---
title: "Ouroboros Dragon, Version 1"
title_greek: Ὁ οὐροβόρος δράκων
author: Alchemist I
eul_wid: rrg-aw
eul_aid: rrg
canonical: "https://eulogikon.org/works/alchemist-i-ouroboros-dragon-version-1-rrg-aw"
period: Roman
dialect: Technical Koine
domain: Science
format: Treatise
license: "https://creativecommons.org/publicdomain/mark/1.0/"
---

# Ouroboros Dragon, Version 1

*Ὁ οὐροβόρος δράκων*

**Author:** Alchemist I

**eul_wid:** `rrg-aw` · [HTML page](https://eulogikon.org/works/alchemist-i-ouroboros-dragon-version-1-rrg-aw)

## Text

### 1

Τοῦτο γάρ ἐστιν τὸ μυστήριον ὁ οὐροβόρος δράκων, τουτέστι συμφαγώνεται καὶ συγχωνεύεται, λειώνεται καὶ μεταλλάττεται τὸ σύνθεμα ἐν τῇ σήψει· καὶ γίνεται μελάγχλωρον, καὶ ἐξ αὐτοῦ γίγνεται χρυσάνθιον· καὶ ἐξ αὐτοῦ γίνεται ἐρυθρὸν κινναβαρίζον, ὥς φησιν, καὶ αὕτη ἐστὶν ἡ κιννάβαρις τῶν φιλοσόφων.

### 2.22

Ἡ δὲ κοιλία καὶ ὁ νῶτος αὐτοῦ κροκοειδής· καὶ ἡ κεφαλὴ μελάγχλωρος· οἱ τέσσαρες αὐτοῦ πόδες ἐστὶν ἡ τετρασωμία· τὰ δὲ τρία ὦτα αὐτοῦ εἰσιν αἱ τρεῖς αἰθάλαι. Καὶ ἓν τὸ ἄλλο αἱματεύει· καὶ ἓν τὸ ἄλλο γεννᾷ· καὶ ἡ φύσις τὴν φύσιν χαίρει, καὶ ἡ φύσις τὴν φύσιν τέρπει, καὶ ἡ φύσις τὴν φύσιν νικᾷ, καὶ ἡ φύσις τὴν φύσιν κρατεῖ· καὶ οὐχ ἑτέρᾳ καὶ ἑτέρᾳ, ἀλλ’ αὐτῆ μιᾷ ἐξ αὐτῆς δι’ οἰκονομίας, μετὰ πόνου καὶ μόχθου πολλοῦ. Σὺ δὲ ἐν τούτοις ἔχε τὸν νοῦν, ὦ φίλτατε, καὶ οὐχ ἁμαρ τήσεις· ἀλλὰ σπουδαίως 〈οὐκ〉 ἐν ἀμελείᾳ ἀγωνιζόμενος, ἕως τὸ πέρας ἴδῃς. Δράκων τις παράκειται φυλάττων τὸν ναὸν τοῦτον 〈καὶ〉 τὸν χειρωσάμενον. Πρῶτον θῦσον καὶ ἀποδερμάτωσον, καὶ λαβὼν τοὺς σάρκας αὐτοῦ ἕως τῶν ὀστέων, πρὸς τὸ στόμιον τοῦ ναοῦ ποίησον αὐτῷ βάσεις, καὶ ἀνάβηθι, καὶ εὑρήσεις ἐκεῖ τὸ ζητούμενον χρῆμα· τὸν γὰρ ἱερέα τὸν χαλκάνθρωπον μετετέθη τοῦ χρώματος τῆς φύσεως, καὶ γέγονεν ἀργυράνθρωπος· ὃν μετ’ ὀλίγας οὖν ἡμέρας, ἐὰν θελήσεις, εὑρήσεις αὐτὸν καὶ χρυσάνθρωπον.

## License and provenance

Eulogikon publishes public-domain Greek texts in cleaned, structured, readable form and makes no copyright claim over that preparation (Public Domain Mark 1.0, https://creativecommons.org/publicdomain/mark/1.0/). Cite as `eul_wid: rrg-aw`.
