---
title: Making of Silver
title_greek: Ποίησις ἀργύρου
author: Alchemist I
eul_wid: rrg-cj
eul_aid: rrg
canonical: "https://eulogikon.org/works/alchemist-i-silver-rrg-cj"
period: Roman
dialect: Technical Koine
domain: Science
format: Treatise
license: "https://creativecommons.org/publicdomain/mark/1.0/"
---

# Making of Silver

*Ποίησις ἀργύρου*

**Author:** Alchemist I

**eul_wid:** `rrg-cj` · [HTML page](https://eulogikon.org/works/alchemist-i-silver-rrg-cj)

## Text

### 2.390

ΠΟΙΗΣΙΣ ΑΡΓΥΡΟΥ Λαβὼν μολύβδου μοῖραν αʹ, κασσιτέρου μοίρας 𐅶 ϛ, διὰ χώνης χοῦν ποίει· καὶ τρίψας ὄξει καὶ ἅλατι, λεύκαινε ταῦτα. Εἶτα βαλὼν εἰς κατζίον ἐν ἐλαίῳ λύε τρίς. Εἶτα ἐπὶ μοίρας εʹ τούτων βάλε ἀργύρου μοῖραν αʹ· καὶ ἑνώσας διάλυε πυρί. Ἔπειτα λύων κασσιτέρου μοίρας εʹ, ἀπὸ τούτου βάλε τοῦ συνθέματος μοῖραν μίαν· καὶ ὄψῃ αὐτὴν τὴν φύσιν τοῦ ἀργύρου. ΕΤΕΡΩΣ. Λαβὼν ὑδράργυρον δυτικὸν καὶ ὑδράργυρον ἀνατολικὸν, ἐπίσης τρίψον καὶ βάλε εἰς ὕελον, καὶ ἕψει ἑπτάκις· τὸ δὲ ἀναβαίνει ὡσεὶ κρύσταλλος. Εἶτα τρίψον αὐτὸ μετὰ λευκοῦ τῶν ὠῶν, καὶ αὖθις ἕψει, καὶ ἀναβαίνει ὡσεὶ κρύσταλλος. Εἶτα τοῦτο λαβὼν, ποίει ἀπαιωρῶν .

### 2.390

ἐν τῷ σκεύει τοῦ ὄξους ὡς τὸ ἄνω ῥηθέν· καὶ στάζει κάτω τὸ ὕδωρ· ἐν ᾧ βαλὼν τὰ λευκὰ, ἔνθαψον αὐτὸ φιλοσόφως ὑέλῳ εἰς κόπρον ἡμέρας μʹ, ἄχρις ἂν ὅλον γένηται ὕδωρ.

### 2.390

Τοῦτο Σολομῶντος Ἰουδαίου ἐκ τῶν ἱερῶν τοῦ ἡλίου.

## License and provenance

Eulogikon publishes public-domain Greek texts in cleaned, structured, readable form and makes no copyright claim over that preparation (Public Domain Mark 1.0, https://creativecommons.org/publicdomain/mark/1.0/). Cite as `eul_wid: rrg-cj`.
