---
title: Diagram of the Great Solar Work Compared to the Economy of the Universe
title_greek: Διάγραμμα τῆς μεγάλης ἡλιουργίας παραβαλλόμενον
author: Alchemist I
eul_wid: rrg-aa
eul_aid: rrg
canonical: "https://eulogikon.org/works/alchemist-i-solar-universe-diagram-rrg-aa"
period: Roman
dialect: Technical Koine
domain: Science
format: Treatise
license: "https://creativecommons.org/publicdomain/mark/1.0/"
---

# Diagram of the Great Solar Work Compared to the Economy of the Universe

*Διάγραμμα τῆς μεγάλης ἡλιουργίας παραβαλλόμενον*

**Author:** Alchemist I

**eul_wid:** `rrg-aa` · [HTML page](https://eulogikon.org/works/alchemist-i-solar-universe-diagram-rrg-aa)

## Text

### 2.388

ΔΙΑΡΓΑΜΜΑ ΤΗΣ ΜΕΓΑΛΗΣ ΗΛΙΟΥΡΓΙΑΣ ΠΑΡΑΒΑΛΛΟΜΕΝΟΝ ΕΙΣ ΤΗΝ ΟΙΚΟΝΟΜΙΑΝ ΤΟΥ ΠΑΝΤΟΣ Ἰστέον ὅτι ἡ μεγάλη ἡλιουργία παραβάλλεται καὶ εἰκονίζεται εἴς τε .

### 2.388

τὴν τοῦ παντὸς δημιουργίαν, καὶ εἰς αὐτὸν δὴ τὸν δημιουργὸν, κατὰ ἀλληγορίαν τοιάνδε. Τὸ πᾶν εἰς ἓξ πράγματα θεωρεῖται· εἴς τε τὰ τέσσαρα στοιχεῖα, 〈καὶ〉 εἰς ψυχὴν καὶ εἰς αὐτὸν δὴ τὸν θεὸν τὸν τούτων οἰκονόμον καὶ δημιουργόν.

### 2.388

Τὰ δὲ τέσσαρα στοιχεῖά εἰσι ταῦτα· πρῶτον μὲν καὶ ἀνωφερέστερον, τὸ πῦρ, δεύτερον καὶ ὑπὸ τοῦτο, ὁ ἀήρ· τρίτον καὶ ὑπὸ τοῦτο, ἡ γῆ, τέταρτον καὶ ὑπὸ ταύτην, τὸ ὕδωρ. Ἔχεις ἰδοὺ τὰ τέσσαρα στοιχεῖα· πρὸς τούτοις δὲ ἔστι καὶ ἡ ψυχὴ καὶ ὁ θεὸς ὁ τούτων οἰκονόμος καὶ ποιητής. Ἐν τούτοις τοῖς ἓξ τὸ πᾶν τεθεώρηται· εἰσὶ δὲ καὶ ἐν τῇ μεγάλῃ ὑλουργίας ὕλῃ πράγματα ἓξ αὐτοῖς εὐστόχως παραβαλλόμενα· εἰσὶ δὲ ταῦτα· ὕδωρ, αἰθάλη, σῶμα, τέφρα, νεφέλη καὶ πῦρ, καὶ τὰ μὲν 〈πρῶτα〉 τέσσαρα τούτων τοῖς ἐξ τοῖς τέσσαρσι στοιχείοις συμπαραβάλλονται· τὸ δέ γε πέμπτον, ἤγουν ἡ νεφέλη, τῇ ψυχῇ παρεικάζεται, τὸ δὲ ἕκτον, δηλονότι τὸ πῦρ, τῷ θεῷ εἰκονίζεται.

## License and provenance

Eulogikon publishes public-domain Greek texts in cleaned, structured, readable form and makes no copyright claim over that preparation (Public Domain Mark 1.0, https://creativecommons.org/publicdomain/mark/1.0/). Cite as `eul_wid: rrg-aa`.
