---
title: Dyeing of Persian Bronze Found by Philip
title_greek: Βαφὴ τοῦ παρὰ Πέρσαις ἐξευρημένου χαλκοῦ
author: Alchemist I
eul_wid: rrg-an
eul_aid: rrg
canonical: "https://eulogikon.org/works/alchemist-i-persian-bronze-rrg-an"
period: Roman
dialect: Technical Koine
domain: Science
format: Treatise
license: "https://creativecommons.org/publicdomain/mark/1.0/"
---

# Dyeing of Persian Bronze Found by Philip

*Βαφὴ τοῦ παρὰ Πέρσαις ἐξευρημένου χαλκοῦ*

**Author:** Alchemist I

**eul_wid:** `rrg-an` · [HTML page](https://eulogikon.org/works/alchemist-i-persian-bronze-rrg-an)

## Text

### 2.346.(1t)

ΒΑΦΗ ΤΟΥ ΠΑΡΑ ΠΕΡΣΑΙΣ ΕΞΕΥΡΗΜΕΝΟΥ ΧΑΛΚΟΥ ΓΡΑΦΕΙΣΑ ΑΠΟ ΑΡΧΗΣ ΦΙΛΙΠΠΟΥ Λαβὼν θουθίας ὅσον βούλει ἀνωτέρας, λείωσον καὶ κοσκίνισον λεπτοτάτῳ κοσκίνῳ· καὶ βαλὼν εἰς σκεῦος ὀστράκινον, ἐπίβαλλε ἔλαιον οἷον βούλει ἐπ’ αὐτὴν, εἴτε κοινὸν, εἶτε σησάμινον· καὶ ἀνάλαβε ταῖς χερσὶ, προσμιγνύων τῇ θουθίᾳ τὸ ἔλαιον καὶ τρίβων ἐν τῷ ὀστρακίνῳ ἀγγείῳ, ἕως ἂν πλησθῇ ἡ θουθία τοῦ ἐλαίου, καὶ μηκέτι συμπίῃ τὸ ἔλαιον. Καὶ ὅταν ἴδῃς ὅτι συνέπιεν τὸ αὔταρκες, ἐπιβάλλεις αὖθις καὶ προσμιγνύεις ἐκ τοῦ αὐτοῦ ἐλαίου, ἕως γένηται πηλῶδες. Καὶ λαβὼν ἀπὸ τοῦ φοινικοπαστίλλου τοῦ ἐρυθροῦ τοῦ λεγομένου νατὴφ ἐν Ἀράβοις, τὸ πέμπτον μέρος τῆς θουθίας, βάλε αὐτὸ ἐπάνω τῆς προμαλαχθείσης θουθίας ἐν τῷ ὀστρακίνῳ σκεύει, κατατεθραυσμένον εἰς μικρὰ μὴ πολυμερῆ, μήτε πάνυ μεγάλα· καὶ θερμάνας κλίβανον σφοδροτάτῳ πυρὶ, βάλε τὸ σκεῦος ἐν τῷ κλιβάνῳ, προσπηλῶν τὸ στόμα τοῦ κλιβάνου, ἕως τῆς ἐπαύριον, διότι μέλλει καίεσθαι καὶ γίνεσθαι ἡ θουθία μέλαινα. Καὶ ἐξαγαγὼν ἐπὶ τὴν αὔριον, τρίβε καὶ σῆθε λεπτῷ κοσκίνῳ. Καὶ ὅτε θελήσεις βάψαι χαλκὸν ἀνώτερον οὗ κρείττων οὐ βάπτεται ἐν Περσίδι, λάβε δύο μέρη χαλκοῦ κυπρίου καλοῦ, καὶ ἓν ἐκ τοῦ προκατασκευασθέντος διὰ τῆς θουθίας ξηρίου. Καὶ κατάκλασον τὸν χαλκὸν ὅσα δύνῃ σμικρότατα μέρη, καὶ πρόσμιξον αὐτῷ τὸ ξηρίον· καὶ βαλὼν ἄμφω εἰς χώνην, φύσα σφοδρῶς, ἕως ἂν βράσῃ ὁ χαλκὸς μετὰ τοῦ ξηρίου· καὶ ὅτε βράσει, προστιθεὶς αὖθις κάρβωνα μετὰ φύσης πολλῆς, ἕως ἑνωθῶσιν ἄμφω.

### 2.347

Καὶ ἐὰν θέλῃς γνῶναι τὸ κάλλος τῆς χροιᾶς, λάβε σιδήριόν τι ἀκροσκόλιον, καὶ ἐξάγαγε διὰ τοῦ ἄκρου αὐτοῦ, καὶ θέασαι· καὶ εἰ μὲν ἀρέσει τὸ χρῶμα, παύεις τὴν φύσαν· εἰ δὲ οὔπω ἤρεσεν, πρόσθες φύσαν καὶ κάρβωνα· ἡ γὰρ διὰ τῶν καρβόνων φύσα ὁπόσον ἂν πλεονάσῃ, βέλτιον ἀπεργάζεται τὸ προκείμενον.

## License and provenance

Eulogikon publishes public-domain Greek texts in cleaned, structured, readable form and makes no copyright claim over that preparation (Public Domain Mark 1.0, https://creativecommons.org/publicdomain/mark/1.0/). Cite as `eul_wid: rrg-an`.
