---
title: On Making Cheese Glue
title_greek: Περὶ τοῦ ποιῆσαι τυρόκολλαν
author: Alchemist I
eul_wid: rrg-bm
eul_aid: rrg
canonical: "https://eulogikon.org/works/alchemist-i-cheese-glue-rrg-bm"
period: Roman
dialect: Technical Koine
domain: Science
format: Treatise
license: "https://creativecommons.org/publicdomain/mark/1.0/"
---

# On Making Cheese Glue

*Περὶ τοῦ ποιῆσαι τυρόκολλαν*

**Author:** Alchemist I

**eul_wid:** `rrg-bm` · [HTML page](https://eulogikon.org/works/alchemist-i-cheese-glue-rrg-bm)

## Text

### 2.380.(1t)

ΠΕΡΙ ΤΟΥ ΠΟΙΗΣΑΙ ΤΥΡΟΚΟΛΛΑΝ 〈Κ. Τ. Ε.〉 Λαβὼν τυρὸν παλαιὸν, καὶ τρίψον εἰς τυροτρίπτην· εἶτα βαλὼν ὕδωρ, καὶ ἔα σταθῆναι μέχρι ἡμέρας γʹ· εἶτα ἔξελε, καὶ ἄλλαξον τὸ ὕδωρ· εἶτα βαλὼν εἰς χύτραν ἀνάλειπτον, καὶ βράσον ἕως οὗ διαλυθῇ καὶ μείνῃ παχὺ τοῦ τυροῦ ἐν τῷ ὕδατι τῷ θερμῷ. Εἶτα βαλὼν τὸ αὐτὸ τυρὶν εἰς ἕτερον χλιαρὸν ὕδωρ, καὶ ἂς ἁπαλύνῃ, βράσον ἕως οὗ γένηται κόλλα. Εἶτα ἔχε ἄσβεστον ζωντανὸν ἕως τέσσαρας μοίρας, ἕνωσον ὁμοῦ καλῶς μετὰ τὴν κόλλαν, καὶ κόλλα εἴ τι δ’ ἂν θέλῃς, καὶ ἔα σταθῆναι δεμένον ἕως ἡμέρας ϛʹ. Τὸν αὐτὸν τρόπον ποίει καὶ τὴν δερματόκολλαν. Βράσον ἕωσοὗ λυθῶσιν τὰ δερμάτια καλῶς εἰς τὴν βράσιν, καὶ σείρωσον. Εἶτα ἔασον ψυχρανθῆναι καὶ ξηρανθῆναι· καὶ τότε ἀνάλυε, καὶ κόλλα. Σύντριψον τὰ ἐλαφοκέρατα, καὶ ἔκβαλον τὴν ψίχα, τὰ δὲ ἄσπρα, εἰ δύνατον, ῥίνισον, καὶ βάλλε μοσκέβην ὕδωρ ἕως ἡμέρας ιʹ· καὶ βράσον εἰς λέβητα καλῶς, ἕως οὗ ἐκβῇ ἡ οὐσία· καὶ τότε σείρωσον καὶ ξήρανον· καὶ τότε μῖξον βʹ μέρη ἀσβέστου, καὶ αʹ τῆς κόλλας, καὶ κόλλα. Ἡ δὲ μή γε κολλʹ καὶ οὕτως.

## License and provenance

Eulogikon publishes public-domain Greek texts in cleaned, structured, readable form and makes no copyright claim over that preparation (Public Domain Mark 1.0, https://creativecommons.org/publicdomain/mark/1.0/). Cite as `eul_wid: rrg-bm`.
