---
title: Creation of Lime
title_greek: Ποίησις ἀσβέστου
author: Alchemist I
eul_wid: rrg-ci
eul_aid: rrg
canonical: "https://eulogikon.org/works/alchemist-i-lime-creation-rrg-ci"
period: Roman
dialect: Technical Koine
domain: Science
format: Treatise
license: "https://creativecommons.org/publicdomain/mark/1.0/"
---

# Creation of Lime

*Ποίησις ἀσβέστου*

**Author:** Alchemist I

**eul_wid:** `rrg-ci` · [HTML page](https://eulogikon.org/works/alchemist-i-lime-creation-rrg-ci)

## Text

### 2.282

ΕΤΕΡΑ ΠΟΙΗΣΙΣ ΑΣΒΕΣΤΟΥ Ἄλλοι δὲ ἄσβεστον μόνην λευκὴν ἐχρήσαντο πρὸς τὴν σῆ ψιν· ἀλλ’ ἐπὶ μὲν τοῦ λευκοῦ κομάρεως ἔβαλλον ὕδατα λευκὰ ὀργανιστὰ, ἐπὶ δὲ τῶν ξανθῶν ἔβαλλεν ὕδατα ξανθά· καὶ πέψεως γενομένης ἡμερῶν τριῶν ἀνεκομίζετο, καὶ προσφάτοις ὁμοειδέσιν προσέπλεκον, ὡς ἐπὶ τῆς πορφύρας τὸ τριακοστόδυον βάλλοντες. Ἔλεγεν γὰρ Ἑρμῆς ὅτι πορφύραν οἱ παλαιοὶ καὶ πορφυρόχρωμον λίθον οἶδαν τὸν ἰόχαλκον. Ἰδοὺ γὰρ Ἑρμῆ ς , πρὸς τὸν Παύσηριν γράφων, ἔλεγεν ὅτι «Ἐὰν εὕρῃς τὸν πορφυρόχρωμον λίθον, γίνωσκε ὅτι ἐκεῖνός ἐστιν· ἔχεις δὲ αὐτὸν, ὦ Παύσηρ ι , κεχαραγμένον ἐν τῷ κλειδίῳ·» καίτοι τοῦ Ἑρμοῦ οὐδαμοῦ βαφὴν λίθων ἢ πορφύρας ποιησαμένου συγγραφὴν, ἀλλὰ καὶ τὸ κλείδιον περὶ τῆς κατὰ δύο .

### 2.282

συνθέματα κωμάρεως γέγραπται, ὡς ἀνοικτικῆς τοῦ ἰοῦ δυσχερείας· τῆς μέντοι ἀσβέστου πολλὴν φροντίδα πεποίηται.

## License and provenance

Eulogikon publishes public-domain Greek texts in cleaned, structured, readable form and makes no copyright claim over that preparation (Public Domain Mark 1.0, https://creativecommons.org/publicdomain/mark/1.0/). Cite as `eul_wid: rrg-ci`.
