---
title: On the Making of Beer
title_greek: Περὶ ζύθων ποιήσεως
author: Alchemist I
eul_wid: rrg-bn
eul_aid: rrg
canonical: "https://eulogikon.org/works/alchemist-i-beer-making-rrg-bn"
period: Roman
dialect: Technical Koine
domain: Science
format: Treatise
license: "https://creativecommons.org/publicdomain/mark/1.0/"
---

# On the Making of Beer

*Περὶ ζύθων ποιήσεως*

**Author:** Alchemist I

**eul_wid:** `rrg-bn` · [HTML page](https://eulogikon.org/works/alchemist-i-beer-making-rrg-bn)

## Text

### 2.372.(1t)

ΠΕΡΙ ΖΥΘΩΝ ΠΟΙΗΣΕΩΣ Λαβὼν κριθὴν λευκὴν, καθαρίαν, καλὴν, βρέξον ἡμέραν αʹ, καὶ ἀνάσπασον ἢ καὶ κοίτασον ἐν ἀνηνέμῳ τόπῳ ἕως πρωΐ· καὶ πάλιν βρέξον ὥρας εʹ· ἐπίβαλε εἰς βραχιώνιον ἀγγεῖον ἠθμοειδὲς, καὶ βρέχε. Προαναξήρανε ἕως οὗ γένηται ὡς τύλη· καὶ ὅτε γένηται, ψῦξον ἐν ἡλίῳ ἕως οὗ πέσῃ· τὸ μαλίον γὰρ πικρόν. Λοιπὸν ἄλεσον καὶ ποίησον ἄρτους προσβάλλων ζύμην ὥσπερ ἄρτου· καὶ ὄπτα ὠμότερον· καὶ ὁτ’ ἂν ἐπανθῶσιν, διάλυε ὕδατι γλυκεῖ καὶ ἤθμιζε διὰ ἠθμοῦ ἢ κοσκίνου λεπτοῦ. Ἄλλοι δὲ ὀπτῶντες ἄρτους βάλλουσιν εἰς κλουβὸν μετὰ ὕδατος, καὶ ἑψοῦσι μικρὸν, ἵνα μὴ κοχλάσῃ, μήτε ᾖ χλιαρὸν, καὶ ἀνασπῶσι καὶ ἠθμίζουσιν· καὶ περισκεπάσαντες, θερμαίνουσι καὶ ἀνακρίνουσιν.

## License and provenance

Eulogikon publishes public-domain Greek texts in cleaned, structured, readable form and makes no copyright claim over that preparation (Public Domain Mark 1.0, https://creativecommons.org/publicdomain/mark/1.0/). Cite as `eul_wid: rrg-bn`.
