---
title: Creation of Gold
title_greek: Χρυσοῦ ποίησις
author: Alchemist I
eul_wid: rrg-ch
eul_aid: rrg
canonical: "https://eulogikon.org/works/alchemist-i-gold-creation-rrg-ch"
period: Roman
dialect: Technical Koine
domain: Science
format: Treatise
license: "https://creativecommons.org/publicdomain/mark/1.0/"
---

# Creation of Gold

*Χρυσοῦ ποίησις*

**Author:** Alchemist I

**eul_wid:** `rrg-ch` · [HTML page](https://eulogikon.org/works/alchemist-i-gold-creation-rrg-ch)

## Text

### 2.383

ΧΡΥΣΟΥ ΠΟΙΗΣΙΣ Λαβὼν χαλκὸν τὸν φυσικὸν, χώνευσον ἑπτάκις, καὶ ἐν ἑκάστῃ χωνεύσει βάλε καὶ ταῦτα· ἐν τῇ πρώτῃ χωνεύσει, λελυμένον τάρταρον ὅσον θέλεις· θὲς εἰς τὸν χαλκὸν τὸν λελυμένον· εἰς τὴν δευτέραν πάλιν χώνευσιν, θὲς στυπτηρίαν τετριμμένην ὡς κονιορτόν· εἰς τὴν τρίτην χώνευσιν, τετριμμένον ἅλας ἀμμωνιακόν· εἰς τὴν τετάρτην χώνευσιν, νίτρον τετριμμένον· εἰς τὴν πέμπτην χώνευσιν, ὁμοίως ἀρσενίκην τετριμμένον· εἰς τὴν ἕκτην χώνευσιν, ἀφροσέληνον· ὁμοίως εἰς τὴν ἑβδόμην χώνευσιν, τούτιαν τῆς Σπανίας πράσινον προτετριμμένην μετὰ οὔρου ἀφθόρου καὶ ποτισμένην ἐν ἡλίῳ καὶ γενομένην ξηρίον, καὶ 〈θέλεισ〉 ἰδεῖν, Θεοῦ θέλοντος, χρυσόν. Φησὶν ἡ Μαρία · «Καὶ βάψεις ἑπτάκις, εὕρεις παράδοξα.» .

### 2.383

Τὸ τάρταρον, καὶ τὸ ἅλας τὸ ἀμμωνιακὸν, καὶ ἡ στυπτηρία, καὶ τὸ νίτρον, καὶ τὸ ψιμίθιον, καὶ ἡ τούτια, καὶ τὸ ἀρσενίκην, καὶ τὸ ἀφροσέληνον, καὶ ἡ μαγνησία τῶν ὑελίνων, μετὰ οὔρου ἀναβαστῶσι καὶ ἑπτάκις λειωθοῦν· βάπτουσιν τὸν χαλκὸν, 〈καὶ〉 ἄργυρον φανῆναι ποιεῖ. Καὶ τοῦτο λέγεται ὄξος ἡμέτερος, τουτέστι ὄξος χαλκοῦ.

## License and provenance

Eulogikon publishes public-domain Greek texts in cleaned, structured, readable form and makes no copyright claim over that preparation (Public Domain Mark 1.0, https://creativecommons.org/publicdomain/mark/1.0/). Cite as `eul_wid: rrg-ch`.
