---
title: Labyrinth Built by Solomon
title_greek: Λαβύρινθος ἥνπερ Σολομὼν ἐτεκτήνατο
author: Alchemist I
eul_wid: rrg-bc
eul_aid: rrg
canonical: "https://eulogikon.org/works/alchemist-i-labyrinth-solomon-rrg-bc"
period: Roman
dialect: Technical Koine
domain: Science
format: Treatise
license: "https://creativecommons.org/publicdomain/mark/1.0/"
---

# Labyrinth Built by Solomon

*Λαβύρινθος ἥνπερ Σολομὼν ἐτεκτήνατο*

**Author:** Alchemist I

**eul_wid:** `rrg-bc` · [HTML page](https://eulogikon.org/works/alchemist-i-labyrinth-solomon-rrg-bc)

## Text

### 2.39.(12t)

ΛΑΒΥΡΙΝΘΟΣ ΗΝΠΕΡ ΣΟΛΟΜΩΝ ΕΤΕΚΤΗΝΑΤΟ. Εἴ τινα λαβύρινθον ἀκούεις, ξένε, ἥνπερ Σολομὼν ἐκ νοὸς ἐκτυπώσας, λίθοις ἐτεκτόνησε τορνοσυνθέτοις, τούτου θέσιν σχῆμά τε καὶ ποικιλίαν γραμμαῖς ἀμυδραῖς εἰκονίζων πρὸς λόγον, ὁρῶν τὸ λοιπὸν τὰς ἑλίξεις μυρίας ἔσωθεν ἔξω, σφαιρικοὺς ἀναδρόμους, ἐκεῖθεν ἔνθεν κυκλικῶς ἐστραμμένους, τὸν τοῦ βίου μάνθανε κυκλικὸν δρόμον, ὄλισθον ἐμφαίνοντα τῶν συντριμμάτων, ἐκ τῶν κυκλικῶν σφαιρικῶν κυλισμάτων ἑλίσσεται κατ’ ἴσχνος συνθέτοις στρόφοις, ὥσπερ πονηρὸς ταῖς ἑλίξεσι δράκων ἕρπων παρέρπων ἐμφανῶν κεκρυμμένως· ἔχων δὲ λοξὴν καὶ δυσέκβατον θύραν, ὅσον τρέχεις ἔξωθεν καὶ δραμεῖν θέλων, τοσοῦτον αὐτὸς ταῖς ἀγχιστρόφοις πλάναις, ἔνδον συνάγει πρὸς βάθος τῆς ἐξόδου, ταῖς ἐκδρομαῖς θέλγων σε ταῖς καθ’ ἡμέραν, παίζων γελῶν σε ταῖς στροφαῖς τῆς ἐλπίδος, δίκην ὀνείρου ταῖς κεναῖς θεωρίαις, ἕως χρόνος ῥευσείη ὁ σκηνεργάτης, καὶ θάνατος δέξαιτο φεῦ σκοτεργάτης, μηδὲν διδοὺς πράσσειν σε τῶν τῆς ἐξόδου.

## License and provenance

Eulogikon publishes public-domain Greek texts in cleaned, structured, readable form and makes no copyright claim over that preparation (Public Domain Mark 1.0, https://creativecommons.org/publicdomain/mark/1.0/). Cite as `eul_wid: rrg-bc`.
