαι ἄν τις, εἰ περὶ ἓν γένος οὐ τὸ κοινόν, ὡς εἶπε, νῦν λέγει, ἀλλὰ καὶ περὶ ἓν εἶδος καὶ μίαν τινὰ ὁμοειδῆ φύσιν. οὕτω γὰρ ἡ ἐπιστήμη περὶ ἓν γένος, οὐχ ὅτι μία περὶ πάντα τὰ ἐκ τοῦ αὐτοῦ τοῦ ἀνωτάτου καὶ κοινοτάτου γένους, ἀλλʼ ὅτι περὶ τὰ τοῦ αὐτοῦ εἴδους καὶ λόγου κεκοινωνηκότα. δύναται καὶ οὕτως τις ἀκοῦσαι τοῦ περί τε γὰρ ὃ μιᾶς καὶ ἐξ ὧν μιᾶς· οὗ γένους μία ἡ τὸ τί ἐστιν ἕκαστον τῶν ὑπʼ αὐτὸ καὶ τὸν ὁρισμὸν ζητοῦσα, τούτῳ μία καὶ ἡ τῶν ὑπαρχόντων αὐτῷ καὶ ἐξ ὧν ἐστιν αὐτῷ τὸ εἶναι γνωστική τε καὶ δεικτική· διὰ γὰρ τῶν καθʼ αὑτὰ ὑπαρχόντων ἑκάστῳ καὶ τῶν συμβεβηκότων αὐτῷ καθʼ αὑτὸ αἱ ἀποδείξεις. μιᾶς δὲ ἐπιστήμης τὸ τὰ καθʼ αὑτὰ ὑπάρχοντα ἑνί τινι γένει εἰδέναι· οὗ γὰρ ἡ ὁριστικὴ μία, καὶ ἡ ἀποδεικτική. τὸ μὲν γὰρ ὅ τὴν οὐσίαν καὶ τὸ τί ἦν εἶναι σημαίνει, τὸ δὲ εἴτε τῆς αὐτῆς  <span class="gap">…</span> τό τε ὁρίσασθαι τὸ αὐτὸ καὶ ἀποδεῖξαι τὰ καθʼ αὑτὰ ὑπάρχοντα τῷ αὐτῷ τούτῳ, τουτέστιν εἴτε ἡ αὐτὴ ἐπιστήμη ἐστὶν ὁριστική τε καὶ ἀποδεικτική, εἴτε ἑτέρα ἐστὶ καὶ μὴ μιᾶς ἄμφω μόρια, ἀκολουθήσει οὖν τὰ καθʼ αὑτὰ συμβεβηκότα τῷ αὐτῷ γένει μίαν ἀποδεικνύναι· λείπει γὰρ τοῦτο τῇ λέξει τῇ ὥστε καὶ τὰ συμβεβηκότα· ἐνδεῖ γὰρ αὐτῷ τὸ μιᾶς ἔσται θεωρεῖν τε καὶ δεικνύναι. ἧς γὰρ τὸ εἰδέναι τὰ ἐξ ὧν, ταύτης καὶ τὸ τὰ συμβεβηκότα τῷ ὑποκειμένῳ δεικνύναι, εἴτε ἑκατέρα τούτων ἑτέρα οὖσα τὰ καθʼ αὑτὰ ὑπάρχοντα τῷ ὑποκειμένῳ θεωρεῖ, ἡ μὲν λαμβάνουσα ὁριστική, ἡ δὲ ἀποδεικνύουσα ἀποδεικτική, εἴτε καὶ μία τίς ἐστιν ἐπιστήμη ἐξ ἀμφοτέρων τοῦ τε ὁρίζεσθαι καὶ τοῦ ἀποδεικνύναι συγκειμένη· ὡς γὰρ μία ἡ ὁριστική τε καὶ δεικτικὴ τοῦ τί ἦν εἶναι τοῦ ἑνός, οὕτω μία καὶ ἡ ἀποδεικτική. γράφεται ἔν τισιν ἀντὶ τοῦ εἴθʼ αὗται «εἴθʼ αἱ αὐταί»· καὶ εἴη ἂν διὰ τούτου τὸ λεγόμενον, εἴτε αἱ αὐταὶ ἀλλήλαις εἰσὶν ἥ τε ὁριστικὴ περὶ τοῦ αὐτοῦ γένους καὶ ἡ ἀποδεικτική, εἴτε οὔκ εἰσι μὲν αἱ αὐταί, μόρια δέ ἐστι μιᾶς, ὥστε ἐξ ἀμφοτέρων συγκεῖσθαι τὴν τοῦ ὑποκειμένου γένους ἐπιστήμην.

Ἔτι δὲ πότερον περὶ τὰς οὐσίας ἡ θεωρία μόνον ἐστὶν ἢ καὶ τὰ συμβεβηκότα ταύταις.

`195`

Καὶ αὕτη ἡ ἀπορία προείρηται ὑπʼ αὐτοῦ ἐν τῇ τῶν ἀποριῶν ἐκθέσει. ὃ δὲ ἀπορεῖ διὰ τούτων δόξει τῷ προειρημένῳ ἀκόλουθον εἶναι τῷ περί τε γὰρ ὃ μιᾶς καὶ ἐξ ὧν μιᾶς, εἴτε τῆς αὐτῆς εἴτε ἄλλης. εἰπὼν γὰρ διʼ ἐκείνων τὸ μιᾶς εἶναι ὥσπερ τὸ ὁρίσασθαι τὸ ὑποκείμενον γένος, οὕτω καὶ τὸ ἀποδεῖξαι τὰ καθʼ αὑτὰ συμβεβηκότα αὐτῷ, εἶτα ἀπορήσας τὸ εἴτε τῆς αὐτῆς ἄμφω ἐστίν, εἴτε ἄλλης μὲν τὸ ὁρίσασθαι ἄλλης δὲ τὸ ἀποδεῖξαι, νῦν περὶ τούτου καθʼ αὑτὸ ἀπορεῖ καὶ ζητεῖ πότερον ἡ ἐπιστήμη ἡ προκειμένη ἡμῖν — αὕτη δέ ἐστιν ἡ σοφία — τῶν οὐσιῶν μόνων ἐστὶ θεωρητική, τί ἐστι τὸ εἶναι τῇ οὐσίᾳ ἐξετάζουσα καὶ τίς ἡ φύσις αὐτῆς ὁριζομένη, ἢ καὶ τὰ συμβεβηκότα καθʼ αὑτὰ τῇ οὐσίᾳ ἡ αὐτὴ θεωρεῖ, ὡς εἶναι ἅμα καὶ ἀποδεικτική. εἰ μὲν γὰρ τῆς αὐτῆς τὴν οὐσίαν θεωρεῖν καὶ τὰ καθʼ αὑτὰ συμβεβηκότα, αὕτη ἂν εἴη ἀποδεικτική· ἀποδεικτικῆς γὰρ τὸ ἀποδεικνύναι τὰ καθʼ αὑτὰ ὑπάρχοντα τῇ οὐσίᾳ. ᾧ ἐπήνεγκεν ὡς ἄτοπον τὸ ἀποδεικτικὴ ἂν εἴη καὶ ἡ τῆς οὐσίας, ὡς ἑπόμενον τῇ ἀποδεικτικῇ λαμβάνων τὸ περὶ ὧν τὸν λόγον καὶ τὴν θεωρίαν ποιεῖται ταῦτα ἀποδεικνύναι. οὐ δοκεῖ δὲ, φησί, τοῦ τί ἐστιν ἀπόδειξις εἶναι, τὸ μὲν τοῦ ὁρισμοῦ καὶ τοῦ τί ἐστι μὴ εἶναι ἀπόδειξιν ὑγιῶς λαμβάνων — ἔδειξε γὰρ τοῦτο ἐν τοῖς Ὑστέροις ἀναλυτικοῖς· οὐ μὴν πάντως ἕπεται, εἰ ἡ αὐτὴ εἴη τῆς τε οὐσίας καὶ τοῦ τί ἐστιν ἡ οὐσία θεωρητικὴ καὶ τῶν καθʼ αὑτὰ τῇ οὐσίᾳ ὑπαρχόντων, ἤδη τοῦ τί ἐστιν ἀποδεικτικὴν αὐτὴν εἶναι· οὐ γὰρ εἰ ἡ τῆς οὐσίας θεωρητικὴ καὶ ἀποδεικτική, ἤδη καὶ τῆς οὐσίας ἀποδεικτική· τὸ μὲν γὰρ τί ἐστιν ὁριστικῶς λήψεται, ἀποδείξει δὲ τὰ καθʼ αὑτὰ ὑπάρχοντα· ταῦτα γάρ ἐστιν ἀποδεικτά. οὐ γὰρ εἰ ἡ αὐτὴ περὶ ἀμφοῖν, ἤδη καὶ ὁμοίως περὶ ἀμφοῖν· οὐ γὰρ γίνεται ταὐτὸν θάτερον θατέρῳ τὸ ὁρίσασθαι τῷ ἀποδεῖξαι, εἰ ἄμφω ἑνὸς εἴη. ὁ δὲ λαβὼν τὸ ἀποδεικτικὴν ἔσεσθαι τὴν τῆς οὐσίας ἐπιστήμην, μετήνεγκε τὸ καὶ τὴν οὐσίαν τῆς ἀποδείξεως ἔσεσθαι, ὡς τῆς ἀποδεικτικῆς τὸ διʼ ἀποδείξεως τὸ προκείμενον αὐτῇ θεωρεῖν οἰκεῖον. βουλόμενος δὲ ἡμῖν ἐνδείξασθαι πῶς εἶπε τὸ πότερον περὶ τὰς οὐσίας ἡ θεωρία μόνον ἐστὶν ἢ περὶ τὰ συμβεβηκότα ταύταις, παρέθετο τὰ τῇ γεωμετρίᾳ ὑποκείμενα στερεά, ἐπίπεδα καὶ γραμμάς, εἴ γε ταῦτα οὐσίας λέγει, ἐπεὶ τούτοις ἔστι τινὰ καθʼ ἑαυτὰ ὑπάρχοντα, περὶ ὧν ἡ ἀπόδειξις τῷ γεωμέτρῃ, λέγει, εἰ τοῦ αὐτοῦ ἔσται τί ἕκαστον τούτων ἐστὶ θεωρεῖν, καὶ ὁρίζεσθαι τί στερεὸν ἢ ἐπίπεδον, τί γραμμὴ καὶ τίνα ἐστὶν ἑκάστῳ τούτων τὰ καθʼ αὑτὰ ὑπάρχοντα. ὁρισμὸς μὲν γὰρ γραμμῆς μῆκος ἀπλατές, καθʼ αὑτὸ δὲ αὐτῇ ὑπάρχει, ἂν οὕτω τύχῃ, τὸ εἶναι ἢ εὐθείᾳ ἢ περιφερεῖ, καὶ τὸ ἂν εὐθεῖα ἐπʼ εὐθεῖαν σταθεῖσα τὰς ἐφεξῆς γωνίας ἴσας ἀλλήλαις ποιῇ ὀρθὴν ἑκατέραν εἶναι τῶν ἴσων γωνιῶν, καὶ τὴν ἐφεστηκυῖαν κάθετον εἶναι ἐφʼ ἣν ἐφέστηκε, καὶ ὅσα τοιαῦτα. σχεδὸν δὲ καὶ διὰ τοῦ παραδείγματος ἔλυσε τὴν ἀπορίαν, ἣν ἐπιφέρει. οἱ γοῦν γεωμέτραι περὶ ἀμφοτέρων λέγοντες οὐκ ἀποδεικνύουσι τοὺς ὁρισμούς, ἀλλὰ τὸ μὲν εἶναι ἐπίπεδον τὸ μῆκος καὶ πλάτος μόνον ἔχον λαμβάνοντες χωρὶς ἀποδείξεως αὐτῷ χρῶνται, τὸ δὲ τινὰ μὲν τοῖς εὐθυγράμμοις ὑπάρχειν τῶν ἐπιπέδων τινὰ δὲ τοῖς περιφερογράμμοις καθʼ αὑτὸ ἀποδεικνύουσι, καὶ οὐ διὰ τοῦτο γίνεται τοῦ τί ἐστιν ἀπόδειξις. οἱ μὲν οὖν γεωμέτραι οὐκ ἔχουσιν οὐσίας τὰ ὑποκείμενα αὐτοῖς ἃ ὁρίζονται, ἡ δὲ φυσικὴ οὐσίας τε ἔχει τὰ ὑποκείμενα καὶ οὐδὲν ἔλαττον αὐτάς τε ὁρίζεται, καὶ τίνα ἐστὶν αὐταῖς τὰ καθʼ αὑτὰ ὑπάρχοντα ἀποδείκνυσιν· οὐ γὰρ δὴ τί μέν ἐστι κόσμος ἢ ἥλιος ἤ τις ἄλλη τῶν φυσικῶν οὐσιῶν ἀποδείκνυσιν, οὐκέτι δὲ περὶ τῶν σχημάτων ἢ κινήσεως ἢ τόπων, ἢ ὅσα ἄλλα καθʼ αὑτὰ ὑπάρχει τοῖς φυσικοῖς, λέγει τε καὶ ἀποδείκνυσιν. ὁμοίως δὴ εἰ καὶ ταῖς πρῶταις οὐσίαις ἔστι τι συμβεβηκός, ὁ περὶ τῆς οὐσίας αὐτῶν θεωρῶν καὶ περὶ ἐκείνων ἐρεῖ τε καὶ ἀποδείξει. ἐπενεγκὼν δὲ τῷ εἰ τῆς αὐτῆς ἐπιστήμης περὶ ἀμφοτέρων ἐπισκοπεῖν ὡς ἄτοπον τὸ ἔσεσθαι ὁρισμοῦ καὶ τοῦ τί ἦν εἶναι ἀπόδειξιν, εἰ μὴ οὕτως ἔχει, ὡς τῆς αὐτῆς εἶναι τὸ περὶ ἀμφοτέρων θεωρῆσαι, πάλιν τί ἕπεται ἄτοπον λέγει· τίς γὰρ ἔσται ἐπιστήμη παρὰ τὴν τῆς οὐσίας θεωρητικὴν ἡ τῶν καθʼ αὑτὰ ὑπαρχόντων τῇ οὐσίᾳ θεωρητική τε καὶ ἀποδεικτική, διαφέρουσα ἐκείνης, εὑρεῖν χαλεπόν· τὸ ὑγιὲς ἐπενεγκών, ὅτι οὐ ῥᾴδιον εὑρεῖν ἄλλην μὲν τὴν περὶ τοῦ τί ἐστι τὸ ὑποκείμενον πραγματευομένην, ἄλλην δὲ περὶ τοῦ τὰ ὑπάρχοντα αὐτῷ καθʼ αὑτά, οὔτε ἐπʼ ἄλλου τινὸς γένους οὔτε ἐπὶ τῆς οὐσίας· οὐ γὰρ οἷόν τε ἀγνοοῦντά τινος τὴν οὐσίαν τὰ καθʼ αὑτὰ αὐτῷ ὑπάρχοντα δεικνύναι.

`196`

Ἐπὶ τούτοις ἀπορεῖ, ὃ καὶ αὐτὸ κατʼ ἀρχὰς προέβαλε — τέταρτον γὰρ τοῦτο ὧν προέβαλε —, πότερον δεῖ τὰς αἰσθητὰς οὐσίας μόνας ἡγεῖσθαι εἶναι, ἢ εἰσί τινες καὶ ἄλλαι παρὰ ταύτας οὐσίαι καθʼ αὑτάς. προστίθησι δὲ τούτῳ τῷ εἶναί τινας παρὰ τὰς αἰσθητάς, ὃ καὶ ἐν τῇ ἐκθέσει τῶν ἀποριῶν προσέθηκε, τὸ πότερον μοναχῶς εἰσιν αὗται ἢ πλείω γένη τῶν τοιούτων εἰσὶν οὐσιῶν, ὡς εἶναι τὰς μέν τινας ἰδέας τε καὶ παραδείγματα, τὰς δέ τινας μεταξὺ τῶν τε ἰδεῶν καὶ τῶν αἰσθητῶν, ὡς τὰς μαθηματικάς· ταύτην γὰρ τὴν χώραν τοῖς μαθηματικοῖς ἔταττον οἱ περὶ Πλάτωνα, οὐσίας καθʼ αὑτὰς λέγοντες εἶναι, ἔξω ὄντα καὶ κεχωρισμένα τῶν τε αἰσθητῶν καὶ τῶν ἰδεῶν. καὶ περί γε τούτου τὰ ἑξῆς λέγει, ζητῶν εἰ πλείω γένη τῶν οὐσιῶν. καὶ ὅτι μὴ δόξει πλείω εἶναι, δείξει διὰ τοῦ ἀνελεῖν τὰ λεγόμενα.

Ὡς μὲν οὖν λέγομεν τὰ εἴδη αἴτιά τε καὶ οὐσίας εἶναι καθʼ αὑτάς, εἴρηται ἐν τοῖς πρώτοις λόγοις.

Ἐλθὼν ἐπὶ τὸ ἀπορεῖν πότερον αἱ αἰσθηταὶ μόναι εἰσὶν οὐσίαι ἢ καὶ ἄλλαι παρὰ ταύτας, καὶ εἰ πλείω γένη τῶν παρὰ τὰς αἰσθητὰς οὐσίας, ὡς ἐδόκει τοῖς παλαιοῖς τοῖς περὶ Πλάτωνα τιθεμένοις καὶ τὰς ἰδέας καὶ τὰς μαθηματικάς, περὶ τούτων ζητεῖ εἰ εἶναι δύνανται τοιαῦται οὐσίαι τινές. μέλλων δὲ πρὸς αὐτὰς λέγειν, πρῶτον ὑπομιμνήσκει ἡμᾶς ὁποίας τινὰς ἔλεγον αὐτὰς εἶναι, ἀναπέμπων εἰς τὰ εἰρημένα ἐν τῷ πρώτῳ. ὅθεν καὶ δῆλον ἐκ πλειόνων ἤδη ὅτι κἀκεῖνο Ἀριστοτέλους τέ ἐστι καὶ ἐκ ταύτης τῆς πραγματείας. καὶ γὰρ ἐν τῷ ἤθει ὁμοίως ἐκεῖ τε περὶ αὐτῶν εἴρηκε καὶ ἐνταῦθα ἐμνημόνευσεν· ὡς γὰρ περὶ οἰκείας τῆς δόξης τῆς περὶ ἰδεῶν οὔσης τοὺς λόγους ἐν ἀμφοτέροις πεποίηται. τὸ δὲ ὡς μὲν οὖν ἴσον ἐστὶ τῷ πῶς μὲν οὖν. εἴρηκε δὲ ἐν τῷ πρώτῳ ὅτι οὐσίας ὁριστικὰς αὐτὰς καθʼ αὑτὰς ἔλεγον εἶναι τὰς ἰδέας, κεχωρισμένας τῶν αἰσθητῶν, πρὸς παραδείγματα δὲ τὰς αἰσθητὰς τὸ εἶναι ἔχειν, καὶ ὑπῆγον αὐτὰς αἰτίῳ τῷ κατʼ εἶδος καὶ τὸ τί ἦν εἶναι.

Πολλὰς δʼ ἐχόντων δυσκολίας οὐδενὸς ἧττον ἄτοπον τὸ φάναι μὲν εἶναί τινας φύσεις παρὰ τὰς ἐν τῷ οὐρανῷ.

`197`

Τίνες μὲν αἱ πολλαὶ δυσκολίαι, εἴρηκεν ἐν τῷ πρώτῳ. τὸ δὲ παρὰ τὰς ἐν τῷ οὐρανῷ λέγει ἀντὶ τοῦ παρὰ τὰς αἰσθητάς τε καὶ ἐν τῷ κόσμῳ — οὐρανὸν γὰρ τὸν κόσμον λέγει — ὡς καὶ ἐν τόπῳ οὔσας καὶ φύσει συνεστώσας· ταῦτα γὰρ λέγοιτʼ ἂν κυρίως ἐν οὐρανῷ. φησὶ δὲ πολλῶν ὄντων ἀτόπων τῶν ἑπομένων τῷ περὶ τῶν ἰδεῶν δόγματι — καὶ γὰρ τίς ἡ ὑπόστασις αὐτῶν ἀπορεῖ, πότερον ἡ οὐσία ἢ οὔ, καὶ τίς ὁ τῆς μεθέξεως τρόπος, καὶ ὅσα ἐν τῷ πρώτῳ προσηπόρησε τῇ δόξῃ —, οὐδενὸς ἧττον ἄτοπον εἶναι καὶ ὃ νῦν τίθησιν ὡς ἑπόμενον αὐτοῖς. λέγουσι μὲν γὰρ εἶναί τινας φύσεις παρὰ τὰς αἰσθητὰς καὶ φύσει συνεστώσας ταύτας, ἃς δὴ καὶ ἰδέας λέγουσι, ταύτας δὲ τὰς φύσεις τὰς αὐτὰς τίθενται τοῖς αἰσθητοῖς καὶ ἐν τῷ οὐρανῷ οὖσι, μόνῳ τῷ ἀιδίους εἶναι τῶν αἰσθητῶν διαφερούσας. ὃ ὅτι ἕπεται τῷ δόγματι, ἐπιστώσατο ἐκ τοῦ ὑπʼ αὐτῶν λεγομένου· αὐτὸ γὰρ ἄνθρωπόν φασιν εἶναι καὶ αὐτοΐππον καὶ αὐτοϋγίειαν, ἄλλο δὲ οὐδὲν λέγουσι περὶ αὐτῶν. εἰ δέ ἐστι κἀκεῖνα ἄνθρωποι καὶ ἵπποι, μόνῳ τῷ αὐτό διαφέροντες τῶν αἰσθητῶν, τὰ μὲν ἄλλα τοῖς αἰσθητοῖς ἕξουσι ταὐτά — τοὺς γοῦν ὁρισμοὺς ἐκείνων λέγοντες εἶναι ἐφαρμόζειν φασὶν αὐτοὺς καὶ τούτοις —, διοίσουσι δὲ μόνῳ τῷ ἀίδιοι εἶναι· τούτου γὰρ μηνυτικὸν εἶναι δοκεῖ τὸ προσκείμενον, ὅπερ ἐστὶ τὸ αὐτό· ὥστε ἔσται κἀκεῖνα αἰσθητά. ὡς γὰρ οἱ θεοὺς λέγοντες καὶ τούτους ἀνθρωπομόρφους ποιοῦντες ἀνθρώπους ἀιδίους αὐτοὺς ἐποίουν, διὰ τοῦ θεοῦ ὀνόματος τὸ ἀίδιον αὐτῶν κατηγοροῦντες, οὕτω καὶ οἱ τὰ αὐτὰ τοῖς αἰσθητοῖς τὰ εἴδη ποιοῦντες πλεονεκτοῦντα τῇ τοῦ αὐτό προσθήκῃ αἰσθητὰ ἐποίουν ἀίδια τὰς ἰδέας· ἀδύνατον γὰρ ἄνθρωπόν τι ὂν ἢ ἵππον, καὶ τὸν τούτων λόγον ἀναδεξάμενον, μὴ αἰσθητὸν καὶ αἰσθητικὸν εἶναι. εἰ δὲ τοῦτο, οὐκ ἂν εἴη διὰ τῆς τῶν ἰδεῶν θέσεως ἀναιρούμενον τὸ μόνον εἶναι τὰς αἰσθητὰς οὐσίας. ὃ δὲ ἐν τῷ Α τῷ μείζονι λέγων πρὸς τὰς ἰδέας πρῶτον ἔθηκε, τὸ ὅτι βουλόμενοι ἐπιστήμην τινὰ τῶν ὄντων λαβεῖν ἦλθον ἐπὶ τὸ τὰς αἰτίας αὐτῶν ζητεῖν, ἰσαρίθμους δὲ ποιήσαντες ταῖς προϋπαρχούσαις οὐσίαις ἡγοῦντο τὴν ἐπιστήμην αὐτῶν οὕτως ἕξειν, καὶ νῦν ἐξηγήσατο πῶς εἴρηται διὰ τοῦ οὐδὲν γὰρ ἄλλο ἢ ἴσας καὶ τὰς αὐτὰς ταῖς ζητουμέναις οὐσίαις οὐσίας ἀιδίους ἔλαβον οἱ τὰς ἰδέας θέμενοι, εἴ γε μόνῃ τῇ τοῦ αὐτό προσθήκῃ διαφέρει τῶν αἰσθητῶν, ὃ τοῦ ἀιδίου ἂν εἴη δηλωτικόν.

Ἔτι δὲ εἴ τις παρὰ τὰ εἴδη καὶ τὰ αἰσθητὰ μεταξὺ τίθεται, πολλὰς ἀπορίας ἕξει.

`198`

Ἀπορήσας πρὸς τὰς ἰδέας μετελήλυθεν ἐπὶ τὰ μεταξὺ λεγόμενα εἶναι αὐτῶν τῶν ἰδεῶν καὶ τῶν αἰσθητῶν, ταῦτα δέ ἐστι τὰ μαθηματικά, ἃ οὐσίας ἔλεγον καὶ αὐτὰς καθʼ αὑτὰς ὑφεστώσας, καί φησι πολλὰς ἀπορίας ἕπεσθαι τῇ δόξῃ ταύτῃ. διὰ δὲ τούτων δείκνυσιν ὅτι ἡ τῶν οὐσιῶν τῶν παρὰ τὰς αἰσθητὰς φύσις δύσληπτος. τίθησι δὲ καὶ τὰς ἀπορίας. ὡς γὰρ ἐπὶ γραμμῆς ἔχει — ἔστι γάρ τις γραμμὴ κατʼ αὐτοὺς παρά τε τὴν αἰσθητὴν καὶ τὴν ἰδέαν ἡ μαθηματική, περὶ ἣν ἡ γεωμετρία πραγματεύεται —, οὕτως ἕξει καὶ ἐπὶ τῶν ἄλλων, δηλονότι τῶν μαθηματικῶν· πάντες γὰρ οἱ μαθηματικοὶ ἕξουσί τινας μεταξὺ φύσεις, περὶ ὧν θεωροῦσιν. ἐπεὶ οὖν ἐστιν ἐν ταῖς μαθηματικαῖς καὶ ἡ ἀστρολογία, οὖσα περὶ τοῦ οὐρανοῦ καὶ περὶ ἡλίου καὶ σελήνης καὶ τῶν ἄλλων ἄστρων, ἔσται καὶ τούτων ἕκαστον μεταξὺ τῶν αἰσθητῶν, οὐρανοῦ καὶ ἡλίου καὶ σελήνης καὶ τῶν ἄλλων ἄστρων, καὶ τῶν ἰδεῶν, περὶ ὧν ὁ μαθηματικὸς ἢ ἀστρολόγος λέγει. πῶς δὲ οἷόν τε εἶναι ἥλιόν τινα μαθηματικὸν μὴ κινούμενον, ἢ κόσμον ἢ ἄλλο τι τῶν ἄστρων; ἡ γὰρ οὐσία καὶ ἡ φύσις τούτων μετὰ τῆς τοιᾶσδε κινήσεως· οἱ δὲ λέγουσι τὰ μαθηματικὰ ἀκίνητα εἶναι. πολὺ δʼ ἔτι ἀλογώτερον τοῦ λέγειν κόσμον καὶ ἥλιον ἀκίνητα τὸ λέγειν εἶναι μὲν αὐτὰ κινούμενα, οὐκ αἰσθητὰ δὲ ἀλλὰ μαθηματικά· ἀδύνατον γὰρ κινεῖσθαι τὸ μὴ ὂν ἔνυλον καὶ τῇ αὑτοῦ φύσει αἰσθητόν. ἕποιτο δʼ ἂν τοῦτο τὸ ἄτοπον καὶ τοῖς λέγουσιν ἰδέαν τινὰ εἶναι οὐρανοῦ αὐτοούρανον καὶ ἡλίου αὐτοήλιον· πῶς γὰρ οἷόν τε ἐπινοῆσαί τι τούτων ἀκίνητον; ὁ αὐτὸς δὲ λόγος ὁ ἐπὶ τῆς ἀστρολογίας οὗτος καὶ ἐπὶ τῆς ὀπτικῆς, περὶ ὧν πραγματεύεται αὕτη, καὶ περὶ τῆς ἁρμονικῆς τῆς μαθηματικῆς· αὕτη δέ ἐστιν οὐχ ἡ τὰς χορδὰς ἁρμοζομένη — αὕτη γὰρ δοκεῖ αὐτοῖς περὶ τὰ αἰσθητὰ εἶναι —, ἀλλʼ ἡ δεικνῦσα ἐν τίνι λόγῳ ἀριθμῶν ἐστιν ἑκάστη συμφωνία· αὕτη γὰρ ἡ μαθηματική, ἥτις δηλονότι περὶ τὰ μαθηματικὰ ἔσται. πᾶσαι γὰρ αὗται μαθηματικαὶ οὖσαι ἕξουσί τινας οὐσίας μαθηματικὰς ὑποκειμένας, μεταξὺ οὔσας τῶν τε αἰσθητῶν καὶ τῶν ἰδεῶν· πῶς δὲ οἷόν τε ὁρατά τινα εἶναι μὴ αἰσθητά, περὶ ἃ ἡ ὀπτική, ἢ ἀκουστὰ μὴ αἰσθητά, περὶ ἃ ἡ ἁρμονική; τὸ γὰρ ὀπτικῇ εἶναι τὸ περὶ ὁρατῶν λέγειν καὶ τὸ ἁρμονικῇ τὸ περὶ ἀκουστῶν. τούτῳ γὰρ ἀκολουθήσει καὶ αἰσθήσεις τινὰς μεταξὺ λέγειν καὶ ἄλλας τινὰς παρὰ ταύτας, διʼ ὧν ἡ ἀντίληψις ἐκείνων τῶν μεταξύ. εἰ δὲ αἰσθήσεις, δῆλον ὅτι καὶ ζῷα τὰ τὰς αἰσθήσεις ἐκείνας ἔχοντα, μεταξὺ ὄντα αὐτῶν τε τῶν ζῴων, τουτέστι τῶν ἰδεῶν, καὶ τῶν φθαρτῶν· οὐ γὰρ δὴ αἰσθήσεις οἷόν τε ἄνευ ζῴων εἶναι.

Ἀπορήσειε δʼ ἄν τις καὶ περὶ ποῖα τῶν ὄντων δεῖ ζητεῖν ταύτας τὰς ἐπιστήμας.

`199–200`

Ὃ ἀπορεῖ τοιοῦτόν ἐστιν. ἐπεὶ ἔλεγον τὰς μαθηματικὰς ἐπιστήμας περὶ τὰ μεταξὺ εἶναι τῶν τε αἰσθητῶν καὶ τῶν ἰδεῶν, ζητεῖ παρὰ τίνα τῶν αἰσθητῶν ἐστι τὰ μεταξὺ ταῦτα, περὶ ἃ αἱ μαθηματικαί. ὡς δὲ παρὰ τὴν γεωδαισίαν φασὶ τὴν γεωμετρίαν εἶναι, οὐδενὶ ἄλλῳ διαφέρουσαν τῆς γεωδαισίας ἢ τῷ ταύτην μὲν περὶ τὰ αἰσθητὰ εἶναι καὶ τὰ τούτων μέτρα, εὑρεθεῖσαν ἐν Αἰγύπτῳ διὰ τὴν χρείαν τῆς κατὰ τὴν χώραν διαιρέσεως τῷ τοὺς φθάσαντας ὅρους κεῖσθαι συγχεῖσθαι ὑπὸ τῆς ἀναβάσεως τοῦ Νείλου, τὴν γεωμετρίαν δὲ μὴ περὶ τὰ αἰσθητά, εἶναι δὲ ἄλλην τὴν περὶ τὰς τούτων ἰδέας· ὡς γοῦν ἐπὶ τῆς γεωδαισίας καὶ γεωμετρίας, οὕτω χρὴ καὶ ἐπὶ ἰατρικῆς τὴν μέν τινα εἶναι ἰατρικὴν περὶ τὴν τῶν αἰσθητῶν ζῴων ὑγίειαν καταγινομένην, ἀνάλογον οὖσαν τῇ γεωδαισίᾳ, ἄλλην δὲ παρʼ αὐτὴν τὴν νοητὴν τὴν μεταξὺ οὖσαν τῆς περὶ τὴν αὐτοϋγίειαν πραγματευομένης καὶ τῆς περὶ τὴν ἐν τοῖς αἰσθητοῖς ὑγίειαν, ἀνάλογον οὖσαν τῇ γεωμετρίᾳ. εἰ δὲ τοῦτο, ἔσται τις ὑγίεια παρὰ τὴν αὐτοϋγίειαν καὶ τὴν ἐν τοῖς αἰσθητοῖς ὑγίειαν, νοητὴ καὶ νοητοῖς ζῴοις. ὡς γὰρ ὄντος αὐτοτριγώνου καὶ αὐτογραμμῆς, ὄντων δὲ καὶ αἰσθητῶν, περὶ ἃ ἡ γεωδαισία, ἔστι τινὰ καὶ μεταξὺ τούτων, περὶ ἃ ἡ γεωμετρία, οὕτως καὶ οὔσης τῆς αὐτοϋγιείας, οὔσης δὲ καὶ τῆς ἐν τοῖς αἰσθητοῖς, περὶ ἣν ἡ ἰατρική, ἔσται τις καὶ μεταξὺ αὐτῶν ὑγίειά τε καὶ ἰατρική· ὁ γὰρ αὐτὸς λόγος. εἰ δὲ ὑγίειά τις ἔσται μεταξὺ καὶ ἰατρική, ἔσται καὶ ὑγιεινά τινα ἄλλα, διʼ ὧν τὴν ὑγίειαν ἐκεῖνος ὁ ἰατρικὸς περιποιεῖ, καὶ δηλονότι ζῷά τινα, ἐν οἷς ἐκείνη ἡ ὑγίεια. ὃ οὐκέτι τοῖς τὰ μαθηματικὰ ἐξ ἀφαιρέσεως ἀπὸ τῶν αἰσθητῶν νοοῦσι καὶ μὴ διδοῦσιν αὐτοῖς ἰδίαν ὑπόστασιν ἕπεται, τὸ καὶ ὑγίειάν τινα ἐξ ἀφαιρέσεως ἀνάλογον τοῖς μαθηματικοῖς νοεῖσθαι· οὐ γὰρ ἔστιν ἐπινοίᾳ χωρίσαι οὐσίαν ἀπὸ τοῦ φυσικοῦ σώματος. ὡς δὲ ἐπὶ ἰατρικῆς, ὁμοίως καὶ ἐπὶ τῶν ἄλλων τεχνῶν ῥηθήσεται· διὰ τί γὰρ ἐπὶ μὲν γεωμετρίας ἔσται τοῦτο, οὐκέτι δὲ καὶ ἐφʼ ἡστινοσοῦν ἐπιστήμης; δεῖ γὰρ αἰτίαν τινὰ τοῦ οὕτως ἔχειν λέγεσθαι. ἀπορήσας δὲ τοῦτο ἑξῆς φησι μηδὲ τοῦτο ὑγιῶς ὑπʼ αὐτῶν λέγεσθαι, τὸ εἶναι τὴν μὲν γεωδαισίαν περὶ τὰ αἰσθητά, τὴν δὲ γεωμετρίαν περὶ ἄλλα τινά· οὐδὲ γὰρ ἡ γεωδαισία περὶ αἰσθητά ἐστιν. οὗ πίστιν φέρει τὸ εἰ ἦν περὶ τὰ αἰσθητά, συμφθείρεσθαι ἂν αὐτὴν φθειρομένων. ἀνάγκη γὰρ ἀναιρουμένου τοῦ περὶ ὅ ἐστί τι, ἀναιρεῖσθαι καὶ τὸ περὶ ἐκεῖνο ὄν· εἰ γὰρ περὶ τόδε τί ἐστι, φθαρέντος τούτου ἀνάγκη καὶ τὸ περὶ αὐτὸ ὂν ἐφθάρθαι, εἴ γε καὶ αὐτῷ τὸ εἶναι ἐν τῷ περὶ τοῦτο εἶναι. νυνὶ δὲ οὐδεμία οὔτε τέχνη οὔτε ἐπιστήμη συμφθείρεται τούτοις, ὥσπερ οὐδὲ ἡ γεωδαισία· ὡς δῆλον ὅτι οὐδὲ περὶ τούτων οὐδὲ περὶ ταῦτά ἐστιν, ἅ ἐστιν αἰσθητὰ καὶ φθαρτά, ἀλλὰ περὶ τὸ καθόλου, ὅ ἐστιν ἀίδιον. πᾶσα γὰρ ἐπιστήμη τε καὶ τέχνη περὶ τὸ καθόλου συνίσταται, ὃ οὐκ ἔστιν αἰσθητόν· οὐ γὰρ εἰ χρῆταί τις πρὸς τὰ αἰσθητὰ ταῖς ἐπιστήμαις καὶ τέχναις, ἤδη περὶ ταῦτά εἰσιν· ἀλλὰ οὖσαι περὶ τὰ καθόλου καὶ τὰ τοιαῦτα περὶ τὰ αἰσθητὰ πραγματεύονται, οὐχ ᾗ αἰσθητὰ καὶ τάδε, ἀλλʼ ᾗ τοιάδε καὶ τοῦ κοινοῦ μετέχει. ὥστε εἰ μηδὲ ἡ γεωδαισία περὶ τὰ αἰσθητὰ μεγέθη, οὐκ ἂν διαφέροι αὐτῆς ἡ γεωμετρία τῷ αὐτὴ περὶ νοητὰ εἶναι· καὶ γὰρ ἐκείνη περὶ τὰ τοιαῦτα. κατὰ τὸν αὐτὸν λόγον οὐδὲ ἰατρική ἐστι περὶ αἰσθητὴν ὑγίειαν· συμφθείροιτο γὰρ ἂν φθειρομένοις τοῖς περὶ ἅ ἐστιν. ἑξῆς δὲ δείκνυσιν ὅτι οὐδὲ ἡ ἀστρολογία περὶ τῶν αἰσθητῶν λέγει, οἷον περὶ τοῦδε τοῦ οὐρανοῦ καὶ τῶνδε τῶν ἄστρων· καὶ γὰρ ἄφθαρτα ταῦτα, καὶ μηκέτι τῷ φθείρεσθαι μὲν μὴ συναναιρεῖν δὲ ἐκείνην τὴν λεγομένην περὶ αὐτὰ εἶναι, ἥτις ἦν ἡ ἀστρολογία, δείκνυσί τις ὅτι μὴ περὶ ταῦτά ἐστιν, ἀλλὰ ἄλλως καὶ διʼ ἄλλων ἡ τούτων οὐσία δείκνυται. οὔτε γὰρ αἰσθητὰς γραμμὰς τοιαύτας ἔστι λαβεῖν ὁποίας ὁ ἀστρονόμος λαμβάνει ἐν ταῖς δείξεσιν· οὐδὲν γὰρ τῶν αἰσθητῶν οὕτως εὐθύ — ἀντὶ δὲ τοῦ ἀστρολόγου τὸν γεωμέτρην εἶπεν —, ἀλλʼ οἵας ὁ γεωμέτρης τὰς γραμμὰς εἶναι λέγει, τοιαύταις ὁ ἀστρολόγος χρῆται πρὸς τὰς δείξεις τὰς ἀστρολογικάς. ὁμοίως δὲ οὐδὲ περιφερὲς οὐδὲ στρογγύλον οὐδὲν τοιοῦτόν ἐστιν αἰσθητόν, ὁποῖα ὁ γεωμέτρης αὐτὰ ὁρίζεται· ὁ γὰρ κύκλος ὁ αἰσθητὸς τοῦ κανόνος καὶ τοῦ ἐπιπέδου τοῦ αἰσθητοῦ οὐ κατὰ στιγμὴν ἅπτεται, οἱ δὲ μαθηματικοί τε καὶ ἀστρολόγοι οὕτω λέγουσι καὶ περὶ τοῦ κύκλου καὶ τῆς σφαίρας ὡς κατὰ σημεῖον ἁπτομένου τοῦ ἐπιπέδου. Πρωταγόρας οὖν τοῖς αἰσθητοῖς προσχρώμενος ᾤετο τοὺς γεωμέτρας ἐλέγχειν ὡς ψευδομένους, δεικνὺς ὅτι οὐδὲν τούτων τοιοῦτόν ἐστιν ὁποῖον ἐκεῖνοι λέγουσιν, ἀγνοῶν καὶ αὐτὸς ὅτι μὴ περὶ τούτων ὁ λόγος αὐτοῖς, ὥσπερ οὖν οὐδὲ ἄλλῳ τινὶ τεχνίτῃ. ἀλλʼ οὐδὲ αἱ κινήσεις αὐτῶν κατὰ τὸν οὐρανόν, ἀλλʼ οὐδὲ αὐτοῦ τοῦ οὐρανοῦ, αἵ τε κύκλῳ γινόμεναι καὶ αἱ κατὰ ἕλικας, τοιαῦται ὁποίας ὁ ἀστρολόγος λαμβάνει· γραμμὰς γὰρ λαμβάνει ὁ ἀστρολόγος καὶ τὴν ἕλικα καὶ τὸν κύκλον, ἅ ἐστι μήκη ἀπλατῆ, καὶ ἐπὶ τούτων τὰς κινήσεις ὑποτίθεται γίγνεσθαι· οὐδὲν δέ ἐστιν ἐν τοῖς αἰσθητοῖς μῆκος ἄνευ πλάτους. ἔτι οἱ μὲν λαμβάνουσι τὰ ἄστρα σημεῖά τινα καὶ σημείων ἐπέχειν λόγον ἐν τῷ οὐρανῷ, τὸ δὲ σημεῖόν ἐστιν οὗ μέρος οὐδέν, οὐδὲν δὲ τῶν ἄστρων τοιοῦτον. εἰ δὲ μηδεμία τέχνη περὶ τὰ αἰσθητά, οὐκ ἂν εἴη ταῖς τέχναις πρὸς τὰς μαθηματικὰς ἐπιστήμας ἡ διαφορὰ τῷ ταύτας μὲν εἶναι περὶ αἰσθητὰς τὰς δὲ μαθηματικὰς περί τινας νοητὰς οὐσίας· ὑπὲρ γὰρ τοῦ ταῦτα δεῖξαι παρέθετο

Εἰσὶ δέ τινες οἵ φασιν εἶναι μὲν τὰ μεταξὺ ταῦτα λεγόμενα τῶν τε εἰδῶν καὶ τῶν αἰσθητῶν, οὐ μήν γε χωρὶς τῶν αἰσθητῶν.

`201`

Εἰπὼν πρὸς τοὺς τὰ μαθηματικὰ οὐσίας λέγοντας εἶναι αὐτὰς καθʼ αὑτὰς κεχωρισμένας τῶν τε ἰδεῶν καὶ τῶν αἰσθητῶν, νῦν μέτεισιν ἐπὶ τοὺς λέγοντας μὲν τὰ μαθηματικὰ εἶναι κατά τινα φύσιν οἰκείαν, οὐ μὴν ἔξω αὐτὰ τῶν αἰσθητῶν εἶναι, ἀλλʼ ἐν τούτοις. διαφέροι δʼ ἂν ἡ δόξα αὕτη τῆς λεγούσης ἐξ ἀφαιρέσεως τὰ μαθηματικὰ λαμβάνεσθαί τε καὶ νοεῖσθαι, ἧς καὶ αὐτός ἐστιν, ὅτι ἐκεῖνοι μὲν οἰκείαν τινὰ φύσιν ἀποδόντες αὐτοῖς ἄλλην παρὰ τὰ αἰσθητὰ ἐν τοῖς αἰσθητοῖς αὐτὰ λέγουσιν εἶναι, οὐκ αὐτῶν τι ὄντα, ἀλλʼ ἐν τούτοις ὄντα ἄλλα εἶναι αὐτῶν, οἱ δὲ ἐξ ἀφαιρέσεως λαμβάνοντες αὐτά, τῷ λόγῳ τινὰ τῶν αἰσθητῶν χωρίσαντες, καταλείπουσιν αὐτὰ σὺν τοῖς χωρισθεῖσι πάντα τὰ κατὰ τὰ ὅλα αἰσθητά, οὐκέτι ἐκείνων τῶν κεχωρισμένων αὐτῶν ἐφʼ αὑτῶν δυναμένων τὴν αἰσθητὴν ἀποπληροῦν φύσιν, οὐδʼ ἐπὶ διαστάσεώς τινος νοουμένων. ἡ γὰρ ἐν τοῖς μαθηματικοῖς νοουμένη διάστασις μετὰ τῶν τῷ λόγῳ κεχωρισμένων παθητικῶν ἡ αἰσθητὴ φύσις· ἐν ἀμφοῖν γὰρ ἡ αἰσθητὴ φύσις ἐν ὑποστάσει οὖσα φύσει. φησὶ δὲ πολὺ ἀτοπωτέραν τήνδε τὴν δόξαν εἶναι τῆς κεχωρισμένα λεγούσης αὐτά. τὰ μὲν οὖν πλείω τῶν ἀτόπων τῶν ἑπομένων τῇδε τῇ δόξῃ τὸ νῦν παραιτεῖται καταλέγειν, παρατίθεται δὲ τό κατὰ τὸν αὐτὸν λόγον καὶ τὰς ἰδέας θέσθαι ἐν τοῖς αἰσθητοῖς· εἰ γὰρ ταῦτα ὄντα οὐσίαι καθʼ αὑτὰς νοηταὶ ἐν αἰσθητοῖς ἐστι, τί δήποτε καὶ αἱ ἰδέαι, οὖσαι καὶ αὐταὶ οὐσίαι τινὲς νοηταί, οὐκ ἔσονται ἐν τοῖς αἰσθητοῖς; δεῖ γὰρ λόγου τινός, διʼ ὃν ταῦτα μὲν ἔσται ἐν τοῖς αἰσθητοῖς, ἐκεῖνα δὲ οὐκέτι. ὅτι δὲ πολλὰ ἕπεται τῇδε τῇ δόξῃ, εἴρηκε μὲν ἐν τῷ δευτέρῳ, ὑπέμνησε δὲ καὶ ἐν τῷ πρώτῳ τῷ μείζονι Α λέγων περὶ τῆς Εὐδόξου δόξης, ἐρεῖ δὲ καὶ ἐν τῷ Ν τῆσδε τῆς πραγματείας. ἔτι δὲ δύο στερεὰ ἐν τῷ αὐτῷ τόπῳ ἔσται, τό τε μαθηματικόν — ἔστι γὰρ καὶ μαθηματικὸν στερεόν, περὶ ὃ ἡ στερεομετρία — καὶ τὸ αἰσθητόν, εἰ ἐκεῖνο ἐν τούτῳ ἔσται. ἔσται γὰρ σῶμα διὰ σώματος οὕτω διιόν, εἰ ἑκάτερον αὐτῶν κατʼ οἰκείαν φύσιν ὂν τὸ ἕτερον ἐν τῷ ἑτέρῳ ἐστίν. ἔτι δὲ οὐδὲ ἀκίνητα ἔσται τὰ μαθηματικά, ὄντα γε ἐν τοῖς αἰσθητοῖς· κινουμένων γὰρ τούτων ἀνάγκη καὶ τὰ ἐν αὐτοῖς κινεῖσθαι, κινεῖσθαι δὲ οὐχ ὡς τὰ συμβεβηκότα, ἀλλʼ ὡς καὶ αὐτὰ ὄντα ἐν τόπῳ· εἰ γὰρ μεγέθη καὶ ἐν διαστάσει, ἔσται κινούμενα ὁμοίως τοῖς τῶν σωμάτων βίᾳ καὶ ὑπό τινος κινουμένοις, οὐ κατὰ τὴν ἐν αὐτοῖς ῥοπήν. καθόλου δὲ τίνος χάριν δεῖ λέγειν αὐτὰ εἶναι, εἶναι δὲ ἐν τοῖς αἰσθητοῖς; οὐδεμίαν γὰρ ἔτι φαίνεται χρείαν αὐτοῖς παρεχόμενα, ὄντα γε μὴ καθʼ αὑτά. ἀλλʼ ἐπὶ τούτοις τοῖς προειρημένοις ἀτόποις καὶ ὅσα εἵπετο τοῖς κεχωρισμένα ποιοῦσιν αὐτά, καὶ τούτοις ἀκολουθήσει· ἔσται γάρ τις οὐρανὸς ἄλλος καὶ κατὰ τούτους παρὰ τὸν αἰσθητὸν οὐρανόν, ὁμοίως καὶ ἥλιος καὶ τῶν ἄστρων ἕκαστον, πλὴν οὐ καθʼ αὑτοὺς ὄντες ἀλλʼ ἐν αὐτοῖς τούτοις, ἥλιος ἐν ἡλίῳ καὶ σελήνη ἐν σελήνῃ καὶ οὐρανὸς ἐν οὐρανῷ, πρὸς ἐκείνῳ δὲ τῷ ἀτόπῳ καὶ τοῦτο προσειληφότα τὸ δύο σώματα ἐν τῷ αὐτῷ τόπῳ εἶναι.

`202`

Περί τε οὖν τῶν προειρημένων τούτων πάντων ἀπορίαν φησὶν οὐ τὴν τυχοῦσαν εἶναι, πῶς θέμενος αὐτά τις τἀληθοῦς ἐπιτεύξεται, καὶ ἔτι περὶ ὧν προστίθησι

Καὶ περὶ τῶν ἀρχῶν πότερα δεῖ τὰ γένη στοιχεῖα καὶ ἀρχὰς ὑπολαμβάνειν ἢ μᾶλλον ἐξ ὧν ἐνυπαρχόντων ἐστὶν ἕκαστον πρῶτον.

Καὶ περὶ ταύτης τῆς ἀπορίας προείρηται μὲν ἐν τῇ τῶν ἀποριῶν ἐκθέσει, ἔστι δέ, πότερον δεῖ ἀρχὰς καὶ πρῶτα τῶν ὄντων τὰ γένη καὶ τὰ κοινὰ τίθεσθαι, ἢ τὰ στοιχεῖα ἐξ ὧν συνέστηκε τὰ ὄντα πρώτων καὶ εἰς ἃ ἔσχατα διαλύεται. ἃ βουλόμενος σημῆναι ἔδειξεν ἐπὶ τῶν φωνῶν· αἱ γὰρ φωναὶ ἐκ τῶν στοιχείων σύγκεινται, ἀλλʼ οὐ τῆς κοινῆς φωνῆς, ὃ εἴη ἂν γένος τῶν φωνῶν. ἀλλὰ καὶ ἐπὶ τῶν διαγραμμάτων οὐ τὸ κοινὸν στοιχεῖον, ἀλλὰ τὰ ἐνυπάρχοντα ἐν ταῖς ἀποδείξεσι χρώμεθα εἰς παντὸς ἀπόδειξιν θεωρήματος, ὡς λέγομεν τὰ Εὐκλείδου στοιχεῖα· διὰ τοῦτο γὰρ τὰ τοιαῦτα στοιχεῖα λέγεται, ὅτι διʼ ὧν ταῦτα ἀποδείκνυται πρὸς τὰς πάντων τῶν θεωρημάτων δείξεις ἐστὶν ἡμῖν χρήσιμα ἐνυπάρχοντα ἐν πᾶσι. καὶ ἐν αὐτοῖς δὲ τούτοις τὰ πρῶτα τῶν δευτέρων στοιχεῖα, ὅτι ταῖς τούτων ἀποδείξεσι πρὸς τὰ δεύτερα χρώμεθα. παρατίθεται δὲ καὶ τῶν φυσικῶν τοὺς ἢ πλείω τὰ πρῶτα σώματα ὑποθεμένους ἢ ἕν, καὶ δείκνυσιν ὅτι καὶ οὗτοι, ἃς ἀρχὰς τῶν ὄντων ἔλεγον, ἐνυπάρχειν ταύτας τοῖς ἄλλοις ᾤοντο καὶ ἐξ αὐτῶν ἐκεῖνα εἶναι. Ἐμπεδοκλῆς τε γὰρ τὰ τέσσαρα σώματα στοιχεῖα τῶν ὄντων ὑποθέμενος οὐχ ὡς γένη αὐτὰ ἔλεγεν ἀρχάς, ἀλλʼ ὡς ἐνυπάρχοντα τοῖς ἐξ αὐτῶν τὴν γένεσιν ἔχουσιν· ὁμοίως καὶ τῶν ἄλλων φυσικῶν ἕκαστος τῶν σωματικὴν τὴν ἀρχὴν ὑποθεμένων. πρὸς τούτοις δείκνυσιν ὅτι τὸ ὡς ἐνυπάρχον καὶ στοιχεῖον καὶ οὐχὶ τὸ γένος ἐστὶν ἀρχὴ καὶ ἀπὸ τῶν τεχνητῶν· καὶ γὰρ κλίνης καὶ ἑκάστου τῶν τοιούτων τοῖς βουλομένοις τίς ἡ φύσις ἑκάστου αὐτῶν ἰδεῖν, ἡ γνῶσις ἐξ ὧν συνέστηκε μορίων γίγνεται. ἀρχαὶ γὰρ ἑκάστου αὐτῶν τὰ ἐξ ὧν συνέστηκεν· ἐκ μὲν γὰρ τοῦ γνωρίσαι τὰς ἀρχὰς γνώριμον καὶ τὸ ἐκ τῶν ἀρχῶν γίγνεται, τούτων δὲ ἕκαστον γνωρίζεται ὅταν τὰ ἐξ ὧν σύγκειται καὶ ὁ τρόπος τῆς συνθέσεως φανερὸς γένηται, ὥστε καὶ αἱ τούτων ἀρχαί. ἐπιχειρήσας δὲ καὶ δείξας τῇ ἐπαγωγῇ τὰ ἐνυπάρχοντα ἀρχὰς ὄντα, οὐ τὰ κοινὰ καὶ τὰ γένη, ἑξῆς ὅτι δόξει εὔλογον εἶναι τὰ γένη λέγειν πάλιν ἀρχὰς ἐπιχειρεῖ.

`203`

Ἧι δὲ ἕκαστον μὲν γνωρίζομεν διὰ τῶν ὁρισμῶν, ἀρχαὶ δὲ τὰ γένη τῶν ὁρισμῶν εἰσιν.

Ἡ ἐπιχείρησις δυνάμει τοιαύτη ἐστίν. ἐξ ὧν ἕκαστον γνωρίζομεν, ταῦτα ἐκείνων ἀρχαί — κεῖται γὰρ ὅτι ἐκ τοῦ τὰ αἴτια καὶ τὰ στοιχεῖά τινων εἰδέναι καὶ τὰς ἀρχὰς γίνεται τὸ αὐτὰ εἰδέναι —, ἐκ δὲ τῶν ὁρισμῶν γνωρίζομεν ἕκαστον τῶν ὄντων· οἱ ὁρισμοὶ ἄρα ἀρχαί  <span class="gap">…</span> ἀρχὴ γὰρ τῶν ὁρισμῶν ἡ τοῦ γένους λῆψις. δύνανται δὲ γένη καὶ αἱ διαφοραὶ λέγεσθαι, ὡς ἐν τοῖς Τοπικοῖς εἶπεν, ὡς εἶναι τὸ λεγόμενον, ὅτι τῶν ὁρισμῶν ἀρχαὶ τὰ γένη, ἅπερ ἐστὶ τὸ γένος καὶ αἱ διαφοραί· ἐκ γὰρ τούτων οἱ ὁρισμοὶ σύγκεινται. ὥστε τὰ γένη ἀρχαί· οἱ μὲν γὰρ ὁρισμοὶ τῶν ὁριστῶν, τούτων δὲ τὰ γένη.

Καὶ εἰ ἔστι τῶν ὄντων λαβεῖν ἐπιστήμην τὸ τῶν εἰδῶν λαβεῖν.

Ἡ ἐπιχείρησις τοιαύτη. κατὰ τὰ εἴδη ἡ ἐπιστήμη καὶ ἡ γνῶσις τῶν ὄντων γίγνεται· οὐ γάρ ἐστι τῶν καθʼ ἕκαστα ἐπιστήμη· καὶ γὰρ οἱ ὁρισμοὶ αὐτῶν κατὰ τὰ εἴδη. εἰ δʼ ἐκ τῆς τούτων γνώσεως ἡ τῶν ὄντων γνῶσις ἤρτηται, τὰ εἴδη ἂν εἶεν ἀρχαὶ τῶν καθʼ ἕκαστα, καθʼ ἃ εἴδη ἐστὶν ἑκάστοις τὸ τοῖσδέ τισιν εἶναι. ἀλλὰ μὴν τῶν εἰδῶν ἀρχαὶ τὰ γένη· ἐκ γὰρ τῆς τούτων διαιρέσεως τὰ εἴδη, καὶ οἱ τῶν εἰδῶν ὁρισμοὶ διὰ τῶν γενῶν· καὶ τῶν ὄντων ἄρα ἀρχαὶ πάντων τὰ γένη. ἢ κατὰ τὰ εἴδη μὲν ἡ γνῶσις ἑκάστου — κατὰ γὰρ ταῦτα τὸ εἶναι ἑκάστῳ —, οὐ μὴν κατὰ τὸ εἶδος τὸ ὡς ἐκ γένους διῃρημένον, ἀλλὰ τὸ εἶδος τὸ ἀντιδιαιρούμενον τῇ ὕλῃ· ὁ δὲ λαβὼν τὸ εἶδος τοῦτο ἐπὶ τὸ ἐκ γένους μετῆλθε.

Φαίνονται δέ τινες καὶ τῶν λεγόντων στοιχεῖα τῶν ὄντων τὸ ἓν ἢ τὸ ὂν ἢ τὸ μέγα καὶ τὸ μικρὸν ὡς γένεσιν αὐτοῖς χρῆσθαι.

`204`

Πρὸς τὸ εὐλόγως ἂν δόξαι τὰ γένη τὰς τῶν ὄντων ἀρχὰς εἶναι, νῦν συνίστησι τὴν δόξαν καὶ ἐκ τῶν χρησαμένων ταῖς αὐταῖς ἀρχαῖς. οἱ γὰρ τὸ ἓν καὶ τὸ ὂν καὶ τὸ μέγα καὶ τὸ μικρὸν ἀρχὰς ὑποθέμενοι τῶν ὄντων ὡς γένη ταῦτα τῶν ὄντων ἀρχὰς ὑπέθεντο. εἴη δʼ ἂν ἡ δόξα Πλάτωνος· οὗτος γὰρ τὸ ἕν, ὃ κυρίως ὂν ἔλεγε, καὶ τὴν ἀόριστον δυάδα, ἣν μέγα καὶ μικρὸν ὠνόμαζεν, ἀρχὰς ὑπέθετο. ὡς γένη δὲ ταῦτα ὑπελάμβανε τῶν ὄντων, ὅτι καθʼ ἕκαστα τῶν ὄντων καὶ τὸ ἓν ἑώρα κατηγορούμενον καὶ τὴν ἀνισότητα. καθʼ ὅσον μὲν γὰρ τόδε τί ἐστιν ἕκαστον τῶν ὄντων, τοιοῦτον δὲ κατὰ τὸ εἶδος, τὸ ἓν αὐτοῦ καὶ τὸ ὂν κατηγορεῖται· καθʼ ὅσον δὲ ἐν ῥύσει συνεχεῖ καὶ μεταβολῇ ἑώρα τὸ ὑποκείμενον, κατὰ τοῦτο τὸ μέγα καὶ τὸ μικρόν. κοινὰ ἄρα καὶ τὰ γένη ταῦτα, καὶ ὡς γένη τὰ ἀνωτάτω ἀρχαὶ κατʼ αὐτόν.

Ἀλλὰ μὴν οὐδὲ ἀμφοτέρως οἷόν τε λέγειν τὰς ἀρχάς.

Ἐπιχειρήσας καὶ πρὸς τὸ τὰ στοιχεῖα εὐλογώτερον ἂν ἀρχὰς εἶναι τοῦ γένους, καὶ πάλιν πρὸς τὸ τὸ γένος καὶ μᾶλλον ἢ τὰ στοιχεῖα, νῦν ὅτι μηδὲ ἀμφότερα οἷόν τε λέγειν ἀρχὰς τῶν ὄντων καὶ τὰ γένη καὶ τὰ στοιχεῖα ἐπιχειρεῖ. ἡ δὲ ἐπιχείρησις τοιαύτη. λαμβάνει τὸν ὁρισμὸν τὸν τῆς οὐσίας ἑκάστου δηλωτικὸν ἕνα εἶναι δεδειγμένον ἐν τοῖς Ὑστέροις ἀναλυτικοῖς — ἑκάστῳ γὰρ τῶν ὄντων τὸ εἶναι ἕν ἐστιν ὅ ἐστιν, οὗ ὁ κυρίως ὁρισμὸς δηλωτικός· ἀλλὰ καὶ τὸ ἐκ τῶν ἀρχῶν δὲ ὁ ὁρισμός. τούτων κειμένων λαμβάνει τὸ εἶναι ἀρχὰς τῶν ὄντων καὶ τὰ γένη καὶ τὰ στοιχεῖα, καί φησιν, εἰ ἐκ τῶν ἀρχῶν ἑκάστου ὁ ὁρισμός, ἄλλος ἔσται ὁ ὁρισμὸς ὁ διὰ τῶν γενῶν — γένη δέ, ὡς ἔφαμεν, καὶ τὰς διαφορὰς λέγει — καὶ ἄλλος ὁ διὰ τῶν στοιχείων· ὥστε εἰ ἐκ μὲν τῶν ἀρχῶν ὁ ὁρισμός, ἄλλος δὲ ὁ ἐξ ἐκείνων καὶ ἄλλος ὁ ἐκ τούτων, πλείους ὁρισμοὶ τοῦ αὐτοῦ ἔσονται. ἀλλὰ μὴν οὐ πλείους· εἷς γὰρ ἑκάστου ὁρισμός· οὐκ ἄρα ἀμφότερα στοιχεῖα.

Πρὸς δὲ τούτοις εἰ ἔτι καὶ μάλιστα ἀρχαὶ τὰ γένη εἰσί, πότερα δεῖ νομίζειν τὰ πρῶτα τῶν γενῶν ἀρχάς.

`205–207`

Ἀπορία καὶ αὕτη τῶν προειρημένων· ἔστι δὲ τοιαύτη. εἰ δοθείη καὶ συγχωρηθείη τὰ γένη ἀρχὰς εἶναι, ζητῆσαι, φησίν, ἄξιον πότερον τὰ ἀνωτάτω γένη χρὴ τίθεσθαι ἀρχὰς τὰ κοινότατα, ἢ τὰ ἔσχατα καὶ προσεχῆ τοῖς καθʼ ἕκαστα, ἃ ἄτομα εἴδη καλεῖται· γένη γὰρ καὶ τὰ εἴδη νῦν λέγει. εἰ μὲν γὰρ ἀεὶ τὰ καθόλου τῶν μὴ ὁμοίως καθόλου μᾶλλον ἀρχαί, διὰ τὸ τὴν ἀρχὴν κεῖσθαι τὸ καθόλου εἶναι ἀρχήν, τὰ ἀνωτάτω ἂν γένη καὶ τὰ κοινότατα εἶεν ἀρχαί· οὕτως τε τὰ ἀνωτάτω γένη τῶν ὄντων ἀρχαὶ ἂν εἶεν, καὶ τοσαῦται αἱ ἀρχαὶ ἔσονται ὅσα ἐστὶ τὰ γένη τὰ πρῶτα. λαβὼν δὲ τοῦτο ἐπιφέρει ὥστε ἔσται τό τε ὂν καὶ τὸ ἓν ἀρχαὶ καὶ οὐσίαι· ταῦτα γὰρ μάλιστα λέγεται κατὰ πάντων. εἰ γὰρ εἴη ταῦτα κατὰ πάντων τῶν ὄντων κατηγορούμενα ὡς γένη, ταῦτα ἂν ἀρχαὶ καὶ αἴτια τῶν ὄντων εἴη· τοῦτο γὰρ σημαίνει τὸ οὐσία. εἰπὼν δὲ ταῦτα καὶ ἀναγαγὼν ἐπὶ τοῦτον τὸν λόγον τὸ εἰ τὰ γενικώτατα καὶ κοινότατα ἀρχαί, τὸ ὂν καὶ ἓν ἔσονται ἁπάντων τῶν ὄντων ἀρχαί, ἐπεὶ κοινότατα ταῦτα, ἑξῆς ἐπιχειρεῖ καὶ δείκνυσιν ὅτι τὸ ὂν καὶ τὸ ἓν οὐκ ἔστι τῶν ὄντων γένη, εἰ δὲ μὴ γένη, δῆλον ὡς οὐδὲ ἀρχαί. οὕτως δὲ οὐδʼ ἂν εἴη ἡ αὐτὴ ἀρχὴ τῶν πάντων, εἰ μὴ εἴη τι κοινὸν γένος αὐτῶν, εἰ τὸ γένος ἀρχή· κεῖνται γὰρ ἀρχαὶ τὰ γένη εἶναι, καὶ τούτων τὰ κοινότατα. ὡς δὲ δοκοῦν τισιν οὕτως ἀντιλέγει πρὸς τὴν δόξαν, καὶ εἴρηκέ γε πρὸ ὀλίγου περὶ αὐτῆς. ὅτι οὖν μὴ γένη τὸ ὂν καὶ τὸ ἕν, οὕτω δείκνυσι. πᾶσα διαφορὰ γένους διαιρετικὴ καὶ ὂν καὶ ἕν ἐστιν, ὥστε καὶ αἱ τοῦ ἑνὸς καὶ τοῦ ὄντος διαφοραί, εἰ γένη ταῦτα, καὶ ἓν ἑκάστη αὐτῶν καὶ ὂν ἔσται. ἀλλὰ εἰ τὸ ὂν καὶ ἓν ἐν ἑκάστῃ τοῦ ὄντος διαφορᾷ, γένους ὄντος τοῦ ὄντος καὶ τοῦ ἑνός, κατηγοροῖτο ἂν τῶν οἰκείων διαφορῶν τὰ γένη. τοῦτο δὲ ἀδύνατόν φησιν εἶναι· καθόλου γὰρ οὔτε τὸ εἶδος τὸ ὡς γένους ὂν εἶδος — πολλαχῶς γὰρ τὸ εἶδος, ὡς εἴρηται πρὸ ὀλίγου — τῆς οἰκείας κατηγορεῖται διαφορᾶς, εἰ καθʼ αὑτὴν ἡ διαφορὰ λαμβάνοιτο· ἡ γὰρ διαφορὰ ἐπὶ πλέον κατηγορεῖται τοῦ εἴδους, ὡς τὸ λογικὸν τοῦ ἀνθρώπου ἢ θνητόν, τὸ δʼ ἐπʼ ἔλαττον λεγόμενον τοῦ ἐπὶ πλέον λεγομένου οὐχ οἷόν τε ἀληθῶς κατηγορεῖσθαι. καὶ διὰ τοῦτο γὰρ εἶπε τῶν οἰκείων διαφορῶν, ἴσον λέγων τῷ ὑφʼ ὧν εἰδοποιεῖται. ἔτι τὸ μὲν εἶδος συναμφότερόν τι, ἡ δὲ διαφορὰ μέρος τοῦ συναμφοτέρου. ἔτι μόριόν ἐστιν ἡ διαφορὰ τοῦ εἴδους, καθʼ ὅσον τῶν ἐν τῷ ὁριστικῷ λόγῳ παραλαμβανομένων ἕκαστον μόριόν ἐστιν ἐκείνου οὗ συμπληροῖ τὴν οὐσίαν, καὶ μόριον ἀνομοιομερές· οὐ γὰρ ταὐτὸν τὸ γένος σημαίνει ἐν τῷ ὁρισμῷ ἑκάστῃ τῶν διαφορῶν· τὸ δὲ τοιοῦτον ὅλον οὐ κατηγορεῖται τῶν αὐτοῦ μερῶν. ὥστε οὐδετέρως τὸ εἶδος τῆς οἰκείας κατηγορεῖται διαφορᾶς· τὸ γὰρ γένος οὐχ οὕτως ἔχει μέρη τὰ εἴδη· οὐ γὰρ ἐν τῷ τῶν γενῶν ὁρισμῷ τὰ εἴδη. ἀλλʼ οὐδὲ τὰ γένη κατηγορεῖται τῶν οἰκείων διαφορῶν, ὅταν αἱ διαφοραὶ χωρὶς τῶν εἰδῶν λαμβάνωνται καὶ μὴ ἐν αὐταῖς τὰ εἴδη περιέχωνται. τὸ γὰρ ζῷον ὅταν λογικοῦ κατηγορῆται, τοῦ ζῴου λογικοῦ — τοῦτο γὰρ ἐξακούεται τότε ἐκ τοῦ λογικοῦ — κατηγορεῖται, ἐπεὶ αὐτῆς γε καθʼ αὑτὴν τῆς διαφορᾶς ἄνευ τοῦ εἴδους λαμβανομένης οὐ κατηγορεῖται, οἷον τῆς λογικότητος· ποιότητες γάρ τινες αἱ διαφοραί, καθʼ ὧν πῶς οἷόν τε τὸ ζῷον οὐσίαν συναμφότερον σημαῖνον κατηγορεῖν; οὔτε γὰρ τὰ εἴδη οὔτε τὰ γένη τῶν διαφορῶν κατηγορεῖται. εἰ δὲ τοῦτο, αἱ τοῦ ὄντος καὶ ἑνὸς διαφοραί, εἰ γένη ταῦτα, οὔτε ὄντα οὔτε ἑκάστη αὐτῶν ἕν ἐστι, τουτέστιν οὐδεμία διαφορὰ οὔτε ἓν οὔτε ὂν ἔσται· πᾶσαι γὰρ τοῦ ὄντος ἔσονται· ὅπερ ἄτοπον. ὥστε οὐδὲ γένη ταῦτα. εἰ δὲ μὴ γένη, οὐδὲ ἀρχαί, εἰ τὰ γένη ἀρχαί. σημαίνει δὲ τὸ μὲν ἀδύνατον δὲ κατηγορεῖσθαι ἢ τὰ εἴδη τοῦ γένους ἐπὶ τῶν οἰκείων διαφορῶν ἴσον τῷ ἀδύνατον δὲ κατηγορεῖσθαι ἢ τὰ εἴδη λεγόμενα ἐπὶ τῶν οἰκείων διαφορῶν τουτέστι τῶν ἰδίων διαφορῶν· τὸ δὲ ἢ τὸ γένος ἄνευ τῶν εἰδῶν ἤτοι ἴσον ἐστὶ τῷ ἢ τὸ γένος ἄλλου τινὸς χωρὶς τῶν αὐτοῦ εἰδῶν κατηγορεῖσθαι, ἢ τὸ γένος τῶν διαφορῶν κατηγορεῖσθαι, μὴ λαμβανομένων τῶν διαφορῶν ὡς εἰδῶν ἤδη καὶ συναμφοτέρων. δοκεῖ δέ μοι ἡ ἐπιχείρησις λογικωτέρα εἶναι, ὥσπερ οὖν καὶ αἱ πλεῖσται τῶν λεγομένων ὑπʼ αὐτοῦ· τὰς γὰρ διαφορὰς ὑφʼ ὃ ἂν τάξωμεν γένος — δεῖ γὰρ ἔκ τινος γένους αὐτὰς εἶναι, εἴ γε τῶν ὄντων καὶ αὐταί —, τῶν ἐκείνου τοῦ γένους διαφορῶν τὸ οἰκεῖον γένος κατηγορεῖσθαι ἀνάγκη. ἢ γὰρ οὐχ ἕξει γένος ὂν διαφοράς, ἢ ἔσονται ὑπὸ τὸ γένος ὃ διαιροῦσιν. εἰ γὰρ εἶεν αἱ διαφοραὶ ὑπὸ τὴν ποιότητα πᾶσαι, αἱ τῆς ποιότητος αὐτῆς διαφοραὶ δῆλον ὅτι ὑπὸ τὴν ποιότητα ἂν εἶεν. οὕτως τε ἂν κατηγοροῖτο τὸ γένος τῶν οἰκείων διαφορῶν· τὸ γὰρ τὰς μὲν ἄλλας διαφορὰς ποιότητας λέγειν, τὰς δὲ τῆς ποιότητος μηκέτι, ἀλλὰ ὑπὸ ἄλλο τι γένος αὐτὰς τιθέναι, πλασματῶδές τε καὶ ἄτοπον. μή ποτε οὖν αἱ ἐν ἑκάστῳ γένει διαφοραὶ ἐν τῷ αὐτῷ γένει εἰσί, τουτέστιν ἐν τῇ αὐτῇ κατηγορίᾳ· καὶ γὰρ εἰ καὶ μὴ τὸ προσεχές τινων γένος κατηγοροῖτο τῆς διαφορᾶς τῷ ἤδη συναμφότερόν τι τοῦτο εἶναι, ὃ ἐπὶ τῶν οὐσιῶν μόνων γίγνεται — ἐκ γὰρ ταύτης ἐστί τις καὶ συναμφότερος οὐσία, ἣν οὐχ οἷόν τε τῆς ἁπλῶς διαφορᾶς κατηγορεῖσθαι τοῦ γένους —, ἀλλὰ τό γε ἀνωτέρω ἂν κατηγοροῖτο ὂν κοινότερόν τε καὶ ἁπλούστερον· ἡ γὰρ οὐσία κοινὸν καὶ ἁπλῶν καὶ συνθέτων οὐσιῶν. ὥστε εἰ καὶ τὸ ζῷον σύνθετός τις εἴη καὶ συναμφότερος οὐσία, καὶ διὰ τοῦτο τῆς διαφορᾶς καθʼ αὑτὴν λαμβανομένης οὐ κατηγορεῖται, ἀλλʼ ἡ οὐσία αὐτῆς κατηγορηθήσεται. ἢ εἰ καὶ ἡ οὐσία αὐτῆς τῆς τὸ ζῷον διαιρούσης διαφορᾶς κατηγορεῖται, ἤδη δέδεικται τὸ διαιρούμενον γένος ὑπὸ τῆς διαφορᾶς κατηγορούμενον αὐτῆς· τοιοῦτον δὲ ἦν καὶ τὸ λεγόμενον. ἀλλʼ εἰ καὶ τοῦτο ἐπί τινων ἀληθές, ἀλλʼ οὐκ ἀδύνατον γένος τι τῆς διαιρούσης αὐτὸ κατηγορεῖσθαι διαφορᾶς· ἥτις γὰρ ἂν ληφθῇ τῆς οὐσίας διαιρετικὴ διαφορά, ἀνάγκη ταύτην οὐσίαν εἶναι. οὐ δοκεῖ δὲ τὰ γένη ἰδίᾳ τῶν διαφορῶν κατηγορεῖσθαι διὰ τὰς ὁμωνυμίας· τὸ γοῦν διακριτικὸν καὶ ἐν χρώμασι καὶ ἐν χυμοῖς· ποῖον οὖν αὐτοῦ κατηγορηθήσεται; συντεθέντος δὲ αὐτῷ τοῦ οἰκείου γένους εἶδος ἤδη. δείξας δὲ ὅτι τὸ ὂν καὶ τὸ ἓν οὐ γένη, ἀκολούθως ἐπήνεγκε τὸ ἀλλὰ μὴν εἰ μὴ γένη, οὐκ ἀρχαὶ ἔσονται, εἴπερ ἀρχαὶ τὰ γένη.

Ἔτι καὶ τὰ μεταξὺ συλλαμβανόμενα μετὰ τῶν διαφορῶν ἔσται γένη.

`208`

Ὃ λέγει νῦν, οὐ πρὸς τὸ τὰ πρῶτα γένη ἀρχὰς εἶναι ἢ μὴ εἶναι λέγειν δόξει μόνον, ἀλλὰ καὶ πρὸς τὸ μὴ εἶναι τὰ γένη ἀρχάς· ἄπειροι γὰρ καὶ πολλαὶ ἔσονται αἱ ἀρχαὶ τῶν ὄντων ἑκάστου. ἑκάστη γὰρ διαφορὰ τῶν ἐν τῷ ἀτόμῳ εἴδει τῷ γένει συντιθεμένη, οὗ ἐστι διαφορά, γένος ποιεῖ. ἕκαστον γὰρ τῶν μεταξὺ γενῶν τοῦ τε πρώτου καὶ τοῦ ἀτόμου εἴδους συντιθέμενον τῇ οἰκείᾳ διαφορᾷ γένος ποιεῖ, εἰ καὶ ἐπί τινων μὴ δοκεῖ τῷ μὴ ὠνομάσθαι οἰκείῳ ὀνόματι τὸ γένος ἐκείνου· τοῦτο γὰρ σημαίνει τὸ τὰ μὲν δοκεῖ τὰ δὲ οὐ δοκεῖ. τὸ γὰρ ζῷον πτηνὸν γένος ἐστίν, ὥσπερ τὸ ζῷον, εἰ καὶ μὴ δοκεῖ ὠνομάσθαι. ἢ τὰ μὲν δοκεῖ εἶπε, τὰ δὲ οὐ δοκεῖ, ὅτι, ὡς εἶπεν ἐν τῷ πρώτῳ Περὶ ζῴων, μόνον αἱ στερητικαὶ διαφοραὶ συντιθέμεναι τοῖς γένεσιν οὐ ποιοῦσιν εἴδη οὐδὲ γένη, ὅτι οὐδὲ ὡρισμένον δηλοῦσι. καὶ εἴη ἂν καὶ τοῦτο ὡς ἄτοπον ἑπόμενον τοῖς τὸ ἓν καὶ τὸ ὂν γένος λέγουσιν, ἔπειτα τῇ τοῦ γένους εἰς δύο διαιρέσει τὰ εἴδη καὶ τοὺς ὁρισμοὺς ποιοῦσι. δεῖ μὲν γὰρ καὶ τὰ μεταξύ, ἃ γίνεται συντιθεμένων τῶν διαφορῶν τοῖς γένεσι, γένη καὶ τὰ αὐτὰ εἴδη γίνεσθαι· ἐκείνοις δὲ τοῖς εἰς δύο διαιροῦσι τὰ γένη οὐκ ἀκολουθεῖ τοῦτο. ἔτι στερήσει ἀναγκάζονται διαιρεῖν, οὐ ποιεῖ δὲ ἡ στερητικὴ διαφορὰ συντιθεμένη τῷ γένει εἶδος. πολλὰ οὖν γένη τῶν αὐτῶν ἀτόμων ἐστὶ καὶ πολλαὶ ἀρχαί, εἰ τὸ ὂν καὶ τὸ ἓν γένη τε καὶ ἀρχαὶ τῶν ὄντων. τὸ δὲ μέχρι τῶν ἀτόμων λέγοι ἂν τῶν ἐσχάτων εἰδῶν· ταῦτα γὰρ οὐκέτι διαφοραῖς διαιρεῖται. ἔτι δὲ οὐδὲν ἧττον κατά γε τοῦτον τὸν λόγον αἱ διαφοραὶ ἀρχαὶ ἢ τὰ γένη· κοιναὶ γὰρ καὶ αὗται καὶ κατὰ πλειόνων κατηγοροῦνται. εἰ δὴ καὶ αἱ διαφοραὶ ἀρχαί — κοινὰ γὰρ καὶ τὰ γένη τὰ ταῖς διαφοραῖς συλλαμβανόμενα —, πολλαὶ καὶ σχεδὸν ἄπειροι ἔσονται αἱ ἀρχαί, ἄλλως τε καὶ εἰ τὸ ἀνωτάτω τις γένος ὡς ἀρχὴν λαμβάνει· πλείους γὰρ τοῦ τοιούτου γένους διαφοραί. ὃ δοκεῖ ἄλογον εἶναι· καὶ γὰρ οἱ τὰ γένη τιθέμενοι ἀρχάς, ἐκφυγεῖν οἰόμενοι τὸ πλῆθος τῷ τὸ κοινὸν λαμβάνειν, ἀρχὴν ἐτίθεντο τοῦτο. ὡς δὲ ἀκολουθοῦν τῷ τὸ πρῶτον γένος ἀρχὴν τιθεμένῳ τὸ καὶ τἆλλα γένη τὰ μετὰ τὸ πρῶτον ἀρχὰς λέγειν, οὕτως εἶπεν. αἱ δὲ διαφοραὶ εἰ καὶ ἐπὶ πλέον λέγονται τῶν εἰδῶν τῶν γιγνομένων ὑπʼ αὐτῶν, ἀλλʼ οὐ κατηγοροῦνται αὐτῶν ἐν τῷ τί ἐστιν, οὐδὲ ὡς γένη.

Ἀλλὰ μὴν καὶ εἰ μᾶλλόν γε ἀρχοειδὲς τὸ ἕν ἐστιν.

Ἐπιχειρήσας πρῶτον ὅτι τὰ ἀνωτάτω γένη μᾶλλον ἀρχαὶ τῶν ὄντων, νῦν ὅτι τὰ εἴδη μᾶλλον ἀρχαὶ τῶν γενῶν ἐπιχειρεῖ δεικνύναι. εἰ γὰρ τὸ ἓν ἀρχῆς ἐπέχει χώραν, τὸ μᾶλλον ἓν μᾶλλον ἂν ἀρχὴ εἴη. ἀλλὰ μὴν τὸ ἓν ἀδιαίρετόν ἐστιν· τὸ γὰρ μὴ διῃρημένον ἢ ἀδιαίρετον μᾶλλον ἀρχή, εἴ γε μᾶλλον ἕν· μᾶλλον δὲ ἀδιαίρετον τὸ εἶδος τοῦ γένους, ὥστε καὶ μᾶλλον ἀρχή. ὅτι δὲ μᾶλλον ἀδιαίρετον, οὕτως ἔδειξε. τὸ ἀδιαίρετον ἢ κατʼ εἶδος ἢ κατὰ τὸ ποσόν· κατʼ εἶδος μὲν ἀδιαίρετον τὸ μηκέτι εἰς εἶδος διαιρούμενον, ὁποῖά ἐστι τὰ ἄτομα εἴδη, κατὰ δὲ τὸ ποσὸν ἀδιαίρετον τὸ μὴ τῷ ἀριθμῷ διαιρούμενον, οἷόν ἐστι τὸ ἓν τῷ ἀριθμῷ καὶ καθʼ ἕκαστον· ἕκαστον γὰρ τούτων ἓν ὂν τῷ ἀριθμῷ οὐκέτι εἰς ποσὰ πολλὰ κατʼ ἀριθμὸν ὅμοια αὐτῷ διαιρεῖται· τὸ γὰρ κατὰ τὸ ποσὸν διαιρετὸν κατὰ ἀριθμὸν νῦν λέγει. πρῶτον δὲ τῇ τάξει καὶ τῇ φύσει τῶν ἀδιαιρέτων τούτων τὸ τῷ εἴδει ἀδιαίρετον τοῦ κατὰ τὸ ποσὸν διαιρουμένου τὸ δὲ τῷ ποσῷ ἀδιαίρετον. τοῦτο ἔξωθεν ἱστορήσας μετὰ ταῦτα δείκνυσιν ὅτι τὰ μὲν γένη εἰς εἴδη διαιρεῖται, τὰ δὲ ἔσχατα εἴδη ἀδιαίρετα κατʼ εἶδος, διὸ καὶ μᾶλλον ἀρχαὶ εἶεν τὰ ἔσχατα εἴδη μᾶλλον ὄντα ἕν. εἰπὼν δὲ τὰ γένη διαιρεῖσθαι εἰς εἴδη, ἵνα μή τις ἡγῆται καὶ τὰ ἄτομα εἴδη αὐτὸν λέγειν, ὃ μέχρι νῦν ἔλεγεν, ἐπήνεγκε τὸ οὐ γὰρ γένος ἄνθρωπος τῶν τινῶν, ὧν κατηγορεῖται, ἀνθρώπων καὶ εἰς οὓς διαιρεῖται· διαιρεῖται μὲν γὰρ ὁ ἄνθρωπος, ἀλλʼ οὐκ εἰς εἴδη — οὐ γάρ ἐστι γένος — ἀλλʼ εἰς ἄτομα μόνον, τὸ δὲ γένος κατὰ τὰ εἴδη καὶ κατὰ τὰ ἄτομα διαιρεῖται.

Ἔτι ἐν οἷς ἐστι τὸ πρότερον καὶ ὕστερον, οὐχ οἷόν τε τὸ ἐπὶ τούτων εἶναί τι παρὰ ταῦτα.

`209–210`

Καὶ τοῦτο ἐπιχειρεῖ πρὸς τὸ ὅτι δεῖ τὰ ἔσχατα γένη, τουτέστι τὰ ἄτομα εἴδη, μᾶλλον ἀρχὰς λέγειν τῶν ἀνωτάτω καὶ κοινοτάτων γενῶν· τὰ γὰρ γένη τὰ κατὰ τῶν εἰδῶν κατηγορούμενα οὐδὲ τὴν ἀρχὴν ἔστι τι παρὰ τὰ εἴδη ὧν κατηγορεῖται. δείκνυσι δʼ αὐτὸ οὕτως. ἐν οἷς τὸ πρότερον καὶ ὕστερόν ἐστι, τὸ ἐπὶ τούτοις κοινῶς κατηγορούμενον ὡς γένος οὐδέν ἐστι παρὰ ταῦτα ὧν κατηγορεῖται· οἷον εἰ ἐπʼ ἀριθμῶν πρώτη τῶν ἀριθμῶν δυὰς ἢ τριάς, οὐκ ἔστιν ἀριθμοῦ τις ἄλλη φύσις παρὰ τούτους τοὺς ἀριθμούς, δυάδα καὶ τριάδα καὶ τοὺς ἑξῆς, ὧν ὡς γένος κατηγορεῖται. ὁμοίως καὶ ἐπὶ τῶν σχημάτων οὐδέν ἐστι τὸ κοινῶς κατηγορούμενον τῶν σχημάτων ὡς σχῆμα παρὰ τρίγωνον καὶ τετράγωνον καὶ τὰ λοιπὰ σχήματα, ἐπεὶ καὶ ἐν τούτοις πρῶτον μέν ἐστι τὸ τρίγωνον, εἶτα τὸ τετράγωνον καὶ τὰ ἄλλα ἀκολούθως τούτοις κατὰ τὴν τάξιν. τοῦτο δὲ λαμβάνει ὡς κἀκείνοις δοκοῦν· οὗτοι γὰρ ἀρχὰς τῶν ὄντων τὰ ἀνωτάτω ἐτίθεντο γένη, ὡς ἱστόρησε, τὸ ἓν καὶ τὸ ὂν καὶ τὸ μέγα καὶ μικρόν — εἰσὶ δὲ οὗτοι οἱ περὶ Πλάτωνα· ἐν οἷς γὰρ τὸ πρότερον καὶ ὕστερόν ἐστιν, ἐν τούτοις ἔλεγον μὴ εἶναί τι τὸ κοινὸν παρὰ τὰ ὧν κατηγορεῖται. διὰ τοῦτο γοῦν οὐδὲ ἰδέαν ἔλεγον εἶναι τούτων, ὡς ἱστορεῖ ἔν τε ἄλλοις καὶ ἐν τῷ πρώτῳ τῶν Νικομαχείων ἠθικῶν. λαβὼν οὖν τὸ ἐν τούτοις κατʼ αὐτοὺς ἐκείνους μηδὲν εἶναι τὸ κοινὸν παρὰ τὰ ὧν κατηγορεῖται — μήτε γὰρ ἐν ἀριθμοῖς μήτε ἐν σχήμασι —, προστίθησιν αὐτὸς τὸ εἰ μὴ ἐπὶ τούτων ἔστι κοινὸν παρὰ τὰ ὧν κατηγορεῖται  <span class="gap">…</span> τοῦτο δὲ ἤτοι ὡς πᾶσι τοῖς γένεσιν ὄντος τινὸς προτέρου καὶ ὑστέρου καὶ μέσης τινὸς διαφορᾶς ἔν τε τοῖς αὐτοῖς κατηγορουμένοις καὶ ἐν τοῖς ἄλλοις γένεσιν, ἀλλʼ ὁμοίως τούτων τε καὶ ἐκείνων ὄντων γενῶν. εἰ οὖν ἐν τοῖς μάλιστα δοκοῦσι γένεσιν εἶναι μὴ ἔστι τι τὸ κοινὸν παρὰ τὰ ὧν κατηγορεῖται, οὐδὲ ἐν τοῖς ἄλλοις ἂν εἴη, κἂν εἰ μή ἐστιν ἐν αὐτοῖς τὸ πρότερον καὶ ὕστερον. διὰ τοῦτο δὲ μάλιστα δοκοῦσι γένη τε καὶ ἀρχαὶ εἶναι, ὅτι μάλιστα ὄντα ἐδόκουν αὐτοῖς εἶναι οἱ ἀριθμοὶ καὶ τὰ σχήματα, ὧν τὰ γένη μάλιστα ἂν εἴη. ἔτι δοκεῖ ἐναργῶς τὸ μὲν σχῆμα τῶν σχημάτων ὁ δὲ ἀριθμὸς τῶν ἀριθμῶν ὡς γένος κατηγορεῖσθαι. εἰ οὖν τὸ ἐν τούτοις κοινὸν μὴ ἀρχή, οὐδʼ ἂν τὸ ἐν τοῖς ἄλλοις. εἰ γὰρ μηδέν ἐστι τὸ κοινὸν καὶ γένος παρὰ τὰ εἴδη ὧν κατηγορεῖται, οὐδʼ ἂν ἀρχὴ εἴη, ἀλλὰ μᾶλλον τὰ εἴδη τὰ κατὰ τῶν ἀτόμων κατηγορούμενα· ἐν γὰρ τοῖς ἀτόμοις οὐκ ἔστι τὸ μὲν πρότερον τὸ δʼ ὕστερον, ὥστε τὸ κατὰ τούτων κατηγορούμενον εἶδος μηδὲν εἶναι δοκεῖν παρὰ τὰ ἄτομα. εἰ δὲ ἐπὶ τῶν σχημάτων καὶ τῶν ἀριθμῶν μή ἐστι τὸ σχῆμα καὶ ὁ ἀριθμός, τὰ κοινά, ἀρχαί, ἀλλὰ τὸ τρίγωνον καὶ ἡ δυὰς τῶν καθʼ ἕκαστα δυάδων, οὕτως ἂν καὶ ἐπὶ τῶν ἄλλων ἔχοι, καὶ εἴη ἂν τὰ ἄτομα εἴδη ἀρχαί, οὐ τὰ κοινὰ γένη. τοῖς δὲ προειρημένοις προστίθησι δεικνὺς ὅτι ἐν πᾶσι τοῖς γένεσίν ἐστι τὸ μὲν πρότερον τὸ δʼ ὕστερον· ἔστι γὰρ εἷς τοῦ προτέρου τρόπος καὶ τὸ βέλτιον, ὡς ἐν τῇ τοῦ προτέρου διαιρέσει ἐν Κατηγορίαις ἔδειξεν, ἐν πᾶσι δὲ τοῖς γένεσίν ἐστι τὸ μὲν βέλτιον τὸ δὲ χεῖρον τῶν εἰδῶν· ὥστε οὐδὲν τῶν γενῶν ἀρχή, ἀλλὰ μᾶλλον ἔσται τὰ ἄτομα εἴδη ἀρχαί, ὅτι τῶν ὑπʼ αὐτὰ ἀτόμων οὐκ ἔστι τὸ μέν τι πρῶτον τὸ δὲ ὕστερον. συνεχρήσατο δὲ πρὸς τὴν ἀπορίαν τῇ τοῦ πρώτου ὁμωνυμίᾳ· τῇ δὲ τοῦ πρώτου ὁμωνυμίᾳ χρῆται πρὸς τὸ δεικνύναι μηδὲν ὂν τὸ γένος παρὰ τὰ ὧν κατηγορεῖται. ἐπὶ γοῦν τῶν ζῴων τὸ μὲν βέλτιον τὸ δὲ χεῖρον. ὁ θεὸς βέλτιον· διὰ τοῦτο καὶ πρῶτον. τῶν ἄλλων πάλιν ζῴων ὁ ἄνθρωπος ζῷον βέλτιόν τε καὶ πρῶτον. ἀλλὰ καὶ ἐν χρώμασι τὸ λευκὸν βέλτιον τῶν ἄλλων, καὶ ἐν χυμοῖς ὁ γλυκύς. εἰπὼν δὲ ταῦτα ὑπὲρ τοῦ δεῖξαι τὰ εἴδη μᾶλλον καὶ τὰ ἔσχατα γένη ἀρχὰς τῶν κοινῶν καὶ γενικωτάτων ἐπιφέρει ἐκ μὲν οὖν τούτων μᾶλλον φαίνεται τὰ ἐπὶ τῶν ἀτόμων κατηγορούμενα ἀρχαὶ εἶναι τῶν γενῶν. ἑξῆς δὲ πάλιν ἐπιχειρεῖ πρὸς τὸ μὴ δύνασθαι τὰ ἄτομα εἴδη ἀρχὰς εἶναι. ἡ δὲ ἐπιχείρησις τοιαύτη. δεῖ τὴν ἀρχὴν καὶ τὴν αἰτίαν τινὸς εἶναι παρὰ τὸ πρᾶγμα τοῦτο οὗ ἀρχὴ καὶ αἰτία ἐστί, καὶ δύνασθαι χωρὶς ἐκείνου εἶναι οὗ ἐστιν αἰτία. οὐδὲν δὲ δύναται εἶναι καθʼ αὑτὸ κεχωρισμένον, ὃ μή ἐστι καθʼ ἕκαστον. εἰ γάρ τις τὰ εἴδη λέγοι εἶναι, ὅτι καθόλου πάντων τῶν ὑφʼ ἑαυτὰ καὶ τῶν καθʼ ἕκαστα κατηγορεῖται, καὶ ἔστιν ἄλλο ἑκάστου αὐτῶν, καὶ διὰ τοῦτο ἀρχὰς αὐτὰ λέγοι, τούτῳ τῷ λόγῳ τὰ ἐπαναβεβηκότα γένη μᾶλλον ἀρχαὶ τῶν εἰδῶν ἔσονται· μᾶλλον γὰρ ἐκεῖνα κοινὰ καὶ πλειόνων κατηγορεῖται. πάνυ δὲ κατὰ τὸ ἔνδοξον καὶ λογικῶς ἐπικεχείρηκε ταῦτα.

Ἔστι δʼ ἐχομένη τε τούτων ἀπορία καὶ πασῶν χαλεπωτάτη καὶ ἀναγκαιοτάτη θεωρῆσαι, περὶ ἧς ὁ λόγος ἐφέστηκε νῦν.

`211`

Χαλεπωτάτην τέ φησιν ἀπορίαν καὶ ἀναγκαιοτάτην εἶναι τὸ διορισθῆναι πρὸς τὴν γνῶσιν τῶν ἀρχῶν καὶ ὅλως πρὸς τὴν προκειμένην πραγματείαν, ἣ ἤρτηται μὲν τῶν εἰρημένων πρὸ ὀλίγου περί τε τῶν γενῶν καὶ τῶν εἰδῶν, ἐχομένη δέ ἐστι τῆς προειρημένης, ὅτι ἐν ἐκείνῃ μὲν ἐζητοῦμεν πότερον μᾶλλον ἀρχὴ τῶν κοινῶν τὸ κοινότερον ἢ τὸ προσεχέστερον, ἔπειτα ὅτι δεῖ τὴν ἀρχὴν χωριστὴν εἶναι καὶ αὐτὴν καθʼ αὑτὴν ὑφίστασθαι λαμβάνοντες, ἀνῃροῦμεν τὸ εἶναί τι ἐκείνων ἀρχήν, ἐνταῦθα δὲ ζητεῖται εἰ ἔστι τι παρὰ τὰ καθʼ ἕκαστα καὶ τὰ ἄτομα τὸ κοινὸν τοῦτο, ὃ λέγομεν γένος καὶ εἶδος, εἴτε καὶ μή· καὶ τίνα τε ἄτοπα ἕπεται τεθέντος μὴ εἶναι δείκνυσι, κἂν λέγῃ τις εἶναι, πάλιν τὰ τῇ ὑποθέσει ταύτῃ χαλεπὰ ἑπόμενα ἐρεῖ. εἰ μὲν οὖν μηδὲν εἴη παρὰ τὰ καθʼ ἕκαστα, ἀναιρεθήσεται ἐπιστήμη· τὰ μὲν γὰρ καθʼ ἕκαστα ἄπειρα, τῶν δὲ ἀπείρων ἀδύνατον γνῶσιν καὶ ἐπιστήμην καὶ περίληψιν γενέσθαι· ἡ γὰρ γνῶσις καὶ ἡ ἐπιστήμη τῶν καθʼ ἕκαστα γίγνεσθαι δοκεῖ, καθὸ ἕν τι καὶ ταὐτόν ἐστιν ἐν πᾶσιν αὐτοῖς· κατὰ γὰρ τὸ καθόλου κοινῶς αὐτῶν κατηγορούμενον· ὅπερ εἰ μὴ εἴη, οὐδʼ ἂν γνῶσις αὐτῶν δύναται γίγνεσθαι. εἰ δὲ ἔστιν ἐπιστήμη καὶ γνῶσις, ὅλως ἀκολουθήσει τὸ καὶ παρὰ τὰ καθʼ ἕκαστα εἶναί τι κοινόν, καθʼ ὃ ἡ γνῶσις καὶ ἡ ἐπιστήμη συστήσεται, τοῦτο δέ ἐστι τὸ γένος ἢ τὸ ἔσχατον, ὃ κυρίως εἶδος καλεῖται, ἢ τὸ πρῶτον, ὃ γένος ἐστίν. καὶ ὅτι μηδὲν τούτων ἐστίν, ἄρτι, φησί, διηπορήσαμεν, ἀναπέμπων ἡμᾶς ἐφʼ ἃ εἴρηκε ζητῶν εἰ τὸ εἶδος ἀρχή· εἶπε γὰρ «τὴν μὲν ἀρχὴν δεῖ καὶ τὴν αἰτίαν εἶναι παρὰ τὰ πράγματα ὧν ἀρχή, καὶ δύνασθαι εἶναι χωριζομένην αὐτῶν· τοιοῦτον δέ τι παρὰ τὰ καθʼ ἕκαστον εἶναι διὰ τί ἄν τις ὑπολάβοι.» ἀλλὰ καὶ πρὸ ὀλίγου δοκεῖ δεδεῖχθαι ὅτι τὸ κοινῶς κατηγορούμενόν τινων οὐδέν ἐστι παρὰ τὰ ὧν κατηγορεῖται· δείξας γὰρ ἐπὶ τῶν σχημάτων καὶ τῶν ἀριθμῶν τοῦτο ὁμολογούμενον, ὅτι ἐν αὐτοῖς ἐστι τὸ πρῶτον καὶ τὸ ὕστερον, ἐπήνεγκεν ὅτι εἰ μὴ ἐπὶ τούτων, οὐδὲ ἐπὶ τῶν ἄλλων ἔσται τι τὸ κοινὸν παρὰ τὰ καθʼ ἕκαστα· εἰ γὰρ ἦν, μάλιστα ἐπὶ τούτων ἦν.

Ἔτι εἰ ὅτι μάλιστα ἔστι τι παρὰ τὸ σύνολον, ὅταν κατηγορηθῇ τι τῆς ὕλης.

`212–213`

Τὸ μὲν σύνολον λέγει τὸ καθʼ ἕκαστον καὶ αἰσθητὸν καὶ συναμφότερον ἐξ ὕλης καὶ εἴδους· τοῦτο γὰρ μᾶλλον ἔθος αὐτῷ λέγειν τὸ καθʼ ἕκαστα καὶ συγκεχυμένον. τὸ δὲ ὅταν κατηγορηθῇ τι τῆς ὕλης ἤτοι δηλωτικόν ἐστι τοῦ ὅλου καὶ συνόλου — τότε γὰρ ὅλον τί ἐστιν, ὅταν κατηγορηθῇ τι τῆς ὕλης, τουτέστιν ὅταν ἐν τῇ ὕλῃ ἐπιγένηται· τοῦτο δέ ἐστι τὸ εἶδος· εἶδος γὰρ ἡ ὕλη λαβοῦσα γίγνεται τὸ σῶμα —, ἢ τῆς ὕλης τοῦ ὑποκειμένου νῦν λέγει, ὃ σύνολον εἶπεν, ὅταν κατηγορηθῇ τι τῶν αἰσθητῶν, ἅ ἐστιν ὅλα καὶ ὡς ὗλαι ὑποκείμεναι τῷ κατηγορουμένῳ ἔστι τοῦτο, ὃ κατηγορηθῇ αὐτῶν. ὃ δὲ λέγει τοιοῦτόν ἐστιν. εἰ καὶ δοθείη εἶναι τὸ καθόλου, τουτέστι τὰ γένη καὶ εἴδη — ταῦτα γὰρ τὰ κατηγορούμενα τῆς ὡς ὕλης οὐσίας, ἥτις ἐστὶν ἡ ἄτομος —, παρὰ τὰ ὧν ἐστι γένη καὶ εἴδη ἀτόμων, πότερον παρὰ πάντα τὰ ἄτομά ἐστι ταῦτα τὰ καθόλου καὶ ἐπὶ πᾶσιν ἀτόμοις, εἴτε φυσικὰ εἴη εἴτε τεχνικά, εἶναί τι τὸ κοινὸν παρʼ ἐκεῖνα, ἢ παρὰ μὲν ἔνια ἄτομα ἔστι τι τὸ κοινόν, παρὰ δὲ ἔνια οὐδέν ἐστι κοινόν. εἰπὼν δὲ ταῦτα, ἃ εἵπετο τῇ ὑποθέσει, ἑξῆς ἐπήνεγκε τὸ ἢ παρʼ οὐθέν ἐστιν, ἀναιρετικὸν ὂν τῆς ὑποθέσεως. εἰ γὰρ παρὰ μηδὲν εὑρίσκοιτο τῶν καθʼ ἕκαστα δυνάμενον κοινὸν εἶναι  <span class="gap">…</span> χωριστόν. προσθεὶς δὲ ταῦτα, ἄρχεται ἀπὸ τοῦ τελευταίου τοῦ εἰ παρὰ μηδέν, καὶ δείκνυσι τίνα ἕπεται ἄτοπα, εἰ μηδʼ ὅλως εἴη παρὰ μηδὲν τῶν καθʼ ἕκαστα τὸ κοινόν· οὐδὲν γὰρ ἔσται τὸ νοητόν, ἀλλὰ πάντα τὰ ὄντα αἰσθητά· τοιοῦτον γὰρ τὰ ὅλα καὶ συναμφότερα, παρʼ ἃ κεῖται μηδὲν ἄλλο εἶναι. εἰ δὲ μή ἐστι νοητόν τι, οὐδὲ ἐπιστήμη οὐδενὸς ἔσται· κατὰ γὰρ τὰ κοινά, ἅ ἐστι νοητά, αἱ ἐπιστῆμαι, εἰ μὴ βούλοιτό τις λέγειν τὴν αἴσθησιν ἐπιστήμην· ἐπιστητὰ γὰρ πάντα ἔσται καὶ οὕτω γνωστὰ οὐ κατὰ τὴν κυρίως ἐπιστήμην λεγομένην. προστίθησι δὲ τούτοις ὅτι οὐδὲ ἀίδιον οὐδὲ ἀκίνητον· τὰ γὰρ αἰσθητὰ πάντα φθείρεται καὶ ἐν κινήσει ἐστίν, τουτέστιν ἐν ῥύσει· κατὰ τὸ ἔνδοξον ἐπιχειρῶν, καὶ καθʼ οὓς ἐδόκει πάντα τὰ αἰσθητὰ γεννητὰ εἶναι καὶ φθαρτά. μάλιστα δὲ τοῦτο ἐδόκει Πλάτωνι· καὶ γὰρ εἰ ὑπετίθετο τὸν κόσμον μὴ φθαρήσεσθαι, ἀλλὰ τῇ γε αὐτοῦ φύσει φθαρτὸν αὐτὸν ἔλεγεν εἶναι. ἄλλως δὲ καὶ εἵπετο φθαρτὸν αὐτὸν εἶναι, γεννητόν γε ὄντα, ἐπεὶ αὐτῷ γε κινεῖσθαι μὲν πάντα δοκεῖ τὰ αἰσθητά, οὐ μὴν καὶ φθαρτὰ εἶναι· τὸ γὰρ κυκλοφορητικὸν σῶμα πᾶν ἀγένητόν τε καὶ ἄφθαρτον ἡγεῖται. ἀλλὰ νῦν, ὡς ἔφην, κατὰ τὸ ἔνδοξον ἐπιχειρεῖ· οἷς γὰρ δοκεῖ πάντα τὰ αἰσθητὰ ἔνυλα εἶναι καὶ ἐν ῥύσει συνεχεῖ, τούτοις καὶ φθαρτὰ αὐτὰ εἶναι δοκεῖ. λαβὼν δὲ τὸ μηδὲν ἔσεσθαι ἀίδιον, εἰ μή τι εἴη παρὰ τὰ αἰσθητά, ἐπιφέρει τούτῳ ὡς ἀκόλουθον τὸ ἀλλὰ μὴν εἴ γε ἀίδιον οὐδέν ἐστιν, οὐδὲ γένεσιν εἶναι δυνατόν· ἀνάγκη γὰρ εἶναί τι τὸ γιγνόμενον καὶ ἐξ οὗ γίγνεται, καὶ τούτων τὸ ἔσχατον ἀγένητον, εἴπερ ἵσταταί τε καὶ ἐκ μὴ ὄντος γίγνεσθαι ἀδύνατον, δεικνὺς ὅτι εἰ μή ἐστί τι ἀίδιον, οὐδὲ γένεσις ἔσται, εἰ δὲ μὴ γένεσις, οὐδὲ τὰ γενητά, εἰ δὲ μὴ τὰ γενητά, οὐδὲ τὰ αἰσθητά· ᾧ ἀκολουθεῖ τὸ εἰ μόνα τὰ αἰσθητά ἐστι, μηδὲ τὰ αἰσθητὰ ἔσεσθαι. ὅτι δὲ εἰ μή ἐστί τι ἀίδιον, οὐδὲ γένεσις ἔσται, οὕτως ἔδειξεν. εἰ γίγνεταί τι, ἀνάγκη εἶναί τι τό τε γιγνόμενον, τουτέστιν ὃ γίγνεται τὸ γιγνόμενον, καὶ ἄλλο τούτου τὸ ἐξ οὗ γίγνεται· οἷον εἰ ἄνθρωπος γίγνεται, δεῖ εἶναι καὶ δύνασθαι εἶναι καὶ τοῦτο ὃ γίγνεται ἄνθρωπος — ἀνυπάρκτου γὰρ ὄντος τοῦ ἀνθρώπου οὐδʼ ἂν γένοιτο ἄνθρωπος —, δεῖ οὖν εἶναί τι τὸν ἄνθρωπον ὃ λέγεται γίγνεσθαι, καὶ ἔτι τὸ ἐξ οὗ γίγνεται οὗτος· πᾶν γὰρ τὸ γιγνόμενον ἐξ οὐ τοιούτου· εἰ γὰρ ἦν τοῦτο, οὐκ ἂν ἐγίνετο· τοῦτο δέ ἐστι τὸ ὑποκείμενον καὶ ὕλη. τούτων ὑποκειμένων ἐξ ὧν γίγνεται τὰ γιγνόμενα — πλείω γὰρ τὰ προσεχῆ ὑποκείμενα· ἄλλο γὰρ ἄλλῳ τῶν ὑποκειμένων τὸ προσεχῶς ὑποκείμενον — τούτων δὴ τῶν ὑποκειμένων, φησίν, ἀνάγκη τὸ ἔσχατον ὑποκείμενον ἀίδιον εἶναι. ἔσχατον δὲ ὑποκείμενόν ἐστιν ἡ πρώτη ὕλη· ἀναλύοντες γὰρ τὰς προσεχεῖς ὕλας τῶν γιγνομένων ἐν ἐκείνῃ ἐσχάτῃ παυόμεθα. ἣν ἐσχάτην ὅτι ἀναγκαῖόν ἐστιν ἀίδιον εἶναι, δείκνυσιν ἐκ τοῦ εἰ μή ἐστί τι ἔσχατον ὑποκείμενον ἀίδιον, ἐξ οὗ ἡ γένεσις, ἀκολουθήσει ἢ ἐπʼ ἄπειρον γίγνεσθαι ἄλλο ἐξ ἄλλου ἢ ἐκ τοῦ μὴ ὄντος γίγνεσθαι· ἀμφότερα δὲ ἀδύνατα. εἰ γὰρ πᾶν τὸ ληφθὲν ὑποκείμενον γέγονε, δεήσει αὐτὸ ἢ ἐξ ἄλλου ὑποκειμένου γεγονέναι ἢ ἐκ τοῦ μὴ ὄντος, εἰ γέγονε μέν, οὐκ ἐξ ὑποκειμένου δέ. ἀλλὰ μὴν ἀμφοτέρως ἀδύνατον. οὔτε γὰρ ἐκ μὴ ὄντος οἷόν τε γίγνεσθαι· κοινὴ γὰρ αὕτη δόξα τῶν περὶ φύσεως εἰπόντων τι, τὸ μηδὲν ἐκ τοῦ μὴ ὄντος γίγνεσθαι, καὶ φανερῶς ἄτοπον καὶ ἀδύνατον τὸ οὕτω τι λέγειν γίγνεσθαι. ἀλλὰ μὴν οὐδὲ ἐπʼ ἄπειρον οἷόν τε ἄλλο ἄλλου αἴτιον εἶναι καὶ ἄλλο ἄλλῳ ὑποκεῖσθαι κατʼ εὐθυωρίαν, ὡς ἔδειξεν ἐν τῷ ἐλάττονι τῶν Α ὄντι πρὸ τούτου. εἰ τοίνυν μηδέτερον, ἢ οὐκ ἔσται γένεσις, ἢ τὸ πρῶτον ὑποκείμενον ἀίδιον καὶ ἀγένητον ἔσται. ἕπεται ἄρα τῷ μηδὲν ἀίδιον εἶναι τὸ μηδὲ γένεσιν εἶναι. δύναται δὲ τὸ καὶ τούτων εἰρῆσθαι μὴ μόνον ἐπὶ τῆς ὕλης, ἥτις ἐστὶ τὸ ἐξ οὗ γίγνεται, ἀλλὰ καὶ ἐπὶ τοῦ γινομένου· δοκεῖ γὰρ ἐν τοῖς κατὰ φύσιν γιγνομένοις τὸ ὅμοιον ὑπὸ τοῦ ὁμοίου γίγνεσθαι· ἄνθρωπος γὰρ ἄνθρωπον γεννᾷ, ὥστε εἰ γίγνεται ἄνθρωπός τις, δεῖ ἄνθρωπον εἶναι· τὸν γὰρ ποιοῦντα καὶ γεννῶντα. ἀναγκαῖον δὲ καὶ ἐπὶ τούτων εἶναι ποιητικὸν ἀίδιον, καὶ αὐτὸς μετὰ τὸ περὶ τῆς ὕλης εἰπεῖν ἐπιχειρεῖ δεικνύναι ὅτι καὶ τὸ γινόμενον ἀίδιον εἶναι δεῖ.

Ἔτι δὲ καὶ γενέσεως οὔσης καὶ κινήσεως ἀνάγκη καὶ πέρας εἶναι.

`214`

Ἡ ἐπιχείρησις καὶ αὕτη γίγνεται εἰς τὸ εἶναί τινα ἀρχὴν γενέσεως, ὅ ἐστι πρῶτον ὑποκείμενον ἀγέννητον, καὶ μὴ ἐπʼ ἄπειρον γίγνεσθαι ἄλλο ἐξ ἄλλου. ἔστι δὲ δυνάμει τοιαύτη. εἰ πάσης κινήσεως καὶ πάσης γενέσεώς ἐστι πέρας, ἔστιν αὐτῶν ἀρχή· οὗ γάρ ἐστι πέρας, τούτου ἀνάγκη καὶ ἀρχὴν εἶναι· μὴ οὔσης γὰρ ἀρχῆς ἀλλʼ ἐπʼ ἄπειρον ἀνιούσης τῆς γενέσεως ἢ τῆς κινήσεως, οὐδʼ ἂν εἴη τέλος τι αὐτῶν. ἀλλὰ μὴν πάσης γενέσεως καὶ κινήσεως τέλος ἐστίν, ὃ ἔλαβε διὰ τοῦ οὔτε γὰρ ἄπειρός ἐστιν οὐδεμία κίνησις, ὃ ἐν ἄλλοις δέδεικται, διὰ τὸ πᾶσαν κίνησιν εἶναι πόθεν ποῖ· τό τε γὰρ αὐξανόμενον πέρας ἔχει τῆς αὐξήσεώς τι, ὁμοίως δὲ καὶ τὸ ἀλλοιούμενον, ὁμοίως δὲ καὶ τὸ φθειρόμενον. ὥσπερ δὲ πάσης κινήσεώς ἐστι πέρας, οὕτω καὶ γενέσεως· οὐδὲν γὰρ ἀδύνατον γενέσθαι γίγνεται· καὶ γὰρ καὶ τοῦτο δέδεικται. ὃ γὰρ οὐχ οἷόν τε γενέσθαι οὐδὲ γίγνεται· οὐ γὰρ γίγνεται σύμμετρος ἡ διάμετρος, ὅτι οὐ δύναται γενέσθαι τε καὶ ἐπιτελεσθῆναι. ἀδύνατον δὲ γενέσθαι τὸ πέρας μὴ ἔχον τῆς γενέσεως ἀλλὰ γιγνόμενον ἐπʼ ἄπειρον, ὥστε οὐδὲ τὴν ἀρχὴν γίγνεται. πᾶν ἄρα τὸ γιγνόμενον γενέσθαι δύναται, τὸ δὲ δυνάμενον γενέσθαι κἂν γένοιτο. ἀλλὰ μὴν τὸ γεγονὸς ἀνάγκη εἶναι ὅτε πρῶτον γέγονεν· τὸ γὰρ γεγονὸς ὅτε ἔστι πέπαυται γιγνόμενον· δέδεικται γὰρ τοῦτο ἐν τῷ Ζ τῆς Φυσικῆς ἀκροάσεως. εἰ δὲ ἔστιν ὅτε πρῶτον γέγονεν, ἔστι πέρας παντὸς τοῦ γιγνομένου· τοῦ γὰρ τοῦτο λαβεῖν χάριν ἐχρήσατο τῷ τὸ γεγονὸς ἀνάγκη εἶναι ὅτε πρῶτον γέγονεν. ἔστιν ἄρα καὶ ἀρχὴ παντὸς γιγνομένου τε καὶ κινουμένου. εἰ δὲ τοῦτο, οὐκ ἐπʼ ἄπειρον ἄλλο ἐξ ἄλλου γίγνεται. εἰ δὲ μὴ τοῦτο, ἔστι τι ἀίδιον ἔσχατον ὑποκείμενον. ἀσαφὴς δὲ ἡ ἐπιχείρησις δοκεῖ τῷ παραλιπεῖν αὐτὸν τὸ ἀκολουθοῦν τῷ εἶναι πάσης κινήσεως καὶ γενέσεως πέρας. ἦν δὲ τὸ ὧν ἐστι πέρας, καὶ ἀρχὴν τούτων εἶναι. τοῦτο γὰρ ὡς γνωρίμως ἑπόμενον παραλιπών, μόνον ἔδειξεν ὅτι πάσης κινήσεως καὶ γενέσεως ἔστι πέρας. καὶ ἡ κυκλοφορητικὴ δὲ κίνησις πέρας ἔχει· ἀπὸ γὰρ τοῦ αὐτοῦ ἐπὶ τὸ αὐτὸ γίνεται, καὶ ἡ ἀπειρία ταύτης τῷ πάλιν τὴν αὐτὴν γίγνεσθαι κίνησιν, οὐ τῷ ἄλλοτε ἄλλην.

Ἔτι δὲ εἴπερ ἡ ὕλη ἐστὶ διὰ τὸ ἀγένητος εἶναι, πολὺ μᾶλλον εὔλογον εἶναι τὴν οὐσίαν.

`215`

Δείξας ὅτι ἔστι τι ἔσχατον ἀίδιον ὑποκείμενον — τοῦτο γὰρ ἐδήλωσε διὰ τοῦ ἔτι δὲ εἴπερ ἡ ὕλη ἐστὶ διὰ τὸ ἀγένητος εἶναι· ἀδύνατον γάρ, εἰ μὴ εἴη τι τοιοῦτον, γένεσιν εἶναι· καὶ γὰρ εἰ ἐπʼ ἄπειρον ἡ ὕλη προΐοι, οὐδὲν ἂν ἐκ τῆς ὕλης γίνοιτο τῷ μηδέποτε ἄλλην ἐξ ἄλλης γινομένην ὕλην παύεσθαι ἐκλυούσης τῆς ὕλης τὰ ἐκ τῆς ἄλλης ἀλλʼ οὐκ ἐγγινομένης — δείξας οὖν ὅτι τὸ πρῶτον ὑποκείμενον δεῖ ἀγένητον εἶναι καὶ οὐκ ἐπʼ ἄπειρον γίγνεσθαι ἄλλο ἐξ ἄλλου, νῦν δείκνυσιν ὅτι καὶ τὸ εἶδος, ὃ γίγνεται ἐν τῇ ὕλῃ, εἶναι δεῖ ἀίδιον, δεικνὺς διὰ τούτων καὶ κατασκευάζων ὅτι ἔσται τις οὐσία μοναδικὴ ἀίδιος. εἰ γὰρ ἔστι φύσις τῆς ὕλης, εὐλογώτερον τὴν οὐσίαν εἶναι ταύτην, ἣν ἡ ὕλη δέχεται· τοῦτο γὰρ ἐδήλωσε διὰ τοῦ εἰπεῖν ὅ ποτε ἐκείνη γίγνεται. οὐσίαν δὲ τὸ εἶδος λέγει· καθʼ ὃ γὰρ ἑκάστῳ τὸ εἶναι, τοῦτο οὐσία· ἡ γὰρ ὕλη δεξαμένη εἶδος παρέχεται τὸ γιγνόμενον ἐξ αὐτῆς γεγονός, τουτέστιν ὃ δέχεταί τε καὶ γίνεται. ὅτι οὖν εὔλογον καὶ τὸ εἶδος προϋπάρχειν ἀίδιον ὄν, ὃ ἡ ὕλη δέχεται, οὕτω δείκνυσιν. ὥσπερ μὴ ὄντος τοῦ ὑποκειμένου ἀδύνατον ἦν γενέσθαι τι, οὕτω καὶ μὴ ὄντος τοῦ ὃ δέχεται τὸ ὑποκείμενον ἀδύνατον γένεσιν εἶναι· ὃ εἶπε διὰ τοῦ εἰ γὰρ μήτε τοῦτο ἔσται μήτε ἐκεῖνο, οὐδὲν ἔσται τὸ παράπαν, ὃ ἴσον ἐστὶ τῷ εἰ γὰρ μὴ ἀμφότερα εἴη ἥ τε ὕλη καὶ τὸ εἶδος ἀίδια, οὐδὲν ἂν τὸ παράπαν γένοιτο. ὅτι γὰρ τοῦτο λέγει, ἐδήλωσεν εἰπὼν ἀνάγκη τι εἶναι παρὰ τὸ σύνολον τὴν μορφὴν καὶ τὸ εἶδος, τὸ μὲν σύνολον λέγων τὸ γεγονός, τὸ συναμφότερον καὶ αἰσθητόν. δεῖν δὲ ἑκάτερον εἶναι λέγων, ἐξ ὧν εἶναι τὸ σύνολον, τήν τε ὕλην καὶ τὴν μορφὴν καὶ τὸ εἶδος, ὡς εἴπομεν — λέγει γάρ, εἰ μήτε τοῦτο ἔσται μήτε ἐκείνη, λέγων τὸ εἶδος καὶ τὴν ὕλην, οὐθὲν ἔσται τὸ παράπαν —, ἐπήνεγκεν εἰ δὲ τοῦτο ἀδύνατον, λέγων ἀδύνατον τὸ μηδὲν ἔσεσθαι, ἀνάγκη εἶναι παρὰ τὸ σύνολον, τουτέστι τὸ συναμφότερον, ὅ ἐστιν εἶδος ἐν ὕλῃ, τὴν μορφὴν καὶ τὸ εἶδος, ὑγιὲς μὲν λαμβάνων τὸ δεῖν, ὡς ἡ ὕλη, οὕτως εἶναί τι καὶ εἶδος ἀίδιον, οὐ μὴν τὸ ἐν τῇ ὕλῃ γινόμενον εἶναι δεῖ τοῦτο, ἀλλὰ τὸ ποιητικόν, ὃ εἰ εἴη τῷ ποιουμένῳ ὅμοιον, εἴη ἂν προϋπάρχον πως. λαβὼν δὲ ἐκ τῆς ἐπιχειρήσεως τὸ δεῖν καὶ τὸ εἶδος προϋπάρχειν ὥσπερ καὶ τὴν ὕλην, ἵνα ἐξ αὐτῶν προϋπαρχόντων τὸ σύνολον καὶ συναμφότερον γένηται, ἐπὶ τούτοις ἀπορεῖ, ὃ καὶ αὐτὸ ἀρχόμενος τῆσδε τῆς ἀπορίας ἀπορήσειν προέθετο, εἰπὼν πότερον εἰ ἔστι παρὰ πάντα εἶναι δεῖ. εἰ γὰρ καὶ τὸ εἶδός τις θήσεται προϋπάρχειν καὶ ἀίδιον εἶναι τὸ γιγνόμενον ἐν τῇ ὕλῃ, ἐπὶ τίνων τῶν ὄντων τε καὶ γιγνομένων ἐρεῖ προϋπάρχειν τὸ εἶδος ἀίδιον ὄν, καὶ ἐπὶ τίνων οὔ; οὐ γὰρ ἐπὶ πάντων τῶν γιγνομένων οἷόν τε τοῦτο λέγειν. καὶ παρατίθεται τὰ κατὰ τέχνην γιγνόμενα, ἐφʼ ὧν ἄτοπον λέγειν τὸ ὑπὸ τοῦ τεχνίτου εἶδος ἐγγινόμενον τῇ ὕλῃ προϋπάρχειν τε καὶ ἀίδιον εἶναι. ταῦτα δὲ δύναται μὲν καὶ περὶ τῶν ἰδεῶν λέγεσθαι καὶ ἀπορεῖσθαι, δύναται δὲ καὶ ἁπλῶς περὶ τοῦ ἐνύλου εἴδους κατʼ ἀκολουθίαν τῆς ἀπορίας λέγεσθαι.

Πρὸς δὲ τούτοις πότερον ἡ οὐσία μία πάντων ἔσται, οἷον τῶν ἀνθρώπων· οὐ γὰρ ἓν ἅπαντα ὧν ἡ οὐσία μία.

`216`

Καὶ τοῦτο πρὸς τοῖς εἰρημένοις ἀπορεῖ, εἰ ἔστι καὶ τὰ εἴδη προϋπάρχοντα ὥσπερ ἡ ὕλη, πότερον ἓν εἶδος κατʼ ἀριθμόν ἐστι καὶ μία οὐσία κατὰ τὸν ἀριθμὸν πάντων τῶν ἀνθρώπων, ἢ πολλὰ καὶ τοσαῦτα ὅσοι οἱ ἄνθρωποι οἱ καθʼ ἕκαστα. εἰ μὲν γὰρ ἕν τις θήσεται κατὰ τὸν ἀριθμόν, εἷς ἄνθρωπος γενήσεται ἐκ τῆς ὕλης ἐκεῖνο δεξαμένης τὸ εἶδος· εἰ δὲ τοσαῦτα ὅσοι καὶ ἄνθρωποι καθʼ ἕκαστα, ἄλογον· τίνι γὰρ ἐκεῖνα τὰ χωρὶς ὕλης εἴδη τοῦ ἀνθρώπου λαμβανόμενα ἀλλήλων διοίσει; ὑλικαὶ γὰρ αἱ τῶν καθʼ ἕκαστα ἀνθρώπων πρὸς ἀλλήλους διαφοραί. ἐπὶ τούτοις ἀπορεῖ καὶ πῶς ἡ ὕλη δέχεται ταῦτα τὰ προϋπάρχοντα εἴδη ἢ ὁπωσοῦν τὰ εἴδη, καὶ πῶς γίνεται καὶ ἔστιν ἕκαστον τῶν αἰσθητῶν, ἅ ἐστιν ὅλα ἐξ ἀμφοτέρων τούτων, πότερον συντεθέντων ἢ κραθέντων ἢ μιχθέντων; ἢ τίς ὁ τρόπος καθʼ ὃν ἡ ὕλη δεξαμένη τὰ εἴδη γίνεται ἃ γίνεται; ταῦτα δὲ καὶ ἐν ἄλλοις ἠπόρηκε, ζητῶν τί τὸ ἑνοῦν καὶ συνέχον τὸ εἶδος ἐν ὕλῃ, ἐν οἷς τὸ δυνάμει τῆς ὕλης φησὶν αἴτιον γίγνεσθαι τοῦ λαμβάνειν αὐτὸ καὶ μένειν ἐν αὑτῇ εἰς τοῦτο μεταβάλλουσαν, ὃ τέως ἐδύνατο, δηλονότι ποιητικοῦ τινος προϋπάρχοντος αἰτίου.

Ἔτι δὲ περὶ τῶν ἀρχῶν καὶ τοῦτο ἀπορήσειεν ἄν τις· εἰ μὲν γὰρ εἴδει εἰσὶν ἕν.

`217`

Ἡ ἀπορία ἀκόλουθος μέν ἐστι τῷ ἠπορημένῳ τῷ εἰ ἓν κατʼ ἀριθμὸν τὸ εἶδος ἢ πλείω, δύναται δὲ καὶ ἐπὶ τὰς ἰδέας τὴν ἀναφορὰν ἔχειν διὰ τὸ παρατίθεσθαι αὐτὸν τὸ αὐτοὲν καὶ αὐτοόν. ἢ δύναται κοινῶς ἀπορεῖσθαι περὶ τῶν ἀρχῶν· κυρίως γὰρ ὄντα αἱ ἀρχαί· διὸ καὶ τὸ αὐτό προστίθησιν αὐταῖς. κοινῶς οὖν ἀπορουμένη δύναται ἐφαρμόζειν καὶ τοῖς ὑποκειμένοις λεγομένοις. ἔστι δὲ ὃ ἀπορεῖ περὶ τῶν ἀρχῶν, πότερον ἑκάστη αὐτῶν, εἴτε μίαν τις εἴτε πλείους ὑποτίθεται τὰς ἀρχάς, κατὰ τὸ εἶδος τὸ ἓν ἔχουσιν ἢ κατὰ ἀριθμόν, οἷον εἰ ὕλη μία, ἀριθμῷ μία ἢ εἴδει, καὶ εἰ τὸ εἶδος ἕν, ἀριθμῷ ἢ εἴδει. εἰ μὲν γὰρ εἴδει μία ἑκάστη τῶν ἀρχῶν, ἀριθμῷ δὲ πολλαί, οὐδὲν ἔσται, φησίν, ἐν ταῖς τῶν γιγνομένων ἀρχαῖς ἓν κατʼ ἀριθμόν· εἰ δὲ μηδεμία τῶν ἀρχῶν ἓν κατʼ ἀριθμὸν ἔσται, οὐδʼ ἂν τῶν ἐκ τῶν ἀρχῶν συγκειμένων ἕν τι εἴη κατʼ ἀριθμόν· τὰ γὰρ ἐξ ἑνὸς οὐ τῷ ἀριθμῷ ἀλλὰ τῷ εἴδει συγκείμενα ἓν τῷ εἴδει, οὐ τῷ ἀριθμῷ. εἰ γὰρ τὰ ἐξ ἑνὸς κατʼ ἀριθμὸν συγκείμενα ἓν τῷ ἀριθμῷ, δῆλον ὡς τὰ ἐξ ἑνὸς τῷ εἴδει τὸ εἶναι ἔχοντα ὁμοίως ἐκείνοις ἕξει τὸ ἕν. ᾧ ἄτοπον ἑπόμενον ἐπήνεγκε τὸ μηδὲ τὸ αὐτοὲν καὶ αὐτοὸν κατʼ ἀριθμὸν ἓν ἔσεσθαι, ἃ καὶ αὐτὰ ἐν ταῖς ἀρχαῖς ἐτίθεντο οἱ τὰς ἰδέας εἶναι λέγοντες ἀρχάς. ἀλλὰ μὴν εἰ μή ἐστι τὸ αὐτοὲν ἓν κατʼ ἀριθμόν, τούτου δὲ μετουσίᾳ πάντα ἐστὶν ἕν, οὐδʼ ἂν τῶν ἄλλων τι ἓν κατʼ ἀριθμὸν εἴη τῶν πρὸς ἐκεῖνο τὸ εἶναι ἐχόντων· πρὸς γὰρ ἓν τῷ εἴδει ὁμοιούμενα ὁμοίως ἂν ἐκείνῳ καὶ αὐτὰ τὸ ἓν ἔχοι· οὐδὲν ἄρα ἔσται ἓν κατʼ ἀριθμόν, εἰ μήτε τῶν γινομένων πρός τι ἓν κατʼ ἀριθμὸν ἔσται, μήτε τὸ αὐτοὲν ἡ ἀρχή, ἀλλὰ μηδʼ ἄλλη τις τῶν ἀρχῶν. καὶ προστίθησι τούτῳ ὅτι οὐδʼ ἐπιστήμη ἔσται, εἰ μὴ εἴη ἕν τι κατὰ τὸν ἀριθμόν· αἱ γὰρ ἐπιστῆμαι γίνονται τῷ ἕν τι ἐπὶ πολλῶν λαμβάνεσθαι, ὡς εἴρηκε καὶ πρὸ βραχέος· κατὰ γὰρ τὸ κοινὸν αἱ ἐπιστῆμαι, ὃ κοινὸν ἓν κατʼ ἀριθμὸν ὂν δείκνυται· οὐ γὰρ δὴ ὥσπερ τὰ ὑπὸ τὸ κοινόν ἐστιν ἀλλήλοις ἓν τῷ εἴδει ἢ τῷ γένει, οὕτω δὲ καὶ τὸ κοινὸν τὸ εἶδος τὸ ἐπʼ ἐκείνοις ἢ τὸ γένος ἓν τῷ εἴδει ἢ τῷ γένει ἔσται. οὕτω γὰρ ἐπʼ ἄπειρον προελεύσεται· εἰ γὰρ τὸ ζῷον ἔσται ἓν κατὰ τὸ εἶδος κοινὸν τὸ εἶναι ἓν ἔχον, ὁμοίως πάλιν καὶ τὰ καθʼ ἃ τὰ ζῷα ἓν εἰ κατὰ τὸ εἶδός ἐστιν ἕν, κἀκεῖνα πολλὰ κατʼ ἀριθμὸν ἔσται, καὶ οὕτως εἰς ἄπειρον προελεύσεται. ἀλλʼ ἐστὶ τῶν κοινῶν ἕκαστον ἓν κατʼ ἀριθμόν. εἰ δὲ τούτων μὲν αἱ ἐπιστῆμαι, ἅ ἐστιν ἓν κατʼ ἀριθμόν, μηδὲν δέ ἐστιν ἓν κατὰ τὸν ἀριθμόν, εἰ αἱ ἀρχαὶ τῷ εἴδει ἔχοιεν τὸ ἕν, ἀναιροῖτο ἂν ἐπιστήμη. εἰ γάρ τις λέγοι ἓν κατʼ ἀριθμὸν εἶναι τὸ ἐπὶ ταῖς ἀρχαῖς, ἐπεὶ ἓν κατὰ τὸ εἶδος ὑπέκειτο εἶναι, λέγοι ἂν οὗτος οὐκέτι τῷ εἴδει τὸ ἓν ἔχειν τὰς ἀρχάς· τὸ γὰρ εἶδος ἐκεῖνο τὸ ἓν τῷ ἀριθμῷ ἀρχὴ μᾶλλον τῶν ὑπʼ αὐτό, καὶ οὐκέτι ἓν τῷ εἴδει ἀλλὰ τῷ ἀριθμῷ. ἔτι οὐδὲ τῷ εἴδει ἕν τι δύναται εἶναι, ὧν μή ἐστί τι ἓν κατʼ ἀριθμὸν κοινὸν εἶδος· πολλὰ γὰρ ὄντα κατʼ ἀριθμὸν ἔχοντα ἂν κοινωνίαν ἀλλήλοις, ἃ μή ἐστι τὰ κατʼ ἀριθμὸν ἕν, οὐδʼ ἂν ταῦτα ἔτι εἴη τὰ αὐτὰ τῷ εἴδει. δύναταί τις ἀκούειν τοῦ καὶ τὸ ἐπίστασθαι πῶς ἔσται, εἰ μή τι ἔσται ἓν ἐπὶ πάντων; ὡς εἰρημένου πρὸς τοὺς τὰς ἰδέας τιθεμένους· ἔλεγον γὰρ ἐκεῖνοι μὴ ἄλλως ἐπιστήμην ἔσεσθαι, εἰ μὴ αἱ ἰδέαι εἶεν· τὰ μὲν γὰρ αἰσθητὰ ἄπειρά τε καὶ ἐν ῥύσει συνεχεῖ, καὶ διὰ τοῦτο οὐδὲ ἐπιστητά, παρὰ δὲ τὰ αἰσθητά γε καὶ καθʼ ἕκαστα ἡ ἰδέα μία τῷ ἀριθμῷ ἐπὶ πολλῶν λαμβανομένη ἀκίνητός τε καὶ ἀίδιος αἰτία ἐπιστήμης γίνεται· ἀναιρεῖται δὲ τοῦτο, εἰ μηδὲ ἐκεῖναι τὸ κατʼ ἀριθμὸν ἔχοιεν ἕν.

Ἀλλὰ μὴν εἰ ἀριθμῷ ἓν καὶ μία ἑκάστη τῶν ἀρχῶν.

`218`

Δείξας τί ἄτοπον ἑπόμενον, εἰ λέγοιντο αἱ ἀρχαὶ τῷ εἴδει μία, νῦν πάλιν ἐπιχειρεῖ πρὸς τὸ μηδὲ κατʼ ἀριθμὸν δύνασθαι τὸ ἓν ἔχειν τὰς ἀρχάς. ἄγει δὲ πάλιν τὸν λόγον ἐπὶ τὰς ἀρχὰς τὰς ὡς στοιχεῖα λεγομένας, ἐξ ὧν κατὰ σύνθεσιν γίνεται τὸ ἐξ αὐτῶν ὡς ἐπὶ τῶν στοιχείων, καὶ δείκνυσιν ἐπὶ τῶν οὕτως λεγομένων ἀρχῶν, εἰ ἑκάστη αὐτῶν μία κατʼ ἀριθμὸν εἴη, ὅτι οὐ πλείω τὰ ὄντα τῶν στοιχείων ἔσται· ὡς γὰρ κατὰ τὸ εἶδος ἀλλήλαις αἱ αὐταὶ συλλαβαί, κατὰ δὲ τὸν ἀριθμὸν ἄπειροι, τῷ τὰ στοιχεῖα ἐξ ὧν συντίθενται κατὰ τὸν ἀριθμὸν ἄπειρα δύνασθαι λαμβάνεσθαι κατʼ εἶδος ὄντα ταὐτά, γίγνονται, οὕτως, εἰ μὴ εἴη κατʼ ἀριθμὸν τὰ στοιχεῖα πολλά, ἀλλʼ ἓν εἴη κατʼ ἀριθμὸν α καὶ ἓν β, ἀνάγκη καὶ συλλαβὴν ἐξ αὐτῶν τούτων συντιθεμένων γενέσθαι μίαν, οὐδὲ ἔσται λαβεῖν πλείους συλλαβὰς ἐχούσας τὸ β, εἰ ἕν ἐστι τῷ ἀριθμῷ τὸ β, πλὴν τῆς βα· ὅλως γὰρ οὐδενὶ ἄλλῳ β ἔτι ἐνυπάρχει, εἰ ἓν ὄν ἐστιν, ἢ ἐν τῇ βα συλλαβῇ. ὡς οὖν ἐπὶ τῶν συλλαβῶν καὶ τῶν στοιχείων ἔχει, εἰ ἓν κατʼ ἀριθμὸν τὰ στοιχεῖα — οὐ πλείω ἔσται ἐν ταῖς συλλαβαῖς, ἀλλὰ τοσαῦτα ὅσα ἐστὶν αὐτά —, οὕτω καὶ ἐπὶ τῶν ὄντων φησὶν ἕξειν, εἰ ἓν αὐτῶν αἱ ἀρχαὶ κατʼ ἀριθμὸν ἑκάστη μία. ἐξηγήσατο δὲ καὶ τί τὸ ἀριθμῷ ἕν ἐστιν, ὅτι τὸ καθʼ ἕκαστον, καὶ τί τὸ καθόλου ἐστίν, ὅτι τὸ ἐπὶ τοῖς καθʼ ἕκαστον κοινὸν λαμβανόμενον, τοῦτο δέ ἐστιν εἶδός τε καὶ γένος. εἰπὼν δὲ ὥσπερ οὖν εἰ τὰ τῆς φωνῆς ἀριθμῷ ἦν στοιχεῖα ὡρισμένα, ἦν ἂν καὶ τὰ γράμματα τοσαῦτα τὰ γραφόμενα ὅσα αὐτῶν καὶ τὰ στοιχεῖα, οὐκέτι ἀνταπέδωκε τὸ οὕτω δὲ καὶ ἐπὶ τῶν ὄντων καὶ τοῦ ἀριθμοῦ τούτων ἕξει· οὐδὲν γὰρ ἄλλο παρὰ τὰ στοιχεῖα ἔσται, τουτέστιν οὐ πλείω τὰ ὄντα τῶν στοιχείων ἔσται· ἀλλʼ ὡς γνωρίμου τῆς ἀκολουθίας οὔσης παρέλιπεν αὐτὴν ἐπενεγκεῖν. εἰ γάρ ἐστι μία τῷ ἀριθμῷ γῆ καὶ ἕκαστον τῶν τεσσάρων, ταῦτα δὲ εἴη ἐν τῷδέ τινι τῷ σώματι, ἀδύνατον ἐξ αὐτῶν δηλονότι ἄλλο τι σῶμα εἶναι. σφόδρα δὲ λογικῶς καὶ διαλεκτικῶς ἡ ἐπιχείρησις ἔχει.

Οὐθενὸς δʼ ἐλάττων ἀπορία παραλέλειπται καὶ τοῖς νῦν καὶ τοῖς πρότερον.

`219`

Ἣν ἀναγκαίαν οὖσαν ἀπορίαν κατευθυνθῆναί φησι πᾶσι τοῖς πρὸ αὐτοῦ παραλελεῖφθαι, εἴρηται μὲν καὶ αὕτη ὥσπερ καὶ αἱ πρὸ ταύτης κατʼ ἀρχὰς τοῦ βιβλίου ἐν τῇ ἐκθέσει τῶν ἀποριῶν, ἔστι δὲ αὕτη. ζητεῖ πότερον αἱ αὐταὶ τῶν τε φθαρτῶν καὶ τῶν ἀφθάρτων ἀρχαί. εἰ μὲν γὰρ αἱ αὐταί, τί τὸ αἴτιον τοῦ ἐκ τῶν αὐτῶν ἀρχῶν πάντων ὄντων τὰ μὲν αὐτῶν φθαρτὰ εἶναι τὰ δὲ ἄφθαρτα; ἔνθα Ἡσιόδου τε καὶ τῶν ἀρχαίων μνημονεύει θεολόγων, οἳ ἐκ τῶν αὐτῶν ἀρχῶν ὑποτιθέμενοι πάντα ἀιδίων οὐσῶν καὶ ἀφθάρτων τὸ αὑτοῖς δόξαν πιθανὸν εἶναι τοῦ τὰ μὲν ἄφθαρτα τὰ δὲ φθαρτὰ εἶναι ἔφασαν μόνον, ἡμῶν δὲ καὶ τοῦ ἡμᾶς διδάξαι τε καὶ πεῖσαι ὠλιγώρησαν· ὑποθέμενοι γὰρ τὰς ἀρχὰς ἀιδίους τε καὶ θείας εἶναι καὶ πάντα ἐξ ἐκείνων τὰ ὄντα εἶναι καὶ γεγονέναι, τὰ μὲν γευσάμενα τῆς ἀμβροσίας καὶ τοῦ νέκταρός φασι θεοὺς γενέσθαι, ὅσα δὲ μὴ ἐγεύσατο, ταῦτα φθαρτά, πρῶτον μὲν τὴν ἀμβροσίαν καὶ τὸ νέκταρ τὰ θεοποιὰ νάματα αὑτοῖς ἴσως γνώριμα λέγοντες· οὐ γὰρ δὴ ἡμῖν ἢ τῶν ἄλλων τινί. δεύτερον δὲ καὶ περὶ αὐτῆς τῆς προσφορᾶς τούτων ἁπλῶς εἶπον καὶ οὐδαμῶς γνωρίμως· τίνος γὰρ χάριν ἦλθον ἐπὶ τὸ γεύσασθαι τούτων ἃ αἴτια αὐτοῖς τῆς ἀθανασίας; εἰ μὲν γὰρ ἡδονῆς χάριν αὐτῶν γεύονται, οὐδὲν αὐτοῖς εἰς τὸ εἶναι συντελεῖ τὸ νέκταρ καὶ ἡ ἀμβροσία, ὥστε οὐ διὰ τὸ γεύσασθαι ἀθάνατα· εἰ δὲ εἰς τὸ εἶναι ἡ τούτων αὐτοῖς γεῦσις συντελεῖ, δῆλον ὡς τροφή ἐστιν αὐτοῖς, τὰ δὲ τρεφόμενα καὶ μὴ ἂν ὄντα εἰ μὴ τρέφοιτο, πῶς οἷόν τε λέγειν ἀίδια εἶναι; τοσαῦτα δὲ Ἡσιόδου τε καὶ τῶν ἄλλων θεολόγων ἐπιμνησθεὶς τὸ μὲν τὰς τούτων δόξας μετὰ σπουδῆς ἐξετάζειν μύθους λεγόντων καὶ διὰ μύθων τὰ ψευδῆ συναγόντων τε καὶ συνιστάντων παραιτεῖται — τὸ γὰρ μυθικῶς σοφιζομένων ἴσον τῷ διὰ μύθων παρακρουομένων τἀληθές —, ἐπὶ δὲ τοὺς μετʼ ἀποδείξεως δοκοῦντας λέγειν περὶ τούτων μέτεισι, καί φησι δεῖν παρὰ τούτων ἐξετάζειν τὴν αἰτίαν τοῦ πάντων ἐκ τῶν αὐτῶν ἀρχῶν καὶ στοιχείων γεγονότων, τὰ μέν τινα τῶν ἐξ ἐκείνων ἀίδιά τε εἶναι καὶ ἄφθαρτα τὰ δὲ φθαρτά. εἰ γάρ, φησί, μήτε αἰτίαν τινὰ λέγουσι τούτου, μήτε ἄλλως εὔλογόν τι ἔχει ἡ δόξα, δῆλον ὡς οὐκ ἂν εἶεν αἱ αὐταὶ πάντων ἀρχαί. φησὶ δὲ μηδὲ Ἐμπεδοκλέα, ὃς δοκεῖ μάλιστα τῶν ἄλλων φυσιολόγων ὁμολογούμενα λέγειν· ἄλλο μὲν γὰρ στοιχεῖον γενέσεώς τε καὶ τοῦ εἶναι αἴτιον εἰσάγει, τοιοῦτον γὰρ ἡ φιλία αὐτῷ, ἄλλο δὲ φθορᾶς, τὸ γὰρ νεῖκος τοιοῦτον· οὐ μὴν ἀλλὰ φαίνεται καὶ γενέσεως τὸ νεῖκος αὐτῷ ἐν πολλοῖς τὴν αἰτίαν ἔχειν καὶ φιλία φθορᾶς. καὶ δείκνυσί γε πῶς μὲν δοκεῖ λέγειν ὁμολογούμενα, πῶς δὲ οὐκ ἐκφεύγει τὴν ἀπορίαν. τίθησι μὲν γὰρ ἐν ταῖς ἀρχαῖς Ἐμπεδοκλῆς καὶ τὸ νεῖκος, ὅ ἐστιν αἴτιον αὐτῷ τῆς φθορᾶς· διὸ πάντα κατʼ αὐτὸν τὰ γινόμενα φθείρεται, καὶ οὐ τὰ μὲν τὰ δʼ οὔ. τοῦτο γὰρ ὁμολογούμενον δοκεῖ λέγεσθαι ὑπʼ αὐτοῦ τὸ πάντα τὰ γινόμενα ἐκ τῶν αὐτῶν ἀρχῶν ὄντα ὁμοίως καὶ φθείρεσθαι πάντα, ἀλλʼ οὐ τὰ μὲν φθείρεσθαι τὰ δὲ μένειν ἀίδια. μόνα δὲ ἄφθαρτα τὰ στοιχεῖα ὑποτίθεται, ταῦτα δέ ἐστι τὰ δ σώματα καὶ τὸ νεῖκος καὶ ἡ φιλία. καὶ ταύτῃ μὲν δοκεῖ τοῦ φθείρεσθαι τὰ φθειρόμενα αἰτίαν τινὰ ἀπολείπειν καὶ ὁμολογούμενα λέγειν αὑτῷ, ἄλλην μὲν γενέσεως ἄλλην δὲ φθορᾶς ἀποδιδοὺς αἰτίαν. ᾗ δὲ λέγει καὶ τὸ νεῖκος αὐτὸ τοῦτο γεννᾶν, τουτέστι γενέσεως αἴτιον οὐ φθορᾶς γίγνεσθαι μόνον, ὥσπερ οὖν καὶ τὴν φιλίαν φθορᾶς, οὐ γὰρ γενέσεως — ἐκ γὰρ τοῦ ἑνός, ὃν θεὸν ἐκεῖνος καὶ σφαῖρον λέγει, τοῦ ὑπὸ τῆς φιλίας γενομένου, πάντα τὰ ὄντα ὑπὸ τοῦ νείκους κατʼ αὐτὸν γίνεται πλὴν τοῦ θεοῦ, λέγων τοῦ σφαίρου, ὃν καὶ ἓν λέγει, ὡς διʼ ὧν παρέθετο ἐπῶν δηλοῦται —, ταύτῃ δʼ οὐκέθʼ ὁμολογούμενα λέγοι ἂν αὑτῷ· οὐ γὰρ ἂν ἔτι τηροῖ τὸ ἄλλο μὲν εἶναι τῆς φθορᾶς, γενέσεως δὲ ἄλλο αἴτιον εἶναι, διʼ ὃ ἐδόκει ἡ δόξα αὐτοῦ τὸ εὔλογον ἕξειν.

`220`

Δόξειε δʼ ἂν οὐδὲν ἧττον καὶ τοῦτο γεννᾶν.

`221`

Τουτέστι γεννητικὸν εἶναι καὶ ποιητικόν. τῷ δὲ «ἐκ γὰρ τοῦ ἑνὸς ἅπαντα καὶ ἐκ τούτου τὰ ἄλλα ἐστὶ πλὴν θεός» δεῖ προστιθέναι τὰ γιγνόμενα ὑπὸ τοῦ νείκους. παραθέμενος δὲ τὰ ἔπη διʼ ὧν τὸ νεῖκος γενέσεως κατʼ αὐτὸν πάντων αἴτιον, «ὅσα τʼ ἦν ὅσα τʼ ἔστιν,» ὃ ὡς φθορᾶς ποιητικὸν ἐν ταῖς ἀρχαῖς ὑπέθετο, καὶ ἄνευ τῶν ἐπῶν, φησί, τούτων δῆλόν ἐστιν ὅτι κατʼ αὐτὸν τὸ νεῖκός ἐστι γεννητικόν· εἰ γὰρ μὴ ἐν τοῖς οὖσι τὸ νεῖκος ἦν, ἓν ἄν, φησί, πάντα ἦν, καὶ οὐκ ἂν διεκρίνετο οὐδʼ ἐγίνετο· τοῦ γὰρ μὴ μένειν τὸ ἓν τοῖς οὖσι, τὸ τῆς φιλίας ἔργον, τὸ νεῖκος μιγνύμενον αἴτιον. ὅταν γὰρ συνίῃ πάντα καὶ ἓν γίγνηται, τότε τελευταῖον χωρίζεσθαί φησιν αὐτῶν τὸ νεῖκος ὡς αἴτιον τῆς τῶν διαφερόντων οὐσίας, ἐν τῷ τούτου χωρισμῷ ἑνοῦσθαι δυναμένων αὐτῶν. διὰ δὲ τοῦτο, φησί, καὶ ἐν μὲν τοῖς ἄλλοις πᾶσίν ἐστι τὸ νεῖκος κατʼ αὐτόν, ὥσπερ οὖν καὶ τῶν ἄλλων στοιχείων ἕκαστον· οὕτω μὲν γὰρ εἶεν διακεκριμένα καὶ ἐπὶ τῆς οἰκείας φύσεως· μόνον δὲ οὐκ ἔστιν ἐν τῷ ἑνὶ τῷ θεῷ, ὥστε μόνῳ τούτῳ οὐκ ἔστι τὸ νεῖκος αἴτιον τοῦ εἶναι, τοῖς δὲ ἄλλοις πᾶσιν. εἰπὼν δὲ πῶς οὐχ ὁμολογούμενα ἀλλήλοις τὰ ὑπὸ Ἐμπεδοκλέους εἰρημένα, καὶ μνημονεύσας ὅτι κατʼ αὐτὸν μόνον οὐκ ἔστι τὸ νεῖκος ἐν τῷ θεῷ, διὸ οὐδὲ ποιητικὸν τούτου ἐστίν, αἰτιᾶται αὐτὸν ὡς κατὰ τοῦτο τῶν ἄλλων ἀφρονέστερον ποιοῦντα τὸν θεόν· τὰ μὲν γὰρ ἄλλα πάντα κατʼ Ἐμπεδοκλέα νοήσει τῷ πάσας μὲν τὰς ἀρχὰς ἔχειν ἐν αὑτοῖς, γίγνεσθαι δὲ τὴν νόησιν τῷ ὁμοίῳ τοῦ ὁμοίου, ὁ δὲ θεὸς τὰ μὲν ἄλλα νοήσει τῷ ἔχειν καὶ αὐτὸς τὰ τῶν ἄλλων ἐν αὑτῷ στοιχεῖα, μόνον δὲ τὸ νεῖκος οὐκ ἔσται νοῶν, ἐπεὶ μηδὲ τὴν ἀρχὴν ἔστιν ἐν αὐτῷ. ἀπορήσαι δʼ ἄν τις πῶς ἀφρονέστερον λέγει γίγνεσθαι τὸν θεὸν κατʼ Ἐμπεδοκλέα, ἐπεὶ μὴ πάντα νοεῖ· οὕτω γὰρ καὶ κατʼ Ἀριστοτέλην αὐτὸν ἄφρων ἂν εἴη. ἀλλὰ καὶ λέγει που αὐτὸς ὅτι ἔνια ἄμεινον μὴ νοεῖν, ὥσπερ τὰ κακά. ἢ κατὰ τοῦτο κατʼ Ἐμπεδοκλέα ἀφρονέστερος, ὅτι μὴ πλεονεκτῶν τῶν ἄλλων· ἐκ γὰρ τῶν στοιχείων καὶ αὐτὸς παρὰ τὸ νεῖκος γινόμενος καὶ μηδὲν ἄλλο τιμιώτερον νοῶν ἢ ταῦτα ἐξ ὧν ἐστιν αὐτός τε καὶ τὰ ἄλλα, τῶν στοιχείων οὐ νοεῖ· ἀλλὰ τὰ μὲν πάντα τὰ στοιχεῖα νοεῖ, ὁ δὲ θεὸς μόνος ἐξ αὐτῶν οὐχ οἷός τέ ἐστι νοεῖν. ἔτι τὰ μὲν ὑλικὰ στοιχεῖα ἔσται πάντα νοῶν, οὐκέτι δὲ καὶ τὰ ποιητικὰ πάντα, ἃ τιμιώτερα τῶν ὑλικῶν. λέγει δὲ ἐν ἄλλοις ὅτι καὶ μόνον ἄφθαρτον τὸ νεῖκος κατʼ αὐτόν. ἔξωθεν δὲ τοῦτο ἀπορήσας πρὸς Ἐμπεδοκλέα, ἐπάνεισιν ἐπὶ τὸ τὴν ἀνομολογίαν αὐτοῦ δεικνύναι μὴ φυλάττοντος μήτε τὴν φιλίαν γενέσεως αἴτιον μήτε τὸ νεῖκος φθορᾶς, ἀλλὰ μηθὲν μᾶλλον θάτερον θατέρου αἴτιον ποιοῦντος, τὸ μὲν νεῖκος γενέσεως τὴν δὲ φιλίαν φθορᾶς. ὅτι δὲ ἡ φιλία φθείρει καὶ ὡς, παρέθετο· συνάγουσα γὰρ πάντα εἰς τὸ ἓν δῆλον ὅτι φθείρει ταῦτα ἃ πρὸ τῆς συνόδου ταύτης ἦν. εἰ δὲ μηδὲν μᾶλλον τὸ νεῖκος τῆς φιλίας φθορᾶς αἴτιον, καὶ κατὰ τοῦτο ἂν εὔλογον εἴη ἀφρονέστερον εἶναι τῶν ἄλλων τὸν θεὸν κατʼ Ἐμπεδοκλέα· οὐδὲ γὰρ κακία τις ἐξαίρετος κατʼ αὐτόν ἐστιν ἐν τῷ νείκει, ὥστʼ εὐλόγως αὐτὸ τὸν θεὸν μὴ νοεῖν μόνον· οὐ γὰρ διὰ τοῦτο αὐτὸ σύνθεσίς τις ἐστέρηται αὐτοῦ, ὡς εἰ καὶ τὴν φιλίαν ἢ καὶ ἄλλο τι ὑπέθετο μὴ εἶναι ἐν αὐτῷ· οὐχ ὡς εὔλογον γὰρ μὴ νοεῖν αὐτὸν τὸ νεῖκος οὐ νοήσει, ἀλλʼ ὡς μὴ δυνάμενος τῷ μὴ εἶναι ἐξ αὐτοῦ. αἰτιᾶται δὲ αὐτὸν καὶ ὡς τὸ αἴτιον μὴ λέγοντος τοῦ ποτὲ μὲν τὴν φιλίαν ἐπικρατεῖν τὸν θεόν, ποτὲ δὲ τὸ νεῖκος τῶν ὅλων· οὐ γὰρ ἱκανὸν τὸ εἰπεῖν, οὕτως πέφυκε καὶ ὅτι οὕτως ἀνάγκη· δύναται γάρ τις τοῦτο ἐπὶ πάντων τῶν γινομένων καὶ ὄντων λέγειν, ἀλλʼ οὐκ ἔστιν αἰτίας ἀπόδοσις τὸ πεφυκέναι οὕτως εἰπεῖν. εἰπὼν δὲ ταῦτα πρὸς αὐτόν, φησὶ μόνον αὐτὸν μέχρι γε τοσούτου ὁμολογούμενον εἰρηκέναι, τὸ τὰ ἐκ τῶν αὐτῶν ἀρχῶν φθαρτὰ εἶναι πάντα ὁμοίως, ἀλλὰ μὴ τὰ μὲν τὰ δʼ οὔ· ὃ δοκεῖ τὴν ἀνομολογίαν ἔχειν, πῶς ἐκ τῶν αὐτῶν τὰ μέν ἐστιν ἄφθαρτα τὰ δὲ φθαρτά, καθʼ οὓς πάντα ἐστὶν ἐκ τῶν αὐτῶν.

`222`

Ἀπορήσας δὲ πρὸς τοὺς πάντων τῶν ὄντων τὰς αὐτὰς ἀρχὰς ὑποθεμένους ἐφεξῆς ἀπορεῖ πρὸς τοὺς ἄλλας μὲν ἀρχὰς τῶν ἀφθάρτων ἄλλας δὲ τῶν φθαρτῶν ὑποτιθεμένους. πρῶτον μὲν οὖν ἀπορίαν ταύτην ἀπορεῖ, πότερον τῶν φθαρτῶν καὶ αἱ ἀρχαὶ φθαρταὶ ἢ ἄφθαρτοι. εἰ μὲν οὖν φθαρταί, δῆλον ὡς ἔσονται ἐξ ἐκείνων εἰς ἃ φθείρονται. οὐ γὰρ δὴ εἰς τὸ μὴ ὂν φθείρονται· εἰς ἃ γὰρ φθείρεταί τι ἕκαστον, ἐκ τούτων καὶ συνέστηκεν· ὥστε ἔσονται τῶν ἀρχῶν ἀρχαί. ἀλλʼ εἰ τοῦτο, οὐκ αὐταὶ ἀρχαὶ ἀλλʼ ἐκεῖναι ἐξ ὧν αὗται. ἀδύνατον δὲ τῶν ἀρχῶν ἀρχὰς εἶναι· οὐ γὰρ γίγνονται ἐκ τῶν ἀρχῶν ἀρχαί, εἴτε ἵστανται ἐπί τινος εἴτε εἰς ἄπειρον προχωροῖεν. εἰ μὲν γὰρ ἵστανται, ἐκεῖναί τε ἂν εἶεν ἀρχαὶ τῶν ὑποτεθεισῶν ἀρχῶν, ἐν αἷς ἵσταται ἡ φθορά, καὶ ἔτι ἀίδιοι ἂν εἶεν, ὡς δέδεικται, ἢ ἐκ τοῦ μὴ ὄντος ἂν ἡ γένεσις εἴη, εἰ εἰς τὸ μὴ ὂν ἵσταται ἡ φθορά· εἰ δὲ εἰς ἄπειρον προΐοιεν, ἀεὶ τῆς φθειρομένης ἀρχῆς ἐκείνη εἰς ἣν φθείρεται ἔσται ἀρχή. πρὸς δὲ τούτῳ οὐδὲ τὴν ἀρχὴν ἀρχή τις ἔσται· δέδεικται γὰρ τοῦτο ἐν τῷ πρὸ τούτου βιβλίῳ. ἢ τὸ ὥστε συμβαίνει τῶν ἀρχῶν ἑτέρας εἶναι προτέρας ἀκολουθεῖ τῷ καὶ εἰ ἵσταται καὶ εἰ βαδίζει εἰς ἄπειρον· ἑκατέρῳ γὰρ αὐτῶν ἕπεται τὸ τῶν ἀρχῶν ἀρχὰς εἶναι. μεθʼ ὃ λέγοι ἂν τὸ τοῦτο δὲ ἀδύνατον, ὃ ἐν μέσῳ τεθὲν ἀσαφεστέραν πεποίηκε τὴν λέξιν.

Ἔτι δὲ πῶς ἔσται τὰ φθαρτά, εἰ αἱ ἀρχαὶ ἀναιρεθήσονται.

`223`

Τὸ λεγόμενόν ἐστιν, εἰ τὰ φθαρτὰ ἐκ φθαρτῶν ἀρχῶν γίνεται, πῶς ἂν ἔτι γίνοιτο ταῦτα τῶν ἀρχῶν φθαρεισῶν; φθαρεισῶν γὰρ τῶν ἀρχῶν οὐκέτι ἂν δυνατὸν εἴη γίνεσθαι τὰ ἐκ τῶν ἀρχῶν. καὶ εἴη ἂν τὸ λεγόμενον τοιοῦτον· πῶς γὰρ ἔσται τὰ φθαρτὰ φθειρόμενα καὶ γιγνόμενα, εἰ μὴ εἶεν αὐτῶν ἀρχαί; τὰ γὰρ γιγνόμενα καὶ φθειρόμενα καὶ γίγνεται καὶ φθείρεται τῷ ἔχειν ἀρχὰς ἐξ ὧν καὶ ὑφʼ ὧν γίγνεται καὶ εἰς ἃς φθείρεται· τὸ γὰρ εἰς ἐκεῖνα ἀναλύεσθαι ἡ φθορά· πῶς οὖν φθείροιντο μὴ ὄντων τῶν εἰς ἃ φθειρόμενα διαλυθήσεται; εἰ δέ τις λέγοι τῶν ἀφθάρτων τε καὶ φθαρτῶν ἀφθάρτους τὰς ἀρχὰς εἶναι, πάλιν ἀπορεῖ πῶς καὶ διὰ τί ἐκ μὲν τῶνδε τῶν ἀρχῶν ἀφθάρτων οὐσῶν τὰ ἐξ αὐτῶν ἄφθαρτα, ἐκ δὲ τῶνδε καὶ αὐτῶν ἀφθάρτων οὐσῶν τὰ ἐξ αὐτῶν φθαρτά; τοῦτο γάρ, φησίν, οὐκ εὔλογον, ἀλλʼ ἢ ἀδύνατον παντελῶς ἢ πολλοῦ δεῖται λόγου εἰς τὸ δεῖξαι τοῦτο εὔλογον· σχεδὸν γὰρ ἡ αὐτὴ τῇ πρόσθεν ἀπορία μένει. πρὸς τούτοις δέ φησι μηδὲ τὴν ἀρχὴν εἰρηκέναι τινὰ ἄλλας ἀρχὰς τῶν φθαρτῶν καὶ ἄλλας τῶν ἀφθάρτων εἶναι· τὰς γὰρ αὐτὰς πάντες ὑποτίθενται εἶναι τῶν τε φθαρτῶν καὶ τῶν ἀφθάρτων. ὑποθέμενοι δὲ τὸ πρῶτον ἀπορηθέν, πῶς ἐκ τῶν αὐτῶν ἀρχῶν τὰ μὲν φθαρτὰ τὰ δὲ ἄφθαρτα γίγνεται, παραπέμπονται καὶ ἀποροῦσι· τοῦτο γὰρ σημαίνει τὸ ἀποτρώγουσιν, ὡς δῆλον καὶ ἐξ οὗ ἐπήνεγκε τοῦ ὥσπερ τοῦτο μικρόν τι λαμβάνοντες· ὡς γὰρ μικρόν τι καὶ οὐκ ἔχον ἀπορίαν ὑποτιθέμενοι τὸ τὰς αὐτὰς ἀρχὰς πάντων εἶναι, οὐδένα λόγον ἐποιοῦντο τῆς ἀπορίας. ἢ τὸ ἀποτρώγουσιν εἴρηκεν ἀντὶ τοῦ διά τινων πιθανῶν αὐτοῖς δοκούντων παραμυθεῖσθαι πειρῶνται, ὡς εἶπε περὶ Ἡσιόδου καὶ τῶν ἀρχαίων θεολόγων, ἔτι δὲ περὶ Ἐμπεδοκλέους, ὃς ἐκ τῶν αὐτῶν ποιῶν πάντα τὸ μέν τι αἴτιον γενέσεως ἐφίστη τὸ δὲ φθορᾶς, ὡς οὐ μέγα καὶ δύσλυτόν τι ὑποθέμενοι. κατὰ μέντοι αὐτὸν οὔτε αἱ αὐταὶ ἀρχαὶ τῶν ἀιδίων τε καὶ τῶν φθαρτῶν, ἔν τε τοῖς φθαρτοῖς οὔτε πᾶσαι αἱ ἀρχαὶ ἀίδιοι — τὸ τὰρ εἶδος οὐκ ἀίδιον —, ἥ τε ὕλη ἀίδιος μὲν ἀλλʼ οὐκ ἀπαθὴς ἀλλὰ παθητή τε καὶ ἀλλοιωτή.

Πάντων δὲ καὶ θεωρῆσαι χαλεπώτατον καὶ πρὸς τὸ γνῶναι τἀληθὲς ἀναγκαιότατον.

`224–225`

Ἣν ἀπορίαν χαλεπωτάτην φησὶν εἶναι καὶ πρὸς τὴν τῆς ἀληθείας γνῶσιν ἀναγκαιοτάτην, ἐστὶν αὕτη, πότερον τὸ ὂν καὶ ἓν οὐσίαι τῶν ὄντων εἰσί, τουτέστιν ἀρχαὶ αὐτὸ τοῦτο τὸ ὂν καὶ τὸ ἓν οὖσαι, οὐκ ἄλλῳ τινὶ ὄντι ὑπάρχουσαι καὶ ταύτην τὴν φύσιν δηλοῦσαι ἐν ἐκείνοις ὧν κατηγοροῦνται, ἢ ἔστι τις ἄλλη φύσις ὑποκειμένη τούτοις, ἥ ἐστιν ἀρχὴ καὶ οὐσία τῶν ὄντων, ἣν δεῖ ζητεῖν τίς ἐστι, πότερον πῦρ ἢ ἀὴρ ἢ ἄλλο τι ἢ καὶ πλείω, τὸ δὲ ἓν καὶ τὸ ὂν ἐκείνοις ὑποκειμένοις ὑπάρχει. ὅτι δὲ ἀναγκαία ἡ ζήτησις, δῆλον καὶ ἐκ τοῦ τοὺς μὲν ἐκείνως τοὺς δὲ οὕτως ἀποφήνασθαι περὶ αὐτῶν, καὶ ἐξ ὧν δὲ ἀπορήσει προϊών, καὶ ὅτι ἐν τῇ περὶ τῆς ἀληθείας θεωρίᾳ ἡ περὶ τοῦ ὄντος ζήτησις κυριωτάτη, καὶ ὅτι ἐκ τούτου ἤρτηται τὸ τοὺς ἀριθμοὺς δύνασθαι τῶν ὄντων ἀρχὰς καὶ στοιχεῖα λέγεσθαι. ἀναγκαιοτάτη γοῦν πρὸς τὴν τῆς ἀληθείας γνῶσιν ἡ περὶ τούτου ζήτησις, ἀλλὰ καὶ χαλεπωτάτη ἡ περὶ αὐτῶν διάκρισις· ἡ γὰρ τῶν νοητῶν καὶ τῶν πρώτων αἰτίων τε καὶ ὄντων γνῶσις χαλεπωτάτη. ἐξηγήσατο δὲ αὐτὸς τὸ πότερον τὸ ἓν καὶ τὸ ὂν οὐσίαι τῶν ὄντων εἰσί, διὰ τοῦ καὶ ἑκάτερον αὐτῶν οὐχ ἕτερόν τι ὂν τὸ μὲν ἓν τὸ δὲ ὄν ἐστιν. ἴσον γὰρ τὸ εἰρημένον τῷ ἐπεὶ τὸ ὂν καὶ τὸ ἓν τῶν ὄντων ἐστί, πότερον ὡς οὐσίαι ὄντα ἐστὶν ἢ ὡς συμβεβηκότα τῇ οὐσίᾳ. εἰπὼν δὲ τοὺς μὲν οὕτω περὶ τοῦ ἑνὸς καὶ τοῦ ὄντος διανοηθῆναι ὡς οὐσῶν φύσεών τινων καθʼ αὑτάς, τοὺς δὲ ὡς ἄλλαις τισὶ φύσεσι συμβεβηκότων, ὥσπερ ἀμέλει καὶ περὶ ἀπείρου ἔδειξε διαφερομένους τοὺς εἰρηκότας περὶ αὐτοῦ ἐν τῷ Α τῆς Φυσικῆς ἀκροάσεως — οἱ μὲν γὰρ φύσιν τινὰ αὐτοῦ τοῦ ἀπείρου ἐποίουν, ὥσπερ καὶ οἱ Πυθαγόρειοι· τοιοῦτος γὰρ αὐτοῖς ὁ ἄρτιος ἀριθμός· οἱ δὲ συμβεβηκέναι τινὶ τὸ ἄπειρον ἔλεγον —, εἰπὼν δὲ ταῦτα παρατίθεται καὶ ἱστορεῖ τίνες μὲν οὕτως τίνες δὲ ἐκείνως περὶ αὐτῶν ὑπέλαβον. τὸ δὲ ἢ δεῖ ζητεῖν τί ποτʼ ἔστι τὸ ἓν καὶ τὸ ὂν ὡς ὑποκειμένης ἄλλης φύσεως ἴσον ἐστὶ τῷ ἢ δεῖ ζητεῖν τί ἐστιν ὑποκείμενον τῷ τε ἑνὶ καὶ τῷ ὄντι, ὡς τούτων συμβεβηκότων ὄντων αὐτοῖς, ἀλλʼ οὐ τὴν οὐσίαν τὴν αὐτῶν δηλούντων. Πλάτων μὲν οὖν καὶ οἱ Πυθαγόρειοι οὐχ ἑτέρῳ τινὶ ὑποκειμένῳ ταῦτα ὑπάρχειν ἔλεγον, ἀλλʼ εἶναι τὴν φύσιν αὐτῶν ὑποκείμενον καὶ τὴν οὐσίαν αὐτὸ τοῦτο τὸ ἓν καὶ τὸ ὄν· τὸ δὲ ὡς οὔσης τῆς οὐσίας αὐτὸ τὸ ἓν εἶναι καὶ ὄν τι ἴσον ἐστὶ τῷ ὡς τῆς αὐτῆς οὐσίας οὔσης τοῦ ἑνός τε καὶ τοῦ ὄντος, καὶ ταὐτοῦ ὄντος ἑνὶ εἶναι καὶ ὄντι. ὅτι δὲ Πλάτων οὐσίαν τινὰ τό τε ἓν καὶ τὸ ὂν ἔλεγε, δῆλον ἐκ τοῦ καὶ ἰδέας αὐτὸν λέγειν αὐτοὸν καὶ αὐτοέν. οἱ δὲ φυσικοί, ὧν καὶ Ἐμπεδοκλῆς, ἄλλο τι ὑπετίθεσαν τῷ ὄντι καὶ τῷ ἑνὶ κἀκείνοις ἔλεγον ὑπάρχειν ταῦτα. Ἐμπεδοκλῆς μὲν γὰρ ὡς εἰς γνωριμώτερόν τι ἀνάγων τὸ ἕν, τὴν φιλίαν ὑποτιθείς, ταύτης κατηγόρει τὸ ἕν, ἐπεὶ αἴτιον κατʼ αὐτὸν αὕτη πᾶσι τοῦ ἕκαστον αὐτῶν ἓν εἶναι, συνάγουσα καὶ συγκρίνουσα αὐτά. ἄλλοι δὲ τῶν φυσικῶν πῦρ ὑπέβαλον τῷ ἑνὶ καὶ τῷ ὄντι, ὡς Ἡράκλειτος, οἱ δὲ ἀέρα, ὡς Ἀναξιμένης, οἱ δὲ ἄλλο τι· ὃ γὰρ ἕκαστος αὐτῶν ἀρχὴν τῶν ὄντων καὶ αἰτίαν ὑπετίθετο, ταύτης καὶ τὸ ὂν καὶ τὸ ἓν κατηγόρει. ἀλλὰ καὶ καθʼ οὓς πλείω τὰ στοιχεῖα τῶν ὄντων ἦν, καὶ κατὰ τούτους τούτων ἕκαστον ἕν τι ἦν καὶ ὄν. ἱστορήσας δὲ καὶ ἐκθέμενος τὰς κατὰ τὰς δόξας τῶν ἀρχῶν διαφωνίας, ἑξῆς τῆς ἀπορίας ἄρχεται, καὶ πρῶτον μὲν ἀπορεῖ εἰ μὴ λέγοι τις τὸ ἓν καὶ τὸ ὂν οὐσίας εἶναι· τοῦτο γὰρ ἡ λέξις δηλοῖ ἡ εἰ μέν τις μὴ θήσεται εἶναί τινα οὐσίαν τὸ ἓν καὶ τὸ ὄν. τὸ αὐτὸ δὲ σημαίνει, κἂν ᾖ γεγραμμένον τινὸς οὐσίαν λέγει. μάλιστα γὰρ πάντων κατηγορεῖται τὸ ὄν· ἄνθρωπος μὲν γὰρ κατʼ ἀνθρώπων μόνον, ὁμοίως καὶ ζῷον κατʼ ἀφωρισμένων τινῶν, τὸ δὲ ἓν καὶ τὸ ὂν κατὰ πάντων τῶν ὄντων κατηγορεῖται. ὥστε εἰ τὰ μάλιστα καθόλου μὴ οὐσία μηδὲ ὄντα, οὐδὲ ἂν τῶν ἄλλων τι τῶν καθόλου εἴη. εἰ δὲ μή ἐστί τι αὐτοὲν μηδʼ αὐτοὸν εἶπεν ἀντὶ τοῦ εἰ γὰρ μὴ ἔστι λαμβάνειν ὡς γένη τό τε ἓν καὶ τὸ ὂν τῶν ὄντων καὶ οὕτως αὐτῶν κατηγορούμενα, ἀλλʼ οὐχ ὡς ὁμώνυμα, ὡς αὐτὸς ἐν ἄλλοις ἔδειξεν. εἶπε δὲ τινὸς οὐσίαν ἀντὶ τοῦ οὐσίαν τινὸς εἶναι καὶ ἐν τῇ οὐσίᾳ κατηγορεῖσθαι, ὧν τι κατηγορεῖται. μόνα δὴ τὰ καθʼ ἕκαστα ἔσται, οὐ τὰ καθόλου. τοῦτο δὲ ὅτι ἄτοπον ἔδειξεν· οὔτε γὰρ αἱ ἐπιστῆμαι ἔσονται οὔτε τι νοητόν, ἀλλὰ πάντα αἰσθητά. ἀλλʼ οὐδὲ ἀίδιον. προστίθησι δὲ νῦν τούτοις καὶ τὸ μὴ ἔσεσθαι οὐσίαν τὸν ἀριθμὸν ὡς κεχωρισμένον καὶ καθʼ αὑτὸν ὄντα, ὡς δοκεῖ τοῖς Πυθαγορικοῖς τε καὶ Πλάτωνι, εἰ μὴ εἴη τὸ ἓν οὐσία τις· καὶ λέγει τὴν αἰτίαν. ὁ γὰρ ἀριθμὸς μονάδων ἐστὶ σύνθεσις, ἡ δὲ μονὰς ταὐτὸν καὶ τὸ ἕν· ὥστε εἰ μὴ τὸ ἓν οὐσία, οὐδὲ αἱ μονάδες· εἰ μὴ αἱ μονάδες, οὐδʼ ὁ ἀριθμός· ὥστε συμβεβηκὸς ὁ ἀριθμὸς ἔσται ἀλλʼ οὐκ οὐσία, εἴ γε καὶ τὸ ἓν μὴ οὐσία τις ἀλλὰ ἄλλῳ τινὶ συμβεβηκός. τὸ δὲ ὅπερ ἓν ἴσον ἐστὶ τῷ κυρίως ἕν, ἢ ὑπὸ τὸ ἓν ὡς γένος· κατηγορεῖται γὰρ τὸ ἓν αὐτῆς. τοῦτο δὲ εἶπεν ὡς ἄτοπον ἂν δόξαν τοῖς τὸν ἀριθμὸν οὐσίαν τινὰ λέγουσι κεχωρισμένην· οὐ γὰρ δὴ αὐτῷ. ἦν γάρ, ὡς εἶπον, οἷς τοῦτο ἐδόκει· ὁ γὰρ τὰ μαθηματικὰ οὐσίας τινὰς μεταξὺ λέγων ἐν ταύταις ἐτίθει καὶ τὸν ἀριθμόν.

Ἑξῆς δὲ ἐπιχειρεῖ μὲν εἰς τὸ μὴ εἶναι τὸ ἓν καὶ τὸ ὂν οὐσίας καθʼ αὑτάς, πρῶτον δὲ τίθησι καὶ δείκνυσιν ὅτι ἀκολουθεῖ τοῖς αὐτοὲν καὶ αὐτοὸν λέγουσι, τουτέστι μὴ συμβεβηκότα λέγουσιν ἄλλοις τὸ ἓν εἶναι καὶ τὸ ὂν ἀλλὰ κυρίως ὄντα, καὶ οὐσίας αὐτὰ λέγειν καὶ τὸ εἶναι αὐτοῖς εἶναι ἐν τῷ ἑνὶ εἶναι καὶ ὄντι. τὸ γὰρ οὐσίας αὐτῶν εἶναι τὸ ἓν καὶ τὸ ὂν δηλωτικόν ἐστι τοῦ τοῦ ἑνὸς καὶ τοῦ ὄντος οὐσίας ταῦτα εἶναι, ἀλλὰ μὴ ἐν ἄλλῳ τινὶ εἶναι ἢ τῷ ἑνὶ εἶναι ἢ τῷ ὄντι εἶναι, οὗ δεικτικὸν παρέθετο τὸ οὐ γὰρ ἕτερόν τι καθόλου κατηγορεῖται, ὃ ἴσον ἐστὶ τῷ οὐ γὰρ ἕτερά τινα ὄντα τὸ ἓν καὶ τὸ ὂν τῶν ὑποκειμένων αὐτοῖς καθʼ ὧν κατηγορεῖται αὐτῶν καθόλου, ἀλλʼ αὐτὰ ταῦτα ὄντα ἕν τε καὶ ὂν κατηγορεῖται αὐτῶν. ἢ οὕτως, οὐ γὰρ ἕτερόν τι τῆς οὐσίας κατηγορηθήσεται, ἀλλὰ ταῦτα τὸ ὄν τε καὶ τὸ ἕν, ὡς πᾶν ὃ ἂν ᾖ οὐσία ἕν τε καὶ ὂν εἶναι, οὐκ ἄλλο τι ὄν, ἀλλʼ αὐτὸ τοῦτο. ὡς γὰρ τῶν ἀνθρώπων ἐπεὶ τὸ κατηγορούμενον ἦν ἄνθρωπος, ἄνθρωποι τὰ ὧν κατηγορεῖται, οὐκ ἄλλο τι, οὕτως καὶ ὧν τὸ ὂν καὶ τὸ ἓν κατηγορεῖται ἐν τῇ οὐσίᾳ, ὂν καὶ ἓν ἔσται ἡ τούτων οὐσία, εἰ τὸ ὂν καὶ τὸ ἓν οὐσίαι τινές εἰσιν· οὐ γὰρ τὸ ὕδωρ ἢ πῦρ τῶν ὄντων κατηγορεῖται, ἵνα αὐτῶν τὴν οὐσίαν τοῦτο εἴπωμεν, ἀλλὰ τὸ ὄν τε καὶ τὸ ἕν. εἰ δὲ ταῦτα οὐσίαι ὄντα κατηγορεῖται τῶν ὄντων καθόλου, εἴη ἂν καὶ ἡ οὐσία τούτων ὧν κατηγορεῖται αὐτό τε τὸ ἓν καὶ τὸ ὄν. δύναται δὲ τὸ εἰ δʼ ἐστί τι αὐτοὲν καὶ ὄν, ἀναγκαῖον αὐτῶν οὐσίας εἶναι τὸ ἓν καὶ τὸ ὂν εἰρῆσθαι πρὸς τοὺς ἰδέας αὐτὰ λέγοντας· καθʼ οὓς γάρ ἐστιν ἰδέα αὐτοὲν καὶ αὐτοόν, κατὰ τούτους ἀναγκαῖον οὐσίαν τούτων εἶναι τὸ ἕν τε καὶ τὸ ὄν· τὸ γὰρ αὐτοόν τε καὶ ἓν οὐχ ἕτερά τινα ὄντα καθόλου τῶν ὄντων κατηγορεῖται — οὐ γὰρ ἂν ἔτι ἦν αὐτοὸν καὶ αὐτοέν —, ἀλλʼ ἔστι ταῦτα καθὸ ἓν καὶ ὂν κατηγορούμενα τῶν ἄλλων καθόλου. ἢ οὕτως, οὐ γὰρ ἕτερόν τι καθόλου κατηγορεῖται ἀλλʼ αὐτὰ ταῦτα, τουτέστιν οὐ γὰρ ἕτερόν τι τοῦ αὐτοενὸς καὶ αὐτοόντος καθόλου κατηγορεῖται, ὡς εἶναι ἐκείνης αὐτὰ τῆς φύσεως, ἧς σημαίνει τὸ κατηγορούμενον αὐτῶν καθόλου, ἀλλʼ ἐστὶν αὐτὰ ταῦτα τὸ ἓν καὶ τὸ ὂν κατηγορούμενα αὐτῶν.

Ἀλλὰ μὴν εἴ γʼ ἔσται τι αὐτὸ ἓν καὶ αὐτὸ ὄν, πολλὴ ἀπορία πῶς ἔσται τι παρὰ ταῦτα ἕτερον.

`226`

Δείξας ὅτι ὧν κατηγορεῖται τό τε ὂν καὶ τὸ ἕν, τούτων ἡ οὐσία ἔσται τὸ ὄν τε καὶ τὸ ἕν, οὐσίαι τινές, οὐ συμβεβηκότα οὐσίαις, ἄπορόν φησι γίγνεσθαι τὸ δεῖξαί τι παρὰ τὸ ἕν τε καὶ τὸ ὂν ἄλλο τι ὄν. τὸ μὲν γὰρ παρὰ τὸ ὂν οὐκ ὄν, ὡς Παρμενίδης ἔλεγε· τοῦτο δὲ ἦν τὸ ἕν, ὥστε ὅ τι ἂν παρὰ τὸ ἓν ᾖ, τοῦτο οὐκ ἔσται· τὸ γὰρ αὐτὸ γίγνεται παρὰ τὸ ὄν, εἴπερ καὶ παρὰ τὸ ἕν· τοῦτο δὲ ὡς τοῦ ὄντος καὶ τοῦ ἑνὸς τοῦ αὐτοῦ ὄντος. ὥστε οὐκ ἔσται πολλά· τὰ γὰρ πολλὰ παρὰ τὸ ἕν, τὸ δὲ παρὰ τὸ ἓν οὐκ ἦν, τὰ δὲ παρὰ τὸ ὂν οὐκ ἦν. τοῦτο γὰρ συμβαίνει εἰ τὸ ὂν καὶ ἓν οὐσίαι εἰσὶ καὶ μὴ ὁμωνύμως λέγεται. ἔσται δή, καθάπερ Παρμενίδης ἔλεγεν, ἓν ἅπαντα τὰ ὄντα, καὶ τοῦτο τὸ ἓν ἔσται μόνον ὄν.

Ἀμφοτέρως δὲ δύσκολον· ἄν τε γὰρ μὴ ᾖ τὸ ἓν οὐσία ἄν τε ᾖ τὸ αὐτοέν, ἀδύνατον τὸν ἀριθμὸν οὐσίαν εἶναι.

`227`

Πρότερον δείξας ὅτι εἰ μὴ εἴη τὸ ἓν οὐσία, οὐδὲ ἀριθμὸς οὐσία τις ἔσται κεχωρισμένη, τῷ εἶναι μὲν τὸν ἀριθμὸν μονάδων σύνθεσιν, μὴ εἶναι δὲ τὰς μονάδας οὐσίας, νῦν λέγει ὅτι οὐδʼ ἂν ᾖ τὸ ἓν οὐσία, οὐδʼ οὕτως ὁ ἀριθμὸς οὐσία εἶναι δύναται· οὐδὲ γὰρ τὴν ἀρχὴν εἶναι· οὐδὲν γὰρ ἄλλο ἔσται παρʼ αὐτὸ τὸ ἕν· τὸ γὰρ παρὰ τὸ ἓν οὐχ ἕν, ὥσπερ καὶ τὸ παρὰ τὸ ὂν οὐκ ὄν. λαβὼν δὲ ὅτι εἰ ἔστι τι παρὰ τὸ ἕν, οὐχ ἓν ἔσται ἀλλὰ πολλά, ὅτι μὴ οἷόν τε ἔσται πολλὰ εἶναι ἔδειξε διὰ τοῦ λαβεῖν τὰ πολλὰ συγκεῖσθαι ἐκ πολλῶν μονάδων, ἃς ἀδύνατον εἶναι· ἔσται γάρ, εἰ τοῦτο, παρὰ τὸ ἕν· εἰ δὲ μὴ εἶεν πλείους μονάδες, οὐδʼ ἂν ἀριθμὸς εἴη. ἀνάγκη μὲν γὰρ πᾶσαν πολλὴν μονάδα παρὰ τὸ αὐτοὲν εἶναι καὶ τὸ ὡς οὐσίαν ἕν, οὐσία δὲ παρὰ τὸ ἓν οὐκ ἂν εἴη ἕν. εἰ δὲ μὴ πλείους μονάδες, οὐδʼ ἂν ἀριθμὸς εἴη· πάντα γὰρ τὰ ὄντα ἢ ἕν ἐστιν ἢ πολλά, ἀδύνατον δέ ἐστι τὰ πολλά, τῷ εἶναι τὰ πολλὰ ἐκ πολλῶν μονάδων, μὴ δύνασθαι δὲ παρὰ τὸ αὐτοέν· τὸ γὰρ παρὰ τὸ ἓν οὐχ ἕν, ὥσπερ καὶ παρὰ τὸ ὂν οὐκ ὄν. εἰ δὲ μὴ οἷόν τε εἶναι τὰ πολλά, οὐδʼ ἀριθμὸς εἴη· πλῆθος γὰρ μονάδων τὰ πολλά. τὸ δὲ ἡ αὐτὴ ἀπορία καὶ περὶ τοῦ ὄντος δηλοῖ ὅτι τὸ αὐτὸ ἀπορηθήσεται ἐπὶ τοῦ ἑνός, ὃ καὶ περὶ τοῦ ὄντος· ὡς γὰρ τὸ παρὰ τὸ ὂν οὐκ ὄν, οὕτω καὶ τὸ παρὰ τὸ ἓν οὐχ ἕν. οὗ δηλωτικὸν τὸ ἐκ τίνος γὰρ παρὰ τὸ ἓν ἔσται αὐτὸ ἄλλο ἕν; ἀνάγκη γὰρ μὴ εἶναι παρὰ τὸ ἓν ἄλλο, ἐξ οὗ ἔσται τὸ ἄλλο ἕν. ὡς γὰρ οὔσης οὐσίας τοῦ ὄντος οὐδεμία ἄλλη οὐσία ἐγίνετο τῷ τὸ παρὰ τὴν οὐσίαν μὴ οὐσίαν εἶναι, οὕτως εἰ καὶ τὸ ἓν οὐσία ἐστί, τὸ παρʼ ἐκείνων πᾶν οὔτε ὂν οὔτε ἓν ἔσται. εἰ δὲ οὕτως, οὐδὲ πολλά· τῶν γὰρ πολλῶν ἕκαστον ἕν ἐστιν· ἐξ ἑνάδων γὰρ τὰ πολλὰ καὶ ὁ ἀριθμός· ἃ εἰ μὴ εἶεν, οὔτʼ ἂν πολλὰ οὔτʼ ἂν ἀριθμὸς εἴη. ἢ οὕτως· εἰ ἔστιν αὐτοέν, δεῖ, εἰ μέλλοιεν ἀριθμοὶ ἔσεσθαι, καὶ ἄλλο ἓν προσγενέσθαι· τοῦτο δὲ τὸ γιγνόμενον ἓν ἀνάγκη μὴ ὂν ἓν γίνεσθαι ἕν· ἐκ μὴ ἑνὸς οὖν ἔσται. τί οὖν ἔσται τοῦτο τὸ μὴ ἕν; εἰ γὰρ πάντα τὰ ὄντα ἢ ἓν ἢ πολλά, τὰ δὲ πολλὰ ἐξ ἑνάδων ἐστίν, ἐξ ὧν οὐ γίγνεται ἕν, οὐδὲν ἂν εἴη, ἐξ οὗ τὸ ἓν γίγνεται.

Ἔτι εἰ ἀδιαίρετον αὐτὸ τὸ ἕν, κατὰ μὲν τὸ Ζήνωνος ἀξίωμα οὐδὲν ἂν εἴη.

`228`

Πρὸς τοῖς εἰρημένοις ἀπορεῖ περὶ τοῦ ἑνός, εἰ ἀδιαίρετον πάντῃ καὶ ἀμέγεθές ἐστι, πῶς δύναται εἶναι μεγέθους ἀρχή; ἔσται γὰρ κατὰ μὲν Ζήνωνα οὐδέν. ἠξίου γὰρ Ζήνων — Ζήνωνα δὲ λέγει τὸν Ἐλεάτην τὸν Παρμενίδου γνώριμον —, ὃ μήτε προστιθέμενόν τινι μεῖζον αὐτὸ οἷόν τέ ἐστι ποιῆσαι μήτε ἀφαιρούμενον ἔλαττον, τοῦτο τὴν ἀρχὴν μηδὲ εἶναί τι· τοιοῦτον δὲ καὶ τὸ αὐτοέν. ἐκεῖνος μὲν οὖν τοῦτο ἠξίου ὡς παντὸς τοῦ ὄντος μεγέθους τε ὄντος καὶ σώματος· οὐδὲν γὰρ ἄλλο μέγεθος ἐν ὑποστάσει ὡς ἢ αὔξεσθαι ἢ αὔξειν κατʼ αὐτὸν χωρὶς σώματος. τοῦτο γὰρ πάντῃ ὄν· διὸ καὶ πάντῃ προστιθέμενον τὸ τοιοῦτον μέγεθος αὔξει· τὰ δὲ ἄλλα μεγέθη οὐχ ἁπλῶς συντιθέμενα αὔξει τὸ ὅλον, πῶς δέ, ὡς οὐ κυρίως ὄντα μεγέθη οὐδὲ ὁλοκλήρως. μόνον γὰρ αὔξει ἡ γραμμὴ καὶ τὸ ἐπίπεδον κατὰ τὰ πέρατα ἀλλήλοις συντιθέμενα· ἡ γὰρ ἐπιφάνεια κατὰ μὲν γραμμὴν συντιθεμένη, ἥτις αὐτή ἐστι πέρας τῆς ἐπιφανείας, αὔξει αὐτήν, κατὰ δὲ ἐπιφάνειαν καὶ κατὰ πλάτος οὐκ αὔξει· ἐφαρμόζει γὰρ διὰ τὸ μὴ δύνασθαι βάθος ἐξ ἐπιφανειῶν συντιθεμένων γενέσθαι. ὁμοίως καὶ ἡ γραμμὴ μέγεθος οὖσα κατὰ μὲν σημεῖον γραμμῇ συντιθεμένη, ὅ ἐστιν αὐτῆς πέρας, μείζω τὴν ὅλην ποιεῖ, κατὰ δὲ γραμμὴν ἐφαρμόζει καὶ οὐκ αὔξει, διὰ τὸ μὴ συμπληροῦσθαι πλάτος ὑπὸ γραμμῆς. τούτων δὲ ἑκατέρα, εἰ καὶ μὴ κυρίως ὄν, ἀλλὰ ὄν πως, καθʼ ὅσον καὶ αὔξει τὰ ὄντα· ἡ δὲ στιγμὴ καὶ ἡ μονὰς οὐδʼ ὅλως ἔτι ὄντα κατʼ αὐτόν, ἐπεὶ πάντῃ ἀμεγέθη· οὐ γάρ εἰσιν αὐξητικά. μνημονεύσας δὲ τῆς Ζήνωνος δόξης ὡς παντάπασιν ἀναιρούσης τὸ ἕν, ἐπὶ τούτοις φησὶν ὅτι ἀλλʼ εἰ καὶ ὁ τοῦ Ζήνωνος λόγος φορτικός, μηδὲν ἄλλο εἶναι λέγων ἢ μόνον τὸ μέγεθος — ἐνδέχεται γὰρ εἶναί τι καὶ ἀδιαίρετον· οὐ γὰρ πάντῃ τὸ ἀδιαίρετον ἐστέρηται τοῦ αὔξειν, ἀλλʼ ἔστι πρὸς αὐτὸν λέγειν μεῖζον μὲν γὰρ οὐ ποιεῖ, πλεῖον δέ, καὶ κατὰ τοῦτο αὔξει καὶ τὸ ἓν καὶ τὸ ἀδιαίρετον, ὥστε κατὰ τοῦτο μὲν οὐκ ἐκπίπτει τοῦ εἶναί τι τὸ αὐτοὲν συναῦξόν γε αὐτό —, ἐκεῖνο δέ, φησίν, ἄξιον ἀπορῆσαι, πῶς ἐκ τοῦ τοιούτου ἑνὸς ἢ πλειόνων τοιούτων γίγνεται μέγεθος· ὅμοιον γὰρ τοῦτο τῷ τὴν γραμμὴν ἐκ στιγμῶν λέγειν συγκεῖσθαι. ταῦτα δὲ λέγει πρὸς τοὺς ἀρχὰς καὶ στοιχεῖα πάντων τοὺς ἀριθμοὺς ὑποτιθεμένους· γίγνονται γὰρ καὶ τῶν μεγεθῶν ἀρχαί. οὗτοι δὲ ἦσαν οἱ Πυθαγόρειοι. ἑξῆς δὲ προσαπορεῖ τῇ Πλάτωνος δόξῃ, ὃς ἀρχὴν ὑπετίθετο τοῦ ἀριθμοῦ τε καὶ τῶν ἄλλων τὸ ἓν καὶ ἄλλο τι οὐχ ἕν, τουτέστιν ἀριθμόν τινα· τούτου γὰρ δηλωτικὸν τὸ καὶ ἄλλου μὴ ἑνός· τοῦτο δʼ ἦν ἡ ἀνισότης καὶ ἡ ἀόριστος δυάς, ὃ μέγα καὶ μικρὸν ἔλεγεν· ἐξ ὧν ἔλεγε πρῶτον μὲν τὸν ἀριθμὸν γεννᾶσθαι, ὁριζομένης τῆς ἀορίστου δυάδος ὑπὸ τοῦ ἑνὸς καὶ γιγνομένης δυάδος, ἔπειτα τὰ ἄλλα. ἀπορεῖ δὲ πῶς ἐκ τοῦ ἑνὸς καὶ τῆς ἀορίστου δυάδος συνελθόντων τὸ μὲν ἀριθμὸς γίνεται τὸ δὲ μέγεθος· οὐ γὰρ οἱ ἀριθμοὶ μόνοι ἀλλὰ καὶ τὰ μεγέθη ἐξ ἐκείνων κατʼ αὐτόν. εἰ γὰρ ἡ ἀνισότης καὶ ἡ ἀόριστος δυὰς ἡ αὐτὴ φύσις οὖσα ἀρχὴ καὶ ἀριθμῶν καὶ μεγεθῶν ἐστι, πῶς ἐξ ἑνὸς καὶ ταύτης συντεθειμένων οἷόν τε μέγεθός τι γενέσθαι; ἀριθμοῦ γὰρ ταῦτα γεννητικά. ἢ εἰ πρῶτόν τις λέγοι τὸν ἀριθμὸν ἐκ τούτων γίγνεσθαι, εἶθʼ οὕτως ἐκ τοῦ ἀριθμοῦ τὰ μεγέθη, πῶς ἢ ἐξ ἀριθμῶν ἢ ἐξ ἀριθμοῦ καὶ τῆς ἀνισότητος οἷόν τε μέγεθος συντεθέντων γενέσθαι, ἄξιον ἀπαιτεῖν· ἄπορον γὰρ πῶς τὰ ἀμερῆ μεγέθους οἷόν τε εἶναι ποιητικά. τὸ δὲ εἴπερ τὸ μὴ ἓν ἀνισότης, καὶ ἡ αὐτὴ φύσις ἦν ἴσον ἐστὶ τῷ εἴπερ τὸ μὴ ἓν ἦν κατʼ αὐτὸν ἡ ἀνισότης καὶ αὕτη ἡ αὐτὴ φύσις οὖσα καὶ ἀριθμῶν καὶ μεγεθῶν ἀρχὴ κατʼ αὐτόν· πῶς γὰρ ἐκ τῶν αὐτῶν ἀρχῶν οἷόν τε καὶ ἀριθμοὺς καὶ μεγέθη γεννᾶσθαι;

Τούτων δʼ ἐχομένη ἀπορία, πότερον οἱ ἀριθμοὶ καὶ τὰ σώματα καὶ αἱ στιγμαὶ οὐσίαι τινές εἰσιν ἢ οὔ.

`229–231`

Δείξας διʼ ὧν ἠπόρησεν, ὅτι οἱ ἀριθμοὶ οὐκ οὐσίαι ἔσονται, ἐφεξῆς ἀπορεῖ τοῖς προηπορημένοις, πότερον οἱ ἀριθμοὶ καὶ τὰ σώματα καὶ αἱ στιγμαί, δηλονότι καὶ ἐπιφάνειαι καὶ γραμμαί, οὐσίαι εἰσὶν ἢ οὔ· εἰ γὰρ μὴ ταῦτα οὐσίαι, οὐδʼ ἂν ὅλως εἴη τις οὐσία· τίνες γὰρ ἔσονται οὐσίαι; ἔστι δὲ οὐκ οὐσία οἷον αἵ τε ποιότητες — ταύτας γὰρ εἶπε παθητικὰς κινήσεις — καὶ τὰ πρός τι καὶ αἱ διαθέσεις, ἃ καὶ αὐτὰ ποιότητες. καὶ οἱ λόγοι δέ, οὓς ἀριθμοὺς λέγει, εἰ καὶ οὐσιῶν εἰσιν, ἀλλʼ οὐκ αὐτοί γε οὐσίαι. τὸ δὲ οὐδενὸς δοκοῦσιν οὐσίαν σημαίνειν εἶπεν ὡς ἴσον τῷ οὔκ εἰσιν οὐσίαι. ὁμοίως δὲ τούτοις καὶ τὰ ἄλλα τὰ ὑπὸ τὰς δέκα κατηγορίας οὔκ εἰσιν οὐσίαι· ἅπαντα γὰρ καθʼ ὑποκειμένου τινὸς λέγεται, τουτέστιν ἐν ὑποκειμένῳ τινί ἐστι, καὶ ὑποκείμενόν τι ἄλλο ἔχει καὶ οὐκ αὐτὰ ὑπόκειται, οὐδέ ἐστιν αὐτῶν τι ὑπὸ δεῖξιν πῖπτον ὡς ὑποκείμενον καθʼ αὑτό. ὂν δὲ τὴν οὐσίαν νῦν λέγει. εἰπὼν δὲ ταῦτα μετὰ ταῦτα τίθησι μὲν ὡς ἐναργὲς τὸ τὰ ἁπλᾶ σώματα οὐσίας εἶναι μάλιστα, χωρίσας δὲ τούτων τὰς ποιότητας καὶ τἆλλα πάθη ὡς συμβεβηκότα τοῖς σώμασι, λαμβάνει τὸ ὑποκείμενον τούτοις σῶμα, λέγω δὲ τοῖς πάθεσιν, εἶναι τὴν οὐσίαν, ὅ ἐστι τὸ τριχῇ διεστώς. τοῦτο δὲ λαβὼν μετὰ ταῦτα δείκνυσιν ὅτι τὸ σῶμα τοῦτο ἧττόν ἐστιν οὐσία κατά τι τῶν οἰκείων περάτων· μᾶλλον γὰρ οὐσία ἐπιφάνεια μὲν σώματος, ἐπιφανείας δὲ γραμμή, καὶ ταύτης στιγμή. εἶτα ἐπὶ τούτοις τῷ ταῦτα οὐσίας μὴ εἶναι συναναιρήσει καὶ τὸ τὸ σῶμα οὐσίαν εἶναι, τῷ ἀπὸ τοῦ μᾶλλον καὶ ἧττον χρησάμενος τόπῳ. εἰ γὰρ ἃ μᾶλλον οὐσίαι, ταῦτα μὴ οὐσίαι, οὐδὲ αἱ ἧττον ἐκείνων οὐσίαι οὐσίαι ἂν εἶεν. ὅτι δὲ ἧττον οὐσία τὸ σῶμα τούτων, δείκνυσι πρῶτον μὲν τοιαύτῃ ἐπιχειρήσει. οἷς ὁρίζεταί τι καὶ εἰδοποιεῖται, ἐκεῖνα τοῦ ὁριζομένου ὑπʼ αὐτῶν μᾶλλον οὐσία· τὰ γὰρ ὁρίζοντά τι μᾶλλον ὄντα καὶ μᾶλλον οὐσίαι τοῦ ὁριζομένου καὶ εἰδοποιουμένου· διὰ τοῦτο γοῦν καὶ αὐτὸς τὸ εἶδος μᾶλλον τῆς ὕλης εἶναί φησιν. ὑπὸ δὲ ἐπιφανείας καὶ γραμμῆς καὶ στιγμῆς ὁρίζεται τὸ σῶμα· ταῦτα ἄρα μᾶλλον οὐσίαι τοῦ σώματος. δεύτερον δὲ τοιαύτῃ. ὧν τὸ μὲν καθʼ αὑτὸ δύναται εἶναι χωρὶς θατέρου τὸ δʼ οὐ δύναται, τὸ καθʼ αὑτὸ δυνάμενον εἶναι μᾶλλον οὐσία· τῶν δὲ περάτων τοῦ σώματος καὶ τοῦ σώματος τὰ μὲν πέρατα χωρὶς εἶναι δύναται τοῦ σώματος, τὸ δὲ σῶμα χωρὶς τῶν περάτων οὔ· τὰ ἄρα πέρατα τοῦ σώματος μᾶλλον οὐσίαι τοῦ σώματος. τὸ δὲ ἐνδέχεσθαι δοκεῖ εἶναι πάνυ καλῶς προσέθηκε· τῇ μὲν γὰρ ὑποστάσει οὐδὲν τούτων χωρὶς σώματος οἷόν τε εἶναι ὥσπερ οὐδὲ τὸ σῶμα ἄνευ τούτων, τῇ δὲ ἐπινοίᾳ καὶ τῷ λόγῳ οἷόν τε· σῶμα μὲν γὰρ ἄνευ ἐπιφανείας οὐχ οἷόν τε νοηθῆναι, οὐδʼ αὖ ἐπιφάνειαν ἄνευ γραμμῆς, οὐδὲ ταύτην χωρὶς σημείου. ἐν γὰρ τοῖς ὁρισμοῖς αὐτῶν συμπαραλαμβάνεται κἀκεῖνα· σῶμα μὲν γὰρ λέγεται εἶναι τὸ μῆκος καὶ πλάτος καὶ βάθος ἔχον, ἐπιφάνεια δὲ ὃ μῆκος καὶ πλάτος ἔχει, γραμμὴ δὲ μῆκος ἀπλατές, ἧς πέρατα σημεῖα· σημεῖον δὲ νοεῖται καὶ χωρὶς γραμμῆς, καὶ αὕτη χωρὶς ἐπιπέδου, καὶ ἐπίπεδον ἄνευ σώματος. προστίθησι δὲ τούτοις εἰς πίστωσιν τοῦ ταῦτα μᾶλλον οὐσίας εἶναι τοῦ σώματος καὶ τὰς τῶν πρὸ αὐτοῦ δόξας, ὧν οἱ μὲν ἀρχαιότεροι καὶ μηδέπω μετʼ ἐπιστασίας περὶ τῶν ὄντων λέγοντες τὰς οὐσίας τῶν ὄντων καὶ τὰς ἀρχὰς σωματικὰς ὑπετίθεντο, οἱ δὲ μετʼ ἐκείνους γενόμενοι καὶ σοφώτεροι δοκοῦντες ἤδη εἶναι ἀριθμοὺς τὰς ἀρχὰς ἔφησαν, ὡς οἱ Πυθαγόρειοι καὶ Πλάτων, ὡς τούτων μᾶλλον οὐσιῶν ὄντων τῶν σωμάτων. τὸ δὲ ὥστε καὶ τὰς ἀρχὰς τὰς τῶν σωμάτων τῶν ὄντων εἶναι ἀρχὰς ὡς ἴσον εἶπε τῷ ὥστε καὶ τὰς ἀρχὰς τῶν σωμάτων κυρίως ὄντα εἶναι ἔλεγον, διότι ὄντων καὶ σωμάτων ἦσαν ἀρχαί. τοῦτο λαβὼν μετὰ ταῦτά φησιν ὅτι εἰ μηδὲν τούτων οὐσία, οὐδʼ ἂν ἄλλο τι οὐσία εἴη· οὔτε γὰρ τὰ σώματα — ἧττον γὰρ ταῦτα οὐσίαι — οὔτε ἔτι μᾶλλον τὰ τῷ σώματι συμβεβηκότα. ὅτι δʼ αὖ μή ἐστι ταῦτα ὄντα, τουτέστιν οὐσίαι, δείκνυσιν οὕτως. εἰ ἔστι σημεῖον καὶ γραμμὴ καὶ ἐπίπεδον ὄντα τε καὶ οὐσίαι, δῆλον ὅτι καὶ ἐν σώμασιν αὐτῶν ἡ ὑπόστασις, καὶ εἰ ἐν σώμασιν, ἐν τούτοις. ἀλλὰ μὴν οὐδὲν τούτων ἐστὶν ἐν τοῖς αἰσθητοῖς· οὔτε γὰρ οἷον ὁριζόμεθα τὸ σημεῖον ἔστιν εὑρεῖν τὸ τοιοῦτον ἐν τοῖς αἰσθητοῖς, οὔτε ὁποίαν τὴν γραμμήν· οὐδὲν γὰρ ἔστι λαβεῖν ἐν αἰσθητῷ σώματι μῆκος παντάπασι κεχωρισμένον πλάτους, ὁμοίως δὲ οὐδʼ ἐπιφάνειαν χωρὶς βάθους. εἰ δὴ ὄντα μὲν ἦσαν καὶ οὐσίαι, ἦν ἂν ἐν τοῖς σώμασι τοῖς αἰσθητοῖς· ταῦτα γὰρ ἐν ὑποστάσει μόνα· εἰ δὲ μή ἐστι, μηδʼ οὐσίαι εἶεν ἄν. δείκνυσι δὲ μὴ ὄντα ταῦτα ἐν ὑποστάσει καὶ ἐκ τοῦ πάθη ταῦτα καὶ διαιρέσεις εἶναι τῶν σωμάτων  <span class="gap">…</span> γίγνεσθαι· αἱ δὲ διαιρέσεις αἱ τοῦ σώματος οὐχ ὑποκείμενα οὐδὲ ὄντα τινὰ ἐπʼ οἰκείας φύσεως· πάθη γάρ, τὰ δὲ πάθη οὐκ οὐσίαι. κατὰ μέντοι τὸ πλάτος ὑπὸ γραμμῆς τέμνεται τὸ σῶμα, κατὰ δὲ τὸ βάθος ὑπὸ ἐπιφανείας, κατὰ δὲ τὸ μῆκος ὑπὸ στιγμῆς. ἐπὶ τούτοις ὅτι μή ἐστιν ἐν τοῖς σώμασι ταῦτα, ἥ τε ἐπιφάνεια καὶ ἡ γραμμὴ καὶ τὸ σημεῖον, οὕτω δείκνυσιν. ἐπινοίᾳ ταῦτα ἐν τοῖς σώμασι λέγεται εἶναι· οὐ γὰρ δὴ τῇ ὑποστάσει καὶ τῷ χωρίζεσθαι δύνασθαι. τούτῳ συγχρώμενος λέγει ὅτι ἐν τῷ σώματι ἔστιν ὁποιονοῦν σχῆμα καὶ ὁποιανοῦν ἐπιφάνειαν ὁμοίως ὄντα λαβεῖν. τῇ γὰρ ἐπινοίᾳ ἐν τῷ λίθῳ τῷ ἀργῷ καὶ τὸ τοῦ Ἑρμοῦ καὶ τὸ τοῦ Ἀπόλλωνος καὶ ἄλλου τινὸς ὁμοίως ἔστι λαβεῖν σχῆμα· ἀλλὰ καὶ ἐν τῷ κύβῳ τὸ ἥμισυ τοῦ κύβου τῇ ἐπινοίᾳ ἔστι, καὶ ἡ ἐπιφάνεια ἡ διαιροῦσα αὐτὸν εἰς δύο ἐν τῷ βάθει ληφθῆναι δυναμένη, ὁμοίως καὶ ἡτισοῦν. εἰ οὖν πάντα μὲν ὁμοίως τὰ σχήματα καὶ αἱ ἐπιφάνειαι ἐν τῷ σώματι — τῇ γὰρ ἐπινοίᾳ —, μὴ ἔστι δὲ ἐν αὐτῷ ταῦτα τῷ δύνασθαι γενέσθαι ἐν αὐτῷ ἐπινοίᾳ λαμβανόμενα, οὐδʼ ἂν ἄλλο τι εἴη· ὥστε εἰ μὴ τὸ τοῦ Ἑρμοῦ σχῆμα ἐν τῷ λίθῳ, οὐδὲ ὃ δοκεῖ ἔχειν, καὶ εἰ μὴ ἐν τῷ κύβῳ ἡ διαιροῦσα δίχα ἐπιφάνεια, οὐδʼ ἣν δοκεῖ ἔχειν. ἡ δὲ τοῦ λόγου παραγωγὴ τὸ ὁμοίως λαβεῖν πάντα εἶναι τὰ σχήματα ἐν τῷ ὑποκειμένῳ τά τε δυνάμει καὶ τὰ ἐνεργείᾳ. τούτου δὲ τὸ πιθανὸν ἐκ τοῦ ἐπινοίᾳ καὶ τὰ ἐνεργείᾳ ὄντα δοκεῖν εἶναι ἐν τῷ ὑποκειμένῳ, ὡς καὶ τὰ δυνάμει· τοῦτο δὲ ἐπεὶ μή ἐστι χωριστά. ὡς δὲ ἐπὶ τῆς ἐπιφανείας, οὕτω καὶ ἐπὶ τῆς γραμμῆς καὶ ἐπὶ στιγμῆς καὶ μονάδος· καὶ γὰρ ἡ μονὰς στιγμή τίς ἐστιν· ἔνεστι γὰρ ἐπὶ τούτων ὁμοίως τῇ ἐπινοίᾳ ἐν τῷ ὑποκειμένῳ σώματι λέγειν ὁποιανοῦν εἶναι, καὶ λαμβάνοντάς τινα τῶν δυνάμει καὶ δεικνύντας ὅτι μὴ ἔστιν ἐν αὐτῷ — τὸ γὰρ δυνάμει ὂν ἔν τινι οὐδέπω ἐστὶν ἐν αὐτῷ —, ὅτι μηδὲ τὰ ἐνεργείᾳ δοκοῦντα εἶναι ἐν αὐτῷ ἔστιν ἐν αὐτῷ δεικνύναι. δείξας δὲ διὰ τούτων ὅτι μὴ οὐσία ἡ ἐπιφάνεια καὶ γραμμὴ καὶ στιγμὴ καὶ ἡ μονάς, ὡς ἀκόλουθον τοῖς δεδειγμένοις λαμβάνει τὸ μηδὲ τὸ σῶμα ἔσεσθαι οὐσίαν τὸ ὑπὸ τούτων ὁριζόμενον. ἔδειξε δὲ ταῦτα οὐ μόνον οὐκ οὐσίας ὄντα, ἀλλὰ τὴν ἀρχὴν οὐδὲ ὄντα. τὸ δὲ μὴ ἔστι δὲ ταῦτα μηδὲ οὐσίαι τινὲς ἴσον ἐστὶ τῷ μήτε ἐστὶν ὄντα ταῦτα μήτε οὐσίαι τινές.

Πρὸς γὰρ τοῖς εἰρημένοις καὶ τὰ περὶ τὴν γένεσιν καὶ τὴν φθορὰν συμβαίνει ἄλογα.

`232`

Καὶ αὕτη ἡ ἐπιχείρησις αὐτῷ δείκνυσιν ὅτι μὴ οὐσίαι τὰ πέρατα τοῦ σώματος, ἃ μᾶλλον οὐσίαν ἔδειξε τοῦ σώματος. αἱ μὲν γὰρ οὐσίαι, πρότερον μὴ οὖσαι, διὰ γενέσεως εἰς τὸ εἶναι προΐασιν, ὁμοίως δὲ καὶ αἱ πρότερον οὖσαι εἰς τὸ μὴ εἶναι διὸ φθορᾶς· ὥστε τῶν μὲν οὐσιῶν τοῦ εἶναι καὶ μὴ εἶναι γένεσις καὶ φθορὰ προηγεῖται, ταῦτα δὲ ἄνευ γενέσεως καὶ φθορᾶς ὁτὲ μὲν ἔστιν ὁτὲ δὲ οὐκ ἔστιν, ὥστε οὐκ οὐσίαι. τὸ γὰρ ἅμα ὁτὲ μὲν μία ἁπτομένων, ὁτὲ δὲ δύο διαιρουμένων γίγνεται τοῦ χωρὶς γενέσεώς ἐστι δηλωτικόν· ἁπτομένων μὲν γὰρ εὐθὺς καὶ ἅμα μία, διαιρουμένων δὲ πάλιν καὶ κεχωρισμένων εὐθὺς καὶ ἅμα δύο, οὐδεμιᾶς γενέσεως προηγησαμένης. ὅτι δὲ ὁτὲ μὲν εἰσὶν ὁτὲ δὲ οὔκ εἰσι χωρὶς γενέσεως καὶ φθορᾶς, δείκνυσιν οὕτως. ὅταν ἅπτηται τὰ σώματα ἀλλήλων καὶ πάλιν ὅταν διιστῆται, ποτὲ μὲν μία ἡ ἐπιφάνεια καὶ ἡ γραμμὴ καὶ τὸ σημεῖόν ἐστιν ἀθρόως· ὅταν γὰρ ἅπτωνται, ἓν τὰ ἀμφοτέρων πέρατα τῷ ἐφαρμόζειν, ὅταν δὲ αὖ χωρισθῇ, δύο πάλιν ἀθρόως· ὥστε ποτὲ μὲν ἔστιν ἡ ἐπιφάνεια καὶ τὰ ἄλλα, ὅταν μὴ ἅπτηται τὰ σώματα ἀλλήλων, ποτὲ δὲ οὐκ ἔστιν, ὅταν ἅπτηται, καὶ ταῦτα χωρὶς γενέσεως καὶ φθορᾶς. οὐ γὰρ δὴ ἡ στιγμὴ ἡ ἀδιαίρετος τῇ αὑτῆς φύσει διῃρέθη εἰς δύο, ὥστε εἶναι ταύτην τὴν διαίρεσιν γένεσιν τῆς ἑτέρας στιγμῆς, ἀλλʼ ἡ πρότερον οὐκ οὖσα ὕστερον ἔστι χωρὶς γενέσεως. ὁ δʼ αὐτὸς λόγος καὶ ἐπὶ γραμμῆς καὶ ἐπιφανείας· οὔτε γὰρ τὴν γραμμὴν οἷόν τε διαιρεῖσθαι κατὰ πλάτος, ὡς οὕτως γίνεσθαι τὴν μίαν δύο, ἀπολυομένης τῆς ἁφῆς, οὔτε τὴν ἐπιφάνειαν κατὰ βάθος. προστίθησι δὲ τούτοις ὅτι πᾶν μὲν τὸ γινόμενον ἔκ τινος ὑποκειμένου γίνεται, ταῦτα δὲ ἐκ τίνος ἐρεῖ τις ὑποκειμένου γίγνεσθαι, οὐκ ἔστιν· ὥστε εἰ πᾶν μὲν τὸ γινόμενον ἐξ ὑποκειμένου τινὸς γίνεται καὶ ὕλης, τούτοις δὲ οὐδὲν ὑπόκειται, οὐ γίνεται ταῦτα· εἰ δὲ χωρὶς τοῦ γίνεσθαι ποτὲ μὲν ἔστι ποτὲ δὲ οὐκ ἔστιν, οὐκ ἔστι τὰ προειρημένα. ἔτι ὡς ἐπὶ τοῦ νῦν πέρατος ὄντος τοῦ χρόνου ἔχει, οὕτως ἕξει καὶ ἐπὶ τῆς στιγμῆς καὶ γραμμῆς καὶ ἐπιφανείας· ἅπαντα γὰρ ὁμοίως ταῦτα ἢ πέρατά ἐστι, τὸ μὲν σώματος τὸ δὲ ἐπιφανείας τὸ δὲ γραμμῆς τὸ δὲ χρόνου, ἢ διαίρεσις· κατὰ γὰρ ταῦτα αἱ διαιρέσεις τῶν προκειμένων. εἰ τοίνυν ὁμοίως ἔχειν ἀνάγκη ἐν πᾶσιν αὐτοῖς τὸ ποτὲ μὲν εἶναι ποτὲ δὲ μὴ εἶναι, τῆς αὐτῆς γε οὖσι φύσεως, τὸ δὲ νῦν ποτὲ μὲν ἔστι ποτὲ δὲ οὐκ ἔστι, καὶ ἄλλοτε ἄλλο ἐστὶ χωρὶς γενέσεως καὶ φθορᾶς — πᾶσα γὰρ γένεσις ἐν χρόνῳ, ὁμοίως δὲ καὶ φθορά, ὥστε καὶ τὸ νῦν εἰ ἐγένετο, ἐν χρόνῳ πρῶτον ἐγένετο, γινόμενον δὲ ἐν χρόνῳ ἦν ἂν καὶ μεριστὸν καὶ ἐν διαστήματί τινι· τοῦ γὰρ ἐν χρόνῳ γιγνομένου τὸ μέν τι γέγονε τὸ δέ τι γίγνεται· κατὰ γὰρ τὰ τοῦ χρόνου μόρια καὶ τοῦ γινομένου τὰ μόρια γίνεται· ἔτι πᾶν τὸ γινόμενον ὑποκείμενόν τι ἔχει, ὡς προείρηκε, τῷ δὲ νῦν οὐδὲν ὑπόκειται· ὥστε εἰ τοῦτο χωρὶς γενέσεως ποτὲ μὲν ἔστι ποτὲ δὲ οὐκ ἔστιν, οὕτως ἕξει καὶ τὰ προειρημένα· εἰ δὲ τοῦτο, οὐκ οὐσίαι.

`233`

Ὅλως δὲ ἀπορήσειεν ἄν τις, διὰ τί καὶ δεῖ ζητεῖν ἄλλʼ ἄττα τοιαῦτα παρὰ τὰ αἰσθητὰ καὶ τὰ μεταξύ, οἷον ἃ τίθεμεν εἴδη.

`234–235`

Ἡ μὲν ἀπορία πῶς εὔλογον παρὰ τὰς αἰσθητὰς οὐσίας καὶ τὰ μεταξύ — ταῦτα δέ ἐστι τὰ μαθηματικά — ἄλλας τινὰς αἰτίας ζητεῖν τε καὶ τίθεσθαι, ὥσπερ οἱ τὰς ἰδέας εἶναι λέγοντες· εἶτα διʼ ἃ εὔλογον παριστάμενος τῇ δόξῃ τίθησιν. εἰ γὰρ διὰ τοῦτο ὅτι τὰ μαθηματικὰ εἰ καὶ κατὰ τὰ ἄλλα διαφέρει τῶν αἰσθητῶν — τῷ γὰρ ἀίδια εἶναι καὶ τῷ ἀκίνητα, ὥσπερ πρότερον εἶπεν —, ἀλλὰ κατά γε τὸ πολλὰ ὁμοειδῆ ἐν αὐτοῖς εἶναι οὐ διαφέρει τῶν αἰσθητῶν· οὐ γὰρ ἓν κατʼ ἀριθμὸν οὐδὲ τούτων ἕκαστον, ὡς εἶπε καὶ ἐν τοῖς ἐπάνω, ἀλλʼ ἔστιν ἕκαστον αὐτῶν εἴδει μὲν ἕν, ἀριθμῷ δὲ πολλά· εἰ δὲ πάντα τὰ τοιαῦτα καθʼ ἕκαστα ὅμοια ἀλλήλοις, οὐδὲν ἂν αὐτῶν οὐσία καὶ στοιχεῖον τῶν ἄλλων εἴη· ὥστε εἰ μήτε τούτων μήτε τῶν αἰσθητῶν ἀριθμῷ αἱ ἀρχαὶ ἀφωρισμέναι, οὐκ ἔσονται τῶν ὄντων ἀρχαὶ ἀριθμῷ ἀφωρισμέναι, οὐδέ τις ἔσται ἀριθμῷ οὐσία μία ἐν ταῖς ἀρχαῖς καὶ ὡρισμένη, εἰ μὴ ἄλλαι τινὲς εἶεν οὐσίαι παρά τε τὰς αἰσθητὰς καὶ τὰς μαθηματικάς, ὁποίας τὰς ἰδέας λέγουσιν· οὐδεμία γὰρ ἔσται τῶν ἀρχῶν μία ἀριθμῷ οὐσία, εἰ αἱ μὲν αἰσθηταὶ καὶ αἱ μαθηματικαὶ τῷ εἴδει μία, ἄλλη δὲ μή ἐστι παρὰ ταῦτα οὐσία. ἔτι οὐδὲ οὐσίαι ἔσονται αἱ ἀρχαὶ τῶν ὄντων, εἰ μὴ ἑκάστη αὐτῶν ἀριθμῷ μία· τοῖς γὰρ καθόλου κατὰ συμβεβηκὸς τὸ εἶναι, ὡς προελθὼν ἐρεῖ. εἰπὼν δὲ οὐκ ἔσται μία ἀριθμῷ ὡς ἀρχὴ οὐσία, προσέθηκε τὸ καὶ τῷ εἴδει, ἤτοι λέγων τῇ φύσει καὶ τῇ ὑποστάσει, ἢ ὅτι οὐκ ἔσται ἀρχὴ ἡ μὲν τῷ ἀριθμῷ μία ἡ δὲ τῷ εἴδει· μόνη γὰρ ἔσται ἡ τῷ εἴδει, ἥτις οὐδὲ ἀρχὴ κυρίως, ἐν τούτοις ἔχουσα τὸ εἶναι καὶ ἀπὸ τούτων νοουμένη ὧν αἱ ἀρχαὶ εἶναι λέγονται. ἄμεινον δὲ γεγράφθαι οὐκ ἔσται μία ἀριθμῷ ἀλλʼ εἴδει· τοῦτο γὰρ συνάγει τά τε προειρημένα καὶ τὸ ἐπιφερόμενον τὸ οὐδʼ αἱ ἀρχαὶ τῶν ὄντων ἀριθμῷ ἔσονται ποσαί τινες ἀλλʼ εἴδει. εἰ δὴ μὴ οὔσης οὐσίας τινὸς παρὰ τὰς μαθηματικάς τε καὶ αἰσθητὰς οὐκ ἔσονταί τινες ὡρισμέναι οὐσίαι, οὕτω δὲ οὐδὲ ἀρχῶν οὐσῶν οὐσίαι κυρίως ταῖς καὶ ὡρισμέναις, ἀναγκαῖον ἔδοξεν ἄλλας τινὰς οὐσίας θέσθαι ὧν ἑκάστη κυρίως οὐσία ἔσται, οὐ κατὰ μετουσίαν τινὸς οὐδὲ κατὰ συμβεβηκὸς τὸ εἶναί τε καὶ ἓν ἐχούσας· κατὰ συμβεβηκὸς γὰρ ἓν τὸ τῷ εἴδει ἕν, ἀλλʼ οὐ κυρίως. ἀλλʼ εἰ διὰ τοῦτό τις θήσεται εἶναί τινας τοιαύτας οὐσίας, ὑπομιμνήσκει ἡμᾶς ἃ ἔδειξεν ἑπόμενα δυσχερῆ τῇ τῶν ἰδεῶν ὑποθέσει. ὁ δὲ τῶν λεγομένων νοῦς τοιοῦτος. παρέθετο τὰ στοιχεῖα τῶν συλλαβῶν, δεικνὺς ἐπὶ τούτων πῶς αἱ ἀρχαὶ καὶ τὰ κατηγορούμενα κοινῶς τινος οὐκ ἔστιν ἀριθμῷ ὡρισμένα ἀλλʼ εἴδει· τῶν γὰρ καθʼ ἕκαστα α τὸ κοινὸν α ἀρχή, εἴδει ἕν, οὐχ ἓν ἀριθμῷ· ὁμοίως καὶ τῶν ἄλλων στοιχείων· ὡς δὲ ἐπὶ τῶν στοιχείων, οὕτω καὶ ἐπὶ τῶν καθʼ ἕκαστα ἀνθρώπων ὁ ἄνθρωπος, καὶ τῶν ἄλλων αἰσθητῶν ὁμοίως. εἰπὼν δὲ τῶν ἐνταῦθα γραμμάτων αἱ ἀρχαὶ ἀριθμῷ μὲν οὔκ εἰσιν ὡρισμέναι, εἴδει δέ, ἐπεὶ ἐπὶ τῆς ἀφωρισμένης ὅμως οἷον τῆσδε τῆς βα συλλαβῆς τόδε τὸ β καὶ τόδε τὸ α ἀρχαὶ καὶ στοιχεῖα ἀφωρισμένα κατʼ ἀριθμόν, παρέθετο καὶ τοῦτο, καὶ ἔδειξεν ὅτι ἐπὶ μὲν τῶν οὕτως λαμβανομένων συλλαβῶν καὶ ἐπὶ πάντων ἄλλων τῶν συνθέτων ἀφωρισμένας ἀριθμῷ τὰς ἀρχὰς ἔστι λαβεῖν· ἀλλʼ αὐτῶν πάλιν τούτων τὰ κοινὰ ἀρχαί· τὰ γὰρ ἐν τῇδε τῇ συλλαβῇ α καὶ ἐν τῇδε τὸ κοινῶς κατηγορούμενον α ἀρχὴν ἔχουσι. δείξας δὲ ἐπὶ τῶν στοιχείων τὸ κοινὸν καὶ ἓν κατʼ εἶδος ἀρχὴν γενόμενον, ὁμοίως, φησίν, ἔχει καὶ ἐπὶ τῶν μεταξύ, λέγων τῶν μαθηματικῶν· καὶ γὰρ ἐν ἐκείνοις, ὥσπερ καὶ ἐν τοῖς στοιχείοις, πολλὰ καὶ ἐπʼ ἄπειρα τὰ καθʼ ἕκαστα λαμβανόμενα καὶ ὁμοειδῆ ἀλλήλοις. εἰ δὲ τὰ παρὰ τὰ καθʼ ἕκαστα ταῦτα ὁμοειδῆ ἐστιν ἀλλήλοις — λέγει δὲ ὁμοίως ἐπί τε τῶν φυσικῶν καὶ τῶν μαθηματικῶν· ὁ γὰρ αὐτὸς ἐπʼ ἀμφοτέρων λόγος —, εἰ μὴ ἔσται τις ἄλλη οὐσία ἀριθμῷ μία ἢ ὁποίαν βούλονται τίθεσθαι οἱ τὰς ἰδέας δοξάζοντες, οὐκ ἔσται μία ἀριθμῷ καὶ εἴδει οὐσία, τουτέστιν οὐκ ἔσται τις εἰδικὴ οὐσία κατὰ τὸν ἀριθμὸν μία, οὐδὲ αἱ ἀρχαὶ ἄρα τῶν ὄντων ὡρισμέναι κατὰ τὸν ἀριθμὸν καὶ ποσαὶ ἀλλὰ τῷ εἴδει. εἰ δέ ἐστιν ἀναγκαῖον τοῦτο, ἀριθμῷ ὡρίσθαι τὰς τῶν ὄντων ἀρχάς — οὕτω γὰρ οὐσίαι ἔσονται· τὸ γὰρ κοινὸν οὐ κυρίως οὐσία, διὸ οὐδὲ ἀρχή τε καὶ στοιχεῖον —, ἀναγκαίως δόξουσι κινηθέντες οἱ τὰς ἰδέας ὑποθέμενοι ἐπὶ τοῦτο ἐλθεῖν. καὶ γὰρ εἰ μὴ ἄντικρυς τοῦτο λέγουσι τῷ μὴ διαρθροῦν πάνυ τι τὴν αὑτῶν δόξαν, ἀλλὰ τοῦτό γε φαίνεται εἶναι τὸ ἀγαγὸν αὐτοὺς ἐπὶ τὸ τὰς ἰδέας τῶν ὄντων ἀρχὰς ὑποτίθεσθαι, τὸ δεῖν τὰς ἀρχὰς οὐσίας τε εἶναι καὶ ὡρισμένας· οὕτω γὰρ οὐσίαι αὐτοῖς αἱ ἀρχαὶ γίνονται, καὶ καθʼ αὑτὰς οὐσίαι, καὶ διαφέρουσαι τῶν ἄλλων, οἷς τὸ ἓν κατὰ τὸ εἶδος, καὶ οὐ κατὰ συμβεβηκός, ὡς δοκεῖ τὰ κοινά· οὐ γὰρ καθʼ αὑτὴν ἡ τῶν κοινῶν ὑπόστασις, ἀλλὰ κατὰ συμβεβηκός. εἰπὼν δὲ ταῦτα καὶ προσαγαγὼν τὸ ὅτι εὔλογον εἶναι τοιαύτας τῶν ὄντων ἀρχάς, ἐπήνεγκεν ὑπομιμνήσκων ἡμᾶς τῶν πρὸς ταύτην τὴν δόξαν ἠπορημένων καὶ ὅλως πρὸς τὸ μίαν ἀριθμῷ τῶν ἀρχῶν ἑκάστην εἶναι. ἐρρέθη γὰρ ὅτι οὐδὲν ἄλλο παρὰ τὰς ἀρχὰς ἔσται· ὧν γὰρ αἱ ἀρχαὶ ἀριθμῷ ὡρισμέναι, ταῦτα ἰσάριθμα ταῖς ἀρχαῖς ἐδείχθη ὄντα, ὥστε οὐκ ἔσται ἄλλα παρὰ τὰς ἀρχάς. ἀλλὰ καὶ ὅσα πρὸς τὰς ἰδέας ἠπορήθη ἐν τῷ πρώτῳ, καὶ μᾶλλον ἐκείνων ἂν ἡμᾶς ὑπομιμνήσκοι.

Σύνεγγυς δὲ τούτων ἐστὶ τὸ διαπορῆσαι, πότερον δυνάμει ἐστὶ τὰ στοιχεῖα, ἤ τινα ἕτερον τρόπον.

`236`

Ἡ ἀπορία πάνυ λογική· ζητεῖ δὲ πότερον τὰ στοιχεῖα καὶ αἱ τῶν ὄντων ἀρχαὶ δυνάμει εἰσὶν ἢ ἐνεργείᾳ· τοῦτο γὰρ σημαίνεται διὰ τοῦ ἤ τινα ἕτερον τρόπον. εἰ μὲν γὰρ ἐνεργείᾳ — πάλιν γὰρ τοῦτο εἶπε διὰ τοῦ εἰ μὲν γὰρ ἄλλως πως —, ἔσονται τῶν ἀρχῶν ἀρχαί, ὥς φησι, καὶ πρότερόν τι ἔσται τῶν ἀρχῶν· τοῦτο δὲ ἄτοπον. τί δὲ ἔσται πρότερον; ἢ τὸ δυνάμει· δοκεῖ γὰρ ἐπὶ τοῦ αὐτοῦ πρῶτον εἶναι τὸ δυνάμει τῆς ἐνεργείας, ὥστε ἡ τῆς κατʼ ἐνέργειαν αἰτίας καὶ ἀρχῆς δύναμις πρότερον ἔσται τῆς ἀρχῆς οὔσης γε κατʼ ἐνέργειαν. τὸ γὰρ δυνατὸν οὐκ ἀναγκαῖον ἤδη καὶ ἐνεργείᾳ εἶναι· ὥστε εἰ μὴ ἀντιστρέφει ἀλλὰ τοῦ μὲν ἐνεργείᾳ ὄντος προηγεῖται ἡ δύναμις, καὶ παντὶ ἐνυπάρχει, οὐκ ἐν παντὶ δὲ τῷ δυνατῷ ἤδη ἐνέργεια, προτέρα ἡ δύναμις ἔσται. πάνυ δὲ βραχέως ἡρμήνευσε συνάψας τῷ πρότερον γὰρ ἡ δύναμις ἐκείνης τῆς αἰτίας τὸ τὸ δὲ δυνατὸν οὐκ ἀναγκαῖον ἐκείνως πᾶν ἔχειν, τουτέστιν ἐνεργείᾳ εἶναι. τὸ δὲ ἐκείνης τῆς αἰτίας εἶπεν ἀντὶ τοῦ ἐκείνης τῆς ἀρχῆς, ἥτις ἦν ἡ κατʼ ἐνέργειαν, λαβὼν διὰ τοῦ πρότερον μὲν γὰρ ἡ δύναμις ἐκείνης τῆς αἰτίας τὸ εἴ τι ἐνεργείᾳ ἐστὶ πρότερον τὸ δυνάμει ἐσχηκέναι. εἰ δέ τις θήσεται τὰ στοιχεῖα δυνάμει εἶναι καὶ μὴ ἐνεργείᾳ, τούτῳ ἀκολουθήσει τὸ ἐνδέχεσθαι μηδὲν ὅλως εἶναι· δύναται γὰρ εἶναι τὸ μήπω ὄν, ὥστε αἱ ἀρχαὶ εἰ δυνάμει εἰσί, δύνανται καὶ μὴ εἶναι· εἰ δὲ αὗται μὴ εἶεν, οὐδὲ τὰ ἐξ αὐτῶν. ὅτι δὲ δυνατὸν εἶναι καὶ τὸ μὴ ὂν οὕτως ἔδειξεν· εἰ τὸ γινόμενον οὐκ ἔστι — τοῦτο γὰρ εἶπε διὰ τοῦ γίγνεται μὲν γὰρ τὸ μὴ ὄν —, τὸ δὲ δυνατὸν γίνεται, τὸ δυνατὸν οὐκ ἔστιν. ἔλαβε δὲ τὴν δευτέραν πρότασιν διὰ τοῦ οὐθὲν δὲ γίγνεται τῶν εἶναι ἀδυνάτων. τοῦτο γὰρ ἴσον τῷ τὸ δυνάμει καὶ τὸ δυνατὸν τὸ γινόμενον εἶναι. ἐπὶ τούτοις πάλιν μέμνηται τῆς πρόσθεν ἤδη ῥηθείσης ἀπορίας· ἔστι δὲ αὕτη, πότερον τὰ στοιχεῖα καὶ αἱ ἀρχαὶ τῶν ὄντων καθόλου εἰσὶ καὶ κοινά τινα ἢ καθʼ ἕκαστα· καὶ προστίθησιν ἄλλην ἀπορίαν παρὰ τὴν ῥηθεῖσαν τότε. εἰ μὲν γάρ, φησί, καθόλου ὑπάρχουσιν αἱ ἀρχαί, οὐκ ἔσονται οὐσίαι. ἡ μὲν γὰρ οὐσία ὑποκείμενον καὶ τόδε τι, οὐδὲν δὲ τῶν κοινῶν ὑποκείμενόν ἐστι καὶ τόδε τι ἀλλὰ τοιόνδε· οὐδὲ γὰρ τὰ τῶν οὐσιῶν γένη καὶ εἴδη τόδε τι σημαίνει, ἀλλὰ περὶ οὐσίαν τὸ ποιὸν ἀφορίζει, ὡς εἶπεν ἐν Κατηγορίαις. ὅτι δὲ μὴ τόδε τι δηλοῖ τὸ κοινόν, οὕτως δείκνυσιν. εἴ τις λέγει τὸ κοινὸν τόδε τι εἶναι καὶ ὑπὸ ἔκθεσιν καὶ δεῖξιν πίπτειν, ὁ Σωκράτης ἡ ἄτομος οὐσία πολλὰ ἔσται ζῷα κατʼ ἀριθμόν — καὶ γὰρ αὐτὸς ὁ Σωκράτης καὶ ζῷον καὶ ἄνθρωπος —, εἴ γε καὶ ἄνθρωπος καὶ ζῷον τόδε τι καὶ καθʼ αὑτὸ καὶ ὑπὸ δεῖξιν καὶ ἔκθεσιν πῖπτον. ἔστι γὰρ ὁ Σωκράτης ἄνθρωπος, καὶ οὐ ταὐτόν ἐστι τὸ Σωκράτει καὶ τὸ ἀνθρώπῳ εἶναι. ἀλλὰ καὶ ζῷον· καὶ γὰρ ζῷον ὁ Σωκράτης, ὃ καὶ αὐτὸ ὑπέκειτο καὶ εἶναι καὶ καθʼ αὑτὸ ὑφεστάναι· καθόλου γὰρ καὶ τοῦτο. ἀλλὰ τοῦτο ἄτοπον. εἰ δὲ μὴ καθόλου. ἐπικεχείρηκε γὰρ πρὸς τοῦτο, ὡς εἴρηται, τὸ πολλὰ ἔσται ζῷα ὁ Σωκράτης. ἢ τοῦτό ἐστι τὸ εἰρημένον, ἀλλʼ εἴ τις τὸ καθόλου ἀξιώσαι τοιοῦτον εἶναι ὡς μὴ τοιόνδε σημαίνειν ἀλλὰ τόδε τι καὶ οὐσίαν καὶ εἶναι τοιοῦτον ὡς τὰ τῇ ἐκθέσει δηλούμενα. εἶπεν οὖν καὶ ἐκθέσθαι τὸ κοινῇ κατηγορούμενον, τοιοῦτον δὲ τὸ καθόλου· διὸ εἰκότως νῦν ἐπὶ τὸ ἕτερον μόριον τῆς ἀπορίας μεταβαίνων οὕτως εἶπεν εἰ δὲ μὴ καθόλου. ἔστι δὲ τὸ λεγόμενον, εἰ δέ τις μὴ λέγοι τὰς ἀρχὰς καθόλου εἶναι ἀλλὰ καθʼ ἕκαστα καὶ ἀτόμους, πάλιν φησὶ μὴ ἔσεσθαι αὐτῶν ἐπιστήμην· ἡ γὰρ ἐπιστήμη τῶν καθόλου· ὥστε ἢ τῶν ἀρχῶν ἄλλαι τινὲς ἀρχαὶ πάλιν ἔσονται καθόλου, εἰ ἔσται αὐτῶν ἐπιστήμη, καὶ οὕτως πάλιν τὰ καθόλου ἀρχαί, ἢ οὐκ ἔσονται ἀρχαὶ ἐπιστηταί.

Ταῦτα τὰ ἐν τῷ Β ἠπορημένα, ἐξ ἐνδόξων τὰς ἐπιχειρήσεις ἔχοντα καὶ κατὰ τὸ πιθανόν· καὶ γὰρ οὐδὲ οἷόν τε εἰς τὰ ἀντικείμενα ἐπιχειροῦντας μὴ λογικαῖς ἐπιχειρήσεσι χρήσασθαι· οὐδὲ γὰρ ἂν λύεσθαι δύναιντο, εἰ μὴ εἶχεν οὕτως.

## License and provenance

Eulogikon publishes public-domain Greek texts in cleaned, structured, readable form and makes no copyright claim over that preparation (Public Domain Mark 1.0, https://creativecommons.org/publicdomain/mark/1.0/). Cite as `eul_wid: reo-aeb`.
