---
title: Fragments on Physis
title_greek: Ἀποσπάσματα περὶ Φύσεως
author: Alcmaeon of Croton
eul_wid: bmw-ab
eul_aid: bmw
canonical: "https://eulogikon.org/works/alcmaeon-croton-fragments-on-physis-bmw-ab"
lang: grc
period: Archaic
dialect: Ionic
domain: "Medicine, Philosophy, Science"
genre: Treatise
content_hash: "sha256:0a768be037f1ec5f7cb7dbace6e22736647c5ca630b99848b1af9f82c65b5681"
content_modified_at: "2026-11-15"
license: "https://creativecommons.org/publicdomain/mark/1.0/"
---

# Fragments on Physis

*Ἀποσπάσματα περὶ Φύσεως*

**Author:** Alcmaeon of Croton

**eul_wid:** `bmw-ab` · [HTML page](https://eulogikon.org/works/alcmaeon-croton-fragments-on-physis-bmw-ab)

## Text

ΑΛΚΜΑΙΩΝΟΣ ΠΕΡΙ ΦΥΣΕΩΣ

`1`

<cite>Λαέρτιος Διογένης</cite>

Ἀλκμαίων Κροτωνιήτης τάδε ἔλεξε Πειρίθου υἱὸς Βροτίνῳ καὶ Λέοντι καὶ Βαθύλλῳ· περὶ τῶν ἀφανέων, περὶ τῶν θνητῶν σαφήνειαν μὲν θεοὶ ἔχοντι, ὡς δὲ ἀνθρώποις τεκμαίρεσθαι καὶ τὰ ἑξῆς.

`1a`

<cite>Θεόφραστος</cite>

ἄνθρωπον γάρ φησι τῶν ἄλλων διαφέρειν ὅτι μόνον ξυνίησι, τὰ δʼ ἄλλα αἰσθάνεται μέν, οὐ ξυνίησι δέ.

`2`

<cite>Ἀριστοτέλης</cite>

τοὺς ἀνθρώπους φησὶν Ἀ. διὰ τοῦτο ἀπόλλυσθαι, ὅτι οὐ δύνανται τὴν ἀρχὴν τῷ τέλει προσάψαι.

`3`

<cite>Ἀέτιος</cite>

Ἀ. τῶν ἡμιόνων τοὺς μὲν ἄρρενας ἀγόνους παρὰ τὴν λεπτότητα τῆς θορῆς καὶ ψυχρότητα, τὰς δὲ θηλείας παρὰ τὸ μὴ ἀναχάσκειν τὰς μήτρας· οὕτω γὰρ αὐτὸς εἴρηκε.

`4`

Ἀ. τῆς μὲν ὑγιείας εἶναι συνεκτικὴν τὴν ἰσονομίαν τῶν δυνάμεων, ὑγροῦ, ξηροῦ, ψυχροῦ, θερμοῦ, πικροῦ, γλυκέος καὶ τῶν λοιπῶν, τὴν δʼ ἐν αὐτοῖς μοναρχίαν νόσου ποιητικήν· φθοροποιὸν γὰρ ἑκατέρου μοναρχίαν. καὶ νόσον συμπίπτειν ὡς μὲν ὑφʼ οὗ ὑπερβολῇ θερμότητος ἢ ψυχρότητος, ὡς δὲ ἐξ οὗ διὰ πλῆθος τροφῆς ἢ ἔνδειαν, ὡς δʼ ἐν οἷς ἢ  <span class="gap">…</span> αἷμα ἢ μυελὸν ἢ ἐγκέφαλον. ἐγγίνεσθαι δὲ τούτοις ποτὲ κἀκ τῶν ἔξωθεν αἰτιῶν, ὑδάτων ποιῶν  <span class="gap">…</span> ἢ χώρας ἢ κόπων ἢ ἀνάγκης ἢ τῶν τούτοις παραπλησίων. τὴν δὲ ὑγείαν τὴν σύμμετρον τῶν ποιῶν κρᾶσιν.

`5`

<cite>Κλήμης ὁ Ἀλεξανδρεύς</cite>

Ἀλκμαίωνος γὰρ τοῦ Κροτωνιάτου λέγοντος «ἐχθρὸν ἄνδρα ῥᾷον φυλάξασθαι ἢ φίλον» ὁ μὲν Σοφοκλῆς ἐποίησεν ἐν τῇ Ἀντιγόνῃ «τί γὰρ γένοιτʼ ἂν ἕλκος μεῖζον ἢ φίλος κακός;».

## License and provenance

Eulogikon publishes public-domain Greek texts in cleaned, structured, readable form and makes no copyright claim over that preparation (Public Domain Mark 1.0, https://creativecommons.org/publicdomain/mark/1.0/). Cite as `eul_wid: bmw-ab`.
