---
title: "Philosopher's Stone"
title_greek: Ὁ λίθος τῆς φιλοσοφίας
author: Alchemist I
eul_wid: rrg-bk
eul_aid: rrg
canonical: "https://eulogikon.org/works/alchemist-i-philosophers-stone-rrg-bk"
period: Roman
dialect: Technical Koine
domain: Science
format: Treatise
license: "https://creativecommons.org/publicdomain/mark/1.0/"
---

# Philosopher's Stone

*Ὁ λίθος τῆς φιλοσοφίας*

**Author:** Alchemist I

**eul_wid:** `rrg-bk` · [HTML page](https://eulogikon.org/works/alchemist-i-philosophers-stone-rrg-bk)

## Text

### 2.446.(15t)

Ο ΛΙΘΟΣ ΤΗΣ ΦΙΛΟΣΟΦΙΑΣ Ζώσιμο ς· Κἀγὼ δὲ κόμαριν μέλλω ἑρμηνεῦσαι ὑμῖν. Ἡ κόμαρις μεμιγμένη μαργάρους ἀποτελεῖ. Ἐπεί γε αὐτὸν λίθον ἐκάλεσαν, πᾶν δὲ πνεῦμα σεύει τῇ δυνάμει τοῦ ξηρίου· οὐδεὶς οὖν τῶν προφητῶν ἐτόλμησεν μυσταγωγῆσαι τῷ λόγῳ· ἀλλὰ καὶ αὐτοῖς νοήμοσιν παρέδωκαν ἀπέχεσθαι τὴν θηλυκὴν δύναμιν προτιμοτέραν αὐτῆς· αὕτη γὰρ καὶ μόνη λευκότης σεβασμία γέγονεν παντὸς προφήτου ἑρμηνείαι σὺν ἡμῖν καὶ τοῦ μαργάρου τὴν δύναμιν ἐργασίαν ἔχει τῷ ἐλαίῳ ἑψούμενος.

### 2.447

Λαβὼν μαργαριτάριν τὸ ἀττικὸν, ἕψε ἐλαίῳ οὐχ ὑποφίμῳ, ἀλλ’ ἀπώμῳ, ἐπὶ ὥρας γʹ, ἐπὶ μέσοις φωσί· καὶ λαβὼν ῥάκος ἐρίου ἔκθλιβε τῇ μαργάρῳ, ἵνα ἀποβάλλῃ τὸ ἔλαιον, καὶ ἔχε εἰς τὰς χρείας τῶν καταβαφῶν· ἡ γὰρ τελείωσις τοῦ ἐλαίου διὰ μαργάρων ἐστίν.

## License and provenance

Eulogikon publishes public-domain Greek texts in cleaned, structured, readable form and makes no copyright claim over that preparation (Public Domain Mark 1.0, https://creativecommons.org/publicdomain/mark/1.0/). Cite as `eul_wid: rrg-bk`.
