---
title: On the Whitening of Copper
title_greek: Περὶ λευκώσεως (χαλκοῦ)
author: Alchemist I
eul_wid: rrg-ar
eul_aid: rrg
canonical: "https://eulogikon.org/works/alchemist-i-whitening-copper-rrg-ar"
period: Roman
dialect: Technical Koine
domain: Science
format: Treatise
license: "https://creativecommons.org/publicdomain/mark/1.0/"
---

# On the Whitening of Copper

*Περὶ λευκώσεως (χαλκοῦ)*

**Author:** Alchemist I

**eul_wid:** `rrg-ar` · [HTML page](https://eulogikon.org/works/alchemist-i-whitening-copper-rrg-ar)

## Text

### 1

ΩΣΤΕ ΛΕΥΚΑΝΑΙ. —Λαβὼν ἀρσενίκην χρυσίζον, φολίατον, μίξον μετὰ ἅλατος ἴσου, τρίψον ἐν ἰγδίῳ καλῶς, θὲς ἐν μαρμάρῳ καὶ τρίβε μετὰ ὄξους, ὥσπερ χρῶα δῆ τῶν ζωγράφων, καὶ βάλε εἰς τὸν ἥλιον ἀναξηραίνεσθαι. Καὶ πάλιν τρίβε μετὰ ὄξους· τοῦτο ποίησον ἡμέρας γʹ. Ἔπειτα λαβὼν ἄγγος νέον πυρίμαχον, ἐν τούτῳ αὐτὸ γεγεννημένον καὶ βεβαμμένον θὲς τὸ σύνθεμα ἀπέσω (?), καὶ περιχρίσας τὰς ἁρμογὰς ὥστε μὴ ἐκπνεῦσαι· τοῦτο γὰρ ἀπολέσει πᾶσαν βαφήν. Αἰθάλωσον ἀκριβῶς ὥστε μὴ ἀπομεῖναί τινα μελανίαν. Πάλιν βαλὼν ἐν μαρμάρῳ, τρίβε μετὰ ὄξους, καὶ πάλιν αἰθάλωσον. Εἶτα λαβὼν χαλκὸν ἐρυθρὸν καλὸν, ποίησον λάμνας πλατείας καὶ λεπτάς· θερμάνας, καταβάπτων εἰς ὄξος φορὰς δύο, ἔπειτα χωνεύσας αὐτὸν τρὶς, ἐπίρριψον εἰς τὴν ἄγγαν τοῦ χαλκοῦ κεράτια δʹ, καὶ ἴδῃς γενόμενον λευκόν.

### 2.319

Βάλλεται ἓν ἑξάγιον εἰς χιλίας χιλιάδας βάρος καθαρὸν, ἤγουν θείας, διὰ γοῦν τὸ βάρος βούλεται ἓν εἰς χιλιάδα, καὶ ἐκ τῶν χιλίων πάλιν ἓν εἰς ἕν. Ἔν τισι γέγραπται ἐῶ (?) καὶ ἀληθέστερον εἶναι δοκεῖ ὅτι θεῖον ὄξος καὶ ὁ ἀὴρ, ἢ ἐκ τῆς ἐργασίας ἀπολειφθέντος ἰσάκις βάλλονται ἐν τῇ κολωκήνθῃ, καὶ διοργανίζονται, ἵνα κάλλιον λαμπρυνθῶσιν· καὶ οὕτως μετ’ αὐτῶν λειοτρίβεται τὸ σύνθεμα τῇ ἡ ὑστέρα φορὰ, καὶ τελειοῦται.

## License and provenance

Eulogikon publishes public-domain Greek texts in cleaned, structured, readable form and makes no copyright claim over that preparation (Public Domain Mark 1.0, https://creativecommons.org/publicdomain/mark/1.0/). Cite as `eul_wid: rrg-ar`.
