---
title: "On the Egg, the Ancients Say Thus"
title_greek: Περὶ τοῦ ὠοῦ οἱ παλαιοί φασιν οὕτως
author: Alchemist I
eul_wid: rrg-at
eul_aid: rrg
canonical: "https://eulogikon.org/works/alchemist-i-egg-ancients-say-rrg-at"
period: Roman
dialect: Technical Koine
domain: Science
format: Treatise
license: "https://creativecommons.org/publicdomain/mark/1.0/"
---

# On the Egg, the Ancients Say Thus

*Περὶ τοῦ ὠοῦ οἱ παλαιοί φασιν οὕτως*

**Author:** Alchemist I

**eul_wid:** `rrg-at` · [HTML page](https://eulogikon.org/works/alchemist-i-egg-ancients-say-rrg-at)

## Text

### 2.18.(1t)

ΠΕΡΙ ΤΟΥ ΩΟΥ ΟΙ ΠΑΛΑΙΟΙ ΦΑΣΙΝ ΟΥΤΩΣ. οἱ μὲν λίθον χάλκιον, οἱ δὲ λίθον ἐγκέφαλον, οἱ δὲ λίθον ἐτήσιον· ἕτεροι λίθον τὸν οὐ λίθον· ἄλλοι λίθον αἰγύπτιον· ἕτεροι τὸ τοῦ κόσμου μίμημα. Τὸ δὲ ὄστρακον τούτου τὸ ὠμὸν λέγουσιν, χαλκὸν καὶ σιδηρόχαλκον, καὶ μολυβδόχαλκον, καὶ σώματα στερεά. Τὸ δὲ κεκαυμένον ὄστρακον εἶπον ἄσβεστον, ἀρρενικὸν, σανδαράχην, γῆν χείαν, ἀστερίτην, ἀφροσέληνον, ἀργυρὸν ὀπτὸν, στίμην κοπτικὴν, γῆν σαμίαν, καιρικὴν, κιμωλίαν, στιλβάδα, κυανὸν καὶ στυπτηρίαν. Τὰ δὲ ὑγρὰ αὐτοῦ τὰ ἀναπεμπόμενά φησιν· ἰὸν καὶ ἰὸν χαλκοῦ καὶ ὕδωρ χάλκεον χλωρὸν, ὕδωρ θείου ἄθικτον, καὶ χάλκεον ὑδατῶδες, καὶ χάλκεον μελιτῶδες φάρμακον, καὶ αἰθάλην, καὶ σώματα πνεύματα, καὶ πανσπέρμιον, καὶ πολλοῖς ἄλλοις ὀνόμασι κέκληνται. Τὸ δὲ λευκὸν αὐτοῦ φησι κόμι, καὶ ὀπὸν συκῆς, καὶ ὀπὸν συκαμίνου, καὶ ὀπὸν τιθυμάλου. Τὸ δὲ κρόκον λέγουσι μίσυ, χαλκὸν, καλακάνθην χαλκοῦ, χάλκανθον ὀπτὴν, ὤχραν ἀττικὴν, σινώπην ποντικὴν, κυανὸν, λίθον ἀρμένιον, κρόκον κιλίκιον, καὶ ἐλύδριον.

### 2.19

Τὸ δὲ μίγμα τὸ ἀπὸ τῶν ὀστράκων τῶν ὠῶν καὶ τοῦ ὕδατος τοῦ διὰ τῆς ἀσβέστου ἔφησαν εἶναι μαγνησίαν, καὶ μαγνησίας σώματα, καὶ μολυβδόχαλκον, καὶ ἄργυρον τὸν ἡμῶν, ἄργυρον κοινὸν, ψιμμύθιον. Τὸ δὲ λευκὸν, ὕδωρ θαλάττιον διὰ τὸ εἶναι τὸ ὠὸν στρογγύλον ὥσπερ Ὠκεανός· ὕδωρ στυπτηρίας, ὕδωρ ἀσβέστου, ὕδωρ σποδοκράμβης, τὸ τῶν ἀρχαίων ὕδωρ αἰγός· (ὕδωρ νόει ἀντὶ γάλακτος.) Τὸ δὲ ξανθὸν ὕδωρ λέγουσιν, θεῖον ἄθικτον, ὑδράργυρος ἡ ἀπὸ κινναβάρεως λεγομένη, ὕδωρ νίτρου πυροῦ, ὕδωρ νίτρου ξανθοῦ, οἶνον ἀμηναῖον. Τὸ δὲ ξανθὸν σύνθεμά, φησιν, χρυσὸν καὶ τὸν διασαπέντα χρυσήλεκτρον (?), χρυσοζώμιον, καὶ ἀργυροζώμιον τὸ τῶν κιτρίων ἐστὶν, τὸ ἀπὸ τοῦ ἀρσενίκου, καὶ τοῦ ὕδατος τοῦ θείου ἀπύρου. Ὥσπερ τὸ κίτρον ἔξωθεν ἔχει τὸ ξανθὸν, καὶ ἔσωθεν ἔχει τὸ ὀξῶδες, οὕτως καὶ τὸ ἀπὸ τοῦ ἀρσενίκου. Θείου ἀπύρου ὕδωρ ἐστὶ τὸ ὄξος τῶν ἀρχαίων. Τὸ δὲ λευκὸν τοῦ αὐτοῦ ὠοῦ καλοῦσιν ὑδράργυρον, ὕδωρ ἀργυρικὸν, λευκόχαλκον, λευκὴν αἰθάλην, πυρίφευκτον, θεῖον ἀγαθὸν, ὕδωρ θείου ἀθίκτου, ἀφρὸν θαλάσσης, ὕδωρ ποτάμιον, δρόσον, μέλι ἀττικὸν, γάλα παρθενικὸν, γάλα αὐτόρρευστον, ὕδωρ μολύβδου, ἰσοχάλκιον, τὸ ἀφόρητον ζυμάριον, νεφέλην, διψάκιον, κρεμαστὸν ἄστρον αἰθάλης.

### 2.20

Σὺ δὲ ἐν τούτοις ἔχε τὸν νοῦν· ἡ γὰρ φύσις τὴν φύσιν τέρπει, καὶ ἡ φύσις τὴν φύσιν κρατεῖ, καὶ ἡ φύσις τὴν φύσιν νικᾷ, ἥ τις καταμιγεῖσα ἀποτελεῖ τὸ ἐξ ἑνὸς ζητούμενον μυστήριον, ὅ ἐστι, τὰ θειώδη ὑπὸ τῶν θειωδῶν κρατοῦνται, καὶ τὰ ὑγρὰ ὑπὸ τῶν καταλλήλων ὑγρῶν. Καὶ ἐὰν μὴ τὰ σώματα ἀσωματωθῶσι καὶ τὰ σώματα σωματωθῶσιν, οὐδὲν ἔσται τὸ προσδοκώμενον. Δύο δέ εἰσι συνθέματα διὰ σωμάτων μεταλλικῶν, καὶ διὰ τῶν θείων ὑδάτων, καὶ βοτανῶν, ἃ μεταλλοιοῦσι τὴν ὕλην, ἣν εὕροις ἂν κατὰ τὸ ζητούμενον. Ἐὰν δὲ μὴ γένωνται τὰ δύο ἓν, καὶ τὰ τρία ἕν, καὶ ὅλον τὸ σύνθεμα ἓν, οὐδὲν ἔσται τὸ προσδοκώμενον. —Τέλος τοῦ ὠοῦ.

## License and provenance

Eulogikon publishes public-domain Greek texts in cleaned, structured, readable form and makes no copyright claim over that preparation (Public Domain Mark 1.0, https://creativecommons.org/publicdomain/mark/1.0/). Cite as `eul_wid: rrg-at`.
