---
title: On the Dyeing of Indian Iron
title_greek: Βαφὴ τοῦ ἰνδικοῦ σιδήρου γραφεῖσα ἀπὸ ἀρχῆς
author: Alchemist I
eul_wid: rrg-ad
eul_aid: rrg
canonical: "https://eulogikon.org/works/alchemist-i-dyeing-indian-iron-rrg-ad"
period: Roman
dialect: Technical Koine
domain: Science
format: Treatise
license: "https://creativecommons.org/publicdomain/mark/1.0/"
---

# On the Dyeing of Indian Iron

*Βαφὴ τοῦ ἰνδικοῦ σιδήρου γραφεῖσα ἀπὸ ἀρχῆς*

**Author:** Alchemist I

**eul_wid:** `rrg-ad` · [HTML page](https://eulogikon.org/works/alchemist-i-dyeing-indian-iron-rrg-ad)

## Text

### 1

ΒΑΦΗ ΤΟΥ ΙΝΔΙΚΟΥ ΣΙΔΗΡΟΥ, ΓΡΑΦΕΙΣΑ Τῼ ΑΥΤῼ ΧΡΟΝῼ.

### 2

Λαβὼν σιδήρου ἁπαλοῦ λίτρας δʹ, κατάτεμε εἰς μικρὰ μέρη· καὶ λαβὼν φλοιὸν φοινικοβαλάνου τοῦ λεγομένου ἐλιλέγ ἐν Ἀράβοις, σταθμὸν μι λ ιεʹ, καὶ σταθμὸν μι λ δʹ βελιλὲγ ὁμοίως κεκαθαρμένου ἀπὸ τῶν ἐντὸς, ἤτοι τὸν φλοιὸν μόνον, καὶ ἀμβλὰγ ὁμοίως κεκαθαρμένου μι λ δʹ· καὶ μαγνησίας ὑελουργικῆς ἀνωτέρας θηλυκῆς μι λ βʹ, κόψον ὁμοῦ πάντα μὴ πάνυ λεπτῶς, καὶ πρόσμιξον ταῖς δʹ λίτραις τοῦ σιδήρου· καὶ βάλε εἰς χώνην· καὶ ἴσασον τὸν τόπον τῆς χώνης πρὸ τῆς ἐκκαύσεως· εἰ γὰρ μὴ οὕτως ποιήσεις, ὥστε μὴ κινεῖσθαι αὐτὴν τῇδε κἀκεῖσε, ἀνάγκη ὑφιστάσαι ἐν τῇ χωνείᾳ. Εἶτα μετὰ τοῦτο ἐπίβαλλε τὰ κάρβωνα, καὶ ὄξυνον τὴν χώνην, ἕως λυθῇ ὁ σίδηρος, καὶ ἑνωθῶσιν αὐτῷ τὰ εἴδη. Χρῄζουσι δὲ αἱ τέσσαρες λίτραι τοῦ σιδήρου.

### 3

καρβώνων λίτρας ρʹ.

### 2.348

Πρόσεχε δὲ ὅτι, ἐὰν ἔστιν ὁ σίδηρος ἁπαλώτερος, οὐ χρῄζει τὴν μαγνησίαν, ἀλλὰ μόνα τὰ λοιπὰ εἴδη. Ἡ γὰρ μαγνησία ξηραίνει αὐτὸν εἰς ὑπερβολὴν, καὶ γίνεται θρυπτός. Εἰ δέ ἐστιν ἁπαλὸς, χρεία αὐτῆς μόνον, ἵνα ἔστιν ἀνωτέρα· Αὕτη γὰρ τὸ πᾶν ἀπεργάζεται.

### 2.348

Αὕτη ἐστὶν ἡ πρώτη καὶ βασιλικὴ ἐργασία, ἣν ἐπιτηδεύονται σήμερον, ἐξ ἧς καὶ τὰ θαυμάσια ξίφη τεκταίνονται. Ηὑρέθη δὲ ὑπὸ τῶν Ἰνδῶν, καὶ ἐξεδόθη Πέρσαις, καὶ παρ’ ἐκείνων ἦλθεν εἰς ἡμᾶς.

## License and provenance

Eulogikon publishes public-domain Greek texts in cleaned, structured, readable form and makes no copyright claim over that preparation (Public Domain Mark 1.0, https://creativecommons.org/publicdomain/mark/1.0/). Cite as `eul_wid: rrg-ad`.
