---
title: Dedication to Theodorus
title_greek: Πρὸς Θεόδωρον Ἀφιέρωσις
author: Alchemist I
eul_wid: rrg-bh
eul_aid: rrg
canonical: "https://eulogikon.org/works/alchemist-i-dedication-theodorus-rrg-bh"
period: Roman
dialect: Technical Koine
domain: Science
format: Treatise
license: "https://creativecommons.org/publicdomain/mark/1.0/"
---

# Dedication to Theodorus

*Πρὸς Θεόδωρον Ἀφιέρωσις*

**Author:** Alchemist I

**eul_wid:** `rrg-bh` · [HTML page](https://eulogikon.org/works/alchemist-i-dedication-theodorus-rrg-bh)

## Text

### 2.4

Τὴν βίβλον ὄλβον ὥσπερ ἐγκεκρυμμένον ἔχουσαν ἄθρει τήνδε, πᾶς Μουσῶν φίλος. Ἀλ λ ’ εἰ θελήσοις τὰς πολυχρύσους φλέβας ταύτης ἐρευνᾶν τὰς σοφῶς κεκρυμμένας, νοὸς τὸ φαιδρὸν ὄμμα πρὸς θείας φύσεις, ὕψει διάρας πανσόφοις εὐοπτίαις, οὕτω γραφὴν δίελθε τὴν σοφωτάτην, καὶ πλοῦτον εὕροις γνώσεως ὑπερτέρας, ζητῶν, ἐρευνῶν τὴν τρισολβίαν φύσιν, μόνην φύσεις νικῶσαν ἐνθέῳ τρόπῳ, καὶ χρυσὸν αἰγλήεντα τίκτουσαν μόνην, τὴν παντοποιὸν, ἢν φρεσὶν μουσοστόλοις, θείας ἐρασταὶ γνώσεως εὗρον μόνοι. Ταύτην ἐφευρὼν, μὴ γὰρ ὅστις ᾖ φράσω, θαύμαζε νοῦν, φρόνησιν ἀνδρῶν ἐνθέων, ὡς δημιουργῶν σωμάτων καὶ πνευμάτων, πῶς ἔσχον οὕτως γνώσεως ὕψος μέγα, ψυχοῦν, ἀποκτένειν τε καὶ ζωοῦν πάλιν, .

### 2.4

ὥστε ξένως πλάττειν τε καὶ μορφοῦν ξένως. Ὦ θαῦμα, τὴν ἄνασσαν ὕλην ὀλβίαν! ἧσπερ διαγνοὺς καὶ μαθὼν τὰς ἐκβάσεις αἰνιγματώδως ἔνδον ἐγκεκρυμμένας, ὁ νοῦς ὁ παγγέραστος, αἱ κλειναὶ φρένες Θεοδώρου πλουτοῦντος ἐνθέοις τρόποις, πιστοῦ τελοῦντος δεσποτῶν παραστάτου συνῆψεν, ἐντέθεικε συλλογὴν ξένην ἐν τῇδε βίβλῳ πανσόφων νοημάτων, ὅνπερ σκέπων, φύλαττε, Χριστὲ παντάναξ.

## License and provenance

Eulogikon publishes public-domain Greek texts in cleaned, structured, readable form and makes no copyright claim over that preparation (Public Domain Mark 1.0, https://creativecommons.org/publicdomain/mark/1.0/). Cite as `eul_wid: rrg-bh`.
