---
title: What is the Ancient Lime
title_greek: Τίς ἡ τῶν ἀρχαίων ἄσβεστος
author: Alchemist I
eul_wid: rrg-bg
eul_aid: rrg
canonical: "https://eulogikon.org/works/alchemist-i-ancient-lime-rrg-bg"
period: Roman
dialect: Technical Koine
domain: Science
format: Treatise
license: "https://creativecommons.org/publicdomain/mark/1.0/"
---

# What is the Ancient Lime

*Τίς ἡ τῶν ἀρχαίων ἄσβεστος*

**Author:** Alchemist I

**eul_wid:** `rrg-bg` · [HTML page](https://eulogikon.org/works/alchemist-i-ancient-lime-rrg-bg)

## Text

### 2.279.(1t)

ΤΙΣ Η ΤΩΝ ΑΡΧΑΙΩΝ ΑΣΒΕΣΤΟΣ; Οὕτως δὲ ὄντος τοῦ πράγματος καὶ τῆς φύσεως αὐτὴν κατεχούσης, ἔλθωμεν ἐπὶ τὴν πολύφημον ἄσβεστον τῶν ἀρχαίων· αὕτη γὰρ οὐ καθάπερ ἡ τῶν λίθων τίτανος ἀσβεστουμένη λευκαίνεται, τοὐναντίον δὲ καὶ μελαίνεται. Λειωθέντος γὰρ τοῦ εἴδους, καὶ χωρισθέντος τοῦ φυσικοῦ ὑγροῦ, ἡ μείνασα ὕλη κάτωθεν ἐν τῷ πατελλίῳ ὀπτᾶται καὶ μελαίνεται, καὶ ὀνομάζεται ἄσβεστος, ἥτις ληφθεῖσα πάλιν, τῇ οἰκείᾳ συνενοῦται ψυχῇ, καὶ τεθεῖσα ἐν ἀσινεῖ καμίνῳ ἡμέρας ιεʹ ἢ ὥρας σύμμετρον ἐχούσῃ τὴν θέρμην, αἴρεται ἀπὸ τῆς τοιαύτης καμίνου καὶ μερίζεται τῶν ἰδίων αἰθαλῶν τῷ ὀργάνῳ, καὶ ποιεῖ τὸ δι’ ἀσβέστου, εἰ εὑρεθῇ λευκὸν τὸ ἀναγόμενον· εἰ δὲ ξανθὸν, ποιεῖ τὸ ἄθικτον. Οὐδὲν γὰρ διαφέρουσιν ἑαυτῶν τὰ δύο ὑγρὰ ταῦτα, εἰ μὴ τῷ χρώματι μόνον· εἰσκρίνουσι γὰρ ὡς αὕτως, καὶ βάπτουσι καὶ κατέχουσιν. Ἡ δὲ τοῦ πρώτου πυρὸς ποσότης δείκνυσιν τὴν αὐτῶν ἑτερότητα, μάλιστα εἰ μιᾶς ὑπάρχοιεν ὕλης, ξανθῆς ἢ λευκῆς. Φησὶ γὰρ Ἑρμῆς ὅτι ὁ μέγας θεὸς χρυσόκολλα ἐν πρώτοις πάντα ποιεῖ, ἀντὶ τοῦ· ἡ μεγάλη θέρμη τοῦ πυρὸς ἐν τῷ πρώτῳ ὑδραργυρισμῷ τὸ πᾶν δυνάμει συγκατεργάζεται. Ἐὰν γὰρ μὴ ἐκείνη πρώτη ἐργάσηται, ἡ δευτέρα οὐ φαίνεται παντελῶς· ἐκείνη γὰρ καὶ πολλῆς ἀστοχίας οὐκ ἀμοιρεῖ, οὐ μόνον ὅτι φευκτῶν αἰθαλῶν ἐστὶν μήτηρ, ἀλλ’ ὅτι καὶ τὸ χρῶμα τὸ ζητούμενον οὐκ ἀεὶ φέρει.

## License and provenance

Eulogikon publishes public-domain Greek texts in cleaned, structured, readable form and makes no copyright claim over that preparation (Public Domain Mark 1.0, https://creativecommons.org/publicdomain/mark/1.0/). Cite as `eul_wid: rrg-bg`.
