---
title: On the Gathering of Philosophers
title_greek: Περὶ συνάξεως τῶν φιλοσόφων
author: Alchemist I
eul_wid: rrg-au
eul_aid: rrg
canonical: "https://eulogikon.org/works/alchemist-i-gathering-philosophers-rrg-au"
period: Roman
dialect: Technical Koine
domain: Science
format: Treatise
license: "https://creativecommons.org/publicdomain/mark/1.0/"
---

# On the Gathering of Philosophers

*Περὶ συνάξεως τῶν φιλοσόφων*

**Author:** Alchemist I

**eul_wid:** `rrg-au` · [HTML page](https://eulogikon.org/works/alchemist-i-gathering-philosophers-rrg-au)

## Text

### 1

ΠΕΡΙ ΣΥΝΑΞΕΩΣ ΤΩΝ ΦΙΛΟΣΟΦΩΝ.

### 2.36

Πρὸς ἀλλήλους οἱ φιλόσοφοι ἀπέστειλαν ἕ〈νεκα〉 τοῦ γενέσ θαι μίαν συναγωγὴν, ἐπειδὴ στάσις καὶ ταραχὴ πολλὴ περιέπεσεν .

### 2.36

αὐτοὺς, περὶ τῆς πλάνης τῆς πεσούσης εἰς τὸν κόσμον, περὶ φύσεων καὶ σωμάτων, καὶ πνευμάτων, ὥς τι ἄρα ἐκ πολλῶν εἰδῶν, ἢ ἐξ ἑνὸς εἴδους τελειοῦται τὸ μυστήριον. Ὁ δὲ φιλόσοφος γνωστὰ τὰ αὐτοῖς ὄντα, τρανῶς ἀποκρινό μενος πρὸς αὐτοὺς λέγει· ἐὰν μὴ ἔστω (?) ἐκ τοῦ γένους ἡμῶν τοῦ ἐξ ἑνὸς εἴδους μέμφεσθαι τῶν βιβλίων ἡμῶν καὶ κατηράσασθαι ἡμᾶς· περὶ τοῦ ζητουμένου χρυσοῦ τῆς καταβαφῆς, καθώς μοι ἐδηλώθη ὑπὸ τῶν τεχνιτευόντων. Εἴ τις πίπτει εἰς ταῦτα τὰ μαθήματα, τῶν ἐκ πολλῶν εἰδῶν, εἰς ταῦτα πλανᾶται· ἄλλος γάρ ἐστιν ὁ ζητούμενος σκοπός· μία κάμινός ἐστιν, καὶ μία ὁδὸς, καὶ ἓν ἔργον. Καὶ οὐδὲν ἐξάξει εἰς ἔξοδον εἰς νʹ δηνάρια. Ὁ κύριος ὁ Θεὸς τὸ ἔδωκεν διὰ τοὺς πτωχοὺς καὶ τοὺς ἀπελπισμένους. Καὶ λέγει ὁ φιλόσοφος οὕτως. Λαβὼν ἐκ τῶν σαρκῶν τὸν κρόκον (κρείττων γάρ ἐστιν τῶν ταριχευτικῶν), καὶ λαβὼν τὸν λίθον, καὶ θὲς εἰς πῦρ· εὐθέως θὲς εἰς τὸ ὕδωρ, καὶ πάλιν βάλλε τὸν αὐτὸν λίθον, καὶ τῶν σαρκῶν τῶν ταριχευτικῶν καὶ θὲς εἰς κάμινον ὑελουργικὴν ἰσχυράν· καὶ λάμβανε τὸ ἔλαιον τὸ ἐπάνω τοῦ λίθου, καὶ ὁ λίθος μένει κρύσταλλος· καὶ λαβὼν τὸ αὐτὸ ὄξος, αὐτό ἐστιν τὸ ὄξος τῶν φιλοσόφων.

## License and provenance

Eulogikon publishes public-domain Greek texts in cleaned, structured, readable form and makes no copyright claim over that preparation (Public Domain Mark 1.0, https://creativecommons.org/publicdomain/mark/1.0/). Cite as `eul_wid: rrg-au`.
