---
title: Alchemical Fragment
title_greek: Ἀλχημικὸν Ἀπόσπασμα
author: Alchemist I
eul_wid: rrg-bv
eul_aid: rrg
canonical: "https://eulogikon.org/works/alchemist-i-fragment-rrg-bv"
period: Roman
dialect: Technical Koine
domain: Science
format: Treatise
license: "https://creativecommons.org/publicdomain/mark/1.0/"
---

# Alchemical Fragment

*Ἀλχημικὸν Ἀπόσπασμα*

**Author:** Alchemist I

**eul_wid:** `rrg-bv` · [HTML page](https://eulogikon.org/works/alchemist-i-fragment-rrg-bv)

## Text

### 1

ΑΛΛΩΣ Τινὲς δὲ τὴν ἄσβεστον ὁμοίοις ὕδασι μίξαντες ὡς εἰ ὥραν μίαν διανέστησαν καὶ ἀνεκομίσαντο, φάσκοντες ὡς τὸ Μαρίας μολίβου μονοήμερον, εὑρίσκοντες Ζώσιμον λέγοντα· «Ἀλλὰ τὸν τοῦ λίθου χρήσιμον»· καὶ ταύτην ἡγοῦντο σῆψιν καὶ ἴωσιν. Διότι γράφει Δημόκριτος · «Τινὲς δὲ ἐν τοῖς ὀργάνοις ἴωσαν». Ὃν ἑρμηνεύων Πετάσιος ἔφασκεν· «Ἀντὶ τοῦ· διὰ τῶν ὀργάνων ἐποίησαν τὸν ἰόχαλκον· καὶ τοῦτο λαβόντες ὕδωρ εἵνωσαν ἄλλο ὕδατι ἀνασπάστῳ, ἐν ᾧ ἦν ἄσβεστος ὀστρακίτης· ὡς αὕτως ἴσον αὐτῷ βαλόντες διὰ τὸ λέγειν τὸν φιλόσοφον· «Λάβε τοῦ ἐν ὑστέροις σου δηλωθησομένου μέρος ἓν, καὶ χρυσοζωμίου ὅ ἐστιν χρυσάνθιον καὶ χρυσοκογχύλιον. Τοῦτο γὰρ Ἑρμῆς τὸ ταὐτὸν ἔφησεν ὡς πολυώνυμον ἀγαθόν. Λαβὼν οὖν καὶ αὐτοῦ μέρος ἓν, ἐπιβαλὼν ὕδωρ θείου ἀθίκτου καὶ κόμμι ὀλίγον, πᾶν σῶμα βάψεις». Τῇ δὲ αὐτῇ ἀγωγῇ ἐπ’ ἀμφοτέρων τῶν ὑδάτων ἐχρῆτο.

## License and provenance

Eulogikon publishes public-domain Greek texts in cleaned, structured, readable form and makes no copyright claim over that preparation (Public Domain Mark 1.0, https://creativecommons.org/publicdomain/mark/1.0/). Cite as `eul_wid: rrg-bv`.
